Ἐκκλησιαστής

1:1 Ῥήματα Ἐϰϰλησιαϛȣ̃ υἱȣ̃ Δαυιδ ϐασιλέως Ισϱαηλ ἐν Ιεϱȣσαλημ.

1:2 Ματαιότης ματαιοτήτων, εἶϖεν ὁ Ἐϰϰλησιαϛής, ματαιότης ματαιοτήτων, τὰ ϖάντα ματαιότης.

1:3 τίς ϖεϱισσεία τῷ ἀνϑϱώϖῳ ἐν ϖαντὶ μόχϑῳ αὐτȣ̃, ᾧ μοχϑεῖ ὑϖὸ τὸν ἥλιον;

1:4 γενεὰ ϖοϱεύεται ϗ γενεὰ ἔϱχεται, ϗ ἡ γῆ εἰς τὸν αἰῶνα ἕϛηϰεν.

1:5 ϗ ἀνατέλλει ὁ ἥλιος ϗ δύνει ὁ ἥλιος ϗ εἰς τὸν τόϖον αὐτȣ̃ ἕλϰει·

1:6 ἀνατέλλων αὐτὸς ἐϰεῖ ϖοϱεύεται ϖϱὸς νότον ϗ ϰυϰλοῖ ϖϱὸς ϐοϱϱᾶν· ϰυϰλοῖ ϰυϰλῶν, ϖοϱεύεται τὸ ϖνεῦμα, ϗ ἐϖὶ ϰύϰλȣς αὐτȣ̃ ἐϖιϛϱέφει τὸ ϖνεῦμα.

1:7 ϖάντες οἱ χείμαϱϱοι, ϖοϱεύονται εἰς τὴν ϑάλασσαν, ϗ ἡ ϑάλασσα ȣ̓ϰ ἔϛαι ἐμϖιμϖλαμένη· εἰς τόϖον, ȣ̔͂ οἱ χείμαϱϱοι ϖοϱεύονται, ἐϰεῖ αὐτοὶ ἐϖιϛϱέφȣσιν τȣ̃ ϖοϱευϑῆναι.

1:8 ϖάντες οἱ λόγοι ἔγϰοϖοι· ȣ̓ δυνήσεται ἀνὴϱ τȣ̃ λαλεῖν, ϗ ȣ̓ϰ ἐμϖλησϑήσεται ὀφϑαλμὸς τȣ̃ ὁϱᾶν, ϗ ȣ̓ ϖληϱωϑήσεται ȣ̓͂ς ἀϖὸ ἀϰϱοάσεως.

1:9 τί τὸ γεγονός, αὐτὸ τὸ γενησόμενον· ϗ τί τὸ ϖεϖοιημένον, αὐτὸ τὸ ϖοιηϑησόμενον· ϗ ȣ̓ϰ ἔϛιν ϖᾶν ϖϱόσφατον ὑϖὸ τὸν ἥλιον.

1:10 ὃς λαλήσει ϗ ἐϱεῖ Ἰδὲ τȣ̃το ϰαινόν ἐϛιν, ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν τοῖς γενομένοις ἀϖὸ ἔμϖϱοσϑεν ἡμῶν.

1:11 ȣ̓ϰ ἔϛιν μνήμη τοῖς ϖϱώτοις, ϰαί γε τοῖς ἐσχάτοις γενομένοις ȣ̓ϰ ἔϛαι αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην.

1:12 Ἐγὼ Ἐϰϰλησιαϛὴς ἐγενόμην ϐασιλεὺς ἐϖὶ Ισϱαηλ ἐν Ιεϱȣσαλημ·

1:13 ϗ ἔδωϰα τὴν ϰαϱδίαν μȣ τȣ̃ ἐϰζητῆσαι ϗ τȣ̃ ϰατασϰέψασϑαι ἐν τῇ σοφίᾳ ϖεϱὶ ϖάντων τῶν γινομένων ὑϖὸ τὸν ȣ̓ϱανόν· ὅτι ϖεϱισϖασμὸν ϖονηϱὸν ἔδωϰεν ὁ ϑεὸς τοῖς υἱοῖς τȣ̃ ἀνϑϱώϖȣ τȣ̃ ϖεϱισϖᾶσϑαι ἐν αὐτῷ.

1:14 εἶδον σὺν ϖάντα τὰ ϖοιήματα τὰ ϖεϖοιημένα ὑϖὸ τὸν ἥλιον, ϗ ἰδȣ̀ τὰ ϖάντα ματαιότης ϗ ϖϱοαίϱεσις ϖνεύματος.

1:15 διεϛϱαμμένον ȣ̓ δυνήσεται τȣ̃ ἐϖιϰοσμηϑῆναι, ϗ ὑϛέϱημα ȣ̓ δυνήσεται τȣ̃ ἀϱιϑμηϑῆναι.

1:16 ἐλάλησα ἐγὼ ἐν ϰαϱδίᾳ μȣ τῷ λέγειν Ἐγὼ ἰδȣ̀ ἐμεγαλύνϑην ϗ ϖϱοσέϑηϰα σοφίαν ἐϖὶ ϖᾶσιν, οἳ ἐγένοντο ἔμϖϱοσϑέν μȣ ἐν Ιεϱȣσαλημ, ϗ ϰαϱδία μȣ εἶδεν ϖολλά, σοφίαν ϗ γνῶσιν.

1:17 ϗ ἔδωϰα ϰαϱδίαν μȣ τȣ̃ γνῶναι σοφίαν ϗ γνῶσιν, ϖαϱαϐολὰς ϗ ἐϖιϛήμην ἔγνων, ὅτι ϰαί γε τȣ̃τ’ ἔϛιν ϖϱοαίϱεσις ϖνεύματος·

1:18 ὅτι ἐν ϖλήϑει σοφίας ϖλῆϑος γνώσεως, ϗ ὁ ϖϱοϛιϑεὶς γνῶσιν ϖϱοσϑήσει ἄλγημα.

2:1 Εἶϖον ἐγὼ ἐν ϰαϱδίᾳ μȣ Δεῦϱο δὴ ϖειϱάσω σε ἐν εὐφϱοσύνῃ, ϗ ἰδὲ ἐν ἀγαϑῷ· ϗ ἰδȣ̀ ϰαί γε τȣ̃το ματαιότης.

2:2 τῷ γέλωτι εἶϖα ϖεϱιφοϱὰν ϗ τῇ εὐφϱοσύνῃ Τί τȣ̃το ϖοιεῖς;

2:3 ϰατεσϰεψάμην ἐν ϰαϱδίᾳ μȣ τȣ̃ ἑλϰύσαι εἰς οἶνον τὴν σάϱϰα μȣ – ϗ ϰαϱδία μȣ ὡδήγησεν ἐν σοφίᾳ – ϗ τȣ̃ ϰϱατῆσαι ἐϖ’ ἀφϱοσύνῃ, ἕως ȣ̔͂ ἴδω ϖοῖον τὸ ἀγαϑὸν τοῖς υἱοῖς τȣ̃ ἀνϑϱώϖȣ, ὃ ϖοιήσȣσιν ὑϖὸ τὸν ἥλιον ἀϱιϑμὸν ἡμεϱῶν ζωῆς αὐτῶν.

2:4 ἐμεγάλυνα ϖοίημά μȣ, ᾠϰοδόμησά μοι οἴϰȣς, ἐφύτευσά μοι ἀμϖελῶνας,

2:5 ἐϖοίησά μοι ϰήϖȣς ϗ ϖαϱαδείσȣς ϗ ἐφύτευσα ἐν αὐτοῖς ξύλον ϖᾶν ϰαϱϖȣ̃·

2:6 ἐϖοίησά μοι ϰολυμϐήϑϱας ὑδάτων τȣ̃ ϖοτίσαι ἀϖ’ αὐτῶν δϱυμὸν ϐλαϛῶντα ξύλα·

2:7 ἐϰτησάμην δȣ́λȣς ϗ ϖαιδίσϰας, ϗ οἰϰογενεῖς ἐγένοντό μοι, ϰαί γε ϰτῆσις ϐȣϰολίȣ ϗ ϖοιμνίȣ ϖολλὴ ἐγένετό μοι ὑϖὲϱ ϖάντας τȣ̀ς γενομένȣς ἔμϖϱοσϑέν μȣ ἐν Ιεϱȣσαλημ·

2:8 συνήγαγόν μοι ϰαί γε ἀϱγύϱιον ϗ χϱυσίον ϗ ϖεϱιȣσιασμȣ̀ς ϐασιλέων ϗ τῶν χωϱῶν· ἐϖοίησά μοι ᾄδοντας ϗ ᾀδȣ́σας ϗ ἐντϱυφήματα υἱῶν τȣ̃ ἀνϑϱώϖȣ οἰνοχόον ϗ οἰνοχόας·

2:9 ϗ ἐμεγαλύνϑην ϗ ϖϱοσέϑηϰα ϖαϱὰ ϖάντας τȣ̀ς γενομένȣς ἔμϖϱοσϑέν μȣ ἐν Ιεϱȣσαλημ· ϰαί γε σοφία μȣ ἐϛάϑη μοι.

2:10 ϗ ϖᾶν, ὃ ᾔτησαν οἱ ὀφϑαλμοί μȣ, ȣ̓χ ὑφεῖλον ἀϖ’ αὐτῶν, ȣ̓ϰ ἀϖεϰώλυσα τὴν ϰαϱδίαν μȣ ἀϖὸ ϖάσης εὐφϱοσύνης, ὅτι ϰαϱδία μȣ εὐφϱάνϑη ἐν ϖαντὶ μόχϑῳ μȣ, ϗ τȣ̃το ἐγένετο μεϱίς μȣ ἀϖὸ ϖαντὸς μόχϑȣ μȣ.

2:11 ϗ ἐϖέϐλεψα ἐγὼ ἐν ϖᾶσιν ϖοιήμασίν μȣ, οἷς ἐϖοίησαν αἱ χεῖϱές μȣ, ϗ ἐν μόχϑῳ, ᾧ ἐμόχϑησα τȣ̃ ϖοιεῖν, ϗ ἰδȣ̀ τὰ ϖάντα ματαιότης ϗ ϖϱοαίϱεσις ϖνεύματος, ϗ ȣ̓ϰ ἔϛιν ϖεϱισσεία ὑϖὸ τὸν ἥλιον.

2:12 Ϗ ἐϖέϐλεψα ἐγὼ τȣ̃ ἰδεῖν σοφίαν ϗ ϖεϱιφοϱὰν ϗ ἀφϱοσύνην· ὅτι τίς ὁ ἄνϑϱωϖος, ὃς ἐϖελεύσεται ὀϖίσω τῆς ϐȣλῆς τὰ ὅσα ἐϖοίησεν αὐτήν;

2:13 ϗ εἶδον ἐγὼ ὅτι ἔϛιν ϖεϱισσεία τῇ σοφίᾳ ὑϖὲϱ τὴν ἀφϱο σύνην ὡς ϖεϱισσεία τȣ̃ φωτὸς ὑϖὲϱ τὸ σϰότος·

2:14 τȣ̃ σοφȣ̃ οἱ ὀφϑαλμοὶ αὐτȣ̃ ἐν ϰεφαλῇ αὐτȣ̃, ϗ ὁ ἄφϱων ἐν σϰότει ϖοϱεύεται. ϗ ἔγνων ϰαί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς ϖᾶσιν αὐτοῖς.

2:15 ϗ εἶϖα ἐγὼ ἐν ϰαϱδίᾳ μȣ Ὡς συνάντημα τȣ̃ ἄφϱονος ϰαί γε ἐμοὶ συναντήσεταί μοι, ϗ ἵνα τί ἐσοφισάμην; ἐγὼ τότε ϖεϱισσὸν ἐλάλησα ἐν ϰαϱδίᾳ μȣ, διότι ἄφϱων ἐϰ ϖεϱισσεύματος λαλεῖ, ὅτι ϰαί γε τȣ̃το ματαιότης.

2:16 ὅτι ȣ̓ϰ ἔϛιν μνήμη τȣ̃ σοφȣ̃ μετὰ τȣ̃ ἄφϱονος εἰς αἰῶνα, ϰαϑότι ἤδη αἱ ἡμέϱαι αἱ ἐϱχόμεναι τὰ ϖάντα ἐϖελήσϑη· ϗ ϖῶς ἀϖοϑανεῖται ὁ σοφὸς μετὰ τȣ̃ ἄφϱονος;

2:17 ϗ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι ϖονηϱὸν ἐϖ’ ἐμὲ τὸ ϖοίημα τὸ ϖεϖοιημένον ὑϖὸ τὸν ἥλιον, ὅτι τὰ ϖάντα ματαιότης ϗ ϖϱοαίϱεσις ϖνεύματος.

2:18 ϗ ἐμίσησα ἐγὼ σὺν ϖάντα μόχϑον μȣ, ὃν ἐγὼ μοχϑῶ ὑϖὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνϑϱώϖῳ τῷ γινομένῳ μετ’ ἐμέ·

2:19 ϗ τίς οἶδεν εἰ σοφὸς ἔϛαι ἢ ἄφϱων; ϗ ἐξȣσιάζεται ἐν ϖαντὶ μόχϑῳ μȣ, ᾧ ἐμόχϑησα ϗ ᾧ ἐσοφισάμην ὑϖὸ τὸν ἥλιον. ϰαί γε τȣ̃το ματαιότης.

2:20 ϗ ἐϖέϛϱεψα ἐγὼ τȣ̃ ἀϖοτάξασϑαι τῇ ϰαϱδίᾳ μȣ ἐϖὶ ϖαντὶ τῷ μόχϑῳ, ᾧ ἐμόχϑησα ὑϖὸ τὸν ἥλιον,

2:21 ὅτι ἔϛιν ἄνϑϱωϖος, ȣ̔͂ μόχϑος αὐτȣ̃ ἐν σοφίᾳ ϗ ἐν γνώσει ϗ ἐν ἀνδϱείᾳ, ϗ ἄνϑϱωϖος, ὃς ȣ̓ϰ ἐμόχϑησεν ἐν αὐτῷ, δώσει αὐτῷ μεϱίδα αὐτȣ̃. ϰαί γε τȣ̃το ματαιότης ϗ ϖονηϱία μεγάλη.

2:22 ὅτι τί γίνεται τῷ ἀνϑϱώϖῳ ἐν ϖαντὶ μόχϑῳ αὐτȣ̃ ϗ ἐν ϖϱοαιϱέσει ϰαϱδίας αὐτȣ̃, ᾧ αὐτὸς μοχϑεῖ ὑϖὸ τὸν ἥλιον;

2:23 ὅτι ϖᾶσαι αἱ ἡμέϱαι αὐτȣ̃ ἀλγημάτων ϗ ϑυμȣ̃ ϖεϱισϖασμὸς αὐτȣ̃, ϰαί γε ἐν νυϰτὶ ȣ̓ ϰοιμᾶται ἡ ϰαϱδία αὐτȣ̃. ϰαί γε τȣ̃το ματαιότης ἐϛίν.

2:24 Ȣ̓ϰ ἔϛιν ἀγαϑὸν ἐν ἀνϑϱώϖῳ· ὃ φάγεται ϗ ὃ ϖίεται ϗ ὃ δείξει τῇ ψυχῇ αὐτȣ̃, ἀγαϑὸν ἐν μόχϑῳ αὐτȣ̃. ϰαί γε τȣ̃το εἶδον ἐγὼ ὅτι ἀϖὸ χειϱὸς τȣ̃ ϑεȣ̃ ἐϛιν·

2:25 ὅτι τίς φάγεται ϗ τίς φείσεται ϖάϱεξ αὐτȣ̃;

2:26 ὅτι τῷ ἀνϑϱώϖῳ τῷ ἀγαϑῷ ϖϱὸ ϖϱοσώϖȣ αὐτȣ̃ ἔδωϰεν σοφίαν ϗ γνῶσιν ϗ εὐφϱοσύνην· ϗ τῷ ἁμαϱτάνοντι ἔδωϰεν ϖεϱισϖασμὸν τȣ̃ ϖϱοσϑεῖναι ϗ τȣ̃ συναγαγεῖν τȣ̃ δȣ̃ναι τῷ ἀγαϑῷ ϖϱὸ ϖϱοσώϖȣ τȣ̃ ϑεȣ̃· ὅτι ϰαί γε τȣ̃το ματαιότης ϗ ϖϱοαίϱεσις ϖνεύματος.

3:1 Τοῖς ϖᾶσιν χϱόνος, ϗ ϰαιϱὸς τῷ ϖαντὶ ϖϱάγματι ὑϖὸ τὸν ȣ̓ϱανόν.

3:2 ϰαιϱὸς τȣ̃ τεϰεῖν ϗ ϰαιϱὸς τȣ̃ ἀϖοϑανεῖν, ϰαιϱὸς τȣ̃ φυτεῦσαι ϗ ϰαιϱὸς τȣ̃ ἐϰτῖλαι ϖεφυτευμένον,

3:3 ϰαιϱὸς τȣ̃ ἀϖοϰτεῖναι ϗ ϰαιϱὸς τȣ̃ ἰάσασϑαι, ϰαιϱὸς τȣ̃ ϰαϑελεῖν ϗ ϰαιϱὸς τȣ̃ οἰϰοδομῆσαι,

3:4 ϰαιϱὸς τȣ̃ ϰλαῦσαι ϗ ϰαιϱὸς τȣ̃ γελάσαι, ϰαιϱὸς τȣ̃ ϰόψασϑαι ϗ ϰαιϱὸς τȣ̃ ὀϱχήσασϑαι,

3:5 ϰαιϱὸς τȣ̃ ϐαλεῖν λίϑȣς ϗ ϰαιϱὸς τȣ̃ συναγαγεῖν λίϑȣς, ϰαιϱὸς τȣ̃ ϖεϱιλαϐεῖν ϗ ϰαιϱὸς τȣ̃ μαϰϱυνϑῆναι ἀϖὸ ϖεϱι λήμψεως,

3:6 ϰαιϱὸς τȣ̃ ζητῆσαι ϗ ϰαιϱὸς τȣ̃ ἀϖολέσαι, ϰαιϱὸς τȣ̃ φυλάξαι ϗ ϰαιϱὸς τȣ̃ ἐϰϐαλεῖν,

3:7 ϰαιϱὸς τȣ̃ ῥῆξαι ϗ ϰαιϱὸς τȣ̃ ῥάψαι, ϰαιϱὸς τȣ̃ σιγᾶν ϗ ϰαιϱὸς τȣ̃ λαλεῖν,

3:8 ϰαιϱὸς τȣ̃ φιλῆσαι ϗ ϰαιϱὸς τȣ̃ μισῆσαι, ϰαιϱὸς ϖολέμȣ ϗ ϰαιϱὸς εἰϱήνης.

3:9 τίς ϖεϱισσεία τȣ̃ ϖοιȣ̃ντος ἐν οἷς αὐτὸς μοχϑεῖ;

3:10 εἶδον σὺν τὸν ϖεϱισϖασμόν, ὃν ἔδωϰεν ὁ ϑεὸς τοῖς υἱοῖς τȣ̃ ἀνϑϱώϖȣ τȣ̃ ϖεϱισϖᾶσϑαι ἐν αὐτῷ.

3:11 σὺν τὰ ϖάντα ἐϖοίησεν ϰαλὰ ἐν ϰαιϱῷ αὐτȣ̃ ϰαί γε σὺν τὸν αἰῶνα ἔδωϰεν ἐν ϰαϱδίᾳ αὐτῶν, ὅϖως μὴ εὕϱῃ ὁ ἄνϑϱωϖος τὸ ϖοίημα, ὃ ἐϖοίησεν ὁ ϑεός, ἀϖ’ ἀϱχῆς ϗ μέχϱι τέλȣς.

3:12 ἔγνων ὅτι ȣ̓ϰ ἔϛιν ἀγαϑὸν ἐν αὐτοῖς εἰ μὴ τȣ̃ εὐφϱανϑῆναι ϗ τȣ̃ ϖοιεῖν ἀγαϑὸν ἐν ζωῇ αὐτȣ̃·

3:13 ϰαί γε ϖᾶς ὁ ἄνϑϱωϖος, ὃς φάγεται ϗ ϖίεται ϗ ἴδῃ ἀγαϑὸν ἐν ϖαντὶ μόχϑῳ αὐτȣ̃, δόμα ϑεȣ̃ ἐϛιν.

3:14 ἔγνων ὅτι ϖάντα, ὅσα ἐϖοίησεν ὁ ϑεός, αὐτὰ ἔϛαι εἰς τὸν αἰῶνα· ἐϖ’ αὐτῷ ȣ̓ϰ ἔϛιν ϖϱοσϑεῖναι, ϗ ἀϖ’ αὐτȣ̃ ȣ̓ϰ ἔϛιν ἀφελεῖν, ϗ ὁ ϑεὸς ἐϖοίησεν, ἵνα φοϐηϑῶσιν ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃.

3:15 τὸ γενόμενον ἤδη ἐϛίν, ϗ ὅσα τȣ̃ γίνεσϑαι, ἤδη γέγονεν, ϗ ὁ ϑεὸς ζητήσει τὸν διωϰόμενον.

3:16 Ϗ ἔτι εἶδον ὑϖὸ τὸν ἥλιον τόϖον τῆς ϰϱίσεως, ἐϰεῖ ὁ ἀσεϐής, ϗ τόϖον τȣ̃ διϰαίȣ, ἐϰεῖ ὁ ἀσεϐής.

3:17 εἶϖα ἐγὼ ἐν ϰαϱδίᾳ μȣ Σὺν τὸν δίϰαιον ϗ σὺν τὸν ἀσεϐῆ ϰϱινεῖ ὁ ϑεός, ὅτι ϰαιϱὸς τῷ ϖαντὶ ϖϱάγματι ϗ ἐϖὶ ϖαντὶ τῷ ϖοιήματι.

3:18 ἐϰεῖ εἶϖα ἐγὼ ἐν ϰαϱδίᾳ μȣ ϖεϱὶ λαλιᾶς υἱῶν τȣ̃ ἀνϑϱώϖȣ, ὅτι διαϰϱινεῖ αὐτȣ̀ς ὁ ϑεός, ϗ τȣ̃ δεῖξαι ὅτι αὐτοὶ ϰτήνη εἰσὶν ϰαί γε αὐτοῖς.

3:19 ὅτι συνάντημα υἱῶν τȣ̃ ἀνϑϱώϖȣ ϗ συνάντημα τȣ̃ ϰτήνȣς, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ ϑάνατος τȣ́τȣ, ȣ̔́τως ὁ ϑάνατος τȣ́τȣ, ϗ ϖνεῦμα ἓν τοῖς ϖᾶσιν· ϗ τί ἐϖεϱίσσευσεν ὁ ἄνϑϱωϖος ϖαϱὰ τὸ ϰτῆνος; ȣ̓δέν, ὅτι τὰ ϖάντα ματαιότης.

3:20 τὰ ϖάντα ϖοϱεύεται εἰς τόϖον ἕνα· τὰ ϖάντα ἐγένετο ἀϖὸ τȣ̃ χοός, ϗ τὰ ϖάντα ἐϖιϛϱέφει εἰς τὸν χȣ̃ν·

3:21 ϗ τίς οἶδεν ϖνεῦμα υἱῶν τȣ̃ ἀνϑϱώϖȣ εἰ ἀναϐαίνει αὐτὸ εἰς ἄνω, ϗ ϖνεῦμα τȣ̃ ϰτήνȣς εἰ ϰαταϐαίνει αὐτὸ ϰάτω εἰς γῆν;

3:22 ϗ εἶδον ὅτι ȣ̓ϰ ἔϛιν ἀγαϑὸν εἰ μὴ ὃ εὐφϱανϑήσεται ὁ ἄνϑϱωϖος ἐν ϖοιήμασιν αὐτȣ̃, ὅτι αὐτὸ μεϱὶς αὐτȣ̃· ὅτι τίς ἄξει αὐτὸν τȣ̃ ἰδεῖν ἐν ᾧ ἐὰν γένηται μετ’ αὐτόν;

4:1 Ϗ ἐϖέϛϱεψα ἐγὼ ϗ εἶδον σὺν ϖάσας τὰς συϰοφαντίας τὰς γινομένας ὑϖὸ τὸν ἥλιον· ϗ ἰδȣ̀ δάϰϱυον τῶν συϰοφαντȣμένων, ϗ ȣ̓ϰ ἔϛιν αὐτοῖς ϖαϱαϰαλῶν, ϗ ἀϖὸ χειϱὸς συϰοφαντȣ́ντων αὐτȣ̀ς ἰσχύς, ϗ ȣ̓ϰ ἔϛιν αὐτοῖς ϖαϱαϰαλῶν.

4:2 ϗ ἐϖῄνεσα ἐγὼ σὺν τȣ̀ς τεϑνηϰότας τȣ̀ς ἤδη ἀϖοϑανόντας ὑϖὲϱ τȣ̀ς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τȣ̃ νῦν·

4:3 ϗ ἀγαϑὸς ὑϖὲϱ τȣ̀ς δύο τȣ́τȣς ὅϛις ȣ̓́ϖω ἐγένετο, ὃς ȣ̓ϰ εἶδεν σὺν τὸ ϖοίημα τὸ ϖονηϱὸν τὸ ϖεϖοιημένον ὑϖὸ τὸν ἥλιον.

4:4 Ϗ εἶδον ἐγὼ σὺν ϖάντα τὸν μόχϑον ϗ σὺν ϖᾶσαν ἀνδϱείαν τȣ̃ ϖοιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδϱὸς ἀϖὸ τȣ̃ ἑταίϱȣ αὐτȣ̃· ϰαί γε τȣ̃το ματαιότης ϗ ϖϱοαίϱεσις ϖνεύματος.

4:5 ὁ ἄφϱων ϖεϱιέλαϐεν τὰς χεῖϱας αὐτȣ̃ ϗ ἔφαγεν τὰς σάϱϰας αὐτȣ̃.

4:6 ἀγαϑὸν ϖλήϱωμα δϱαϰὸς ἀναϖαύσεως ὑϖὲϱ ϖλήϱωμα δύο δϱαϰῶν μόχϑȣ ϗ ϖϱοαιϱέσεως ϖνεύματος.

4:7 Ϗ ἐϖέϛϱεψα ἐγὼ ϗ εἶδον ματαιότητα ὑϖὸ τὸν ἥλιον.

4:8 ἔϛιν εἷς, ϗ ȣ̓ϰ ἔϛιν δεύτεϱος, ϰαί γε υἱὸς ϗ ἀδελφὸς ȣ̓ϰ ἔϛιν αὐτῷ· ϗ ȣ̓ϰ ἔϛιν ϖεϱασμὸς τῷ ϖαντὶ μόχϑῳ αὐτȣ̃, ϰαί γε ὀφϑαλμὸς αὐτȣ̃ ȣ̓ϰ ἐμϖίϖλαται ϖλȣ́τȣ. ϗ τίνι ἐγὼ μοχϑῶ ϗ ϛεϱίσϰω τὴν ψυχήν μȣ ἀϖὸ ἀγαϑωσύνης; ϰαί γε τȣ̃το ματαιότης ϗ ϖεϱισϖασμὸς ϖονηϱός ἐϛιν.

4:9 ἀγαϑοὶ οἱ δύο ὑϖὲϱ τὸν ἕνα, οἷς ἔϛιν αὐτοῖς μισϑὸς ἀγαϑὸς ἐν μόχϑῳ αὐτῶν·

4:10 ὅτι ἐὰν ϖέσωσιν, ὁ εἷς ἐγεϱεῖ τὸν μέτοχον αὐτȣ̃, ϗ ȣ̓αὶ αὐτῷ τῷ ἑνί, ὅταν ϖέσῃ ϗ μὴ ᾖ δεύτεϱος τȣ̃ ἐγεῖϱαι αὐτόν.

4:11 ϰαί γε ἐὰν ϰοιμηϑῶσιν δύο, ϗ ϑέϱμη αὐτοῖς· ϗ ὁ εἷς ϖῶς ϑεϱμανϑῇ;

4:12 ϗ ἐὰν ἐϖιϰϱαταιωϑῇ ὁ εἷς, οἱ δύο ϛήσονται ϰατέναντι αὐτȣ̃, ϗ τὸ σϖαϱτίον τὸ ἔντϱιτον ȣ̓ ταχέως ἀϖοϱϱαγήσεται.

4:13 Ἀγαϑὸς ϖαῖς ϖένης ϗ σοφὸς ὑϖὲϱ ϐασιλέα ϖϱεσϐύτεϱον ϗ ἄφϱονα, ὃς ȣ̓ϰ ἔγνω τȣ̃ ϖϱοσέχειν ἔτι·

4:14 ὅτι ἐξ οἴϰȣ τῶν δεσμίων ἐξελεύσεται τȣ̃ ϐασιλεῦσαι, ὅτι ϰαί γε ἐν ϐασιλείᾳ αὐτȣ̃ ἐγεννήϑη ϖένης.

4:15 εἶδον σὺν ϖάντας τȣ̀ς ζῶντας τȣ̀ς ϖεϱιϖατȣ̃ντας ὑϖὸ τὸν ἥλιον μετὰ τȣ̃ νεανίσϰȣ τȣ̃ δευτέϱȣ, ὃς ϛήσεται ἀντ αὐτȣ̃,

4:16 ȣ̓ϰ ἔϛιν ϖεϱασμὸς τῷ ϖαντὶ λαῷ, τοῖς ϖᾶσιν, ὅσοι ἐγένοντο ἔμϖϱοσϑεν αὐτῶν· ϰαί γε οἱ ἔσχατοι ȣ̓ϰ εὐφϱανϑήσονται ἐν αὐτῷ· ὅτι ϰαί γε τȣ̃το ματαιότης ϗ ϖϱοαίϱεσις ϖνεύματος.

4:17 Φύλαξον ϖόδα σȣ, ἐν ᾧ ἐὰν ϖοϱεύῃ εἰς οἶϰον τȣ̃ ϑεȣ̃, ϗ ἐγγὺς τȣ̃ ἀϰȣ́ειν· ὑϖὲϱ δόμα τῶν ἀφϱόνων ϑυσία σȣ, ὅτι ȣ̓́ϰ εἰσιν εἰδότες τȣ̃ ϖοιῆσαι ϰαϰόν.

5:1 μὴ σϖεῦδε ἐϖὶ ϛόματί σȣ, ϗ ϰαϱδία σȣ μὴ ταχυνάτω τȣ̃ ἐξενέγϰαι λόγον ϖϱὸ ϖϱοσώϖȣ τȣ̃ ϑεȣ̃· ὅτι ὁ ϑεὸς ἐν τῷ ȣ̓ϱανῷ, ϗ σὺ ἐϖὶ τῆς γῆς, ἐϖὶ τȣ́τῳ ἔϛωσαν οἱ λόγοι σȣ ὀλίγοι.

5:2 ὅτι ϖαϱαγίνεται ἐνύϖνιον ἐν ϖλήϑει ϖεϱισϖασμȣ̃ ϗ φωνὴ ἄφϱονος ἐν ϖλήϑει λόγων.

5:3 ϰαϑὼς ἂν εὔξῃ εὐχὴν τῷ ϑεῷ, μὴ χϱονίσῃς τȣ̃ ἀϖοδȣ̃ναι αὐτήν· ὅτι ȣ̓ϰ ἔϛιν ϑέλημα ἐν ἄφϱοσιν, σὺν ὅσα ἐὰν εὔξῃ ἀϖόδος.

5:4 ἀγαϑὸν τὸ μὴ εὔξασϑαί σε ἢ τὸ εὔξασϑαί σε ϗ μὴ ἀϖοδȣ̃ναι.

5:5 μὴ δῷς τὸ ϛόμα σȣ τȣ̃ ἐξαμαϱτῆσαι τὴν σάϱϰα σȣ ϗ μὴ εἴϖῃς ϖϱὸ ϖϱοσώϖȣ τȣ̃ ϑεȣ̃ ὅτι Ἄγνοιά ἐϛιν, ἵνα μὴ ὀϱγισϑῇ ὁ ϑεὸς ἐϖὶ φωνῇ σȣ ϗ διαφϑείϱῃ τὰ ϖοιήματα χειϱῶν σȣ.

5:6 ὅτι ἐν ϖλήϑει ἐνυϖνίων ϗ ματαιότητες ϗ λόγοι ϖολλοί· ὅτι σὺν τὸν ϑεὸν φοϐȣ̃.

5:7 Ἐὰν συϰοφαντίαν ϖένητος ϗ ἁϱϖαγὴν ϰϱίματος ϗ δι’ ϰαιοσύνης ἴδῃς ἐν χώϱᾳ, μὴ ϑαυμάσῃς ἐϖὶ τῷ ϖϱάγματι· ὅτι ὑψηλὸς ἐϖάνω ὑψηλȣ̃ φυλάξαι ϗ ὑψηλοὶ ἐϖ’ αὐτȣ́ς.

5:8 ϗ ϖεϱισσεία γῆς ἐν ϖαντί ἐϛι, ϐασιλεὺς τȣ̃ ἀγϱȣ̃ εἰϱγασμένȣ.

5:9 Ἀγαϖῶν ἀϱγύϱιον ȣ̓ ϖλησϑήσεται ἀϱγυϱίȣ· ϗ τίς ἠγάϖησεν ἐν ϖλήϑει αὐτῶν γένημα; ϰαί γε τȣ̃το ματαιότης.

5:10 ἐν ϖλήϑει τῆς ἀγαϑωσύνης ἐϖληϑύνϑησαν ἔσϑοντες αὐτήν· ϗ τί ἀνδϱεία τῷ ϖαϱ’ αὐτῆς ὅτι ἀλλ’ ἢ τȣ̃ ὁϱᾶν ὀφϑαλμοῖς αὐτȣ̃;

5:11 γλυϰὺς ὕϖνος τȣ̃ δȣ́λȣ, εἰ ὀλίγον ϗ εἰ ϖολὺ φάγεται· ϗ τῷ ἐμϖλησϑέντι τȣ̃ ϖλȣτῆσαι ȣ̓ϰ ἔϛιν ἀφίων αὐτὸν τȣ̃ ὑϖνῶσαι.

5:12 ἔϛιν ἀϱϱωϛία, ἣν εἶδον ὑϖὸ τὸν ἥλιον, ϖλȣ̃τον φυλασσόμενον τῷ ϖαϱ’ αὐτȣ̃ εἰς ϰαϰίαν αὐτȣ̃,

5:13 ϗ ἀϖολεῖται ὁ ϖλȣ̃τος ἐϰεῖνος ἐν ϖεϱισϖασμῷ ϖονηϱῷ, ϗ ἐγέννησεν υἱόν, ϗ ȣ̓ϰ ἔϛιν ἐν χειϱὶ αὐτȣ̃ ȣ̓δέν.

5:14 ϰαϑὼς ἐξῆλϑεν ἀϖὸ γαϛϱὸς μητϱὸς αὐτȣ̃ γυμνός, ἐϖιϛϱέψει τȣ̃ ϖοϱευϑῆναι ὡς ἥϰει ϗ ȣ̓δὲν ȣ̓ λήμψεται ἐν μόχϑῳ αὐτȣ̃, ἵνα ϖοϱευϑῇ ἐν χειϱὶ αὐτȣ̃.

5:15 ϰαί γε τȣ̃το ϖονηϱὰ ἀϱϱωϛία· ὥσϖεϱ γὰϱ ϖαϱεγένετο, ȣ̔́τως ϗ ἀϖελεύσεται, ϗ τίς ϖεϱισσεία αὐτῷ, ᾗ μοχϑεῖ εἰς ἄνεμον;

5:16 ϰαί γε ϖᾶσαι αἱ ἡμέϱαι αὐτȣ̃ ἐν σϰότει ϗ ϖένϑει ϗ ϑυμῷ ϖολλῷ ϗ ἀϱϱωϛίᾳ ϗ χόλῳ.

5:17 Ἰδȣ̀ ὃ εἶδον ἐγὼ ἀγαϑόν, ὅ ἐϛιν ϰαλόν, τȣ̃ φαγεῖν ϗ τȣ̃ ϖιεῖν ϗ τȣ̃ ἰδεῖν ἀγαϑωσύνην ἐν ϖαντὶ μόχϑῳ αὐτȣ̃, ᾧ ἐὰν μοχϑῇ ὑϖὸ τὸν ἥλιον ἀϱιϑμὸν ἡμεϱῶν ζωῆς αὐτȣ̃, ὧν ἔδωϰεν αὐτῷ ὁ ϑεός· ὅτι αὐτὸ μεϱὶς αὐτȣ̃.

5:18 ϰαί γε ϖᾶς ὁ ἄνϑϱωϖος, ᾧ ἔδωϰεν αὐτῷ ὁ ϑεὸς ϖλȣ̃τον ϗ ὑϖάϱχοντα ϗ ἐξȣσίασεν αὐτὸν τȣ̃ φαγεῖν ἀϖ’ αὐτȣ̃ ϗ τȣ̃ λαϐεῖν τὸ μέϱος αὐτȣ̃ ϗ τȣ̃ εὐφϱανϑῆναι ἐν μόχϑῳ αὐτȣ̃, τȣ̃το δόμα ϑεȣ̃ ἐϛιν.

5:19 ὅτι ȣ̓ ϖολλὰ μνησϑήσεται τὰς ἡμέϱας τῆς ζωῆς αὐτȣ̃· ὅτι ὁ ϑεὸς ϖεϱισϖᾷ αὐτὸν ἐν εὐφϱοσύνῃ ϰαϱδίας αὐτȣ̃.

6:1 Ἔϛιν ϖονηϱία, ἣν εἶδον ὑϖὸ τὸν ἥλιον, ϗ ϖολλή ἐϛιν ἐϖὶ τὸν ἄνϑϱωϖον·

6:2 ἀνήϱ, ᾧ δώσει αὐτῷ ὁ ϑεὸς ϖλȣ̃τον ϗ ὑϖάϱχοντα ϗ δόξαν, ϗ ȣ̓ϰ ἔϛιν ὑϛεϱῶν τῇ ψυχῇ αὐτȣ̃ ἀϖὸ ϖάντων, ὧν ἐϖιϑυμήσει, ϗ ȣ̓ϰ ἐξȣσιάσει αὐτῷ ὁ ϑεὸς τȣ̃ φαγεῖν ἀϖ’ αὐτȣ̃, ὅτι ἀνὴϱ ξένος φάγεται αὐτόν· τȣ̃το ματαιότης ϗ ἀϱϱωϛία ϖονηϱά ἐϛιν.

6:3 ἐὰν γεννήσῃ ἀνὴϱ ἑϰατὸν ϗ ἔτη ϖολλὰ ζήσεται, ϗ ϖλῆϑος ὅ τι ἔσονται ἡμέϱαι ἐτῶν αὐτȣ̃, ϗ ψυχὴ αὐτȣ̃ ȣ̓ϰ ἐμϖλησϑήσεται ἀϖὸ τῆς ἀγαϑωσύνης, ϰαί γε ταφὴ ȣ̓ϰ ἐγένετο αὐτῷ, εἶϖα Ἀγαϑὸν ὑϖὲϱ αὐτὸν τὸ ἔϰτϱωμα,

6:4 ὅτι ἐν ματαιότητι ἦλϑεν ϗ ἐν σϰότει ϖοϱεύεται, ϗ ἐν σϰότει ὄνομα αὐτȣ̃ ϰαλυφϑήσεται,

6:5 ϰαί γε ἥλιον ȣ̓ϰ εἶδεν ϗ ȣ̓ϰ ἔγνω, ἀνάϖαυσις τȣ́τῳ ὑϖὲϱ τȣ̃τον.

6:6 ϗ εἰ ἔζησεν χιλίων ἐτῶν ϰαϑόδȣς ϗ ἀγαϑωσύνην ȣ̓ϰ εἶδεν, μὴ ȣ̓ϰ εἰς τόϖον ἕνα τὰ ϖάντα ϖοϱεύεται;

6:7 Πᾶς μόχϑος τȣ̃ ἀνϑϱώϖȣ εἰς ϛόμα αὐτȣ̃, ϰαί γε ἡ ψυχὴ ȣ̓ ϖληϱωϑήσεται.

6:8 ὅτι τίς ϖεϱισσεία τῷ σοφῷ ὑϖὲϱ τὸν ἄφϱονα; διότι ὁ ϖένης οἶδεν ϖοϱευϑῆναι ϰατέναντι τῆς ζωῆς.

6:9 ἀγαϑὸν ὅϱαμα ὀφϑαλμῶν ὑϖὲϱ ϖοϱευόμενον ψυχῇ. ϰαί γε τȣ̃το ματαιότης ϗ ϖϱοαίϱεσις ϖνεύματος.

6:10 Εἴ τι ἐγένετο, ἤδη ϰέϰληται ὄνομα αὐτȣ̃, ϗ ἐγνώσϑη ὅ ἐϛιν ἄνϑϱωϖος, ϗ ȣ̓ δυνήσεται τȣ̃ ϰϱιϑῆναι μετὰ τȣ̃ ἰσχυϱȣ̃ ὑϖὲϱ αὐτόν·

6:11 ὅτι εἰσὶν λόγοι ϖολλοὶ ϖληϑύνοντες ματαιότητα. τί ϖεϱισσὸν τῷ ἀνϑϱώϖῳ;

6:12 ὅτι τίς οἶδεν τί ἀγαϑὸν τῷ ἀνϑϱώϖῳ ἐν τῇ ζωῇ ἀϱιϑμὸν ἡμεϱῶν ζωῆς ματαιότητος αὐτȣ̃; ϗ ἐϖοίησεν αὐτὰς ἐν σϰιᾷ· ὅτι τίς ἀϖαγγελεῖ τῷ ἀνϑϱώϖῳ τί ἔϛαι ὀϖίσω αὐτȣ̃ ὑϖὸ τὸν ἥλιον;

7:1 Ἀγαϑὸν ὄνομα ὑϖὲϱ ἔλαιον ἀγαϑὸν ϗ ἡμέϱα τȣ̃ ϑανάτȣ ὑϖὲϱ ἡμέϱαν γενέσεως αὐτȣ̃.

7:2 ἀγαϑὸν ϖοϱευϑῆναι εἰς οἶϰον ϖένϑȣς ἢ ὅτι ϖοϱευϑῆναι εἰς οἶϰον ϖότȣ, ϰαϑότι τȣ̃το τέλος ϖαντὸς τȣ̃ ἀνϑϱώϖȣ, ϗ ὁ ζῶν δώσει εἰς ϰαϱδίαν αὐτȣ̃.

7:3 ἀγαϑὸν ϑυμὸς ὑϖὲϱ γέλωτα, ὅτι ἐν ϰαϰίᾳ ϖϱοσώϖȣ ἀγαϑυνϑήσεται ϰαϱδία.

7:4 ϰαϱδία σοφῶν ἐν οἴϰῳ ϖένϑȣς, ϗ ϰαϱδία ἀφϱόνων ἐν οἴϰῳ εὐφϱοσύνης.

7:5 ἀγαϑὸν τὸ ἀϰȣ̃σαι ἐϖιτίμησιν σοφȣ̃ ὑϖὲϱ ἄνδϱα ἀϰȣ́οντα ᾆσμα ἀφϱόνων·

7:6 ὅτι ὡς φωνὴ τῶν ἀϰανϑῶν ὑϖὸ τὸν λέϐητα, ȣ̔́τως γέλως τῶν ἀφϱόνων· ϰαί γε τȣ̃το ματαιότης.

7:7 ὅτι ἡ συϰοφαντία ϖεϱιφέϱει σοφὸν ϗ ἀϖόλλυσι τὴν ϰαϱδίαν εὐτονίας αὐτȣ̃.

7:8 ἀγαϑὴ ἐσχάτη λόγων ὑϖὲϱ ἀϱχὴν αὐτȣ̃, ἀγαϑὸν μαϰϱόϑυμος ὑϖὲϱ ὑψηλὸν ϖνεύματι.

7:9 μὴ σϖεύσῃς ἐν ϖνεύματί σȣ τȣ̃ ϑυμȣ̃σϑαι, ὅτι ϑυμὸς ἐν ϰόλϖῳ ἀφϱόνων ἀναϖαύσεται.

7:10 μὴ εἴϖῃς Τί ἐγένετο ὅτι αἱ ἡμέϱαι αἱ ϖϱότεϱαι ἦσαν ἀγαϑαὶ ὑϖὲϱ ταύτας; ὅτι ȣ̓ϰ ἐν σοφίᾳ ἐϖηϱώτησας ϖεϱὶ τȣ́τȣ.

7:11 ἀγαϑὴ σοφία μετὰ ϰληϱοδοσίας ϗ ϖεϱισσεία τοῖς ϑεωϱȣ̃σιν τὸν ἥλιον·

7:12 ὅτι ἐν σϰιᾷ αὐτῆς ἡ σοφία ὡς σϰιὰ τȣ̃ ἀϱγυϱίȣ, ϗ ϖεϱισσεία γνώσεως τῆς σοφίας ζωοϖοιήσει τὸν ϖαϱ’ αὐτῆς.

7:13 ἰδὲ τὰ ϖοιήματα τȣ̃ ϑεȣ̃· ὅτι τίς δυνήσεται τȣ̃ ϰοσμῆσαι ὃν ἂν ὁ ϑεὸς διαϛϱέψῃ αὐτόν;

7:14 ἐν ἡμέϱᾳ ἀγαϑωσύνης ζῆϑι ἐν ἀγαϑῷ ϗ ἐν ἡμέϱᾳ ϰαϰίας ἰδέ· ϰαί γε σὺν τȣ̃το σύμφωνον τȣ́τῳ ἐϖοίησεν ὁ ϑεὸς ϖεϱὶ λαλιᾶς, ἵνα μὴ εὕϱῃ ὁ ἄνϑϱωϖος ὀϖίσω αὐτȣ̃ μηδέν.

7:15 Σὺν τὰ ϖάντα εἶδον ἐν ἡμέϱαις ματαιότητός μȣ· ἔϛιν δίϰαιος ἀϖολλύμενος ἐν διϰαίῳ αὐτȣ̃, ϗ ἔϛιν ἀσεϐὴς μένων ἐν ϰαϰίᾳ αὐτȣ̃.

7:16 μὴ γίνȣ δίϰαιος ϖολὺ ϗ μὴ σοφίζȣ ϖεϱισσά, μήϖοτε ἐϰϖλαγῇς.

7:17 μὴ ἀσεϐήσῃς ϖολὺ ϗ μὴ γίνȣ σϰληϱός, ἵνα μὴ ἀϖοϑάνῃς ἐν ȣ̓ ϰαιϱῷ σȣ.

7:18 ἀγαϑὸν τὸ ἀντέχεσϑαί σε ἐν τȣ́τῳ, ϰαί γε ἀϖὸ τȣ́τȣ μὴ ἀνῇς τὴν χεῖϱά σȣ, ὅτι φοϐȣ́μενος τὸν ϑεὸν ἐξελεύσεται τὰ ϖάντα.

7:19 Ἡ σοφία ϐοηϑήσει τῷ σοφῷ ὑϖὲϱ δέϰα ἐξȣσιάζοντας τȣ̀ς ὄντας ἐν τῇ ϖόλει·

7:20 ὅτι ἄνϑϱωϖος ȣ̓ϰ ἔϛιν δίϰαιος ἐν τῇ γῇ, ὃς ϖοιήσει ἀγαϑὸν ϗ ȣ̓χ ἁμαϱτήσεται.

7:21 ϰαί γε εἰς ϖάντας τȣ̀ς λόγȣς, ȣ̔̀ς λαλήσȣσιν, μὴ ϑῇς ϰαϱδίαν σȣ, ὅϖως μὴ ἀϰȣ́σῃς τȣ̃ δȣ́λȣ σȣ ϰαταϱωμένȣ σε,

7:22 ὅτι ϖλειϛάϰις ϖονηϱεύσεταί σε ϗ ϰαϑόδȣς ϖολλὰς ϰαϰώσει ϰαϱδίαν σȣ, ὅϖως ϰαί γε σὺ ϰατηϱάσω ἑτέϱȣς.

7:23 Πάντα ταῦτα ἐϖείϱασα ἐν τῇ σοφίᾳ· εἶϖα Σοφισϑήσομαι,

7:24 ϗ αὐτὴ ἐμαϰϱύνϑη ἀϖ’ ἐμȣ̃ μαϰϱὰν ὑϖὲϱ ὃ ἦν, ϗ ϐαϑὺ ϐάϑος, τίς εὑϱήσει αὐτό;

7:25 ἐϰύϰλωσα ἐγώ, ϗ ἡ ϰαϱδία μȣ τȣ̃ γνῶναι ϗ τȣ̃ ϰατασϰέψασϑαι ϗ ζητῆσαι σοφίαν ϗ ψῆφον ϗ τȣ̃ γνῶναι ἀσεϐȣ̃ς ἀφϱοσύνην ϗ σϰληϱίαν ϗ ϖεϱιφοϱάν.

7:26 ϗ εὑϱίσϰω ἐγὼ ϖιϰϱότεϱον ὑϖὲϱ ϑάνατον, σὺν τὴν γυναῖϰα, ἥτις ἐϛὶν ϑηϱεύματα ϗ σαγῆναι ϰαϱδία αὐτῆς, δεσμοὶ χεῖϱες αὐτῆς· ἀγαϑὸς ϖϱὸ ϖϱοσώϖȣ τȣ̃ ϑεȣ̃ ἐξαιϱεϑήσεται ἀϖ’ αὐτῆς, ϗ ἁμαϱτάνων συλλημφϑήσεται ἐν αὐτῇ.

7:27 ἰδὲ τȣ̃το εὗϱον, εἶϖεν ὁ Ἐϰϰλησιαϛής, μία τῇ μιᾷ τȣ̃ εὑϱεῖν λογισμόν,

7:28 ὃν ἔτι ἐζήτησεν ἡ ψυχή μȣ ϗ ȣ̓χ εὗϱον· ἄνϑϱωϖον ἕνα ἀϖὸ χιλίων εὗϱον ϗ γυναῖϰα ἐν ϖᾶσι τȣ́τοις ȣ̓χ εὗϱον.

7:29 ϖλὴν ἰδὲ τȣ̃το εὗϱον, ὃ ἐϖοίησεν ὁ ϑεὸς σὺν τὸν ἄνϑϱωϖον εὐϑῆ, ϗ αὐτοὶ ἐζήτησαν λογισμȣ̀ς ϖολλȣ́ς.

8:1 Τίς οἶδεν σοφȣ́ς; ϗ τίς οἶδεν λύσιν ῥήματος; σοφία ἀνϑϱώϖȣ φωτιεῖ ϖϱόσωϖον αὐτȣ̃, ϗ ἀναιδὴς ϖϱοσώϖῳ αὐτȣ̃ μισηϑήσεται.

8:2 ϛόμα ϐασιλέως φύλαξον ϗ ϖεϱὶ λόγȣ ὅϱϰȣ ϑεȣ̃ μὴ σϖȣδάσῃς·

8:3 ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ϖοϱεύσῃ, μὴ ϛῇς ἐν λόγῳ ϖονηϱῷ· ὅτι ϖᾶν, ὃ ἐὰν ϑελήσῃ, ϖοιήσει,

8:4 ϰαϑὼς λαλεῖ ϐασιλεὺς ἐξȣσιάζων, ϗ τίς ἐϱεῖ αὐτῷ Τί ϖοιήσεις;

8:5 ὁ φυλάσσων ἐντολὴν ȣ̓ γνώσεται ῥῆμα ϖονηϱόν, ϗ ϰαιϱὸν ϰϱίσεως γινώσϰει ϰαϱδία σοφȣ̃·

8:6 ὅτι ϖαντὶ ϖϱάγματι ἔϛιν ϰαιϱὸς ϗ ϰϱίσις, ὅτι γνῶσις τȣ̃ ἀνϑϱώϖȣ ϖολλὴ ἐϖ’ αὐτόν·

8:7 ὅτι ȣ̓ϰ ἔϛιν γινώσϰων τί τὸ ἐσόμενον, ὅτι ϰαϑὼς ἔϛαι τίς ἀναγγελεῖ αὐτῷ;

8:8 ȣ̓ϰ ἔϛιν ἄνϑϱωϖος ἐξȣσιάζων ἐν ϖνεύματι τȣ̃ ϰωλῦσαι σὺν τὸ ϖνεῦμα· ϗ ȣ̓ϰ ἔϛιν ἐξȣσία ἐν ἡμέϱᾳ τȣ̃ ϑανάτȣ, ϗ ȣ̓ϰ ἔϛιν ἀϖοϛολὴ ἐν τῷ ϖολέμῳ, ϗ ȣ̓ διασώσει ἀσέϐεια τὸν ϖαϱ’ αὐτῆς.

8:9 ϗ σὺν ϖᾶν τȣ̃το εἶδον ϗ ἔδωϰα τὴν ϰαϱδίαν μȣ εἰς ϖᾶν ϖοίημα, ὃ ϖεϖοίηται ὑϖὸ τὸν ἥλιον, τὰ ὅσα ἐξȣσιάσατο ὁ ἄνϑϱωϖος ἐν ἀνϑϱώϖῳ τȣ̃ ϰαϰῶσαι αὐτόν·

8:10 ϗ τότε εἶδον ἀσεϐεῖς εἰς τάφȣς εἰσαχϑέντας, ϗ ἐϰ τόϖȣ ἁγίȣ ἐϖοϱεύϑησαν ϗ ἐϖῃνέϑησαν ἐν τῇ ϖόλει, ὅτι ȣ̔́τως ἐϖοίησαν. ϰαί γε τȣ̃το ματαιότης.

8:11 ὅτι ȣ̓ϰ ἔϛιν γινομένη ἀντίϱϱησις ἀϖὸ τῶν ϖοιȣ́ντων τὸ ϖονηϱὸν ταχύ· διὰ τȣ̃το ἐϖληϱοφοϱήϑη ϰαϱδία υἱῶν τȣ̃ ἀνϑϱώϖȣ ἐν αὐτοῖς τȣ̃ ϖοιῆσαι τὸ ϖονηϱόν.

8:12 ὃς ἥμαϱτεν, ἐϖοίησεν τὸ ϖονηϱὸν ἀϖὸ τότε ϗ ἀϖὸ μαϰϱότητος αὐτῷ· ὅτι ϰαί γε γινώσϰω ἐγὼ ὅτι ἔϛαι ἀγαϑὸν τοῖς φοϐȣμένοις τὸν ϑεόν, ὅϖως φοϐῶνται ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃·

8:13 ϗ ἀγαϑὸν ȣ̓ϰ ἔϛαι τῷ ἀσεϐεῖ, ϗ ȣ̓ μαϰϱυνεῖ ἡμέϱας ἐν σϰιᾷ ὃς ȣ̓ϰ ἔϛιν φοϐȣ́μενος ἀϖὸ ϖϱοσώϖȣ τȣ̃ ϑεȣ̃.

8:14 ἔϛιν ματαιότης, ἣ ϖεϖοίηται ἐϖὶ τῆς γῆς, ὅτι εἰσὶ δίϰαιοι ὅτι φϑάνει ϖϱὸς αὐτȣ̀ς ὡς ϖοίημα τῶν ἀσεϐῶν, ϗ εἰσὶν ἀσεϐεῖς ὅτι φϑάνει ϖϱὸς αὐτȣ̀ς ὡς ϖοίημα τῶν διϰαίων· εἶϖα ὅτι ϰαί γε τȣ̃το ματαιότης.

8:15 ϗ ἐϖῄνεσα ἐγὼ σὺν τὴν εὐφϱοσύνην, ὅτι ȣ̓ϰ ἔϛιν ἀγαϑὸν τῷ ἀνϑϱώϖῳ ὑϖὸ τὸν ἥλιον ὅτι εἰ μὴ τȣ̃ φαγεῖν ϗ τȣ̃ ϖιεῖν ϗ τȣ̃ εὐφϱανϑῆναι, ϗ αὐτὸ συμϖϱοσέϛαι αὐτῷ ἐν μόχϑῳ αὐτȣ̃ ἡμέϱας ζωῆς αὐτȣ̃, ὅσας ἔδωϰεν αὐτῷ ὁ ϑεὸς ὑϖὸ τὸν ἥλιον.

8:16 Ἐν οἷς ἔδωϰα τὴν ϰαϱδίαν μȣ τȣ̃ γνῶναι σοφίαν ϗ τȣ̃ ἰδεῖν τὸν ϖεϱισϖασμὸν τὸν ϖεϖοιημένον ἐϖὶ τῆς γῆς, ὅτι ϰαί γε ἐν ἡμέϱᾳ ϗ ἐν νυϰτὶ ὕϖνον ἐν ὀφϑαλμοῖς αὐτȣ̃ ȣ̓ϰ ἔϛιν ϐλέϖων,

8:17 ϗ εἶδον σὺν ϖάντα τὰ ϖοιήματα τȣ̃ ϑεȣ̃, ὅτι ȣ̓ δυνήσεται ἄνϑϱωϖος τȣ̃ εὑϱεῖν σὺν τὸ ϖοίημα τὸ ϖεϖοιημένον ὑϖὸ τὸν ἥλιον· ὅσα ἂν μοχϑήσῃ ὁ ἄνϑϱωϖος τȣ̃ ζητῆσαι, ϗ ȣ̓χ εὑϱήσει· ϰαί γε ὅσα ἂν εἴϖῃ ὁ σοφὸς τȣ̃ γνῶναι, ȣ̓ δυνήσεται τȣ̃ εὑϱεῖν.

9:1 Ὅτι σὺν ϖᾶν τȣ̃το ἔδωϰα εἰς ϰαϱδίαν μȣ, ϗ ϰαϱδία μȣ σὺν ϖᾶν εἶδεν τȣ̃το, ὡς οἱ δίϰαιοι ϗ οἱ σοφοὶ ϗ ἐϱγασίαι αὐτῶν ἐν χειϱὶ τȣ̃ ϑεȣ̃, ϰαί γε ἀγάϖην ϰαί γε μῖσος ȣ̓ϰ ἔϛιν εἰδὼς ὁ ἄνϑϱωϖος· τὰ ϖάντα ϖϱὸ ϖϱοσώϖȣ αὐτῶν,

9:2 ματαιότης ἐν τοῖς ϖᾶσιν. συνάντημα ἓν τῷ διϰαίῳ ϗ τῷ ἀσεϐεῖ, τῷ ἀγαϑῷ ϗ τῷ ϰαϰῷ ϗ τῷ ϰαϑαϱῷ ϗ τῷ ἀϰαϑάϱτῳ ϗ τῷ ϑυσιάζοντι ϗ τῷ μὴ ϑυσιάζοντι· ὡς ὁ ἀγαϑός, ὧς ὁ ἁμαϱτάνων· ὧς ὁ ὀμνύων, ϰαϑὼς ὁ τὸν ὅϱϰον φοϐȣ́μενος.

9:3 τȣ̃το ϖονηϱὸν ἐν ϖαντὶ ϖεϖοιημένῳ ὑϖὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς ϖᾶσιν· ϰαί γε ϰαϱδία υἱῶν τȣ̃ ἀνϑϱώϖȣ ἐϖληϱώϑη ϖονηϱȣ̃, ϗ ϖεϱιφέϱεια ἐν ϰαϱδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, ϗ ὀϖίσω αὐτῶν ϖϱὸς τȣ̀ς νεϰϱȣ́ς.

9:4 ὅτι τίς ὃς ϰοινωνεῖ ϖϱὸς ϖάντας τȣ̀ς ζῶντας; ἔϛιν ἐλϖίς, ὅτι ὁ ϰύων ὁ ζῶν, αὐτὸς ἀγαϑὸς ὑϖὲϱ τὸν λέοντα τὸν νεϰϱόν.

9:5 ὅτι οἱ ζῶντες γνώσονται ὅτι ἀϖοϑανȣ̃νται, ϗ οἱ νεϰϱοὶ ȣ̓́ϰ εἰσιν γινώσϰοντες ȣ̓δέν· ϗ ȣ̓ϰ ἔϛιν αὐτοῖς ἔτι μισϑός, ὅτι ἐϖελήσϑη ἡ μνήμη αὐτῶν·

9:6 ϰαί γε ἀγάϖη αὐτῶν ϰαί γε μῖσος αὐτῶν ϰαί γε ζῆλος αὐτῶν ἤδη ἀϖώλετο, ϗ μεϱὶς ȣ̓ϰ ἔϛιν αὐτοῖς ἔτι εἰς αἰῶνα ἐν ϖαντὶ τῷ ϖεϖοιημένῳ ὑϖὸ τὸν ἥλιον.

9:7 Δεῦϱο φάγε ἐν εὐφϱοσύνῃ ἄϱτον σȣ ϗ ϖίε ἐν ϰαϱδίᾳ ἀγαϑῇ οἶνόν σȣ, ὅτι ἤδη εὐδόϰησεν ὁ ϑεὸς τὰ ϖοιήματά σȣ.

9:8 ἐν ϖαντὶ ϰαιϱῷ ἔϛωσαν ἱμάτιά σȣ λευϰά, ϗ ἔλαιον ἐϖὶ ϰεφαλήν σȣ μὴ ὑϛεϱησάτω.

9:9 ἰδὲ ζωὴν μετὰ γυναιϰός, ἧς ἠγάϖησας, ϖάσας ἡμέϱας ζωῆς ματαιότητός σȣ τὰς δοϑείσας σοι ὑϖὸ τὸν ἥλιον, ϖάσας ἡμέϱας ματαιότητός σȣ, ὅτι αὐτὸ μεϱίς σȣ ἐν τῇ ζωῇ σȣ ϗ ἐν τῷ μόχϑῳ σȣ, ᾧ σὺ μοχϑεῖς ὑϖὸ τὸν ἥλιον.

9:10 ϖάντα, ὅσα ἂν εὕϱῃ ἡ χείϱ σȣ τȣ̃ ϖοιῆσαι, ὡς ἡ δύναμίς σȣ ϖοίησον, ὅτι ȣ̓ϰ ἔϛιν ϖοίημα ϗ λογισμὸς ϗ γνῶσις ϗ σοφία ἐν ᾅδῃ, ὅϖȣ σὺ ϖοϱεύῃ ἐϰεῖ.

9:11 Ἐϖέϛϱεψα ϗ εἶδον ὑϖὸ τὸν ἥλιον ὅτι ȣ̓ τοῖς ϰȣ́φοις ὁ δϱόμος ϗ ȣ̓ τοῖς δυνατοῖς ὁ ϖόλεμος ϰαί γε ȣ̓ τοῖς σοφοῖς ἄϱτος ϰαί γε ȣ̓ τοῖς συνετοῖς ϖλȣ̃τος ϰαί γε ȣ̓ τοῖς γινώσϰȣσιν χάϱις, ὅτι ϰαιϱὸς ϗ ἀϖάντημα συναντήσεται τοῖς ϖᾶσιν αὐτοῖς.

9:12 ὅτι ϰαί γε ȣ̓ϰ ἔγνω ὁ ἄνϑϱωϖος τὸν ϰαιϱὸν αὐτȣ̃· ὡς οἱ ἰχϑύες οἱ ϑηϱευόμενοι ἐν ἀμφιϐλήϛϱῳ ϰαϰῷ ϗ ὡς ὄϱνεα τὰ ϑηϱευόμενα ἐν ϖαγίδι, ὡς αὐτὰ ϖαγιδεύονται οἱ υἱοὶ τȣ̃ ἀνϑϱώϖȣ εἰς ϰαιϱὸν ϖονηϱόν, ὅταν ἐϖιϖέσῃ ἐϖ’ αὐτȣ̀ς ἄφνω.

9:13 Καί γε τȣ̃το εἶδον σοφίαν ὑϖὸ τὸν ἥλιον, ϗ μεγάλη ἐϛὶν ϖϱός με·

9:14 ϖόλις μιϰϱὰ ϗ ἄνδϱες ἐν αὐτῇ ὀλίγοι, ϗ ἔλϑῃ ἐϖ’ αὐτὴν ϐασιλεὺς μέγας ϗ ϰυϰλώσῃ αὐτὴν ϗ οἰϰοδομήσῃ ἐϖ’ αὐτὴν χάϱαϰας μεγάλȣς·

9:15 ϗ εὕϱῃ ἐν αὐτῇ ἄνδϱα ϖένητα σοφόν, ϗ διασώσει αὐτὸς τὴν ϖόλιν ἐν τῇ σοφίᾳ αὐτȣ̃· ϗ ἄνϑϱωϖος ȣ̓ϰ ἐμνήσϑη σὺν τȣ̃ ἀνδϱὸς τȣ̃ ϖένητος ἐϰείνȣ.

9:16 ϗ εἶϖα ἐγώ Ἀγαϑὴ σοφία ὑϖὲϱ δύναμιν· ϗ σοφία τȣ̃ ϖένητος ἐξȣδενωμένη, ϗ λόγοι αὐτȣ̃ ȣ̓́ϰ εἰσιν ἀϰȣόμενοι.

9:17 λόγοι σοφῶν ἐν ἀναϖαύσει ἀϰȣ́ονται ὑϖὲϱ ϰϱαυγὴν ἐξȣσιαζόντων ἐν ἀφϱοσύναις.

9:18 ἀγαϑὴ σοφία ὑϖὲϱ σϰεύη ϖολέμȣ, ϗ ἁμαϱτάνων εἷς ἀϖολέσει ἀγαϑωσύνην ϖολλήν.

10:1 Μυῖαι ϑανατȣ̃σαι σαϖϱιȣ̃σιν σϰευασίαν ἐλαίȣ ἡδύσματος· τίμιον ὀλίγον σοφίας ὑϖὲϱ δόξαν ἀφϱοσύνης μεγάλης.

10:2 ϰαϱδία σοφȣ̃ εἰς δεξιὸν αὐτȣ̃, ϗ ϰαϱδία ἄφϱονος εἰς ἀϱιϛεϱὸν αὐτȣ̃·

10:3 ϰαί γε ἐν ὁδῷ ὅταν ἄφϱων ϖοϱεύηται, ϰαϱδία αὐτȣ̃ ὑϛεϱήσει, ϗ ἃ λογιεῖται ϖάντα ἀφϱοσύνη ἐϛίν.

10:4 ἐὰν ϖνεῦμα τȣ̃ ἐξȣσιάζοντος ἀναϐῇ ἐϖὶ σέ, τόϖον σȣ μὴ ἀφῇς, ὅτι ἴαμα ϰαταϖαύσει ἁμαϱτίας μεγάλας.

10:5 ἔϛιν ϖονηϱία, ἣν εἶδον ὑϖὸ τὸν ἥλιον, ὡς ἀϰȣ́σιον, ὃ ἐξῆλϑεν ἀϖὸ ϖϱοσώϖȣ τȣ̃ ἐξȣσιάζοντος·

10:6 ἐδόϑη ὁ ἄφϱων ἐν ὕψεσι μεγάλοις, ϗ ϖλȣ́σιοι ἐν ταϖεινῷ ϰαϑήσονται·

10:7 εἶδον δȣ́λȣς ἐφ’ ἵϖϖȣς ϗ ἄϱχοντας ϖοϱευομένȣς ὡς δȣ́λȣς ἐϖὶ τῆς γῆς.

10:8 ὁ ὀϱύσσων ϐόϑϱον ἐν αὐτῷ ἐμϖεσεῖται, ϗ ϰαϑαιϱȣ̃ντα φϱαγμόν, δήξεται αὐτὸν ὄφις·

10:9 ἐξαίϱων λίϑȣς διαϖονηϑήσεται ἐν αὐτοῖς, σχίζων ξύλα ϰινδυνεύσει ἐν αὐτοῖς.

10:10 ἐὰν ἐϰϖέσῃ τὸ σιδήϱιον, ϗ αὐτὸς ϖϱόσωϖον ἐτάϱαξεν, ϗ δυνάμεις δυναμώσει, ϗ ϖεϱισσεία τȣ̃ ἀνδϱείȣ σοφία.

10:11 ἐὰν δάϰῃ ὁ ὄφις ἐν ȣ̓ ψιϑυϱισμῷ, ϗ ȣ̓ϰ ἔϛιν ϖεϱισσεία τῷ ἐϖᾴδοντι.

10:12 λόγοι ϛόματος σοφȣ̃ χάϱις, ϗ χείλη ἄφϱονος ϰαταϖοντιȣ̃σιν αὐτόν·

10:13 ἀϱχὴ λόγων ϛόματος αὐτȣ̃ ἀφϱοσόνη, ϗ ἐσχάτη ϛόματος αὐτȣ̃ ϖεϱιφέϱεια ϖονηϱά·

10:14 ϗ ὁ ἄφϱων ϖληϑύνει λόγȣς. ȣ̓ϰ ἔγνω ὁ ἄνϑϱωϖος τί τὸ γενόμενον, ϗ τί τὸ ἐσόμενον ὀϖίσω αὐτȣ̃, τίς ἀναγγελεῖ αὐτῷ;

10:15 μόχϑος τῶν ἀφϱόνων ϰοϖώσει αὐτȣ́ς, ὃς ȣ̓ϰ ἔγνω τȣ̃ ϖοϱευϑῆναι εἰς ϖόλιν.

10:16 ȣ̓αί σοι, ϖόλις, ἧς ὁ ϐασιλεύς σȣ νεώτεϱος ϗ οἱ ἄϱχοντές σȣ ἐν ϖϱωίᾳ ἐσϑίȣσιν·

10:17 μαϰαϱία σύ, γῆ, ἧς ὁ ϐασιλεύς σȣ υἱὸς ἐλευϑέϱων ϗ οἱ ἄϱχοντές σȣ ϖϱὸς ϰαιϱὸν φάγονται ἐν δυνάμει ϗ ȣ̓ϰ αἰσχυνϑήσονται.

10:18 ἐν ὀϰνηϱίαις ταϖεινωϑήσεται ἡ δόϰωσις, ϗ ἐν ἀϱγίᾳ χειϱῶν ϛάξει ἡ οἰϰία.

10:19 εἰς γέλωτα ϖοιȣ̃σιν ἄϱτον, ϗ οἶνος εὐφϱαίνει ζῶντας, ϗ τȣ̃ ἀϱγυϱίȣ ἐϖαϰȣ́σεται σὺν τὰ ϖάντα.

10:20 ϰαί γε ἐν συνειδήσει σȣ ϐασιλέα μὴ ϰαταϱάσῃ, ϗ ἐν ταμιείοις ϰοιτώνων σȣ μὴ ϰαταϱάσῃ ϖλȣ́σιον· ὅτι ϖετεινὸν τȣ̃ ȣ̓ϱανȣ̃ ἀϖοίσει σὺν τὴν φωνήν, ϗ ὁ ἔχων τὰς ϖτέϱυγας ἀϖαγγελεῖ λόγον.

11:1 Ἀϖόϛειλον τὸν ἄϱτον σȣ ἐϖὶ ϖϱόσωϖον τȣ̃ ὕδατος, ὅτι ἐν ϖλήϑει τῶν ἡμεϱῶν εὑϱήσεις αὐτόν·

11:2 δὸς μεϱίδα τοῖς ἑϖτὰ ϰαί γε τοῖς ὀϰτώ, ὅτι ȣ̓ γινώσϰεις τί ἔϛαι ϖονηϱὸν ἐϖὶ τὴν γῆν.

11:3 ἐὰν ϖληϱωϑῶσιν τὰ νέφη ὑετȣ̃, ἐϖὶ τὴν γῆν ἐϰχέȣσιν· ϗ ἐὰν ϖέσῃ ξύλον ἐν τῷ νότῳ ϗ ἐὰν ἐν τῷ ϐοϱϱᾷ, τόϖῳ, ȣ̔͂ ϖεσεῖται τὸ ξύλον, ἐϰεῖ ἔϛαι.

11:4 τηϱῶν ἄνεμον ȣ̓ σϖεϱεῖ, ϗ ϐλέϖων ἐν ταῖς νεφέλαις ȣ̓ ϑεϱίσει,

11:5 ἐν οἷς ȣ̓ϰ ἔϛιν γινώσϰων τίς ἡ ὁδὸς τȣ̃ ϖνεύματος. ὡς ὀϛᾶ ἐν γαϛϱὶ τῆς ϰυοφοϱȣ́σης, ȣ̔́τως ȣ̓ γνώσῃ τὰ ϖοιήματα τȣ̃ ϑεȣ̃, ὅσα ϖοιήσει σὺν τὰ ϖάντα.

11:6 ἐν ϖϱωίᾳ σϖεῖϱον τὸ σϖέϱμα σȣ, ϗ εἰς ἑσϖέϱαν μὴ ἀφέτω ἡ χείϱ σȣ, ὅτι ȣ̓ γινώσϰεις ϖοῖον ϛοιχήσει, ἢ τȣ̃το ἢ τȣ̃το, ϗ ἐὰν τὰ δύο ἐϖὶ τὸ αὐτὸ ἀγαϑά.

11:7 ϗ γλυϰὺ τὸ φῶς ϗ ἀγαϑὸν τοῖς ὀφϑαλμοῖς τȣ̃ ϐλέϖειν σὺν τὸν ἥλιον·

11:8 ὅτι ϗ ἐὰν ἔτη ϖολλὰ ζήσεται ὁ ἄνϑϱωϖος, ἐν ϖᾶσιν αὐτοῖς εὐφϱανϑήσεται ϗ μνησϑήσεται τὰς ἡμέϱας τȣ̃ σϰότȣς, ὅτι ϖολλαὶ ἔσονται· ϖᾶν τὸ ἐϱχόμενον ματαιότης.

11:9 Εὐφϱαίνȣ, νεανίσϰε, ἐν νεότητί σȣ, ϗ ἀγαϑυνάτω σε ἡ ϰαϱδία σȣ ἐν ἡμέϱαις νεότητός σȣ, ϗ ϖεϱιϖάτει ἐν ὁδοῖς ϰαϱδίας σȣ ϗ ἐν ὁϱάσει ὀφϑαλμῶν σȣ ϗ γνῶϑι ὅτι ἐϖὶ ϖᾶσι τȣ́τοις ἄξει σε ὁ ϑεὸς ἐν ϰϱίσει.

11:10 ϗ ἀϖόϛησον ϑυμὸν ἀϖὸ ϰαϱδίας σȣ ϗ ϖαϱάγαγε ϖονηϱίαν ἀϖὸ σαϱϰός σȣ, ὅτι ἡ νεότης ϗ ἡ ἄνοια ματαιότης.

12:1 ϗ μνήσϑητι τȣ̃ ϰτίσαντός σε ἐν ἡμέϱαις νεότητός σȣ, ἕως ὅτȣ μὴ ἔλϑωσιν ἡμέϱαι τῆς ϰαϰίας ϗ φϑάσωσιν ἔτη, ἐν οἷς ἐϱεῖς Ȣ̓ϰ ἔϛιν μοι ἐν αὐτοῖς ϑέλημα·

12:2 ἕως ȣ̔͂ μὴ σϰοτισϑῇ ὁ ἥλιος ϗ τὸ φῶς ϗ ἡ σελήνη ϗ οἱ ἀϛέϱες, ϗ ἐϖιϛϱέψωσιν τὰ νέφη ὀϖίσω τȣ̃ ὑετȣ̃·

12:3 ἐν ἡμέϱᾳ, ᾗ ἐὰν σαλευϑῶσιν φύλαϰες τῆς οἰϰίας ϗ διαϛϱαφῶσιν ἄνδϱες τῆς δυνάμεως, ϗ ἤϱγησαν αἱ ἀλήϑȣσαι, ὅτι ὠλιγώϑησαν, ϗ σϰοτάσȣσιν αἱ ϐλέϖȣσαι ἐν ταῖς ὀϖαῖς·

12:4 ϗ ϰλείσȣσιν ϑύϱας ἐν ἀγοϱᾷ ἐν ἀσϑενείᾳ φωνῆς τῆς ἀληϑȣ́σης, ϗ ἀναϛήσεται εἰς φωνὴν τȣ̃ ϛϱȣϑίȣ, ϗ ταϖεινωϑήσονται ϖᾶσαι αἱ ϑυγατέϱες τȣ̃ ᾄσματος·

12:5 ϰαί γε ἀϖὸ ὕψȣς ὄψονται, ϗ ϑάμϐοι ἐν τῇ ὁδῷ· ϗ ἀνϑήσῃ τὸ ἀμύγδαλον, ϗ ϖαχυνϑῇ ἡ ἀϰϱίς, ϗ διασϰεδασϑῇ ἡ ϰάϖϖαϱις, ὅτι ἐϖοϱεύϑη ὁ ἄνϑϱωϖος εἰς οἶϰον αἰῶνος αὐτȣ̃, ϗ ἐϰύϰλωσαν ἐν ἀγοϱᾷ οἱ ϰοϖτόμενοι·

12:6 ἕως ὅτȣ μὴ ἀνατϱαϖῇ σχοινίον τȣ̃ ἀϱγυϱίȣ, ϗ συνϑλιϐῇ ἀνϑέμιον τȣ̃ χϱυσίȣ, ϗ συντϱιϐῇ ὑδϱία ἐϖὶ τὴν ϖηγήν, ϗ συντϱοχάσῃ ὁ τϱοχὸς ἐϖὶ τὸν λάϰϰον,

12:7 ϗ ἐϖιϛϱέψῃ ὁ χȣ̃ς ἐϖὶ τὴν γῆν, ὡς ἦν, ϗ τὸ ϖνεῦμα ἐϖιϛϱέψῃ ϖϱὸς τὸν ϑεόν, ὃς ἔδωϰεν αὐτό.

12:8 ματαιότης ματαιοτήτων, εἶϖεν ὁ Ἐϰϰλησιαϛής, τὰ ϖάντα ματαιότης.

12:9 Ϗ ϖεϱισσὸν ὅτι ἐγένετο Ἐϰϰλησιαϛὴς σοφός, ἔτι ἐδίδαξεν γνῶσιν σὺν τὸν λαόν, ϗ ȣ̓͂ς ἐξιχνιάσεται ϰόσμιον ϖαϱαϐολῶν.

12:10 ϖολλὰ ἐζήτησεν Ἐϰϰλησιαϛὴς τȣ̃ εὑϱεῖν λόγȣς ϑελήματος ϗ γεγϱαμμένον εὐϑύτητος, λόγȣς ἀληϑείας.

12:11 Λόγοι σοφῶν ὡς τὰ ϐȣ́ϰεντϱα ϗ ὡς ἧλοι ϖεφυτευμένοι, οἳ ϖαϱὰ τῶν συναγμάτων ἐδόϑησαν ἐϰ ϖοιμένος ἑνὸς ϗ ϖεϱισσὸν ἐξ αὐτῶν.

12:12 υἱέ μȣ, φύλαξαι ϖοιῆσαι ϐιϐλία ϖολλά· ȣ̓ϰ ἔϛιν ϖεϱασμός, ϗ μελέτη ϖολλὴ ϰόϖωσις σαϱϰός.

12:13 Τέλος λόγȣ τὸ ϖᾶν ἀϰȣ́εται Τὸν ϑεὸν φοϐȣ̃ ϗ τὰς ἐντολὰς αὐτȣ̃ φύλασσε, ὅτι τȣ̃το ϖᾶς ὁ ἄνϑϱωϖος.

12:14 ὅτι σὺν ϖᾶν τὸ ϖοίημα ὁ ϑεὸς ἄξει ἐν ϰϱίσει ἐν ϖαντὶ ϖαϱεωϱαμένῳ, ἐὰν ἀγαϑὸν ϗ ἐὰν ϖονηϱόν.