Ἡσαΐας

1:1 Ὅϱασις, ἣν εἶδεν Ησαιας υἱὸς Αμως, ἣν εἶδεν ϰατὰ τῆς Ιȣδαίας ϗ ϰατὰ Ιεϱȣσαλημ ἐν ϐασιλείᾳ Οζιȣ ϗ Ιωαϑαμ ϗ Αχαζ ϗ Εζεϰιȣ, οἳ ἐϐασίλευσαν τῆς Ιȣδαίας.

1:2 Ἄϰȣε, ȣ̓ϱανέ, ϗ ἐνωτίζȣ, γῆ, ὅτι ϰύϱιος ἐλάλησεν· υἱȣ̀ς ἐγέννησα ϗ ὕψωσα, αὐτοὶ δέ με ἠϑέτησαν.

1:3 ἔγνω ϐȣ̃ς τὸν ϰτησάμενον ϗ ὄνος τὴν φάτνην τȣ̃ ϰυϱίȣ αὐτȣ̃· Ισϱαηλ δέ με ȣ̓ϰ ἔγνω, ϗ ὁ λαός με ȣ̓ συνῆϰεν.

1:4 ȣ̓αὶ ἔϑνος ἁμαϱτωλόν, λαὸς ϖλήϱης ἁμαϱτιῶν, σϖέϱμα ϖονηϱόν, υἱοὶ ἄνομοι· ἐγϰατελίϖατε τὸν ϰύϱιον ϗ ϖαϱωϱγίσατε τὸν ἅγιον τȣ̃ Ισϱαηλ.

1:5 τί ἔτι ϖληγῆτε ϖϱοϛιϑέντες ἀνομίαν; ϖᾶσα ϰεφαλὴ εἰς ϖόνον ϗ ϖᾶσα ϰαϱδία εἰς λύϖην.

1:6 ἀϖὸ ϖοδῶν ἕως ϰεφαλῆς ȣ̓́τε τϱαῦμα ȣ̓́τε μώλωψ ȣ̓́τε ϖληγὴ φλεγμαίνȣσα, ȣ̓ϰ ἔϛιν μάλαγμα ἐϖιϑεῖναι ȣ̓́τε ἔλαιον ȣ̓́τε ϰαταδέσμȣς.

1:7 ἡ γῆ ὑμῶν ἔϱημος, αἱ ϖόλεις ὑμῶν ϖυϱίϰαυϛοι· τὴν χώϱαν ὑμῶν ἐνώϖιον ὑμῶν ἀλλότϱιοι ϰατεσϑίȣσιν αὐτήν, ϗ ἠϱήμωται ϰατεϛϱαμμένη ὑϖὸ λαῶν ἀλλοτϱίων.

1:8 ἐγϰαταλειφϑήσεται ἡ ϑυγάτηϱ Σιων ὡς σϰηνὴ ἐν ἀμϖελῶνι ϗ ὡς ὀϖωϱοφυλάϰιον ἐν σιϰυηϱάτῳ, ὡς ϖόλις ϖολιοϱϰȣμένη·

1:9 ϗ εἰ μὴ ϰύϱιος σαϐαωϑ ἐγϰατέλιϖεν ἡμῖν σϖέϱμα, ὡς Σοδομα ἂν ἐγενήϑημεν ϗ ὡς Γομοϱϱα ἂν ὡμοιώϑημεν.

1:10 Ἀϰȣ́σατε λόγον ϰυϱίȣ, ἄϱχοντες Σοδομων· ϖϱοσέχετε νόμον ϑεȣ̃, λαὸς Γομοϱϱας.

1:11 τί μοι ϖλῆϑος τῶν ϑυσιῶν ὑμῶν; λέγει ϰύϱιος· ϖλήϱης εἰμὶ ὁλοϰαυτωμάτων ϰϱιῶν ϗ ϛέαϱ ἀϱνῶν ϗ αἷμα ταύϱων ϗ τϱάγων ȣ̓ ϐȣ́λομαι,

1:12 ȣ̓δ’ ἐὰν ἔϱχησϑε ὀφϑῆναί μοι. τίς γὰϱ ἐξεζήτησεν ταῦτα ἐϰ τῶν χειϱῶν ὑμῶν; ϖατεῖν τὴν αὐλήν μȣ

1:13 ȣ̓ ϖϱοσϑήσεσϑε· ἐὰν φέϱητε σεμίδαλιν, μάταιον· ϑυμίαμα ϐδέλυγμά μοί ἐϛιν· τὰς νȣμηνίας ὑμῶν ϗ τὰ σάϐϐατα ϗ ἡμέϱαν μεγάλην ȣ̓ϰ ἀνέχομαι· νηϛείαν ϗ ἀϱγίαν

1:14 ϗ τὰς νȣμηνίας ὑμῶν ϗ τὰς ἑοϱτὰς ὑμῶν μισεῖ ἡ ψυχή μȣ· ἐγενήϑητέ μοι εἰς ϖλησμονήν, ȣ̓ϰέτι ἀνήσω τὰς ἁμαϱτίας ὑμῶν.

1:15 ὅταν τὰς χεῖϱας ἐϰτείνητε ϖϱός με, ἀϖοϛϱέψω τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ἀφ’ ὑμῶν, ϗ ἐὰν ϖληϑύνητε τὴν δέησιν, ȣ̓ϰ εἰσαϰȣ́σομαι ὑμῶν· αἱ γὰϱ χεῖϱες ὑμῶν αἵματος ϖλήϱεις.

1:16 λȣ́σασϑε, ϰαϑαϱοὶ γένεσϑε, ἀφέλετε τὰς ϖονηϱίας ἀϖὸ τῶν ψυχῶν ὑμῶν ἀϖέναντι τῶν ὀφϑαλμῶν μȣ, ϖαύσασϑε ἀϖὸ τῶν ϖονηϱιῶν ὑμῶν,

1:17 μάϑετε ϰαλὸν ϖοιεῖν, ἐϰζητήσατε ϰϱίσιν, ῥύσασϑε ἀδιϰȣ́μενον, ϰϱίνατε ὀϱφανῷ ϗ διϰαιώσατε χήϱαν·

1:18 ϗ δεῦτε ϗ διελεγχϑῶμεν, λέγει ϰύϱιος, ϗ ἐὰν ὦσιν αἱ ἁμαϱτίαι ὑμῶν ὡς φοινιϰȣ̃ν, ὡς χιόνα λευϰανῶ, ἐὰν δὲ ὦσιν ὡς ϰόϰϰινον, ὡς ἔϱιον λευϰανῶ.

1:19 ϗ ἐὰν ϑέλητε ϗ εἰσαϰȣ́σητέ μȣ, τὰ ἀγαϑὰ τῆς γῆς φάγεσϑε·

1:20 ἐὰν δὲ μὴ ϑέλητε μηδὲ εἰσαϰȣ́σητέ μȣ, μάχαιϱα ὑμᾶς ϰατέδεται· τὸ γὰϱ ϛόμα ϰυϱίȣ ἐλάλησεν ταῦτα.

1:21 Πῶς ἐγένετο ϖόϱνη ϖόλις ϖιϛὴ Σιων, ϖλήϱης ϰϱίσεως, ἐν ᾗ διϰαιοσύνη ἐϰοιμήϑη ἐν αὐτῇ, νῦν δὲ φονευταί.

1:22 τὸ ἀϱγύϱιον ὑμῶν ἀδόϰιμον· οἱ ϰάϖηλοί σȣ μίσγȣσι τὸν οἶνον ὕδατι·

1:23 οἱ ἄϱχοντές σȣ ἀϖειϑȣ̃σιν, ϰοινωνοὶ ϰλεϖτῶν, ἀγαϖῶντες δῶϱα, διώϰοντες ἀνταϖόδομα, ὀϱφανοῖς ȣ̓ ϰϱίνοντες ϗ ϰϱίσιν χηϱῶν ȣ̓ ϖϱοσέχοντες.

1:24 διὰ τȣ̃το τάδε λέγει ὁ δεσϖότης ϰύϱιος σαϐαωϑ Ȣ̓αὶ οἱ ἰσχύοντες Ισϱαηλ· ȣ̓ ϖαύσεται γάϱ μȣ ὁ ϑυμὸς ἐν τοῖς ὑϖεναντίοις, ϗ ϰϱίσιν ἐϰ τῶν ἐχϑϱῶν μȣ ϖοιήσω.

1:25 ϗ ἐϖάξω τὴν χεῖϱά μȣ ἐϖὶ σὲ ϗ ϖυϱώσω σε εἰς ϰαϑαϱόν, τȣ̀ς δὲ ἀϖειϑȣ̃ντας ἀϖολέσω ϗ ἀφελῶ ϖάντας ἀνόμȣς ἀϖὸ σȣ̃ ϗ ϖάντας ὑϖεϱηφάνȣς ταϖεινώσω.

1:26 ϗ ἐϖιϛήσω τȣ̀ς ϰϱιτάς σȣ ὡς τὸ ϖϱότεϱον ϗ τȣ̀ς συμϐȣ́λȣς σȣ ὡς τὸ ἀϖ’ ἀϱχῆς· ϗ μετὰ ταῦτα ϰληϑήσῃ Πόλις διϰαιοσύνης, μητϱόϖολις ϖιϛὴ Σιων.

1:27 μετὰ γὰϱ ϰϱίματος σωϑήσεται ἡ αἰχμαλωσία αὐτῆς ϗ μετὰ ἐλεημοσύνης·

1:28 ϗ συντϱιϐήσονται οἱ ἄνομοι ϗ οἱ ἁμαϱτωλοὶ ἅμα, ϗ οἱ ἐγϰαταλείϖοντες τὸν ϰύϱιον συντελεσϑήσονται.

1:29 διότι αἰσχυνϑήσονται ἐϖὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠϐȣ́λοντο, ϗ ἐϖῃσχύνϑησαν ἐϖὶ τοῖς ϰήϖοις αὐτῶν, ἃ ἐϖεϑύμησαν·

1:30 ἔσονται γὰϱ ὡς τεϱέϐινϑος ἀϖοϐεϐληϰυῖα τὰ φύλλα ϗ ὡς ϖαϱάδεισος ὕδωϱ μὴ ἔχων·

1:31 ϗ ἔϛαι ἡ ἰσχὺς αὐτῶν ὡς ϰαλάμη ϛιϖϖύȣ ϗ αἱ ἐϱγασίαι αὐτῶν ὡς σϖινϑῆϱες ϖυϱός, ϗ ϰαταϰαυϑήσονται οἱ ἄνομοι ϗ οἱ ἁμαϱτωλοὶ ἅμα, ϗ ȣ̓ϰ ἔϛαι ὁ σϐέσων.

2:1 Ὁ λόγος ὁ γενόμενος ϖαϱὰ ϰυϱίȣ ϖϱὸς Ησαιαν υἱὸν Αμως ϖεϱὶ τῆς Ιȣδαίας ϗ ϖεϱὶ Ιεϱȣσαλημ.

2:2 Ὅτι ἔϛαι ἐν ταῖς ἐσχάταις ἡμέϱαις ἐμφανὲς τὸ ὄϱος ϰυϱίȣ ϗ ὁ οἶϰος τȣ̃ ϑεȣ̃ ἐϖ’ ἄϰϱων τῶν ὀϱέων ϗ ὑψωϑήσεται ὑϖεϱάνω τῶν ϐȣνῶν· ϗ ἥξȣσιν ἐϖ’ αὐτὸ ϖάντα τὰ ἔϑνη,

2:3 ϗ ϖοϱεύσονται ἔϑνη ϖολλὰ ϗ ἐϱȣ̃σιν Δεῦτε ϗ ἀναϐῶμεν εἰς τὸ ὄϱος ϰυϱίȣ ϗ εἰς τὸν οἶϰον τȣ̃ ϑεȣ̃ Ιαϰωϐ, ϗ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτȣ̃, ϗ ϖοϱευσόμεϑα ἐν αὐτῇ· ἐϰ γὰϱ Σιων ἐξελεύσεται νόμος ϗ λόγος ϰυϱίȣ ἐξ Ιεϱȣσαλημ.

2:4 ϗ ϰϱινεῖ ἀνὰ μέσον τῶν ἐϑνῶν ϗ ἐλέγξει λαὸν ϖολύν, ϗ συγϰόψȣσιν τὰς μαχαίϱας αὐτῶν εἰς ἄϱοτϱα ϗ τὰς ζιϐύνας αὐτῶν εἰς δϱέϖανα, ϗ ȣ̓ λήμψεται ἔτι ἔϑνος ἐϖ’ ἔϑνος μάχαιϱαν, ϗ ȣ̓ μὴ μάϑωσιν ἔτι ϖολεμεῖν.

2:5 Ϗ νῦν, ὁ οἶϰος τȣ̃ Ιαϰωϐ, δεῦτε ϖοϱευϑῶμεν τῷ φωτὶ ϰυϱίȣ.

2:6 ἀνῆϰεν γὰϱ τὸν λαὸν αὐτȣ̃ τὸν οἶϰον τȣ̃ Ισϱαηλ, ὅτι ἐνεϖλήσϑη ὡς τὸ ἀϖ’ ἀϱχῆς ἡ χώϱα αὐτῶν ϰληδονισμῶν ὡς ἡ τῶν ἀλλοφύλων, ϗ τέϰνα ϖολλὰ ἀλλόφυλα ἐγενήϑη αὐτοῖς.

2:7 ἐνεϖλήσϑη γὰϱ ἡ χώϱα αὐτῶν ἀϱγυϱίȣ ϗ χϱυσίȣ, ϗ ȣ̓ϰ ἦν ἀϱιϑμὸς τῶν ϑησαυϱῶν αὐτῶν· ϗ ἐνεϖλήσϑη ἡ γῆ ἵϖϖων, ϗ ȣ̓ϰ ἦν ἀϱιϑμὸς τῶν ἁϱμάτων αὐτῶν·

2:8 ϗ ἐνεϖλήσϑη ἡ γῆ ϐδελυγμάτων τῶν ἔϱγων τῶν χειϱῶν αὐτῶν, ϗ ϖϱοσεϰύνησαν οἷς ἐϖοίησαν οἱ δάϰτυλοι αὐτῶν·

2:9 ϗ ἔϰυψεν ἄνϑϱωϖος, ϗ ἐταϖεινώϑη ἀνήϱ, ϗ ȣ̓ μὴ ἀνήσω αὐτȣ́ς.

2:10 ϗ νῦν εἰσέλϑετε εἰς τὰς ϖέτϱας ϗ ϰϱύϖτεσϑε εἰς τὴν γῆν ἀϖὸ ϖϱοσώϖȣ τȣ̃ φόϐȣ ϰυϱίȣ ϗ ἀϖὸ τῆς δόξης τῆς ἰσχύος αὐτȣ̃, ὅταν ἀναϛῇ ϑϱαῦσαι τὴν γῆν.

2:11 οἱ γὰϱ ὀφϑαλμοὶ ϰυϱίȣ ὑψηλοί, ὁ δὲ ἄνϑϱωϖος ταϖεινός· ϗ ταϖεινωϑήσεται τὸ ὕψος τῶν ἀνϑϱώϖων, ϗ ὑψωϑήσεται ϰύϱιος μόνος ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ.

2:12 ἡμέϱα γὰϱ ϰυϱίȣ σαϐαωϑ ἐϖὶ ϖάντα ὑϐϱιϛὴν ϗ ὑϖεϱήφανον ϗ ἐϖὶ ϖάντα ὑψηλὸν ϗ μετέωϱον, ϗ ταϖεινωϑήσονται,

2:13 ϗ ἐϖὶ ϖᾶσαν ϰέδϱον τȣ̃ Λιϐάνȣ τῶν ὑψηλῶν ϗ μετεώϱων ϗ ἐϖὶ ϖᾶν δένδϱον ϐαλάνȣ Βασαν

2:14 ϗ ἐϖὶ ϖᾶν ὄϱος ϗ ἐϖὶ ϖάντα ϐȣνὸν ὑψηλὸν

2:15 ϗ ἐϖὶ ϖάντα ϖύϱγον ὑψηλὸν ϗ ἐϖὶ ϖᾶν τεῖχος ὑψηλὸν

2:16 ϗ ἐϖὶ ϖᾶν ϖλοῖον ϑαλάσσης ϗ ἐϖὶ ϖᾶσαν ϑέαν ϖλοίων ϰάλλȣς·

2:17 ϗ ταϖεινωϑήσεται ϖᾶς ἄνϑϱωϖος, ϗ ϖεσεῖται ὕψος ἀνϑϱώϖων, ϗ ὑψωϑήσεται ϰύϱιος μόνος ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ.

2:18 ϗ τὰ χειϱοϖοίητα ϖάντα ϰαταϰϱύψȣσιν

2:19 εἰσενέγϰαντες εἰς τὰ σϖήλαια ϗ εἰς τὰς σχισμὰς τῶν ϖετϱῶν ϗ εἰς τὰς τϱώγλας τῆς γῆς ἀϖὸ ϖϱοσώϖȣ τȣ̃ φόϐȣ ϰυϱίȣ ϗ ἀϖὸ τῆς δόξης τῆς ἰσχύος αὐτȣ̃, ὅταν ἀναϛῇ ϑϱαῦσαι τὴν γῆν.

2:20 τῇ γὰϱ ἡμέϱᾳ ἐϰείνῃ ἐϰϐαλεῖ ἄνϑϱωϖος τὰ ϐδελύγματα αὐτȣ̃ τὰ ἀϱγυϱᾶ ϗ τὰ χϱυσᾶ, ἃ ἐϖοίησαν ϖϱοσϰυνεῖν, τοῖς ματαίοις ϗ ταῖς νυϰτεϱίσιν

2:21 τȣ̃ εἰσελϑεῖν εἰς τὰς τϱώγλας τῆς ϛεϱεᾶς ϖέτϱας ϗ εἰς τὰς σχισμὰς τῶν ϖετϱῶν ἀϖὸ ϖϱοσώϖȣ τȣ̃ φόϐȣ ϰυϱίȣ ϗ ἀϖὸ τῆς δόξης τῆς ἰσχύος αὐτȣ̃, ὅταν ἀναϛῇ ϑϱαῦσαι τὴν γῆν.

3:1 Ἰδȣ̀ δὴ ὁ δεσϖότης ϰύϱιος σαϐαωϑ ἀφελεῖ ἀϖὸ τῆς Ιȣδαίας ϗ ἀϖὸ Ιεϱȣσαλημ ἰσχύοντα ϗ ἰσχύȣσαν, ἰσχὺν ἄϱτȣ ϗ ἰσχὺν ὕδατος,

3:2 γίγαντα ϗ ἰσχύοντα ϗ ἄνϑϱωϖον ϖολεμιϛὴν ϗ διϰαϛὴν ϗ ϖϱοφήτην ϗ ϛοχαϛὴν ϗ ϖϱεσϐύτεϱον

3:3 ϗ ϖεντηϰόνταϱχον ϗ ϑαυμαϛὸν σύμϐȣλον ϗ σοφὸν ἀϱχιτέϰτονα ϗ συνετὸν ἀϰϱοατήν·

3:4 ϗ ἐϖιϛήσω νεανίσϰȣς ἄϱχοντας αὐτῶν, ϗ ἐμϖαῖϰται ϰυϱιεύσȣσιν αὐτῶν.

3:5 ϗ συμϖεσεῖται ὁ λαός, ἄνϑϱωϖος ϖϱὸς ἄνϑϱωϖον ϗ ἄνϑϱωϖος ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃· ϖϱοσϰόψει τὸ ϖαιδίον ϖϱὸς τὸν ϖϱεσϐύτην, ὁ ἄτιμος ϖϱὸς τὸν ἔντιμον.

3:6 ὅτι ἐϖιλήμψεται ἄνϑϱωϖος τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃ ἢ τȣ̃ οἰϰείȣ τȣ̃ ϖατϱὸς αὐτȣ̃ λέγων Ἱμάτιον ἔχεις, ἀϱχηγὸς ἡμῶν γενȣ̃, ϗ τὸ ϐϱῶμα τὸ ἐμὸν ὑϖὸ σὲ ἔϛω.

3:7 ϗ ἀϖοϰϱιϑεὶς ἐϱεῖ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ Ȣ̓ϰ ἔσομαί σȣ ἀϱχηγός· ȣ̓ γὰϱ ἔϛιν ἐν τῷ οἴϰῳ μȣ ἄϱτος ȣ̓δὲ ἱμάτιον· ȣ̓ϰ ἔσομαι ἀϱχηγὸς τȣ̃ λαȣ̃ τȣ́τȣ.

3:8 ὅτι ἀνεῖται Ιεϱȣσαλημ, ϗ ἡ Ιȣδαία συμϖέϖτωϰεν, ϗ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ ϖϱὸς ϰύϱιον ἀϖειϑȣ̃ντες· διότι νῦν ἐταϖεινώϑη ἡ δόξα αὐτῶν,

3:9 ϗ ἡ αἰσχύνη τȣ̃ ϖϱοσώϖȣ αὐτῶν ἀντέϛη αὐτοῖς· τὴν δὲ ἁμαϱτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν ϗ ἐνεφάνισαν. ȣ̓αὶ τῇ ψυχῇ αὐτῶν, διότι ϐεϐȣ́λευνται ϐȣλὴν ϖονηϱὰν ϰαϑ’ ἑαυτῶν

3:10 εἰϖόντες Δήσωμεν τὸν δίϰαιον, ὅτι δύσχϱηϛος ἡμῖν ἐϛιν· τοίνυν τὰ γενήματα τῶν ἔϱγων αὐτῶν φάγονται.

3:11 ȣ̓αὶ τῷ ἀνόμῳ· ϖονηϱὰ ϰατὰ τὰ ἔϱγα τῶν χειϱῶν αὐτȣ̃ συμϐήσεται αὐτῷ.

3:12 λαός μȣ, οἱ ϖϱάϰτοϱες ὑμῶν ϰαλαμῶνται ὑμᾶς, ϗ οἱ ἀϖαιτȣ̃ντες ϰυϱιεύȣσιν ὑμῶν· λαός μȣ, οἱ μαϰαϱίζοντες ὑμᾶς ϖλανῶσιν ὑμᾶς ϗ τὸν τϱίϐον τῶν ϖοδῶν ὑμῶν ταϱάσσȣσιν.

3:13 ἀλλὰ νῦν ϰαταϛήσεται εἰς ϰϱίσιν ϰύϱιος ϗ ϛήσει εἰς ϰϱίσιν τὸν λαὸν αὐτȣ̃,

3:14 αὐτὸς ϰύϱιος εἰς ϰϱίσιν ἥξει μετὰ τῶν ϖϱεσϐυτέϱων τȣ̃ λαȣ̃ ϗ μετὰ τῶν ἀϱχόντων αὐτȣ̃ Ὑμεῖς δὲ τί ἐνεϖυϱίσατε τὸν ἀμϖελῶνά μȣ ϗ ἡ ἁϱϖαγὴ τȣ̃ ϖτωχȣ̃ ἐν τοῖς οἴϰοις ὑμῶν;

3:15 τί ὑμεῖς ἀδιϰεῖτε τὸν λαόν μȣ ϗ τὸ ϖϱόσωϖον τῶν ϖτωχῶν ϰαταισχύνετε;

3:16 Τάδε λέγει ϰύϱιος Ἀνϑ ὧν ὑψώϑησαν αἱ ϑυγατέϱες Σιων ϗ ἐϖοϱεύϑησαν ὑψηλῷ τϱαχήλῳ ϗ ἐν νεύμασιν ὀφϑαλμῶν ϗ τῇ ϖοϱείᾳ τῶν ϖοδῶν ἅμα σύϱȣσαι τȣ̀ς χιτῶνας ϗ τοῖς ϖοσὶν ἅμα ϖαίζȣσαι,

3:17 ϗ ταϖεινώσει ὁ ϑεὸς ἀϱχȣ́σας ϑυγατέϱας Σιων, ϗ ϰύϱιος ἀϖοϰαλύψει τὸ σχῆμα αὐτῶν

3:18 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϗ ἀφελεῖ ϰύϱιος τὴν δόξαν τȣ̃ ἱματισμȣ̃ αὐτῶν ϗ τȣ̀ς ϰόσμȣς αὐτῶν ϗ τὰ ἐμϖλόϰια ϗ τȣ̀ς ϰοσύμϐȣς ϗ τȣ̀ς μηνίσϰȣς

3:19 ϗ τὸ ϰάϑεμα ϗ τὸν ϰόσμον τȣ̃ ϖϱοσώϖȣ αὐτῶν

3:20 ϗ τὴν σύνϑεσιν τȣ̃ ϰόσμȣ τῆς δόξης ϗ τȣ̀ς χλιδῶνας ϗ τὰ ψέλια ϗ τὸ ἐμϖλόϰιον ϗ τὰ ϖεϱιδέξια ϗ τȣ̀ς δαϰτυλίȣς ϗ τὰ ἐνώτια

3:21 ϗ τὰ ϖεϱιϖόϱφυϱα ϗ τὰ μεσοϖόϱφυϱα

3:22 ϗ τὰ ἐϖιϐλήματα τὰ ϰατὰ τὴν οἰϰίαν ϗ τὰ διαφανῆ Λαϰωνιϰὰ

3:23 ϗ τὰ ϐύσσινα ϗ τὰ ὑαϰίνϑινα ϗ τὰ ϰόϰϰινα ϗ τὴν ϐύσσον, σὺν χϱυσίῳ ϗ ὑαϰίνϑῳ συγϰαϑυφασμένα ϗ ϑέϱιϛϱα ϰατάϰλιτα.

3:24 ϗ ἔϛαι ἀντὶ ὀσμῆς ἡδείας ϰονιοϱτός, ϗ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ ϗ ἀντὶ τȣ̃ ϰόσμȣ τῆς ϰεφαλῆς τȣ̃ χϱυσίȣ φαλάϰϱωμα ἕξεις διὰ τὰ ἔϱγα σȣ ϗ ἀντὶ τȣ̃ χιτῶνος τȣ̃ μεσοϖοϱφύϱȣ ϖεϱιζώσῃ σάϰϰον.

3:25 ϗ ὁ υἱός σȣ ὁ ϰάλλιϛος, ὃν ἀγαϖᾷς, μαχαίϱᾳ ϖεσεῖται, ϗ οἱ ἰσχύοντες ὑμῶν μαχαίϱᾳ ϖεσȣ̃νται.

3:26 ϗ ταϖεινωϑήσονται ϗ ϖενϑήσȣσιν αἱ ϑῆϰαι τȣ̃ ϰόσμȣ ὑμῶν, ϗ ϰαταλειφϑήσῃ μόνη ϗ εἰς τὴν γῆν ἐδαφισϑήσῃ.

4:1 ϗ ἐϖιλήμψονται ἑϖτὰ γυναῖϰες ἀνϑϱώϖȣ ἑνὸς λέγȣσαι Τὸν ἄϱτον ἡμῶν φαγόμεϑα ϗ τὰ ἱμάτια ἡμῶν ϖεϱιϐαλȣ́μεϑα, ϖλὴν τὸ ὄνομα τὸ σὸν ϰεϰλήσϑω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

4:2 Τῇ δὲ ἡμέϱᾳ ἐϰείνῃ ἐϖιλάμψει ὁ ϑεὸς ἐν ϐȣλῇ μετὰ δόξης ἐϖὶ τῆς γῆς τȣ̃ ὑψῶσαι ϗ δοξάσαι τὸ ϰαταλειφϑὲν τȣ̃ Ισϱαηλ,

4:3 ϗ ἔϛαι τὸ ὑϖολειφϑὲν ἐν Σιων ϗ τὸ ϰαταλειφϑὲν ἐν Ιεϱȣσαλημ ἅγιοι ϰληϑήσονται, ϖάντες οἱ γϱαφέντες εἰς ζωὴν ἐν Ιεϱȣσαλημ·

4:4 ὅτι ἐϰϖλυνεῖ ϰύϱιος τὸν ῥύϖον τῶν υἱῶν ϗ τῶν ϑυγατέϱων Σιων ϗ τὸ αἷμα ἐϰϰαϑαϱιεῖ ἐϰ μέσȣ αὐτῶν ἐν ϖνεύματι ϰϱίσεως ϗ ϖνεύματι ϰαύσεως.

4:5 ϗ ἥξει, ϗ ἔϛαι ϖᾶς τόϖος τȣ̃ ὄϱȣς Σιων ϗ ϖάντα τὰ ϖεϱιϰύϰλῳ αὐτῆς σϰιάσει νεφέλη ἡμέϱας ϗ ὡς ϰαϖνȣ̃ ϗ ὡς φωτὸς ϖυϱὸς ϰαιομένȣ νυϰτός· ϖάσῃ τῇ δόξῃ σϰεϖασϑήσεται·

4:6 ϗ ἔϛαι εἰς σϰιὰν ἀϖὸ ϰαύματος ϗ ἐν σϰέϖῃ ϗ ἐν ἀϖοϰϱύφῳ ἀϖὸ σϰληϱότητος ϗ ὑετȣ̃.

5:1 Ἄισω δὴ τῷ ἠγαϖημένῳ ᾆσμα τȣ̃ ἀγαϖητȣ̃ τῷ ἀμϖελῶνί μȣ. ἀμϖελὼν ἐγενήϑη τῷ ἠγαϖημένῳ ἐν ϰέϱατι ἐν τόϖῳ ϖίονι.

5:2 ϗ φϱαγμὸν ϖεϱιέϑηϰα ϗ ἐχαϱάϰωσα ϗ ἐφύτευσα ἄμϖελον σωϱηχ ϗ ᾠϰοδόμησα ϖύϱγον ἐν μέσῳ αὐτȣ̃ ϗ ϖϱολήνιον ὤϱυξα ἐν αὐτῷ· ϗ ἔμεινα τȣ̃ ϖοιῆσαι ϛαφυλήν, ἐϖοίησεν δὲ ἀϰάνϑας.

5:3 ϗ νῦν, ἄνϑϱωϖος τȣ̃ Ιȣδα ϗ οἱ ἐνοιϰȣ̃ντες ἐν Ιεϱȣσαλημ, ϰϱίνατε ἐν ἐμοὶ ϗ ἀνὰ μέσον τȣ̃ ἀμϖελῶνός μȣ.

5:4 τί ϖοιήσω ἔτι τῷ ἀμϖελῶνί μȣ ϗ ȣ̓ϰ ἐϖοίησα αὐτῷ; διότι ἔμεινα τȣ̃ ϖοιῆσαι ϛαφυλήν, ἐϖοίησεν δὲ ἀϰάνϑας.

5:5 νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ϖοιήσω τῷ ἀμϖελῶνί μȣ· ἀφελῶ τὸν φϱαγμὸν αὐτȣ̃ ϗ ἔϛαι εἰς διαϱϖαγήν, ϗ ϰαϑελῶ τὸν τοῖχον αὐτȣ̃ ϗ ἔϛαι εἰς ϰαταϖάτημα,

5:6 ϗ ἀνήσω τὸν ἀμϖελῶνά μȣ ϗ ȣ̓ μὴ τμηϑῇ ȣ̓δὲ μὴ σϰαφῇ, ϗ ἀναϐήσεται εἰς αὐτὸν ὡς εἰς χέϱσον ἄϰανϑα· ϗ ταῖς νεφέλαις ἐντελȣ̃μαι τȣ̃ μὴ ϐϱέξαι εἰς αὐτὸν ὑετόν.

5:7 ὁ γὰϱ ἀμϖελὼν ϰυϱίȣ σαϐαωϑ οἶϰος τȣ̃ Ισϱαηλ ἐϛίν ϗ ἄνϑϱωϖος τȣ̃ Ιȣδα νεόφυτον ἠγαϖημένον· ἔμεινα τȣ̃ ϖοιῆσαι ϰϱίσιν, ἐϖοίησεν δὲ ἀνομίαν ϗ ȣ̓ διϰαιοσύνην ἀλλὰ ϰϱαυγήν.

5:8 Ȣ̓αὶ οἱ συνάϖτοντες οἰϰίαν ϖϱὸς οἰϰίαν ϗ ἀγϱὸν ϖϱὸς ἀγϱὸν ἐγγίζοντες, ἵνα τȣ̃ ϖλησίον ἀφέλωνταί τι· μὴ οἰϰήσετε μόνοι ἐϖὶ τῆς γῆς;

5:9 ἠϰȣ́σϑη γὰϱ εἰς τὰ ὦτα ϰυϱίȣ σαϐαωϑ ταῦτα· ἐὰν γὰϱ γένωνται οἰϰίαι ϖολλαί, εἰς ἔϱημον ἔσονται μεγάλαι ϗ ϰαλαί, ϗ ȣ̓ϰ ἔσονται οἱ ἐνοιϰȣ̃ντες ἐν αὐταῖς.

5:10 ȣ̔͂ γὰϱ ἐϱγῶνται δέϰα ζεύγη ϐοῶν, ϖοιήσει ϰεϱάμιον ἕν, ϗ ὁ σϖείϱων ἀϱτάϐας ἓξ ϖοιήσει μέτϱα τϱία. –

5:11 ȣ̓αὶ οἱ ἐγειϱόμενοι τὸ ϖϱωῒ ϗ τὸ σιϰεϱα διώϰοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰϱ οἶνος αὐτȣ̀ς συγϰαύσει.

5:12 μετὰ γὰϱ ϰιϑάϱας ϗ ψαλτηϱίȣ ϗ τυμϖάνων ϗ αὐλῶν τὸν οἶνον ϖίνȣσιν, τὰ δὲ ἔϱγα ϰυϱίȣ ȣ̓ϰ ἐμϐλέϖȣσιν ϗ τὰ ἔϱγα τῶν χειϱῶν αὐτȣ̃ ȣ̓ ϰατανοȣ̃σιν.

5:13 τοίνυν αἰχμάλωτος ὁ λαός μȣ ἐγενήϑη διὰ τὸ μὴ εἰδέναι αὐτȣ̀ς τὸν ϰύϱιον, ϗ ϖλῆϑος ἐγενήϑη νεϰϱῶν διὰ λιμὸν ϗ δίψαν ὕδατος.

5:14 ϗ ἐϖλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτȣ̃ ϗ διήνοιξεν τὸ ϛόμα αὐτȣ̃ τȣ̃ μὴ διαλιϖεῖν, ϗ ϰαταϐήσονται οἱ ἔνδοξοι ϗ οἱ μεγάλοι ϗ οἱ ϖλȣ́σιοι ϗ οἱ λοιμοὶ αὐτῆς.

5:15 ϗ ταϖεινωϑήσεται ἄνϑϱωϖος, ϗ ἀτιμασϑήσεται ἀνήϱ, ϗ οἱ ὀφϑαλμοὶ οἱ μετέωϱοι ταϖεινωϑήσονται·

5:16 ϗ ὑψωϑήσεται ϰύϱιος σαϐαωϑ ἐν ϰϱίματι, ϗ ὁ ϑεὸς ὁ ἅγιος δοξασϑήσεται ἐν διϰαιοσύνῃ.

5:17 ϗ ϐοσϰηϑήσονται οἱ διηϱϖασμένοι ὡς ταῦϱοι, ϗ τὰς ἐϱήμȣς τῶν ἀϖειλημμένων ἄϱνες φάγονται. –

5:18 ȣ̓αὶ οἱ ἐϖισϖώμενοι τὰς ἁμαϱτίας ὡς σχοινίῳ μαϰϱῷ ϗ ὡς ζυγȣ̃ ἱμάντι δαμάλεως τὰς ἀνομίας,

5:19 οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ἃ ϖοιήσει, ἵνα ἴδωμεν, ϗ ἐλϑάτω ἡ ϐȣλὴ τȣ̃ ἁγίȣ Ισϱαηλ, ἵνα γνῶμεν. –

5:20 ȣ̓αὶ οἱ λέγοντες τὸ ϖονηϱὸν ϰαλὸν ϗ τὸ ϰαλὸν ϖονηϱόν, οἱ τιϑέντες τὸ σϰότος φῶς ϗ τὸ φῶς σϰότος, οἱ τιϑέντες τὸ ϖιϰϱὸν γλυϰὺ ϗ τὸ γλυϰὺ ϖιϰϱόν. –

5:21 ȣ̓αὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς ϗ ἐνώϖιον ἑαυτῶν ἐϖιϛήμονες. –

5:22 ȣ̓αὶ οἱ ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον ϖίνοντες ϗ οἱ δυνάϛαι οἱ ϰεϱαννύντες τὸ σιϰεϱα,

5:23 οἱ διϰαιȣ̃ντες τὸν ἀσεϐῆ ἕνεϰεν δώϱων ϗ τὸ δίϰαιον τȣ̃ διϰαίȣ αἴϱοντες.

5:24 διὰ τȣ̃το ὃν τϱόϖον ϰαυϑήσεται ϰαλάμη ὑϖὸ ἄνϑϱαϰος ϖυϱὸς ϗ συγϰαυϑήσεται ὑϖὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνȣ̃ς ἔϛαι, ϗ τὸ ἄνϑος αὐτῶν ὡς ϰονιοϱτὸς ἀναϐήσεται· ȣ̓ γὰϱ ἠϑέλησαν τὸν νόμον ϰυϱίȣ σαϐαωϑ, ἀλλὰ τὸ λόγιον τȣ̃ ἁγίȣ Ισϱαηλ ϖαϱώξυναν.

5:25 ϗ ἐϑυμώϑη ὀϱγῇ ϰύϱιος σαϐαωϑ ἐϖὶ τὸν λαὸν αὐτȣ̃, ϗ ἐϖέϐαλεν τὴν χεῖϱα αὐτȣ̃ ἐϖ’ αὐτȣ̀ς ϗ ἐϖάταξεν αὐτȣ́ς, ϗ ϖαϱωξύνϑη τὰ ὄϱη, ϗ ἐγενήϑη τὰ ϑνησιμαῖα αὐτῶν ὡς ϰοϖϱία ἐν μέσῳ ὁδȣ̃. ϗ ἐν ϖᾶσι τȣ́τοις ȣ̓ϰ ἀϖεϛϱάφη ὁ ϑυμός, ἀλλ’ ἔτι ἡ χεὶϱ ὑψηλή.

5:26 τοιγαϱȣ̃ν ἀϱεῖ σύσσημον ἐν τοῖς ἔϑνεσιν τοῖς μαϰϱὰν ϗ συϱιεῖ αὐτοῖς ἀϖ’ ἄϰϱȣ τῆς γῆς, ϗ ἰδȣ̀ ταχὺ ϰȣ́φως ἔϱχονται·

5:27 ȣ̓ ϖεινάσȣσιν ȣ̓δὲ ϰοϖιάσȣσιν ȣ̓δὲ νυϛάξȣσιν ȣ̓δὲ ϰοιμηϑήσονται ȣ̓δὲ λύσȣσιν τὰς ζώνας αὐτῶν ἀϖὸ τῆς ὀσφύος αὐτῶν, ȣ̓δὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑϖοδημάτων αὐτῶν·

5:28 ὧν τὰ ϐέλη ὀξεῖά ἐϛιν ϗ τὰ τόξα αὐτῶν ἐντεταμένα, οἱ ϖόδες τῶν ἵϖϖων αὐτῶν ὡς ϛεϱεὰ ϖέτϱα ἐλογίσϑησαν, οἱ τϱοχοὶ τῶν ἁϱμάτων αὐτῶν ὡς ϰαταιγίς·

5:29 ὁϱμῶσιν ὡς λέοντες ϗ ϖαϱέϛηϰαν ὡς σϰύμνος λέοντος· ϗ ἐϖιλήμψεται ϗ ϐοήσει ὡς ϑηϱίȣ ϗ ἐϰϐαλεῖ, ϗ ȣ̓ϰ ἔϛαι ὁ ῥυόμενος αὐτȣ́ς.

5:30 ϗ ϐοήσει δι’ αὐτȣ̀ς ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ὡς φωνὴ ϑαλάσσης ϰυμαινȣ́σης· ϗ ἐμϐλέψονται εἰς τὴν γῆν, ϗ ἰδȣ̀ σϰότος σϰληϱὸν ἐν τῇ ἀϖοϱίᾳ αὐτῶν.

6:1 Ϗ ἐγένετο τȣ̃ ἐνιαυτȣ̃, ȣ̔͂ ἀϖέϑανεν Οζιας ὁ ϐασιλεύς, εἶδον τὸν ϰύϱιον ϰαϑήμενον ἐϖὶ ϑϱόνȣ ὑψηλȣ̃ ϗ ἐϖηϱμένȣ, ϗ ϖλήϱης ὁ οἶϰος τῆς δόξης αὐτȣ̃.

6:2 ϗ σεϱαφιν εἱϛήϰεισαν ϰύϰλῳ αὐτȣ̃, ἓξ ϖτέϱυγες τῷ ἑνὶ ϗ ἓξ ϖτέϱυγες τῷ ἑνί, ϗ ταῖς μὲν δυσὶν ϰατεϰάλυϖτον τὸ ϖϱόσωϖον ϗ ταῖς δυσὶν ϰατεϰάλυϖτον τȣ̀ς ϖόδας ϗ ταῖς δυσὶν ἐϖέταντο.

6:3 ϗ ἐϰέϰϱαγον ἕτεϱος ϖϱὸς τὸν ἕτεϱον ϗ ἔλεγον Ἅγιος ἅγιος ἅγιος ϰύϱιος σαϐαωϑ, ϖλήϱης ϖᾶσα ἡ γῆ τῆς δόξης αὐτȣ̃.

6:4 ϗ ἐϖήϱϑη τὸ ὑϖέϱϑυϱον ἀϖὸ τῆς φωνῆς, ἧς ἐϰέϰϱαγον, ϗ ὁ οἶϰος ἐϖλήσϑη ϰαϖνȣ̃.

6:5 ϗ εἶϖα Ὦ τάλας ἐγώ, ὅτι ϰατανένυγμαι, ὅτι ἄνϑϱωϖος ὢν ϗ ἀϰάϑαϱτα χείλη ἔχων ἐν μέσῳ λαȣ̃ ἀϰάϑαϱτα χείλη ἔχοντος ἐγὼ οἰϰῶ ϗ τὸν ϐασιλέα ϰύϱιον σαϐαωϑ εἶδον τοῖς ὀφϑαλμοῖς μȣ.

6:6 ϗ ἀϖεϛάλη ϖϱός με ἓν τῶν σεϱαφιν, ϗ ἐν τῇ χειϱὶ εἶχεν ἄνϑϱαϰα, ὃν τῇ λαϐίδι ἔλαϐεν ἀϖὸ τȣ̃ ϑυσιαϛηϱίȣ,

6:7 ϗ ἥψατο τȣ̃ ϛόματός μȣ ϗ εἶϖεν Ἰδȣ̀ ἥψατο τȣ̃το τῶν χειλέων σȣ ϗ ἀφελεῖ τὰς ἀνομίας σȣ ϗ τὰς ἁμαϱτίας σȣ ϖεϱιϰαϑαϱιεῖ.

6:8 ϗ ἤϰȣσα τῆς φωνῆς ϰυϱίȣ λέγοντος Τίνα ἀϖοϛείλω, ϗ τίς ϖοϱεύσεται ϖϱὸς τὸν λαὸν τȣ̃τον; ϗ εἶϖα Ἰδȣ́ εἰμι ἐγώ· ἀϖόϛειλόν με.

6:9 ϗ εἶϖεν Ποϱεύϑητι ϗ εἰϖὸν τῷ λαῷ τȣ́τῳ Ἀϰοῇ ἀϰȣ́σετε ϗ ȣ̓ μὴ συνῆτε ϗ ϐλέϖοντες ϐλέψετε ϗ ȣ̓ μὴ ἴδητε·

6:10 ἐϖαχύνϑη γὰϱ ἡ ϰαϱδία τȣ̃ λαȣ̃ τȣ́τȣ, ϗ τοῖς ὠσὶν αὐτῶν ϐαϱέως ἤϰȣσαν ϗ τȣ̀ς ὀφϑαλμȣ̀ς αὐτῶν ἐϰάμμυσαν, μήϖοτε ἴδωσιν τοῖς ὀφϑαλμοῖς ϗ τοῖς ὠσὶν ἀϰȣ́σωσιν ϗ τῇ ϰαϱδίᾳ συνῶσιν ϗ ἐϖιϛϱέψωσιν ϗ ἰάσομαι αὐτȣ́ς.

6:11 ϗ εἶϖα Ἕως ϖότε, ϰύϱιε; ϗ εἶϖεν Ἕως ἂν ἐϱημωϑῶσιν ϖόλεις ϖαϱὰ τὸ μὴ ϰατοιϰεῖσϑαι ϗ οἶϰοι ϖαϱὰ τὸ μὴ εἶναι ἀνϑϱώϖȣς ϗ ἡ γῆ ϰαταλειφϑήσεται ἔϱημος.

6:12 ϗ μετὰ ταῦτα μαϰϱυνεῖ ὁ ϑεὸς τȣ̀ς ἀνϑϱώϖȣς, ϗ οἱ ϰαταλειφϑέντες ϖληϑυνϑήσονται ἐϖὶ τῆς γῆς·

6:13 ϗ ἔτι ἐϖ’ αὐτῆς ἔϛιν τὸ ἐϖιδέϰατον, ϗ ϖάλιν ἔϛαι εἰς ϖϱονομὴν ὡς τεϱέϐινϑος ϗ ὡς ϐάλανος ὅταν ἐϰϖέσῃ ἀϖὸ τῆς ϑήϰης αὐτῆς.

7:1 Ϗ ἐγένετο ἐν ταῖς ἡμέϱαις Αχαζ τȣ̃ Ιωαϑαμ τȣ̃ υἱȣ̃ Οζιȣ ϐασιλέως Ιȣδα ἀνέϐη Ραασσων ϐασιλεὺς Αϱαμ ϗ Φαϰεε υἱὸς Ρομελιȣ ϐασιλεὺς Ισϱαηλ ἐϖὶ Ιεϱȣσαλημ ϖολεμῆσαι αὐτὴν ϗ ȣ̓ϰ ἠδυνήϑησαν ϖολιοϱϰῆσαι αὐτήν.

7:2 ϗ ἀνηγγέλη εἰς τὸν οἶϰον Δαυιδ λέγοντες Συνεφώνησεν Αϱαμ ϖϱὸς τὸν Εφϱαιμ· ϗ ἐξέϛη ἡ ψυχὴ αὐτȣ̃ ϗ ἡ ψυχὴ τȣ̃ λαȣ̃ αὐτȣ̃, ὃν τϱόϖον ὅταν ἐν δϱυμῷ ξύλον ὑϖὸ ϖνεύματος σαλευϑῇ.

7:3 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς Ησαιαν Ἔξελϑε εἰς συνάντησιν Αχαζ σὺ ϗ ὁ ϰαταλειφϑεὶς Ιασȣϐ ὁ υἱός σȣ ϖϱὸς τὴν ϰολυμϐήϑϱαν τῆς ἄνω ὁδȣ̃ τȣ̃ ἀγϱȣ̃ τȣ̃ γναφέως

7:4 ϗ ἐϱεῖς αὐτῷ Φύλαξαι τȣ̃ ἡσυχάσαι ϗ μὴ φοϐȣ̃, μηδὲ ἡ ψυχή σȣ ἀσϑενείτω ἀϖὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν ϰαϖνιζομένων τȣ́των· ὅταν γὰϱ ὀϱγὴ τȣ̃ ϑυμȣ̃ μȣ γένηται, ϖάλιν ἰάσομαι.

7:5 ϗ ὁ υἱὸς τȣ̃ Αϱαμ ϗ ὁ υἱὸς τȣ̃ Ρομελιȣ, ὅτι ἐϐȣλεύσαντο ϐȣλὴν ϖονηϱὰν ϖεϱὶ σȣ̃ λέγοντες

7:6 Ἀναϐησόμεϑα εἰς τὴν Ιȣδαίαν ϗ συλλαλήσαντες αὐτοῖς ἀϖοϛϱέψομεν αὐτȣ̀ς ϖϱὸς ἡμᾶς ϗ ϐασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταϐεηλ,

7:7 τάδε λέγει ϰύϱιος σαϐαωϑ Ȣ̓ μὴ ἐμμείνῃ ἡ ϐȣλὴ αὕτη ȣ̓δὲ ἔϛαι·

7:8 ἀλλ’ ἡ ϰεφαλὴ Αϱαμ Δαμασϰός, ἀλλ’ ἔτι ἑξήϰοντα ϗ ϖέντε ἐτῶν ἐϰλείψει ἡ ϐασιλεία Εφϱαιμ ἀϖὸ λαȣ̃,

7:9 ϗ ἡ ϰεφαλὴ Εφϱαιμ Σομοϱων, ϗ ἡ ϰεφαλὴ Σομοϱων υἱὸς τȣ̃ Ρομελιȣ· ϗ ἐὰν μὴ ϖιϛεύσητε, ȣ̓δὲ μὴ συνῆτε.

7:10 Ϗ ϖϱοσέϑετο ϰύϱιος λαλῆσαι τῷ Αχαζ λέγων

7:11 Αἴτησαι σεαυτῷ σημεῖον ϖαϱὰ ϰυϱίȣ ϑεȣ̃ σȣ εἰς ϐάϑος ἢ εἰς ὕψος.

7:12 ϗ εἶϖεν Αχαζ Ȣ̓ μὴ αἰτήσω ȣ̓δ’ ȣ̓ μὴ ϖειϱάσω ϰύϱιον.

7:13 ϗ εἶϖεν Ἀϰȣ́σατε δή, οἶϰος Δαυιδ· μὴ μιϰϱὸν ὑμῖν ἀγῶνα ϖαϱέχειν ἀνϑϱώϖοις; ϗ ϖῶς ϰυϱίῳ ϖαϱέχετε ἀγῶνα;

7:14 διὰ τȣ̃το δώσει ϰύϱιος αὐτὸς ὑμῖν σημεῖον· ἰδȣ̀ ἡ ϖαϱϑένος ἐν γαϛϱὶ ἕξει ϗ τέξεται υἱόν, ϗ ϰαλέσεις τὸ ὄνομα αὐτȣ̃ Εμμανȣηλ·

7:15 ϐȣ́τυϱον ϗ μέλι φάγεται· ϖϱὶν ἢ γνῶναι αὐτὸν ἢ ϖϱοελέσϑαι ϖονηϱὰ ἐϰλέξεται τὸ ἀγαϑόν·

7:16 διότι ϖϱὶν ἢ γνῶναι τὸ ϖαιδίον ἀγαϑὸν ἢ ϰαϰὸν ἀϖειϑεῖ ϖονηϱίᾳ τȣ̃ ἐϰλέξασϑαι τὸ ἀγαϑόν, ϗ ϰαταλειφϑήσεται ἡ γῆ, ἣν σὺ φοϐῇ ἀϖὸ ϖϱοσώϖȣ τῶν δύο ϐασιλέων.

7:17 ἀλλὰ ἐϖάξει ὁ ϑεὸς ἐϖὶ σὲ ϗ ἐϖὶ τὸν λαόν σȣ ϗ ἐϖὶ τὸν οἶϰον τȣ̃ ϖατϱός σȣ ἡμέϱας, αἳ ȣ̓́ϖω ἥϰασιν ἀφ’ ἧς ἡμέϱας ἀφεῖλεν Εφϱαιμ ἀϖὸ Ιȣδα, τὸν ϐασιλέα τῶν Ἀσσυϱίων.

7:18 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ συϱιεῖ ϰύϱιος μυίαις, ὃ ϰυϱιεύει μέϱȣς ϖοταμȣ̃ Αἰγύϖτȣ, ϗ τῇ μελίσσῃ, ἥ ἐϛιν ἐν χώϱᾳ Ἀσσυϱίων,

7:19 ϗ ἐλεύσονται ϖάντες ϗ ἀναϖαύσονται ἐν ταῖς φάϱαγξι τῆς χώϱας ϗ ἐν ταῖς τϱώγλαις τῶν ϖετϱῶν ϗ εἰς τὰ σϖήλαια ϗ εἰς ϖᾶσαν ῥαγάδα ϗ ἐν ϖαντὶ ξύλῳ.

7:20 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ξυϱήσει ϰύϱιος τῷ ξυϱῷ τῷ μεγάλῳ ϗ μεμεϑυσμένῳ, ὅ ἐϛιν ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ϐασιλέως Ἀσσυϱίων, τὴν ϰεφαλὴν ϗ τὰς τϱίχας τῶν ϖοδῶν ϗ τὸν ϖώγωνα ἀφελεῖ.

7:21 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϑϱέψει ἄνϑϱωϖος δάμαλιν ϐοῶν ϗ δύο ϖϱόϐατα,

7:22 ϗ ἔϛαι ἀϖὸ τȣ̃ ϖλεῖϛον ϖοιεῖν γάλα ϐȣ́τυϱον ϗ μέλι φάγεται ϖᾶς ὁ ϰαταλειφϑεὶς ἐϖὶ τῆς γῆς.

7:23 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϖᾶς τόϖος, ȣ̔͂ ἐὰν ὦσιν χίλιαι ἄμϖελοι χιλίων σίϰλων, εἰς χέϱσον ἔσονται ϗ εἰς ἄϰανϑαν·

7:24 μετὰ ϐέλȣς ϗ τοξεύματος εἰσελεύσονται ἐϰεῖ, ὅτι χέϱσος ϗ ἄϰανϑα ἔϛαι ϖᾶσα ἡ γῆ.

7:25 ϗ ϖᾶν ὄϱος ἀϱοτϱιώμενον ἀϱοτϱιαϑήσεται, ϗ ȣ̓ μὴ ἐϖέλϑῃ ἐϰεῖ φόϐος· ἔϛαι γὰϱ ἀϖὸ τῆς χέϱσȣ ϗ ἀϰάνϑης εἰς ϐόσϰημα ϖϱοϐάτȣ ϗ εἰς ϰαταϖάτημα ϐοός.

8:1 Ϗ εἶϖεν ϰύϱιος ϖϱός με Λαϐὲ σεαυτῷ τόμον ϰαινȣ̃ μεγάλȣ ϗ γϱάψον εἰς αὐτὸν γϱαφίδι ἀνϑϱώϖȣ Τȣ̃ ὀξέως ϖϱονομὴν ϖοιῆσαι σϰύλων· ϖάϱεϛιν γάϱ.

8:2 ϗ μάϱτυϱάς μοι ϖοίησον ϖιϛȣ̀ς ἀνϑϱώϖȣς, τὸν Ȣϱιαν ϗ τὸν Ζαχαϱιαν υἱὸν Βαϱαχιȣ.

8:3 ϗ ϖϱοσῆλϑον ϖϱὸς τὴν ϖϱοφῆτιν, ϗ ἐν γαϛϱὶ ἔλαϐεν ϗ ἔτεϰεν υἱόν. ϗ εἶϖεν ϰύϱιός μοι Κάλεσον τὸ ὄνομα αὐτȣ̃ Ταχέως σϰύλευσον, ὀξέως ϖϱονόμευσον·

8:4 διότι ϖϱὶν ἢ γνῶναι τὸ ϖαιδίον ϰαλεῖν ϖατέϱα ἢ μητέϱα, λήμψεται δύναμιν Δαμασϰȣ̃ ϗ τὰ σϰῦλα Σαμαϱείας ἔναντι ϐασιλέως Ἀσσυϱίων.

8:5 Ϗ ϖϱοσέϑετο ϰύϱιος λαλῆσαί μοι ἔτι

8:6 Διὰ τὸ μὴ ϐȣ́λεσϑαι τὸν λαὸν τȣ̃τον τὸ ὕδωϱ τȣ̃ Σιλωαμ τὸ ϖοϱευόμενον ἡσυχῇ, ἀλλὰ ϐȣ́λεσϑαι ἔχειν τὸν Ραασσων ϗ τὸν υἱὸν Ρομελιȣ ϐασιλέα ἐφ’ ὑμῶν,

8:7 διὰ τȣ̃το ἰδȣ̀ ἀνάγει ϰύϱιος ἐφ’ ὑμᾶς τὸ ὕδωϱ τȣ̃ ϖοταμȣ̃ τὸ ἰσχυϱὸν ϗ τὸ ϖολύ, τὸν ϐασιλέα τῶν Ἀσσυϱίων ϗ τὴν δόξαν αὐτȣ̃, ϗ ἀναϐήσεται ἐϖὶ ϖᾶσαν φάϱαγγα ὑμῶν ϗ ϖεϱιϖατήσει ἐϖὶ ϖᾶν τεῖχος ὑμῶν

8:8 ϗ ἀφελεῖ ἀϖὸ τῆς Ιȣδαίας ἄνϑϱωϖον ὃς δυνήσεται ϰεφαλὴν ἆϱαι ἢ δυνατὸν συντελέσασϑαί τι, ϗ ἔϛαι ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ὥϛε ϖληϱῶσαι τὸ ϖλάτος τῆς χώϱας σȣ· μεϑ’ ἡμῶν ὁ ϑεός.

8:9 γνῶτε ἔϑνη ϗ ἡττᾶσϑε, ἐϖαϰȣ́σατε ἕως ἐσχάτȣ τῆς γῆς, ἰσχυϰότες ἡττᾶσϑε· ἐὰν γὰϱ ϖάλιν ἰσχύσητε, ϖάλιν ἡττηϑήσεσϑε.

8:10 ϗ ἣν ἂν ϐȣλεύσησϑε ϐȣλήν, διασϰεδάσει ϰύϱιος, ϗ λόγον ὃν ἐὰν λαλήσητε, ȣ̓ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεϑ’ ἡμῶν ϰύϱιος ὁ ϑεός.

8:11 ȣ̔́τως λέγει ϰύϱιος Τῇ ἰσχυϱᾷ χειϱὶ ἀϖειϑȣ̃σιν τῇ ϖοϱείᾳ τῆς ὁδȣ̃ τȣ̃ λαȣ̃ τȣ́τȣ λέγοντες

8:12 Μήϖοτε εἴϖητε σϰληϱόν· ϖᾶν γάϱ, ὃ ἐὰν εἴϖῃ ὁ λαὸς ȣ̔͂τος, σϰληϱόν ἐϛιν· τὸν δὲ φόϐον αὐτȣ̃ ȣ̓ μὴ φοϐηϑῆτε ȣ̓δὲ μὴ ταϱαχϑῆτε·

8:13 ϰύϱιον αὐτὸν ἁγιάσατε, ϗ αὐτὸς ἔϛαι σȣ φόϐος.

8:14 ϗ ἐὰν ἐϖ’ αὐτῷ ϖεϖοιϑὼς ᾖς, ἔϛαι σοι εἰς ἁγίασμα, ϗ ȣ̓χ ὡς λίϑȣ ϖϱοσϰόμματι συναντήσεσϑε αὐτῷ ȣ̓δὲ ὡς ϖέτϱας ϖτώματι· ὁ δὲ οἶϰος Ιαϰωϐ ἐν ϖαγίδι, ϗ ἐν ϰοιλάσματι ἐγϰαϑήμενοι ἐν Ιεϱȣσαλημ.

8:15 διὰ τȣ̃το ἀδυνατήσȣσιν ἐν αὐτοῖς ϖολλοὶ ϗ ϖεσȣ̃νται ϗ συντϱιϐήσονται, ϗ ἐγγιȣ̃σιν ϗ ἁλώσονται ἄνϑϱωϖοι ἐν ἀσφαλείᾳ ὄντες.

8:16 Τότε φανεϱοὶ ἔσονται οἱ σφϱαγιζόμενοι τὸν νόμον τȣ̃ μὴ μαϑεῖν.

8:17 ϗ ἐϱεῖ Μενῶ τὸν ϑεὸν τὸν ἀϖοϛϱέψαντα τὸ ϖϱόσωϖον αὐτȣ̃ ἀϖὸ τȣ̃ οἴϰȣ Ιαϰωϐ ϗ ϖεϖοιϑὼς ἔσομαι ἐϖ’ αὐτῷ.

8:18 ἰδȣ̀ ἐγὼ ϗ τὰ ϖαιδία, ἅ μοι ἔδωϰεν ὁ ϑεός, ϗ ἔϛαι εἰς σημεῖα ϗ τέϱατα ἐν τῷ οἴϰῳ Ισϱαηλ ϖαϱὰ ϰυϱίȣ σαϐαωϑ, ὃς ϰατοιϰεῖ ἐν τῷ ὄϱει Σιων.

8:19 ϗ ἐὰν εἴϖωσιν ϖϱὸς ὑμᾶς Ζητήσατε τȣ̀ς ἀϖὸ τῆς γῆς φωνȣ̃ντας ϗ τȣ̀ς ἐγγαϛϱιμύϑȣς, τȣ̀ς ϰενολογȣ̃ντας οἳ ἐϰ τῆς ϰοιλίας φωνȣ̃σιν, ȣ̓ϰ ἔϑνος ϖϱὸς ϑεὸν αὐτȣ̃; τί ἐϰζητȣ̃σιν ϖεϱὶ τῶν ζώντων τȣ̀ς νεϰϱȣ́ς;

8:20 νόμον γὰϱ εἰς ϐοήϑειαν ἔδωϰεν, ἵνα εἴϖωσιν ȣ̓χ ὡς τὸ ῥῆμα τȣ̃το, ϖεϱὶ ȣ̔͂ ȣ̓ϰ ἔϛιν δῶϱα δȣ̃ναι ϖεϱὶ αὐτȣ̃.

8:21 ϗ ἥξει ἐφ’ ὑμᾶς σϰληϱὰ λιμός, ϗ ἔϛαι ὡς ἂν ϖεινάσητε, λυϖηϑήσεσϑε ϗ ϰαϰῶς ἐϱεῖτε τὸν ἄϱχοντα ϗ τὰ ϖαταχϱα, ϗ ἀναϐλέψονται εἰς τὸν ȣ̓ϱανὸν ἄνω

8:22 ϗ εἰς τὴν γῆν ϰάτω ἐμϐλέψονται, ϗ ἰδȣ̀ ϑλῖψις ϗ ϛενοχωϱία ϗ σϰότος, ἀϖοϱία ϛενὴ ϗ σϰότος ὥϛε μὴ ϐλέϖειν,

8:23 ϗ ȣ̓ϰ ἀϖοϱηϑήσεται ὁ ἐν ϛενοχωϱίᾳ ὢν ἕως ϰαιϱȣ̃. Τȣ̃το ϖϱῶτον ϖοίει, ταχὺ ϖοίει, χώϱα Ζαϐȣλων, ἡ γῆ Νεφϑαλιμ ὁδὸν ϑαλάσσης ϗ οἱ λοιϖοὶ οἱ τὴν ϖαϱαλίαν ϰατοιϰȣ̃ντες ϗ ϖέϱαν τȣ̃ Ιοϱδάνȣ, Γαλιλαία τῶν ἐϑνῶν, τὰ μέϱη τῆς Ιȣδαίας.

9:1 ὁ λαὸς ὁ ϖοϱευόμενος ἐν σϰότει, ἴδετε φῶς μέγα· οἱ ϰατοιϰȣ̃ντες ἐν χώϱᾳ ϗ σϰιᾷ ϑανάτȣ, φῶς λάμψει ἐφ’ ὑμᾶς.

9:2 τὸ ϖλεῖϛον τȣ̃ λαȣ̃, ὃ ϰατήγαγες ἐν εὐφϱοσύνῃ σȣ, ϗ εὐφϱανϑήσονται ἐνώϖιόν σȣ ὡς οἱ εὐφϱαινόμενοι ἐν ἀμήτῳ ϗ ὃν τϱόϖον οἱ διαιϱȣ́μενοι σϰῦλα.

9:3 διότι ἀφῄϱηται ὁ ζυγὸς ὁ ἐϖ’ αὐτῶν ϰείμενος ϗ ἡ ῥάϐδος ἡ ἐϖὶ τȣ̃ τϱαχήλȣ αὐτῶν· τὴν γὰϱ ῥάϐδον τῶν ἀϖαιτȣ́ντων διεσϰέδασεν ϰύϱιος ὡς τῇ ἡμέϱᾳ τῇ ἐϖὶ Μαδιαμ.

9:4 ὅτι ϖᾶσαν ϛολὴν ἐϖισυνηγμένην δόλῳ ϗ ἱμάτιον μετὰ ϰαταλλαγῆς ἀϖοτείσȣσιν ϗ ϑελήσȣσιν εἰ ἐγενήϑησαν ϖυϱίϰαυϛοι.

9:5 ὅτι ϖαιδίον ἐγεννήϑη ἡμῖν, υἱὸς ϗ ἐδόϑη ἡμῖν, ȣ̔͂ ἡ ἀϱχὴ ἐγενήϑη ἐϖὶ τȣ̃ ὤμȣ αὐτȣ̃, ϗ ϰαλεῖται τὸ ὄνομα αὐτȣ̃ Μεγάλης ϐȣλῆς ἄγγελος· ἐγὼ γὰϱ ἄξω εἰϱήνην ἐϖὶ τȣ̀ς ἄϱχοντας, εἰϱήνην ϗ ὑγίειαν αὐτῷ.

9:6 μεγάλη ἡ ἀϱχὴ αὐτȣ̃, ϗ τῆς εἰϱήνης αὐτȣ̃ ȣ̓ϰ ἔϛιν ὅϱιον ἐϖὶ τὸν ϑϱόνον Δαυιδ ϗ τὴν ϐασιλείαν αὐτȣ̃ ϰατοϱϑῶσαι αὐτὴν ϗ ἀντιλαϐέσϑαι αὐτῆς ἐν διϰαιοσύνῃ ϗ ἐν ϰϱίματι ἀϖὸ τȣ̃ νῦν ϗ εἰς τὸν αἰῶνα χϱόνον· ὁ ζῆλος ϰυϱίȣ σαϐαωϑ ϖοιήσει ταῦτα.

9:7 Θάνατον ἀϖέϛειλεν ϰύϱιος ἐϖὶ Ιαϰωϐ, ϗ ἦλϑεν ἐϖὶ Ισϱαηλ,

9:8 ϗ γνώσονται ϖᾶς ὁ λαὸς τȣ̃ Εφϱαιμ ϗ οἱ ἐγϰαϑήμενοι ἐν Σαμαϱείᾳ ἐφ’ ὕϐϱει ϗ ὑψηλῇ ϰαϱδίᾳ λέγοντες

9:9 Πλίνϑοι ϖεϖτώϰασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίϑȣς ϗ ἐϰϰόψωμεν συϰαμίνȣς ϗ ϰέδϱȣς ϗ οἰϰοδομήσωμεν ἑαυτοῖς ϖύϱγον.

9:10 ϗ ῥάξει ὁ ϑεὸς τȣ̀ς ἐϖανιϛανομένȣς ἐϖ’ ὄϱος Σιων ἐϖ’ αὐτȣ̀ς ϗ τȣ̀ς ἐχϑϱȣ̀ς αὐτῶν διασϰεδάσει,

9:11 Συϱίαν ἀφ’ ἡλίȣ ἀνατολῶν ϗ τȣ̀ς Ἕλληνας ἀφ’ ἡλίȣ δυσμῶν τȣ̀ς ϰατεσϑίοντας τὸν Ισϱαηλ ὅλῳ τῷ ϛόματι. ἐϖὶ τȣ́τοις ϖᾶσιν ȣ̓ϰ ἀϖεϛϱάφη ὁ ϑυμός, ἀλλ’ ἔτι ἡ χεὶϱ ὑψηλή. –

9:12 ϗ ὁ λαὸς ȣ̓ϰ ἀϖεϛϱάφη, ἕως ἐϖλήγη, ϗ τὸν ϰύϱιον ȣ̓ϰ ἐξεζήτησαν.

9:13 ϗ ἀφεῖλεν ϰύϱιος ἀϖὸ Ισϱαηλ ϰεφαλὴν ϗ ȣ̓ϱάν, μέγαν ϗ μιϰϱὸν ἐν μιᾷ ἡμέϱᾳ,

9:14 ϖϱεσϐύτην ϗ τȣ̀ς τὰ ϖϱόσωϖα ϑαυμάζοντας [αὕτη ἡ ἀϱχή] ϗ ϖϱοφήτην διδάσϰοντα ἄνομα [ȣ̔͂τος ἡ ȣ̓ϱά].

9:15 ϗ ἔσονται οἱ μαϰαϱίζοντες τὸν λαὸν τȣ̃τον ϖλανῶντες ϗ ϖλανῶσιν ὅϖως ϰαταϖίωσιν αὐτȣ́ς.

9:16 διὰ τȣ̃το ἐϖὶ τȣ̀ς νεανίσϰȣς αὐτῶν ȣ̓ϰ εὐφϱανϑήσεται ὁ ϑεὸς ϗ τȣ̀ς ὀϱφανȣ̀ς αὐτῶν ϗ τὰς χήϱας αὐτῶν ȣ̓ϰ ἐλεήσει, ὅτι ϖάντες ἄνομοι ϗ ϖονηϱοί, ϗ ϖᾶν ϛόμα λαλεῖ ἄδιϰα. ἐϖὶ ϖᾶσιν τȣ́τοις ȣ̓ϰ ἀϖεϛϱάφη ὁ ϑυμός, ἀλλ’ ἔτι ἡ χεὶϱ ὑψηλή. –

9:17 ϗ ϰαυϑήσεται ὡς ϖῦϱ ἡ ἀνομία ϗ ὡς ἄγϱωϛις ξηϱὰ ϐϱωϑήσεται ὑϖὸ ϖυϱός· ϗ ϰαυϑήσεται ἐν τοῖς δάσεσι τȣ̃ δϱυμȣ̃, ϗ συγϰαταφάγεται τὰ ϰύϰλῳ τῶν ϐȣνῶν ϖάντα.

9:18 διὰ ϑυμὸν ὀϱγῆς ϰυϱίȣ συγϰέϰαυται ἡ γῆ ὅλη, ϗ ἔϛαι ὁ λαὸς ὡς ὑϖὸ ϖυϱὸς ϰαταϰεϰαυμένος· ἄνϑϱωϖος τὸν ἀδελφὸν αὐτȣ̃ ȣ̓ϰ ἐλεήσει,

9:19 ἀλλὰ ἐϰϰλινεῖ εἰς τὰ δεξιά, ὅτι ϖεινάσει, ϗ φάγεται ἐϰ τῶν ἀϱιϛεϱῶν, ϗ ȣ̓ μὴ ἐμϖλησϑῇ ἄνϑϱωϖος ἔσϑων τὰς σάϱϰας τȣ̃ ϐϱαχίονος αὐτȣ̃.

9:20 φάγεται γὰϱ Μανασση τȣ̃ Εφϱαιμ ϗ Εφϱαιμ τȣ̃ Μανασση, ὅτι ἅμα ϖολιοϱϰήσȣσιν τὸν Ιȣδαν. ἐϖὶ τȣ́τοις ϖᾶσιν ȣ̓ϰ ἀϖεϛϱάφη ὁ ϑυμός, ἀλλ’ ἔτι ἡ χεὶϱ ὑψηλή. –

10:1 ȣ̓αὶ τοῖς γϱάφȣσιν ϖονηϱίαν· γϱάφοντες γὰϱ ϖονηϱίαν γϱάφȣσιν

10:2 ἐϰϰλίνοντες ϰϱίσιν ϖτωχῶν, ἁϱϖάζοντες ϰϱίμα ϖενήτων τȣ̃ λαȣ̃ μȣ ὥϛε εἶναι αὐτοῖς χήϱαν εἰς ἁϱϖαγὴν ϗ ὀϱφανὸν εἰς ϖϱονομήν.

10:3 ϗ τί ϖοιήσȣσιν ἐν τῇ ἡμέϱᾳ τῆς ἐϖισϰοϖῆς; ἡ γὰϱ ϑλῖψις ὑμῖν ϖόϱϱωϑεν ἥξει· ϗ ϖϱὸς τίνα ϰαταφεύξεσϑε τȣ̃ ϐοηϑηϑῆναι; ϗ ϖȣ̃ ϰαταλείψετε τὴν δόξαν ὑμῶν

10:4 τȣ̃ μὴ ἐμϖεσεῖν εἰς ἐϖαγωγήν; ἐϖὶ ϖᾶσι τȣ́τοις ȣ̓ϰ ἀϖεϛϱάφη ὁ ϑυμός, ἀλλ’ ἔτι ἡ χεὶϱ ὑψηλή.

10:5 Ȣ̓αὶ Ἀσσυϱίοις· ἡ ῥάϐδος τȣ̃ ϑυμȣ̃ μȣ ϗ ὀϱγῆς ἐϛιν ἐν ταῖς χεϱσὶν αὐτῶν.

10:6 τὴν ὀϱγήν μȣ εἰς ἔϑνος ἄνομον ἀϖοϛελῶ ϗ τῷ ἐμῷ λαῷ συντάξω ϖοιῆσαι σϰῦλα ϗ ϖϱονομὴν ϗ ϰαταϖατεῖν τὰς ϖόλεις ϗ ϑεῖναι αὐτὰς εἰς ϰονιοϱτόν.

10:7 αὐτὸς δὲ ȣ̓χ ȣ̔́τως ἐνεϑυμήϑη ϗ τῇ ψυχῇ ȣ̓χ ȣ̔́τως λελόγιϛαι, ἀλλὰ ἀϖαλλάξει ὁ νȣ̃ς αὐτȣ̃ ϗ τȣ̃ ἔϑνη ἐξολεϑϱεῦσαι ȣ̓ϰ ὀλίγα.

10:8 ϗ ἐὰν εἴϖωσιν αὐτῷ Σὺ μόνος εἶ ἄϱχων,

10:9 ϗ ἐϱεῖ Ȣ̓ϰ ἔλαϐον τὴν χώϱαν τὴν ἐϖάνω Βαϐυλῶνος ϗ Χαλαννη, ȣ̔͂ ὁ ϖύϱγος ᾠϰοδομήϑη; ϗ ἔλαϐον Ἀϱαϐίαν ϗ Δαμασϰὸν ϗ Σαμάϱειαν·

10:10 ὃν τϱόϖον ταύτας ἔλαϐον ἐν τῇ χειϱί μȣ, ϗ ϖάσας τὰς ἀϱχὰς λήμψομαι. ὀλολύξατε, τὰ γλυϖτὰ ἐν Ιεϱȣσαλημ ϗ ἐν Σαμαϱείᾳ·

10:11 ὃν τϱόϖον γὰϱ ἐϖοίησα Σαμαϱείᾳ ϗ τοῖς χειϱοϖοιήτοις αὐτῆς, ȣ̔́τως ϖοιήσω ϗ Ιεϱȣσαλημ ϗ τοῖς εἰδώλοις αὐτῆς. –

10:12 ϗ ἔϛαι ὅταν συντελέσῃ ϰύϱιος ϖάντα ϖοιῶν ἐν τῷ ὄϱει Σιων ϗ ἐν Ιεϱȣσαλημ, ἐϖάξει ἐϖὶ τὸν νȣ̃ν τὸν μέγαν, τὸν ἄϱχοντα τῶν Ἀσσυϱίων, ϗ ἐϖὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφϑαλμῶν αὐτȣ̃.

10:13 εἶϖεν γάϱ Τῇ ἰσχύι ϖοιήσω ϗ τῇ σοφίᾳ τῆς συνέσεως, ἀφελῶ ὅϱια ἐϑνῶν ϗ τὴν ἰσχὺν αὐτῶν ϖϱονομεύσω ϗ σείσω ϖόλεις ϰατοιϰȣμένας

10:14 ϗ τὴν οἰϰȣμένην ὅλην ϰαταλήμψομαι τῇ χειϱὶ ὡς νοσσιὰν ϗ ὡς ϰαταλελειμμένα ᾠὰ ἀϱῶ, ϗ ȣ̓ϰ ἔϛιν ὃς διαφεύξεταί με ἢ ἀντείϖῃ μοι.

10:15 μὴ δοξασϑήσεται ἀξίνη ἄνευ τȣ̃ ϰόϖτοντος ἐν αὐτῇ; ἢ ὑψωϑήσεται ϖϱίων ἄνευ τȣ̃ ἕλϰοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄϱῃ ῥάϐδον ἢ ξύλον.

10:16 ϗ ȣ̓χ ȣ̔́τως, ἀλλὰ ἀϖοϛελεῖ ϰύϱιος σαϐαωϑ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, ϗ εἰς τὴν σὴν δόξαν ϖῦϱ ϰαιόμενον ϰαυϑήσεται·

10:17 ϗ ἔϛαι τὸ φῶς τȣ̃ Ισϱαηλ εἰς ϖῦϱ ϗ ἁγιάσει αὐτὸν ἐν ϖυϱὶ ϰαιομένῳ ϗ φάγεται ὡσεὶ χόϱτον τὴν ὕλην. τῇ ἡμέϱᾳ ἐϰείνῃ

10:18 ἀϖοσϐεσϑήσεται τὰ ὄϱη ϗ οἱ ϐȣνοὶ ϗ οἱ δϱυμοί, ϗ ϰαταφάγεται ἀϖὸ ψυχῆς ἕως σαϱϰῶν· ϗ ἔϛαι ὁ φεύγων ὡς ὁ φεύγων ἀϖὸ φλογὸς ϰαιομένης·

10:19 ϗ οἱ ϰαταλειφϑέντες ἀϖ’ αὐτῶν ἔσονται ἀϱιϑμός, ϗ ϖαιδίον γϱάψει αὐτȣ́ς.

10:20 Ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ȣ̓ϰέτι ϖϱοϛεϑήσεται τὸ ϰαταλειφϑὲν Ισϱαηλ, ϗ οἱ σωϑέντες τȣ̃ Ιαϰωϐ ȣ̓ϰέτι μὴ ϖεϖοιϑότες ὦσιν ἐϖὶ τȣ̀ς ἀδιϰήσαντας αὐτȣ́ς, ἀλλὰ ἔσονται ϖεϖοιϑότες ἐϖὶ τὸν ϑεὸν τὸν ἅγιον τȣ̃ Ισϱαηλ τῇ ἀληϑείᾳ,

10:21 ϗ ἔϛαι τὸ ϰαταλειφϑὲν τȣ̃ Ιαϰωϐ ἐϖὶ ϑεὸν ἰσχύοντα.

10:22 ϗ ἐὰν γένηται ὁ λαὸς Ισϱαηλ ὡς ἡ ἄμμος τῆς ϑαλάσσης, τὸ ϰατάλειμμα αὐτῶν σωϑήσεται· λόγον γὰϱ συντελῶν ϗ συντέμνων ἐν διϰαιοσύνῃ,

10:23 ὅτι λόγον συντετμημένον ϖοιήσει ὁ ϑεὸς ἐν τῇ οἰϰȣμένῃ ὅλῃ.

10:24 Διὰ τȣ̃το τάδε λέγει ϰύϱιος σαϐαωϑ Μὴ φοϐȣ̃, ὁ λαός μȣ οἱ ϰατοιϰȣ̃ντες ἐν Σιων, ἀϖὸ Ἀσσυϱίων, ὅτι ἐν ῥάϐδῳ ϖατάξει σε· ϖληγὴν γὰϱ ἐγὼ ἐϖάγω ἐϖὶ σὲ τȣ̃ ἰδεῖν ὁδὸν Αἰγύϖτȣ.

10:25 ἔτι γὰϱ μιϰϱὸν ϗ ϖαύσεται ἡ ὀϱγή, ὁ δὲ ϑυμός μȣ ἐϖὶ τὴν ϐȣλὴν αὐτῶν·

10:26 ϗ ἐϖεγεϱεῖ ὁ ϑεὸς ἐϖ’ αὐτȣ̀ς ϰατὰ τὴν ϖληγὴν τὴν Μαδιαμ ἐν τόϖῳ ϑλίψεως, ϗ ὁ ϑυμὸς αὐτȣ̃ τῇ ὁδῷ τῇ ϰατὰ ϑάλασσαν εἰς τὴν ὁδὸν τὴν ϰατ’ Αἴγυϖτον.

10:27 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἀφαιϱεϑήσεται ὁ φόϐος αὐτȣ̃ ἀϖὸ σȣ̃ ϗ ὁ ζυγὸς αὐτȣ̃ ἀϖὸ τȣ̃ ὤμȣ σȣ, ϗ ϰαταφϑαϱήσεται ὁ ζυγὸς ἀϖὸ τῶν ὤμων ὑμῶν.

10:28 ἥξει γὰϱ εἰς τὴν ϖόλιν Αγγαι ϗ ϖαϱελεύσεται εἰς Μαγεδω ϗ ἐν Μαχμας ϑήσει τὰ σϰεύη αὐτȣ̃·

10:29 ϗ ϖαϱελεύσεται φάϱαγγα ϗ ἥξει εἰς Αγγαι, φόϐος λήμψεται Ραμα ϖόλιν Σαȣλ· φεύξεται

10:30 ἡ ϑυγάτηϱ Γαλλιμ, ἐϖαϰȣ́σεται Λαισα, ἐϖαϰȣ́σεται Αναϑωϑ·

10:31 ἐξέϛη Μαδεϐηνα ϗ οἱ ϰατοιϰȣ̃ντες Γιϐϐιϱ· ϖαϱαϰαλεῖτε

10:32 σήμεϱον ἐν ὁδῷ τȣ̃ μεῖναι, τῇ χειϱὶ ϖαϱαϰαλεῖτε, τὸ ὄϱος, τὴν ϑυγατέϱα Σιων, ϗ οἱ ϐȣνοὶ οἱ ἐν Ιεϱȣσαλημ.

10:33 ἰδȣ̀ γὰϱ ὁ δεσϖότης ϰύϱιος σαϐαωϑ συνταϱάσσει τȣ̀ς ἐνδόξȣς μετὰ ἰσχύος, ϗ οἱ ὑψηλοὶ τῇ ὕϐϱει συντϱιϐήσονται, ϗ οἱ ὑψηλοὶ ταϖεινωϑήσονται,

10:34 ϗ ϖεσȣ̃νται οἱ ὑψηλοὶ μαχαίϱᾳ, ὁ δὲ Λίϐανος σὺν τοῖς ὑψηλοῖς ϖεσεῖται.

11:1 Ϗ ἐξελεύσεται ῥάϐδος ἐϰ τῆς ῥίζης Ιεσσαι, ϗ ἄνϑος ἐϰ τῆς ῥίζης ἀναϐήσεται.

11:2 ϗ ἀναϖαύσεται ἐϖ’ αὐτὸν ϖνεῦμα τȣ̃ ϑεȣ̃, ϖνεῦμα σοφίας ϗ συνέσεως, ϖνεῦμα ϐȣλῆς ϗ ἰσχύος, ϖνεῦμα γνώσεως ϗ εὐσεϐείας·

11:3 ἐμϖλήσει αὐτὸν ϖνεῦμα φόϐȣ ϑεȣ̃. ȣ̓ ϰατὰ τὴν δόξαν ϰϱινεῖ ȣ̓δὲ ϰατὰ τὴν λαλιὰν ἐλέγξει,

11:4 ἀλλὰ ϰϱινεῖ ταϖεινῷ ϰϱίσιν ϗ ἐλέγξει τȣ̀ς ταϖεινȣ̀ς τῆς γῆς· ϗ ϖατάξει γῆν τῷ λόγῳ τȣ̃ ϛόματος αὐτȣ̃ ϗ ἐν ϖνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεϐῆ·

11:5 ϗ ἔϛαι διϰαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτȣ̃ ϗ ἀληϑείᾳ εἰλημένος τὰς ϖλευϱάς.

11:6 ϗ συμϐοσϰηϑήσεται λύϰος μετὰ ἀϱνός, ϗ ϖάϱδαλις συναναϖαύσεται ἐϱίφῳ, ϗ μοσχάϱιον ϗ ταῦϱος ϗ λέων ἅμα ϐοσϰηϑήσονται, ϗ ϖαιδίον μιϰϱὸν ἄξει αὐτȣ́ς·

11:7 ϗ ϐȣ̃ς ϗ ἄϱϰος ἅμα ϐοσϰηϑήσονται, ϗ ἅμα τὰ ϖαιδία αὐτῶν ἔσονται, ϗ λέων ϗ ϐȣ̃ς ἅμα φάγονται ἄχυϱα.

11:8 ϗ ϖαιδίον νήϖιον ἐϖὶ τϱώγλην ἀσϖίδων ϗ ἐϖὶ ϰοίτην ἐϰγόνων ἀσϖίδων τὴν χεῖϱα ἐϖιϐαλεῖ.

11:9 ϗ ȣ̓ μὴ ϰαϰοϖοιήσωσιν ȣ̓δὲ μὴ δύνωνται ἀϖολέσαι ȣ̓δένα ἐϖὶ τὸ ὄϱος τὸ ἅγιόν μȣ, ὅτι ἐνεϖλήσϑη ἡ σύμϖασα τȣ̃ γνῶναι τὸν ϰύϱιον ὡς ὕδωϱ ϖολὺ ϰαταϰαλύψαι ϑαλάσσας.

11:10 Ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἡ ῥίζα τȣ̃ Ιεσσαι ϗ ὁ ἀνιϛάμενος ἄϱχειν ἐϑνῶν, ἐϖ’ αὐτῷ ἔϑνη ἐλϖιȣ̃σιν, ϗ ἔϛαι ἡ ἀνάϖαυσις αὐτȣ̃ τιμή.

11:11 ϗ ἔϛαι τῇ ἡμέϱᾳ ἐϰείνῃ ϖϱοσϑήσει ϰύϱιος τȣ̃ δεῖξαι τὴν χεῖϱα αὐτȣ̃ τȣ̃ ζηλῶσαι τὸ ϰαταλειφϑὲν ὑϖόλοιϖον τȣ̃ λαȣ̃, ὃ ἂν ϰαταλειφϑῇ ἀϖὸ τῶν Ἀσσυϱίων ϗ ἀϖὸ Αἰγύϖτȣ ϗ Βαϐυλωνίας ϗ Αἰϑιοϖίας ϗ ἀϖὸ Αιλαμιτῶν ϗ ἀϖὸ ἡλίȣ ἀνατολῶν ϗ ἐξ Ἀϱαϐίας.

11:12 ϗ ἀϱεῖ σημεῖον εἰς τὰ ἔϑνη ϗ συνάξει τȣ̀ς ἀϖολομένȣς Ισϱαηλ ϗ τȣ̀ς διεσϖαϱμένȣς τȣ̃ Ιȣδα συνάξει ἐϰ τῶν τεσσάϱων ϖτεϱύγων τῆς γῆς.

11:13 ϗ ἀφαιϱεϑήσεται ὁ ζῆλος Εφϱαιμ, ϗ οἱ ἐχϑϱοὶ Ιȣδα ἀϖολȣ̃νται· Εφϱαιμ ȣ̓ ζηλώσει Ιȣδαν, ϗ Ιȣδας ȣ̓ ϑλίψει Εφϱαιμ.

11:14 ϗ ϖετασϑήσονται ἐν ϖλοίοις ἀλλοφύλων ϑάλασσαν, ἅμα ϖϱονομεύσȣσιν ϗ τȣ̀ς ἀφ’ ἡλίȣ ἀνατολῶν ϗ Ιδȣμαίαν· ϗ ἐϖὶ Μωαϐ ϖϱῶτον τὰς χεῖϱας ἐϖιϐαλȣ̃σιν, οἱ δὲ υἱοὶ Αμμων ϖϱῶτοι ὑϖαϰȣ́σονται.

11:15 ϗ ἐϱημώσει ϰύϱιος τὴν ϑάλασσαν Αἰγύϖτȣ ϗ ἐϖιϐαλεῖ τὴν χεῖϱα αὐτȣ̃ ἐϖὶ τὸν ϖοταμὸν ϖνεύματι ϐιαίῳ ϗ ϖατάξει ἑϖτὰ φάϱαγγας ὥϛε διαϖοϱεύεσϑαι αὐτὸν ἐν ὑϖοδήμασιν·

11:16 ϗ ἔϛαι δίοδος τῷ ϰαταλειφϑέντι μȣ λαῷ ἐν Αἰγύϖτῳ, ϗ ἔϛαι τῷ Ισϱαηλ ὡς ἡ ἡμέϱα ὅτε ἐξῆλϑεν ἐϰ γῆς Αἰγύϖτȣ.

12:1 Ϗ ἐϱεῖς ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ Εὐλογήσω σε, ϰύϱιε, διότι ὠϱγίσϑης μοι ϗ ἀϖέϛϱεψας τὸν ϑυμόν σȣ ϗ ἠλέησάς με.

12:2 ἰδȣ̀ ὁ ϑεός μȣ σωτήϱ μȣ ϰύϱιος, ϖεϖοιϑὼς ἔσομαι ἐϖ’ αὐτῷ ϗ σωϑήσομαι ἐν αὐτῷ ϗ ȣ̓ φοϐηϑήσομαι, διότι ἡ δόξα μȣ ϗ ἡ αἴνεσίς μȣ ϰύϱιος ϗ ἐγένετό μοι εἰς σωτηϱίαν.

12:3 ϗ ἀντλήσετε ὕδωϱ μετ’ εὐφϱοσύνης ἐϰ τῶν ϖηγῶν τȣ̃ σωτηϱίȣ.

12:4 ϗ ἐϱεῖς ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ Ὑμνεῖτε ϰύϱιον, ϐοᾶτε τὸ ὄνομα αὐτȣ̃, ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν τὰ ἔνδοξα αὐτȣ̃, μιμνῄσϰεσϑε ὅτι ὑψώϑη τὸ ὄνομα αὐτȣ̃.

12:5 ὑμνήσατε τὸ ὄνομα ϰυϱίȣ, ὅτι ὑψηλὰ ἐϖοίησεν· ἀναγγείλατε ταῦτα ἐν ϖάσῃ τῇ γῇ.

12:6 ἀγαλλιᾶσϑε ϗ εὐφϱαίνεσϑε, οἱ ϰατοιϰȣ̃ντες Σιων, ὅτι ὑψώϑη ὁ ἅγιος τȣ̃ Ισϱαηλ ἐν μέσῳ αὐτῆς.

13:1 Ὅϱασις, ἣν εἶδεν Ησαιας υἱὸς Αμως ϰατὰ Βαϐυλῶνος.

13:2 Ἐϖ’ ὄϱȣς ϖεδινȣ̃ ἄϱατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοϐεῖσϑε, ϖαϱαϰαλεῖτε τῇ χειϱί Ἀνοίξατε, οἱ ἄϱχοντες.

13:3 ἐγὼ συντάσσω, ϗ ἐγὼ ἄγω αὐτȣ́ς· ἡγιασμένοι εἰσίν, ϗ ἐγὼ ἄγω αὐτȣ́ς· γίγαντες ἔϱχονται ϖληϱῶσαι τὸν ϑυμόν μȣ χαίϱοντες ἅμα ϗ ὑϐϱίζοντες.

13:4 φωνὴ ἐϑνῶν ϖολλῶν ἐϖὶ τῶν ὀϱέων ὁμοία ἐϑνῶν ϖολλῶν, φωνὴ ϐασιλέων ϗ ἐϑνῶν συνηγμένων. ϰύϱιος σαϐαωϑ ἐντέταλται ἔϑνει ὁϖλομάχῳ

13:5 ἔϱχεσϑαι ἐϰ γῆς ϖόϱϱωϑεν ἀϖ’ ἄϰϱȣ ϑεμελίȣ τȣ̃ ȣ̓ϱανȣ̃, ϰύϱιος ϗ οἱ ὁϖλομάχοι αὐτȣ̃, τȣ̃ ϰαταφϑεῖϱαι τὴν οἰϰȣμένην ὅλην.

13:6 ὀλολύζετε, ἐγγὺς γὰϱ ἡ ἡμέϱα ϰυϱίȣ, ϗ συντϱιϐὴ ϖαϱὰ τȣ̃ ϑεȣ̃ ἥξει.

13:7 διὰ τȣ̃το ϖᾶσα χεὶϱ ἐϰλυϑήσεται, ϗ ϖᾶσα ψυχὴ ἀνϑϱώϖȣ δειλιάσει·

13:8 ϗ ταϱαχϑήσονται οἱ ϖϱέσϐεις, ϗ ὠδῖνες αὐτȣ̀ς ἕξȣσιν ὡς γυναιϰὸς τιϰτȣ́σης· ϗ συμφοϱάσȣσιν ἕτεϱος ϖϱὸς τὸν ἕτεϱον ϗ ἐϰϛήσονται ϗ τὸ ϖϱόσωϖον αὐτῶν ὡς φλὸξ μεταϐαλȣ̃σιν.

13:9 ἰδȣ̀ γὰϱ ἡμέϱα ϰυϱίȣ ἀνίατος ἔϱχεται ϑυμȣ̃ ϗ ὀϱγῆς ϑεῖναι τὴν οἰϰȣμένην ὅλην ἔϱημον ϗ τȣ̀ς ἁμαϱτωλȣ̀ς ἀϖολέσαι ἐξ αὐτῆς.

13:10 οἱ γὰϱ ἀϛέϱες τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ὁ Ὠϱίων ϗ ϖᾶς ὁ ϰόσμος τȣ̃ ȣ̓ϱανȣ̃ τὸ φῶς ȣ̓ δώσȣσιν, ϗ σϰοτισϑήσεται τȣ̃ ἡλίȣ ἀνατέλλοντος, ϗ ἡ σελήνη ȣ̓ δώσει τὸ φῶς αὐτῆς.

13:11 ϗ ἐντελȣ̃μαι τῇ οἰϰȣμένῃ ὅλῃ ϰαϰὰ ϗ τοῖς ἀσεϐέσιν τὰς ἁμαϱτίας αὐτῶν· ϗ ἀϖολῶ ὕϐϱιν ἀνόμων ϗ ὕϐϱιν ὑϖεϱηφάνων ταϖεινώσω.

13:12 ϗ ἔσονται οἱ ϰαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χϱυσίον τὸ ἄϖυϱον, ϗ ὁ ἄνϑϱωϖος μᾶλλον ἔντιμος ἔϛαι ἢ ὁ λίϑος ὁ ἐϰ Σȣφιϱ.

13:13 ὁ γὰϱ ȣ̓ϱανὸς ϑυμωϑήσεται ϗ ἡ γῆ σεισϑήσεται ἐϰ τῶν ϑεμελίων αὐτῆς διὰ ϑυμὸν ὀϱγῆς ϰυϱίȣ σαϐαωϑ τῇ ἡμέϱᾳ, ᾗ ἂν ἐϖέλϑῃ ὁ ϑυμὸς αὐτȣ̃.

13:14 ϗ ἔσονται οἱ ϰαταλελειμμένοι ὡς δοϱϰάδιον φεῦγον ϗ ὡς ϖϱόϐατον ϖλανώμενον, ϗ ȣ̓ϰ ἔϛαι ὁ συνάγων, ὥϛε ἄνϑϱωϖον εἰς τὸν λαὸν αὐτȣ̃ ἀϖοϛϱαφῆναι ϗ ἄνϑϱωϖον εἰς τὴν χώϱαν αὐτȣ̃ διῶξαι.

13:15 ὃς γὰϱ ἂν ἁλῷ, ἡττηϑήσεται, ϗ οἵτινες συνηγμένοι εἰσίν, μαχαίϱᾳ ϖεσȣ̃νται·

13:16 ϗ τὰ τέϰνα αὐτῶν ἐνώϖιον αὐτῶν ῥάξȣσιν ϗ τὰς οἰϰίας αὐτῶν ϖϱονομεύσȣσιν ϗ τὰς γυναῖϰας αὐτῶν ἕξȣσιν.

13:17 ἰδȣ̀ ἐϖεγείϱω ὑμῖν τȣ̀ς Μήδȣς, οἳ ȣ̓ λογίζονται ἀϱγύϱιον ȣ̓δὲ χϱυσίȣ χϱείαν ἔχȣσιν.

13:18 τοξεύματα νεανίσϰων συντϱίψȣσιν ϗ τὰ τέϰνα ὑμῶν ȣ̓ μὴ ἐλεήσωσιν, ȣ̓δὲ ἐϖὶ τοῖς τέϰνοις ȣ̓ φείσονται οἱ ὀφϑαλμοὶ αὐτῶν.

13:19 ϗ ἔϛαι Βαϐυλών, ἣ ϰαλεῖται ἔνδοξος ὑϖὸ ϐασιλέως Χαλδαίων, ὃν τϱόϖον ϰατέϛϱεψεν ὁ ϑεὸς Σοδομα ϗ Γομοϱϱα·

13:20 ȣ̓ ϰατοιϰηϑήσεται εἰς τὸν αἰῶνα χϱόνον, ȣ̓δὲ μὴ εἰσέλϑωσιν εἰς αὐτὴν διὰ ϖολλῶν γενεῶν, ȣ̓δὲ μὴ διέλϑωσιν αὐτὴν Ἄϱαϐες, ȣ̓δὲ ϖοιμένες ȣ̓ μὴ ἀναϖαύσωνται ἐν αὐτῇ·

13:21 ϗ ἀναϖαύσονται ἐϰεῖ ϑηϱία, ϗ ἐμϖλησϑήσονται αἱ οἰϰίαι ἤχȣ, ϗ ἀναϖαύσονται ἐϰεῖ σειϱῆνες, ϗ δαιμόνια ἐϰεῖ ὀϱχήσονται,

13:22 ϗ ὀνοϰένταυϱοι ἐϰεῖ ϰατοιϰήσȣσιν, ϗ νοσσοϖοιήσȣσιν ἐχῖνοι ἐν τοῖς οἴϰοις αὐτῶν· ταχὺ ἔϱχεται ϗ ȣ̓ χϱονιεῖ.

14:1 Ϗ ἐλεήσει ϰύϱιος τὸν Ιαϰωϐ ϗ ἐϰλέξεται ἔτι τὸν Ισϱαηλ, ϗ ἀναϖαύσονται ἐϖὶ τῆς γῆς αὐτῶν, ϗ ὁ γιώϱας ϖϱοϛεϑήσεται ϖϱὸς αὐτȣ̀ς ϗ ϖϱοϛεϑήσεται ϖϱὸς τὸν οἶϰον Ιαϰωϐ,

14:2 ϗ λήμψονται αὐτȣ̀ς ἔϑνη ϗ εἰσάξȣσιν εἰς τὸν τόϖον αὐτῶν, ϗ ϰαταϰληϱονομήσȣσιν ϗ ϖληϑυνϑήσονται ἐϖὶ τῆς γῆς τȣ̃ ϑεȣ̃ εἰς δȣ́λȣς ϗ δȣ́λας· ϗ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτȣ́ς, ϗ ϰυϱιευϑήσονται οἱ ϰυϱιεύσαντες αὐτῶν.

14:3 Ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἀναϖαύσει σε ὁ ϑεὸς ἐϰ τῆς ὀδύνης ϗ τȣ̃ ϑυμȣ̃ σȣ ϗ τῆς δȣλείας σȣ τῆς σϰληϱᾶς, ἧς ἐδȣ́λευσας αὐτοῖς.

14:4 ϗ λήμψῃ τὸν ϑϱῆνον τȣ̃τον ἐϖὶ τὸν ϐασιλέα Βαϐυλῶνος ϗ ἐϱεῖς ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ Πῶς ἀναϖέϖαυται ὁ ἀϖαιτῶν ϗ ἀναϖέϖαυται ὁ ἐϖισϖȣδαϛής;

14:5 συνέτϱιψεν ὁ ϑεὸς τὸν ζυγὸν τῶν ἁμαϱτωλῶν, τὸν ζυγὸν τῶν ἀϱχόντων·

14:6 ϖατάξας ἔϑνος ϑυμῷ ϖληγῇ ἀνιάτῳ, ϖαίων ἔϑνος ϖληγὴν ϑυμȣ̃, ἣ ȣ̓ϰ ἐφείσατο,

14:7 ἀνεϖαύσατο ϖεϖοιϑώς. ϖᾶσα ἡ γῆ ϐοᾷ μετ’ εὐφϱοσύνης,

14:8 ϗ τὰ ξύλα τȣ̃ Λιϐάνȣ εὐφϱάνϑησαν ἐϖὶ σοὶ ϗ ἡ ϰέδϱος τȣ̃ Λιϐάνȣ Ἀφ ȣ̔͂ σὺ ϰεϰοίμησαι, ȣ̓ϰ ἀνέϐη ὁ ϰόϖτων ἡμᾶς.

14:9 ὁ ᾅδης ϰάτωϑεν ἐϖιϰϱάνϑη συναντήσας σοι, συνηγέϱϑησάν σοι ϖάντες οἱ γίγαντες οἱ ἄϱξαντες τῆς γῆς οἱ ἐγείϱαντες ἐϰ τῶν ϑϱόνων αὐτῶν ϖάντας ϐασιλεῖς ἐϑνῶν.

14:10 ϖάντες ἀϖοϰϱιϑήσονται ϗ ἐϱȣ̃σίν σοι Ϗ σὺ ἑάλως ὥσϖεϱ ϗ ἡμεῖς, ἐν ἡμῖν δὲ ϰατελογίσϑης.

14:11 ϰατέϐη δὲ εἰς ᾅδȣ ἡ δόξα σȣ, ἡ ϖολλή σȣ εὐφϱοσύνη· ὑϖοϰάτω σȣ ϛϱώσȣσιν σῆψιν, ϗ τὸ ϰαταϰάλυμμά σȣ σϰώληξ.

14:12 ϖῶς ἐξέϖεσεν ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ὁ ἑωσφόϱος ὁ ϖϱωῒ ἀνατέλλων; συνετϱίϐη εἰς τὴν γῆν ὁ ἀϖοϛέλλων ϖϱὸς ϖάντα τὰ ἔϑνη.

14:13 σὺ δὲ εἶϖας ἐν τῇ διανοίᾳ σȣ Εἰς τὸν ȣ̓ϱανὸν ἀναϐήσομαι, ἐϖάνω τῶν ἄϛϱων τȣ̃ ȣ̓ϱανȣ̃ ϑήσω τὸν ϑϱόνον μȣ, ϰαϑιῶ ἐν ὄϱει ὑψηλῷ ἐϖὶ τὰ ὄϱη τὰ ὑψηλὰ τὰ ϖϱὸς ϐοϱϱᾶν,

14:14 ἀναϐήσομαι ἐϖάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίϛῳ.

14:15 νῦν δὲ εἰς ᾅδȣ ϰαταϐήσῃ ϗ εἰς τὰ ϑεμέλια τῆς γῆς.

14:16 οἱ ἰδόντες σε ϑαυμάσȣσιν ἐϖὶ σοὶ ϗ ἐϱȣ̃σιν Ȣ̔͂τος ὁ ἄνϑϱωϖος ὁ ϖαϱοξύνων τὴν γῆν, σείων ϐασιλεῖς;

14:17 ὁ ϑεὶς τὴν οἰϰȣμένην ὅλην ἔϱημον ϗ τὰς ϖόλεις ϰαϑεῖλεν, τȣ̀ς ἐν ἐϖαγωγῇ ȣ̓ϰ ἔλυσεν.

14:18 ϖάντες οἱ ϐασιλεῖς τῶν ἐϑνῶν ἐϰοιμήϑησαν ἐν τιμῇ, ἄνϑϱωϖος ἐν τῷ οἴϰῳ αὐτȣ̃·

14:19 σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄϱεσιν ὡς νεϰϱὸς ἐϐδελυγμένος μετὰ ϖολλῶν τεϑνηϰότων ἐϰϰεϰεντημένων μαχαίϱαις ϰαταϐαινόντων εἰς ᾅδȣ. ὃν τϱόϖον ἱμάτιον ἐν αἵματι ϖεφυϱμένον ȣ̓ϰ ἔϛαι ϰαϑαϱόν,

14:20 ȣ̔́τως ȣ̓δὲ σὺ ἔσῃ ϰαϑαϱός, διότι τὴν γῆν μȣ ἀϖώλεσας ϗ τὸν λαόν μȣ ἀϖέϰτεινας· ȣ̓ μὴ μείνῃς εἰς τὸν αἰῶνα χϱόνον, σϖέϱμα ϖονηϱόν.

14:21 ἑτοίμασον τὰ τέϰνα σȣ σφαγῆναι ταῖς ἁμαϱτίαις τȣ̃ ϖατϱός σȣ, ἵνα μὴ ἀναϛῶσιν ϗ τὴν γῆν ϰληϱονομήσωσιν ϗ ἐμϖλήσωσι τὴν γῆν ϖόλεων.

14:22 Ϗ ἐϖαναϛήσομαι αὐτοῖς, λέγει ϰύϱιος σαϐαωϑ, ϗ ἀϖολῶ αὐτῶν ὄνομα ϗ ϰατάλειμμα ϗ σϖέϱμα – τάδε λέγει ϰύϱιος –

14:23 ϗ ϑήσω τὴν Βαϐυλωνίαν ἔϱημον ὥϛε ϰατοιϰεῖν ἐχίνȣς, ϗ ἔϛαι εἰς ȣ̓δέν· ϗ ϑήσω αὐτὴν ϖηλȣ̃ ϐάϱαϑϱον εἰς ἀϖώλειαν. –

14:24 τάδε λέγει ϰύϱιος σαϐαωϑ Ὃν τϱόϖον εἴϱηϰα, ȣ̔́τως ἔϛαι, ϗ ὃν τϱόϖον ϐεϐȣ́λευμαι, ȣ̔́τως μενεῖ,

14:25 τȣ̃ ἀϖολέσαι τȣ̀ς Ἀσσυϱίȣς ἀϖὸ τῆς γῆς τῆς ἐμῆς ϗ ἀϖὸ τῶν ὀϱέων μȣ, ϗ ἔσονται εἰς ϰαταϖάτημα, ϗ ἀφαιϱεϑήσεται ἀϖ’ αὐτῶν ὁ ζυγὸς αὐτῶν, ϗ τὸ ϰῦδος αὐτῶν ἀϖὸ τῶν ὤμων ἀφαιϱεϑήσεται.

14:26 αὕτη ἡ ϐȣλή, ἣν ϐεϐȣ́λευται ϰύϱιος ἐϖὶ τὴν οἰϰȣμένην ὅλην, ϗ αὕτη ἡ χεὶϱ ἡ ὑψηλὴ ἐϖὶ ϖάντα τὰ ἔϑνη τῆς οἰϰȣμένης.

14:27 ἃ γὰϱ ὁ ϑεὸς ὁ ἅγιος ϐεϐȣ́λευται, τίς διασϰεδάσει; ϗ τὴν χεῖϱα τὴν ὑψηλὴν τίς ἀϖοϛϱέψει;

14:28 Τȣ̃ ἔτȣς, ȣ̔͂ ἀϖέϑανεν Αχαζ ὁ ϐασιλεύς, ἐγενήϑη τὸ ῥῆμα τȣ̃το.

14:29 Μὴ εὐφϱανϑείητε, ϖάντες οἱ ἀλλόφυλοι, συνετϱίϐη γὰϱ ὁ ζυγὸς τȣ̃ ϖαίοντος ὑμᾶς· ἐϰ γὰϱ σϖέϱματος ὄφεων ἐξελεύσεται ἔϰγονα ἀσϖίδων, ϗ τὰ ἔϰγονα αὐτῶν ἐξελεύσονται ὄφεις ϖετόμενοι.

14:30 ϗ ϐοσϰηϑήσονται ϖτωχοὶ δι’ αὐτȣ̃, ϖτωχοὶ δὲ ἄνδϱες ἐϖ’ εἰϱήνης ἀναϖαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σϖέϱμα σȣ ϗ τὸ ϰατάλειμμά σȣ ἀνελεῖ.

14:31 ὀλολύζετε, ϖύλαι ϖόλεων, ϰεϰϱαγέτωσαν ϖόλεις τεταϱαγμέναι, οἱ ἀλλόφυλοι ϖάντες, ὅτι ϰαϖνὸς ἀϖὸ ϐοϱϱᾶ ἔϱχεται, ϗ ȣ̓ϰ ἔϛιν τȣ̃ εἶναι.

14:32 ϗ τί ἀϖοϰϱιϑήσονται ϐασιλεῖς ἐϑνῶν; ὅτι ϰύϱιος ἐϑεμελίωσεν Σιων, ϗ δι’ αὐτȣ̃ σωϑήσονται οἱ ταϖεινοὶ τȣ̃ λαȣ̃.

15:1 Τὸ ῥῆμα τὸ ϰατὰ τῆς Μωαϐίτιδος. Νυϰτὸς ἀϖολεῖται ἡ Μωαϐῖτις, νυϰτὸς γὰϱ ἀϖολεῖται τὸ τεῖχος τῆς Μωαϐίτιδος.

15:2 λυϖεῖσϑε ἐφ’ ἑαυτοῖς, ἀϖολεῖται γὰϱ ϗ Δηϐων· ȣ̔͂ ὁ ϐωμὸς ὑμῶν, ἐϰεῖ ἀναϐήσεσϑε ϰλαίειν· ἐϖὶ Ναϐαυ τῆς Μωαϐίτιδος ὀλολύζετε ἐϖὶ ϖάσης ϰεφαλῆς φαλάϰϱωμα, ϖάντες ϐϱαχίονες ϰατατετμημένοι·

15:3 ἐν ταῖς ϖλατείαις αὐτῆς ϖεϱιζώσασϑε σάϰϰȣς ϗ ϰόϖτεσϑε, ἐϖὶ τῶν δωμάτων αὐτῆς ϗ ἐν ταῖς ῥύμαις αὐτῆς ϖάντες ὀλολύζετε μετὰ ϰλαυϑμȣ̃.

15:4 ὅτι ϰέϰϱαγεν Εσεϐων ϗ Ελεαλη, ἕως Ιασσα ἠϰȣ́σϑη ἡ φωνὴ αὐτῶν· διὰ τȣ̃το ἡ ὀσφὺς τῆς Μωαϐίτιδος ϐοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

15:5 ἡ ϰαϱδία τῆς Μωαϐίτιδος ϐοᾷ ἐν αὐτῇ ἕως Σηγωϱ, δάμαλις γάϱ ἐϛιν τϱιετής· ἐϖὶ δὲ τῆς ἀναϐάσεως τῆς Λȣιϑ ϖϱὸς σὲ ϰλαίοντες ἀναϐήσονται, τῇ ὁδῷ Αϱωνιιμ ϐοᾷ σύντϱιμμα ϗ σεισμός.

15:6 τὸ ὕδωϱ τῆς Νεμϱιμ ἔϱημον ἔϛαι, ϗ ὁ χόϱτος αὐτῆς ἐϰλείψει· χόϱτος γὰϱ χλωϱὸς ȣ̓ϰ ἔϛαι.

15:7 μὴ ϗ ȣ̔́τως μέλλει σωϑῆναι; ἐϖάξω γὰϱ ἐϖὶ τὴν φάϱαγγα Ἄϱαϐας, ϗ λήμψονται αὐτήν.

15:8 συνῆψεν γὰϱ ἡ ϐοὴ τὸ ὅϱιον τῆς Μωαϐίτιδος τῆς Αγαλλιμ, ϗ ὀλολυγμὸς αὐτῆς ἕως τȣ̃ φϱέατος τȣ̃ Αιλιμ.

15:9 τὸ δὲ ὕδωϱ τὸ Ρεμμων ϖλησϑήσεται αἵματος· ἐϖάξω γὰϱ ἐϖὶ Ρεμμων Ἄϱαϐας ϗ ἀϱῶ τὸ σϖέϱμα Μωαϐ ϗ Αϱιηλ ϗ τὸ ϰατάλοιϖον Αδαμα.

16:1 Ἀϖοϛελῶ ὡς ἑϱϖετὰ ἐϖὶ τὴν γῆν· μὴ ϖέτϱα ἔϱημός ἐϛιν τὸ ὄϱος Σιων;

16:2 ἔσῃ γὰϱ ὡς ϖετεινȣ̃ ἀνιϖταμένȣ νεοσσὸς ἀφῃϱημένος, ϑύγατεϱ Μωαϐ. ἔϖειτα δέ, Αϱνων,

16:3 ϖλείονα ϐȣλεύȣ, ϖοιεῖτε σϰέϖην ϖένϑȣς αὐτῇ διὰ ϖαντός· ἐν μεσημϐϱινῇ σϰοτίᾳ φεύγȣσιν, ἐξέϛησαν, μὴ ἀϖαχϑῇς.

16:4 ϖαϱοιϰήσȣσίν σοι οἱ φυγάδες Μωαϐ, ἔσονται σϰέϖη ὑμῖν ἀϖὸ ϖϱοσώϖȣ διώϰοντος, ὅτι ἤϱϑη ἡ συμμαχία σȣ, ϗ ὁ ἄϱχων ἀϖώλετο ὁ ϰαταϖατῶν ἐϖὶ τῆς γῆς.

16:5 ϗ διοϱϑωϑήσεται μετ’ ἐλέȣς ϑϱόνος, ϗ ϰαϑίεται ἐϖ’ αὐτȣ̃ μετὰ ἀληϑείας ἐν σϰηνῇ Δαυιδ ϰϱίνων ϗ ἐϰζητῶν ϰϱίμα ϗ σϖεύδων διϰαιοσύνην.

16:6 Ἠϰȣ́σαμεν τὴν ὕϐϱιν Μωαϐ, ὑϐϱιϛὴς σφόδϱα, τὴν ὑϖεϱηφανίαν ἐξῆϱας. ȣ̓χ ȣ̔́τως ἡ μαντεία σȣ,

16:7 ȣ̓χ ȣ̔́τως. ὀλολύξει Μωαϐ, ἐν γὰϱ τῇ Μωαϐίτιδι ϖάντες ὀλολύξȣσιν· τοῖς ϰατοιϰȣ̃σιν Δεσεϑ μελετήσεις ϗ ȣ̓ϰ ἐντϱαϖήσῃ.

16:8 τὰ ϖεδία Εσεϐων ϖενϑήσει, ἄμϖελος Σεϐαμα· ϰαταϖίνοντες τὰ ἔϑνη ϰαταϖατήσατε τὰς ἀμϖέλȣς αὐτῆς ἕως Ιαζηϱ· ȣ̓ μὴ συνάψητε, ϖλανήϑητε τὴν ἔϱημον· οἱ ἀϖεϛαλμένοι ἐγϰατελείφϑησαν, διέϐησαν γὰϱ τὴν ἔϱημον.

16:9 διὰ τȣ̃το ϰλαύσομαι ὡς τὸν ϰλαυϑμὸν Ιαζηϱ ἄμϖελον Σεϐαμα· τὰ δένδϱα σȣ ϰατέϐαλεν, Εσεϐων ϗ Ελεαλη, ὅτι ἐϖὶ τῷ ϑεϱισμῷ ϗ ἐϖὶ τῷ τϱυγήτῳ σȣ ϰαταϖατήσω, ϗ ϖάντα ϖεσȣ̃νται.

16:10 ϗ ἀϱϑήσεται εὐφϱοσύνη ϗ ἀγαλλίαμα ἐϰ τῶν ἀμϖελώνων σȣ, ϗ ἐν τοῖς ἀμϖελῶσίν σȣ ȣ̓ μὴ εὐφϱανϑήσονται ϗ ȣ̓ μὴ ϖατήσȣσιν οἶνον εἰς τὰ ὑϖολήνια, ϖέϖαυται γάϱ.

16:11 διὰ τȣ̃το ἡ ϰοιλία μȣ ἐϖὶ Μωαϐ ὡς ϰιϑάϱα ἠχήσει, ϗ τὰ ἐντός μȣ ὡσεὶ τεῖχος, ὃ ἐνεϰαίνισας.

16:12 ϗ ἔϛαι εἰς τὸ ἐντϱαϖῆναί σε, ὅτι ἐϰοϖίασεν Μωαϐ ἐϖὶ τοῖς ϐωμοῖς ϗ εἰσελεύσεται εἰς τὰ χειϱοϖοίητα αὐτῆς ὥϛε ϖϱοσεύξασϑαι, ϗ ȣ̓ μὴ δύνηται ἐξελέσϑαι αὐτόν.

16:13 Τȣ̃το τὸ ῥῆμα, ὃ ἐλάλησεν ϰύϱιος ἐϖὶ Μωαϐ, ὁϖότε ϗ ἐλάλησεν.

16:14 ϗ νῦν λέγω Ἐν τϱισὶν ἔτεσιν ἐτῶν μισϑωτȣ̃ ἀτιμασϑήσεται ἡ δόξα Μωαϐ ἐν ϖαντὶ τῷ ϖλȣ́τῳ τῷ ϖολλῷ, ϗ ϰαταλειφϑήσεται ὀλιγοϛὸς ϗ ȣ̓ϰ ἔντιμος.

17:1 Τὸ ῥῆμα τὸ ϰατὰ Δαμασϰȣ̃. Ἰδȣ̀ Δαμασϰὸς ἀϱϑήσεται ἀϖὸ ϖόλεων ϗ ἔϛαι εἰς ϖτῶσιν,

17:2 ϰαταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς ϰοίτην ϖοιμνίων ϗ ἀνάϖαυσιν, ϗ ȣ̓ϰ ἔϛαι ὁ διώϰων.

17:3 ϗ ȣ̓ϰέτι ἔϛαι ὀχυϱὰ τȣ̃ ϰαταφυγεῖν Εφϱαιμ, ϗ ȣ̓ϰέτι ἔϛαι ϐασιλεία ἐν Δαμασϰῷ, ϗ τὸ λοιϖὸν τῶν Σύϱων ἀϖολεῖται· ȣ̓ γὰϱ σὺ ϐελτίων εἶ τῶν υἱῶν Ισϱαηλ ϗ τῆς δόξης αὐτῶν· τάδε λέγει ϰύϱιος σαϐαωϑ.

17:4 Ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϰλειψις τῆς δόξης Ιαϰωϐ, ϗ τὰ ϖίονα τῆς δόξης αὐτȣ̃ σεισϑήσεται.

17:5 ϗ ἔϛαι ὃν τϱόϖον ἐάν τις συναγάγῃ ἀμητὸν ἑϛηϰότα ϗ σϖέϱμα ϛαχύων ἐν τῷ ϐϱαχίονι αὐτȣ̃ ἀμήσῃ, ϗ ἔϛαι ὃν τϱόϖον ἐάν τις συναγάγῃ ϛάχυν ἐν φάϱαγγι ϛεϱεᾷ

17:6 ϗ ϰαταλειφϑῇ ἐν αὐτῇ ϰαλάμη ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τϱεῖς ἐϖ’ ἄϰϱȣ μετεώϱȣ ἢ τέσσαϱες ἢ ϖέντε ἐϖὶ τῶν ϰλάδων αὐτῶν ϰαταλειφϑῇ· τάδε λέγει ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ.

17:7 τῇ ἡμέϱᾳ ἐϰείνῃ ϖεϖοιϑὼς ἔϛαι ἄνϑϱωϖος ἐϖὶ τῷ ϖοιήσαντι αὐτόν, οἱ δὲ ὀφϑαλμοὶ αὐτȣ̃ εἰς τὸν ἅγιον τȣ̃ Ισϱαηλ ἐμϐλέψονται,

17:8 ϗ ȣ̓ μὴ ϖεϖοιϑότες ὦσιν ἐϖὶ τοῖς ϐωμοῖς ȣ̓δὲ ἐϖὶ τοῖς ἔϱγοις τῶν χειϱῶν αὐτῶν, ἃ ἐϖοίησαν οἱ δάϰτυλοι αὐτῶν, ϗ ȣ̓ϰ ὄψονται τὰ δένδϱα αὐτῶν ȣ̓δὲ τὰ ϐδελύγματα αὐτῶν.

17:9 τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔσονται αἱ ϖόλεις σȣ ἐγϰαταλελειμμέναι, ὃν τϱόϖον ἐγϰατέλιϖον οἱ Αμοϱϱαῖοι ϗ οἱ Ευαῖοι ἀϖὸ ϖϱοσώϖȣ τῶν υἱῶν Ισϱαηλ, ϗ ἔσονται ἔϱημοι,

17:10 διότι ϰατέλιϖες τὸν ϑεὸν τὸν σωτῆϱά σȣ ϗ ϰυϱίȣ τȣ̃ ϐοηϑȣ̃ σȣ ȣ̓ϰ ἐμνήσϑης. διὰ τȣ̃το φυτεύσεις φύτευμα ἄϖιϛον ϗ σϖέϱμα ἄϖιϛον·

17:11 τῇ δὲ ἡμέϱᾳ, ᾗ ἂν φυτεύσῃς, ϖλανηϑήσῃ· τὸ δὲ ϖϱωί, ἐὰν σϖείϱῃς, ἀνϑήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέϱᾳ ϰληϱώσῃ, ϗ ὡς ϖατὴϱ ἀνϑϱώϖȣ ϰληϱώσῃ τοῖς υἱοῖς σȣ.

17:12 Ȣ̓αὶ ϖλῆϑος ἐϑνῶν ϖολλῶν· ὡς ϑάλασσα ϰυμαίνȣσα ȣ̔́τως ταϱαχϑήσεσϑε, ϗ νῶτος ἐϑνῶν ϖολλῶν ὡς ὕδωϱ ἠχήσει.

17:13 ὡς ὕδωϱ ϖολὺ ἔϑνη ϖολλά, ὡς ὕδατος ϖολλȣ̃ ϐίᾳ ϰαταφεϱομένȣ· ϗ ἀϖοσϰοϱαϰιεῖ αὐτὸν ϗ ϖόϱϱω αὐτὸν διώξεται ὡς χνȣ̃ν ἀχύϱȣ λιϰμώντων ἀϖέναντι ἀνέμȣ ϗ ὡς ϰονιοϱτὸν τϱοχȣ̃ ϰαταιγὶς φέϱȣσα.

17:14 ϖϱὸς ἑσϖέϱαν ἔϛαι ϖένϑος, ϖϱὶν ἢ ϖϱωῒ ϗ ȣ̓ϰ ἔϛαι. αὕτη ἡ μεϱὶς τῶν ὑμᾶς ϖϱονομευσάντων ϗ ϰληϱονομία τοῖς ὑμᾶς ϰληϱονομήσασιν.

18:1 Ȣ̓αὶ γῆς ϖλοίων ϖτέϱυγες ἐϖέϰεινα ϖοταμῶν Αἰϑιοϖίας,

18:2 ὁ ἀϖοϛέλλων ἐν ϑαλάσσῃ ὅμηϱα ϗ ἐϖιϛολὰς ϐυϐλίνας ἐϖάνω τȣ̃ ὕδατος· ϖοϱεύσονται γὰϱ ἄγγελοι ϰȣ̃φοι ϖϱὸς ἔϑνος μετέωϱον ϗ ξένον λαὸν ϗ χαλεϖόν, τίς αὐτȣ̃ ἐϖέϰεινα; ἔϑνος ἀνέλϖιϛον ϗ ϰαταϖεϖατημένον. νῦν οἱ ϖοταμοὶ τῆς γῆς

18:3 ϖάντες ὡς χώϱα ϰατοιϰȣμένη· ϰατοιϰηϑήσεται ἡ χώϱα αὐτῶν ὡσεὶ σημεῖον ἀϖὸ ὄϱȣς ἀϱϑῇ, ὡς σάλϖιγγος φωνὴ ἀϰȣϛὸν ἔϛαι.

18:4 ὅτι ȣ̔́τως εἶϖέν μοι ϰύϱιος Ἀσφάλεια ἔϛαι ἐν τῇ ἐμῇ ϖόλει ὡς φῶς ϰαύματος μεσημϐϱίας, ϗ ὡς νεφέλη δϱόσȣ ἡμέϱας ἀμήτȣ ἔϛαι.

18:5 ϖϱὸ τȣ̃ ϑεϱισμȣ̃, ὅταν συντελεσϑῇ ἄνϑος ϗ ὄμφαξ ἀνϑήσῃ ἄνϑος ὀμφαϰίζȣσα, ϗ ἀφελεῖ τὰ ϐοτϱύδια τὰ μιϰϱὰ τοῖς δϱεϖάνοις ϗ τὰς ϰληματίδας ἀφελεῖ ϗ ϰαταϰόψει

18:6 ϗ ϰαταλείψει ἅμα τοῖς ϖετεινοῖς τȣ̃ ȣ̓ϱανȣ̃ ϗ τοῖς ϑηϱίοις τῆς γῆς, ϗ συναχϑήσεται ἐϖ’ αὐτȣ̀ς τὰ ϖετεινὰ τȣ̃ ȣ̓ϱανȣ̃, ϗ ϖάντα τὰ ϑηϱία τῆς γῆς ἐϖ’ αὐτὸν ἥξει.

18:7 ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ἀνενεχϑήσεται δῶϱα ϰυϱίῳ σαϐαωϑ ἐϰ λαȣ̃ τεϑλιμμένȣ ϗ τετιλμένȣ ϗ ἀϖὸ λαȣ̃ μεγάλȣ ἀϖὸ τȣ̃ νῦν ϗ εἰς τὸν αἰῶνα χϱόνον· ἔϑνος ἐλϖίζον ϗ ϰαταϖεϖατημένον, ὅ ἐϛιν ἐν μέϱει ϖοταμȣ̃ τῆς χώϱας αὐτȣ̃, εἰς τὸν τόϖον, ȣ̔͂ τὸ ὄνομα ϰυϱίȣ σαϐαωϑ ἐϖεϰλήϑη, ὄϱος Σιων.

19:1 Ὅϱασις Αἰγύϖτȣ. Ἰδȣ̀ ϰύϱιος ϰάϑηται ἐϖὶ νεφέλης ϰȣ́φης ϗ ἥξει εἰς Αἴγυϖτον, ϗ σεισϑήσεται τὰ χειϱοϖοίητα Αἰγύϖτȣ ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃, ϗ ἡ ϰαϱδία αὐτῶν ἡττηϑήσεται ἐν αὐτοῖς.

19:2 ϗ ἐϖεγεϱϑήσονται Αἰγύϖτιοι ἐϖ’ Αἰγυϖτίȣς, ϗ ϖολεμήσει ἄνϑϱωϖος τὸν ἀδελφὸν αὐτȣ̃ ϗ ἄνϑϱωϖος τὸν ϖλησίον αὐτȣ̃, ϖόλις ἐϖὶ ϖόλιν ϗ νομὸς ἐϖὶ νομόν.

19:3 ϗ ταϱαχϑήσεται τὸ ϖνεῦμα τῶν Αἰγυϖτίων ἐν αὐτοῖς, ϗ τὴν ϐȣλὴν αὐτῶν διασϰεδάσω, ϗ ἐϖεϱωτήσȣσιν τȣ̀ς ϑεȣ̀ς αὐτῶν ϗ τὰ ἀγάλματα αὐτῶν ϗ τȣ̀ς ἐϰ τῆς γῆς φωνȣ̃ντας ϗ τȣ̀ς ἐγγαϛϱιμύϑȣς.

19:4 ϗ ϖαϱαδώσω Αἴγυϖτον εἰς χεῖϱας ἀνϑϱώϖων ϰυϱίων σϰληϱῶν, ϗ ϐασιλεῖς σϰληϱοὶ ϰυϱιεύσȣσιν αὐτῶν· τάδε λέγει ϰύϱιος σαϐαωϑ.

19:5 ϗ ϖίονται οἱ Αἰγύϖτιοι ὕδωϱ τὸ ϖαϱὰ ϑάλασσαν, ὁ δὲ ϖοταμὸς ἐϰλείψει ϗ ξηϱανϑήσεται·

19:6 ϗ ἐϰλείψȣσιν οἱ ϖοταμοὶ ϗ αἱ διώϱυγες τȣ̃ ϖοταμȣ̃, ϗ ξηϱανϑήσεται ϖᾶσα συναγωγὴ ὕδατος ϗ ἐν ϖαντὶ ἕλει ϰαλάμȣ ϗ ϖαϖύϱȣ·

19:7 ϗ τὸ ἄχι τὸ χλωϱὸν ϖᾶν τὸ ϰύϰλῳ τȣ̃ ϖοταμȣ̃ ϗ ϖᾶν τὸ σϖειϱόμενον διὰ τȣ̃ ϖοταμȣ̃ ξηϱανϑήσεται ἀνεμόφϑοϱον.

19:8 ϗ ϛενάξȣσιν οἱ ἁλεεῖς, ϗ ϛενάξȣσιν ϖάντες οἱ ϐάλλοντες ἄγϰιϛϱον εἰς τὸν ϖοταμόν, ϗ οἱ ϐάλλοντες σαγήνας ϗ οἱ ἀμφιϐολεῖς ϖενϑήσȣσιν.

19:9 ϗ αἰσχύνη λήμψεται τȣ̀ς ἐϱγαζομένȣς τὸ λίνον τὸ σχιϛὸν ϗ τȣ̀ς ἐϱγαζομένȣς τὴν ϐύσσον,

19:10 ϗ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, ϗ ϖάντες οἱ τὸν ζῦϑον ϖοιȣ̃ντες λυϖηϑήσονται ϗ τὰς ψυχὰς ϖονέσȣσιν.

19:11 ϗ μωϱοὶ ἔσονται οἱ ἄϱχοντες Τάνεως· οἱ σοφοὶ σύμϐȣλοι τȣ̃ ϐασιλέως, ἡ ϐȣλὴ αὐτῶν μωϱανϑήσεται. ϖῶς ἐϱεῖτε τῷ ϐασιλεῖ ϒἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ ϐασιλέων τῶν ἐξ ἀϱχῆς;

19:12 ϖȣ̃ εἰσιν νῦν οἱ σοφοί σȣ; ϗ ἀναγγειλάτωσάν σοι ϗ εἰϖάτωσαν τί ϐεϐȣ́λευται ϰύϱιος σαϐαωϑ ἐϖ’ Αἴγυϖτον.

19:13 ἐξέλιϖον οἱ ἄϱχοντες Τάνεως, ϗ ὑψώϑησαν οἱ ἄϱχοντες Μέμφεως, ϗ ϖλανήσȣσιν Αἴγυϖτον ϰατὰ φυλάς.

19:14 ϰύϱιος γὰϱ ἐϰέϱασεν αὐτοῖς ϖνεῦμα ϖλανήσεως, ϗ ἐϖλάνησαν Αἴγυϖτον ἐν ϖᾶσι τοῖς ἔϱγοις αὐτῶν, ὡς ϖλανᾶται ὁ μεϑύων ϗ ὁ ἐμῶν ἅμα.

19:15 ϗ ȣ̓ϰ ἔϛαι τοῖς Αἰγυϖτίοις ἔϱγον, ὃ ϖοιήσει ϰεφαλὴν ϗ ȣ̓ϱάν, ἀϱχὴν ϗ τέλος.

19:16 Τῇ δὲ ἡμέϱᾳ ἐϰείνῃ ἔσονται οἱ Αἰγύϖτιοι ὡς γυναῖϰες ἐν φόϐῳ ϗ ἐν τϱόμῳ ἀϖὸ ϖϱοσώϖȣ τῆς χειϱὸς ϰυϱίȣ σαϐαωϑ, ἣν αὐτὸς ἐϖιϐαλεῖ αὐτοῖς.

19:17 ϗ ἔϛαι ἡ χώϱα τῶν Ιȣδαίων τοῖς Αἰγυϖτίοις εἰς φόϐητϱον· ϖᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοϐηϑήσονται διὰ τὴν ϐȣλήν, ἣν ϐεϐȣ́λευται ϰύϱιος ἐϖ’ αὐτήν. –

19:18 τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔσονται ϖέντε ϖόλεις ἐν Αἰγύϖτῳ λαλȣ̃σαι τῇ γλώσσῃ τῇ Χανανίτιδι ϗ ὀμνύȣσαι τῷ ὀνόματι ϰυϱίȣ· Πόλις – ασεδεϰ ϰληϑήσεται ἡ μία ϖόλις. –

19:19 τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϛαι ϑυσιαϛήϱιον τῷ ϰυϱίῳ ἐν χώϱᾳ Αἰγυϖτίων ϗ ϛήλη ϖϱὸς τὸ ὅϱιον αὐτῆς τῷ ϰυϱίῳ

19:20 ϗ ἔϛαι εἰς σημεῖον εἰς τὸν αἰῶνα ϰυϱίῳ ἐν χώϱᾳ Αἰγύϖτȣ, ὅτι ϰεϰϱάξονται ϖϱὸς ϰύϱιον διὰ τȣ̀ς ϑλίϐοντας αὐτȣ́ς, ϗ ἀϖοϛελεῖ αὐτοῖς ϰύϱιος ἄνϑϱωϖον, ὃς σώσει αὐτȣ́ς, ϰϱίνων σώσει αὐτȣ́ς.

19:21 ϗ γνωϛὸς ἔϛαι ϰύϱιος τοῖς Αἰγυϖτίοις, ϗ γνώσονται οἱ Αἰγύϖτιοι τὸν ϰύϱιον ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϗ ϖοιήσȣσιν ϑυσίας ϗ εὔξονται εὐχὰς τῷ ϰυϱίῳ ϗ ἀϖοδώσȣσιν.

19:22 ϗ ϖατάξει ϰύϱιος τȣ̀ς Αἰγυϖτίȣς ϖληγῇ μεγάλῃ ϗ ἰάσεται αὐτȣ̀ς ἰάσει, ϗ ἐϖιϛϱαφήσονται ϖϱὸς ϰύϱιον, ϗ εἰσαϰȣ́σεται αὐτῶν ϗ ἰάσεται αὐτȣ́ς. –

19:23 τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϛαι ὁδὸς Αἰγύϖτȣ ϖϱὸς Ἀσσυϱίȣς, ϗ εἰσελεύσονται Ἀσσύϱιοι εἰς Αἴγυϖτον, ϗ Αἰγύϖτιοι ϖοϱεύσονται ϖϱὸς Ἀσσυϱίȣς, ϗ δȣλεύσȣσιν οἱ Αἰγύϖτιοι τοῖς Ἀσσυϱίοις. –

19:24 τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϛαι Ισϱαηλ τϱίτος ἐν τοῖς Ἀσσυϱίοις ϗ ἐν τοῖς Αἰγυϖτίοις εὐλογημένος ἐν τῇ γῇ,

19:25 ἣν εὐλόγησεν ϰύϱιος σαϐαωϑ λέγων Εὐλογημένος ὁ λαός μȣ ὁ ἐν Αἰγύϖτῳ ϗ ὁ ἐν Ἀσσυϱίοις ϗ ἡ ϰληϱονομία μȣ Ισϱαηλ.

20:1 Τȣ̃ ἔτȣς ȣ̔͂ εἰσῆλϑεν Ταναϑαν εἰς Ἄζωτον, ἡνίϰα ἀϖεϛάλη ὑϖὸ Αϱνα ϐασιλέως Ἀσσυϱίων ϗ ἐϖολέμησεν τὴν Ἄζωτον ϗ ϰατελάϐετο αὐτήν,

20:2 τότε ἐλάλησεν ϰύϱιος ϖϱὸς Ησαιαν λέγων Ποϱεύȣ ϗ ἄφελε τὸν σάϰϰον ἀϖὸ τῆς ὀσφύος σȣ ϗ τὰ σανδάλιά σȣ ὑϖόλυσαι ἀϖὸ τῶν ϖοδῶν σȣ· ϗ ἐϖοίησεν ȣ̔́τως ϖοϱευόμενος γυμνὸς ϗ ἀνυϖόδετος.

20:3 ϗ εἶϖεν ϰύϱιος Ὃν τϱόϖον ϖεϖόϱευται Ησαιας ὁ ϖαῖς μȣ γυμνὸς ϗ ἀνυϖόδετος τϱία ἔτη, ἔϛαι σημεῖα ϗ τέϱατα τοῖς Αἰγυϖτίοις ϗ Αἰϑίοψιν·

20:4 ὅτι ȣ̔́τως ἄξει ϐασιλεὺς Ἀσσυϱίων τὴν αἰχμαλωσίαν Αἰγύϖτȣ ϗ Αἰϑιόϖων, νεανίσϰȣς ϗ ϖϱεσϐύτας, γυμνȣ̀ς ϗ ἀνυϖοδέτȣς ἀναϰεϰαλυμμένȣς τὴν αἰσχύνην Αἰγύϖτȣ.

20:5 ϗ αἰσχυνϑήσονται ἡττηϑέντες οἱ Αἰγύϖτιοι ἐϖὶ τοῖς Αἰϑίοψιν, ἐφ’ οἷς ἦσαν ϖεϖοιϑότες οἱ Αἰγύϖτιοι, ἦσαν γὰϱ αὐτοῖς δόξα.

20:6 ϗ ἐϱȣ̃σιν οἱ ϰατοιϰȣ̃ντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδȣ̀ ἡμεῖς ἦμεν ϖεϖοιϑότες τȣ̃ φυγεῖν εἰς αὐτȣ̀ς εἰς ϐοήϑειαν, οἳ ȣ̓ϰ ἐδύναντο σωϑῆναι ἀϖὸ ϐασιλέως Ασσυϱίων· ϗ ϖῶς ἡμεῖς σωϑησόμεϑα;

21:1 Τὸ ὅϱαμα τῆς ἐϱήμȣ. Ὡς ϰαταιγὶς δι’ ἐϱήμȣ διέλϑοι ἐξ ἐϱήμȣ ἐϱχομένη ἐϰ γῆς, φοϐεϱὸν

21:2 τὸ ὅϱαμα ϗ σϰληϱὸν ἀνηγγέλη μοι. ὁ ἀϑετῶν ἀϑετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐϖ’ ἐμοὶ οἱ Αιλαμῖται, ϗ οἱ ϖϱέσϐεις τῶν Πεϱσῶν ἐϖ’ ἐμὲ ἔϱχονται. νῦν ϛενάξω ϗ ϖαϱαϰαλέσω ἐμαυτόν.

21:3 διὰ τȣ̃το ἐνεϖλήσϑη ἡ ὀσφύς μȣ ἐϰλύσεως, ϗ ὠδῖνες ἔλαϐόν με ὡς τὴν τίϰτȣσαν· ἠδίϰησα τὸ μὴ ἀϰȣ̃σαι, ἐσϖȣ́δασα τὸ μὴ ϐλέϖειν.

21:4 ἡ ϰαϱδία μȣ ϖλανᾶται, ϗ ἡ ἀνομία με ϐαϖτίζει, ἡ ψυχή μȣ ἐφέϛηϰεν εἰς φόϐον.

21:5 ἑτοίμασον τὴν τϱάϖεζαν· ϖίετε, φάγετε· ἀναϛάντες, οἱ ἄϱχοντες, ἑτοιμάσατε ϑυϱεȣ́ς.

21:6 ὅτι ȣ̔́τως εἶϖεν ϰύϱιος ϖϱός με Βαδίσας σεαυτῷ ϛῆσον σϰοϖὸν ϗ ὃ ἂν ἴδῃς ἀνάγγειλον·

21:7 ϗ εἶδον ἀναϐάτας ἱϖϖεῖς δύο, ἀναϐάτην ὄνȣ ϗ ἀναϐάτην ϰαμήλȣ. ἀϰϱόασαι ἀϰϱόασιν ϖολλὴν

21:8 ϗ ϰάλεσον Ȣϱιαν εἰς τὴν σϰοϖιὰν ϰυϱίȣ. ϗ εἶϖεν Ἔϛην διὰ ϖαντὸς ἡμέϱας ϗ ἐϖὶ τῆς ϖαϱεμϐολῆς ἔϛην ὅλην τὴν νύϰτα,

21:9 ϗ ἰδȣ̀ αὐτὸς ἔϱχεται ἀναϐάτης συνωϱίδος. ϗ ἀϖοϰϱιϑεὶς εἶϖεν Πέϖτωϰεν Βαϐυλών, ϗ ϖάντα τὰ ἀγάλματα αὐτῆς ϗ τὰ χειϱοϖοίητα αὐτῆς συνετϱίϐησαν εἰς τὴν γῆν.

21:10 ἀϰȣ́σατε, οἱ ϰαταλελειμμένοι ϗ οἱ ὀδυνώμενοι, ἀϰȣ́σατε ἃ ἤϰȣσα ϖαϱὰ ϰυϱίȣ σαϐαωϑ· ὁ ϑεὸς τȣ̃ Ισϱαηλ ἀνήγγειλεν ἡμῖν.

21:11 Τὸ ὅϱαμα τῆς Ιδȣμαίας. Πϱὸς ἐμὲ ϰαλεῖ ϖαϱὰ τȣ̃ Σηιϱ Φυλάσσετε ἐϖάλξεις.

21:12 φυλάσσω τὸ ϖϱωῒ ϗ τὴν νύϰτα· ἐὰν ζητῇς, ζήτει ϗ ϖαϱ’ ἐμοὶ οἴϰει·

21:13 ἐν τῷ δϱυμῷ ἑσϖέϱας ϰοιμηϑήσῃ ἐν τῇ ὁδῷ Δαιδαν.

21:14 εἰς συνάντησιν διψῶντι ὕδωϱ φέϱετε, οἱ ἐνοιϰȣ̃ντες ἐν χώϱᾳ Θαιμαν, ἄϱτοις συναντᾶτε τοῖς φεύγȣσιν

21:15 διὰ τὸ ϖλῆϑος τῶν φευγόντων ϗ διὰ τὸ ϖλῆϑος τῶν ϖλανωμένων ϗ διὰ τὸ ϖλῆϑος τῆς μαχαίϱας ϗ διὰ τὸ ϖλῆϑος τῶν τοξευμάτων τῶν διατεταμένων ϗ διὰ τὸ ϖλῆϑος τῶν ϖεϖτωϰότων ἐν τῷ ϖολέμῳ.

21:16 ὅτι ȣ̔́τως εἶϖέν μοι ϰύϱιος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισϑωτȣ̃, ἐϰλείψει ἡ δόξα τῶν υἱῶν Κηδαϱ,

21:17 ϗ τὸ ϰατάλοιϖον τῶν τοξευμάτων τῶν ἰσχυϱῶν υἱῶν Κηδαϱ ἔϛαι ὀλίγον, διότι ϰύϱιος ἐλάλησεν ὁ ϑεὸς Ισϱαηλ.

22:1 Τὸ ῥῆμα τῆς φάϱαγγος Σιων. Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέϐητε ϖάντες εἰς δώματα

22:2 μάταια; ἐνεϖλήσϑη ἡ ϖόλις ϐοώντων· οἱ τϱαυματίαι σȣ ȣ̓ τϱαυματίαι μαχαίϱας, ȣ̓δὲ οἱ νεϰϱοί σȣ νεϰϱοὶ ϖολέμȣ.

22:3 ϖάντες οἱ ἄϱχοντές σȣ ϖεφεύγασιν, ϗ οἱ ἁλόντες σϰληϱῶς δεδεμένοι εἰσίν, ϗ οἱ ἰσχύοντες ἐν σοὶ ϖόϱϱω ϖεφεύγασιν.

22:4 διὰ τȣ̃το εἶϖα Ἄφετέ με ϖιϰϱῶς ϰλαύσομαι, μὴ ϰατισχύσητε ϖαϱαϰαλεῖν με ἐϖὶ τὸ σύντϱιμμα τῆς ϑυγατϱὸς τȣ̃ γένȣς μȣ.

22:5 ὅτι ἡμέϱα ταϱαχῆς ϗ ἀϖωλείας ϗ ϰαταϖατήματος ϗ ϖλάνησις ϖαϱὰ ϰυϱίȣ σαϐαωϑ ἐν φάϱαγγι Σιων· ϖλανῶνται ἀϖὸ μιϰϱȣ̃ ἕως μεγάλȣ, ϖλανῶνται ἐϖὶ τὰ ὄϱη.

22:6 οἱ δὲ Αιλαμῖται ἔλαϐον φαϱέτϱας, ἀναϐάται ἄνϑϱωϖοι ἐφ’ ἵϖϖοις ϗ συναγωγὴ ϖαϱατάξεως.

22:7 ϗ ἔσονται αἱ ἐϰλεϰταὶ φάϱαγγές σȣ ϖλησϑήσονται ἁϱμάτων, οἱ δὲ ἱϖϖεῖς ἐμφϱάξȣσι τὰς ϖύλας σȣ·

22:8 ϗ ἀναϰαλύψȣσιν τὰς ϖύλας Ιȣδα ϗ ἐμϐλέψονται τῇ ἡμέϱᾳ ἐϰείνῃ εἰς τȣ̀ς ἐϰλεϰτȣ̀ς οἴϰȣς τῆς ϖόλεως

22:9 ϗ ἀναϰαλύψȣσιν τὰ ϰϱυϖτὰ τῶν οἴϰων τῆς ἄϰϱας Δαυιδ. ϗ εἴδοσαν ὅτι ϖλείȣς εἰσὶν ϗ ὅτι ἀϖέϛϱεψαν τὸ ὕδωϱ τῆς ἀϱχαίας ϰολυμϐήϑϱας εἰς τὴν ϖόλιν

22:10 ϗ ὅτι ϰαϑείλοσαν τȣ̀ς οἴϰȣς Ιεϱȣσαλημ εἰς ὀχύϱωμα τȣ̃ τείχȣς τῇ ϖόλει.

22:11 ϗ ἐϖοιήσατε ἑαυτοῖς ὕδωϱ ἀνὰ μέσον τῶν δύο τειχέων ἐσώτεϱον τῆς ϰολυμϐήϑϱας τῆς ἀϱχαίας ϗ ȣ̓ϰ ἐνεϐλέψατε εἰς τὸν ἀϖ’ ἀϱχῆς ϖοιήσαντα αὐτὴν ϗ τὸν ϰτίσαντα αὐτὴν ȣ̓ϰ εἴδετε.

22:12 ϗ ἐϰάλεσεν ϰύϱιος σαϐαωϑ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϰλαυϑμὸν ϗ ϰοϖετὸν ϗ ξύϱησιν ϗ ζῶσιν σάϰϰων,

22:13 αὐτοὶ δὲ ἐϖοιήσαντο εὐφϱοσύνην ϗ ἀγαλλίαμα σφάζοντες μόσχȣς ϗ ϑύοντες ϖϱόϐατα ὥϛε φαγεῖν ϰϱέα ϗ ϖιεῖν οἶνον λέγοντες Φάγωμεν ϗ ϖίωμεν, αὔϱιον γὰϱ ἀϖοϑνῄσϰομεν.

22:14 ϗ ἀναϰεϰαλυμμένα ταῦτά ἐϛιν ἐν τοῖς ὠσὶν ϰυϱίȣ σαϐαωϑ, ὅτι ȣ̓ϰ ἀφεϑήσεται ὑμῖν αὕτη ἡ ἁμαϱτία, ἕως ἂν ἀϖοϑάνητε.

22:15 Τάδε λέγει ϰύϱιος σαϐαωϑ Ποϱεύȣ εἰς τὸ ϖαϛοφόϱιον ϖϱὸς Σομναν τὸν ταμίαν ϗ εἰϖὸν αὐτῷ

22:16 Τί σὺ ὧδε ϗ τί σοί ἐϛιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον ϗ ἐϖοίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον ϗ ἔγϱαψας σεαυτῷ ἐν ϖέτϱᾳ σϰηνήν;

22:17 ἰδȣ̀ δὴ ϰύϱιος σαϐαωϑ ἐϰϐαλεῖ ϗ ἐϰτϱίψει ἄνδϱα ϗ ἀφελεῖ τὴν ϛολήν σȣ

22:18 ϗ τὸν ϛέφανόν σȣ τὸν ἔνδοξον ϗ ῥίψει σε εἰς χώϱαν μεγάλην ϗ ἀμέτϱητον, ϗ ἐϰεῖ ἀϖοϑανῇ· ϗ ϑήσει τὸ ἅϱμα σȣ τὸ ϰαλὸν εἰς ἀτιμίαν ϗ τὸν οἶϰον τȣ̃ ἄϱχοντός σȣ εἰς ϰαταϖάτημα,

22:19 ϗ ἀφαιϱεϑήσῃ ἐϰ τῆς οἰϰονομίας σȣ ϗ ἐϰ τῆς ϛάσεώς σȣ.

22:20 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϰαλέσω τὸν ϖαῖδά μȣ Ελιαϰιμ τὸν τȣ̃ Χελϰιȣ

22:21 ϗ ἐνδύσω αὐτὸν τὴν ϛολήν σȣ ϗ τὸν ϛέφανόν σȣ δώσω αὐτῷ ϗ τὸ ϰϱάτος ϗ τὴν οἰϰονομίαν σȣ δώσω εἰς τὰς χεῖϱας αὐτȣ̃, ϗ ἔϛαι ὡς ϖατὴϱ τοῖς ἐνοιϰȣ̃σιν ἐν Ιεϱȣσαλημ ϗ τοῖς ἐνοιϰȣ̃σιν ἐν Ιȣδα.

22:22 ϗ δώσω τὴν δόξαν Δαυιδ αὐτῷ, ϗ ἄϱξει, ϗ ȣ̓ϰ ἔϛαι ὁ ἀντιλέγων.

22:23 ϗ ϛήσω αὐτὸν ἄϱχοντα ἐν τόϖῳ ϖιϛῷ, ϗ ἔϛαι εἰς ϑϱόνον δόξης τȣ̃ οἴϰȣ τȣ̃ ϖατϱὸς αὐτȣ̃.

22:24 ϗ ἔϛαι ϖεϖοιϑὼς ἐϖ’ αὐτὸν ϖᾶς ἔνδοξος ἐν τῷ οἴϰῳ τȣ̃ ϖατϱὸς αὐτȣ̃ ἀϖὸ μιϰϱȣ̃ ἕως μεγάλȣ ϗ ἔσονται ἐϖιϰϱεμάμενοι αὐτῷ.

22:25 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ – τάδε λέγει ϰύϱιος σαϐαωϑ – ϰινηϑήσεται ὁ ἄνϑϱωϖος ὁ ἐϛηϱιγμένος ἐν τόϖῳ ϖιϛῷ ϗ ϖεσεῖται, ϗ ἀφαιϱεϑήσεται ἡ δόξα ἡ ἐϖ’ αὐτόν, ὅτι ϰύϱιος ἐλάλησεν.

23:1 Τὸ ὅϱαμα Τύϱȣ. Ὀλολύζετε, ϖλοῖα Καϱχηδόνος, ὅτι ἀϖώλετο, ϗ ȣ̓ϰέτι ἔϱχονται ἐϰ γῆς Κιτιαίων· ἦϰται αἰχμάλωτος.

23:2 τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοιϰȣ̃ντες ἐν τῇ νήσῳ μεταϐόλοι Φοινίϰης διαϖεϱῶντες τὴν ϑάλασσαν

23:3 ἐν ὕδατι ϖολλῷ, σϖέϱμα μεταϐόλων; ὡς ἀμητȣ̃ εἰσφεϱομένȣ οἱ μεταϐόλοι τῶν ἐϑνῶν.

23:4 αἰσχύνϑητι, Σιδών, εἶϖεν ἡ ϑάλασσα· ἡ δὲ ἰσχὺς τῆς ϑαλάσσης εἶϖεν Ȣ̓ϰ ὤδινον ȣ̓δὲ ἔτεϰον ȣ̓δὲ ἐξέϑϱεψα νεανίσϰȣς ȣ̓δὲ ὕψωσα ϖαϱϑένȣς.

23:5 ὅταν δὲ ἀϰȣϛὸν γένηται Αἰγύϖτῳ, λήμψεται αὐτȣ̀ς ὀδύνη ϖεϱὶ Τύϱȣ.

23:6 ἀϖέλϑατε εἰς Καϱχηδόνα, ὀλολύξατε, οἱ ἐνοιϰȣ̃ντες ἐν τῇ νήσῳ ταύτῃ.

23:7 ȣ̓χ αὕτη ἦν ὑμῶν ἡ ὕϐϱις ἡ ἀϖ’ ἀϱχῆς ϖϱὶν ἢ ϖαϱαδοϑῆναι αὐτήν;

23:8 τίς ταῦτα ἐϐȣ́λευσεν ἐϖὶ Τύϱον; μὴ ἥσσων ἐϛὶν ἢ ȣ̓ϰ ἰσχύει; οἱ ἔμϖοϱοι αὐτῆς ἔνδοξοι, ἄϱχοντες τῆς γῆς.

23:9 ϰύϱιος σαϐαωϑ ἐϐȣλεύσατο ϖαϱαλῦσαι ϖᾶσαν τὴν ὕϐϱιν τῶν ἐνδόξων ϗ ἀτιμάσαι ϖᾶν ἔνδοξον ἐϖὶ τῆς γῆς.

23:10 ἐϱγάζȣ τὴν γῆν σȣ, ϗ γὰϱ ϖλοῖα ȣ̓ϰέτι ἔϱχεται ἐϰ Καϱχηδόνος.

23:11 ἡ δὲ χείϱ σȣ ȣ̓ϰέτι ἰσχύει ϰατὰ ϑάλασσαν, ἡ ϖαϱοξύνȣσα ϐασιλεῖς· ϰύϱιος σαϐαωϑ ἐνετείλατο ϖεϱὶ Χανααν ἀϖολέσαι αὐτῆς τὴν ἰσχύν.

23:12 ϗ ἐϱȣ̃σιν Ȣ̓ϰέτι μὴ ϖϱοσϑῆτε τȣ̃ ὑϐϱίζειν ϗ ἀδιϰεῖν τὴν ϑυγατέϱα Σιδῶνος· ϗ ἐὰν ἀϖέλϑῃς εἰς Κιτιεῖς, ȣ̓δὲ ἐϰεῖ σοι ἀνάϖαυσις ἔϛαι·

23:13 ϗ εἰς γῆν Χαλδαίων, ϗ αὕτη ἠϱήμωται ἀϖὸ τῶν Ἀσσυϱίων, ȣ̓δὲ ἐϰεῖ σοι ἀνάϖαυσις ἔϛαι, ὅτι ὁ τοῖχος αὐτῆς ϖέϖτωϰεν.

23:14 ὀλολύζετε, ϖλοῖα Καϱχηδόνος, ὅτι ἀϖώλετο τὸ ὀχύϱωμα ὑμῶν.

23:15 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϰαταλειφϑήσεται Τύϱος ἔτη ἑϐδομήϰοντα ὡς χϱόνος ϐασιλέως, ὡς χϱόνος ἀνϑϱώϖȣ· ϗ ἔϛαι μετὰ ἑϐδομήϰοντα ἔτη ἔϛαι Τύϱος ὡς ᾆσμα ϖόϱνης

23:16 Λαϐὲ ϰιϑάϱαν, ῥέμϐευσον ϖόλεις, ϖόϱνη ἐϖιλελησμένη· ϰαλῶς ϰιϑάϱισον, ϖολλὰ ᾆσον, ἵνα σȣ μνεία γένηται.

23:17 ϗ ἔϛαι μετὰ ἑϐδομήϰοντα ἔτη ἐϖισϰοϖὴν ϖοιήσει ὁ ϑεὸς Τύϱȣ, ϗ ϖάλιν ἀϖοϰαταϛαϑήσεται εἰς τὸ ἀϱχαῖον ϗ ἔϛαι ἐμϖόϱιον ϖάσαις ταῖς ϐασιλείαις τῆς οἰϰȣμένης.

23:18 ϗ ἔϛαι αὐτῆς ἡ ἐμϖοϱία ϗ ὁ μισϑὸς ἅγιον τῷ ϰυϱίῳ· ȣ̓ϰ αὐτοῖς συναχϑήσεται, ἀλλὰ τοῖς ϰατοιϰȣ̃σιν ἔναντι ϰυϱίȣ ϖᾶσα ἡ ἐμϖοϱία αὐτῆς φαγεῖν ϗ ϖιεῖν ϗ ἐμϖλησϑῆναι εἰς συμϐολὴν μνημόσυνον ἔναντι ϰυϱίȣ.

24:1 Ἰδȣ̀ ϰύϱιος ϰαταφϑείϱει τὴν οἰϰȣμένην ϗ ἐϱημώσει αὐτὴν ϗ ἀναϰαλύψει τὸ ϖϱόσωϖον αὐτῆς ϗ διασϖεϱεῖ τȣ̀ς ἐνοιϰȣ̃ντας ἐν αὐτῇ.

24:2 ϗ ἔϛαι ὁ λαὸς ὡς ὁ ἱεϱεὺς ϗ ὁ ϖαῖς ὡς ὁ ϰύϱιος ϗ ἡ ϑεϱάϖαινα ὡς ἡ ϰυϱία, ἔϛαι ὁ ἀγοϱάζων ὡς ὁ ϖωλῶν ϗ ὁ δανείζων ὡς ὁ δανειζόμενος ϗ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει.

24:3 φϑοϱᾷ φϑαϱήσεται ἡ γῆ, ϗ ϖϱονομῇ ϖϱονομευϑήσεται ἡ γῆ· τὸ γὰϱ ϛόμα ϰυϱίȣ ἐλάλησεν ταῦτα.

24:4 ἐϖένϑησεν ἡ γῆ, ϗ ἐφϑάϱη ἡ οἰϰȣμένη, ἐϖένϑησαν οἱ ὑψηλοὶ τῆς γῆς.

24:5 ἡ δὲ γῆ ἠνόμησεν διὰ τȣ̀ς ϰατοιϰȣ̃ντας αὐτήν, διότι ϖαϱέϐησαν τὸν νόμον ϗ ἤλλαξαν τὰ ϖϱοϛάγματα, διαϑήϰην αἰώνιον.

24:6 διὰ τȣ̃το ἀϱὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάϱτοσαν οἱ ϰατοιϰȣ̃ντες αὐτήν· διὰ τȣ̃το ϖτωχοὶ ἔσονται οἱ ἐνοιϰȣ̃ντες ἐν τῇ γῇ, ϗ ϰαταλειφϑήσονται ἄνϑϱωϖοι ὀλίγοι.

24:7 ϖενϑήσει οἶνος, ϖενϑήσει ἄμϖελος, ϛενάξȣσιν ϖάντες οἱ εὐφϱαινόμενοι τὴν ψυχήν.

24:8 ϖέϖαυται εὐφϱοσύνη τυμϖάνων, ϖέϖαυται αὐϑάδεια ϗ ϖλȣ̃τος ἀσεϐῶν, ϖέϖαυται φωνὴ ϰιϑάϱας.

24:9 ᾐσχύνϑησαν, ȣ̓ϰ ἔϖιον οἶνον, ϖιϰϱὸν ἐγένετο τὸ σιϰεϱα τοῖς ϖίνȣσιν.

24:10 ἠϱημώϑη ϖᾶσα ϖόλις, ϰλείσει οἰϰίαν τȣ̃ μὴ εἰσελϑεῖν.

24:11 ὀλολύζετε ϖεϱὶ τȣ̃ οἴνȣ ϖανταχῇ· ϖέϖαυται ϖᾶσα εὐφϱοσύνη τῆς γῆς.

24:12 ϗ ϰαταλειφϑήσονται ϖόλεις ἔϱημοι, ϗ οἶϰοι ἐγϰαταλελειμμένοι ἀϖολȣ̃νται.

24:13 ταῦτα ϖάντα ἔϛαι ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐϑνῶν, ὃν τϱόϖον ἐάν τις ϰαλαμήσηται ἐλαίαν, ȣ̔́τως ϰαλαμήσονται αὐτȣ́ς, ϗ ἐὰν ϖαύσηται ὁ τϱύγητος.

24:14 ȣ̔͂τοι φωνῇ ϐοήσονται, οἱ δὲ ϰαταλειφϑέντες ἐϖὶ τῆς γῆς εὐφϱανϑήσονται ἅμα τῇ δόξῃ ϰυϱίȣ. ταϱαχϑήσεται τὸ ὕδωϱ τῆς ϑαλάσσης·

24:15 διὰ τȣ̃το ἡ δόξα ϰυϱίȣ ἐν ταῖς νήσοις ἔϛαι τῆς ϑαλάσσης, τὸ ὄνομα ϰυϱίȣ ἔνδοξον ἔϛαι Κύϱιε ὁ ϑεὸς Ισϱαηλ.

24:16 ἀϖὸ τῶν ϖτεϱύγων τῆς γῆς τέϱατα ἠϰȣ́σαμεν Ἐλϖὶς τῷ εὐσεϐεῖ. ϗ ἐϱȣ̃σιν Ȣ̓αὶ τοῖς ἀϑετȣ̃σιν, οἱ ἀϑετȣ̃ντες τὸν νόμον.

24:17 φόϐος ϗ ϐόϑυνος ϗ ϖαγὶς ἐφ’ ὑμᾶς τȣ̀ς ἐνοιϰȣ̃ντας ἐϖὶ τῆς γῆς·

24:18 ϗ ἔϛαι ὁ φεύγων τὸν φόϐον ἐμϖεσεῖται εἰς τὸν ϐόϑυνον, ὁ δὲ ἐϰϐαίνων ἐϰ τȣ̃ ϐοϑύνȣ ἁλώσεται ὑϖὸ τῆς ϖαγίδος, ὅτι ϑυϱίδες ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ἠνεῴχϑησαν, ϗ σεισϑήσεται τὰ ϑεμέλια τῆς γῆς.

24:19 ταϱαχῇ ταϱαχϑήσεται ἡ γῆ, ϗ ἀϖοϱίᾳ ἀϖοϱηϑήσεται ἡ γῆ·

24:20 ἔϰλινεν ϗ σεισϑήσεται ὡς ὀϖωϱοφυλάϰιον ἡ γῆ ὡς ὁ μεϑύων ϗ ϰϱαιϖαλῶν ϗ ϖεσεῖται ϗ ȣ̓ μὴ δύνηται ἀναϛῆναι, ϰατίσχυσεν γὰϱ ἐϖ’ αὐτῆς ἡ ἀνομία.

24:21 ϗ ἐϖάξει ὁ ϑεὸς ἐϖὶ τὸν ϰόσμον τȣ̃ ȣ̓ϱανȣ̃ τὴν χεῖϱα ϗ ἐϖὶ τȣ̀ς ϐασιλεῖς τῆς γῆς·

24:22 ϗ συνάξȣσιν ϗ ἀϖοϰλείσȣσιν εἰς ὀχύϱωμα ϗ εἰς δεσμωτήϱιον, διὰ ϖολλῶν γενεῶν ἐϖισϰοϖὴ ἔϛαι αὐτῶν.

24:23 ϗ ταϰήσεται ἡ ϖλίνϑος, ϗ ϖεσεῖται τὸ τεῖχος, ὅτι ϐασιλεύσει ϰύϱιος ἐν Σιων ϗ ἐν Ιεϱȣσαλημ ϗ ἐνώϖιον τῶν ϖϱεσϐυτέϱων δοξασϑήσεται.

25:1 Κύϱιε ὁ ϑεός μȣ, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σȣ, ὅτι ἐϖοίησας ϑαυμαϛὰ ϖϱάγματα, ϐȣλὴν ἀϱχαίαν ἀληϑινήν· γένοιτο, ϰύϱιε.

25:2 ὅτι ἔϑηϰας ϖόλεις εἰς χῶμα, ϖόλεις ὀχυϱὰς τȣ̃ ϖεσεῖν αὐτῶν τὰ ϑεμέλια· τῶν ἀσεϐῶν ϖόλις εἰς τὸν αἰῶνα ȣ̓ μὴ οἰϰοδομηϑῇ.

25:3 διὰ τȣ̃το εὐλογήσει σε ὁ λαὸς ὁ ϖτωχός, ϗ ϖόλεις ἀνϑϱώϖων ἀδιϰȣμένων εὐλογήσȣσίν σε·

25:4 ἐγένȣ γὰϱ ϖάσῃ ϖόλει ταϖεινῇ ϐοηϑὸς ϗ τοῖς ἀϑυμήσασιν διὰ ἔνδειαν σϰέϖη, ἀϖὸ ἀνϑϱώϖων ϖονηϱῶν ῥύσῃ αὐτȣ́ς, σϰέϖη διψώντων ϗ ϖνεῦμα ἀνϑϱώϖων ἀδιϰȣμένων.

25:5 εὐλογήσȣσίν σε ὡς ἄνϑϱωϖοι ὀλιγόψυχοι διψῶντες ἐν Σιων ἀϖὸ ἀνϑϱώϖων ἀσεϐῶν, οἷς ἡμᾶς ϖαϱέδωϰας.

25:6 ϗ ϖοιήσει ϰύϱιος σαϐαωϑ ϖᾶσι τοῖς ἔϑνεσιν ἐϖὶ τὸ ὄϱος τȣ̃το. ϖίονται εὐφϱοσύνην, ϖίονται οἶνον, χϱίσονται μύϱον.

25:7 ἐν τῷ ὄϱει τȣ́τῳ ϖαϱάδος ταῦτα ϖάντα τοῖς ἔϑνεσιν· ἡ γὰϱ ϐȣλὴ αὕτη ἐϖὶ ϖάντα τὰ ἔϑνη.

25:8 ϰατέϖιεν ὁ ϑάνατος ἰσχύσας, ϗ ϖάλιν ἀφεῖλεν ὁ ϑεὸς ϖᾶν δάϰϱυον ἀϖὸ ϖαντὸς ϖϱοσώϖȣ· τὸ ὄνειδος τȣ̃ λαȣ̃ ἀφεῖλεν ἀϖὸ ϖάσης τῆς γῆς, τὸ γὰϱ ϛόμα ϰυϱίȣ ἐλάλησεν.

25:9 ϗ ἐϱȣ̃σιν τῇ ἡμέϱᾳ ἐϰείνῃ Ἰδȣ̀ ὁ ϑεὸς ἡμῶν, ἐφ’ ᾧ ἠλϖίζομεν ϗ ἠγαλλιώμεϑα, ϗ εὐφϱανϑησόμεϑα ἐϖὶ τῇ σωτηϱίᾳ ἡμῶν.

25:10 ὅτι ἀνάϖαυσιν δώσει ὁ ϑεὸς ἐϖὶ τὸ ὄϱος τȣ̃το, ϗ ϰαταϖατηϑήσεται ἡ Μωαϐῖτις, ὃν τϱόϖον ϖατȣ̃σιν ἅλωνα ἐν ἁμάξαις·

25:11 ϗ ἀνήσει τὰς χεῖϱας αὐτȣ̃, ὃν τϱόϖον ϗ αὐτὸς ἐταϖείνωσεν τȣ̃ ἀϖολέσαι, ϗ ταϖεινώσει τὴν ὕϐϱιν αὐτȣ̃ ἐφ’ ἃ τὰς χεῖϱας ἐϖέϐαλεν·

25:12 ϗ τὸ ὕψος τῆς ϰαταφυγῆς τȣ̃ τοίχȣ σȣ ταϖεινώσει, ϗ ϰαταϐήσεται ἕως τȣ̃ ἐδάφȣς.

26:1 Τῇ ἡμέϱᾳ ἐϰείνῃ ᾄσονται τὸ ᾆσμα τȣ̃το ἐϖὶ γῆς Ιȣδα λέγοντες Ἰδȣ̀ ϖόλις ὀχυϱά, ϗ σωτήϱιον ἡμῶν ϑήσει τεῖχος ϗ ϖεϱίτειχος.

26:2 ἀνοίξατε ϖύλας, εἰσελϑάτω λαὸς φυλάσσων διϰαιοσύνην ϗ φυλάσσων ἀλήϑειαν,

26:3 ἀντιλαμϐανόμενος ἀληϑείας ϗ φυλάσσων εἰϱήνην. ὅτι ἐϖὶ σοὶ

26:4 ἤλϖισαν, ϰύϱιε, ἕως τȣ̃ αἰῶνος, ὁ ϑεὸς ὁ μέγας ὁ αἰώνιος,

26:5 ὃς ταϖεινώσας ϰατήγαγες τȣ̀ς ἐνοιϰȣ̃ντας ἐν ὑψηλοῖς· ϖόλεις ὀχυϱὰς ϰαταϐαλεῖς ϗ ϰατάξεις ἕως ἐδάφȣς,

26:6 ϗ ϖατήσȣσιν αὐτȣ̀ς ϖόδες ϖϱαέων ϗ ταϖεινῶν.

26:7 ὁδὸς εὐσεϐῶν εὐϑεῖα ἐγένετο, ϗ ϖαϱεσϰευασμένη ἡ ὁδὸς τῶν εὐσεϐῶν.

26:8 ἡ γὰϱ ὁδὸς ϰυϱίȣ ϰϱίσις· ἠλϖίσαμεν ἐϖὶ τῷ ὀνόματί σȣ ϗ ἐϖὶ τῇ μνείᾳ,

26:9 ᾗ ἐϖιϑυμεῖ ἡ ψυχὴ ἡμῶν. ἐϰ νυϰτὸς ὀϱϑϱίζει τὸ ϖνεῦμά μȣ ϖϱὸς σέ, ὁ ϑεός, διότι φῶς τὰ ϖϱοϛάγματά σȣ ἐϖὶ τῆς γῆς. διϰαιοσύνην μάϑετε, οἱ ἐνοιϰȣ̃ντες ἐϖὶ τῆς γῆς.

26:10 ϖέϖαυται γὰϱ ὁ ἀσεϐής, ȣ̓ μὴ μάϑῃ διϰαιοσύνην ἐϖὶ τῆς γῆς, ἀλήϑειαν ȣ̓ μὴ ϖοιήσῃ· ἀϱϑήτω ὁ ἀσεϐής, ἵνα μὴ ἴδῃ τὴν δόξαν ϰυϱίȣ.

26:11 ϰύϱιε, ὑψηλός σȣ ὁ ϐϱαχίων, ϗ ȣ̓ϰ ᾔδεισαν, γνόντες δὲ αἰσχυνϑήσονται· ζῆλος λήμψεται λαὸν ἀϖαίδευτον, ϗ νῦν ϖῦϱ τȣ̀ς ὑϖεναντίȣς ἔδεται. –

26:12 ϰύϱιε ὁ ϑεὸς ἡμῶν, εἰϱήνην δὸς ἡμῖν, ϖάντα γὰϱ ἀϖέδωϰας ἡμῖν.

26:13 ϰύϱιε ὁ ϑεὸς ἡμῶν, ϰτῆσαι ἡμᾶς· ϰύϱιε, ἐϰτὸς σȣ̃ ἄλλον ȣ̓ϰ οἴδαμεν, τὸ ὄνομά σȣ ὀνομάζομεν.

26:14 οἱ δὲ νεϰϱοὶ ζωὴν ȣ̓ μὴ ἴδωσιν, ȣ̓δὲ ἰατϱοὶ ȣ̓ μὴ ἀναϛήσωσιν· διὰ τȣ̃το ἐϖήγαγες ϗ ἀϖώλεσας ϗ ἦϱας ϖᾶν ἄϱσεν αὐτῶν.

26:15 ϖϱόσϑες αὐτοῖς ϰαϰά, ϰύϱιε, ϖϱόσϑες ϰαϰὰ ϖᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς.

26:16 ϰύϱιε, ἐν ϑλίψει ἐμνήσϑην σȣ, ἐν ϑλίψει μιϰϱᾷ ἡ ϖαιδεία σȣ ἡμῖν.

26:17 ϗ ὡς ἡ ὠδίνȣσα ἐγγίζει τȣ̃ τεϰεῖν ϗ ἐϖὶ τῇ ὠδῖνι αὐτῆς ἐϰέϰϱαξεν, ȣ̔́τως ἐγενήϑημεν τῷ ἀγαϖητῷ σȣ διὰ τὸν φόϐον σȣ, ϰύϱιε.

26:18 ἐν γαϛϱὶ ἐλάϐομεν ϗ ὠδινήσαμεν ϗ ἐτέϰομεν· ϖνεῦμα σωτηϱίας σȣ ἐϖοιήσαμεν ἐϖὶ τῆς γῆς, ἀλλὰ ϖεσȣ̃νται οἱ ἐνοιϰȣ̃ντες ἐϖὶ τῆς γῆς.

26:19 ἀναϛήσονται οἱ νεϰϱοί, ϗ ἐγεϱϑήσονται οἱ ἐν τοῖς μνημείοις, ϗ εὐφϱανϑήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰϱ δϱόσος ἡ ϖαϱὰ σȣ̃ ἴαμα αὐτοῖς ἐϛιν, ἡ δὲ γῆ τῶν ἀσεϐῶν ϖεσεῖται. –

26:20 ϐάδιζε, λαός μȣ, εἴσελϑε εἰς τὰ ταμίειά σȣ, ἀϖόϰλεισον τὴν ϑύϱαν σȣ, ἀϖοϰϱύϐηϑι μιϰϱὸν ὅσον ὅσον, ἕως ἂν ϖαϱέλϑῃ ἡ ὀϱγὴ ϰυϱίȣ·

26:21 ἰδȣ̀ γὰϱ ϰύϱιος ἀϖὸ τȣ̃ ἁγίȣ ἐϖάγει τὴν ὀϱγὴν ἐϖὶ τȣ̀ς ἐνοιϰȣ̃ντας ἐϖὶ τῆς γῆς, ϗ ἀναϰαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς ϗ ȣ̓ ϰαταϰαλύψει τȣ̀ς ἀνῃϱημένȣς.

27:1 Τῇ ἡμέϱᾳ ἐϰείνῃ ἐϖάξει ὁ ϑεὸς τὴν μάχαιϱαν τὴν ἁγίαν ϗ τὴν μεγάλην ϗ τὴν ἰσχυϱὰν ἐϖὶ τὸν δϱάϰοντα ὄφιν φεύγοντα, ἐϖὶ τὸν δϱάϰοντα ὄφιν σϰολιὸν ϗ ἀνελεῖ τὸν δϱάϰοντα.

27:2 τῇ ἡμέϱᾳ ἐϰείνῃ ἀμϖελὼν ϰαλός· ἐϖιϑύμημα ἐξάϱχειν ϰατ’ αὐτῆς.

27:3 ἐγὼ ϖόλις ἰσχυϱά, ϖόλις ϖολιοϱϰȣμένη, μάτην ϖοτιῶ αὐτήν· ἁλώσεται γὰϱ νυϰτός, ἡμέϱας δὲ ϖεσεῖται τὸ τεῖχος.

27:4 ȣ̓ϰ ἔϛιν ἣ ȣ̓ϰ ἐϖελάϐετο αὐτῆς· τίς με ϑήσει φυλάσσειν ϰαλάμην ἐν ἀγϱῷ; διὰ τὴν ϖολεμίαν ταύτην ἠϑέτηϰα αὐτήν. τοίνυν διὰ τȣ̃το ἐϖοίησεν ϰύϱιος ὁ ϑεὸς ϖάντα, ὅσα συνέταξεν. ϰαταϰέϰαυμαι,

27:5 ϐοήσονται οἱ ἐνοιϰȣ̃ντες ἐν αὐτῇ, ϖοιήσωμεν εἰϱήνην αὐτῷ, ϖοιήσωμεν εἰϱήνην.

27:6 οἱ ἐϱχόμενοι, τέϰνα Ιαϰωϐ, ϐλαϛήσει ϗ ἐξανϑήσει Ισϱαηλ, ϗ ἐμϖλησϑήσεται ἡ οἰϰȣμένη τȣ̃ ϰαϱϖȣ̃ αὐτȣ̃.

27:7 μὴ ὡς αὐτὸς ἐϖάταξεν, ϗ αὐτὸς ȣ̔́τως ϖληγήσεται, ϗ ὡς αὐτὸς ἀνεῖλεν, ȣ̔́τως ἀναιϱεϑήσεται;

27:8 μαχόμενος ϗ ὀνειδίζων ἐξαϖοϛελεῖ αὐτȣ́ς· ȣ̓ σὺ ἦσϑα ὁ μελετῶν τῷ ϖνεύματι τῷ σϰληϱῷ ἀνελεῖν αὐτȣ̀ς ϖνεύματι ϑυμȣ̃;

27:9 διὰ τȣ̃το ἀφαιϱεϑήσεται ἡ ἀνομία Ιαϰωϐ, ϗ τȣ̃τό ἐϛιν ἡ εὐλογία αὐτȣ̃, ὅταν ἀφέλωμαι αὐτȣ̃ τὴν ἁμαϱτίαν, ὅταν ϑῶσιν ϖάντας τȣ̀ς λίϑȣς τῶν ϐωμῶν ϰαταϰεϰομμένȣς ὡς ϰονίαν λεϖτήν· ϗ ȣ̓ μὴ μείνῃ τὰ δένδϱα αὐτῶν, ϗ τὰ εἴδωλα αὐτῶν ἐϰϰεϰομμένα ὥσϖεϱ δϱυμὸς μαϰϱάν.

27:10 τὸ ϰατοιϰȣ́μενον ϖοίμνιον ἀνειμένον ἔϛαι ὡς ϖοίμνιον ϰαταλελειμμένον· ϗ ἔϛαι ϖολὺν χϱόνον εἰς ϐόσϰημα, ϗ ἐϰεῖ ἀναϖαύσονται.

27:11 ϗ μετὰ χϱόνον ȣ̓ϰ ἔϛαι ἐν αὐτῇ ϖᾶν χλωϱὸν διὰ τὸ ξηϱανϑῆναι. γυναῖϰες ἐϱχόμεναι ἀϖὸ ϑέας, δεῦτε· ȣ̓ γὰϱ λαός ἐϛιν ἔχων σύνεσιν, διὰ τȣ̃το ȣ̓ μὴ οἰϰτιϱήσῃ ὁ ϖοιήσας αὐτȣ́ς, ȣ̓δὲ ὁ ϖλάσας αὐτȣ̀ς ȣ̓ μὴ ἐλεήσῃ.

27:12 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ συμφϱάξει ϰύϱιος ἀϖὸ τῆς διώϱυγος τȣ̃ ϖοταμȣ̃ ἕως Ῥινοϰοϱȣ́ϱων, ὑμεῖς δὲ συναγάγετε τȣ̀ς υἱȣ̀ς Ισϱαηλ ϰατὰ ἕνα ἕνα.

27:13 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ σαλϖιȣ̃σιν τῇ σάλϖιγγι τῇ μεγάλῃ, ϗ ἥξȣσιν οἱ ἀϖολόμενοι ἐν τῇ χώϱᾳ τῶν Ἀσσυϱίων ϗ οἱ ἀϖολόμενοι ἐν Αἰγύϖτῳ ϗ ϖϱοσϰυνήσȣσιν τῷ ϰυϱίῳ ἐϖὶ τὸ ὄϱος τὸ ἅγιον ἐν Ιεϱȣσαλημ.

28:1 Ȣ̓αὶ τῷ ϛεφάνῳ τῆς ὕϐϱεως, οἱ μισϑωτοὶ Εφϱαιμ· τὸ ἄνϑος τὸ ἐϰϖεσὸν ἐϰ τῆς δόξης ἐϖὶ τῆς ϰοϱυφῆς τȣ̃ ὄϱȣς τȣ̃ ϖαχέος, οἱ μεϑύοντες ἄνευ οἴνȣ.

28:2 ἰδȣ̀ ἰσχυϱὸν ϗ σϰληϱὸν ὁ ϑυμὸς ϰυϱίȣ ὡς χάλαζα ϰαταφεϱομένη ȣ̓ϰ ἔχȣσα σϰέϖην, ϐίᾳ ϰαταφεϱομένη· ὡς ὕδατος ϖολὺ ϖλῆϑος σῦϱον χώϱαν τῇ γῇ ϖοιήσει ἀνάϖαυσιν ταῖς χεϱσίν.

28:3 ϗ τοῖς ϖοσὶν ϰαταϖατηϑήσεται ὁ ϛέφανος τῆς ὕϐϱεως, οἱ μισϑωτοὶ τȣ̃ Εφϱαιμ.

28:4 ϗ ἔϛαι τὸ ἄνϑος τὸ ἐϰϖεσὸν τῆς ἐλϖίδος τῆς δόξης ἐϖ’ ἄϰϱȣ τȣ̃ ὄϱȣς τȣ̃ ὑψηλȣ̃ ὡς ϖϱόδϱομος σύϰȣ, ὁ ἰδὼν αὐτὸ ϖϱὶν ἢ εἰς τὴν χεῖϱα αὐτȣ̃ λαϐεῖν ϑελήσει αὐτὸ ϰαταϖιεῖν.

28:5 τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϛαι ϰύϱιος σαϐαωϑ ὁ ϛέφανος τῆς ἐλϖίδος ὁ ϖλαϰεὶς τῆς δόξης τῷ ϰαταλειφϑέντι μȣ λαῷ·

28:6 ϰαταλειφϑήσονται ἐϖὶ ϖνεύματι ϰϱίσεως ἐϖὶ ϰϱίσιν ϗ ἰσχὺν ϰωλύων ἀνελεῖν. –

28:7 ȣ̔͂τοι γὰϱ οἴνῳ ϖεϖλανημένοι εἰσίν, ἐϖλανήϑησαν διὰ τὸ σιϰεϱα· ἱεϱεὺς ϗ ϖϱοφήτης ἐξέϛησαν διὰ τὸν οἶνον, ἐσείσϑησαν ἀϖὸ τῆς μέϑης τȣ̃ σιϰεϱα, ἐϖλανήϑησαν· τȣ̃τ’ ἔϛι φάσμα.

28:8 ἀϱὰ ἔδεται ταύτην τὴν ϐȣλήν· αὕτη γὰϱ ἡ ϐȣλὴ ἕνεϰεν ϖλεονεξίας.

28:9 τίνι ἀνηγγείλαμεν ϰαϰὰ ϗ τίνι ἀνηγγείλαμεν ἀγγελίαν, οἱ ἀϖογεγαλαϰτισμένοι ἀϖὸ γάλαϰτος, οἱ ἀϖεσϖασμένοι ἀϖὸ μαϛȣ̃;

28:10 ϑλῖψιν ἐϖὶ ϑλῖψιν ϖϱοσδέχȣ, ἐλϖίδα ἐϖ’ ἐλϖίδι, ἔτι μιϰϱὸν ἔτι μιϰϱὸν

28:11 διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέϱας, ὅτι λαλήσȣσιν τῷ λαῷ τȣ́τῳ

28:12 λέγοντες αὐτῷ Τȣ̃το τὸ ἀνάϖαυμα τῷ ϖεινῶντι ϗ τȣ̃το τὸ σύντϱιμμα, ϗ ȣ̓ϰ ἠϑέλησαν ἀϰȣ́ειν.

28:13 ϗ ἔϛαι αὐτοῖς τὸ λόγιον ϰυϱίȣ τȣ̃ ϑεȣ̃ ϑλῖψις ἐϖὶ ϑλῖψιν, ἐλϖὶς ἐϖ’ ἐλϖίδι, ἔτι μιϰϱὸν ἔτι μιϰϱόν, ἵνα ϖοϱευϑῶσιν ϗ ϖέσωσιν εἰς τὰ ὀϖίσω ϗ ϰινδυνεύσȣσιν ϗ συντϱιϐήσονται ϗ ἁλώσονται. –

28:14 διὰ τȣ̃το ἀϰȣ́σατε λόγον ϰυϱίȣ, ἄνδϱες τεϑλιμμένοι ϗ ἄϱχοντες τȣ̃ λαȣ̃ τȣ́τȣ τȣ̃ ἐν Ιεϱȣσαλημ

28:15 Ὅτι εἴϖατε Ἐϖοιήσαμεν διαϑήϰην μετὰ τȣ̃ ᾅδȣ ϗ μετὰ τȣ̃ ϑανάτȣ συνϑήϰας, ϰαταιγὶς φεϱομένη ἐὰν ϖαϱέλϑῃ ȣ̓ μὴ ἔλϑῃ ἐφ’ ἡμᾶς, ἐϑήϰαμεν ψεῦδος τὴν ἐλϖίδα ἡμῶν ϗ τῷ ψεύδει σϰεϖασϑησόμεϑα,

28:16 διὰ τȣ̃το ȣ̔́τως λέγει ϰύϱιος Ἰδȣ̀ ἐγὼ ἐμϐαλῶ εἰς τὰ ϑεμέλια Σιων λίϑον ϖολυτελῆ ἐϰλεϰτὸν ἀϰϱογωνιαῖον ἔντιμον εἰς τὰ ϑεμέλια αὐτῆς, ϗ ὁ ϖιϛεύων ἐϖ’ αὐτῷ ȣ̓ μὴ ϰαταισχυνϑῇ.

28:17 ϗ ϑήσω ϰϱίσιν εἰς ἐλϖίδα, ἡ δὲ ἐλεημοσύνη μȣ εἰς ϛαϑμȣ́ς, ϗ οἱ ϖεϖοιϑότες μάτην ψεύδει· ὅτι ȣ̓ μὴ ϖαϱέλϑῃ ὑμᾶς ϰαταιγίς,

28:18 μὴ ϗ ἀφέλῃ ὑμῶν τὴν διαϑήϰην τȣ̃ ϑανάτȣ, ϗ ἡ ἐλϖὶς ὑμῶν ἡ ϖϱὸς τὸν ᾅδην ȣ̓ μὴ ἐμμείνῃ· ϰαταιγὶς φεϱομένη ἐὰν ἐϖέλϑῃ, ἔσεσϑε αὐτῇ εἰς ϰαταϖάτημα.

28:19 ὅταν ϖαϱέλϑῃ, λήμψεται ὑμᾶς· ϖϱωῒ ϖϱωῒ ϖαϱελεύσεται ἡμέϱας, ϗ ἐν νυϰτὶ ἔϛαι ἐλϖὶς ϖονηϱά· μάϑετε ἀϰȣ́ειν.

28:20 ϛενοχωϱȣ́μενοι ȣ̓ δυνάμεϑα μάχεσϑαι, αὐτοὶ δὲ ἀσϑενȣ̃μεν τȣ̃ ἡμᾶς συναχϑῆναι.

28:21 ὥσϖεϱ ὄϱος ἀσεϐῶν ἀναϛήσεται ϗ ἔϛαι ἐν τῇ φάϱαγγι Γαϐαων· μετὰ ϑυμȣ̃ ϖοιήσει τὰ ἔϱγα αὐτȣ̃, ϖιϰϱίας ἔϱγον· ὁ δὲ ϑυμὸς αὐτȣ̃ ἀλλοτϱίως χϱήσεται, ϗ ἡ ϖιϰϱία αὐτȣ̃ ἀλλοτϱία.

28:22 ϗ ὑμεῖς μὴ εὐφϱανϑείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα ϗ συντετμημένα ϖϱάγματα ἤϰȣσα ϖαϱὰ ϰυϱίȣ σαϐαωϑ, ἃ ϖοιήσει ἐϖὶ ϖᾶσαν τὴν γῆν.

28:23 Ἐνωτίζεσϑε ϗ ἀϰȣ́ετε τῆς φωνῆς μȣ, ϖϱοσέχετε ϗ ἀϰȣ́ετε τȣ̀ς λόγȣς μȣ.

28:24 μὴ ὅλην τὴν ἡμέϱαν μέλλει ὁ ἀϱοτϱιῶν ἀϱοτϱιᾶν; ἢ σϖόϱον ϖϱοετοιμάσει ϖϱὶν ἐϱγάσασϑαι τὴν γῆν;

28:25 ȣ̓χ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ ϖϱόσωϖον, τότε σϖείϱει μιϰϱὸν μελάνϑιον ϗ ϰύμινον ϗ ϖάλιν σϖείϱει ϖυϱὸν ϗ ϰϱιϑὴν ϗ ζέαν ἐν τοῖς ὁϱίοις σȣ;

28:26 ϗ ϖαιδευϑήσῃ ϰϱίματι ϑεȣ̃ σȣ ϗ εὐφϱανϑήσῃ.

28:27 ȣ̓ γὰϱ μετὰ σϰληϱότητος ϰαϑαίϱεται τὸ μελάνϑιον, ȣ̓δὲ τϱοχὸς ἁμάξης ϖεϱιάξει ἐϖὶ τὸ ϰύμινον, ἀλλὰ ῥάϐδῳ ἐϰτινάσσεται τὸ μελάνϑιον, τὸ δὲ ϰύμινον

28:28 μετὰ ἄϱτȣ ϐϱωϑήσεται. ȣ̓ γὰϱ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀϱγισϑήσομαι, ȣ̓δὲ φωνὴ τῆς ϖιϰϱίας μȣ ϰαταϖατήσει ὑμᾶς.

28:29 ϗ ταῦτα ϖαϱὰ ϰυϱίȣ σαϐαωϑ ἐξῆλϑεν τὰ τέϱατα· ϐȣλεύσασϑε, ὑψώσατε ματαίαν ϖαϱάϰλησιν.

29:1 Ȣ̓αὶ ϖόλις Αϱιηλ, ἣν Δαυιδ ἐϖολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐϖ’ ἐνιαυτόν, φάγεσϑε γὰϱ σὺν Μωαϐ.

29:2 ἐϰϑλίψω γὰϱ Αϱιηλ, ϗ ἔϛαι αὐτῆς ἡ ἰσχὺς ϗ τὸ ϖλȣ̃τος ἐμοί.

29:3 ϗ ϰυϰλώσω ὡς Δαυιδ ἐϖὶ σὲ ϗ ϐαλῶ ϖεϱὶ σὲ χάϱαϰα ϗ ϑήσω ϖεϱὶ σὲ ϖύϱγȣς,

29:4 ϗ ταϖεινωϑήσονται οἱ λόγοι σȣ εἰς τὴν γῆν, ϗ εἰς τὴν γῆν οἱ λόγοι σȣ δύσονται· ϗ ἔϛαι ὡς οἱ φωνȣ̃ντες ἐϰ τῆς γῆς ἡ φωνή σȣ, ϗ ϖϱὸς τὸ ἔδαφος ἡ φωνή σȣ ἀσϑενήσει.

29:5 ϗ ἔϛαι ὡς ϰονιοϱτὸς ἀϖὸ τϱοχȣ̃ ὁ ϖλȣ̃τος τῶν ἀσεϐῶν ϗ ὡς χνȣ̃ς φεϱόμενος, ϗ ἔϛαι ὡς ϛιγμὴ ϖαϱαχϱῆμα

29:6 ϖαϱὰ ϰυϱίȣ σαϐαωϑ· ἐϖισϰοϖὴ γὰϱ ἔϛαι μετὰ ϐϱοντῆς ϗ σεισμȣ̃ ϗ φωνῆς μεγάλης, ϰαταιγὶς φεϱομένη ϗ φλὸξ ϖυϱὸς ϰατεσϑίȣσα.

29:7 ϗ ἔϛαι ὡς ὁ ἐνυϖνιαζόμενος ἐν ὕϖνῳ ὁ ϖλȣ̃τος τῶν ἐϑνῶν ϖάντων, ὅσοι ἐϖεϛϱάτευσαν ἐϖὶ Αϱιηλ, ϗ ϖάντες οἱ ϛϱατευσάμενοι ἐϖὶ Ιεϱȣσαλημ ϗ ϖάντες οἱ συνηγμένοι ἐϖ’ αὐτὴν ϗ ϑλίϐοντες αὐτήν.

29:8 ϗ ἔσονται ὡς οἱ ἐν ὕϖνῳ ϖίνοντες ϗ ἔσϑοντες, ϗ ἐξαναϛάντων μάταιον αὐτῶν τὸ ἐνύϖνιον, ϗ ὃν τϱόϖον ἐνυϖνιάζεται ὁ διψῶν ὡς ϖίνων ϗ ἐξαναϛὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτȣ̃ εἰς ϰενὸν ἤλϖισεν, ȣ̔́τως ἔϛαι ὁ ϖλȣ̃τος ϖάντων τῶν ἐϑνῶν, ὅσοι ἐϖεϛϱάτευσαν ἐϖὶ τὸ ὄϱος Σιων.

29:9 ἐϰλύϑητε ϗ ἔϰϛητε ϗ ϰϱαιϖαλήσατε ȣ̓ϰ ἀϖὸ σιϰεϱα ȣ̓δὲ ἀϖὸ οἴνȣ·

29:10 ὅτι ϖεϖότιϰεν ὑμᾶς ϰύϱιος ϖνεύματι ϰατανύξεως ϗ ϰαμμύσει τȣ̀ς ὀφϑαλμȣ̀ς αὐτῶν ϗ τῶν ϖϱοφητῶν αὐτῶν ϗ τῶν ἀϱχόντων αὐτῶν, οἱ ὁϱῶντες τὰ ϰϱυϖτά.

29:11 ϗ ἔσονται ὑμῖν ϖάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τȣ̃ ϐιϐλίȣ τȣ̃ ἐσφϱαγισμένȣ τȣ́τȣ, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνϑϱώϖῳ ἐϖιϛαμένῳ γϱάμματα λέγοντες Ἀνάγνωϑι ταῦτα· ϗ ἐϱεῖ Ȣ̓ δύναμαι ἀναγνῶναι, ἐσφϱάγιϛαι γάϱ.

29:12 ϗ δοϑήσεται τὸ ϐιϐλίον τȣ̃το εἰς χεῖϱας ἀνϑϱώϖȣ μὴ ἐϖιϛαμένȣ γϱάμματα, ϗ ἐϱεῖ αὐτῷ Ἀνάγνωϑι τȣ̃το· ϗ ἐϱεῖ Ȣ̓ϰ ἐϖίϛαμαι γϱάμματα.

29:13 Ϗ εἶϖεν ϰύϱιος Ἐγγίζει μοι ὁ λαὸς ȣ̔͂τος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με, ἡ δὲ ϰαϱδία αὐτῶν ϖόϱϱω ἀϖέχει ἀϖ’ ἐμȣ̃, μάτην δὲ σέϐονταί με διδάσϰοντες ἐντάλματα ἀνϑϱώϖων ϗ διδασϰαλίας.

29:14 διὰ τȣ̃το ἰδȣ̀ ἐγὼ ϖϱοσϑήσω τȣ̃ μεταϑεῖναι τὸν λαὸν τȣ̃τον ϗ μεταϑήσω αὐτȣ̀ς ϗ ἀϖολῶ τὴν σοφίαν τῶν σοφῶν ϗ τὴν σύνεσιν τῶν συνετῶν ϰϱύψω.

29:15 ȣ̓αὶ οἱ ϐαϑέως ϐȣλὴν ϖοιȣ̃ντες ϗ ȣ̓ διὰ ϰυϱίȣ· ȣ̓αὶ οἱ ἐν ϰϱυφῇ ϐȣλὴν ϖοιȣ̃ντες ϗ ἔϛαι ἐν σϰότει τὰ ἔϱγα αὐτῶν ϗ ἐϱȣ̃σιν Τίς ἡμᾶς ἑώϱαϰεν ϗ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ϖοιȣ̃μεν;

29:16 ȣ̓χ ὡς ὁ ϖηλὸς τȣ̃ ϰεϱαμέως λογισϑήσεσϑε; μὴ ἐϱεῖ τὸ ϖλάσμα τῷ ϖλάσαντι Ȣ̓ σύ με ἔϖλασας; ἢ τὸ ϖοίημα τῷ ϖοιήσαντι Ȣ̓ συνετῶς με ἐϖοίησας;

29:17 ȣ̓ϰέτι μιϰϱὸν ϗ μετατεϑήσεται ὁ Λίϐανος ὡς τὸ ὄϱος τὸ Χεϱμελ ϗ τὸ ὄϱος τὸ Χεϱμελ εἰς δϱυμὸν λογισϑήσεται;

29:18 ϗ ἀϰȣ́σονται ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϰωφοὶ λόγȣς ϐιϐλίȣ, ϗ οἱ ἐν τῷ σϰότει ϗ οἱ ἐν τῇ ὁμίχλῃ ὀφϑαλμοὶ τυφλῶν ϐλέψονται·

29:19 ϗ ἀγαλλιάσονται ϖτωχοὶ διὰ ϰύϱιον ἐν εὐφϱοσύνῃ, ϗ οἱ ἀϖηλϖισμένοι τῶν ἀνϑϱώϖων ἐμϖλησϑήσονται εὐφϱοσύνης.

29:20 ἐξέλιϖεν ἄνομος, ϗ ἀϖώλετο ὑϖεϱήφανος, ϗ ἐξωλεϑϱεύϑησαν οἱ ἀνομȣ̃ντες ἐϖὶ ϰαϰίᾳ

29:21 ϗ οἱ ϖοιȣ̃ντες ἁμαϱτεῖν ἀνϑϱώϖȣς ἐν λόγῳ· ϖάντας δὲ τȣ̀ς ἐλέγχοντας ἐν ϖύλαις ϖϱόσϰομμα ϑήσȣσιν ϗ ἐϖλαγίασαν ἐν ἀδίϰοις δίϰαιον.

29:22 διὰ τȣ̃το τάδε λέγει ϰύϱιος ἐϖὶ τὸν οἶϰον Ιαϰωϐ, ὃν ἀφώϱισεν ἐξ Αϐϱααμ Ȣ̓ νῦν αἰσχυνϑήσεται Ιαϰωϐ ȣ̓δὲ νῦν τὸ ϖϱόσωϖον μεταϐαλεῖ Ισϱαηλ·

29:23 ἀλλ’ ὅταν ἴδωσιν τὰ τέϰνα αὐτῶν τὰ ἔϱγα μȣ, δι’ ἐμὲ ἁγιάσȣσιν τὸ ὄνομά μȣ ϗ ἁγιάσȣσιν τὸν ἅγιον Ιαϰωϐ ϗ τὸν ϑεὸν τȣ̃ Ισϱαηλ φοϐηϑήσονται.

29:24 ϗ γνώσονται οἱ τῷ ϖνεύματι ϖλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαϑήσονται ὑϖαϰȣ́ειν, ϗ αἱ γλώσσαι αἱ ψελλίζȣσαι μαϑήσονται λαλεῖν εἰϱήνην.

30:1 Ȣ̓αὶ τέϰνα ἀϖοϛάται, τάδε λέγει ϰύϱιος, ἐϖοιήσατε ϐȣλὴν ȣ̓ δι’ ἐμȣ̃ ϗ συνϑήϰας ȣ̓ διὰ τȣ̃ ϖνεύματός μȣ ϖϱοσϑεῖναι ἁμαϱτίας ἐφ’ ἁμαϱτίαις,

30:2 οἱ ϖοϱευόμενοι ϰαταϐῆναι εἰς Αἴγυϖτον, ἐμὲ δὲ ȣ̓ϰ ἐϖηϱώτησαν, τȣ̃ ϐοηϑηϑῆναι ὑϖὸ Φαϱαω ϗ σϰεϖασϑῆναι ὑϖὸ Αἰγυϖτίων.

30:3 ἔϛαι γὰϱ ὑμῖν ἡ σϰέϖη Φαϱαω εἰς αἰσχύνην ϗ τοῖς ϖεϖοιϑόσιν ἐϖ’ Αἴγυϖτον ὄνειδος.

30:4 ὅτι εἰσὶν ἐν Τάνει ἀϱχηγοὶ ἄγγελοι ϖονηϱοί· μάτην ϰοϖιάσȣσιν

30:5 ϖϱὸς λαόν, ὃς ȣ̓ϰ ὠφελήσει αὐτȣ̀ς ȣ̓́τε εἰς ϐοήϑειαν ȣ̓́τε εἰς ὠφέλειαν, ἀλλὰ εἰς αἰσχύνην ϗ ὄνειδος.

30:6 Ἡ ὅϱασις τῶν τετϱαϖόδων τῶν ἐν τῇ ἐϱήμῳ. Ἐν τῇ ϑλίψει ϗ τῇ ϛενοχωϱίᾳ, λέων ϗ σϰύμνος λέοντος ἐϰεῖϑεν ϗ ἀσϖίδες ϗ ἔϰγονα ἀσϖίδων ϖετομένων, οἳ ἔφεϱον ἐϖ’ ὄνων ϗ ϰαμήλων τὸν ϖλȣ̃τον αὐτῶν ϖϱὸς ἔϑνος ὃ ȣ̓ϰ ὠφελήσει αὐτȣ̀ς εἰς ϐοήϑειαν, ἀλλὰ εἰς αἰσχύνην ϗ ὄνειδος.

30:7 Αἰγύϖτιοι μάταια ϗ ϰενὰ ὠφελήσȣσιν ὑμᾶς· ἀϖάγγειλον αὐτοῖς ὅτι Ματαία ἡ ϖαϱάϰλησις ὑμῶν αὕτη.

30:8 Νῦν ȣ̓͂ν ϰαϑίσας γϱάψον ἐϖὶ ϖυξίȣ ταῦτα ϗ εἰς ϐιϐλίον, ὅτι ἔϛαι εἰς ἡμέϱας ϰαιϱῶν ταῦτα ϗ ἕως εἰς τὸν αἰῶνα.

30:9 ὅτι λαὸς ἀϖειϑής ἐϛιν, υἱοὶ ψευδεῖς, οἳ ȣ̓ϰ ἠϐȣ́λοντο ἀϰȣ́ειν τὸν νόμον τȣ̃ ϑεȣ̃,

30:10 οἱ λέγοντες τοῖς ϖϱοφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, ϗ τοῖς τὰ ὁϱάματα ὁϱῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε ϗ ἀναγγέλλετε ἡμῖν ἑτέϱαν ϖλάνησιν

30:11 ϗ ἀϖοϛϱέψατε ἡμᾶς ἀϖὸ τῆς ὁδȣ̃ ταύτης, ἀφέλετε ἀφ’ ἡμῶν τὸν τϱίϐον τȣ̃τον ϗ ἀφέλετε ἀφ’ ἡμῶν τὸν ἅγιον τȣ̃ Ισϱαηλ.

30:12 διὰ τȣ̃το ȣ̔́τως λέγει ϰύϱιος ὁ ἅγιος τȣ̃ Ισϱαηλ Ὅτι ἠϖειϑήσατε τοῖς λόγοις τȣ́τοις ϗ ἠλϖίσατε ἐϖὶ ψεύδει ϗ ὅτι ἐγόγγυσας ϗ ϖεϖοιϑὼς ἐγένȣ ἐϖὶ τῷ λόγῳ τȣ́τῳ,

30:13 διὰ τȣ̃το ἔϛαι ὑμῖν ἡ ἁμαϱτία αὕτη ὡς τεῖχος ϖῖϖτον ϖαϱαχϱῆμα ϖόλεως ὀχυϱᾶς ἑαλωϰυίας, ἧς ϖαϱαχϱῆμα ϖάϱεϛιν τὸ ϖτῶμα,

30:14 ϗ τὸ ϖτῶμα αὐτῆς ἔϛαι ὡς σύντϱιμμα ἀγγείȣ ὀϛϱαϰίνȣ, ἐϰ ϰεϱαμίȣ λεϖτὰ ὥϛε μὴ εὑϱεῖν ἐν αὐτοῖς ὄϛϱαϰον ἐν ᾧ ϖῦϱ ἀϱεῖς ϗ ἐν ᾧ ἀϖοσυϱιεῖς ὕδωϱ μιϰϱόν.

30:15 ȣ̔́τω λέγει ϰύϱιος ὁ ἅγιος τȣ̃ Ισϱαηλ Ὅταν ἀϖοϛϱαφεὶς ϛενάξῃς, τότε σωϑήσῃ ϗ γνώσῃ ϖȣ̃ ἦσϑα· ὅτε ἐϖεϖοίϑεις ἐϖὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήϑη. ϗ ȣ̓ϰ ἠϐȣ́λεσϑε ἀϰȣ́ειν,

30:16 ἀλλ’ εἴϖατε Ἐφ’ ἵϖϖων φευξόμεϑα· διὰ τȣ̃το φεύξεσϑε· ϗ εἴϖατε Ἐϖὶ ϰȣ́φοις ἀναϐάται ἐσόμεϑα· διὰ τȣ̃το ϰȣ̃φοι ἔσονται οἱ διώϰοντες ὑμᾶς.

30:17 διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, ϗ διὰ φωνὴν ϖέντε φεύξονται ϖολλοί, ἕως ἂν ϰαταλειφϑῆτε ὡς ἱϛὸς ἐϖ’ ὄϱȣς ϗ ὡς σημαίαν φέϱων ἐϖὶ ϐȣνȣ̃.

30:18 ϗ ϖάλιν μενεῖ ὁ ϑεὸς τȣ̃ οἰϰτιϱῆσαι ὑμᾶς ϗ διὰ τȣ̃το ὑψωϑήσεται τȣ̃ ἐλεῆσαι ὑμᾶς· διότι ϰϱιτὴς ϰύϱιος ὁ ϑεὸς ἡμῶν ἐϛιν, ϗ ϖȣ̃ ϰαταλείψετε τὴν δόξαν ὑμῶν; μαϰάϱιοι οἱ ἐμμένοντες ἐν αὐτῷ.

30:19 Διότι λαὸς ἅγιος ἐν Σιων οἰϰήσει, ϗ Ιεϱȣσαλημ ϰλαυϑμῷ ἔϰλαυσεν Ἐλέησόν με· ἐλεήσει σε τὴν φωνὴν τῆς ϰϱαυγῆς σȣ· ἡνίϰα εἶδεν, ἐϖήϰȣσέν σȣ.

30:20 ϗ δώσει ϰύϱιος ὑμῖν ἄϱτον ϑλίψεως ϗ ὕδωϱ ϛενόν, ϗ ȣ̓ϰέτι μὴ ἐγγίσωσίν σοι οἱ ϖλανῶντές σε· ὅτι οἱ ὀφϑαλμοί σȣ ὄψονται τȣ̀ς ϖλανῶντάς σε,

30:21 ϗ τὰ ὦτά σȣ ἀϰȣ́σονται τȣ̀ς λόγȣς τῶν ὀϖίσω σε ϖλανησάντων, οἱ λέγοντες Αὕτη ἡ ὁδός, ϖοϱευϑῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀϱιϛεϱά.

30:22 ϗ ἐξαϱεῖς τὰ εἴδωλα τὰ ϖεϱιηϱγυϱωμένα ϗ τὰ ϖεϱιϰεχϱυσωμένα, λεϖτὰ ϖοιήσεις ϗ λιϰμήσεις ὡς ὕδωϱ ἀϖοϰαϑημένης ϗ ὡς ϰόϖϱον ὤσεις αὐτά.

30:23 τότε ἔϛαι ὁ ὑετὸς τῷ σϖέϱματι τῆς γῆς σȣ, ϗ ὁ ἄϱτος τȣ̃ γενήματος τῆς γῆς σȣ ἔϛαι ϖλησμονὴ ϗ λιϖαϱός· ϗ ϐοσϰηϑήσεταί σȣ τὰ ϰτήνη τῇ ἡμέϱᾳ ἐϰείνῃ τόϖον ϖίονα ϗ εὐϱύχωϱον,

30:24 οἱ ταῦϱοι ὑμῶν ϗ οἱ ϐόες οἱ ἐϱγαζόμενοι τὴν γῆν φάγονται ἄχυϱα ἀναϖεϖοιημένα ἐν ϰϱιϑῇ λελιϰμημένα.

30:25 ϗ ἔϛαι ἐϖὶ ϖαντὸς ὄϱȣς ὑψηλȣ̃ ϗ ἐϖὶ ϖαντὸς ϐȣνȣ̃ μετεώϱȣ ὕδωϱ διαϖοϱευόμενον ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, ὅταν ἀϖόλωνται ϖολλοὶ ϗ ὅταν ϖέσωσιν ϖύϱγοι.

30:26 ϗ ἔϛαι τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τȣ̃ ἡλίȣ ϗ τὸ φῶς τȣ̃ ἡλίȣ ἔϛαι ἑϖταϖλάσιον ἐν τῇ ἡμέϱᾳ, ὅταν ἰάσηται ϰύϱιος τὸ σύντϱιμμα τȣ̃ λαȣ̃ αὐτȣ̃, ϗ τὴν ὀδύνην τῆς ϖληγῆς σȣ ἰάσεται.

30:27 Ἰδȣ̀ τὸ ὄνομα ϰυϱίȣ διὰ χϱόνȣ ἔϱχεται ϖολλȣ̃, ϰαιόμενος ὁ ϑυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτȣ̃, τὸ λόγιον ὀϱγῆς ϖλῆϱες, ϗ ἡ ὀϱγὴ τȣ̃ ϑυμȣ̃ ὡς ϖῦϱ ἔδεται.

30:28 ϗ τὸ ϖνεῦμα αὐτȣ̃ ὡς ὕδωϱ ἐν φάϱαγγι σῦϱον ἥξει ἕως τȣ̃ τϱαχήλȣ ϗ διαιϱεϑήσεται τȣ̃ ἔϑνη ταϱάξαι ἐϖὶ ϖλανήσει ματαίᾳ, ϗ διώξεται αὐτȣ̀ς ϖλάνησις ϗ λήμψεται αὐτȣ̀ς ϰατὰ ϖϱόσωϖον αὐτῶν.

30:29 μὴ διὰ ϖαντὸς δεῖ ὑμᾶς εὐφϱαίνεσϑαι ϗ εἰσϖοϱεύεσϑαι εἰς τὰ ἅγιά μȣ διὰ ϖαντὸς ὡσεὶ ἑοϱτάζοντας ϗ ὡσεὶ εὐφϱαινομένȣς εἰσελϑεῖν μετὰ αὐλȣ̃ εἰς τὸ ὄϱος τȣ̃ ϰυϱίȣ ϖϱὸς τὸν ϑεὸν τȣ̃ Ισϱαηλ;

30:30 ϗ ἀϰȣϛὴν ϖοιήσει ὁ ϑεὸς τὴν δόξαν τῆς φωνῆς αὐτȣ̃ ϗ τὸν ϑυμὸν τȣ̃ ϐϱαχίονος αὐτȣ̃ δείξει μετὰ ϑυμȣ̃ ϗ ὀϱγῆς ϗ φλογὸς ϰατεσϑιȣ́σης· ϰεϱαυνώσει ϐιαίως ϗ ὡς ὕδωϱ ϗ χάλαζα συγϰαταφεϱομένη ϐίᾳ.

30:31 διὰ γὰϱ φωνὴν ϰυϱίȣ ἡττηϑήσονται Ἀσσύϱιοι τῇ ϖληγῇ, ᾗ ἂν ϖατάξῃ αὐτȣ́ς.

30:32 ϗ ἔϛαι αὐτῷ ϰυϰλόϑεν, ὅϑεν ἦν αὐτῷ ἡ ἐλϖὶς τῆς ϐοηϑείας, ἐφ’ ᾗ αὐτὸς ἐϖεϖοίϑει· αὐτοὶ μετὰ αὐλῶν ϗ ϰιϑάϱας ϖολεμήσȣσιν αὐτὸν ἐϰ μεταϐολῆς.

30:33 σὺ γὰϱ ϖϱὸ ἡμεϱῶν ἀϖαιτηϑήσῃ· μὴ ϗ σοὶ ἡτοιμάσϑη ϐασιλεύειν φάϱαγγα ϐαϑεῖαν, ξύλα ϰείμενα, ϖῦϱ ϗ ξύλα ϖολλά; ὁ ϑυμὸς ϰυϱίȣ ὡς φάϱαγξ ὑϖὸ ϑείȣ ϰαιομένη.

31:1 Ȣ̓αὶ οἱ ϰαταϐαίνοντες εἰς Αἴγυϖτον ἐϖὶ ϐοήϑειαν, οἱ ἐφ’ ἵϖϖοις ϖεϖοιϑότες ϗ ἐφ’ ἅϱμασιν, ἔϛιν γὰϱ ϖολλά, ϗ ἐφ’ ἵϖϖοις, ϖλῆϑος σφόδϱα, ϗ ȣ̓ϰ ἦσαν ϖεϖοιϑότες ἐϖὶ τὸν ἅγιον τȣ̃ Ισϱαηλ ϗ τὸν ϑεὸν ȣ̓ϰ ἐξεζήτησαν.

31:2 ϗ αὐτὸς σοφὸς ἦγεν ἐϖ’ αὐτȣ̀ς ϰαϰά, ϗ ὁ λόγος αὐτȣ̃ ȣ̓ μὴ ἀϑετηϑῇ, ϗ ἐϖαναϛήσεται ἐϖ’ οἴϰȣς ἀνϑϱώϖων ϖονηϱῶν ϗ ἐϖὶ τὴν ἐλϖίδα αὐτῶν τὴν ματαίαν,

31:3 Αἰγύϖτιον ἄνϑϱωϖον ϗ ȣ̓ ϑεόν, ἵϖϖων σάϱϰας ϗ ȣ̓ϰ ἔϛιν ϐοήϑεια· ὁ δὲ ϰύϱιος ἐϖάξει τὴν χεῖϱα αὐτȣ̃ ἐϖ’ αὐτȣ́ς, ϗ ϰοϖιάσȣσιν οἱ ϐοηϑȣ̃ντες, ϗ ἅμα ϖάντες ἀϖολȣ̃νται.

31:4 ὅτι ȣ̔́τως εἶϖέν μοι ϰύϱιος Ὃν τϱόϖον ἐὰν ϐοήσῃ ὁ λέων ἢ ὁ σϰύμνος ἐϖὶ τῇ ϑήϱᾳ, ᾗ ἔλαϐεν, ϗ ϰεϰϱάξῃ ἐϖ’ αὐτῇ, ἕως ἂν ἐμϖλησϑῇ τὰ ὄϱη τῆς φωνῆς αὐτȣ̃, ϗ ἡττήϑησαν ϗ τὸ ϖλῆϑος τȣ̃ ϑυμȣ̃ ἐϖτοήϑησαν, ȣ̔́τως ϰαταϐήσεται ϰύϱιος σαϐαωϑ ἐϖιϛϱατεῦσαι ἐϖὶ τὸ ὄϱος τὸ Σιων ἐϖὶ τὰ ὄϱη αὐτῆς.

31:5 ὡς ὄϱνεα ϖετόμενα, ȣ̔́τως ὑϖεϱασϖιεῖ ϰύϱιος ὑϖὲϱ Ιεϱȣσαλημ ϗ ἐξελεῖται ϗ ϖεϱιϖοιήσεται ϗ σώσει.

31:6 ἐϖιϛϱάφητε, οἱ τὴν ϐαϑεῖαν ϐȣλὴν ϐȣλευόμενοι ϗ ἄνομον.

31:7 ὅτι τῇ ἡμέϱᾳ ἐϰείνῃ ἀϖαϱνήσονται οἱ ἄνϑϱωϖοι τὰ χειϱοϖοίητα αὐτῶν τὰ ἀϱγυϱᾶ ϗ τὰ χϱυσᾶ, ἃ ἐϖοίησαν αἱ χεῖϱες αὐτῶν.

31:8 ϗ ϖεσεῖται Ασσȣϱ· ȣ̓ μάχαιϱα ἀνδϱὸς ȣ̓δὲ μάχαιϱα ἀνϑϱώϖȣ ϰαταφάγεται αὐτόν, ϗ φεύξεται ȣ̓ϰ ἀϖὸ ϖϱοσώϖȣ μαχαίϱας· οἱ δὲ νεανίσϰοι ἔσονται εἰς ἥττημα,

31:9 ϖέτϱᾳ γὰϱ ϖεϱιλημφϑήσονται ὡς χάϱαϰι ϗ ἡττηϑήσονται, ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει ϰύϱιος Μαϰάϱιος ὃς ἔχει ἐν Σιων σϖέϱμα ϗ οἰϰείȣς ἐν Ιεϱȣσαλημ.

32:1 ἰδȣ̀ γὰϱ ϐασιλεὺς δίϰαιος ϐασιλεύσει, ϗ ἄϱχοντες μετὰ ϰϱίσεως ἄϱξȣσιν.

32:2 ϗ ἔϛαι ὁ ἄνϑϱωϖος ϰϱύϖτων τȣ̀ς λόγȣς αὐτȣ̃ ϗ ϰϱυϐήσεται ὡς ἀφ’ ὕδατος φεϱομένȣ· ϗ φανήσεται ἐν Σιων ὡς ϖοταμὸς φεϱόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.

32:3 ϗ ȣ̓ϰέτι ἔσονται ϖεϖοιϑότες ἐϖ’ ἀνϑϱώϖοις, ἀλλὰ τὰ ὦτα δώσȣσιν ἀϰȣ́ειν.

32:4 ϗ ἡ ϰαϱδία τῶν ἀσϑενȣ́ντων ϖϱοσέξει τȣ̃ ἀϰȣ́ειν, ϗ αἱ γλῶσσαι αἱ ψελλίζȣσαι ταχὺ μαϑήσονται λαλεῖν εἰϱήνην.

32:5 ϗ ȣ̓ϰέτι μὴ εἴϖωσιν τῷ μωϱῷ ἄϱχειν, ϗ ȣ̓ϰέτι μὴ εἴϖωσιν οἱ ὑϖηϱέται σȣ Σίγα.

32:6 ὁ γὰϱ μωϱὸς μωϱὰ λαλήσει, ϗ ἡ ϰαϱδία αὐτȣ̃ μάταια νοήσει τȣ̃ συντελεῖν ἄνομα ϗ λαλεῖν ϖϱὸς ϰύϱιον ϖλάνησιν τȣ̃ διασϖεῖϱαι ψυχὰς ϖεινώσας ϗ τὰς ψυχὰς τὰς διψώσας ϰενὰς ϖοιῆσαι.

32:7 ἡ γὰϱ ϐȣλὴ τῶν ϖονηϱῶν ἄνομα ϐȣλεύσεται ϰαταφϑεῖϱαι ταϖεινȣ̀ς ἐν λόγοις ἀδίϰοις ϗ διασϰεδάσαι λόγȣς ταϖεινῶν ἐν ϰϱίσει.

32:8 οἱ δὲ εὐσεϐεῖς συνετὰ ἐϐȣλεύσαντο, ϗ αὕτη ἡ ϐȣλὴ μενεῖ.

32:9 Γυναῖϰες ϖλȣ́σιαι, ἀνάϛητε ϗ ἀϰȣ́σατε τῆς φωνῆς μȣ· ϑυγατέϱες ἐν ἐλϖίδι, ἀϰȣ́σατε τȣ̀ς λόγȣς μȣ.

32:10 ἡμέϱας ἐνιαυτȣ̃ μνείαν ϖοιήσασϑε ἐν ὀδύνῃ μετ’ ἐλϖίδος· ἀνήλωται ὁ τϱύγητος, ϖέϖαυται ὁ σϖόϱος ϗ ȣ̓ϰέτι μὴ ἔλϑῃ.

32:11 ἔϰϛητε, λυϖήϑητε, αἱ ϖεϖοιϑυῖαι, ἐϰδύσασϑε, γυμναὶ γένεσϑε, ϖεϱιζώσασϑε σάϰϰȣς τὰς ὀσφύας

32:12 ϗ ἐϖὶ τῶν μαϛῶν ϰόϖτεσϑε ἀϖὸ ἀγϱȣ̃ ἐϖιϑυμήματος ϗ ἀμϖέλȣ γενήματος.

32:13 ἡ γῆ τȣ̃ λαȣ̃ μȣ ἄϰανϑα ϗ χόϱτος ἀναϐήσεται, ϗ ἐϰ ϖάσης οἰϰίας εὐφϱοσύνη ἀϱϑήσεται· ϖόλις ϖλȣσία,

32:14 οἶϰοι ἐγϰαταλελειμμένοι ϖλȣ̃τον ϖόλεως ϗ οἴϰȣς ἐϖιϑυμητȣ̀ς ἀφήσȣσιν· ϗ ἔσονται αἱ ϰῶμαι σϖήλαια ἕως τȣ̃ αἰῶνος, εὐφϱοσύνη ὄνων ἀγϱίων, ϐοσϰήματα ϖοιμένων,

32:15 ἕως ἂν ἐϖέλϑῃ ἐφ’ ὑμᾶς ϖνεῦμα ἀφ’ ὑψηλȣ̃. ϗ ἔϛαι ἔϱημος ὁ Χεϱμελ, ϗ ὁ Χεϱμελ εἰς δϱυμὸν λογισϑήσεται.

32:16 ϗ ἀναϖαύσεται ἐν τῇ ἐϱήμῳ ϰϱίμα, ϗ διϰαιοσύνη ἐν τῷ Καϱμήλῳ ϰατοιϰήσει·

32:17 ϗ ἔϛαι τὰ ἔϱγα τῆς διϰαιοσύνης εἰϱήνη, ϗ ϰϱατήσει ἡ διϰαιοσύνη ἀνάϖαυσιν, ϗ ϖεϖοιϑότες ἕως τȣ̃ αἰῶνος·

32:18 ϗ ϰατοιϰήσει ὁ λαὸς αὐτȣ̃ ἐν ϖόλει εἰϱήνης ϗ ἐνοιϰήσει ϖεϖοιϑώς, ϗ ἀναϖαύσονται μετὰ ϖλȣ́τȣ.

32:19 ἡ δὲ χάλαζα ἐὰν ϰαταϐῇ, ȣ̓ϰ ἐφ’ ὑμᾶς ἥξει. ϗ ἔσονται οἱ ἐνοιϰȣ̃ντες ἐν τοῖς δϱυμοῖς ϖεϖοιϑότες ὡς οἱ ἐν τῇ ϖεδινῇ.

32:20 μαϰάϱιοι οἱ σϖείϱοντες ἐϖὶ ϖᾶν ὕδωϱ, ȣ̔͂ ϐȣ̃ς ϗ ὄνος ϖατεῖ.

33:1 Ȣ̓αὶ τοῖς ταλαιϖωϱȣ̃σιν ὑμᾶς, ὑμᾶς δὲ ȣ̓δεὶς ϖοιεῖ ταλαιϖώϱȣς, ϗ ὁ ἀϑετῶν ὑμᾶς ȣ̓ϰ ἀϑετεῖ· ἁλώσονται οἱ ἀϑετȣ̃ντες ϗ ϖαϱαδοϑήσονται ϗ ὡς σὴς ἐϖὶ ἱματίȣ ȣ̔́τως ἡττηϑήσονται.

33:2 ϰύϱιε, ἐλέησον ἡμᾶς, ἐϖὶ σοὶ γὰϱ ϖεϖοίϑαμεν· ἐγενήϑη τὸ σϖέϱμα τῶν ἀϖειϑȣ́ντων εἰς ἀϖώλειαν, ἡ δὲ σωτηϱία ἡμῶν ἐν ϰαιϱῷ ϑλίψεως.

33:3 διὰ φωνὴν τȣ̃ φόϐȣ σȣ ἐξέϛησαν λαοὶ ἀϖὸ τȣ̃ φόϐȣ σȣ, ϗ διεσϖάϱησαν τὰ ἔϑνη.

33:4 νῦν δὲ συναχϑήσεται τὰ σϰῦλα ὑμῶν μιϰϱȣ̃ ϗ μεγάλȣ· ὃν τϱόϖον ἐάν τις συναγάγῃ ἀϰϱίδας, ȣ̔́τως ἐμϖαίξȣσιν ὑμῖν.

33:5 ἅγιος ὁ ϑεὸς ὁ ϰατοιϰῶν ἐν ὑψηλοῖς, ἐνεϖλήσϑη Σιων ϰϱίσεως ϗ διϰαιοσύνης.

33:6 ἐν νόμῳ ϖαϱαδοϑήσονται, ἐν ϑησαυϱοῖς ἡ σωτηϱία ἡμῶν, ἐϰεῖ σοφία ϗ ἐϖιϛήμη ϗ εὐσέϐεια ϖϱὸς τὸν ϰύϱιον· ȣ̔͂τοί εἰσιν ϑησαυϱοὶ διϰαιοσύνης.

33:7 ἰδȣ̀ δὴ ἐν τῷ φόϐῳ ὑμῶν αὐτοὶ φοϐηϑήσονται· ȣ̔̀ς ἐφοϐεῖσϑε, φοϐηϑήσονται ἀφ’ ὑμῶν· ἄγγελοι γὰϱ ἀϖοϛαλήσονται ἀξιȣ̃ντες εἰϱήνην ϖιϰϱῶς ϰλαίοντες ϖαϱαϰαλȣ̃ντες εἰϱήνην.

33:8 ἐϱημωϑήσονται γὰϱ αἱ τȣ́των ὁδοί· ϖέϖαυται ὁ φόϐος τῶν ἐϑνῶν, ϗ ἡ ϖϱὸς τȣ́τȣς διαϑήϰη αἴϱεται, ϗ ȣ̓ μὴ λογίσησϑε αὐτȣ̀ς ἀνϑϱώϖȣς.

33:9 ἐϖένϑησεν ἡ γῆ, ᾐσχύνϑη ὁ Λίϐανος, ἕλη ἐγένετο ὁ Σαϱων· φανεϱὰ ἔϛαι ἡ Γαλιλαία ϗ ὁ Κάϱμηλος.

33:10 νῦν ἀναϛήσομαι, λέγει ϰύϱιος, νῦν δοξασϑήσομαι, νῦν ὑψωϑήσομαι·

33:11 νῦν ὄψεσϑε, νῦν αἰσϑηϑήσεσϑε· ματαία ἔϛαι ἡ ἰσχὺς τȣ̃ ϖνεύματος ὑμῶν, ϖῦϱ ὑμᾶς ϰατέδεται.

33:12 ϗ ἔσονται ἔϑνη ϰαταϰεϰαυμένα ὡς ἄϰανϑα ἐν ἀγϱῷ ἐϱϱιμμένη ϗ ϰαταϰεϰαυμένη.

33:13 ἀϰȣ́σονται οἱ ϖόϱϱωϑεν ἃ ἐϖοίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μȣ.

33:14 ἀϖέϛησαν οἱ ἐν Σιων ἄνομοι, λήμψεται τϱόμος τȣ̀ς ἀσεϐεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι ϖῦϱ ϰαίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόϖον τὸν αἰώνιον;

33:15 ϖοϱευόμενος ἐν διϰαιοσύνῃ, λαλῶν εὐϑεῖαν ὁδόν, μισῶν ἀνομίαν ϗ ἀδιϰίαν ϗ τὰς χεῖϱας ἀϖοσειόμενος ἀϖὸ δώϱων, ϐαϱύνων τὰ ὦτα ἵνα μὴ ἀϰȣ́σῃ ϰϱίσιν αἵματος, ϰαμμύων τȣ̀ς ὀφϑαλμȣ̀ς ἵνα μὴ ἴδῃ ἀδιϰίαν,

33:16 ȣ̔͂τος οἰϰήσει ἐν ὑψηλῷ σϖηλαίῳ ϖέτϱας ἰσχυϱᾶς· ἄϱτος αὐτῷ δοϑήσεται, ϗ τὸ ὕδωϱ αὐτȣ̃ ϖιϛόν.

33:17 ϐασιλέα μετὰ δόξης ὄψεσϑε, ϗ οἱ ὀφϑαλμοὶ ὑμῶν ὄψονται γῆν ϖόϱϱωϑεν.

33:18 ἡ ψυχὴ ὑμῶν μελετήσει φόϐον· ϖȣ̃ εἰσιν οἱ γϱαμματιϰοί; ϖȣ̃ εἰσιν οἱ συμϐȣλεύοντες; ϖȣ̃ ἐϛιν ὁ ἀϱιϑμῶν τȣ̀ς τϱεφομένȣς

33:19 μιϰϱὸν ϗ μέγαν λαόν; ᾧ ȣ̓ συνεϐȣλεύσαντο ȣ̓δὲ ᾔδει ϐαϑύφωνον ὥϛε μὴ ἀϰȣ̃σαι λαὸς ϖεφαυλισμένος, ϗ ȣ̓ϰ ἔϛιν τῷ ἀϰȣ́οντι σύνεσις.

33:20 ἰδȣ̀ Σιων ἡ ϖόλις τὸ σωτήϱιον ἡμῶν· οἱ ὀφϑαλμοί σȣ ὄψονται Ιεϱȣσαλημ, ϖόλις ϖλȣσία, σϰηναὶ αἳ ȣ̓ μὴ σεισϑῶσιν, ȣ̓δὲ μὴ ϰινηϑῶσιν οἱ ϖάσσαλοι τῆς σϰηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χϱόνον, ȣ̓δὲ τὰ σχοινία αὐτῆς ȣ̓ μὴ διαϱϱαγῶσιν.

33:21 ὅτι τὸ ὄνομα ϰυϱίȣ μέγα ὑμῖν· τόϖος ὑμῖν ἔϛαι, ϖοταμοὶ ϗ διώϱυγες ϖλατεῖς ϗ εὐϱύχωϱοι· ȣ̓ ϖοϱεύσῃ ταύτην τὴν ὁδόν, ȣ̓δὲ ϖοϱεύσεται ϖλοῖον ἐλαῦνον.

33:22 ὁ γὰϱ ϑεός μȣ μέγας ἐϛίν, ȣ̓ ϖαϱελεύσεταί με ϰύϱιος· ϰϱιτὴς ἡμῶν ϰύϱιος, ἄϱχων ἡμῶν ϰύϱιος, ϐασιλεὺς ἡμῶν ϰύϱιος, ȣ̔͂τος ἡμᾶς σώσει.

33:23 ἐϱϱάγησαν τὰ σχοινία σȣ, ὅτι ȣ̓ϰ ἐνίσχυσεν· ὁ ἱϛός σȣ ἔϰλινεν, ȣ̓ χαλάσει τὰ ἱϛία· ȣ̓ϰ ἀϱεῖ σημεῖον, ἕως ȣ̔͂ ϖαϱαδοϑῇ εἰς ϖϱονομήν· τοίνυν ϖολλοὶ χωλοὶ ϖϱονομὴν ϖοιήσȣσιν.

33:24 ϗ ȣ̓ μὴ εἴϖῃ Κοϖιῶ ὁ λαὸς ὁ ἐνοιϰῶν ἐν αὐτοῖς· ἀφέϑη γὰϱ αὐτοῖς ἡ ἁμαϱτία.

34:1 Πϱοσαγάγετε, ἔϑνη, ϗ ἀϰȣ́σατε, ἄϱχοντες· ἀϰȣσάτω ἡ γῆ ϗ οἱ ἐν αὐτῇ, ἡ οἰϰȣμένη ϗ ὁ λαὸς ὁ ἐν αὐτῇ.

34:2 διότι ϑυμὸς ϰυϱίȣ ἐϖὶ ϖάντα τὰ ἔϑνη ϗ ὀϱγὴ ἐϖὶ τὸν ἀϱιϑμὸν αὐτῶν τȣ̃ ἀϖολέσαι αὐτȣ̀ς ϗ ϖαϱαδȣ̃ναι αὐτȣ̀ς εἰς σφαγήν.

34:3 οἱ δὲ τϱαυματίαι αὐτῶν ῥιφήσονται ϗ οἱ νεϰϱοί, ϗ ἀναϐήσεται αὐτῶν ἡ ὀσμή, ϗ ϐϱαχήσεται τὰ ὄϱη ἀϖὸ τȣ̃ αἵματος αὐτῶν.

34:4 ϗ ἑλιγήσεται ὁ ȣ̓ϱανὸς ὡς ϐιϐλίον, ϗ ϖάντα τὰ ἄϛϱα ϖεσεῖται ὡς φύλλα ἐξ ἀμϖέλȣ ϗ ὡς ϖίϖτει φύλλα ἀϖὸ συϰῆς.

34:5 ἐμεϑύσϑη ἡ μάχαιϱά μȣ ἐν τῷ ȣ̓ϱανῷ· ἰδȣ̀ ἐϖὶ τὴν Ιδȣμαίαν ϰαταϐήσεται ϗ ἐϖὶ τὸν λαὸν τῆς ἀϖωλείας μετὰ ϰϱίσεως.

34:6 ἡ μάχαιϱα ϰυϱίȣ ἐνεϖλήσϑη αἵματος, ἐϖαχύνϑη ἀϖὸ ϛέατος ἀϱνῶν ϗ ἀϖὸ ϛέατος τϱάγων ϗ ϰϱιῶν· ὅτι ϑυσία ϰυϱίῳ ἐν Βοσοϱ ϗ σφαγὴ μεγάλη ἐν τῇ Ιδȣμαίᾳ.

34:7 ϗ συμϖεσȣ̃νται οἱ ἁδϱοὶ μετ’ αὐτῶν ϗ οἱ ϰϱιοὶ ϗ οἱ ταῦϱοι, ϗ μεϑυσϑήσεται ἡ γῆ ἀϖὸ τȣ̃ αἵματος ϗ ἀϖὸ τȣ̃ ϛέατος αὐτῶν ἐμϖλησϑήσεται.

34:8 ἡμέϱα γὰϱ ϰϱίσεως ϰυϱίȣ ϗ ἐνιαυτὸς ἀνταϖοδόσεως ϰϱίσεως Σιων.

34:9 ϗ ϛϱαφήσονται αὐτῆς αἱ φάϱαγγες εἰς ϖίσσαν ϗ ἡ γῆ αὐτῆς εἰς ϑεῖον, ϗ ἔϛαι αὐτῆς ἡ γῆ ϰαιομένη ὡς ϖίσσα

34:10 νυϰτὸς ϗ ἡμέϱας ϗ ȣ̓ σϐεσϑήσεται εἰς τὸν αἰῶνα χϱόνον, ϗ ἀναϐήσεται ὁ ϰαϖνὸς αὐτῆς ἄνω· εἰς γενεὰς ἐϱημωϑήσεται ϗ εἰς χϱόνον ϖολύν.

34:11 ϗ ϰατοιϰήσȣσιν ἐν αὐτῇ ὄϱνεα ϗ ἐχῖνοι ϗ ἴϐεις ϗ ϰόϱαϰες, ϗ ἐϖιϐληϑήσεται ἐϖ’ αὐτὴν σϖαϱτίον γεωμετϱίας ἐϱήμȣ, ϗ ὀνοϰένταυϱοι οἰϰήσȣσιν ἐν αὐτῇ.

34:12 οἱ ἄϱχοντες αὐτῆς ȣ̓ϰ ἔσονται· οἱ γὰϱ ϐασιλεῖς αὐτῆς ϗ οἱ ἄϱχοντες αὐτῆς ϗ οἱ μεγιϛᾶνες αὐτῆς ἔσονται εἰς ἀϖώλειαν.

34:13 ϗ ἀναφύσει εἰς τὰς ϖόλεις αὐτῶν ἀϰάνϑινα ξύλα ϗ εἰς τὰ ὀχυϱώματα αὐτῆς, ϗ ἔϛαι ἔϖαυλις σειϱήνων ϗ αὐλὴ ϛϱȣϑῶν.

34:14 ϗ συναντήσȣσιν δαιμόνια ὀνοϰενταύϱοις ϗ ϐοήσȣσιν ἕτεϱος ϖϱὸς τὸν ἕτεϱον· ἐϰεῖ ἀναϖαύσονται ὀνοϰένταυϱοι, εὗϱον γὰϱ αὑτοῖς ἀνάϖαυσιν.

34:15 ἐϰεῖ ἐνόσσευσεν ἐχῖνος, ϗ ἔσωσεν ἡ γῆ τὰ ϖαιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐϰεῖ ἔλαφοι συνήντησαν ϗ εἶδον τὰ ϖϱόσωϖα ἀλλήλων·

34:16 ἀϱιϑμῷ ϖαϱῆλϑον, ϗ μία αὐτῶν ȣ̓ϰ ἀϖώλετο, ἑτέϱα τὴν ἑτέϱαν ȣ̓ϰ ἐζήτησαν· ὅτι ϰύϱιος ἐνετείλατο αὐτοῖς, ϗ τὸ ϖνεῦμα αὐτȣ̃ συνήγαγεν αὐτάς.

34:17 ϗ αὐτὸς ἐϖιϐαλεῖ αὐτοῖς ϰλήϱȣς, ϗ ἡ χεὶϱ αὐτȣ̃ διεμέϱισεν ϐόσϰεσϑαι· εἰς τὸν αἰῶνα χϱόνον ϰληϱονομήσετε, εἰς γενεὰς γενεῶν ἀναϖαύσονται ἐϖ’ αὐτῆς.

35:1 Εὐφϱάνϑητι, ἔϱημος διψῶσα, ἀγαλλιάσϑω ἔϱημος ϗ ἀνϑείτω ὡς ϰϱίνον,

35:2 ϗ ἐξανϑήσει ϗ ἀγαλλιάσεται τὰ ἔϱημα τȣ̃ Ιοϱδάνȣ· ϗ ἡ δόξα τȣ̃ Λιϐάνȣ ἐδόϑη αὐτῇ ϗ ἡ τιμὴ τȣ̃ Καϱμήλȣ, ϗ ὁ λαός μȣ ὄψεται τὴν δόξαν ϰυϱίȣ ϗ τὸ ὕψος τȣ̃ ϑεȣ̃.

35:3 ἰσχύσατε, χεῖϱες ἀνειμέναι ϗ γόνατα ϖαϱαλελυμένα·

35:4 ϖαϱαϰαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοϐεῖσϑε· ἰδȣ̀ ὁ ϑεὸς ἡμῶν ϰϱίσιν ἀνταϖοδίδωσιν ϗ ἀνταϖοδώσει, αὐτὸς ἥξει ϗ σώσει ἡμᾶς.

35:5 τότε ἀνοιχϑήσονται ὀφϑαλμοὶ τυφλῶν, ϗ ὦτα ϰωφῶν ἀϰȣ́σονται.

35:6 τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, ϗ τϱανὴ ἔϛαι γλῶσσα μογιλάλων, ὅτι ἐϱϱάγη ἐν τῇ ἐϱήμῳ ὕδωϱ ϗ φάϱαγξ ἐν γῇ διψώσῃ,

35:7 ϗ ἡ ἄνυδϱος ἔϛαι εἰς ἕλη, ϗ εἰς τὴν διψῶσαν γῆν ϖηγὴ ὕδατος ἔϛαι· ἐϰεῖ εὐφϱοσύνη ὀϱνέων, ἔϖαυλις ϰαλάμȣ ϗ ἕλη.

35:8 ἐϰεῖ ἔϛαι ὁδὸς ϰαϑαϱὰ ϗ ὁδὸς ἁγία ϰληϑήσεται, ϗ ȣ̓ μὴ ϖαϱέλϑῃ ἐϰεῖ ἀϰάϑαϱτος, ȣ̓δὲ ἔϛαι ἐϰεῖ ὁδὸς ἀϰάϑαϱτος· οἱ δὲ διεσϖαϱμένοι ϖοϱεύσονται ἐϖ’ αὐτῆς ϗ ȣ̓ μὴ ϖλανηϑῶσιν.

35:9 ϗ ȣ̓ϰ ἔϛαι ἐϰεῖ λέων, ȣ̓δὲ τῶν ϑηϱίων τῶν ϖονηϱῶν ȣ̓ μὴ ἀναϐῇ ἐϖ’ αὐτὴν ȣ̓δὲ μὴ εὑϱεϑῇ ἐϰεῖ, ἀλλὰ ϖοϱεύσονται ἐν αὐτῇ λελυτϱωμένοι.

35:10 ϗ συνηγμένοι διὰ ϰύϱιον ἀϖοϛϱαφήσονται ϗ ἥξȣσιν εἰς Σιων μετ’ εὐφϱοσύνης, ϗ εὐφϱοσύνη αἰώνιος ὑϖὲϱ ϰεφαλῆς αὐτῶν· ἐϖὶ γὰϱ ϰεφαλῆς αὐτῶν αἴνεσις ϗ ἀγαλλίαμα, ϗ εὐφϱοσύνη ϰαταλήμψεται αὐτȣ́ς, ἀϖέδϱα ὀδύνη ϗ λύϖη ϗ ϛεναγμός.

36:1 Ϗ ἐγένετο τȣ̃ τεσσαϱεσϰαιδεϰάτȣ ἔτȣς ϐασιλεύοντος Εζεϰιȣ ἀνέϐη Σενναχηϱιμ ϐασιλεὺς Ἀσσυϱίων ἐϖὶ τὰς ϖόλεις τῆς Ιȣδαίας τὰς ὀχυϱὰς ϗ ἔλαϐεν αὐτάς.

36:2 ϗ ἀϖέϛειλεν ϐασιλεὺς Ἀσσυϱίων Ραψαϰην ἐϰ Λαχις εἰς Ιεϱȣσαλημ ϖϱὸς τὸν ϐασιλέα Εζεϰιαν μετὰ δυνάμεως ϖολλῆς, ϗ ἔϛη ἐν τῷ ὑδϱαγωγῷ τῆς ϰολυμϐήϑϱας τῆς ἄνω ἐν τῇ ὁδῷ τȣ̃ ἀγϱȣ̃ τȣ̃ γναφέως.

36:3 ϗ ἐξῆλϑεν ϖϱὸς αὐτὸν Ελιαϰιμ ὁ τȣ̃ Χελϰιȣ ὁ οἰϰονόμος ϗ Σομνας ὁ γϱαμματεὺς ϗ Ιωαχ ὁ τȣ̃ Ασαφ ὁ ὑϖομνηματογϱάφος.

36:4 ϗ εἶϖεν αὐτοῖς Ραψαϰης Εἴϖατε Εζεϰια Τάδε λέγει ὁ ϐασιλεὺς ὁ μέγας ϐασιλεὺς Ἀσσυϱίων Τί ϖεϖοιϑὼς εἶ;

36:5 μὴ ἐν ϐȣλῇ ἢ λόγοις χειλέων ϖαϱάταξις γίνεται; ϗ νῦν ἐϖὶ τίνι ϖέϖοιϑας ὅτι ἀϖειϑεῖς μοι;

36:6 ἰδȣ̀ ϖεϖοιϑὼς εἶ ἐϖὶ τὴν ῥάϐδον τὴν ϰαλαμίνην τὴν τεϑλασμένην ταύτην, ἐϖ’ Αἴγυϖτον· ὃς ἂν ἐϖ’ αὐτὴν ἐϖιϛηϱισϑῇ, εἰσελεύσεται εἰς τὴν χεῖϱα αὐτȣ̃· ȣ̔́τως ἐϛὶν Φαϱαω ϐασιλεὺς Αἰγύϖτȣ ϗ ϖάντες οἱ ϖεϖοιϑότες ἐϖ’ αὐτῷ.

36:7 εἰ δὲ λέγετε Ἐϖὶ ϰύϱιον τὸν ϑεὸν ἡμῶν ϖεϖοίϑαμεν,

36:8 νῦν μείχϑητε τῷ ϰυϱίῳ μȣ τῷ ϐασιλεῖ Ἀσσυϱίων, ϗ δώσω ὑμῖν δισχιλίαν ἵϖϖον, εἰ δυνήσεσϑε δȣ̃ναι ἀναϐάτας ἐϖ’ αὐτȣ́ς.

36:9 ϗ ϖῶς δύνασϑε ἀϖοϛϱέψαι εἰς ϖϱόσωϖον τοϖάϱχȣ ἑνός; οἰϰέται εἰσὶν οἱ ϖεϖοιϑότες ἐϖ’ Αἰγυϖτίοις εἰς ἵϖϖον ϗ ἀναϐάτην.

36:10 ϗ νῦν μὴ ἄνευ ϰυϱίȣ ἀνέϐημεν ἐϖὶ τὴν χώϱαν ταύτην ϖολεμῆσαι αὐτήν;

36:11 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Ελιαϰιμ ϗ Σομνας ϗ Ιωαχ Λάλησον ϖϱὸς τȣ̀ς ϖαῖδάς σȣ Συϱιϛί, ἀϰȣ́ομεν γὰϱ ἡμεῖς, ϗ μὴ λάλει ϖϱὸς ἡμᾶς Ιȣδαιϛί· ϗ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνϑϱώϖων τῶν ἐϖὶ τῷ τείχει;

36:12 ϗ εἶϖεν Ραψαϰης ϖϱὸς αὐτȣ́ς Μὴ ϖϱὸς τὸν ϰύϱιον ὑμῶν ἢ ϖϱὸς ὑμᾶς ἀϖέϛαλϰέν με ὁ ϰύϱιός μȣ λαλῆσαι τȣ̀ς λόγȣς τȣ́τȣς; ȣ̓χὶ ϖϱὸς τȣ̀ς ἀνϑϱώϖȣς τȣ̀ς ϰαϑημένȣς ἐϖὶ τῷ τείχει, ἵνα φάγωσιν ϰόϖϱον ϗ ϖίωσιν ȣ̓͂ϱον μεϑ’ ὑμῶν ἅμα;

36:13 ϗ ἔϛη Ραψαϰης ϗ ἐϐόησεν φωνῇ μεγάλῃ Ιȣδαιϛὶ ϗ εἶϖεν Ἀϰȣ́σατε τȣ̀ς λόγȣς τȣ̃ ϐασιλέως τȣ̃ μεγάλȣ ϐασιλέως Ἀσσυϱίων

36:14 Τάδε λέγει ὁ ϐασιλεύς Μὴ ἀϖατάτω ὑμᾶς Εζεϰιας λόγοις, οἳ ȣ̓ δυνήσονται ῥύσασϑαι ὑμᾶς·

36:15 ϗ μὴ λεγέτω ὑμῖν Εζεϰιας ὅτι Ῥύσεται ὑμᾶς ὁ ϑεός, ϗ ȣ̓ μὴ ϖαϱαδοϑῇ ἡ ϖόλις αὕτη ἐν χειϱὶ ϐασιλέως Ἀσσυϱίων·

36:16 μὴ ἀϰȣ́ετε Εζεϰιȣ. τάδε λέγει ὁ ϐασιλεὺς Ἀσσυϱίων Εἰ ϐȣ́λεσϑε εὐλογηϑῆναι, ἐϰϖοϱεύεσϑε ϖϱός με ϗ φάγεσϑε ἕϰαϛος τὴν ἄμϖελον αὐτȣ̃ ϗ τὰς συϰᾶς ϗ ϖίεσϑε ὕδωϱ τȣ̃ λάϰϰȣ ὑμῶν,

36:17 ἕως ἂν ἔλϑω ϗ λάϐω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτȣ ϗ οἴνȣ ϗ ἄϱτων ϗ ἀμϖελώνων.

36:18 μὴ ὑμᾶς ἀϖατάτω Εζεϰιας λέγων Ὁ ϑεὸς ὑμῶν ῥύσεται ὑμᾶς. μὴ ἐϱϱύσαντο οἱ ϑεοὶ τῶν ἐϑνῶν ἕϰαϛος τὴν ἑαυτȣ̃ χώϱαν ἐϰ χειϱὸς ϐασιλέως Ἀσσυϱίων;

36:19 ϖȣ̃ ἐϛιν ὁ ϑεὸς Αιμαϑ ϗ Αϱφαϑ; ϗ ϖȣ̃ ὁ ϑεὸς τῆς ϖόλεως Σεϖφαϱιμ; μὴ ἐδύναντο ῥύσασϑαι Σαμάϱειαν ἐϰ χειϱός μȣ;

36:20 τίς τῶν ϑεῶν ϖάντων τῶν ἐϑνῶν τȣ́των ἐϱϱύσατο τὴν γῆν αὐτȣ̃ ἐϰ τῆς χειϱός μȣ, ὅτι ῥύσεται ὁ ϑεὸς Ιεϱȣσαλημ ἐϰ χειϱός μȣ;

36:21 ϗ ἐσιώϖησαν, ϗ ȣ̓δεὶς ἀϖεϰϱίϑη αὐτῷ λόγον διὰ τὸ ϖϱοϛάξαι τὸν ϐασιλέα μηδένα ἀϖοϰϱιϑῆναι.

36:22 Ϗ εἰσῆλϑεν Ελιαϰιμ ὁ τȣ̃ Χελϰιȣ ὁ οἰϰονόμος ϗ Σομνας ὁ γϱαμματεὺς τῆς δυνάμεως ϗ Ιωαχ ὁ τȣ̃ Ασαφ ὁ ὑϖομνηματογϱάφος ϖϱὸς Εζεϰιαν ἐσχισμένοι τȣ̀ς χιτῶνας ϗ ἀϖήγγειλαν αὐτῷ τȣ̀ς λόγȣς Ραψαϰȣ.

37:1 ϗ ἐγένετο ἐν τῷ ἀϰȣ̃σαι τὸν ϐασιλέα Εζεϰιαν ἔσχισεν τὰ ἱμάτια ϗ σάϰϰον ϖεϱιεϐάλετο ϗ ἀνέϐη εἰς τὸν οἶϰον ϰυϱίȣ.

37:2 ϗ ἀϖέϛειλεν Ελιαϰιμ τὸν οἰϰονόμον ϗ Σομναν τὸν γϱαμματέα ϗ τȣ̀ς ϖϱεσϐυτέϱȣς τῶν ἱεϱέων ϖεϱιϐεϐλημένȣς σάϰϰȣς ϖϱὸς Ησαιαν υἱὸν Αμως τὸν ϖϱοφήτην,

37:3 ϗ εἶϖαν αὐτῷ Τάδε λέγει Εζεϰιας Ἡμέϱα ϑλίψεως ϗ ὀνειδισμȣ̃ ϗ ἐλεγμȣ̃ ϗ ὀϱγῆς ἡ σήμεϱον ἡμέϱα, ὅτι ἥϰει ἡ ὠδὶν τῇ τιϰτȣ́σῃ, ἰσχὺν δὲ ȣ̓ϰ ἔχει τȣ̃ τεϰεῖν.

37:4 εἰσαϰȣ́σαι ϰύϱιος ὁ ϑεός σȣ τȣ̀ς λόγȣς Ραψαϰȣ, ȣ̔̀ς ἀϖέϛειλεν ϐασιλεὺς Ἀσσυϱίων ὀνειδίζειν ϑεὸν ζῶντα ϗ ὀνειδίζειν λόγȣς, ȣ̔̀ς ἤϰȣσεν ϰύϱιος ὁ ϑεός σȣ· ϗ δεηϑήσῃ ϖϱὸς ϰύϱιον τὸν ϑεόν σȣ ϖεϱὶ τῶν ϰαταλελειμμένων τȣ́των.

37:5 ϗ ἦλϑον οἱ ϖαῖδες τȣ̃ ϐασιλέως ϖϱὸς Ησαιαν,

37:6 ϗ εἶϖεν αὐτοῖς Ησαιας ȣ̔́τως ἐϱεῖτε ϖϱὸς τὸν ϰύϱιον ὑμῶν Τάδε λέγει ϰύϱιος Μὴ φοϐηϑῇς ἀϖὸ τῶν λόγων, ὧν ἤϰȣσας, ȣ̔̀ς ὠνείδισάν με οἱ ϖϱέσϐεις ϐασιλέως Ἀσσυϱίων·

37:7 ἰδȣ̀ ἐγὼ ἐμϐαλῶ εἰς αὐτὸν ϖνεῦμα, ϗ ἀϰȣ́σας ἀγγελίαν ἀϖοϛϱαφήσεται εἰς τὴν χώϱαν αὐτȣ̃ ϗ ϖεσεῖται μαχαίϱᾳ ἐν τῇ γῇ αὐτȣ̃.

37:8 Ϗ ἀϖέϛϱεψεν Ραψαϰης ϗ ϰατέλαϐεν ϖολιοϱϰȣ̃ντα τὸν ϐασιλέα Λομναν. ϗ ἤϰȣσεν ϐασιλεὺς Ἀσσυϱίων ὅτι

37:9 ἐξῆλϑεν Θαϱαϰα ϐασιλεὺς Αἰϑιόϖων ϖολιοϱϰῆσαι αὐτόν· ϗ ἀϰȣ́σας ἀϖέϛϱεψεν ϗ ἀϖέϛειλεν ἀγγέλȣς ϖϱὸς Εζεϰιαν λέγων

37:10 ȣ̔́τως ἐϱεῖτε Εζεϰια ϐασιλεῖ τῆς Ιȣδαίας Μή σε ἀϖατάτω ὁ ϑεός σȣ, ἐφ’ ᾧ ϖεϖοιϑὼς εἶ ἐϖ’ αὐτῷ λέγων Ȣ̓ μὴ ϖαϱαδοϑῇ Ιεϱȣσαλημ εἰς χεῖϱας ϐασιλέως Ἀσσυϱίων.

37:11 ἢ ȣ̓ϰ ἤϰȣσας ἃ ἐϖοίησαν ϐασιλεῖς Ἀσσυϱίων ϖᾶσαν τὴν γῆν ὡς ἀϖώλεσαν;

37:12 μὴ ἐϱϱύσαντο αὐτȣ̀ς οἱ ϑεοὶ τῶν ἐϑνῶν, ȣ̔̀ς οἱ ϖατέϱες μȣ ἀϖώλεσαν, τήν τε Γωζαν ϗ Χαϱϱαν ϗ Ραφες, αἵ εἰσιν ἐν χώϱᾳ Θεμαδ;

37:13 ϖȣ̃ εἰσιν οἱ ϐασιλεῖς Αιμαϑ ϗ Αϱφαϑ ϗ ϖόλεως Σεϖφαϱιμ, Αναγ, Ȣγαυα; –

37:14 ϗ ἔλαϐεν Εζεϰιας τὸ ϐιϐλίον ϖαϱὰ τῶν ἀγγέλων ϗ ἤνοιξεν αὐτὸ ἐναντίον ϰυϱίȣ,

37:15 ϗ ϖϱοσεύξατο Εζεϰιας ϖϱὸς ϰύϱιον λέγων

37:16 Κύϱιε σαϐαωϑ ὁ ϑεὸς Ισϱαηλ ὁ ϰαϑήμενος ἐϖὶ τῶν χεϱȣϐιν, σὺ ϑεὸς μόνος εἶ ϖάσης ϐασιλείας τῆς οἰϰȣμένης, σὺ ἐϖοίησας τὸν ȣ̓ϱανὸν ϗ τὴν γῆν.

37:17 εἰσάϰȣσον, ϰύϱιε, εἴσϐλεψον, ϰύϱιε, ϗ ἰδὲ τȣ̀ς λόγȣς, ȣ̔̀ς ἀϖέϛειλεν Σενναχηϱιμ ὀνειδίζειν ϑεὸν ζῶντα.

37:18 ἐϖ’ ἀληϑείας γὰϱ ἠϱήμωσαν ϐασιλεῖς Ἀσσυϱίων τὴν οἰϰȣμένην ὅλην ϗ τὴν χώϱαν αὐτῶν

37:19 ϗ ἐνέϐαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ ϖῦϱ, ȣ̓ γὰϱ ϑεοὶ ἦσαν ἀλλὰ ἔϱγα χειϱῶν ἀνϑϱώϖων, ξύλα ϗ λίϑοι, ϗ ἀϖώλεσαν αὐτȣ́ς.

37:20 σὺ δέ, ϰύϱιε ὁ ϑεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐϰ χειϱὸς αὐτῶν, ἵνα γνῷ ϖᾶσα ϐασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ ϑεὸς μόνος.

37:21 Ϗ ἀϖεϛάλη Ησαιας υἱὸς Αμως ϖϱὸς Εζεϰιαν ϗ εἶϖεν αὐτῷ Τάδε λέγει ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ Ἤϰȣσα ἃ ϖϱοσηύξω ϖϱός με ϖεϱὶ Σενναχηϱιμ ϐασιλέως Ἀσσυϱίων.

37:22 ȣ̔͂τος ὁ λόγος, ὃν ἐλάλησεν ϖεϱὶ αὐτȣ̃ ὁ ϑεός Ἐφαύλισέν σε ϗ ἐμυϰτήϱισέν σε ϖαϱϑένος ϑυγάτηϱ Σιων, ἐϖὶ σοὶ ϰεφαλὴν ἐϰίνησεν ϑυγάτηϱ Ιεϱȣσαλημ.

37:23 τίνα ὠνείδισας ϗ ϖαϱώξυνας; ἢ ϖϱὸς τίνα ὕψωσας τὴν φωνήν σȣ; ϗ ȣ̓ϰ ἦϱας εἰς ὕψος τȣ̀ς ὀφϑαλμȣ́ς σȣ εἰς τὸν ἅγιον τȣ̃ Ισϱαηλ.

37:24 ὅτι δι’ ἀγγέλων ὠνείδισας ϰύϱιον· σὺ γὰϱ εἶϖας Τῷ ϖλήϑει τῶν ἁϱμάτων ἐγὼ ἀνέϐην εἰς ὕψος ὀϱέων ϗ εἰς τὰ ἔσχατα τȣ̃ Λιϐάνȣ ϗ ἔϰοψα τὸ ὕψος τῆς ϰέδϱȣ αὐτȣ̃ ϗ τὸ ϰάλλος τῆς ϰυϖαϱίσσȣ ϗ εἰσῆλϑον εἰς ὕψος μέϱȣς τȣ̃ δϱυμȣ̃

37:25 ϗ ἔϑηϰα γέφυϱαν ϗ ἠϱήμωσα ὕδατα ϗ ϖᾶσαν συναγωγὴν ὕδατος.

37:26 ȣ̓ ταῦτα ἤϰȣσας ϖάλαι, ἃ ἐγὼ ἐϖοίησα; ἐξ ἀϱχαίων ἡμεϱῶν συνέταξα, νῦν δὲ ἐϖέδειξα ἐξεϱημῶσαι ἔϑνη ἐν ὀχυϱοῖς ϗ ἐνοιϰȣ̃ντας ἐν ϖόλεσιν ὀχυϱαῖς·

37:27 ἀνῆϰα τὰς χεῖϱας, ϗ ἐξηϱάνϑησαν ϗ ἐγένοντο ὡς χόϱτος ξηϱὸς ἐϖὶ δωμάτων ϗ ὡς ἄγϱωϛις.

37:28 νῦν δὲ τὴν ἀνάϖαυσίν σȣ ϗ τὴν ἔξοδόν σȣ ϗ τὴν εἴσοδόν σȣ ἐγὼ ἐϖίϛαμαι·

37:29 ὁ δὲ ϑυμός σȣ, ὃν ἐϑυμώϑης, ϗ ἡ ϖιϰϱία σȣ ἀνέϐη ϖϱός με, ϗ ἐμϐαλῶ φιμὸν εἰς τὴν ῥῖνά σȣ ϗ χαλινὸν εἰς τὰ χείλη σȣ ϗ ἀϖοϛϱέψω σε τῇ ὁδῷ, ᾗ ἦλϑες ἐν αὐτῇ.

37:30 τȣ̃το δέ σοι τὸ σημεῖον· φάγε τȣ̃τον τὸν ἐνιαυτὸν ἃ ἔσϖαϱϰας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέϱῳ τὸ ϰατάλειμμα, τῷ δὲ τϱίτῳ σϖείϱαντες ἀμήσατε ϗ φυτεύσατε ἀμϖελῶνας ϗ φάγεσϑε τὸν ϰαϱϖὸν αὐτῶν.

37:31 ϗ ἔσονται οἱ ϰαταλελειμμένοι ἐν τῇ Ιȣδαίᾳ φυήσȣσιν ῥίζαν ϰάτω ϗ ϖοιήσȣσιν σϖέϱμα ἄνω.

37:32 ὅτι ἐξ Ιεϱȣσαλημ ἐξελεύσονται οἱ ϰαταλελειμμένοι ϗ οἱ σῳζόμενοι ἐξ ὄϱȣς Σιων· ὁ ζῆλος ϰυϱίȣ σαϐαωϑ ϖοιήσει ταῦτα.

37:33 διὰ τȣ̃το ȣ̔́τως λέγει ϰύϱιος ἐϖὶ ϐασιλέα Ἀσσυϱίων Ȣ̓ μὴ εἰσέλϑῃ εἰς τὴν ϖόλιν ταύτην ȣ̓δὲ μὴ ϐάλῃ ἐϖ’ αὐτὴν ϐέλος ȣ̓δὲ μὴ ἐϖιϐάλῃ ἐϖ’ αὐτὴν ϑυϱεὸν ȣ̓δὲ μὴ ϰυϰλώσῃ ἐϖ’ αὐτὴν χάϱαϰα,

37:34 ἀλλὰ τῇ ὁδῷ, ᾗ ἦλϑεν, ἐν αὐτῇ ἀϖοϛϱαφήσεται· τάδε λέγει ϰύϱιος.

37:35 ὑϖεϱασϖιῶ ὑϖὲϱ τῆς ϖόλεως ταύτης τȣ̃ σῶσαι αὐτὴν δι’ ἐμὲ ϗ διὰ Δαυιδ τὸν ϖαῖδά μȣ.

37:36 Ϗ ἐξῆλϑεν ἄγγελος ϰυϱίȣ ϗ ἀνεῖλεν ἐϰ τῆς ϖαϱεμϐολῆς τῶν Ἀσσυϱίων ἑϰατὸν ὀγδοήϰοντα ϖέντε χιλιάδας, ϗ ἐξαναϛάντες τὸ ϖϱωῒ εὗϱον ϖάντα τὰ σώματα νεϰϱά.

37:37 ϗ ἀϖοϛϱαφεὶς ἀϖῆλϑεν ϐασιλεὺς Ἀσσυϱίων ϗ ᾤϰησεν ἐν Νινευη.

37:38 ϗ ἐν τῷ αὐτὸν ϖϱοσϰυνεῖν ἐν τῷ οἴϰῳ Νασαϱαχ τὸν ϖαταχϱον αὐτȣ̃, Αδϱαμελεχ ϗ Σαϱασαϱ οἱ υἱοὶ αὐτȣ̃ ἐϖάταξαν αὐτὸν μαχαίϱαις, αὐτοὶ δὲ διεσώϑησαν εἰς Ἀϱμενίαν· ϗ ἐϐασίλευσεν Ασοϱδαν ὁ υἱὸς αὐτȣ̃ ἀντ αὐτȣ̃.

38:1 Ἐγένετο δὲ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ἐμαλαϰίσϑη Εζεϰιας ἕως ϑανάτȣ· ϗ ἦλϑεν ϖϱὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ ϖϱοφήτης ϗ εἶϖεν ϖϱὸς αὐτόν Τάδε λέγει ϰύϱιος Τάξαι ϖεϱὶ τȣ̃ οἴϰȣ σȣ, ἀϖοϑνῄσϰεις γὰϱ σὺ ϗ ȣ̓ ζήσῃ.

38:2 ϗ ἀϖέϛϱεψεν Εζεϰιας τὸ ϖϱόσωϖον αὐτȣ̃ ϖϱὸς τὸν τοῖχον ϗ ϖϱοσηύξατο ϖϱὸς ϰύϱιον

38:3 λέγων Μνήσϑητι, ϰύϱιε, ὡς ἐϖοϱεύϑην ἐνώϖιόν σȣ μετὰ ἀληϑείας ἐν ϰαϱδίᾳ ἀληϑινῇ ϗ τὰ ἀϱεϛὰ ἐνώϖιόν σȣ ἐϖοίησα· ϗ ἔϰλαυσεν Εζεϰιας ϰλαυϑμῷ μεγάλῳ.

38:4 ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Ησαιαν λέγων

38:5 Ποϱεύϑητι ϗ εἰϖὸν Εζεϰια Τάδε λέγει ϰύϱιος ὁ ϑεὸς Δαυιδ τȣ̃ ϖατϱός σȣ Ἤϰȣσα τῆς φωνῆς τῆς ϖϱοσευχῆς σȣ ϗ εἶδον τὰ δάϰϱυά σȣ· ἰδȣ̀ ϖϱοϛίϑημι ϖϱὸς τὸν χϱόνον σȣ ἔτη δέϰα ϖέντε·

38:6 ϗ ἐϰ χειϱὸς ϐασιλέως Ἀσσυϱίων σώσω σε ϗ ὑϖὲϱ τῆς ϖόλεως ταύτης ὑϖεϱασϖιῶ.

38:7 τȣ̃το δέ σοι τὸ σημεῖον ϖαϱὰ ϰυϱίȣ ὅτι ὁ ϑεὸς ϖοιήσει τὸ ῥῆμα τȣ̃το·

38:8 τὴν σϰιὰν τῶν ἀναϐαϑμῶν, ȣ̔̀ς ϰατέϐη ὁ ἥλιος, τȣ̀ς δέϰα ἀναϐαϑμȣ̀ς τȣ̃ οἴϰȣ τȣ̃ ϖατϱός σȣ, ἀϖοϛϱέψω τὸν ἥλιον τȣ̀ς δέϰα ἀναϐαϑμȣ́ς. ϗ ἀνέϐη ὁ ἥλιος τȣ̀ς δέϰα ἀναϐαϑμȣ́ς, ȣ̔̀ς ϰατέϐη ἡ σϰιά.

38:9 Πϱοσευχὴ Εζεϰιȣ ϐασιλέως τῆς Ιȣδαίας, ἡνίϰα ἐμα λαϰίσϑη ϗ ἀνέϛη ἐϰ τῆς μαλαϰίας αὐτȣ̃.

38:10 Ἐγὼ εἶϖα Ἐν τῷ ὕψει τῶν ἡμεϱῶν μȣ ἐν ϖύλαις ᾅδȣ ϰαταλείψω τὰ ἔτη τὰ ἐϖίλοιϖα.

38:11 εἶϖα Ȣ̓ϰέτι μὴ ἴδω τὸ σωτήϱιον τȣ̃ ϑεȣ̃ ἐϖὶ τῆς γῆς, ȣ̓ϰέτι μὴ ἴδω ἄνϑϱωϖον

38:12 ἐϰ τῆς συγγενείας μȣ. ϰατέλιϖον τὸ λοιϖὸν τῆς ζωῆς μȣ· ἐξῆλϑεν ϗ ἀϖῆλϑεν ἀϖ’ ἐμȣ̃ ὥσϖεϱ ὁ ϰαταλύων σϰηνὴν ϖήξας, τὸ ϖνεῦμά μȣ ϖαϱ’ ἐμοὶ ἐγένετο ὡς ἱϛὸς ἐϱίϑȣ ἐγγιζȣ́σης ἐϰτεμεῖν. ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϖαϱεδόϑην

38:13 ἕως ϖϱωῒ ὡς λέοντι· ȣ̔́τως τὰ ὀϛᾶ μȣ συνέτϱιψεν, ἀϖὸ γὰϱ τῆς ἡμέϱας ἕως τῆς νυϰτὸς ϖαϱεδόϑην.

38:14 ὡς χελιδών, ȣ̔́τως φωνήσω, ϗ ὡς ϖεϱιϛεϱά, ȣ̔́τως μελετήσω· ἐξέλιϖον γάϱ μȣ οἱ ὀφϑαλμοὶ τȣ̃ ϐλέϖειν εἰς τὸ ὕψος τȣ̃ ȣ̓ϱανȣ̃ ϖϱὸς τὸν ϰύϱιον, ὃς ἐξείλατό με

38:15 ϗ ἀφείλατό μȣ τὴν ὀδύνην τῆς ψυχῆς.

38:16 ϰύϱιε, ϖεϱὶ αὐτῆς γὰϱ ἀνηγγέλη σοι, ϗ ἐξήγειϱάς μȣ τὴν ϖνοήν, ϗ ϖαϱαϰληϑεὶς ἔζησα.

38:17 εἵλȣ γάϱ μȣ τὴν ψυχήν, ἵνα μὴ ἀϖόληται, ϗ ἀϖέϱϱιψας ὀϖίσω μȣ ϖάσας τὰς ἁμαϱτίας μȣ.

38:18 ȣ̓ γὰϱ οἱ ἐν ᾅδȣ αἰνέσȣσίν σε, ȣ̓δὲ οἱ ἀϖοϑανόντες εὐλογήσȣσίν σε, ȣ̓δὲ ἐλϖιȣ̃σιν οἱ ἐν ᾅδȣ τὴν ἐλεημοσύνην σȣ·

38:19 οἱ ζῶντως εὐλογήσȣσίν σε ὃν τϱόϖον ϰἀγώ. ἀϖὸ γὰϱ τῆς σήμεϱον ϖαιδία ϖοιήσω, ἃ ἀναγγελȣ̃σιν τὴν διϰαιοσύνην σȣ,

38:20 ϰύϱιε τῆς σωτηϱίας μȣ· ϗ ȣ̓ ϖαύσομαι εὐλογῶν σε μετὰ ψαλτηϱίȣ ϖάσας τὰς ἡμέϱας τῆς ζωῆς μȣ ϰατέναντι τȣ̃ οἴϰȣ τȣ̃ ϑεȣ̃.

38:21 Ϗ εἶϖεν Ησαιας ϖϱὸς Εζεϰιαν Λαϐὲ ϖαλάϑην ἐϰ σύϰων ϗ τϱῖψον ϗ ϰατάϖλασαι, ϗ ὑγιὴς ἔσῃ.

38:22 ϗ εἶϖεν Εζεϰιας Τȣ̃το τὸ σημεῖον, ὅτι ἀναϐήσομαι εἰς τὸν οἶϰον ϰυϱίȣ τȣ̃ ϑεȣ̃.

39:1 Ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ἀϖέϛειλεν Μαϱωδαχ υἱὸς τȣ̃ Λααδαν ὁ ϐασιλεὺς τῆς Βαϐυλωνίας ἐϖιϛολὰς ϗ ϖϱέσϐεις ϗ δῶϱα Εζεϰια· ἤϰȣσεν γὰϱ ὅτι ἐμαλαϰίσϑη ἕως ϑανάτȣ ϗ ἀνέϛη.

39:2 ϗ ἐχάϱη ἐϖ’ αὐτοῖς Εζεϰιας χαϱὰν μεγάλην ϗ ἔδειξεν αὐτοῖς τὸν οἶϰον τȣ̃ νεχωϑα ϗ τῆς ϛαϰτῆς ϗ τῶν ϑυμιαμάτων ϗ τȣ̃ μύϱȣ ϗ τȣ̃ ἀϱγυϱίȣ ϗ τȣ̃ χϱυσίȣ ϗ ϖάντας τȣ̀ς οἴϰȣς τῶν σϰευῶν τῆς γάζης ϗ ϖάντα, ὅσα ἦν ἐν τοῖς ϑησαυϱοῖς αὐτȣ̃· ϗ ȣ̓ϰ ἦν ȣ̓ϑέν, ὃ ȣ̓ϰ ἔδειξεν Εζεϰιας ἐν τῷ οἴϰῳ αὐτȣ̃.

39:3 ϗ ἦλϑεν Ησαιας ὁ ϖϱοφήτης ϖϱὸς τὸν ϐασιλέα Εζεϰιαν ϗ εἶϖεν ϖϱὸς αὐτόν Τί λέγȣσιν οἱ ἄνϑϱωϖοι ȣ̔͂τοι ϗ ϖόϑεν ἥϰασιν ϖϱὸς σέ; ϗ εἶϖεν Εζεϰιας Ἐϰ γῆς ϖόϱϱωϑεν ἥϰασιν ϖϱός με, ἐϰ Βαϐυλῶνος.

39:4 ϗ εἶϖεν Ησαιας Τί εἴδοσαν ἐν τῷ οἴϰῳ σȣ; ϗ εἶϖεν Εζεϰιας Πάντα τὰ ἐν τῷ οἴϰῳ μȣ εἴδοσαν, ϗ ȣ̓ϰ ἔϛιν ἐν τῷ οἴϰῳ μȣ ὃ ȣ̓ϰ εἴδοσαν, ἀλλὰ ϗ τὰ ἐν τοῖς ϑησαυϱοῖς μȣ.

39:5 ϗ εἶϖεν αὐτῷ Ησαιας Ἄϰȣσον τὸν λόγον ϰυϱίȣ σαϐαωϑ

39:6 Ἰδȣ̀ ἡμέϱαι ἔϱχονται, λέγει ϰύϱιος, ϗ λήμψονται ϖάντα τὰ ἐν τῷ οἴϰῳ σȣ, ϗ ὅσα συνήγαγον οἱ ϖατέϱες σȣ ἕως τῆς ἡμέϱας ταύτης, εἰς Βαϐυλῶνα ἥξει, ϗ ȣ̓δὲν ȣ̓ μὴ ϰαταλίϖωσιν· εἶϖεν δὲ ὁ ϑεὸς

39:7 ὅτι ϗ ἀϖὸ τῶν τέϰνων σȣ, ὧν ἐγέννησας, λήμψονται ϗ ϖοιήσȣσιν σϖάδοντας ἐν τῷ οἴϰῳ τȣ̃ ϐασιλέως τῶν Βαϐυλωνίων.

39:8 ϗ εἶϖεν Εζεϰιας ϖϱὸς Ησαιαν Ἀγαϑὸς ὁ λόγος ϰυϱίȣ, ὃν ἐλάλησεν· γενέσϑω δὴ εἰϱήνη ϗ διϰαιοσύνη ἐν ταῖς ἡμέϱαις μȣ.

40:1 Παϱαϰαλεῖτε ϖαϱαϰαλεῖτε τὸν λαόν μȣ, λέγει ὁ ϑεός.

40:2 ἱεϱεῖς, λαλήσατε εἰς τὴν ϰαϱδίαν Ιεϱȣσαλημ, ϖαϱαϰαλέσατε αὐτήν· ὅτι ἐϖλήσϑη ἡ ταϖείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαϱτία· ὅτι ἐδέξατο ἐϰ χειϱὸς ϰυϱίȣ διϖλᾶ τὰ ἁμαϱτήματα αὐτῆς.

40:3 φωνὴ ϐοῶντος ἐν τῇ ἐϱήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν ϰυϱίȣ, εὐϑείας ϖοιεῖτε τὰς τϱίϐȣς τȣ̃ ϑεȣ̃ ἡμῶν·

40:4 ϖᾶσα φάϱαγξ ϖληϱωϑήσεται ϗ ϖᾶν ὄϱος ϗ ϐȣνὸς ταϖεινωϑήσεται, ϗ ἔϛαι ϖάντα τὰ σϰολιὰ εἰς εὐϑεῖαν ϗ ἡ τϱαχεῖα εἰς ϖεδία·

40:5 ϗ ὀφϑήσεται ἡ δόξα ϰυϱίȣ, ϗ ὄψεται ϖᾶσα σὰϱξ τὸ σωτήϱιον τȣ̃ ϑεȣ̃· ὅτι ϰύϱιος ἐλάλησεν.

40:6 φωνὴ λέγοντος Βόησον· ϗ εἶϖα Τί ϐοήσω; Πᾶσα σὰϱξ χόϱτος, ϗ ϖᾶσα δόξα ἀνϑϱώϖȣ ὡς ἄνϑος χόϱτȣ·

40:7 ἐξηϱάνϑη ὁ χόϱτος, ϗ τὸ ἄνϑος ἐξέϖεσεν,

40:8 τὸ δὲ ῥῆμα τȣ̃ ϑεȣ̃ ἡμῶν μένει εἰς τὸν αἰῶνα.

40:9 ἐϖ’ ὄϱος ὑψηλὸν ἀνάϐηϑι, ὁ εὐαγγελιζόμενος Σιων· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σȣ, ὁ εὐαγγελιζόμενος Ιεϱȣσαλημ· ὑψώσατε, μὴ φοϐεῖσϑε· εἰϖὸν ταῖς ϖόλεσιν Ιȣδα Ἰδȣ̀ ὁ ϑεὸς ὑμῶν.

40:10 ἰδȣ̀ ϰύϱιος μετὰ ἰσχύος ἔϱχεται ϗ ὁ ϐϱαχίων μετὰ ϰυϱιείας, ἰδȣ̀ ὁ μισϑὸς αὐτȣ̃ μετ’ αὐτȣ̃ ϗ τὸ ἔϱγον ἐναντίον αὐτȣ̃.

40:11 ὡς ϖοιμὴν ϖοιμανεῖ τὸ ϖοίμνιον αὐτȣ̃ ϗ τῷ ϐϱαχίονι αὐτȣ̃ συνάξει ἄϱνας ϗ ἐν γαϛϱὶ ἐχȣ́σας ϖαϱαϰαλέσει.

40:12 Τίς ἐμέτϱησεν τῇ χειϱὶ τὸ ὕδωϱ ϗ τὸν ȣ̓ϱανὸν σϖιϑαμῇ ϗ ϖᾶσαν τὴν γῆν δϱαϰί; τίς ἔϛησεν τὰ ὄϱη ϛαϑμῷ ϗ τὰς νάϖας ζυγῷ;

40:13 τίς ἔγνω νȣ̃ν ϰυϱίȣ, ϗ τίς αὐτȣ̃ σύμϐȣλος ἐγένετο, ὃς συμϐιϐᾷ αὐτόν;

40:14 ἢ ϖϱὸς τίνα συνεϐȣλεύσατο ϗ συνεϐίϐασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ ϰϱίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;

40:15 εἰ ϖάντα τὰ ἔϑνη ὡς ϛαγὼν ἀϖὸ ϰάδȣ ϗ ὡς ῥοϖὴ ζυγȣ̃ ἐλογίσϑησαν, ϗ ὡς σίελος λογισϑήσονται·

40:16 ὁ δὲ Λίϐανος ȣ̓χ ἱϰανὸς εἰς ϰαῦσιν, ϗ ϖάντα τὰ τετϱάϖοδα ȣ̓χ ἱϰανὰ εἰς ὁλοϰάϱϖωσιν,

40:17 ϗ ϖάντα τὰ ἔϑνη ὡς ȣ̓δέν εἰσι ϗ εἰς ȣ̓ϑὲν ἐλογίσϑησαν.

40:18 τίνι ὡμοιώσατε ϰύϱιον ϗ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;

40:19 μὴ εἰϰόνα ἐϖοίησεν τέϰτων, ἢ χϱυσοχόος χωνεύσας χϱυσίον ϖεϱιεχϱύσωσεν αὐτόν, ὁμοίωμα ϰατεσϰεύασεν αὐτόν;

40:20 ξύλον γὰϱ ἄσηϖτον ἐϰλέγεται τέϰτων ϗ σοφῶς ζητεῖ ϖῶς ϛήσει αὐτȣ̃ εἰϰόνα ϗ ἵνα μὴ σαλεύηται.

40:21 ȣ̓ γνώσεσϑε; ȣ̓ϰ ἀϰȣ́σεσϑε; ȣ̓ϰ ἀνηγγέλη ἐξ ἀϱχῆς ὑμῖν; ȣ̓ϰ ἔγνωτε τὰ ϑεμέλια τῆς γῆς;

40:22 ὁ ϰατέχων τὸν γῦϱον τῆς γῆς, ϗ οἱ ἐνοιϰȣ̃ντες ἐν αὐτῇ ὡς ἀϰϱίδες, ὁ ϛήσας ὡς ϰαμάϱαν τὸν ȣ̓ϱανὸν ϗ διατείνας ὡς σϰηνὴν ϰατοιϰεῖν,

40:23 ὁ διδȣ̀ς ἄϱχοντας εἰς ȣ̓δὲν ἄϱχειν, τὴν δὲ γῆν ὡς ȣ̓δὲν ἐϖοίησεν.

40:24 ȣ̓ γὰϱ μὴ σϖείϱωσιν ȣ̓δὲ μὴ φυτεύσωσιν, ȣ̓δὲ μὴ ῥιζωϑῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔϖνευσεν ἐϖ’ αὐτȣ̀ς ϗ ἐξηϱάνϑησαν, ϗ ϰαταιγὶς ὡς φϱύγανα ἀναλήμψεται αὐτȣ́ς.

40:25 νῦν ȣ̓͂ν τίνι με ὡμοιώσατε ϗ ὑψωϑήσομαι; εἶϖεν ὁ ἅγιος.

40:26 ἀναϐλέψατε εἰς ὕψος τȣ̀ς ὀφϑαλμȣ̀ς ὑμῶν ϗ ἴδετε· τίς ϰατέδειξεν ϖάντα ταῦτα; ὁ ἐϰφέϱων ϰατὰ ἀϱιϑμὸν τὸν ϰόσμον αὐτȣ̃ ϖάντας ἐϖ’ ὀνόματι ϰαλέσει· ἀϖὸ ϖολλῆς δόξης ϗ ἐν ϰϱάτει ἰσχύος ȣ̓δέν σε ἔλαϑεν.

40:27 Μὴ γὰϱ εἴϖῃς, Ιαϰωϐ, ϗ τί ἐλάλησας, Ισϱαηλ Ἀϖεϰϱύϐη ἡ ὁδός μȣ ἀϖὸ τȣ̃ ϑεȣ̃, ϗ ὁ ϑεός μȣ τὴν ϰϱίσιν ἀφεῖλεν ϗ ἀϖέϛη;

40:28 ϗ νῦν ȣ̓ϰ ἔγνως εἰ μὴ ἤϰȣσας; ϑεὸς αἰώνιος ὁ ϑεὸς ὁ ϰατασϰευάσας τὰ ἄϰϱα τῆς γῆς, ȣ̓ ϖεινάσει ȣ̓δὲ ϰοϖιάσει, ȣ̓δὲ ἔϛιν ἐξεύϱεσις τῆς φϱονήσεως αὐτȣ̃·

40:29 διδȣ̀ς τοῖς ϖεινῶσιν ἰσχὺν ϗ τοῖς μὴ ὀδυνωμένοις λύϖην.

40:30 ϖεινάσȣσιν γὰϱ νεώτεϱοι, ϗ ϰοϖιάσȣσιν νεανίσϰοι, ϗ ἐϰλεϰτοὶ ἀνίσχυες ἔσονται·

40:31 οἱ δὲ ὑϖομένοντες τὸν ϑεὸν ἀλλάξȣσιν ἰσχύν, ϖτεϱοφυήσȣσιν ὡς ἀετοί, δϱαμȣ̃νται ϗ ȣ̓ ϰοϖιάσȣσιν, ϐαδιȣ̃νται ϗ ȣ̓ ϖεινάσȣσιν.

41:1 Ἐγϰαινίζεσϑε ϖϱός με, νῆσοι, οἱ γὰϱ ἄϱχοντες ἀλλάξȣσιν ἰσχύν· ἐγγισάτωσαν ϗ λαλησάτωσαν ἅμα, τότε ϰϱίσιν ἀναγγειλάτωσαν.

41:2 τίς ἐξήγειϱεν ἀϖὸ ἀνατολῶν διϰαιοσύνην, ἐϰάλεσεν αὐτὴν ϰατὰ ϖόδας αὐτȣ̃, ϗ ϖοϱεύσεται; δώσει ἐναντίον ἐϑνῶν ϗ ϐασιλεῖς ἐϰϛήσει ϗ δώσει εἰς γῆν τὰς μαχαίϱας αὐτῶν ϗ ὡς φϱύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·

41:3 ϗ διώξεται αὐτȣ̀ς ϗ διελεύσεται ἐν εἰϱήνῃ ἡ ὁδὸς τῶν ϖοδῶν αὐτȣ̃.

41:4 τίς ἐνήϱγησεν ϗ ἐϖοίησεν ταῦτα; ἐϰάλεσεν αὐτὴν ὁ ϰαλῶν αὐτὴν ἀϖὸ γενεῶν ἀϱχῆς, ἐγὼ ϑεὸς ϖϱῶτος, ϗ εἰς τὰ ἐϖεϱχόμενα ἐγώ εἰμι.

41:5 εἴδοσαν ἔϑνη ϗ ἐφοϐήϑησαν, τὰ ἄϰϱα τῆς γῆς ἤγγισαν ϗ ἤλϑοσαν ἅμα

41:6 ϰϱίνων ἕϰαϛος τῷ ϖλησίον ϗ τῷ ἀδελφῷ ϐοηϑῆσαι ϗ ἐϱεῖ

41:7 Ἴσχυσεν ἀνὴϱ τέϰτων ϗ χαλϰεὺς τύϖτων σφύϱῃ ἅμα ἐλαύνων· ϖοτὲ μὲν ἐϱεῖ Σύμϐλημα ϰαλόν ἐϛιν· ἰσχύϱωσαν αὐτὰ ἐν ἥλοις, ϑήσȣσιν αὐτὰ ϗ ȣ̓ ϰινηϑήσονται.

41:8 Σὺ δέ, Ισϱαηλ, ϖαῖς μȣ Ιαϰωϐ, ὃν ἐξελεξάμην, σϖέϱμα Αϐϱααμ, ὃν ἠγάϖησα,

41:9 ȣ̔͂ ἀντελαϐόμην ἀϖ’ ἄϰϱων τῆς γῆς ϗ ἐϰ τῶν σϰοϖιῶν αὐτῆς ἐϰάλεσά σε ϗ εἶϖά σοι Παῖς μȣ εἶ, ἐξελεξάμην σε ϗ ȣ̓ϰ ἐγϰατέλιϖόν σε,

41:10 μὴ φοϐȣ̃, μετὰ σȣ̃ γάϱ εἰμι· μὴ ϖλανῶ, ἐγὼ γάϱ εἰμι ὁ ϑεός σȣ ὁ ἐνισχύσας σε ϗ ἐϐοήϑησά σοι ϗ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ διϰαίᾳ μȣ.

41:11 ἰδȣ̀ αἰσχυνϑήσονται ϗ ἐντϱαϖήσονται ϖάντες οἱ ἀντιϰείμενοί σοι· ἔσονται γὰϱ ὡς ȣ̓ϰ ὄντες ϗ ἀϖολȣ̃νται ϖάντες οἱ ἀντίδιϰοί σȣ.

41:12 ζητήσεις αὐτȣ̀ς ϗ ȣ̓ μὴ εὕϱῃς τȣ̀ς ἀνϑϱώϖȣς, οἳ ϖαϱοινήσȣσιν εἰς σέ· ἔσονται γὰϱ ὡς ȣ̓ϰ ὄντες ϗ ȣ̓ϰ ἔσονται οἱ ἀντιϖολεμȣ̃ντές σε.

41:13 ὅτι ἐγὼ ὁ ϑεός σȣ ὁ ϰϱατῶν τῆς δεξιᾶς σȣ, ὁ λέγων σοι Μὴ φοϐȣ̃,

41:14 Ιαϰωϐ, ὀλιγοϛὸς Ισϱαηλ· ἐγὼ ἐϐοήϑησά σοι, λέγει ὁ ϑεὸς ὁ λυτϱȣ́μενός σε, Ισϱαηλ.

41:15 ἰδȣ̀ ἐϖοίησά σε ὡς τϱοχȣ̀ς ἁμάξης ἀλοῶντας ϰαινȣ̀ς ϖϱιϛηϱοειδεῖς, ϗ ἀλοήσεις ὄϱη ϗ λεϖτυνεῖς ϐȣνȣ̀ς ϗ ὡς χνȣ̃ν ϑήσεις·

41:16 ϗ λιϰμήσεις, ϗ ἄνεμος λήμψεται αὐτȣ́ς, ϗ ϰαταιγὶς διασϖεϱεῖ αὐτȣ́ς, σὺ δὲ εὐφϱανϑήσῃ ἐν τοῖς ἁγίοις Ισϱαηλ. ϗ ἀγαλλιάσονται

41:17 οἱ ϖτωχοὶ ϗ οἱ ἐνδεεῖς· ζητήσȣσιν γὰϱ ὕδωϱ, ϗ ȣ̓ϰ ἔϛαι, ἡ γλῶσσα αὐτῶν ἀϖὸ τῆς δίψης ἐξηϱάνϑη· ἐγὼ ϰύϱιος ὁ ϑεός, ἐγὼ ἐϖαϰȣ́σομαι, ὁ ϑεὸς Ισϱαηλ, ϗ ȣ̓ϰ ἐγϰαταλείψω αὐτȣ́ς,

41:18 ἀλλὰ ἀνοίξω ἐϖὶ τῶν ὀϱέων ϖοταμȣ̀ς ϗ ἐν μέσῳ ϖεδίων ϖηγάς, ϖοιήσω τὴν ἔϱημον εἰς ἕλη ϗ τὴν διψῶσαν γῆν ἐν ὑδϱαγωγοῖς,

41:19 ϑήσω εἰς τὴν ἄνυδϱον γῆν ϰέδϱον ϗ ϖύξον ϗ μυϱσίνην ϗ ϰυϖάϱισσον ϗ λεύϰην,

41:20 ἵνα ἴδωσιν ϗ γνῶσιν ϗ ἐννοηϑῶσιν ϗ ἐϖιϛῶνται ἅμα ὅτι χεὶϱ ϰυϱίȣ ἐϖοίησεν ταῦτα ϖάντα ϗ ὁ ἅγιος τȣ̃ Ισϱαηλ ϰατέδειξεν.

41:21 Ἐγγίζει ἡ ϰϱίσις ὑμῶν, λέγει ϰύϱιος ὁ ϑεός· ἤγγισαν αἱ ϐȣλαὶ ὑμῶν, λέγει ὁ ϐασιλεὺς Ιαϰωϐ.

41:22 ἐγγισάτωσαν ϗ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμϐήσεται, ἢ τὰ ϖϱότεϱα τίνα ἦν εἴϖατε, ϗ ἐϖιϛήσομεν τὸν νȣ̃ν ϗ γνωσόμεϑα τί τὰ ἔσχατα, ϗ τὰ ἐϖεϱχόμενα εἴϖατε ἡμῖν.

41:23 ἀναγγείλατε ἡμῖν τὰ ἐϖεϱχόμενα ἐϖ’ ἐσχάτȣ, ϗ γνωσόμεϑα ὅτι ϑεοί ἐϛε· εὖ ϖοιήσατε ϗ ϰαϰώσατε, ϗ ϑαυμασόμεϑα ϗ ὀψόμεϑα ἅμα·

41:24 ὅτι ϖόϑεν ἐϛὲ ὑμεῖς ϗ ϖόϑεν ἡ ἐϱγασία ὑμῶν; ἐϰ γῆς· ϐδέλυγμα ἐξελέξαντο ὑμᾶς.

41:25 ἐγὼ δὲ ἤγειϱα τὸν ἀϖὸ ϐοϱϱᾶ ϗ τὸν ἀφ’ ἡλίȣ ἀνατολῶν, ϰληϑήσονται τῷ ὀνόματί μȣ· ἐϱχέσϑωσαν ἄϱχοντες, ϗ ὡς ϖηλὸς ϰεϱαμέως ϗ ὡς ϰεϱαμεὺς ϰαταϖατῶν τὸν ϖηλόν, ȣ̔́τως ϰαταϖατηϑήσεσϑε.

41:26 τίς γὰϱ ἀναγγελεῖ τὰ ἐξ ἀϱχῆς, ἵνα γνῶμεν, ϗ τὰ ἔμϖϱοσϑεν, ϗ ἐϱȣ̃μεν ὅτι ἀληϑῆ ἐϛιν; ȣ̓ϰ ἔϛιν ὁ ϖϱολέγων ȣ̓δὲ ὁ ἀϰȣ́ων ὑμῶν τȣ̀ς λόγȣς.

41:27 ἀϱχὴν Σιων δώσω ϗ Ιεϱȣσαλημ ϖαϱαϰαλέσω εἰς ὁδόν.

41:28 ἀϖὸ γὰϱ τῶν ἐϑνῶν ἰδȣ̀ ȣ̓δείς, ϗ ἀϖὸ τῶν εἰδώλων αὐτῶν ȣ̓ϰ ἦν ὁ ἀναγγέλλων· ϗ ἐὰν ἐϱωτήσω αὐτȣ́ς Πόϑεν ἐϛέ, ȣ̓ μὴ ἀϖοϰϱιϑῶσίν μοι.

41:29 εἰσὶν γὰϱ οἱ ϖοιȣ̃ντες ὑμᾶς, ϗ μάτην οἱ ϖλανῶντες ὑμᾶς.

42:1 Ιαϰωϐ ὁ ϖαῖς μȣ, ἀντιλήμψομαι αὐτȣ̃· Ισϱαηλ ὁ ἐϰλεϰτός μȣ, ϖϱοσεδέξατο αὐτὸν ἡ ψυχή μȣ· ἔδωϰα τὸ ϖνεῦμά μȣ ἐϖ’ αὐτόν, ϰϱίσιν τοῖς ἔϑνεσιν ἐξοίσει.

42:2 ȣ̓ ϰεϰϱάξεται ȣ̓δὲ ἀνήσει, ȣ̓δὲ ἀϰȣσϑήσεται ἔξω ἡ φωνὴ αὐτȣ̃.

42:3 ϰάλαμον τεϑλασμένον ȣ̓ συντϱίψει ϗ λίνον ϰαϖνιζόμενον ȣ̓ σϐέσει, ἀλλὰ εἰς ἀλήϑειαν ἐξοίσει ϰϱίσιν.

42:4 ἀναλάμψει ϗ ȣ̓ ϑϱαυσϑήσεται, ἕως ἂν ϑῇ ἐϖὶ τῆς γῆς ϰϱίσιν· ϗ ἐϖὶ τῷ ὀνόματι αὐτȣ̃ ἔϑνη ἐλϖιȣ̃σιν.

42:5 ȣ̔́τως λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖοιήσας τὸν ȣ̓ϱανὸν ϗ ϖήξας αὐτόν, ὁ ϛεϱεώσας τὴν γῆν ϗ τὰ ἐν αὐτῇ ϗ διδȣ̀ς ϖνοὴν τῷ λαῷ τῷ ἐϖ’ αὐτῆς ϗ ϖνεῦμα τοῖς ϖατȣ̃σιν αὐτήν·

42:6 ἐγὼ ϰύϱιος ὁ ϑεὸς ἐϰάλεσά σε ἐν διϰαιοσύνῃ ϗ ϰϱατήσω τῆς χειϱός σȣ ϗ ἐνισχύσω σε ϗ ἔδωϰά σε εἰς διαϑήϰην γένȣς, εἰς φῶς ἐϑνῶν

42:7 ἀνοῖξαι ὀφϑαλμȣ̀ς τυφλῶν, ἐξαγαγεῖν ἐϰ δεσμῶν δεδεμένȣς ϗ ἐξ οἴϰȣ φυλαϰῆς ϰαϑημένȣς ἐν σϰότει. –

42:8 ἐγὼ ϰύϱιος ὁ ϑεός, τȣ̃τό μȣ́ ἐϛιν τὸ ὄνομα· τὴν δόξαν μȣ ἑτέϱῳ ȣ̓ δώσω ȣ̓δὲ τὰς ἀϱετάς μȣ τοῖς γλυϖτοῖς.

42:9 τὰ ἀϖ’ ἀϱχῆς ἰδȣ̀ ἥϰασιν, ϗ ϰαινὰ ἃ ἐγὼ ἀναγγελῶ, ϗ ϖϱὸ τȣ̃ ἀνατεῖλαι ἐδηλώϑη ὑμῖν.

42:10 Ὑμνήσατε τῷ ϰυϱίῳ ὕμνον ϰαινόν, ἡ ἀϱχὴ αὐτȣ̃· δοξάζετε τὸ ὄνομα αὐτȣ̃ ἀϖ’ ἄϰϱȣ τῆς γῆς, οἱ ϰαταϐαίνοντες εἰς τὴν ϑάλασσαν ϗ ϖλέοντες αὐτήν, αἱ νῆσοι ϗ οἱ ϰατοιϰȣ̃ντες αὐτάς.

42:11 εὐφϱάνϑητι, ἔϱημος ϗ αἱ ϰῶμαι αὐτῆς, ἐϖαύλεις ϗ οἱ ϰατοιϰȣ̃ντες Κηδαϱ· εὐφϱανϑήσονται οἱ ϰατοιϰȣ̃ντες Πέτϱαν, ἀϖ’ ἄϰϱων τῶν ὀϱέων ϐοήσȣσιν·

42:12 δώσȣσιν τῷ ϑεῷ δόξαν, τὰς ἀϱετὰς αὐτȣ̃ ἐν ταῖς νήσοις ἀναγγελȣ̃σιν.

42:13 ϰύϱιος ὁ ϑεὸς τῶν δυνάμεων ἐξελεύσεται ϗ συντϱίψει ϖόλεμον, ἐϖεγεϱεῖ ζῆλον ϗ ϐοήσεται ἐϖὶ τȣ̀ς ἐχϑϱȣ̀ς αὐτȣ̃ μετὰ ἰσχύος.

42:14 ἐσιώϖησα, μὴ ϗ ἀεὶ σιωϖήσομαι ϗ ἀνέξομαι; ἐϰαϱτέϱησα ὡς ἡ τίϰτȣσα, ἐϰϛήσω ϗ ξηϱανῶ ἅμα.

42:15 ϗ ϑήσω ϖοταμȣ̀ς εἰς νήσȣς ϗ ἕλη ξηϱανῶ.

42:16 ϗ ἄξω τυφλȣ̀ς ἐν ὁδῷ, ᾗ ȣ̓ϰ ἔγνωσαν, ϗ τϱίϐȣς, ȣ̔̀ς ȣ̓ϰ ᾔδεισαν, ϖατῆσαι ϖοιήσω αὐτȣ́ς· ϖοιήσω αὐτοῖς τὸ σϰότος εἰς φῶς ϗ τὰ σϰολιὰ εἰς εὐϑεῖαν· ταῦτα τὰ ῥήματα ϖοιήσω ϗ ȣ̓ϰ ἐγϰαταλείψω αὐτȣ́ς.

42:17 αὐτοὶ δὲ ἀϖεϛϱάφησαν εἰς τὰ ὀϖίσω· αἰσχύνϑητε αἰσχύνην, οἱ ϖεϖοιϑότες ἐϖὶ τοῖς γλυϖτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐϛε ϑεοὶ ἡμῶν.

42:18 Οἱ ϰωφοί, ἀϰȣ́σατε, ϗ οἱ τυφλοί, ἀναϐλέψατε ἰδεῖν.

42:19 ϗ τίς τυφλὸς ἀλλ’ ἢ οἱ ϖαῖδές μȣ ϗ ϰωφοὶ ἀλλ’ ἢ οἱ ϰυϱιεύοντες αὐτῶν; ϗ ἐτυφλώϑησαν οἱ δȣ̃λοι τȣ̃ ϑεȣ̃.

42:20 εἴδετε ϖλεονάϰις, ϗ ȣ̓ϰ ἐφυλάξασϑε· ἠνοιγμένα τὰ ὦτα, ϗ ȣ̓ϰ ἠϰȣ́σατε.

42:21 ϰύϱιος ὁ ϑεὸς ἐϐȣ́λετο ἵνα διϰαιωϑῇ ϗ μεγαλύνῃ αἴνεσιν. ϗ εἶδον,

42:22 ϗ ἐγένετο ὁ λαὸς ϖεϖϱονομευμένος ϗ διηϱϖασμένος· ἡ γὰϱ ϖαγὶς ἐν τοῖς ταμιείοις ϖανταχȣ̃, ϗ ἐν οἴϰοις ἅμα, ὅϖȣ ἔϰϱυψαν αὐτȣ́ς, ἐγένοντο εἰς ϖϱονομήν, ϗ ȣ̓ϰ ἦν ὁ ἐξαιϱȣ́μενος ἅϱϖαγμα, ϗ ȣ̓ϰ ἦν ὁ λέγων Ἀϖόδος.

42:23 τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσαϰȣ́σεται εἰς τὰ ἐϖεϱχόμενα;

42:24 τίς ἔδωϰεν εἰς διαϱϖαγὴν Ιαϰωϐ ϗ Ισϱαηλ τοῖς ϖϱονομεύȣσιν αὐτόν; ȣ̓χὶ ὁ ϑεός, ᾧ ἡμάϱτοσαν αὐτῷ ϗ ȣ̓ϰ ἐϐȣ́λοντο ἐν ταῖς ὁδοῖς αὐτȣ̃ ϖοϱεύεσϑαι ȣ̓δὲ ἀϰȣ́ειν τȣ̃ νόμȣ αὐτȣ̃;

42:25 ϗ ἐϖήγαγεν ἐϖ’ αὐτȣ̀ς ὀϱγὴν ϑυμȣ̃ αὐτȣ̃, ϗ ϰατίσχυσεν αὐτȣ̀ς ϖόλεμος ϗ οἱ συμφλέγοντες αὐτȣ̀ς ϰύϰλῳ, ϗ ȣ̓ϰ ἔγνωσαν ἕϰαϛος αὐτῶν ȣ̓δὲ ἔϑεντο ἐϖὶ ψυχήν.

43:1 Ϗ νῦν ȣ̔́τως λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖοιήσας σε, Ιαϰωϐ, ὁ ϖλάσας σε, Ισϱαηλ Μὴ φοϐȣ̃, ὅτι ἐλυτϱωσάμην σε· ἐϰάλεσά σε τὸ ὄνομά σȣ, ἐμὸς εἶ σύ.

43:2 ϗ ἐὰν διαϐαίνῃς δι’ ὕδατος, μετὰ σȣ̃ εἰμι, ϗ ϖοταμοὶ ȣ̓ συγϰλύσȣσίν σε· ϗ ἐὰν διέλϑῃς διὰ ϖυϱός, ȣ̓ μὴ ϰαταϰαυϑῇς, φλὸξ ȣ̓ ϰαταϰαύσει σε.

43:3 ὅτι ἐγὼ ϰύϱιος ὁ ϑεός σȣ ὁ ἅγιος Ισϱαηλ ὁ σῴζων σε· ἐϖοίησά σȣ ἄλλαγμα Αἴγυϖτον ϗ Αἰϑιοϖίαν ϗ Σοήνην ὑϖὲϱ σȣ̃.

43:4 ἀφ’ ȣ̔͂ ἔντιμος ἐγένȣ ἐναντίον μȣ, ἐδοξάσϑης, ϰἀγώ σε ἠγάϖησα· ϗ δώσω ἀνϑϱώϖȣς ϖολλȣ̀ς ὑϖὲϱ σȣ̃ ϗ ἄϱχοντας ὑϖὲϱ τῆς ϰεφαλῆς σȣ.

43:5 μὴ φοϐȣ̃, ὅτι μετὰ σȣ̃ εἰμι· ἀϖὸ ἀνατολῶν ἄξω τὸ σϖέϱμα σȣ ϗ ἀϖὸ δυσμῶν συνάξω σε.

43:6 ἐϱῶ τῷ ϐοϱϱᾷ Ἄγε, ϗ τῷ λιϐί Μὴ ϰώλυε· ἄγε τȣ̀ς υἱȣ́ς μȣ ἀϖὸ γῆς ϖόϱϱωϑεν ϗ τὰς ϑυγατέϱας μȣ ἀϖ’ ἄϰϱων τῆς γῆς,

43:7 ϖάντας ὅσοι ἐϖιϰέϰληνται τῷ ὀνόματί μȣ. ἐν γὰϱ τῇ δόξῃ μȣ ϰατεσϰεύασα αὐτὸν ϗ ἔϖλασα ϗ ἐϖοίησα αὐτόν·

43:8 ϗ ἐξήγαγον λαὸν τυφλόν, ϗ ὀφϑαλμοί εἰσιν ὡσαύτως τυφλοί, ϗ ϰωφοὶ τὰ ὦτα ἔχοντες.

43:9 ϖάντα τὰ ἔϑνη συνήχϑησαν ἅμα, ϗ συναχϑήσονται ἄϱχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀϱχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τȣ̀ς μάϱτυϱας αὐτῶν ϗ διϰαιωϑήτωσαν ϗ εἰϖάτωσαν ἀληϑῆ.

43:10 γένεσϑέ μοι μάϱτυϱες, ϰἀγὼ μάϱτυς, λέγει ϰύϱιος ὁ ϑεός, ϗ ὁ ϖαῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε ϗ ϖιϛεύσητε ϗ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμϖϱοσϑέν μȣ ȣ̓ϰ ἐγένετο ἄλλος ϑεὸς ϗ μετ’ ἐμὲ ȣ̓ϰ ἔϛαι·

43:11 ἐγὼ ὁ ϑεός, ϗ ȣ̓ϰ ἔϛιν ϖάϱεξ ἐμȣ̃ σῴζων.

43:12 ἀνήγγειλα ϗ ἔσωσα, ὠνείδισα ϗ ȣ̓ϰ ἦν ἐν ὑμῖν ἀλλότϱιος· ὑμεῖς ἐμοὶ μάϱτυϱες ϰἀγὼ μάϱτυς, λέγει ϰύϱιος ὁ ϑεός.

43:13 ἔτι ἀϖ’ ἀϱχῆς ϗ ȣ̓ϰ ἔϛιν ὁ ἐϰ τῶν χειϱῶν μȣ ἐξαιϱȣ́μενος· ϖοιήσω, ϗ τίς ἀϖοϛϱέψει αὐτό;

43:14 ȣ̔́τως λέγει ϰύϱιος ὁ ϑεὸς ὁ λυτϱȣ́μενος ὑμᾶς ὁ ἅγιος Ισϱαηλ Ἕνεϰεν ὑμῶν ἀϖοϛελῶ εἰς Βαϐυλῶνα ϗ ἐϖεγεϱῶ ϖάντας φεύγοντας, ϗ Χαλδαῖοι ἐν ϖλοίοις δεϑήσονται.

43:15 ἐγὼ ϰύϱιος ὁ ϑεὸς ὁ ἅγιος ὑμῶν ὁ ϰαταδείξας Ισϱαηλ ϐασιλέα ὑμῶν.

43:16 ȣ̔́τως λέγει ϰύϱιος ὁ διδȣ̀ς ὁδὸν ἐν ϑαλάσσῃ ϗ ἐν ὕδατι ἰσχυϱῷ τϱίϐον

43:17 ὁ ἐξαγαγὼν ἅϱματα ϗ ἵϖϖον ϗ ὄχλον ἰσχυϱόν, ἀλλὰ ἐϰοιμήϑησαν ϗ ȣ̓ϰ ἀναϛήσονται, ἐσϐέσϑησαν ὡς λίνον ἐσϐεσμένον

43:18 Μὴ μνημονεύετε τὰ ϖϱῶτα ϗ τὰ ἀϱχαῖα μὴ συλλογίζεσϑε.

43:19 ἰδȣ̀ ϖοιῶ ϰαινὰ ἃ νῦν ἀνατελεῖ, ϗ γνώσεσϑε αὐτά· ϗ ϖοιήσω ἐν τῇ ἐϱήμῳ ὁδὸν ϗ ἐν τῇ ἀνύδϱῳ ϖοταμȣ́ς.

43:20 εὐλογήσει με τὰ ϑηϱία τȣ̃ ἀγϱȣ̃, σειϱῆνες ϗ ϑυγατέϱες ϛϱȣϑῶν, ὅτι ἔδωϰα ἐν τῇ ἐϱήμῳ ὕδωϱ ϗ ϖοταμȣ̀ς ἐν τῇ ἀνύδϱῳ ϖοτίσαι τὸ γένος μȣ τὸ ἐϰλεϰτόν,

43:21 λαόν μȣ, ὃν ϖεϱιεϖοιησάμην τὰς ἀϱετάς μȣ διηγεῖσϑαι.

43:22 ȣ̓ νῦν ἐϰάλεσά σε, Ιαϰωϐ, ȣ̓δὲ ϰοϖιᾶσαί σε ἐϖοίησα, Ισϱαηλ·

43:23 ȣ̓ϰ ἐμοὶ ϖϱόϐατα τῆς ὁλοϰαϱϖώσεώς σȣ, ȣ̓δὲ ἐν ταῖς ϑυσίαις σȣ ἐδόξασάς με, ȣ̓δὲ ἔγϰοϖον ἐϖοίησά σε ἐν λιϐάνῳ,

43:24 ȣ̓δὲ ἐϰτήσω μοι ἀϱγυϱίȣ ϑυμίαμα, ȣ̓δὲ τὸ ϛέαϱ τῶν ϑυσιῶν σȣ ἐϖεϑύμησα, ἀλλὰ ἐν ταῖς ἁμαϱτίαις σȣ ϗ ἐν ταῖς ἀδιϰίαις σȣ ϖϱοέϛην σȣ.

43:25 ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σȣ ϗ ȣ̓ μὴ μνησϑήσομαι.

43:26 σὺ δὲ μνήσϑητι ϗ ϰϱιϑῶμεν· λέγε σὺ τὰς ἀνομίας σȣ ϖϱῶτος, ἵνα διϰαιωϑῇς.

43:27 οἱ ϖατέϱες ὑμῶν ϖϱῶτοι ϗ οἱ ἄϱχοντες αὐτῶν ἠνόμησαν εἰς ἐμέ,

43:28 ϗ ἐμίαναν οἱ ἄϱχοντες τὰ ἅγιά μȣ, ϗ ἔδωϰα ἀϖολέσαι Ιαϰωϐ ϗ Ισϱαηλ εἰς ὀνειδισμόν.

44:1 νῦν δὲ ἄϰȣσον, ϖαῖς μȣ Ιαϰωϐ ϗ Ισϱαηλ, ὃν ἐξελεξάμην·

44:2 ȣ̔́τως λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖοιήσας σε ϗ ὁ ϖλάσας σε ἐϰ ϰοιλίας Ἔτι ϐοηϑηϑήσῃ, μὴ φοϐȣ̃, ϖαῖς μȣ Ιαϰωϐ ϗ ὁ ἠγαϖημένος Ισϱαηλ, ὃν ἐξελεξάμην·

44:3 ὅτι ἐγὼ δώσω ὕδωϱ ἐν δίψει τοῖς ϖοϱευομένοις ἐν ἀνύδϱῳ, ἐϖιϑήσω τὸ ϖνεῦμά μȣ ἐϖὶ τὸ σϖέϱμα σȣ ϗ τὰς εὐλογίας μȣ ἐϖὶ τὰ τέϰνα σȣ,

44:4 ϗ ἀνατελȣ̃σιν ὡσεὶ χόϱτος ἀνὰ μέσον ὕδατος ϗ ὡς ἰτέα ἐϖὶ ϖαϱαϱϱέον ὕδωϱ.

44:5 ȣ̔͂τος ἐϱεῖ Τȣ̃ ϑεȣ̃ εἰμι, ϗ ȣ̔͂τος ϐοήσεται ἐϖὶ τῷ ὀνόματι Ιαϰωϐ, ϗ ἕτεϱος ἐϖιγϱάψει Τȣ̃ ϑεȣ̃ εἰμι, ἐϖὶ τῷ ὀνόματι Ισϱαηλ.

44:6 ȣ̔́τως λέγει ὁ ϑεὸς ὁ ϐασιλεὺς τȣ̃ Ισϱαηλ ὁ ῥυσάμενος αὐτὸν ϑεὸς σαϐαωϑ Ἐγὼ ϖϱῶτος ϗ ἐγὼ μετὰ ταῦτα, ϖλὴν ἐμȣ̃ ȣ̓ϰ ἔϛιν ϑεός.

44:7 τίς ὥσϖεϱ ἐγώ; ϛήτω ϰαλεσάτω ϗ ἑτοιμασάτω μοι ἀφ’ ȣ̔͂ ἐϖοίησα ἄνϑϱωϖον εἰς τὸν αἰῶνα, ϗ τὰ ἐϖεϱχόμενα ϖϱὸ τȣ̃ ἐλϑεῖν ἀναγγειλάτωσαν ὑμῖν.

44:8 μὴ ϖαϱαϰαλύϖτεσϑε· ȣ̓ϰ ἀϖ’ ἀϱχῆς ἠνωτίσασϑε ϗ ἀϖήγγειλα ὑμῖν; μάϱτυϱες ὑμεῖς ἐϛε, εἰ ἔϛιν ϑεὸς ϖλὴν ἐμȣ̃· ϗ ȣ̓ϰ ἦσαν τότε.

44:9 οἱ ϖλάσσοντες ϗ γλύφοντες ϖάντες μάταιοι οἱ ϖοιȣ̃ντες τὰ ϰαταϑύμια αὐτῶν, ἃ ȣ̓ϰ ὠφελήσει αὐτȣ́ς· ἀλλὰ αἰσχυνϑήσονται

44:10 ϖάντες οἱ ϖλάσσοντες ϑεὸν ϗ γλύφοντες ἀνωφελῆ,

44:11 ϗ ϖάντες ὅϑεν ἐγένοντο ἐξηϱάνϑησαν, ϗ ϰωφοὶ ἀϖὸ ἀνϑϱώϖων συναχϑήτωσαν ϖάντες ϗ ϛήτωσαν ἅμα, ἐντϱαϖήτωσαν ϗ αἰσχυνϑήτωσαν ἅμα.

44:12 ὅτι ὤξυνεν τέϰτων σίδηϱον, σϰεϖάϱνῳ εἰϱγάσατο αὐτὸ ϗ ἐν τεϱέτϱῳ ἔτϱησεν αὐτό, εἰϱγάσατο αὐτὸ ἐν τῷ ϐϱαχίονι τῆς ἰσχύος αὐτȣ̃· ϗ ϖεινάσει ϗ ἀσϑενήσει ϗ ȣ̓ μὴ ϖίῃ ὕδωϱ. ἐϰλεξάμενος

44:13 τέϰτων ξύλον ἔϛησεν αὐτὸ ἐν μέτϱῳ ϗ ἐν ϰόλλῃ ἐϱϱύϑμισεν αὐτό, ἐϖοίησεν αὐτὸ ὡς μοϱφὴν ἀνδϱὸς ϗ ὡς ὡϱαιότητα ἀνϑϱώϖȣ ϛῆσαι αὐτὸ ἐν οἴϰῳ.

44:14 ὃ ἔϰοψεν ξύλον ἐϰ τȣ̃ δϱυμȣ̃, ὃ ἐφύτευσεν ϰύϱιος ϗ ὑετὸς ἐμήϰυνεν,

44:15 ἵνα ᾖ ἀνϑϱώϖοις εἰς ϰαῦσιν· ϗ λαϐὼν ἀϖ’ αὐτȣ̃ ἐϑεϱμάνϑη, ϗ ϰαύσαντες ἔϖεψαν ἄϱτȣς ἐϖ’ αὐτῶν· τὸ δὲ λοιϖὸν εἰϱγάσαντο εἰς ϑεȣ́ς, ϗ ϖϱοσϰυνȣ̃σιν αὐτȣ́ς.

44:16 ȣ̔͂ τὸ ἥμισυ αὐτȣ̃ ϰατέϰαυσαν ἐν ϖυϱὶ ϗ ϰαύσαντες ἔϖεψαν ἄϱτȣς ἐϖ’ αὐτῶν· ϗ ἐϖ’ αὐτȣ̃ ϰϱέας ὀϖτήσας ἔφαγεν ϗ ἐνεϖλήσϑη· ϗ ϑεϱμανϑεὶς εἶϖεν Ἡδύ μοι ὅτι ἐϑεϱμάνϑην ϗ εἶδον ϖῦϱ.

44:17 τὸ δὲ λοιϖὸν ἐϖοίησεν εἰς ϑεὸν γλυϖτὸν ϗ ϖϱοσϰυνεῖ αὐτῷ ϗ ϖϱοσεύχεται λέγων Ἐξελȣ̃ με, ὅτι ϑεός μȣ εἶ σύ.

44:18 ȣ̓ϰ ἔγνωσαν φϱονῆσαι, ὅτι ἀϖημαυϱώϑησαν τȣ̃ ϐλέϖειν τοῖς ὀφϑαλμοῖς αὐτῶν ϗ τȣ̃ νοῆσαι τῇ ϰαϱδίᾳ αὐτῶν.

44:19 ϗ ȣ̓ϰ ἐλογίσατο τῇ ϰαϱδίᾳ αὐτȣ̃ ȣ̓δὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτȣ̃ ȣ̓δὲ ἔγνω τῇ φϱονήσει ὅτι τὸ ἥμισυ αὐτȣ̃ ϰατέϰαυσεν ἐν ϖυϱὶ ϗ ἔϖεψεν ἐϖὶ τῶν ἀνϑϱάϰων αὐτȣ̃ ἄϱτȣς ϗ ὀϖτήσας ϰϱέας ἔφαγεν ϗ τὸ λοιϖὸν αὐτȣ̃ εἰς ϐδέλυγμα ἐϖοίησεν ϗ ϖϱοσϰυνȣ̃σιν αὐτῷ.

44:20 γνῶτε ὅτι σϖοδὸς ἡ ϰαϱδία αὐτῶν, ϗ ϖλανῶνται, ϗ ȣ̓δεὶς δύναται ἐξελέσϑαι τὴν ψυχὴν αὐτȣ̃· ἴδετε, ȣ̓ϰ ἐϱεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μȣ;

44:21 Μνήσϑητι ταῦτα, Ιαϰωϐ ϗ Ισϱαηλ, ὅτι ϖαῖς μȣ εἶ σύ· ἔϖλασά σε ϖαῖδά μȣ, ϗ σύ, Ισϱαηλ, μὴ ἐϖιλανϑάνȣ μȣ.

44:22 ἰδȣ̀ γὰϱ ἀϖήλειψα ὡς νεφέλην τὰς ἀνομίας σȣ ϗ ὡς γνόφον τὰς ἁμαϱτίας σȣ· ἐϖιϛϱάφητι ϖϱός με, ϗ λυτϱώσομαί σε.

44:23 εὐφϱάνϑητε, ȣ̓ϱανοί, ὅτι ἠλέησεν ὁ ϑεὸς τὸν Ισϱαηλ· σαλϖίσατε, ϑεμέλια τῆς γῆς, ϐοήσατε, ὄϱη, εὐφϱοσύνην, οἱ ϐȣνοὶ ϗ ϖάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτϱώσατο ὁ ϑεὸς τὸν Ιαϰωϐ, ϗ Ισϱαηλ δοξασϑήσεται.

44:24 ȣ̔́τως λέγει ϰύϱιος ὁ λυτϱȣ́μενός σε ϗ ὁ ϖλάσσων σε ἐϰ ϰοιλίας Ἐγὼ ϰύϱιος ὁ συντελῶν ϖάντα ἐξέτεινα τὸν ȣ̓ϱανὸν μόνος ϗ ἐϛεϱέωσα τὴν γῆν. τίς ἕτεϱος

44:25 διασϰεδάσει σημεῖα ἐγγαϛϱιμύϑων ϗ μαντείας ἀϖὸ ϰαϱδίας, ἀϖοϛϱέφων φϱονίμȣς εἰς τὰ ὀϖίσω ϗ τὴν ϐȣλὴν αὐτῶν μωϱεύων

44:26 ϗ ἱϛῶν ῥήματα ϖαιδὸς αὐτȣ̃ ϗ τὴν ϐȣλὴν τῶν ἀγγέλων αὐτȣ̃ ἀληϑεύων; ὁ λέγων Ιεϱȣσαλημ Κατοιϰηϑήσῃ, ϗ ταῖς ϖόλεσιν τῆς Ιȣδαίας Οἰϰοδομηϑήσεσϑε, ϗ τὰ ἔϱημα αὐτῆς ἀνατελεῖ·

44:27 ὁ λέγων τῇ ἀϐύσσῳ Ἐϱημωϑήσῃ, ϗ τȣ̀ς ϖοταμȣ́ς σȣ ξηϱανῶ·

44:28 ὁ λέγων Κύϱῳ φϱονεῖν, ϗ Πάντα τὰ ϑελήματά μȣ ϖοιήσει· ὁ λέγων Ιεϱȣσαλημ Οἰϰοδομηϑήσῃ, ϗ τὸν οἶϰον τὸν ἅγιόν μȣ ϑεμελιώσω.

45:1 ȣ̔́τως λέγει ϰύϱιος ὁ ϑεὸς τῷ χϱιϛῷ μȣ Κύϱῳ, ȣ̔͂ ἐϰϱάτησα τῆς δεξιᾶς ἐϖαϰȣ̃σαι ἔμϖϱοσϑεν αὐτȣ̃ ἔϑνη, ϗ ἰσχὺν ϐασιλέων διαϱϱήξω, ἀνοίξω ἔμϖϱοσϑεν αὐτȣ̃ ϑύϱας, ϗ ϖόλεις ȣ̓ συγϰλεισϑήσονται

45:2 Ἐγὼ ἔμϖϱοσϑέν σȣ ϖοϱεύσομαι ϗ ὄϱη ὁμαλιῶ, ϑύϱας χαλϰᾶς συντϱίψω ϗ μοχλȣ̀ς σιδηϱȣ̃ς συγϰλάσω

45:3 ϗ δώσω σοι ϑησαυϱȣ̀ς σϰοτεινȣ́ς, ἀϖοϰϱύφȣς ἀοϱάτȣς ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ ϰύϱιος ὁ ϑεὸς ὁ ϰαλῶν τὸ ὄνομά σȣ, ϑεὸς Ισϱαηλ.

45:4 ἕνεϰεν Ιαϰωϐ τȣ̃ ϖαιδός μȣ ϗ Ισϱαηλ τȣ̃ ἐϰλεϰτȣ̃ μȣ ἐγὼ ϰαλέσω σε τῷ ὀνόματί σȣ ϗ ϖϱοσδέξομαί σε, σὺ δὲ ȣ̓ϰ ἔγνως με.

45:5 ὅτι ἐγὼ ϰύϱιος ὁ ϑεός, ϗ ȣ̓ϰ ἔϛιν ἔτι ϖλὴν ἐμȣ̃ ϑεός, ϗ ȣ̓ϰ ᾔδεις με,

45:6 ἵνα γνῶσιν οἱ ἀϖὸ ἀνατολῶν ἡλίȣ ϗ οἱ ἀϖὸ δυσμῶν ὅτι ȣ̓ϰ ἔϛιν ϖλὴν ἐμȣ̃· ἐγὼ ϰύϱιος ὁ ϑεός, ϗ ȣ̓ϰ ἔϛιν ἔτι·

45:7 ἐγὼ ὁ ϰατασϰευάσας φῶς ϗ ϖοιήσας σϰότος, ὁ ϖοιῶν εἰϱήνην ϗ ϰτίζων ϰαϰά· ἐγὼ ϰύϱιος ὁ ϑεὸς ὁ ϖοιῶν ταῦτα ϖάντα.

45:8 εὐφϱανϑήτω ὁ ȣ̓ϱανὸς ἄνωϑεν, ϗ αἱ νεφέλαι ῥανάτωσαν διϰαιοσύνην· ἀνατειλάτω ἡ γῆ ἔλεος ϗ διϰαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι ϰύϱιος ὁ ϰτίσας σε.

45:9 Ποῖον ϐέλτιον ϰατεσϰεύασα ὡς ϖηλὸν ϰεϱαμέως; μὴ ὁ ἀϱοτϱιῶν ἀϱοτϱιάσει τὴν γῆν ὅλην τὴν ἡμέϱαν; μὴ ἐϱεῖ ὁ ϖηλὸς τῷ ϰεϱαμεῖ Τί ϖοιεῖς, ὅτι ȣ̓ϰ ἐϱγάζῃ ȣ̓δὲ ἔχεις χεῖϱας;

45:10 ὁ λέγων τῷ ϖατϱί Τί γεννήσεις; ϗ τῇ μητϱί Τί ὠδινήσεις;

45:11 ὅτι ȣ̔́τως λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ἅγιος Ισϱαηλ ὁ ϖοιήσας τὰ ἐϖεϱχόμενα Ἐϱωτήσατέ με ϖεϱὶ τῶν υἱῶν μȣ ϗ ϖεϱὶ τῶν ϑυγατέϱων μȣ ϗ ϖεϱὶ τῶν ἔϱγων τῶν χειϱῶν μȣ ἐντείλασϑέ μοι.

45:12 ἐγὼ ἐϖοίησα γῆν ϗ ἄνϑϱωϖον ἐϖ’ αὐτῆς, ἐγὼ τῇ χειϱί μȣ ἐϛεϱέωσα τὸν ȣ̓ϱανόν, ἐγὼ ϖᾶσι τοῖς ἄϛϱοις ἐνετειλάμην.

45:13 ἐγὼ ἤγειϱα αὐτὸν μετὰ διϰαιοσύνης ϐασιλέα, ϗ ϖᾶσαι αἱ ὁδοὶ αὐτȣ̃ εὐϑεῖαι· ȣ̔͂τος οἰϰοδομήσει τὴν ϖόλιν μȣ ϗ τὴν αἰχμαλωσίαν τȣ̃ λαȣ̃ μȣ ἐϖιϛϱέψει ȣ̓ μετὰ λύτϱων ȣ̓δὲ μετὰ δώϱων, εἶϖεν ϰύϱιος σαϐαωϑ.

45:14 ȣ̔́τως λέγει ϰύϱιος σαϐαωϑ Ἐϰοϖίασεν Αἴγυϖτος ϗ ἐμϖοϱία Αἰϑιόϖων, ϗ οἱ Σεϐωιν ἄνδϱες ὑψηλοὶ ἐϖὶ σὲ διαϐήσονται ϗ σοὶ ἔσονται δȣ̃λοι ϗ ὀϖίσω σȣ ἀϰολȣϑήσȣσιν δεδεμένοι χειϱοϖέδαις ϗ ϖϱοσϰυνήσȣσίν σοι ϗ ἐν σοὶ ϖϱοσεύξονται, ὅτι ἐν σοὶ ὁ ϑεός ἐϛιν, ϗ ἐϱȣ̃σιν Ȣ̓ϰ ἔϛιν ϑεὸς ϖλὴν σȣ̃·

45:15 σὺ γὰϱ εἶ ϑεός, ϗ ȣ̓ϰ ᾔδειμεν, ὁ ϑεὸς τȣ̃ Ισϱαηλ σωτήϱ.

45:16 αἰσχυνϑήσονται ϗ ἐντϱαϖήσονται ϖάντες οἱ ἀντιϰείμενοι αὐτῷ ϗ ϖοϱεύσονται ἐν αἰσχύνῃ. ἐγϰαινίζεσϑε ϖϱός με, νῆσοι.

45:17 Ισϱαηλ σῴζεται ὑϖὸ ϰυϱίȣ σωτηϱίαν αἰώνιον· ȣ̓ϰ αἰσχυνϑήσονται ȣ̓δὲ μὴ ἐντϱαϖῶσιν ἕως τȣ̃ αἰῶνος.

45:18 ȣ̔́τως λέγει ϰύϱιος ὁ ϖοιήσας τὸν ȣ̓ϱανόν – ȣ̔͂τος ὁ ϑεὸς ὁ ϰαταδείξας τὴν γῆν ϗ ϖοιήσας αὐτήν, αὐτὸς διώϱισεν αὐτήν, ȣ̓ϰ εἰς ϰενὸν ἐϖοίησεν αὐτὴν ἀλλὰ ϰατοιϰεῖσϑαι – Ἐγώ εἰμι, ϗ ȣ̓ϰ ἔϛιν ἔτι.

45:19 ȣ̓ϰ ἐν ϰϱυφῇ λελάληϰα ȣ̓δὲ ἐν τόϖῳ γῆς σϰοτεινῷ· ȣ̓ϰ εἶϖα τῷ σϖέϱματι Ιαϰωϐ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι ϰύϱιος λαλῶν διϰαιοσύνην ϗ ἀναγγέλλων ἀλήϑειαν.

45:20 συνάχϑητε ϗ ἥϰετε, ϐȣλεύσασϑε ἅμα, οἱ σῳζόμενοι ἀϖὸ τῶν ἐϑνῶν. ȣ̓ϰ ἔγνωσαν οἱ αἴϱοντες τὸ ξύλον γλύμμα αὐτῶν ϗ ϖϱοσευχόμενοι ὡς ϖϱὸς ϑεȣ́ς, οἳ ȣ̓ σῴζȣσιν.

45:21 εἰ ἀναγγελȣ̃σιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀϰȣϛὰ ἐϖοίησεν ταῦτα ἀϖ’ ἀϱχῆς. τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ ϑεός, ϗ ȣ̓ϰ ἔϛιν ἄλλος ϖλὴν ἐμȣ̃· δίϰαιος ϗ σωτὴϱ ȣ̓ϰ ἔϛιν ϖάϱεξ ἐμȣ̃.

45:22 ἐϖιϛϱάφητε ϖϱός με ϗ σωϑήσεσϑε, οἱ ἀϖ’ ἐσχάτȣ τῆς γῆς· ἐγώ εἰμι ὁ ϑεός, ϗ ȣ̓ϰ ἔϛιν ἄλλος.

45:23 ϰατ’ ἐμαυτȣ̃ ὀμνύω Ἦ μὴν ἐξελεύσεται ἐϰ τȣ̃ ϛόματός μȣ διϰαιοσύνη, οἱ λόγοι μȣ ȣ̓ϰ ἀϖοϛϱαφήσονται ὅτι ἐμοὶ ϰάμψει ϖᾶν γόνυ ϗ ἐξομολογήσεται ϖᾶσα γλῶσσα τῷ ϑεῷ

45:24 λέγων Διϰαιοσύνη ϗ δόξα ϖϱὸς αὐτὸν ἥξȣσιν, ϗ αἰσχυνϑήσονται ϖάντες οἱ ἀφοϱίζοντες ἑαυτȣ́ς·

45:25 ἀϖὸ ϰυϱίȣ διϰαιωϑήσονται ϗ ἐν τῷ ϑεῷ ἐνδοξασϑήσονται ϖᾶν τὸ σϖέϱμα τῶν υἱῶν Ισϱαηλ.

46:1 Ἔϖεσε Βηλ, συνετϱίϐη Δαγων, ἐγένετο τὰ γλυϖτὰ αὐτῶν εἰς ϑηϱία ϗ ϰτήνη· αἴϱετε αὐτὰ ϰαταδεδεμένα ὡς φοϱτίον ϰοϖιῶντι

46:2 ϗ ϖεινῶντι ϗ ἐϰλελυμένῳ ȣ̓ϰ ἰσχύοντι ἅμα, οἳ ȣ̓ δυνήσονται σωϑῆναι ἀϖὸ ϖολέμȣ, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχϑησαν.

46:3 Ἀϰȣ́σατέ μȣ, οἶϰος τȣ̃ Ιαϰωϐ ϗ ϖᾶν τὸ ϰατάλοιϖον τȣ̃ Ισϱαηλ οἱ αἰϱόμενοι ἐϰ ϰοιλίας ϗ ϖαιδευόμενοι ἐϰ ϖαιδίȣ·

46:4 ἕως γήϱȣς ἐγώ εἰμι, ϗ ἕως ἂν ϰαταγηϱάσητε, ἐγώ εἰμι· ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐϖοίησα ϗ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι ϗ σώσω ὑμᾶς.

46:5 τίνι με ὡμοιώσατε; ἴδετε τεχνάσασϑε, οἱ ϖλανώμενοι.

46:6 οἱ συμϐαλλόμενοι χϱυσίον ἐϰ μαϱσιϖϖίȣ ϗ ἀϱγύϱιον ἐν ζυγῷ ϛήσȣσιν ἐν ϛαϑμῷ ϗ μισϑωσάμενοι χϱυσοχόον ἐϖοίησαν χειϱοϖοίητα ϗ ϰύψαντες ϖϱοσϰυνȣ̃σιν αὐτοῖς.

46:7 αἴϱȣσιν αὐτὸ ἐϖὶ τῶν ὤμων, ϗ ϖοϱεύονται· ἐὰν δὲ ϑῶσιν αὐτό, ἐϖὶ τȣ̃ τόϖȣ αὐτȣ̃ μένει, ȣ̓ μὴ ϰινηϑῇ· ϗ ὃς ἂν ϐοήσῃ ϖϱὸς αὐτόν, ȣ̓ μὴ εἰσαϰȣ́σῃ, ἀϖὸ ϰαϰῶν ȣ̓ μὴ σώσῃ αὐτόν.

46:8 μνήσϑητε ταῦτα ϗ ϛενάξατε, μετανοήσατε, οἱ ϖεϖλανημένοι, ἐϖιϛϱέψατε τῇ ϰαϱδίᾳ.

46:9 ϗ μνήσϑητε τὰ ϖϱότεϱα ἀϖὸ τȣ̃ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ ϑεός, ϗ ȣ̓ϰ ἔϛιν ἔτι ϖλὴν ἐμȣ̃

46:10 ἀναγγέλλων ϖϱότεϱον τὰ ἔσχατα ϖϱὶν αὐτὰ γενέσϑαι, ϗ ἅμα συνετελέσϑη· ϗ εἶϖα Πᾶσά μȣ ἡ ϐȣλὴ ϛήσεται, ϗ ϖάντα, ὅσα ϐεϐȣ́λευμαι, ϖοιήσω·

46:11 ϰαλῶν ἀϖ’ ἀνατολῶν ϖετεινὸν ϗ ἀϖὸ γῆς ϖόϱϱωϑεν ϖεϱὶ ὧν ϐεϐȣ́λευμαι, ἐλάλησα ϗ ἤγαγον, ἔϰτισα ϗ ἐϖοίησα, ἤγαγον αὐτὸν ϗ εὐόδωσα τὴν ὁδὸν αὐτȣ̃.

46:12 ἀϰȣ́σατέ μȣ, οἱ ἀϖολωλεϰότες τὴν ϰαϱδίαν οἱ μαϰϱὰν ἀϖὸ τῆς διϰαιοσύνης.

46:13 ἤγγισα τὴν διϰαιοσύνην μȣ ϗ τὴν σωτηϱίαν τὴν ϖαϱ’ ἐμȣ̃ ȣ̓ ϐϱαδυνῶ· δέδωϰα ἐν Σιων σωτηϱίαν τῷ Ισϱαηλ εἰς δόξασμα.

47:1 Κατάϐηϑι ϰάϑισον ἐϖὶ τὴν γῆν, ϖαϱϑένος ϑυγάτηϱ Βαϐυλῶνος, εἴσελϑε εἰς τὸ σϰότος, ϑυγάτηϱ Χαλδαίων, ὅτι ȣ̓ϰέτι ϖϱοϛεϑήσῃ ϰληϑῆναι ἁϖαλὴ ϗ τϱυφεϱά.

47:2 λαϐὲ μύλον, ἄλεσον ἄλευϱον, ἀϖοϰάλυψαι τὸ ϰαταϰάλυμμά σȣ, ἀναϰάλυψαι τὰς ϖολιάς, ἀνάσυϱαι τὰς ϰνήμας, διάϐηϑι ϖοταμȣ́ς·

47:3 ἀναϰαλυφϑήσεται ἡ αἰσχύνη σȣ, φανήσονται οἱ ὀνειδισμοί σȣ· τὸ δίϰαιον ἐϰ σȣ̃ λήμψομαι, ȣ̓ϰέτι μὴ ϖαϱαδῶ ἀνϑϱώϖοις.

47:4 εἶϖεν ὁ ῥυσάμενός σε ϰύϱιος σαϐαωϑ ὄνομα αὐτῷ ἅγιος Ισϱαηλ

47:5 Κάϑισον ϰατανενυγμένη, εἴσελϑε εἰς τὸ σϰότος, ϑυγάτηϱ Χαλδαίων, ȣ̓ϰέτι μὴ ϰληϑῇς ἰσχὺς ϐασιλείας.

47:6 ϖαϱωξύνϑην ἐϖὶ τῷ λαῷ μȣ, ἐμίανας τὴν ϰληϱονομίαν μȣ· ἐγὼ ἔδωϰα εἰς τὴν χεῖϱά σȣ, σὺ δὲ ȣ̓ϰ ἔδωϰας αὐτοῖς ἔλεος, τȣ̃ ϖϱεσϐυτέϱȣ ἐϐάϱυνας τὸν ζυγὸν σφόδϱα.

47:7 ϗ εἶϖας Εἰς τὸν αἰῶνα ἔσομαι ἄϱχȣσα· ȣ̓ϰ ἐνόησας ταῦτα ἐν τῇ ϰαϱδίᾳ σȣ ȣ̓δὲ ἐμνήσϑης τὰ ἔσχατα.

47:8 νῦν δὲ ἄϰȣσον ταῦτα, ἡ τϱυφεϱὰ ἡ ϰαϑημένη ϖεϖοιϑυῖα ἡ λέγȣσα ἐν τῇ ϰαϱδίᾳ αὐτῆς Ἐγώ εἰμι, ϗ ȣ̓ϰ ἔϛιν ἑτέϱα· ȣ̓ ϰαϑιῶ χήϱα ȣ̓δὲ γνώσομαι ὀϱφανείαν.

47:9 νῦν δὲ ἥξει ἐξαίφνης ἐϖὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέϱᾳ· χηϱεία ϗ ἀτεϰνία ἥξει ἐξαίφνης ἐϖὶ σὲ ἐν τῇ φαϱμαϰείᾳ σȣ ἐν τῇ ἰσχύι τῶν ἐϖαοιδῶν σȣ σφόδϱα

47:10 τῇ ἐλϖίδι τῆς ϖονηϱίας σȣ. σὺ γὰϱ εἶϖας Ἐγώ εἰμι, ϗ ȣ̓ϰ ἔϛιν ἑτέϱα. γνῶϑι ὅτι ἡ σύνεσις τȣ́των ϗ ἡ ϖοϱνεία σȣ ἔϛαι σοι αἰσχύνη. ϗ εἶϖας τῇ ϰαϱδίᾳ σȣ Ἐγώ εἰμι, ϗ ȣ̓ϰ ἔϛιν ἑτέϱα.

47:11 ϗ ἥξει ἐϖὶ σὲ ἀϖώλεια, ϗ ȣ̓ μὴ γνῷς, ϐόϑυνος, ϗ ἐμϖεσῇ εἰς αὐτόν· ϗ ἥξει ἐϖὶ σὲ ταλαιϖωϱία, ϗ ȣ̓ μὴ δυνήσῃ ϰαϑαϱὰ γενέσϑαι· ϗ ἥξει ἐϖὶ σὲ ἐξαϖίνης ἀϖώλεια, ϗ ȣ̓ μὴ γνῷς.

47:12 ϛῆϑι νῦν ἐν ταῖς ἐϖαοιδαῖς σȣ ϗ τῇ ϖολλῇ φαϱμαϰείᾳ σȣ, ἃ ἐμάνϑανες ἐϰ νεότητός σȣ, εἰ δυνήσῃ ὠφεληϑῆναι.

47:13 ϰεϰοϖίαϰας ἐν ταῖς ϐȣλαῖς σȣ· ϛήτωσαν ϗ σωσάτωσάν σε οἱ ἀϛϱολόγοι τȣ̃ ȣ̓ϱανȣ̃, οἱ ὁϱῶντες τȣ̀ς ἀϛέϱας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐϖὶ σὲ ἔϱχεσϑαι.

47:14 ἰδȣ̀ ϖάντες ὡς φϱύγανα ἐϖὶ ϖυϱὶ ϰαταϰαήσονται ϗ ȣ̓ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐϰ φλογός· ὅτι ἔχεις ἄνϑϱαϰας ϖυϱός, ϰάϑισαι ἐϖ’ αὐτȣ́ς.

47:15 ȣ̔͂τοι ἔσονταί σοι ϐοήϑεια, ἐϰοϖίασας ἐν τῇ μεταϐολῇ σȣ ἐϰ νεότητος, ἄνϑϱωϖος ϰαϑ’ ἑαυτὸν ἐϖλανήϑη, σοὶ δὲ ȣ̓ϰ ἔϛαι σωτηϱία.

48:1 Ἀϰȣ́σατε ταῦτα, οἶϰος Ιαϰωϐ οἱ ϰεϰλημένοι τῷ ὀνόματι Ισϱαηλ ϗ οἱ ἐξ Ιȣδα ἐξελϑόντες οἱ ὀμνύοντες τῷ ὀνόματι ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ μιμνῃσϰόμενοι ȣ̓ μετὰ ἀληϑείας ȣ̓δὲ μετὰ διϰαιοσύνης

48:2 ϗ ἀντεχόμενοι τῷ ὀνόματι τῆς ϖόλεως τῆς ἁγίας ϗ ἐϖὶ τῷ ϑεῷ τȣ̃ Ισϱαηλ ἀντιϛηϱιζόμενοι, ϰύϱιος σαϐαωϑ ὄνομα αὐτῷ.

48:3 Τὰ ϖϱότεϱα ἔτι ἀνήγγειλα, ϗ ἐϰ τȣ̃ ϛόματός μȣ ἐξῆλϑεν ϗ ἀϰȣϛὸν ἐγένετο· ἐξάϖινα ἐϖοίησα, ϗ ἐϖῆλϑεν.

48:4 γινώσϰω ἐγὼ ὅτι σϰληϱὸς εἶ, ϗ νεῦϱον σιδηϱȣ̃ν ὁ τϱάχηλός σȣ, ϗ τὸ μέτωϖόν σȣ χαλϰȣ̃ν.

48:5 ϗ ἀνήγγειλά σοι ϖάλαι, ϖϱὶν ἐλϑεῖν ἐϖὶ σὲ ἀϰȣϛόν σοι ἐϖοίησα· μὴ εἴϖῃς ὅτι Τὰ εἴδωλά μȣ ἐϖοίησαν, ϗ μὴ εἴϖῃς ὅτι Τὰ γλυϖτὰ ϗ τὰ χωνευτὰ ἐνετείλατό μοι.

48:6 ἠϰȣ́σατε ϖάντα, ϗ ὑμεῖς ȣ̓ϰ ἔγνωτε· ἀλλὰ ϗ ἀϰȣϛά σοι ἐϖοίησα τὰ ϰαινὰ ἀϖὸ τȣ̃ νῦν, ἃ μέλλει γίνεσϑαι, ϗ ȣ̓ϰ εἶϖας.

48:7 νῦν γίνεται ϗ ȣ̓ ϖάλαι, ϗ ȣ̓ ϖϱοτέϱαις ἡμέϱαις ἤϰȣσας αὐτά· μὴ εἴϖῃς ὅτι Ναί, γινώσϰω αὐτά.

48:8 ȣ̓́τε ἔγνως ȣ̓́τε ἠϖίϛω, ȣ̓́τε ἀϖ’ ἀϱχῆς ἤνοιξά σȣ τὰ ὦτα· ἔγνων γὰϱ ὅτι ἀϑετῶν ἀϑετήσεις ϗ ἄνομος ἔτι ἐϰ ϰοιλίας ϰηλϑήσῃ.

48:9 ἕνεϰεν τȣ̃ ἐμȣ̃ ὀνόματος δείξω σοι τὸν ϑυμόν μȣ ϗ τὰ ἔνδοξά μȣ ἐϖάξω ἐϖὶ σοί, ἵνα μὴ ἐξολεϑϱεύσω σε.

48:10 ἰδȣ̀ ϖέϖϱαϰά σε ȣ̓χ ἕνεϰεν ἀϱγυϱίȣ, ἐξειλάμην δέ σε ἐϰ ϰαμίνȣ ϖτωχείας·

48:11 ἕνεϰεν ἐμȣ̃ ϖοιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα ϐεϐηλȣ̃ται, ϗ τὴν δόξαν μȣ ἑτέϱῳ ȣ̓ δώσω.

48:12 Ἄϰȣέ μȣ, Ιαϰωϐ ϗ Ισϱαηλ ὃν ἐγὼ ϰαλῶ· ἐγώ εἰμι ϖϱῶτος, ϗ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,

48:13 ϗ ἡ χείϱ μȣ ἐϑεμελίωσεν τὴν γῆν, ϗ ἡ δεξιά μȣ ἐϛεϱέωσεν τὸν ȣ̓ϱανόν· ϰαλέσω αὐτȣ́ς, ϗ ϛήσονται ἅμα

48:14 ϗ συναχϑήσονται ϖάντες ϗ ἀϰȣ́σονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαϖῶν σε ἐϖοίησα τὸ ϑέλημά σȣ ἐϖὶ Βαϐυλῶνα τȣ̃ ἆϱαι σϖέϱμα Χαλδαίων.

48:15 ἐγὼ ἐλάλησα, ἐγὼ ἐϰάλεσα, ἤγαγον αὐτὸν ϗ εὐόδωσα τὴν ὁδὸν αὐτȣ̃.

48:16 ϖϱοσαγάγετε ϖϱός με ϗ ἀϰȣ́σατε ταῦτα· ȣ̓ϰ ἀϖ’ ἀϱχῆς ἐν ϰϱυφῇ ἐλάλησα ȣ̓δὲ ἐν τόϖῳ γῆς σϰοτεινῷ· ἡνίϰα ἐγένετο, ἐϰεῖ ἤμην, ϗ νῦν ϰύϱιος ἀϖέϛαλϰέν με ϗ τὸ ϖνεῦμα αὐτȣ̃.

48:17 ȣ̔́τως λέγει ϰύϱιος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισϱαηλ Ἐγώ εἰμι ὁ ϑεός σȣ, δέδειχά σοι τȣ̃ εὑϱεῖν σε τὴν ὁδόν, ἐν ᾗ ϖοϱεύσῃ ἐν αὐτῇ.

48:18 ϗ εἰ ἤϰȣσας τῶν ἐντολῶν μȣ, ἐγένετο ἂν ὡσεὶ ϖοταμὸς ἡ εἰϱήνη σȣ ϗ ἡ διϰαιοσύνη σȣ ὡς ϰῦμα ϑαλάσσης·

48:19 ϗ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σϖέϱμα σȣ ϗ τὰ ἔϰγονα τῆς ϰοιλίας σȣ ὡς ὁ χȣ̃ς τῆς γῆς· ȣ̓δὲ νῦν ȣ̓ μὴ ἐξολεϑϱευϑῇς, ȣ̓δὲ ἀϖολεῖται τὸ ὄνομά σȣ ἐνώϖιόν μȣ.

48:20 Ἔξελϑε ἐϰ Βαϐυλῶνος φεύγων ἀϖὸ τῶν Χαλδαίων· φωνὴν εὐφϱοσύνης ἀναγγείλατε, ϗ ἀϰȣϛὸν γενέσϑω τȣ̃το, ἀϖαγγείλατε ἕως ἐσχάτȣ τῆς γῆς, λέγετε Ἐϱϱύσατο ϰύϱιος τὸν δȣ̃λον αὐτȣ̃ Ιαϰωϐ.

48:21 ϗ ἐὰν διψήσωσιν, δι’ ἐϱήμȣ ἄξει αὐτȣ́ς, ὕδωϱ ἐϰ ϖέτϱας ἐξάξει αὐτοῖς· σχισϑήσεται ϖέτϱα, ϗ ῥυήσεται ὕδωϱ, ϗ ϖίεται ὁ λαός μȣ.

48:22 ȣ̓ϰ ἔϛιν χαίϱειν τοῖς ἀσεϐέσιν, λέγει ϰύϱιος.

49:1 Ἀϰȣ́σατέ μȣ, νῆσοι, ϗ ϖϱοσέχετε, ἔϑνη· διὰ χϱόνȣ ϖολλȣ̃ ϛήσεται, λέγει ϰύϱιος. ἐϰ ϰοιλίας μητϱός μȣ ἐϰάλεσεν τὸ ὄνομά μȣ

49:2 ϗ ἔϑηϰεν τὸ ϛόμα μȣ ὡσεὶ μάχαιϱαν ὀξεῖαν ϗ ὑϖὸ τὴν σϰέϖην τῆς χειϱὸς αὐτȣ̃ ἔϰϱυψέν με, ἔϑηϰέν με ὡς ϐέλος ἐϰλεϰτὸν ϗ ἐν τῇ φαϱέτϱᾳ αὐτȣ̃ ἐσϰέϖασέν με.

49:3 ϗ εἶϖέν μοι Δȣ̃λός μȣ εἶ σύ, Ισϱαηλ, ϗ ἐν σοὶ δοξασϑήσομαι.

49:4 ϗ ἐγὼ εἶϖα Κενῶς ἐϰοϖίασα ϗ εἰς μάταιον ϗ εἰς ȣ̓δὲν ἔδωϰα τὴν ἰσχύν μȣ· διὰ τȣ̃το ἡ ϰϱίσις μȣ ϖαϱὰ ϰυϱίῳ, ϗ ὁ ϖόνος μȣ ἐναντίον τȣ̃ ϑεȣ̃ μȣ.

49:5 ϗ νῦν ȣ̔́τως λέγει ϰύϱιος ὁ ϖλάσας με ἐϰ ϰοιλίας δȣ̃λον ἑαυτῷ τȣ̃ συναγαγεῖν τὸν Ιαϰωϐ ϗ Ισϱαηλ ϖϱὸς αὐτόν – συναχϑήσομαι ϗ δοξασϑήσομαι ἐναντίον ϰυϱίȣ, ϗ ὁ ϑεός μȣ ἔϛαι μȣ ἰσχύς –

49:6 ϗ εἶϖέν μοι Μέγα σοί ἐϛιν τȣ̃ ϰληϑῆναί σε ϖαῖδά μȣ τȣ̃ ϛῆσαι τὰς φυλὰς Ιαϰωϐ ϗ τὴν διασϖοϱὰν τȣ̃ Ισϱαηλ ἐϖιϛϱέψαι· ἰδȣ̀ τέϑειϰά σε εἰς διαϑήϰην γένȣς εἰς φῶς ἐϑνῶν τȣ̃ εἶναί σε εἰς σωτηϱίαν ἕως ἐσχάτȣ τῆς γῆς.

49:7 ȣ̔́τως λέγει ϰύϱιος ὁ ῥυσάμενός σε ὁ ϑεὸς Ισϱαηλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτȣ̃ τὸν ϐδελυσσόμενον ὑϖὸ τῶν ἐϑνῶν τῶν δȣ́λων τῶν ἀϱχόντων· ϐασιλεῖς ὄψονται αὐτὸν ϗ ἀναϛήσονται, ἄϱχοντες ϗ ϖϱοσϰυνήσȣσιν αὐτῷ ἕνεϰεν ϰυϱίȣ· ὅτι ϖιϛός ἐϛιν ὁ ἅγιος Ισϱαηλ, ϗ ἐξελεξάμην σε.

49:8 ȣ̔́τως λέγει ϰύϱιος Καιϱῷ δεϰτῷ ἐϖήϰȣσά σȣ ϗ ἐν ἡμέϱᾳ σωτηϱίας ἐϐοήϑησά σοι ϗ ἔδωϰά σε εἰς διαϑήϰην ἐϑνῶν τȣ̃ ϰαταϛῆσαι τὴν γῆν ϗ ϰληϱονομῆσαι ϰληϱονομίαν ἐϱήμȣ,

49:9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλϑατε, ϗ τοῖς ἐν τῷ σϰότει ἀναϰαλυφϑῆναι. ϗ ἐν ϖάσαις ταῖς ὁδοῖς αὐτῶν ϐοσϰηϑήσονται, ϗ ἐν ϖάσαις ταῖς τϱίϐοις ἡ νομὴ αὐτῶν·

49:10 ȣ̓ ϖεινάσȣσιν ȣ̓δὲ διψήσȣσιν, ȣ̓δὲ ϖατάξει αὐτȣ̀ς ϰαύσων ȣ̓δὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτȣ̀ς ϖαϱαϰαλέσει ϗ διὰ ϖηγῶν ὑδάτων ἄξει αὐτȣ́ς·

49:11 ϗ ϑήσω ϖᾶν ὄϱος εἰς ὁδὸν ϗ ϖᾶσαν τϱίϐον εἰς ϐόσϰημα αὐτοῖς.

49:12 ἰδȣ̀ ȣ̔͂τοι ϖόϱϱωϑεν ἔϱχονται, ȣ̔͂τοι ἀϖὸ ϐοϱϱᾶ ϗ ȣ̔͂τοι ἀϖὸ ϑαλάσσης, ἄλλοι δὲ ἐϰ γῆς Πεϱσῶν.

49:13 εὐφϱαίνεσϑε, ȣ̓ϱανοί, ϗ ἀγαλλιάσϑω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄϱη εὐφϱοσύνην ϗ οἱ ϐȣνοὶ διϰαιοσύνην, ὅτι ἠλέησεν ὁ ϑεὸς τὸν λαὸν αὐτȣ̃ ϗ τȣ̀ς ταϖεινȣ̀ς τȣ̃ λαȣ̃ αὐτȣ̃ ϖαϱεϰάλεσεν.

49:14 Εἶϖεν δὲ Σιων Ἐγϰατέλιϖέν με ϰύϱιος, ϗ ὁ ϰύϱιος ἐϖελάϑετό μȣ.

49:15 μὴ ἐϖιλήσεται γυνὴ τȣ̃ ϖαιδίȣ αὐτῆς τȣ̃ μὴ ἐλεῆσαι τὰ ἔϰγονα τῆς ϰοιλίας αὐτῆς; εἰ δὲ ϗ ἐϖιλάϑοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ ȣ̓ϰ ἐϖιλήσομαί σȣ, εἶϖεν ϰύϱιος.

49:16 ἰδȣ̀ ἐϖὶ τῶν χειϱῶν μȣ ἐζωγϱάφησά σȣ τὰ τείχη, ϗ ἐνώϖιόν μȣ εἶ διὰ ϖαντός·

49:17 ϗ ταχὺ οἰϰοδομηϑήσῃ ὑφ’ ὧν ϰαϑῃϱέϑης, ϗ οἱ ἐϱημώσαντές σε ἐϰ σȣ̃ ἐξελεύσονται.

49:18 ἆϱον ϰύϰλῳ τȣ̀ς ὀφϑαλμȣ́ς σȣ ϗ ἰδὲ ϖάντας, ἰδȣ̀ συνήχϑησαν ϗ ἤλϑοσαν ϖϱὸς σέ· ζῶ ἐγώ, λέγει ϰύϱιος, ὅτι ϖάντας αὐτȣ̀ς ἐνδύσῃ ϗ ϖεϱιϑήσῃ αὐτȣ̀ς ὡς ϰόσμον νύμφης.

49:19 ὅτι τὰ ἔϱημά σȣ ϗ τὰ διεφϑαϱμένα ϗ τὰ ϖεϖτωϰότα νῦν ϛενοχωϱήσει ἀϖὸ τῶν ϰατοιϰȣ́ντων, ϗ μαϰϱυνϑήσονται ἀϖὸ σȣ̃ οἱ ϰαταϖίνοντές σε.

49:20 ἐϱȣ̃σιν γὰϱ εἰς τὰ ὦτά σȣ οἱ υἱοί σȣ ȣ̔̀ς ἀϖολώλεϰας Ϛενός μοι ὁ τόϖος, ϖοίησόν μοι τόϖον ἵνα ϰατοιϰήσω.

49:21 ϗ ἐϱεῖς ἐν τῇ ϰαϱδίᾳ σȣ Τίς ἐγέννησέν μοι τȣ́τȣς; ἐγὼ δὲ ἄτεϰνος ϗ χήϱα, τȣ́τȣς δὲ τίς ἐξέϑϱεψέν μοι; ἐγὼ δὲ ϰατελείφϑην μόνη, ȣ̔͂τοι δέ μοι ϖȣ̃ ἦσαν;

49:22 ȣ̔́τως λέγει ϰύϱιος Ἰδȣ̀ αἴϱω εἰς τὰ ἔϑνη τὴν χεῖϱά μȣ ϗ εἰς τὰς νήσȣς ἀϱῶ σύσσημόν μȣ, ϗ ἄξȣσιν τȣ̀ς υἱȣ́ς σȣ ἐν ϰόλϖῳ, τὰς δὲ ϑυγατέϱας σȣ ἐϖ’ ὤμων ἀϱȣ̃σιν,

49:23 ϗ ἔσονται ϐασιλεῖς τιϑηνοί σȣ, αἱ δὲ ἄϱχȣσαι τϱοφοί σȣ· ἐϖὶ ϖϱόσωϖον τῆς γῆς ϖϱοσϰυνήσȣσίν σοι ϗ τὸν χȣ̃ν τῶν ϖοδῶν σȣ λείξȣσιν· ϗ γνώσῃ ὅτι ἐγὼ ϰύϱιος, ϗ ȣ̓ϰ αἰσχυνϑήσῃ.

49:24 μὴ λήμψεταί τις ϖαϱὰ γίγαντος σϰῦλα; ϗ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίϰως, σωϑήσεται;

49:25 ȣ̔́τως λέγει ϰύϱιος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σϰῦλα· λαμϐάνων δὲ ϖαϱὰ ἰσχύοντος σωϑήσεται· ἐγὼ δὲ τὴν ϰϱίσιν σȣ ϰϱινῶ, ϗ ἐγὼ τȣ̀ς υἱȣ́ς σȣ ῥύσομαι·

49:26 ϗ φάγονται οἱ ϑλίψαντές σε τὰς σάϱϰας αὐτῶν ϗ ϖίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν ϗ μεϑυσϑήσονται, ϗ αἰσϑανϑήσεται ϖᾶσα σὰϱξ ὅτι ἐγὼ ϰύϱιος ὁ ῥυσάμενός σε ϗ ἀντιλαμϐανόμενος ἰσχύος Ιαϰωϐ.

50:1 ȣ̔́τως λέγει ϰύϱιος Ποῖον τὸ ϐιϐλίον τȣ̃ ἀϖοϛασίȣ τῆς μητϱὸς ὑμῶν, ᾧ ἐξαϖέϛειλα αὐτήν; ἢ τίνι ὑϖόχϱεῳ ϖέϖϱαϰα ὑμᾶς; ἰδȣ̀ ταῖς ἁμαϱτίαις ὑμῶν ἐϖϱάϑητε, ϗ ταῖς ἀνομίαις ὑμῶν ἐξαϖέϛειλα τὴν μητέϱα ὑμῶν.

50:2 τί ὅτι ἦλϑον ϗ ȣ̓ϰ ἦν ἄνϑϱωϖος; ἐϰάλεσα ϗ ȣ̓ϰ ἦν ὁ ὑϖαϰȣ́ων; μὴ ȣ̓ϰ ἰσχύει ἡ χείϱ μȣ τȣ̃ ῥύσασϑαι; ἢ ȣ̓ϰ ἰσχύω τȣ̃ ἐξελέσϑαι; ἰδȣ̀ τῇ ἀϖειλῇ μȣ ἐξεϱημώσω τὴν ϑάλασσαν ϗ ϑήσω ϖοταμȣ̀ς ἐϱήμȣς, ϗ ξηϱανϑήσονται οἱ ἰχϑύες αὐτῶν ἀϖὸ τȣ̃ μὴ εἶναι ὕδωϱ ϗ ἀϖοϑανȣ̃νται ἐν δίψει.

50:3 ϗ ἐνδύσω τὸν ȣ̓ϱανὸν σϰότος ϗ ϑήσω ὡς σάϰϰον τὸ ϖεϱιϐόλαιον αὐτȣ̃.

50:4 Κύϱιος δίδωσίν μοι γλῶσσαν ϖαιδείας τȣ̃ γνῶναι ἐν ϰαιϱῷ ἡνίϰα δεῖ εἰϖεῖν λόγον, ἔϑηϰέν μοι ϖϱωί, ϖϱοσέϑηϰέν μοι ὠτίον ἀϰȣ́ειν·

50:5 ϗ ἡ ϖαιδεία ϰυϱίȣ ἀνοίγει μȣ τὰ ὦτα, ἐγὼ δὲ ȣ̓ϰ ἀϖειϑῶ ȣ̓δὲ ἀντιλέγω.

50:6 τὸν νῶτόν μȣ δέδωϰα εἰς μάϛιγας, τὰς δὲ σιαγόνας μȣ εἰς ῥαϖίσματα, τὸ δὲ ϖϱόσωϖόν μȣ ȣ̓ϰ ἀϖέϛϱεψα ἀϖὸ αἰσχύνης ἐμϖτυσμάτων·

50:7 ϗ ϰύϱιος ϐοηϑός μȣ ἐγενήϑη, διὰ τȣ̃το ȣ̓ϰ ἐνετϱάϖην, ἀλλὰ ἔϑηϰα τὸ ϖϱόσωϖόν μȣ ὡς ϛεϱεὰν ϖέτϱαν ϗ ἔγνων ὅτι ȣ̓ μὴ αἰσχυνϑῶ.

50:8 ὅτι ἐγγίζει ὁ διϰαιώσας με· τίς ὁ ϰϱινόμενός μοι; ἀντιϛήτω μοι ἅμα· ϗ τίς ὁ ϰϱινόμενός μοι; ἐγγισάτω μοι.

50:9 ἰδȣ̀ ϰύϱιος ϐοηϑεῖ μοι· τίς ϰαϰώσει με; ἰδȣ̀ ϖάντες ὑμεῖς ὡς ἱμάτιον ϖαλαιωϑήσεσϑε, ϗ ὡς σὴς ϰαταφάγεται ὑμᾶς.

50:10 Τίς ἐν ὑμῖν ὁ φοϐȣ́μενος τὸν ϰύϱιον; ἀϰȣσάτω τῆς φωνῆς τȣ̃ ϖαιδὸς αὐτȣ̃· οἱ ϖοϱευόμενοι ἐν σϰότει ȣ̓ϰ ἔϛιν αὐτοῖς φῶς, ϖεϖοίϑατε ἐϖὶ τῷ ὀνόματι ϰυϱίȣ ϗ ἀντιϛηϱίσασϑε ἐϖὶ τῷ ϑεῷ.

50:11 ἰδȣ̀ ϖάντες ὑμεῖς ϖῦϱ ϰαίετε ϗ ϰατισχύετε φλόγα· ϖοϱεύεσϑε τῷ φωτὶ τȣ̃ ϖυϱὸς ὑμῶν ϗ τῇ φλογί, ᾗ ἐξεϰαύσατε· δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύϖῃ ϰοιμηϑήσεσϑε.

51:1 Ἀϰȣ́σατέ μȣ, οἱ διώϰοντες τὸ δίϰαιον ϗ ζητȣ̃ντες τὸν ϰύϱιον, ἐμϐλέψατε εἰς τὴν ϛεϱεὰν ϖέτϱαν, ἣν ἐλατομήσατε, ϗ εἰς τὸν ϐόϑυνον τȣ̃ λάϰϰȣ, ὃν ὠϱύξατε.

51:2 ἐμϐλέψατε εἰς Αϐϱααμ τὸν ϖατέϱα ὑμῶν ϗ εἰς Σαϱϱαν τὴν ὠδίνȣσαν ὑμᾶς· ὅτι εἷς ἦν, ϗ ἐϰάλεσα αὐτὸν ϗ εὐλόγησα αὐτὸν ϗ ἠγάϖησα αὐτὸν ϗ ἐϖλήϑυνα αὐτόν.

51:3 ϗ σὲ νῦν ϖαϱαϰαλέσω, Σιων, ϗ ϖαϱεϰάλεσα ϖάντα τὰ ἔϱημα αὐτῆς ϗ ϑήσω τὰ ἔϱημα αὐτῆς ὡς ϖαϱάδεισον ϰυϱίȣ· εὐφϱοσύνην ϗ ἀγαλλίαμα εὑϱήσȣσιν ἐν αὐτῇ, ἐξομολόγησιν ϗ φωνὴν αἰνέσεως. –

51:4 ἀϰȣ́σατέ μȣ ἀϰȣ́σατε, λαός μȣ, ϗ οἱ ϐασιλεῖς, ϖϱός με ἐνωτίσασϑε· ὅτι νόμος ϖαϱ’ ἐμȣ̃ ἐξελεύσεται ϗ ἡ ϰϱίσις μȣ εἰς φῶς ἐϑνῶν.

51:5 ἐγγίζει ταχὺ ἡ διϰαιοσύνη μȣ, ϗ ἐξελεύσεται ὡς φῶς τὸ σωτήϱιόν μȣ, ϗ εἰς τὸν ϐϱαχίονά μȣ ἔϑνη ἐλϖιȣ̃σιν· ἐμὲ νῆσοι ὑϖομενȣ̃σιν ϗ εἰς τὸν ϐϱαχίονά μȣ ἐλϖιȣ̃σιν.

51:6 ἄϱατε εἰς τὸν ȣ̓ϱανὸν τȣ̀ς ὀφϑαλμȣ̀ς ὑμῶν ϗ ἐμϐλέψατε εἰς τὴν γῆν ϰάτω, ὅτι ὁ ȣ̓ϱανὸς ὡς ϰαϖνὸς ἐϛεϱεώϑη, ἡ δὲ γῆ ὡς ἱμάτιον ϖαλαιωϑήσεται, οἱ δὲ ϰατοιϰȣ̃ντες τὴν γῆν ὥσϖεϱ ταῦτα ἀϖοϑανȣ̃νται, τὸ δὲ σωτήϱιόν μȣ εἰς τὸν αἰῶνα ἔϛαι, ἡ δὲ διϰαιοσύνη μȣ ȣ̓ μὴ ἐϰλίϖῃ. –

51:7 ἀϰȣ́σατέ μȣ, οἱ εἰδότες ϰϱίσιν, λαός μȣ, ȣ̔͂ ὁ νόμος μȣ ἐν τῇ ϰαϱδίᾳ ὑμῶν· μὴ φοϐεῖσϑε ὀνειδισμὸν ἀνϑϱώϖων ϗ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσϑε.

51:8 ὥσϖεϱ γὰϱ ἱμάτιον ϐϱωϑήσεται ὑϖὸ χϱόνȣ ϗ ὡς ἔϱια ϐϱωϑήσεται ὑϖὸ σητός· ἡ δὲ διϰαιοσύνη μȣ εἰς τὸν αἰῶνα ἔϛαι, τὸ δὲ σωτήϱιόν μȣ εἰς γενεὰς γενεῶν.

51:9 Ἐξεγείϱȣ ἐξεγείϱȣ, Ιεϱȣσαλημ, ϗ ἔνδυσαι τὴν ἰσχὺν τȣ̃ ϐϱαχίονός σȣ· ἐξεγείϱȣ ὡς ἐν ἀϱχῇ ἡμέϱας, ὡς γενεὰ αἰῶνος. ȣ̓ σὺ εἶ

51:10 ἡ ἐϱημȣ̃σα ϑάλασσαν, ὕδωϱ ἀϐύσσȣ ϖλῆϑος; ἡ ϑεῖσα τὰ ϐάϑη τῆς ϑαλάσσης ὁδὸν διαϐάσεως ῥυομένοις

51:11 ϗ λελυτϱωμένοις; ὑϖὸ γὰϱ ϰυϱίȣ ἀϖοϛϱαφήσονται ϗ ἥξȣσιν εἰς Σιων μετ’ εὐφϱοσύνης ϗ ἀγαλλιάματος αἰωνίȣ· ἐϖὶ γὰϱ τῆς ϰεφαλῆς αὐτῶν ἀγαλλίασις ϗ αἴνεσις, ϗ εὐφϱοσύνη ϰαταλήμψεται αὐτȣ́ς, ἀϖέδϱα ὀδύνη ϗ λύϖη ϗ ϛεναγμός.

51:12 ἐγώ εἰμι ἐγώ εἰμι ὁ ϖαϱαϰαλῶν σε· γνῶϑι τίνα εὐλαϐηϑεῖσα ἐφοϐήϑης ἀϖὸ ἀνϑϱώϖȣ ϑνητȣ̃ ϗ ἀϖὸ υἱȣ̃ ἀνϑϱώϖȣ, οἳ ὡσεὶ χόϱτος ἐξηϱάνϑησαν.

51:13 ϗ ἐϖελάϑȣ ϑεὸν τὸν ϖοιήσαντά σε, τὸν ϖοιήσαντα τὸν ȣ̓ϱανὸν ϗ ϑεμελιώσαντα τὴν γῆν, ϗ ἐφόϐȣ ἀεὶ ϖάσας τὰς ἡμέϱας τὸ ϖϱόσωϖον τȣ̃ ϑυμȣ̃ τȣ̃ ϑλίϐοντός σε· ὃν τϱόϖον γὰϱ ἐϐȣλεύσατο τȣ̃ ἆϱαί σε, ϗ νῦν ϖȣ̃ ὁ ϑυμὸς τȣ̃ ϑλίϐοντός σε;

51:14 ἐν γὰϱ τῷ σῴζεσϑαί σε ȣ̓ ϛήσεται ȣ̓δὲ χϱονιεῖ·

51:15 ὅτι ἐγὼ ὁ ϑεός σȣ ὁ ταϱάσσων τὴν ϑάλασσαν ϗ ἠχῶν τὰ ϰύματα αὐτῆς, ϰύϱιος σαϐαωϑ ὄνομά μοι.

51:16 ϑήσω τȣ̀ς λόγȣς μȣ εἰς τὸ ϛόμα σȣ ϗ ὑϖὸ τὴν σϰιὰν τῆς χειϱός μȣ σϰεϖάσω σε, ἐν ᾗ ἔϛησα τὸν ȣ̓ϱανὸν ϗ ἐϑεμελίωσα τὴν γῆν· ϗ ἐϱεῖ Σιων Λαός μȣ εἶ σύ.

51:17 Ἐξεγείϱȣ ἐξεγείϱȣ ἀνάϛηϑι, Ιεϱȣσαλημ ἡ ϖιȣ̃σα τὸ ϖοτήϱιον τȣ̃ ϑυμȣ̃ ἐϰ χειϱὸς ϰυϱίȣ· τὸ ϖοτήϱιον γὰϱ τῆς ϖτώσεως, τὸ ϰόνδυ τȣ̃ ϑυμȣ̃ ἐξέϖιες ϗ ἐξεϰένωσας.

51:18 ϗ ȣ̓ϰ ἦν ὁ ϖαϱαϰαλῶν σε ἀϖὸ ϖάντων τῶν τέϰνων σȣ, ὧν ἔτεϰες, ϗ ȣ̓ϰ ἦν ὁ ἀντιλαμϐανόμενος τῆς χειϱός σȣ ȣ̓δὲ ἀϖὸ ϖάντων τῶν υἱῶν σȣ, ὧν ὕψωσας.

51:19 δύο ταῦτα ἀντιϰείμενά σοι· τίς σοι συλλυϖηϑήσεται; ϖτῶμα ϗ σύντϱιμμα, λιμὸς ϗ μάχαιϱα· τίς σε ϖαϱαϰαλέσει;

51:20 οἱ υἱοί σȣ οἱ ἀϖοϱȣ́μενοι, οἱ ϰαϑεύδοντες ἐϖ’ ἄϰϱȣ ϖάσης ἐξόδȣ ὡς σευτλίον ἡμίεφϑον, οἱ ϖλήϱεις ϑυμȣ̃ ϰυϱίȣ, ἐϰλελυμένοι διὰ ϰυϱίȣ τȣ̃ ϑεȣ̃.

51:21 διὰ τȣ̃το ἄϰȣε, τεταϖεινωμένη ϗ μεϑύȣσα ȣ̓ϰ ἀϖὸ οἴνȣ·

51:22 ȣ̔́τως λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϰϱίνων τὸν λαὸν αὐτȣ̃ Ἰδȣ̀ εἴληφα ἐϰ τῆς χειϱός σȣ τὸ ϖοτήϱιον τῆς ϖτώσεως, τὸ ϰόνδυ τȣ̃ ϑυμȣ̃, ϗ ȣ̓ ϖϱοσϑήσῃ ἔτι ϖιεῖν αὐτό·

51:23 ϗ ἐμϐαλῶ αὐτὸ εἰς τὰς χεῖϱας τῶν ἀδιϰησάντων σε ϗ τῶν ταϖεινωσάντων σε, οἳ εἶϖαν τῇ ψυχῇ σȣ Κύψον, ἵνα ϖαϱέλϑωμεν· ϗ ἔϑηϰας ἴσα τῇ γῇ τὰ μετάφϱενά σȣ ἔξω τοῖς ϖαϱαϖοϱευομένοις.

52:1 Ἐξεγείϱȣ ἐξεγείϱȣ, Σιων, ἔνδυσαι τὴν ἰσχύν σȣ, Σιων, ϗ ἔνδυσαι τὴν δόξαν σȣ, Ιεϱȣσαλημ ϖόλις ἡ ἁγία· ȣ̓ϰέτι ϖϱοϛεϑήσεται διελϑεῖν διὰ σȣ̃ ἀϖεϱίτμητος ϗ ἀϰάϑαϱτος.

52:2 ἐϰτίναξαι τὸν χȣ̃ν ϗ ἀνάϛηϑι ϰάϑισον, Ιεϱȣσαλημ· ἔϰδυσαι τὸν δεσμὸν τȣ̃ τϱαχήλȣ σȣ, ἡ αἰχμάλωτος ϑυγάτηϱ Σιων.

52:3 ὅτι τάδε λέγει ϰύϱιος Δωϱεὰν ἐϖϱάϑητε ϗ ȣ̓ μετὰ ἀϱγυϱίȣ λυτϱωϑήσεσϑε.

52:4 ȣ̔́τως λέγει ϰύϱιος Εἰς Αἴγυϖτον ϰατέϐη ὁ λαός μȣ τὸ ϖϱότεϱον ϖαϱοιϰῆσαι ἐϰεῖ, ϗ εἰς Ἀσσυϱίȣς ϐίᾳ ἤχϑησαν·

52:5 ϗ νῦν τί ὧδέ ἐϛε; τάδε λέγει ϰύϱιος. ὅτι ἐλήμφϑη ὁ λαός μȣ δωϱεάν, ϑαυμάζετε ϗ ὀλολύζετε· τάδε λέγει ϰύϱιος. δι’ ὑμᾶς διὰ ϖαντὸς τὸ ὄνομά μȣ ϐλασφημεῖται ἐν τοῖς ἔϑνεσιν.

52:6 διὰ τȣ̃το γνώσεται ὁ λαός μȣ τὸ ὄνομά μȣ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· ϖάϱειμι

52:7 ὡς ὥϱα ἐϖὶ τῶν ὀϱέων, ὡς ϖόδες εὐαγγελιζομένȣ ἀϰοὴν εἰϱήνης, ὡς εὐαγγελιζόμενος ἀγαϑά, ὅτι ἀϰȣϛὴν ϖοιήσω τὴν σωτηϱίαν σȣ λέγων Σιων Βασιλεύσει σȣ ὁ ϑεός·

52:8 ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώϑη, ϗ τῇ φωνῇ ἅμα εὐφϱανϑήσονται· ὅτι ὀφϑαλμοὶ ϖϱὸς ὀφϑαλμȣ̀ς ὄψονται, ἡνίϰα ἂν ἐλεήσῃ ϰύϱιος τὴν Σιων.

52:9 ῥηξάτω εὐφϱοσύνην ἅμα τὰ ἔϱημα Ιεϱȣσαλημ, ὅτι ἠλέησεν ϰύϱιος αὐτὴν ϗ ἐϱϱύσατο Ιεϱȣσαλημ.

52:10 ϗ ἀϖοϰαλύψει ϰύϱιος τὸν ϐϱαχίονα αὐτȣ̃ τὸν ἅγιον ἐνώϖιον ϖάντων τῶν ἐϑνῶν, ϗ ὄψονται ϖάντα τὰ ἄϰϱα τῆς γῆς τὴν σωτηϱίαν τὴν ϖαϱὰ τȣ̃ ϑεȣ̃.

52:11 ἀϖόϛητε ἀϖόϛητε ἐξέλϑατε ἐϰεῖϑεν ϗ ἀϰαϑάϱτȣ μὴ ἅϖτεσϑε, ἐξέλϑατε ἐϰ μέσȣ αὐτῆς ἀφοϱίσϑητε, οἱ φέϱοντες τὰ σϰεύη ϰυϱίȣ·

52:12 ὅτι ȣ̓ μετὰ ταϱαχῆς ἐξελεύσεσϑε ȣ̓δὲ φυγῇ ϖοϱεύσεσϑε, ϖοϱεύσεται γὰϱ ϖϱότεϱος ὑμῶν ϰύϱιος ϗ ὁ ἐϖισυνάγων ὑμᾶς ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ.

52:13 Ἰδȣ̀ συνήσει ὁ ϖαῖς μȣ ϗ ὑψωϑήσεται ϗ δοξασϑήσεται σφόδϱα.

52:14 ὃν τϱόϖον ἐϰϛήσονται ἐϖὶ σὲ ϖολλοί – ȣ̔́τως ἀδοξήσει ἀϖὸ ἀνϑϱώϖων τὸ εἶδός σȣ ϗ ἡ δόξα σȣ ἀϖὸ τῶν ἀνϑϱώϖων – ,

52:15 ȣ̔́τως ϑαυμάσονται ἔϑνη ϖολλὰ ἐϖ’ αὐτῷ, ϗ συνέξȣσιν ϐασιλεῖς τὸ ϛόμα αὐτῶν· ὅτι οἷς ȣ̓ϰ ἀνηγγέλη ϖεϱὶ αὐτȣ̃, ὄψονται, ϗ οἳ ȣ̓ϰ ἀϰηϰόασιν, συνήσȣσιν. –

53:1 ϰύϱιε, τίς ἐϖίϛευσεν τῇ ἀϰοῇ ἡμῶν; ϗ ὁ ϐϱαχίων ϰυϱίȣ τίνι ἀϖεϰαλύφϑη;

53:2 ἀνηγγείλαμεν ἐναντίον αὐτȣ̃ ὡς ϖαιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, ȣ̓ϰ ἔϛιν εἶδος αὐτῷ ȣ̓δὲ δόξα· ϗ εἴδομεν αὐτόν, ϗ ȣ̓ϰ εἶχεν εἶδος ȣ̓δὲ ϰάλλος·

53:3 ἀλλὰ τὸ εἶδος αὐτȣ̃ ἄτιμον ἐϰλεῖϖον ϖαϱὰ ϖάντας ἀνϑϱώϖȣς, ἄνϑϱωϖος ἐν ϖληγῇ ὢν ϗ εἰδὼς φέϱειν μαλαϰίαν, ὅτι ἀϖέϛϱαϖται τὸ ϖϱόσωϖον αὐτȣ̃, ἠτιμάσϑη ϗ ȣ̓ϰ ἐλογίσϑη.

53:4 ȣ̔͂τος τὰς ἁμαϱτίας ἡμῶν φέϱει ϗ ϖεϱὶ ἡμῶν ὀδυνᾶται, ϗ ἡμεῖς ἐλογισάμεϑα αὐτὸν εἶναι ἐν ϖόνῳ ϗ ἐν ϖληγῇ ϗ ἐν ϰαϰώσει.

53:5 αὐτὸς δὲ ἐτϱαυματίσϑη διὰ τὰς ἀνομίας ἡμῶν ϗ μεμαλάϰιϛαι διὰ τὰς ἁμαϱτίας ἡμῶν· ϖαιδεία εἰϱήνης ἡμῶν ἐϖ’ αὐτόν, τῷ μώλωϖι αὐτȣ̃ ἡμεῖς ἰάϑημεν.

53:6 ϖάντες ὡς ϖϱόϐατα ἐϖλανήϑημεν, ἄνϑϱωϖος τῇ ὁδῷ αὐτȣ̃ ἐϖλανήϑη· ϗ ϰύϱιος ϖαϱέδωϰεν αὐτὸν ταῖς ἁμαϱτίαις ἡμῶν.

53:7 ϗ αὐτὸς διὰ τὸ ϰεϰαϰῶσϑαι ȣ̓ϰ ἀνοίγει τὸ ϛόμα· ὡς ϖϱόϐατον ἐϖὶ σφαγὴν ἤχϑη ϗ ὡς ἀμνὸς ἐναντίον τȣ̃ ϰείϱοντος αὐτὸν ἄφωνος ȣ̔́τως ȣ̓ϰ ἀνοίγει τὸ ϛόμα αὐτȣ̃.

53:8 ἐν τῇ ταϖεινώσει ἡ ϰϱίσις αὐτȣ̃ ἤϱϑη· τὴν γενεὰν αὐτȣ̃ τίς διηγήσεται; ὅτι αἴϱεται ἀϖὸ τῆς γῆς ἡ ζωὴ αὐτȣ̃, ἀϖὸ τῶν ἀνομιῶν τȣ̃ λαȣ̃ μȣ ἤχϑη εἰς ϑάνατον.

53:9 ϗ δώσω τȣ̀ς ϖονηϱȣ̀ς ἀντὶ τῆς ταφῆς αὐτȣ̃ ϗ τȣ̀ς ϖλȣσίȣς ἀντὶ τȣ̃ ϑανάτȣ αὐτȣ̃· ὅτι ἀνομίαν ȣ̓ϰ ἐϖοίησεν, ȣ̓δὲ εὑϱέϑη δόλος ἐν τῷ ϛόματι αὐτȣ̃.

53:10 ϗ ϰύϱιος ϐȣ́λεται ϰαϑαϱίσαι αὐτὸν τῆς ϖληγῆς· ἐὰν δῶτε ϖεϱὶ ἁμαϱτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σϖέϱμα μαϰϱόϐιον· ϗ ϐȣ́λεται ϰύϱιος ἀφελεῖν

53:11 ἀϖὸ τȣ̃ ϖόνȣ τῆς ψυχῆς αὐτȣ̃, δεῖξαι αὐτῷ φῶς ϗ ϖλάσαι τῇ συνέσει, διϰαιῶσαι δίϰαιον εὖ δȣλεύοντα ϖολλοῖς, ϗ τὰς ἁμαϱτίας αὐτῶν αὐτὸς ἀνοίσει.

53:12 διὰ τȣ̃το αὐτὸς ϰληϱονομήσει ϖολλȣ̀ς ϗ τῶν ἰσχυϱῶν μεϱιεῖ σϰῦλα, ἀνϑ’ ὧν ϖαϱεδόϑη εἰς ϑάνατον ἡ ψυχὴ αὐτȣ̃, ϗ ἐν τοῖς ἀνόμοις ἐλογίσϑη· ϗ αὐτὸς ἁμαϱτίας ϖολλῶν ἀνήνεγϰεν ϗ διὰ τὰς ἁμαϱτίας αὐτῶν ϖαϱεδόϑη.

54:1 Εὐφϱάνϑητι, ϛεῖϱα ἡ ȣ̓ τίϰτȣσα, ῥῆξον ϗ ϐόησον, ἡ ȣ̓ϰ ὠδίνȣσα, ὅτι ϖολλὰ τὰ τέϰνα τῆς ἐϱήμȣ μᾶλλον ἢ τῆς ἐχȣ́σης τὸν ἄνδϱα, εἶϖεν γὰϱ ϰύϱιος.

54:2 ϖλάτυνον τὸν τόϖον τῆς σϰηνῆς σȣ ϗ τῶν αὐλαιῶν σȣ, ϖῆξον, μὴ φείσῃ· μάϰϱυνον τὰ σχοινίσματά σȣ ϗ τȣ̀ς ϖασσάλȣς σȣ ϰατίσχυσον.

54:3 ἔτι εἰς τὰ δεξιὰ ϗ εἰς τὰ ἀϱιϛεϱὰ ἐϰϖέτασον, ϗ τὸ σϖέϱμα σȣ ἔϑνη ϰληϱονομήσει, ϗ ϖόλεις ἠϱημωμένας ϰατοιϰιεῖς.

54:4 μὴ φοϐȣ̃ ὅτι ϰατῃσχύνϑης, μηδὲ ἐντϱαϖῇς ὅτι ὠνειδίσϑης· ὅτι αἰσχύνην αἰώνιον ἐϖιλήσῃ ϗ ὄνειδος τῆς χηϱείας σȣ ȣ̓ μὴ μνησϑήσῃ.

54:5 ὅτι ϰύϱιος ὁ ϖοιῶν σε, ϰύϱιος σαϐαωϑ ὄνομα αὐτῷ· ϗ ὁ ῥυσάμενός σε αὐτὸς ϑεὸς Ισϱαηλ, ϖάσῃ τῇ γῇ ϰληϑήσεται.

54:6 ȣ̓χ ὡς γυναῖϰα ϰαταλελειμμένην ϗ ὀλιγόψυχον ϰέϰληϰέν σε ϰύϱιος ȣ̓δ’ ὡς γυναῖϰα ἐϰ νεότητος μεμισημένην, εἶϖεν ὁ ϑεός σȣ·

54:7 χϱόνον μιϰϱὸν ϰατέλιϖόν σε ϗ μετὰ ἐλέȣς μεγάλȣ ἐλεήσω σε,

54:8 ἐν ϑυμῷ μιϰϱῷ ἀϖέϛϱεψα τὸ ϖϱόσωϖόν μȣ ἀϖὸ σȣ̃ ϗ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶϖεν ὁ ῥυσάμενός σε ϰύϱιος.

54:9 ἀϖὸ τȣ̃ ὕδατος τȣ̃ ἐϖὶ Νωε τȣ̃τό μοί ἐϛιν· ϰαϑότι ὤμοσα αὐτῷ ἐν τῷ χϱόνῳ ἐϰείνῳ τῇ γῇ μὴ ϑυμωϑήσεσϑαι ἐϖὶ σοὶ ἔτι μηδὲ ἐν ἀϖειλῇ σȣ

54:10 τὰ ὄϱη μεταϛήσεσϑαι ȣ̓δὲ οἱ ϐȣνοί σȣ μεταϰινηϑήσονται, ȣ̔́τως ȣ̓δὲ τὸ ϖαϱ’ ἐμȣ̃ σοι ἔλεος ἐϰλείψει ȣ̓δὲ ἡ διαϑήϰη τῆς εἰϱήνης σȣ ȣ̓ μὴ μεταϛῇ· εἶϖεν γὰϱ ϰύϱιος Ἵλεώς σοι.

54:11 Ταϖεινὴ ϗ ἀϰατάϛατος, ȣ̓ ϖαϱεϰλήϑης, ἰδȣ̀ ἐγὼ ἑτοιμάζω σοὶ ἄνϑϱαϰα τὸν λίϑον σȣ ϗ τὰ ϑεμέλιά σȣ σάϖφειϱον

54:12 ϗ ϑήσω τὰς ἐϖάλξεις σȣ ἴασϖιν ϗ τὰς ϖύλας σȣ λίϑȣς ϰϱυϛάλλȣ ϗ τὸν ϖεϱίϐολόν σȣ λίϑȣς ἐϰλεϰτȣ̀ς

54:13 ϗ ϖάντας τȣ̀ς υἱȣ́ς σȣ διδαϰτȣ̀ς ϑεȣ̃ ϗ ἐν ϖολλῇ εἰϱήνῃ τὰ τέϰνα σȣ.

54:14 ϗ ἐν διϰαιοσύνῃ οἰϰοδομηϑήσῃ· ἀϖέχȣ ἀϖὸ ἀδίϰȣ ϗ ȣ̓ φοϐηϑήσῃ, ϗ τϱόμος ȣ̓ϰ ἐγγιεῖ σοι.

54:15 ἰδȣ̀ ϖϱοσήλυτοι ϖϱοσελεύσονταί σοι δι’ ἐμȣ̃ ϗ ἐϖὶ σὲ ϰαταφεύξονται.

54:16 ἰδȣ̀ ἐγὼ ϰτίζω σε, ȣ̓χ ὡς χαλϰεὺς φυσῶν ἄνϑϱαϰας ϗ ἐϰφέϱων σϰεῦος εἰς ἔϱγον· ἐγὼ δὲ ἔϰτισά σε ȣ̓ϰ εἰς ἀϖώλειαν φϑεῖϱαι

54:17 ϖᾶν σϰεῦος φϑαϱτόν. ἐϖὶ σὲ ȣ̓ϰ εὐοδώσω, ϗ ϖᾶσα φωνὴ ἀναϛήσεται ἐϖὶ σὲ εἰς ϰϱίσιν· ϖάντας αὐτȣ̀ς ἡττήσεις, οἱ δὲ ἔνοχοί σȣ ἔσονται ἐν αὐτῇ. ἔϛιν ϰληϱονομία τοῖς ϑεϱαϖεύȣσιν ϰύϱιον, ϗ ὑμεῖς ἔσεσϑέ μοι δίϰαιοι, λέγει ϰύϱιος.

55:1 Οἱ διψῶντες, ϖοϱεύεσϑε ἐφ’ ὕδωϱ, ϗ ὅσοι μὴ ἔχετε ἀϱγύϱιον, ϐαδίσαντες ἀγοϱάσατε ϗ ϖίετε ἄνευ ἀϱγυϱίȣ ϗ τιμῆς οἴνȣ ϗ ϛέαϱ.

55:2 ἵνα τί τιμᾶσϑε ἀϱγυϱίȣ, ϗ τὸν μόχϑον ὑμῶν ȣ̓ϰ εἰς ϖλησμονήν; ἀϰȣ́σατέ μȣ ϗ φάγεσϑε ἀγαϑά, ϗ ἐντϱυφήσει ἐν ἀγαϑοῖς ἡ ψυχὴ ὑμῶν.

55:3 ϖϱοσέχετε τοῖς ὠτίοις ὑμῶν ϗ ἐϖαϰολȣϑήσατε ταῖς ὁδοῖς μȣ· ἐϖαϰȣ́σατέ μȣ, ϗ ζήσεται ἐν ἀγαϑοῖς ἡ ψυχὴ ὑμῶν· ϗ διαϑήσομαι ὑμῖν διαϑήϰην αἰώνιον, τὰ ὅσια Δαυιδ τὰ ϖιϛά.

55:4 ἰδȣ̀ μαϱτύϱιον ἐν ἔϑνεσιν δέδωϰα αὐτόν, ἄϱχοντα ϗ ϖϱοϛάσσοντα ἔϑνεσιν.

55:5 ἔϑνη, ἃ ȣ̓ϰ ᾔδεισάν σε, ἐϖιϰαλέσονταί σε, ϗ λαοί, οἳ ȣ̓ϰ ἐϖίϛανταί σε, ἐϖὶ σὲ ϰαταφεύξονται ἕνεϰεν τȣ̃ ϑεȣ̃ σȣ τȣ̃ ἁγίȣ Ισϱαηλ, ὅτι ἐδόξασέν σε.

55:6 Ζητήσατε τὸν ϑεὸν ϗ ἐν τῷ εὑϱίσϰειν αὐτὸν ἐϖιϰαλέσασϑε· ἡνίϰα δ’ ἂν ἐγγίζῃ ὑμῖν,

55:7 ἀϖολιϖέτω ὁ ἀσεϐὴς τὰς ὁδȣ̀ς αὐτȣ̃ ϗ ἀνὴϱ ἄνομος τὰς ϐȣλὰς αὐτȣ̃ ϗ ἐϖιϛϱαφήτω ἐϖὶ ϰύϱιον, ϗ ἐλεηϑήσεται, ὅτι ἐϖὶ ϖολὺ ἀφήσει τὰς ἁμαϱτίας ὑμῶν.

55:8 ȣ̓ γάϱ εἰσιν αἱ ϐȣλαί μȣ ὥσϖεϱ αἱ ϐȣλαὶ ὑμῶν ȣ̓δὲ ὥσϖεϱ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μȣ, λέγει ϰύϱιος·

55:9 ἀλλ’ ὡς ἀϖέχει ὁ ȣ̓ϱανὸς ἀϖὸ τῆς γῆς, ȣ̔́τως ἀϖέχει ἡ ὁδός μȣ ἀϖὸ τῶν ὁδῶν ὑμῶν ϗ τὰ διανοήματα ὑμῶν ἀϖὸ τῆς διανοίας μȣ.

55:10 ὡς γὰϱ ἐὰν ϰαταϐῇ ὑετὸς ἢ χιὼν ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ȣ̓ μὴ ἀϖοϛϱαφῇ, ἕως ἂν μεϑύσῃ τὴν γῆν, ϗ ἐϰτέϰῃ ϗ ἐϰϐλαϛήσῃ ϗ δῷ σϖέϱμα τῷ σϖείϱοντι ϗ ἄϱτον εἰς ϐϱῶσιν,

55:11 ȣ̔́τως ἔϛαι τὸ ῥῆμά μȣ, ὃ ἐὰν ἐξέλϑῃ ἐϰ τȣ̃ ϛόματός μȣ, ȣ̓ μὴ ἀϖοϛϱαφῇ, ἕως ἂν συντελεσϑῇ ὅσα ἠϑέλησα ϗ εὐοδώσω τὰς ὁδȣ́ς σȣ ϗ τὰ ἐντάλματά μȣ.

55:12 ἐν γὰϱ εὐφϱοσύνῃ ἐξελεύσεσϑε ϗ ἐν χαϱᾷ διδαχϑήσεσϑε· τὰ γὰϱ ὄϱη ϗ οἱ ϐȣνοὶ ἐξαλȣ̃νται ϖϱοσδεχόμενοι ὑμᾶς ἐν χαϱᾷ, ϗ ϖάντα τὰ ξύλα τȣ̃ ἀγϱȣ̃ ἐϖιϰϱοτήσει τοῖς ϰλάδοις,

55:13 ϗ ἀντὶ τῆς ϛοιϐῆς ἀναϐήσεται ϰυϖάϱισσος, ἀντὶ δὲ τῆς ϰονύζης ἀναϐήσεται μυϱσίνη· ϗ ἔϛαι ϰύϱιος εἰς ὄνομα ϗ εἰς σημεῖον αἰώνιον ϗ ȣ̓ϰ ἐϰλείψει.

56:1 Τάδε λέγει ϰύϱιος Φυλάσσεσϑε ϰϱίσιν, ϖοιήσατε διϰαιοσύνην· ἤγγισεν γὰϱ τὸ σωτήϱιόν μȣ ϖαϱαγίνεσϑαι ϗ τὸ ἔλεός μȣ ἀϖοϰαλυφϑῆναι.

56:2 μαϰάϱιος ἀνὴϱ ὁ ϖοιῶν ταῦτα ϗ ἄνϑϱωϖος ὁ ἀντεχόμενος αὐτῶν ϗ φυλάσσων τὰ σάϐϐατα μὴ ϐεϐηλȣ̃ν ϗ διατηϱῶν τὰς χεῖϱας αὐτȣ̃ μὴ ϖοιεῖν ἀδίϰημα.

56:3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ ϖϱοσϰείμενος ϖϱὸς ϰύϱιον Ἀφοϱιεῖ με ἄϱα ϰύϱιος ἀϖὸ τȣ̃ λαȣ̃ αὐτȣ̃· ϗ μὴ λεγέτω ὁ εὐνȣ̃χος ὅτι Ἐγώ εἰμι ξύλον ξηϱόν.

56:4 τάδε λέγει ϰύϱιος Τοῖς εὐνȣ́χοις, ὅσοι ἂν φυλάξωνται τὰ σάϐϐατά μȣ ϗ ἐϰλέξωνται ἃ ἐγὼ ϑέλω ϗ ἀντέχωνται τῆς διαϑήϰης μȣ,

56:5 δώσω αὐτοῖς ἐν τῷ οἴϰῳ μȣ ϗ ἐν τῷ τείχει μȣ τόϖον ὀνομαϛὸν ϰϱείττω υἱῶν ϗ ϑυγατέϱων, ὄνομα αἰώνιον δώσω αὐτοῖς ϗ ȣ̓ϰ ἐϰλείψει.

56:6 ϗ τοῖς ἀλλογενέσι τοῖς ϖϱοσϰειμένοις ϰυϱίῳ δȣλεύειν αὐτῷ ϗ ἀγαϖᾶν τὸ ὄνομα ϰυϱίȣ τȣ̃ εἶναι αὐτῷ εἰς δȣ́λȣς ϗ δȣ́λας ϗ ϖάντας τȣ̀ς φυλασσομένȣς τὰ σάϐϐατά μȣ μὴ ϐεϐηλȣ̃ν ϗ ἀντεχομένȣς τῆς διαϑήϰης μȣ,

56:7 εἰσάξω αὐτȣ̀ς εἰς τὸ ὄϱος τὸ ἅγιόν μȣ ϗ εὐφϱανῶ αὐτȣ̀ς ἐν τῷ οἴϰῳ τῆς ϖϱοσευχῆς μȣ· τὰ ὁλοϰαυτώματα αὐτῶν ϗ αἱ ϑυσίαι αὐτῶν ἔσονται δεϰταὶ ἐϖὶ τȣ̃ ϑυσιαϛηϱίȣ μȣ· ὁ γὰϱ οἶϰός μȣ οἶϰος ϖϱοσευχῆς ϰληϑήσεται ϖᾶσιν τοῖς ἔϑνεσιν,

56:8 εἶϖεν ϰύϱιος ὁ συνάγων τȣ̀ς διεσϖαϱμένȣς Ισϱαηλ, ὅτι συνάξω ἐϖ’ αὐτὸν συναγωγήν.

56:9 Πάντα τὰ ϑηϱία τὰ ἄγϱια, δεῦτε φάγετε, ϖάντα τὰ ϑηϱία τȣ̃ δϱυμȣ̃.

56:10 ἴδετε ὅτι ϖάντες ἐϰτετύφλωνται, ȣ̓ϰ ἔγνωσαν φϱονῆσαι, ϖάντες ϰύνες ἐνεοί, ȣ̓ δυνήσονται ὑλαϰτεῖν, ἐνυϖνιαζόμενοι ϰοίτην, φιλȣ̃ντες νυϛάξαι.

56:11 ϗ οἱ ϰύνες ἀναιδεῖς τῇ ψυχῇ, ȣ̓ϰ εἰδότες ϖλησμονήν· ϰαί εἰσιν ϖονηϱοὶ ȣ̓ϰ εἰδότες σύνεσιν, ϖάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηϰολȣ́ϑησαν, ἕϰαϛος ϰατὰ τὸ ἑαυτȣ̃.

57:1 Ἴδετε ὡς ὁ δίϰαιος ἀϖώλετο, ϗ ȣ̓δεὶς ἐϰδέχεται τῇ ϰαϱδίᾳ, ϗ ἄνδϱες δίϰαιοι αἴϱονται, ϗ ȣ̓δεὶς ϰατανοεῖ. ἀϖὸ γὰϱ ϖϱοσώϖȣ ἀδιϰίας ἦϱται ὁ δίϰαιος·

57:2 ἔϛαι ἐν εἰϱήνῃ ἡ ταφὴ αὐτȣ̃, ἦϱται ἐϰ τȣ̃ μέσȣ.

57:3 ὑμεῖς δὲ ϖϱοσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σϖέϱμα μοιχῶν ϗ ϖόϱνης·

57:4 ἐν τίνι ἐνετϱυφήσατε; ϗ ἐϖὶ τίνα ἠνοίξατε τὸ ϛόμα ὑμῶν; ϗ ἐϖὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; ȣ̓χ ὑμεῖς ἐϛε τέϰνα ἀϖωλείας, σϖέϱμα ἄνομον;

57:5 οἱ ϖαϱαϰαλȣ̃ντες ἐϖὶ τὰ εἴδωλα ὑϖὸ δένδϱα δασέα, σφάζοντες τὰ τέϰνα αὐτῶν ἐν ταῖς φάϱαγξιν ἀνὰ μέσον τῶν ϖετϱῶν.

57:6 ἐϰείνη σȣ ἡ μεϱίς, ȣ̔͂τός σȣ ὁ ϰλῆϱος, ϰἀϰείνοις ἐξέχεας σϖονδὰς ϰἀϰείνοις ἀνήνεγϰας ϑυσίας· ἐϖὶ τȣ́τοις ȣ̓͂ν ȣ̓ϰ ὀϱγισϑήσομαι;

57:7 ἐϖ’ ὄϱος ὑψηλὸν ϗ μετέωϱον, ἐϰεῖ σȣ ἡ ϰοίτη, ϰἀϰεῖ ἀνεϐίϐασας ϑυσίας.

57:8 ϗ ὀϖίσω τῶν ϛαϑμῶν τῆς ϑύϱας σȣ ἔϑηϰας μνημόσυνά σȣ· ᾤȣ ὅτι ἐὰν ἀϖ’ ἐμȣ̃ ἀϖοϛῇς, ϖλεῖόν τι ἕξεις· ἠγάϖησας τȣ̀ς ϰοιμωμένȣς μετὰ σȣ̃

57:9 ϗ ἐϖλήϑυνας τὴν ϖοϱνείαν σȣ μετ’ αὐτῶν ϗ ϖολλȣ̀ς ἐϖοίησας τȣ̀ς μαϰϱὰν ἀϖὸ σȣ̃ ϗ ἀϖέϛειλας ϖϱέσϐεις ὑϖὲϱ τὰ ὅϱιά σȣ ϗ ἀϖέϛϱεψας ϗ ἐταϖεινώϑης ἕως ᾅδȣ.

57:10 ταῖς ϖολυοδίαις σȣ ἐϰοϖίασας ϗ ȣ̓ϰ εἶϖας Παύσομαι ἐνισχύȣσα ὅτι ἔϖϱαξας ταῦτα, διὰ τȣ̃το ȣ̓ ϰατεδεήϑης μȣ

57:11 σύ. τίνα εὐλαϐηϑεῖσα ἐφοϐήϑης ϗ ἐψεύσω με ϗ ȣ̓ϰ ἐμνήσϑης μȣ ȣ̓δὲ ἔλαϐές με εἰς τὴν διάνοιαν ȣ̓δὲ εἰς τὴν ϰαϱδίαν σȣ; ϰἀγώ σε ἰδὼν ϖαϱοϱῶ, ϗ ἐμὲ ȣ̓ϰ ἐφοϐήϑης.

57:12 ϰἀγὼ ἀϖαγγελῶ τὴν διϰαιοσύνην μȣ ϗ τὰ ϰαϰά σȣ, ἃ ȣ̓ϰ ὠφελήσȣσίν σε.

57:13 ὅταν ἀναϐοήσῃς, ἐξελέσϑωσάν σε ἐν τῇ ϑλίψει σȣ· τȣ́τȣς γὰϱ ϖάντας ἄνεμος λήμψεται ϗ ἀϖοίσει ϰαταιγίς. οἱ δὲ ἀντεχόμενοί μȣ ϰτήσονται γῆν ϗ ϰληϱονομήσȣσιν τὸ ὄϱος τὸ ἅγιόν μȣ.

57:14 ϗ ἐϱȣ̃σιν Καϑαϱίσατε ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ὁδȣ̀ς ϗ ἄϱατε σϰῶλα ἀϖὸ τῆς ὁδȣ̃ τȣ̃ λαȣ̃ μȣ.

57:15 Τάδε λέγει ϰύϱιος ὁ ὕψιϛος ὁ ἐν ὑψηλοῖς ϰατοιϰῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, ϰύϱιος ὕψιϛος ἐν ἁγίοις ἀναϖαυόμενος ϗ ὀλιγοψύχοις διδȣ̀ς μαϰϱοϑυμίαν ϗ διδȣ̀ς ζωὴν τοῖς συντετϱιμμένοις τὴν ϰαϱδίαν

57:16 Ȣ̓ϰ εἰς τὸν αἰῶνα ἐϰδιϰήσω ὑμᾶς ȣ̓δὲ διὰ ϖαντὸς ὀϱγισϑήσομαι ὑμῖν· ϖνεῦμα γὰϱ ϖαϱ’ ἐμȣ̃ ἐξελεύσεται, ϗ ϖνοὴν ϖᾶσαν ἐγὼ ἐϖοίησα.

57:17 δι’ ἁμαϱτίαν ϐϱαχύ τι ἐλύϖησα αὐτὸν ϗ ἐϖάταξα αὐτὸν ϗ ἀϖέϛϱεψα τὸ ϖϱόσωϖόν μȣ ἀϖ’ αὐτȣ̃, ϗ ἐλυϖήϑη ϗ ἐϖοϱεύϑη ϛυγνὸς ἐν ταῖς ὁδοῖς αὐτȣ̃.

57:18 τὰς ὁδȣ̀ς αὐτȣ̃ ἑώϱαϰα ϗ ἰασάμην αὐτὸν ϗ ϖαϱεϰάλεσα αὐτὸν ϗ ἔδωϰα αὐτῷ ϖαϱάϰλησιν ἀληϑινήν,

57:19 εἰϱήνην ἐϖ’ εἰϱήνην τοῖς μαϰϱὰν ϗ τοῖς ἐγγὺς ȣ̓͂σιν· ϗ εἶϖεν ϰύϱιος Ἰάσομαι αὐτȣ́ς.

57:20 οἱ δὲ ἄδιϰοι ȣ̔́τως ϰλυδωνισϑήσονται ϗ ἀναϖαύσασϑαι ȣ̓ δυνήσονται.

57:21 ȣ̓ϰ ἔϛιν χαίϱειν τοῖς ἀσεϐέσιν, εἶϖεν ϰύϱιος ὁ ϑεός.

58:1 Ἀναϐόησον ἐν ἰσχύι ϗ μὴ φείσῃ, ὡς σάλϖιγγα ὕψωσον τὴν φωνήν σȣ ϗ ἀνάγγειλον τῷ λαῷ μȣ τὰ ἁμαϱτήματα αὐτῶν ϗ τῷ οἴϰῳ Ιαϰωϐ τὰς ἀνομίας αὐτῶν.

58:2 ἐμὲ ἡμέϱαν ἐξ ἡμέϱας ζητȣ̃σιν ϗ γνῶναί μȣ τὰς ὁδȣ̀ς ἐϖιϑυμȣ̃σιν· ὡς λαὸς διϰαιοσύνην ϖεϖοιηϰὼς ϗ ϰϱίσιν ϑεȣ̃ αὐτȣ̃ μὴ ἐγϰαταλελοιϖὼς αἰτȣ̃σίν με νῦν ϰϱίσιν διϰαίαν ϗ ἐγγίζειν ϑεῷ ἐϖιϑυμȣ̃σιν

58:3 λέγοντες Τί ὅτι ἐνηϛεύσαμεν ϗ ȣ̓ϰ εἶδες; ἐταϖεινώσαμεν τὰς ψυχὰς ἡμῶν ϗ ȣ̓ϰ ἔγνως; ἐν γὰϱ ταῖς ἡμέϱαις τῶν νηϛειῶν ὑμῶν εὑϱίσϰετε τὰ ϑελήματα ὑμῶν ϗ ϖάντας τȣ̀ς ὑϖοχειϱίȣς ὑμῶν ὑϖονύσσετε.

58:4 εἰ εἰς ϰϱίσεις ϗ μάχας νηϛεύετε ϗ τύϖτετε ϖυγμαῖς ταϖεινόν, ἵνα τί μοι νηϛεύετε ὡς σήμεϱον ἀϰȣσϑῆναι ἐν ϰϱαυγῇ τὴν φωνὴν ὑμῶν;

58:5 ȣ̓ ταύτην τὴν νηϛείαν ἐξελεξάμην ϗ ἡμέϱαν ταϖεινȣ̃ν ἄνϑϱωϖον τὴν ψυχὴν αὐτȣ̃· ȣ̓δ’ ἂν ϰάμψῃς ὡς ϰϱίϰον τὸν τϱάχηλόν σȣ ϗ σάϰϰον ϗ σϖοδὸν ὑϖοϛϱώσῃ, ȣ̓δ’ ȣ̔́τως ϰαλέσετε νηϛείαν δεϰτήν.

58:6 ȣ̓χὶ τοιαύτην νηϛείαν ἐγὼ ἐξελεξάμην, λέγει ϰύϱιος, ἀλλὰ λῦε ϖάντα σύνδεσμον ἀδιϰίας, διάλυε ϛϱαγγαλιὰς ϐιαίων συναλλαγμάτων, ἀϖόϛελλε τεϑϱαυσμένȣς ἐν ἀφέσει ϗ ϖᾶσαν συγγϱαφὴν ἄδιϰον διάσϖα·

58:7 διάϑϱυϖτε ϖεινῶντι τὸν ἄϱτον σȣ ϗ ϖτωχȣ̀ς ἀϛέγȣς εἴσαγε εἰς τὸν οἶϰόν σȣ· ἐὰν ἴδῃς γυμνόν, ϖεϱίϐαλε, ϗ ἀϖὸ τῶν οἰϰείων τȣ̃ σϖέϱματός σȣ ȣ̓χ ὑϖεϱόψῃ.

58:8 τότε ῥαγήσεται ϖϱόιμον τὸ φῶς σȣ, ϗ τὰ ἰάματά σȣ ταχὺ ἀνατελεῖ, ϗ ϖϱοϖοϱεύσεται ἔμϖϱοσϑέν σȣ ἡ διϰαιοσύνη σȣ, ϗ ἡ δόξα τȣ̃ ϑεȣ̃ ϖεϱιϛελεῖ σε·

58:9 τότε ϐοήσῃ, ϗ ὁ ϑεὸς εἰσαϰȣ́σεταί σȣ· ἔτι λαλȣ̃ντός σȣ ἐϱεῖ Ἰδȣ̀ ϖάϱειμι. ἐὰν ἀφέλῃς ἀϖὸ σȣ̃ σύνδεσμον ϗ χειϱοτονίαν ϗ ῥῆμα γογγυσμȣ̃

58:10 ϗ δῷς ϖεινῶντι τὸν ἄϱτον ἐϰ ψυχῆς σȣ ϗ ψυχὴν τεταϖεινωμένην ἐμϖλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σϰότει τὸ φῶς σȣ, ϗ τὸ σϰότος σȣ ὡς μεσημϐϱία.

58:11 ϗ ἔϛαι ὁ ϑεός σȣ μετὰ σȣ̃ διὰ ϖαντός· ϗ ἐμϖλησϑήσῃ ϰαϑάϖεϱ ἐϖιϑυμεῖ ἡ ψυχή σȣ, ϗ τὰ ὀϛᾶ σȣ ϖιανϑήσεται, ϗ ἔσῃ ὡς ϰῆϖος μεϑύων ϗ ὡς ϖηγὴ ἣν μὴ ἐξέλιϖεν ὕδωϱ, ϗ τὰ ὀϛᾶ σȣ ὡς ϐοτάνη ἀνατελεῖ ϗ ϖιανϑήσεται, ϗ ϰληϱονομήσȣσι γενεὰς γενεῶν.

58:12 ϗ οἰϰοδομηϑήσονταί σȣ αἱ ἔϱημοι αἰώνιοι, ϗ ἔϛαι σȣ τὰ ϑεμέλια αἰώνια γενεῶν γενεαῖς· ϗ ϰληϑήσῃ Οἰϰοδόμος φϱαγμῶν, ϗ τȣ̀ς τϱίϐȣς τȣ̀ς ἀνὰ μέσον ϖαύσεις.

58:13 ἐὰν ἀϖοϛϱέψῃς τὸν ϖόδα σȣ ἀϖὸ τῶν σαϐϐάτων τȣ̃ μὴ ϖοιεῖν τὰ ϑελήματά σȣ ἐν τῇ ἡμέϱᾳ τῇ ἁγίᾳ ϗ ϰαλέσεις τὰ σάϐϐατα τϱυφεϱά, ἅγια τῷ ϑεῷ σȣ, ȣ̓ϰ ἀϱεῖς τὸν ϖόδα σȣ ἐϖ’ ἔϱγῳ ȣ̓δὲ λαλήσεις λόγον ἐν ὀϱγῇ ἐϰ τȣ̃ ϛόματός σȣ,

58:14 ϗ ἔσῃ ϖεϖοιϑὼς ἐϖὶ ϰύϱιον, ϗ ἀναϐιϐάσει σε ἐϖὶ τὰ ἀγαϑὰ τῆς γῆς ϗ ψωμιεῖ σε τὴν ϰληϱονομίαν Ιαϰωϐ τȣ̃ ϖατϱός σȣ· τὸ γὰϱ ϛόμα ϰυϱίȣ ἐλάλησεν ταῦτα.

59:1 Μὴ ȣ̓ϰ ἰσχύει ἡ χεὶϱ ϰυϱίȣ τȣ̃ σῶσαι; ἢ ἐϐάϱυνεν τὸ ȣ̓͂ς αὐτȣ̃ τȣ̃ μὴ εἰσαϰȣ̃σαι;

59:2 ἀλλὰ τὰ ἁμαϱτήματα ὑμῶν διιϛῶσιν ἀνὰ μέσον ὑμῶν ϗ τȣ̃ ϑεȣ̃, ϗ διὰ τὰς ἁμαϱτίας ὑμῶν ἀϖέϛϱεψεν τὸ ϖϱόσωϖον αὐτȣ̃ ἀφ’ ὑμῶν τȣ̃ μὴ ἐλεῆσαι.

59:3 αἱ γὰϱ χεῖϱες ὑμῶν μεμολυμμέναι αἵματι ϗ οἱ δάϰτυλοι ὑμῶν ἐν ἁμαϱτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, ϗ ἡ γλῶσσα ὑμῶν ἀδιϰίαν μελετᾷ.

59:4 ȣ̓δεὶς λαλεῖ δίϰαια, ȣ̓δὲ ἔϛιν ϰϱίσις ἀληϑινή· ϖεϖοίϑασιν ἐϖὶ ματαίοις ϗ λαλȣ̃σιν ϰενά, ὅτι ϰύȣσιν ϖόνον ϗ τίϰτȣσιν ἀνομίαν.

59:5 ᾠὰ ἀσϖίδων ἔϱϱηξαν ϗ ἱϛὸν ἀϱάχνης ὑφαίνȣσιν· ϗ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν συντϱίψας ȣ̓́ϱιον εὗϱεν, ϗ ἐν αὐτῷ ϐασιλίσϰος·

59:6 ὁ ἱϛὸς αὐτῶν ȣ̓ϰ ἔϛαι εἰς ἱμάτιον, ȣ̓δὲ μὴ ϖεϱιϐάλωνται ἀϖὸ τῶν ἔϱγων αὐτῶν· τὰ γὰϱ ἔϱγα αὐτῶν ἔϱγα ἀνομίας.

59:7 οἱ δὲ ϖόδες αὐτῶν ἐϖὶ ϖονηϱίαν τϱέχȣσιν ταχινοὶ ἐϰχέαι αἷμα· ϗ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφϱόνων, σύντϱιμμα ϗ ταλαιϖωϱία ἐν ταῖς ὁδοῖς αὐτῶν.

59:8 ϗ ὁδὸν εἰϱήνης ȣ̓ϰ οἴδασιν, ϗ ȣ̓ϰ ἔϛιν ϰϱίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰϱ τϱίϐοι αὐτῶν διεϛϱαμμέναι, ἃς διοδεύȣσιν, ϗ ȣ̓ϰ οἴδασιν εἰϱήνην.

59:9 διὰ τȣ̃το ἀϖέϛη ἡ ϰϱίσις ἀϖ’ αὐτῶν, ϗ ȣ̓ μὴ ϰαταλάϐῃ αὐτȣ̀ς διϰαιοσύνη· ὑϖομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σϰότος, μείναντες αὐγὴν ἐν ἀωϱίᾳ ϖεϱιεϖάτησαν.

59:10 ψηλαφήσȣσιν ὡς τυφλοὶ τοῖχον ϗ ὡς ȣ̓χ ὑϖαϱχόντων ὀφϑαλμῶν ψηλαφήσȣσιν· ϗ ϖεσȣ̃νται ἐν μεσημϐϱίᾳ ὡς ἐν μεσονυϰτίῳ, ὡς ἀϖοϑνῄσϰοντες ϛενάξȣσιν.

59:11 ὡς ἄϱϰος ϗ ὡς ϖεϱιϛεϱὰ ἅμα ϖοϱεύσονται· ἀνεμείναμεν ϰϱίσιν, ϗ ȣ̓ϰ ἔϛιν· σωτηϱία μαϰϱὰν ἀφέϛηϰεν ἀφ’ ἡμῶν.

59:12 ϖολλὴ γὰϱ ἡμῶν ἡ ἀνομία ἐναντίον σȣ, ϗ αἱ ἁμαϱτίαι ἡμῶν ἀντέϛησαν ἡμῖν· αἱ γὰϱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, ϗ τὰ ἀδιϰήματα ἡμῶν ἔγνωμεν·

59:13 ἠσεϐήσαμεν ϗ ἐψευσάμεϑα ϗ ἀϖέϛημεν ἀϖὸ ὄϖισϑεν τȣ̃ ϑεȣ̃ ἡμῶν· ἐλαλήσαμεν ἄδιϰα ϗ ἠϖειϑήσαμεν, ἐϰύομεν ϗ ἐμελετήσαμεν ἀϖὸ ϰαϱδίας ἡμῶν λόγȣς ἀδίϰȣς·

59:14 ϗ ἀϖεϛήσαμεν ὀϖίσω τὴν ϰϱίσιν, ϗ ἡ διϰαιοσύνη μαϰϱὰν ἀφέϛηϰεν, ὅτι ϰαταναλώϑη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήϑεια, ϗ δι’ εὐϑείας ȣ̓ϰ ἠδύναντο διελϑεῖν.

59:15 ϗ ἡ ἀλήϑεια ἦϱται, ϗ μετέϛησαν τὴν διάνοιαν τȣ̃ συνιέναι· ϗ εἶδεν ϰύϱιος, ϗ ȣ̓ϰ ἤϱεσεν αὐτῷ, ὅτι ȣ̓ϰ ἦν ϰϱίσις.

59:16 ϗ εἶδεν ϗ ȣ̓ϰ ἦν ἀνήϱ, ϗ ϰατενόησεν ϗ ȣ̓ϰ ἦν ὁ ἀντιλημψόμενος, ϗ ἠμύνατο αὐτȣ̀ς τῷ ϐϱαχίονι αὐτȣ̃ ϗ τῇ ἐλεημοσύνῃ ἐϛηϱίσατο.

59:17 ϗ ἐνεδύσατο διϰαιοσύνην ὡς ϑώϱαϰα ϗ ϖεϱιέϑετο ϖεϱιϰεφαλαίαν σωτηϱίȣ ἐϖὶ τῆς ϰεφαλῆς ϗ ϖεϱιεϐάλετο ἱμάτιον ἐϰδιϰήσεως ϗ τὸ ϖεϱιϐόλαιον

59:18 ὡς ἀνταϖοδώσων ἀνταϖόδοσιν ὄνειδος τοῖς ὑϖεναντίοις.

59:19 ϗ φοϐηϑήσονται οἱ ἀϖὸ δυσμῶν τὸ ὄνομα ϰυϱίȣ ϗ οἱ ἀϖ’ ἀνατολῶν ἡλίȣ τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰϱ ὡς ϖοταμὸς ϐίαιος ἡ ὀϱγὴ ϖαϱὰ ϰυϱίȣ, ἥξει μετὰ ϑυμȣ̃.

59:20 ϗ ἥξει ἕνεϰεν Σιων ὁ ῥυόμενος ϗ ἀϖοϛϱέψει ἀσεϐείας ἀϖὸ Ιαϰωϐ.

59:21 ϗ αὕτη αὐτοῖς ἡ ϖαϱ’ ἐμȣ̃ διαϑήϰη, εἶϖεν ϰύϱιος· τὸ ϖνεῦμα τὸ ἐμόν, ὅ ἐϛιν ἐϖὶ σοί, ϗ τὰ ῥήματα, ἃ ἔδωϰα εἰς τὸ ϛόμα σȣ, ȣ̓ μὴ ἐϰλίϖῃ ἐϰ τȣ̃ ϛόματός σȣ ϗ ἐϰ τȣ̃ ϛόματος τȣ̃ σϖέϱματός σȣ, εἶϖεν γὰϱ ϰύϱιος, ἀϖὸ τȣ̃ νῦν ϗ εἰς τὸν αἰῶνα.

60:1 Φωτίζȣ φωτίζȣ, Ιεϱȣσαλημ, ἥϰει γάϱ σȣ τὸ φῶς, ϗ ἡ δόξα ϰυϱίȣ ἐϖὶ σὲ ἀνατέταλϰεν.

60:2 ἰδȣ̀ σϰότος ϗ γνόφος ϰαλύψει γῆν ἐϖ’ ἔϑνη· ἐϖὶ δὲ σὲ φανήσεται ϰύϱιος, ϗ ἡ δόξα αὐτȣ̃ ἐϖὶ σὲ ὀφϑήσεται.

60:3 ϗ ϖοϱεύσονται ϐασιλεῖς τῷ φωτί σȣ ϗ ἔϑνη τῇ λαμϖϱότητί σȣ.

60:4 ἆϱον ϰύϰλῳ τȣ̀ς ὀφϑαλμȣ́ς σȣ ϗ ἰδὲ συνηγμένα τὰ τέϰνα σȣ· ἰδȣ̀ ἥϰασιν ϖάντες οἱ υἱοί σȣ μαϰϱόϑεν, ϗ αἱ ϑυγατέϱες σȣ ἐϖ’ ὤμων ἀϱϑήσονται.

60:5 τότε ὄψῃ ϗ φοϐηϑήσῃ ϗ ἐϰϛήσῃ τῇ ϰαϱδίᾳ, ὅτι μεταϐαλεῖ εἰς σὲ ϖλȣ̃τος ϑαλάσσης ϗ ἐϑνῶν ϗ λαῶν. ϗ ἥξȣσίν σοι

60:6 ἀγέλαι ϰαμήλων, ϗ ϰαλύψȣσίν σε ϰάμηλοι Μαδιαμ ϗ Γαιφα· ϖάντες ἐϰ Σαϐα ἥξȣσιν φέϱοντες χϱυσίον ϗ λίϐανον οἴσȣσιν ϗ τὸ σωτήϱιον ϰυϱίȣ εὐαγγελιȣ̃νται.

60:7 ϗ ϖάντα τὰ ϖϱόϐατα Κηδαϱ συναχϑήσονταί σοι, ϗ ϰϱιοὶ Ναϐαιωϑ ἥξȣσίν σοι, ϗ ἀνενεχϑήσεται δεϰτὰ ἐϖὶ τὸ ϑυσιαϛήϱιόν μȣ, ϗ ὁ οἶϰος τῆς ϖϱοσευχῆς μȣ δοξασϑήσεται.

60:8 τίνες οἵδε ὡς νεφέλαι ϖέτανται ϗ ὡς ϖεϱιϛεϱαὶ σὺν νεοσσοῖς;

60:9 ἐμὲ νῆσοι ὑϖέμειναν ϗ ϖλοῖα Θαϱσις ἐν ϖϱώτοις, ἀγαγεῖν τὰ τέϰνα σȣ μαϰϱόϑεν ϗ τὸν ἄϱγυϱον ϗ τὸν χϱυσὸν μετ’ αὐτῶν διὰ τὸ ὄνομα ϰυϱίȣ τὸ ἅγιον ϗ διὰ τὸ τὸν ἅγιον τȣ̃ Ισϱαηλ ἔνδοξον εἶναι.

60:10 ϗ οἰϰοδομήσȣσιν ἀλλογενεῖς τὰ τείχη σȣ, ϗ οἱ ϐασιλεῖς αὐτῶν ϖαϱαϛήσονταί σοι· διὰ γὰϱ ὀϱγήν μȣ ἐϖάταξά σε ϗ διὰ ἔλεον ἠγάϖησά σε.

60:11 ϗ ἀνοιχϑήσονται αἱ ϖύλαι σȣ διὰ ϖαντός, ἡμέϱας ϗ νυϰτὸς ȣ̓ ϰλεισϑήσονται, εἰσαγαγεῖν ϖϱὸς σὲ δύναμιν ἐϑνῶν ϗ ϐασιλεῖς ἀγομένȣς.

60:12 τὰ γὰϱ ἔϑνη ϗ οἱ ϐασιλεῖς, οἵτινες ȣ̓ δȣλεύσȣσίν σοι, ἀϖολȣ̃νται, ϗ τὰ ἔϑνη ἐϱημίᾳ ἐϱημωϑήσονται.

60:13 ϗ ἡ δόξα τȣ̃ Λιϐάνȣ ϖϱὸς σὲ ἥξει ἐν ϰυϖαϱίσσῳ ϗ ϖεύϰῃ ϗ ϰέδϱῳ ἅμα, δοξάσαι τὸν τόϖον τὸν ἅγιόν μȣ.

60:14 ϗ ϖοϱεύσονται ϖϱὸς σὲ δεδοιϰότες υἱοὶ ταϖεινωσάντων σε ϗ ϖαϱοξυνάντων σε, ϗ ϰληϑήσῃ Πόλις ϰυϱίȣ Σιων ἁγίȣ Ισϱαηλ.

60:15 διὰ τὸ γεγενῆσϑαί σε ἐγϰαταλελειμμένην ϗ μεμισημένην ϗ ȣ̓ϰ ἦν ὁ ϐοηϑῶν, ϗ ϑήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφϱοσύνην γενεῶν γενεαῖς.

60:16 ϗ ϑηλάσεις γάλα ἐϑνῶν ϗ ϖλȣ̃τον ϐασιλέων φάγεσαι· ϗ γνώσῃ ὅτι ἐγὼ ϰύϱιος ὁ σῴζων σε ϗ ἐξαιϱȣ́μενός σε ϑεὸς Ισϱαηλ.

60:17 ϗ ἀντὶ χαλϰȣ̃ οἴσω σοι χϱυσίον, ἀντὶ δὲ σιδήϱȣ οἴσω σοι ἀϱγύϱιον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλϰόν, ἀντὶ δὲ λίϑων σίδηϱον. ϗ δώσω τȣ̀ς ἄϱχοντάς σȣ ἐν εἰϱήνῃ ϗ τȣ̀ς ἐϖισϰόϖȣς σȣ ἐν διϰαιοσύνῃ·

60:18 ϗ ȣ̓ϰ ἀϰȣσϑήσεται ἔτι ἀδιϰία ἐν τῇ γῇ σȣ ȣ̓δὲ σύντϱιμμα ȣ̓δὲ ταλαιϖωϱία ἐν τοῖς ὁϱίοις σȣ, ἀλλὰ ϰληϑήσεται Σωτήϱιον τὰ τείχη σȣ, ϗ αἱ ϖύλαι σȣ Γλύμμα.

60:19 ϗ ȣ̓ϰ ἔϛαι σοι ὁ ἥλιος εἰς φῶς ἡμέϱας, ȣ̓δὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύϰτα, ἀλλ’ ἔϛαι σοι ϰύϱιος φῶς αἰώνιον ϗ ὁ ϑεὸς δόξα σȣ.

60:20 ȣ̓ γὰϱ δύσεται ὁ ἥλιός σοι, ϗ ἡ σελήνη σοι ȣ̓ϰ ἐϰλείψει· ἔϛαι γὰϱ ϰύϱιός σοι φῶς αἰώνιον, ϗ ἀναϖληϱωϑήσονται αἱ ἡμέϱαι τȣ̃ ϖένϑȣς σȣ.

60:21 ϗ ὁ λαός σȣ ϖᾶς δίϰαιος, ϗ δι’ αἰῶνος ϰληϱονομήσȣσιν τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔϱγα χειϱῶν αὐτȣ̃ εἰς δόξαν.

60:22 ὁ ὀλιγοϛὸς ἔϛαι εἰς χιλιάδας ϗ ὁ ἐλάχιϛος εἰς ἔϑνος μέγα· ἐγὼ ϰύϱιος ϰατὰ ϰαιϱὸν συνάξω αὐτȣ́ς.

61:1 Πνεῦμα ϰυϱίȣ ἐϖ’ ἐμέ, ȣ̔͂ εἵνεϰεν ἔχϱισέν με· εὐαγγελίσασϑαι ϖτωχοῖς ἀϖέϛαλϰέν με, ἰάσασϑαι τȣ̀ς συντετϱιμμένȣς τῇ ϰαϱδίᾳ, ϰηϱύξαι αἰχμαλώτοις ἄφεσιν ϗ τυφλοῖς ἀνάϐλεψιν,

61:2 ϰαλέσαι ἐνιαυτὸν ϰυϱίȣ δεϰτὸν ϗ ἡμέϱαν ἀνταϖοδόσεως, ϖαϱαϰαλέσαι ϖάντας τȣ̀ς ϖενϑȣ̃ντας,

61:3 δοϑῆναι τοῖς ϖενϑȣ̃σιν Σιων δόξαν ἀντὶ σϖοδȣ̃, ἄλειμμα εὐφϱοσύνης τοῖς ϖενϑȣ̃σιν, ϰαταϛολὴν δόξης ἀντὶ ϖνεύματος ἀϰηδίας· ϗ ϰληϑήσονται γενεαὶ διϰαιοσύνης, φύτευμα ϰυϱίȣ εἰς δόξαν.

61:4 ϗ οἰϰοδομήσȣσιν ἐϱήμȣς αἰωνίας, ἐξηϱημωμένας ϖϱότεϱον ἐξαναϛήσȣσιν· ϗ ϰαινιȣ̃σιν ϖόλεις ἐϱήμȣς ἐξηϱημωμένας εἰς γενεάς.

61:5 ϗ ἥξȣσιν ἀλλογενεῖς ϖοιμαίνοντες τὰ ϖϱόϐατά σȣ, ϗ ἀλλόφυλοι ἀϱοτῆϱες ϗ ἀμϖελȣϱγοί·

61:6 ὑμεῖς δὲ ἱεϱεῖς ϰυϱίȣ ϰληϑήσεσϑε, λειτȣϱγοὶ ϑεȣ̃· ἰσχὺν ἐϑνῶν ϰατέδεσϑε ϗ ἐν τῷ ϖλȣ́τῳ αὐτῶν ϑαυμασϑήσεσϑε.

61:7 ȣ̔́τως ἐϰ δευτέϱας ϰληϱονομήσȣσιν τὴν γῆν, ϗ εὐφϱοσύνη αἰώνιος ὑϖὲϱ ϰεφαλῆς αὐτῶν.

61:8 ἐγὼ γάϱ εἰμι ϰύϱιος ὁ ἀγαϖῶν διϰαιοσύνην ϗ μισῶν ἁϱϖάγματα ἐξ ἀδιϰίας· ϗ δώσω τὸν μόχϑον αὐτῶν διϰαίοις ϗ διαϑήϰην αἰώνιον διαϑήσομαι αὐτοῖς.

61:9 ϗ γνωσϑήσεται ἐν τοῖς ἔϑνεσιν τὸ σϖέϱμα αὐτῶν ϗ τὰ ἔϰγονα αὐτῶν· ϖᾶς ὁ ὁϱῶν αὐτȣ̀ς ἐϖιγνώσεται αὐτȣ́ς, ὅτι ȣ̔͂τοί εἰσιν σϖέϱμα ηὐλογημένον ὑϖὸ ϑεȣ̃

61:10 ϗ εὐφϱοσύνῃ εὐφϱανϑήσονται ἐϖὶ ϰύϱιον. – ἀγαλλιάσϑω ἡ ψυχή μȣ ἐϖὶ τῷ ϰυϱίῳ· ἐνέδυσεν γάϱ με ἱμάτιον σωτηϱίȣ ϗ χιτῶνα εὐφϱοσύνης ὡς νυμφίῳ ϖεϱιέϑηϰέν μοι μίτϱαν ϗ ὡς νύμφην ϰατεϰόσμησέν με ϰόσμῳ.

61:11 ϗ ὡς γῆν αὔξȣσαν τὸ ἄνϑος αὐτῆς ϗ ὡς ϰῆϖος τὰ σϖέϱματα αὐτȣ̃, ȣ̔́τως ἀνατελεῖ ϰύϱιος διϰαιοσύνην ϗ ἀγαλλίαμα ἐναντίον ϖάντων τῶν ἐϑνῶν.

62:1 Διὰ Σιων ȣ̓ σιωϖήσομαι ϗ διὰ Ιεϱȣσαλημ ȣ̓ϰ ἀνήσω, ἕως ἂν ἐξέλϑῃ ὡς φῶς ἡ διϰαιοσύνη μȣ, τὸ δὲ σωτήϱιόν μȣ ὡς λαμϖὰς ϰαυϑήσεται.

62:2 ϗ ὄψονται ἔϑνη τὴν διϰαιοσύνην σȣ ϗ ϐασιλεῖς τὴν δόξαν σȣ, ϗ ϰαλέσει σε τὸ ὄνομά σȣ τὸ ϰαινόν, ὃ ὁ ϰύϱιος ὀνομάσει αὐτό.

62:3 ϗ ἔσῃ ϛέφανος ϰάλλȣς ἐν χειϱὶ ϰυϱίȣ ϗ διάδημα ϐασιλείας ἐν χειϱὶ ϑεȣ̃ σȣ.

62:4 ϗ ȣ̓ϰέτι ϰληϑήσῃ Καταλελειμμένη, ϗ ἡ γῆ σȣ ȣ̓ ϰληϑήσεται Ἔϱημος· σοὶ γὰϱ ϰληϑήσεται Θέλημα ἐμόν, ϗ τῇ γῇ σȣ Οἰϰȣμένη.

62:5 ϗ ὡς συνοιϰῶν νεανίσϰος ϖαϱϑένῳ, ȣ̔́τως ϰατοιϰήσȣσιν οἱ υἱοί σȣ μετὰ σȣ̃· ϗ ἔϛαι ὃν τϱόϖον εὐφϱανϑήσεται νυμφίος ἐϖὶ νύμφῃ, ȣ̔́τως εὐφϱανϑήσεται ϰύϱιος ἐϖὶ σοί.

62:6 ϗ ἐϖὶ τῶν τειχέων σȣ, Ιεϱȣσαλημ, ϰατέϛησα φύλαϰας ὅλην τὴν ἡμέϱαν ϗ ὅλην τὴν νύϰτα, οἳ διὰ τέλȣς ȣ̓ σιωϖήσονται μιμνῃσϰόμενοι ϰυϱίȣ.

62:7 ȣ̓ϰ ἔϛιν γὰϱ ὑμῖν ὅμοιος, ἐὰν διοϱϑώσῃ ϗ ϖοιήσῃ Ιεϱȣσαλημ ἀγαυϱίαμα ἐϖὶ τῆς γῆς.

62:8 ὤμοσεν ϰύϱιος ϰατὰ τῆς δεξιᾶς αὐτȣ̃ ϗ ϰατὰ τῆς ἰσχύος τȣ̃ ϐϱαχίονος αὐτȣ̃ Εἰ ἔτι δώσω τὸν σῖτόν σȣ ϗ τὰ ϐϱώματά σȣ τοῖς ἐχϑϱοῖς σȣ, ϗ εἰ ἔτι ϖίονται υἱοὶ ἀλλότϱιοι τὸν οἶνόν σȣ, ἐφ’ ᾧ ἐμόχϑησας·

62:9 ἀλλ’ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ ϗ αἰνέσȣσιν ϰύϱιον, ϗ οἱ συνάγοντες ϖίονται αὐτὰ ἐν ταῖς ἐϖαύλεσιν ταῖς ἁγίαις μȣ.

62:10 ϖοϱεύεσϑε διὰ τῶν ϖυλῶν μȣ ϗ ὁδοϖοιήσατε τῷ λαῷ μȣ ϗ τȣ̀ς λίϑȣς τȣ̀ς ἐϰ τῆς ὁδȣ̃ διαϱϱίψατε· ἐξάϱατε σύσσημον εἰς τὰ ἔϑνη.

62:11 ἰδȣ̀ γὰϱ ϰύϱιος ἐϖοίησεν ἀϰȣϛὸν ἕως ἐσχάτȣ τῆς γῆς Εἴϖατε τῇ ϑυγατϱὶ Σιων Ἰδȣ́ σοι ὁ σωτὴϱ ϖαϱαγίνεται ἔχων τὸν ἑαυτȣ̃ μισϑὸν ϗ τὸ ἔϱγον ϖϱὸ ϖϱοσώϖȣ αὐτȣ̃.

62:12 ϗ ϰαλέσει αὐτὸν λαὸν ἅγιον λελυτϱωμένον ὑϖὸ ϰυϱίȣ, σὺ δὲ ϰληϑήσῃ ἐϖιζητȣμένη ϖόλις ϗ ȣ̓ϰ ἐγϰαταλελειμμένη.

63:1 Τίς ȣ̔͂τος ὁ ϖαϱαγινόμενος ἐξ Εδωμ, ἐϱύϑημα ἱματίων ἐϰ Βοσοϱ, ȣ̔́τως ὡϱαῖος ἐν ϛολῇ ϐίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι διϰαιοσύνην ϗ ϰϱίσιν σωτηϱίȣ.

63:2 διὰ τί σȣ ἐϱυϑϱὰ τὰ ἱμάτια ϗ τὰ ἐνδύματά σȣ ὡς ἀϖὸ ϖατητȣ̃ ληνȣ̃;

63:3 ϖλήϱης ϰαταϖεϖατημένης, ϗ τῶν ἐϑνῶν ȣ̓ϰ ἔϛιν ἀνὴϱ μετ’ ἐμȣ̃, ϗ ϰατεϖάτησα αὐτȣ̀ς ἐν ϑυμῷ ϗ ϰατέϑλασα αὐτȣ̀ς ὡς γῆν ϗ ϰατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

63:4 ἡμέϱα γὰϱ ἀνταϖοδόσεως ἐϖῆλϑεν αὐτοῖς, ϗ ἐνιαυτὸς λυτϱώσεως ϖάϱεϛιν.

63:5 ϗ ἐϖέϐλεψα, ϗ ȣ̓δεὶς ϐοηϑός· ϗ ϖϱοσενόησα, ϗ ȣ̓ϑεὶς ἀντελαμϐάνετο· ϗ ἐϱϱύσατο αὐτȣ̀ς ὁ ϐϱαχίων μȣ, ϗ ὁ ϑυμός μȣ ἐϖέϛη.

63:6 ϗ ϰατεϖάτησα αὐτȣ̀ς τῇ ὀϱγῇ μȣ ϗ ϰατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

63:7 Τὸν ἔλεον ϰυϱίȣ ἐμνήσϑην, τὰς ἀϱετὰς ϰυϱίȣ ἐν ϖᾶσιν, οἷς ὁ ϰύϱιος ἡμῖν ἀνταϖοδίδωσιν· ϰύϱιος ϰϱιτὴς ἀγαϑὸς τῷ οἴϰῳ Ισϱαηλ, ἐϖάγει ἡμῖν ϰατὰ τὸ ἔλεος αὐτȣ̃ ϗ ϰατὰ τὸ ϖλῆϑος τῆς διϰαιοσύνης αὐτȣ̃.

63:8 ϗ εἶϖεν Ȣ̓χ ὁ λαός μȣ τέϰνα ȣ̓ μὴ ἀϑετήσωσιν; ϗ ἐγένετο αὐτοῖς εἰς σωτηϱίαν

63:9 ἐϰ ϖάσης ϑλίψεως. ȣ̓ ϖϱέσϐυς ȣ̓δὲ ἄγγελος, ἀλλ’ αὐτὸς ϰύϱιος ἔσωσεν αὐτȣ̀ς διὰ τὸ ἀγαϖᾶν αὐτȣ̀ς ϗ φείδεσϑαι αὐτῶν· αὐτὸς ἐλυτϱώσατο αὐτȣ̀ς ϗ ἀνέλαϐεν αὐτȣ̀ς ϗ ὕψωσεν αὐτȣ̀ς ϖάσας τὰς ἡμέϱας τȣ̃ αἰῶνος.

63:10 αὐτοὶ δὲ ἠϖείϑησαν ϗ ϖαϱώξυναν τὸ ϖνεῦμα τὸ ἅγιον αὐτȣ̃· ϗ ἐϛϱάφη αὐτοῖς εἰς ἔχϑϱαν, ϗ αὐτὸς ἐϖολέμησεν αὐτȣ́ς.

63:11 ϗ ἐμνήσϑη ἡμεϱῶν αἰωνίων ὁ ἀναϐιϐάσας ἐϰ τῆς γῆς τὸν ϖοιμένα τῶν ϖϱοϐάτων· ϖȣ̃ ἐϛιν ὁ ϑεὶς ἐν αὐτοῖς τὸ ϖνεῦμα τὸ ἅγιον;

63:12 ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ ϐϱαχίων τῆς δόξης αὐτȣ̃; ϰατίσχυσεν ὕδωϱ ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ϖοιῆσαι αὐτῷ ὄνομα αἰώνιον.

63:13 ἤγαγεν αὐτȣ̀ς διὰ τῆς ἀϐύσσȣ ὡς ἵϖϖον δι’ ἐϱήμȣ, ϗ ȣ̓ϰ ἐϰοϖίασαν.

63:14 ϗ ὡς ϰτήνη διὰ ϖεδίȣ, ϰατέϐη ϖνεῦμα ϖαϱὰ ϰυϱίȣ ϗ ὡδήγησεν αὐτȣ́ς· ȣ̔́τως ἤγαγες τὸν λαόν σȣ ϖοιῆσαι σεαυτῷ ὄνομα δόξης.

63:15 Ἐϖίϛϱεψον ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ἰδὲ ἐϰ τȣ̃ οἴϰȣ τȣ̃ ἁγίȣ σȣ ϗ δόξης· ϖȣ̃ ἐϛιν ὁ ζῆλός σȣ ϗ ἡ ἰσχύς σȣ; ϖȣ̃ ἐϛιν τὸ ϖλῆϑος τȣ̃ ἐλέȣς σȣ ϗ τῶν οἰϰτιϱμῶν σȣ, ὅτι ἀνέσχȣ ἡμῶν;

63:16 σὺ γὰϱ ἡμῶν εἶ ϖατήϱ, ὅτι Αϐϱααμ ȣ̓ϰ ἔγνω ἡμᾶς, ϗ Ισϱαηλ ȣ̓ϰ ἐϖέγνω ἡμᾶς, ἀλλὰ σύ, ϰύϱιε, ϖατὴϱ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀϖ’ ἀϱχῆς τὸ ὄνομά σȣ ἐφ’ ἡμᾶς ἐϛιν.

63:17 τί ἐϖλάνησας ἡμᾶς, ϰύϱιε, ἀϖὸ τῆς ὁδȣ̃ σȣ, ἐσϰλήϱυνας ἡμῶν τὰς ϰαϱδίας τȣ̃ μὴ φοϐεῖσϑαί σε; ἐϖίϛϱεψον διὰ τȣ̀ς δȣ́λȣς σȣ, διὰ τὰς φυλὰς τῆς ϰληϱονομίας σȣ,

63:18 ἵνα μιϰϱὸν ϰληϱονομήσωμεν τȣ̃ ὄϱȣς τȣ̃ ἁγίȣ σȣ, οἱ ὑϖεναντίοι ἡμῶν ϰατεϖάτησαν τὸ ἁγίασμά σȣ.

63:19 ἐγενόμεϑα ὡς τὸ ἀϖ’ ἀϱχῆς, ὅτε ȣ̓ϰ ἦϱξας ἡμῶν ȣ̓δὲ ἐϖεϰλήϑη τὸ ὄνομά σȣ ἐφ’ ἡμᾶς. ἐὰν ἀνοίξῃς τὸν ȣ̓ϱανόν, τϱόμος λήμψεται ἀϖὸ σȣ̃ ὄϱη, ϗ ταϰήσονται,

64:1 ὡς ϰηϱὸς ἀϖὸ ϖυϱὸς τήϰεται. ϗ ϰαταϰαύσει ϖῦϱ τȣ̀ς ὑϖεναντίȣς, ϗ φανεϱὸν ἔϛαι τὸ ὄνομα ϰυϱίȣ ἐν τοῖς ὑϖεναντίοις· ἀϖὸ ϖϱοσώϖȣ σȣ ἔϑνη ταϱαχϑήσονται.

64:2 ὅταν ϖοιῇς τὰ ἔνδοξα, τϱόμος λήμψεται ἀϖὸ σȣ̃ ὄϱη.

64:3 ἀϖὸ τȣ̃ αἰῶνος ȣ̓ϰ ἠϰȣ́σαμεν ȣ̓δὲ οἱ ὀφϑαλμοὶ ἡμῶν εἶδον ϑεὸν ϖλὴν σȣ̃ ϗ τὰ ἔϱγα σȣ, ἃ ϖοιήσεις τοῖς ὑϖομένȣσιν ἔλεον.

64:4 συναντήσεται γὰϱ τοῖς ϖοιȣ̃σιν τὸ δίϰαιον, ϗ τῶν ὁδῶν σȣ μνησϑήσονται. ἰδȣ̀ σὺ ὠϱγίσϑης, ϗ ἡμεῖς ἡμάϱτομεν· διὰ τȣ̃το ἐϖλανήϑημεν.

64:5 ϗ ἐγενήϑημεν ὡς ἀϰάϑαϱτοι ϖάντες ἡμεῖς, ὡς ῥάϰος ἀϖοϰαϑημένης ϖᾶσα ἡ διϰαιοσύνη ἡμῶν· ϗ ἐξεϱϱύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, ȣ̔́τως ἄνεμος οἴσει ἡμᾶς.

64:6 ϗ ȣ̓ϰ ἔϛιν ὁ ἐϖιϰαλȣ́μενος τὸ ὄνομά σȣ ϗ ὁ μνησϑεὶς ἀντιλαϐέσϑαι σȣ· ὅτι ἀϖέϛϱεψας τὸ ϖϱόσωϖόν σȣ ἀφ’ ἡμῶν ϗ ϖαϱέδωϰας ἡμᾶς διὰ τὰς ἁμαϱτίας ἡμῶν. –

64:7 ϗ νῦν, ϰύϱιε, ϖατὴϱ ἡμῶν σύ, ἡμεῖς δὲ ϖηλὸς ἔϱγον τῶν χειϱῶν σȣ ϖάντες·

64:8 μὴ ὀϱγίζȣ ἡμῖν σφόδϱα ϗ μὴ ἐν ϰαιϱῷ μνησϑῇς ἁμαϱτιῶν ἡμῶν. ϗ νῦν ἐϖίϐλεψον, ὅτι λαός σȣ ϖάντες ἡμεῖς.

64:9 ϖόλις τȣ̃ ἁγίȣ σȣ ἐγενήϑη ἔϱημος, Σιων ὡς ἔϱημος ἐγενήϑη, Ιεϱȣσαλημ εἰς ϰατάϱαν.

64:10 ὁ οἶϰος, τὸ ἅγιον ἡμῶν, ϗ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ ϖατέϱες ἡμῶν, ἐγενήϑη ϖυϱίϰαυϛος, ϗ ϖάντα τὰ ἔνδοξα συνέϖεσεν.

64:11 ϗ ἐϖὶ ϖᾶσι τȣ́τοις ἀνέσχȣ, ϰύϱιε, ϗ ἐσιώϖησας ϗ ἐταϖείνωσας ἡμᾶς σφόδϱα.

65:1 Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητȣ̃σιν, εὑϱέϑην τοῖς ἐμὲ μὴ ἐϖεϱωτῶσιν· εἶϖα Ἰδȣ́ εἰμι, τῷ ἔϑνει οἳ ȣ̓ϰ ἐϰάλεσάν μȣ τὸ ὄνομα.

65:2 ἐξεϖέτασα τὰς χεῖϱάς μȣ ὅλην τὴν ἡμέϱαν ϖϱὸς λαὸν ἀϖειϑȣ̃ντα ϗ ἀντιλέγοντα, οἳ ȣ̓ϰ ἐϖοϱεύϑησαν ὁδῷ ἀληϑινῇ, ἀλλ’ ὀϖίσω τῶν ἁμαϱτιῶν αὐτῶν.

65:3 ὁ λαὸς ȣ̔͂τος ὁ ϖαϱοξύνων με ἐναντίον ἐμȣ̃ διὰ ϖαντός, αὐτοὶ ϑυσιάζȣσιν ἐν τοῖς ϰήϖοις ϗ ϑυμιῶσιν ἐϖὶ ταῖς ϖλίνϑοις τοῖς δαιμονίοις, ἃ ȣ̓ϰ ἔϛιν·

65:4 ϗ ἐν τοῖς μνήμασιν ϗ ἐν τοῖς σϖηλαίοις ϰοιμῶνται δι’ ἐνύϖνια, οἱ ἔσϑοντες ϰϱέα ὕεια ϗ ζωμὸν ϑυσιῶν, μεμολυμμένα ϖάντα τὰ σϰεύη αὐτῶν·

65:5 οἱ λέγοντες Πόϱϱω ἀϖ’ ἐμȣ̃, μὴ ἐγγίσῃς μȣ, ὅτι ϰαϑαϱός εἰμι· ȣ̔͂τος ϰαϖνὸς τȣ̃ ϑυμȣ̃ μȣ, ϖῦϱ ϰαίεται ἐν αὐτῷ ϖάσας τὰς ἡμέϱας.

65:6 ἰδȣ̀ γέγϱαϖται ἐνώϖιόν μȣ Ȣ̓ σιωϖήσω, ἕως ἂν ἀϖοδῶ εἰς τὸν ϰόλϖον αὐτῶν·

65:7 τὰς ἁμαϱτίας αὐτῶν ϗ τῶν ϖατέϱων αὐτῶν, λέγει ϰύϱιος, οἳ ἐϑυμίασαν ἐϖὶ τῶν ὀϱέων ϗ ἐϖὶ τῶν ϐȣνῶν ὠνείδισάν με, ἀϖοδώσω τὰ ἔϱγα αὐτῶν εἰς τὸν ϰόλϖον αὐτῶν.

65:8 ȣ̔́τως λέγει ϰύϱιος Ὃν τϱόϖον εὑϱεϑήσεται ὁ ῥὼξ ἐν τῷ ϐότϱυι ϗ ἐϱȣ̃σιν Μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία ϰυϱίȣ ἐϛὶν ἐν αὐτῷ, ȣ̔́τως ϖοιήσω ἕνεϰεν τȣ̃ δȣλεύοντός μοι, τȣ́τȣ ἕνεϰεν ȣ̓ μὴ ἀϖολέσω ϖάντας.

65:9 ϗ ἐξάξω τὸ ἐξ Ιαϰωϐ σϖέϱμα ϗ τὸ ἐξ Ιȣδα, ϗ ϰληϱονομήσει τὸ ὄϱος τὸ ἅγιόν μȣ, ϗ ϰληϱονομήσȣσιν οἱ ἐϰλεϰτοί μȣ ϗ οἱ δȣ̃λοί μȣ ϗ ϰατοιϰήσȣσιν ἐϰεῖ.

65:10 ϗ ἔσονται ἐν τῷ δϱυμῷ ἐϖαύλεις ϖοιμνίων ϗ φάϱαγξ Αχωϱ εἰς ἀνάϖαυσιν ϐȣϰολίων τῷ λαῷ μȣ, οἳ ἐζήτησάν με.

65:11 ὑμεῖς δὲ οἱ ἐγϰαταλιϖόντες με ϗ ἐϖιλανϑανόμενοι τὸ ὄϱος τὸ ἅγιόν μȣ ϗ ἑτοιμάζοντες τῷ δαίμονι τϱάϖεζαν ϗ ϖληϱȣ̃ντες τῇ τύχῃ ϰέϱασμα,

65:12 ἐγὼ ϖαϱαδώσω ὑμᾶς εἰς μάχαιϱαν, ϖάντες ἐν σφαγῇ ϖεσεῖσϑε, ὅτι ἐϰάλεσα ὑμᾶς ϗ ȣ̓χ ὑϖηϰȣ́σατε, ἐλάλησα ϗ ϖαϱηϰȣ́σατε ϗ ἐϖοιήσατε τὸ ϖονηϱὸν ἐναντίον ἐμȣ̃ ϗ ἃ ȣ̓ϰ ἐϐȣλόμην ἐξελέξασϑε.

65:13 Διὰ τȣ̃το τάδε λέγει ϰύϱιος Ἰδȣ̀ οἱ δȣλεύοντές μοι φάγονται, ὑμεῖς δὲ ϖεινάσετε· ἰδȣ̀ οἱ δȣλεύοντές μοι ϖίονται, ὑμεῖς δὲ διψήσετε· ἰδȣ̀ οἱ δȣλεύοντές μοι εὐφϱανϑήσονται, ὑμεῖς δὲ αἰσχυνϑήσεσϑε·

65:14 ἰδȣ̀ οἱ δȣλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφϱοσύνῃ, ὑμεῖς δὲ ϰεϰϱάξεσϑε διὰ τὸν ϖόνον τῆς ϰαϱδίας ὑμῶν ϗ ἀϖὸ συντϱιϐῆς ϖνεύματος ὀλολύξετε.

65:15 ϰαταλείψετε γὰϱ τὸ ὄνομα ὑμῶν εἰς ϖλησμονὴν τοῖς ἐϰλεϰτοῖς μȣ, ὑμᾶς δὲ ἀνελεῖ ϰύϱιος. τοῖς δὲ δȣλεύȣσιν αὐτῷ ϰληϑήσεται ὄνομα ϰαινόν,

65:16 ὃ εὐλογηϑήσεται ἐϖὶ τῆς γῆς· εὐλογήσȣσιν γὰϱ τὸν ϑεὸν τὸν ἀληϑινόν, ϗ οἱ ὀμνύοντες ἐϖὶ τῆς γῆς ὀμȣ̃νται τὸν ϑεὸν τὸν ἀληϑινόν· ἐϖιλήσονται γὰϱ τὴν ϑλῖψιν αὐτῶν τὴν ϖϱώτην, ϗ ȣ̓ϰ ἀναϐήσεται αὐτῶν ἐϖὶ τὴν ϰαϱδίαν. –

65:17 ἔϛαι γὰϱ ὁ ȣ̓ϱανὸς ϰαινὸς ϗ ἡ γῆ ϰαινή, ϗ ȣ̓ μὴ μνησϑῶσιν τῶν ϖϱοτέϱων, ȣ̓δ’ ȣ̓ μὴ ἐϖέλϑῃ αὐτῶν ἐϖὶ τὴν ϰαϱδίαν,

65:18 ἀλλ’ εὐφϱοσύνην ϗ ἀγαλλίαμα εὑϱήσȣσιν ἐν αὐτῇ· ὅτι ἰδȣ̀ ἐγὼ ϖοιῶ Ιεϱȣσαλημ ἀγαλλίαμα ϗ τὸν λαόν μȣ εὐφϱοσύνην.

65:19 ϗ ἀγαλλιάσομαι ἐϖὶ Ιεϱȣσαλημ ϗ εὐφϱανϑήσομαι ἐϖὶ τῷ λαῷ μȣ, ϗ ȣ̓ϰέτι μὴ ἀϰȣσϑῇ ἐν αὐτῇ φωνὴ ϰλαυϑμȣ̃ ȣ̓δὲ φωνὴ ϰϱαυγῆς.

65:20 ϗ ȣ̓ μὴ γένηται ἐϰεῖ ἄωϱος ϗ ϖϱεσϐύτης, ὃς ȣ̓ϰ ἐμϖλήσει τὸν χϱόνον αὐτȣ̃· ἔϛαι γὰϱ ὁ νέος ἑϰατὸν ἐτῶν, ὁ δὲ ἀϖοϑνῄσϰων ἁμαϱτωλὸς ἑϰατὸν ἐτῶν ϗ ἐϖιϰατάϱατος ἔϛαι.

65:21 ϗ οἰϰοδομήσȣσιν οἰϰίας ϗ αὐτοὶ ἐνοιϰήσȣσιν, ϗ ϰαταφυτεύσȣσιν ἀμϖελῶνας ϗ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν·

65:22 ϗ ȣ̓ μὴ οἰϰοδομήσȣσιν ϗ ἄλλοι ἐνοιϰήσȣσιν, ϗ ȣ̓ μὴ φυτεύσȣσιν ϗ ἄλλοι φάγονται· ϰατὰ γὰϱ τὰς ἡμέϱας τȣ̃ ξύλȣ τῆς ζωῆς ἔσονται αἱ ἡμέϱαι τȣ̃ λαȣ̃ μȣ, τὰ ἔϱγα τῶν ϖόνων αὐτῶν ϖαλαιώσȣσιν.

65:23 οἱ δὲ ἐϰλεϰτοί μȣ ȣ̓ ϰοϖιάσȣσιν εἰς ϰενὸν ȣ̓δὲ τεϰνοϖοιήσȣσιν εἰς ϰατάϱαν, ὅτι σϖέϱμα ηὐλογημένον ὑϖὸ ϑεȣ̃ ἐϛιν, ϗ τὰ ἔϰγονα αὐτῶν μετ’ αὐτῶν ἔσονται.

65:24 ϗ ἔϛαι ϖϱὶν ϰεϰϱάξαι αὐτȣ̀ς ἐγὼ ἐϖαϰȣ́σομαι αὐτῶν, ἔτι λαλȣ́ντων αὐτῶν ἐϱῶ Τί ἐϛιν;

65:25 τότε λύϰοι ϗ ἄϱνες ϐοσϰηϑήσονται ἅμα, ϗ λέων ὡς ϐȣ̃ς φάγεται ἄχυϱα, ὄφις δὲ γῆν ὡς ἄϱτον· ȣ̓ϰ ἀδιϰήσȣσιν ȣ̓δὲ μὴ λυμανȣ̃νται ἐϖὶ τῷ ὄϱει τῷ ἁγίῳ μȣ, λέγει ϰύϱιος.

66:1 ȣ̔́τως λέγει ϰύϱιος Ὁ ȣ̓ϱανός μοι ϑϱόνος, ἡ δὲ γῆ ὑϖοϖόδιον τῶν ϖοδῶν μȣ· ϖοῖον οἶϰον οἰϰοδομήσετέ μοι; ἢ ϖοῖος τόϖος τῆς ϰαταϖαύσεώς μȣ;

66:2 ϖάντα γὰϱ ταῦτα ἐϖοίησεν ἡ χείϱ μȣ, ϗ ἔϛιν ἐμὰ ϖάντα ταῦτα, λέγει ϰύϱιος· ϗ ἐϖὶ τίνα ἐϖιϐλέψω ἀλλ’ ἢ ἐϖὶ τὸν ταϖεινὸν ϗ ἡσύχιον ϗ τϱέμοντα τȣ̀ς λόγȣς μȣ;

66:3 ὁ δὲ ἄνομος ὁ ϑύων μοι μόσχον ὡς ὁ ἀϖοϰτέννων ϰύνα, ὁ δὲ ἀναφέϱων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδȣ̀ς λίϐανον εἰς μνημόσυνον ὡς ϐλάσφημος· ϗ ȣ̔͂τοι ἐξελέξαντο τὰς ὁδȣ̀ς αὐτῶν ϗ τὰ ϐδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠϑέλησεν,

66:4 ϰἀγὼ ἐϰλέξομαι τὰ ἐμϖαίγματα αὐτῶν ϗ τὰς ἁμαϱτίας ἀνταϖοδώσω αὐτοῖς· ὅτι ἐϰάλεσα αὐτȣ̀ς ϗ ȣ̓χ ὑϖήϰȣσάν μȣ, ἐλάλησα ϗ ȣ̓ϰ ἤϰȣσαν, ϗ ἐϖοίησαν τὸ ϖονηϱὸν ἐναντίον μȣ ϗ ἃ ȣ̓ϰ ἐϐȣλόμην ἐξελέξαντο.

66:5 Ἀϰȣ́σατε τὸ ῥῆμα ϰυϱίȣ, οἱ τϱέμοντες τὸν λόγον αὐτȣ̃· εἴϖατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισȣ̃σιν ἡμᾶς ϗ ϐδελυσσομένοις, ἵνα τὸ ὄνομα ϰυϱίȣ δοξασϑῇ ϗ ὀφϑῇ ἐν τῇ εὐφϱοσύνῃ αὐτῶν, ϰἀϰεῖνοι αἰσχυνϑήσονται.

66:6 φωνὴ ϰϱαυγῆς ἐϰ ϖόλεως, φωνὴ ἐϰ ναȣ̃, φωνὴ ϰυϱίȣ ἀνταϖοδιδόντος ἀνταϖόδοσιν τοῖς ἀντιϰειμένοις.

66:7 ϖϱὶν ἢ τὴν ὠδίνȣσαν τεϰεῖν, ϖϱὶν ἐλϑεῖν τὸν ϖόνον τῶν ὠδίνων, ἐξέφυγεν ϗ ἔτεϰεν ἄϱσεν.

66:8 τίς ἤϰȣσεν τοιȣ̃το, ϗ τίς ἑώϱαϰεν ȣ̔́τως; ἦ ὤδινεν γῆ ἐν μιᾷ ἡμέϱᾳ, ἢ ϗ ἐτέχϑη ἔϑνος εἰς ἅϖαξ; ὅτι ὤδινεν ϗ ἔτεϰεν Σιων τὰ ϖαιδία αὐτῆς.

66:9 ἐγὼ δὲ ἔδωϰα τὴν ϖϱοσδοϰίαν ταύτην, ϗ ȣ̓ϰ ἐμνήσϑης μȣ, εἶϖεν ϰύϱιος. ȣ̓ϰ ἰδȣ̀ ἐγὼ γεννῶσαν ϗ ϛεῖϱαν ἐϖοίησα; εἶϖεν ὁ ϑεός.

66:10 εὐφϱάνϑητι, Ιεϱȣσαλημ, ϗ ϖανηγυϱίσατε ἐν αὐτῇ, ϖάντες οἱ ἀγαϖῶντες αὐτήν, χάϱητε χαϱᾷ, ϖάντες ὅσοι ϖενϑεῖτε ἐϖ’ αὐτῆς,

66:11 ἵνα ϑηλάσητε ϗ ἐμϖλησϑῆτε ἀϖὸ μαϛȣ̃ ϖαϱαϰλήσεως αὐτῆς, ἵνα ἐϰϑηλάσαντες τϱυφήσητε ἀϖὸ εἰσόδȣ δόξης αὐτῆς.

66:12 ὅτι τάδε λέγει ϰύϱιος Ἰδȣ̀ ἐγὼ ἐϰϰλίνω εἰς αὐτȣ̀ς ὡς ϖοταμὸς εἰϱήνης ϗ ὡς χειμάϱϱȣς ἐϖιϰλύζων δόξαν ἐϑνῶν· τὰ ϖαιδία αὐτῶν ἐϖ’ ὤμων ἀϱϑήσονται ϗ ἐϖὶ γονάτων ϖαϱαϰληϑήσονται.

66:13 ὡς εἴ τινα μήτηϱ ϖαϱαϰαλέσει, ȣ̔́τως ϗ ἐγὼ ϖαϱαϰαλέσω ὑμᾶς, ϗ ἐν Ιεϱȣσαλημ ϖαϱαϰληϑήσεσϑε.

66:14 ϗ ὄψεσϑε, ϗ χαϱήσεται ὑμῶν ἡ ϰαϱδία, ϗ τὰ ὀϛᾶ ὑμῶν ὡς ϐοτάνη ἀνατελεῖ· ϗ γνωσϑήσεται ἡ χεὶϱ ϰυϱίȣ τοῖς σεϐομένοις αὐτόν, ϗ ἀϖειλήσει τοῖς ἀϖειϑȣ̃σιν.

66:15 Ἰδȣ̀ γὰϱ ϰύϱιος ὡς ϖῦϱ ἥξει ϗ ὡς ϰαταιγὶς τὰ ἅϱματα αὐτȣ̃ ἀϖοδȣ̃ναι ἐν ϑυμῷ ἐϰδίϰησιν ϗ ἀϖοσϰοϱαϰισμὸν ἐν φλογὶ ϖυϱός.

66:16 ἐν γὰϱ τῷ ϖυϱὶ ϰυϱίȣ ϰϱιϑήσεται ϖᾶσα ἡ γῆ ϗ ἐν τῇ ῥομφαίᾳ αὐτȣ̃ ϖᾶσα σάϱξ· ϖολλοὶ τϱαυματίαι ἔσονται ὑϖὸ ϰυϱίȣ.

66:17 οἱ ἁγνιζόμενοι ϗ ϰαϑαϱιζόμενοι εἰς τȣ̀ς ϰήϖȣς ϗ ἐν τοῖς ϖϱοϑύϱοις ἔσϑοντες ϰϱέας ὕειον ϗ τὰ ϐδελύγματα ϗ τὸν νῦν ἐϖὶ τὸ αὐτὸ ἀναλωϑήσονται, εἶϖεν ϰύϱιος,

66:18 ϰἀγὼ τὰ ἔϱγα αὐτῶν ϗ τὸν λογισμὸν αὐτῶν ἐϖίϛαμαι. ἔϱχομαι συναγαγεῖν ϖάντα τὰ ἔϑνη ϗ τὰς γλώσσας, ϗ ἥξȣσιν ϗ ὄψονται τὴν δόξαν μȣ.

66:19 ϗ ϰαταλείψω ἐϖ’ αὐτῶν σημεῖα ϗ ἐξαϖοϛελῶ ἐξ αὐτῶν σεσῳσμένȣς εἰς τὰ ἔϑνη, εἰς Θαϱσις ϗ Φȣδ ϗ Λȣδ ϗ Μοσοχ ϗ Θοϐελ ϗ εἰς τὴν Ἑλλάδα ϗ εἰς τὰς νήσȣς τὰς ϖόϱϱω, οἳ ȣ̓ϰ ἀϰηϰόασίν μȣ τὸ ὄνομα ȣ̓δὲ ἑωϱάϰασιν τὴν δόξαν μȣ, ϗ ἀναγγελȣ̃σίν μȣ τὴν δόξαν ἐν τοῖς ἔϑνεσιν.

66:20 ϗ ἄξȣσιν τȣ̀ς ἀδελφȣ̀ς ὑμῶν ἐϰ ϖάντων τῶν ἐϑνῶν δῶϱον ϰυϱίῳ μεϑ’ ἵϖϖων ϗ ἁϱμάτων ἐν λαμϖήναις ἡμιόνων μετὰ σϰιαδίων εἰς τὴν ἁγίαν ϖόλιν Ιεϱȣσαλημ, εἶϖεν ϰύϱιος, ὡς ἂν ἐνέγϰαισαν οἱ υἱοὶ Ισϱαηλ ἐμοὶ τὰς ϑυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶϰον ϰυϱίȣ.

66:21 ϗ ἀϖ’ αὐτῶν λήμψομαι ἐμοὶ ἱεϱεῖς ϗ Λευίτας, εἶϖεν ϰύϱιος.

66:22 ὃν τϱόϖον γὰϱ ὁ ȣ̓ϱανὸς ϰαινὸς ϗ ἡ γῆ ϰαινή, ἃ ἐγὼ ϖοιῶ, μένει ἐνώϖιόν μȣ, λέγει ϰύϱιος, ȣ̔́τως ϛήσεται τὸ σϖέϱμα ὑμῶν ϗ τὸ ὄνομα ὑμῶν.

66:23 ϗ ἔϛαι μῆνα ἐϰ μηνὸς ϗ σάϐϐατον ἐϰ σαϐϐάτȣ ἥξει ϖᾶσα σὰϱξ ἐνώϖιόν μȣ ϖϱοσϰυνῆσαι ἐν Ιεϱȣσαλημ, εἶϖεν ϰύϱιος.

66:24 ϗ ἐξελεύσονται ϗ ὄψονται τὰ ϰῶλα τῶν ἀνϑϱώϖων τῶν ϖαϱαϐεϐηϰότων ἐν ἐμοί· ὁ γὰϱ σϰώληξ αὐτῶν ȣ̓ τελευτήσει, ϗ τὸ ϖῦϱ αὐτῶν ȣ̓ σϐεσϑήσεται, ϗ ἔσονται εἰς ὅϱασιν ϖάσῃ σαϱϰί.