Ἐσδϱάς Αʹ
1:1 Ϗ ἤγαγεν Ιωσιας τὸ ϖασχα ἐν Ιεϱȣσαλημ τῷ ϰυϱίῳ αὐτȣ̃ ϗ ἔϑυσεν τὸ ϖασχα τῇ τεσσαϱεσϰαιδεϰάτῃ ἡμέϱᾳ τȣ̃ μηνὸς τȣ̃ ϖϱώτȣ
1:2 ϛήσας τȣ̀ς ἱεϱεῖς ϰατ’ ἐφημεϱίας ἐϛολισμένȣς ἐν τῷ ἱεϱῷ τȣ̃ ϰυϱίȣ.
1:3 ϗ εἶϖεν τοῖς Λευίταις, ἱεϱοδȣ́λοις τȣ̃ Ισϱαηλ, ἁγιάσαι ἑαυτȣ̀ς τῷ ϰυϱίῳ ἐν τῇ ϑέσει τῆς ἁγίας ϰιϐωτȣ̃ τȣ̃ ϰυϱίȣ ἐν τῷ οἴϰῳ, ᾧ ᾠϰοδόμησεν Σαλωμων ὁ τȣ̃ Δαυιδ ὁ ϐασιλεύς Ȣ̓ϰ ἔϛαι ὑμῖν ἆϱαι ἐϖ’ ὤμων αὐτήν·
1:4 ϗ νῦν λατϱεύετε τῷ ϰυϱίῳ ϑεῷ ὑμῶν ϗ ϑεϱαϖεύετε τὸ ἔϑνος αὐτȣ̃ Ισϱαηλ ϗ ἑτοιμάσατε ϰατὰ τὰς ϖατϱιὰς ϗ τὰς φυλὰς ὑμῶν ϰατὰ τὴν γϱαφὴν Δαυιδ ϐασιλέως Ισϱαηλ ϗ ϰατὰ τὴν μεγαλειότητα Σαλωμων τȣ̃ υἱȣ̃ αὐτȣ̃
1:5 ϗ ϛάντες ἐν τῷ ἱεϱῷ ϰατὰ τὴν μεϱιδαϱχίαν τὴν ϖατϱιϰὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμϖϱοσϑεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισϱαηλ ἐν τάξει
1:6 ϑύσατε τὸ ϖασχα ϗ τὰς ϑυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν ϗ ϖοιήσατε τὸ ϖασχα ϰατὰ τὸ ϖϱόϛαγμα τȣ̃ ϰυϱίȣ τὸ δοϑὲν τῷ Μωυσῇ.
1:7 ϗ ἐδωϱήσατο Ιωσιας τῷ λαῷ τῷ εὑϱεϑέντι ἀϱνῶν ϗ ἐϱίφων τϱιάϰοντα χιλιάδας, μόσχȣς τϱισχιλίȣς· ταῦτα ἐϰ τῶν ϐασιλιϰῶν ἐδόϑη ϰατ’ ἐϖαγγελίαν τῷ λαῷ ϗ τοῖς ἱεϱεῦσιν ϗ Λευίταις.
1:8 ϗ ἔδωϰεν Χελϰιας ϗ Ζαχαϱιας ϗ Ησυηλος οἱ ἐϖιϛάται τȣ̃ ἱεϱȣ̃ τοῖς ἱεϱεῦσιν εἰς ϖασχα ϖϱόϐατα δισχίλια ἑξαϰόσια, μόσχȣς τϱιαϰοσίȣς.
1:9 ϗ Ιεχονιας ϗ Σαμαιας ϗ Ναϑαναηλ ὁ ἀδελφὸς ϗ Ασαϐιας ϗ Οχιηλος ϗ Ιωϱαμ χιλίαϱχοι ἔδωϰαν τοῖς Λευίταις εἰς ϖασχα ϖϱόϐατα ϖενταϰισχίλια, μόσχȣς ἑϖταϰοσίȣς.
1:10 ϗ ταῦτα τὰ γενόμενα· εὐϖϱεϖῶς ἔϛησαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται
1:11 ἔχοντες τὰ ἄζυμα ϰατὰ τὰς φυλὰς
1:12 ϗ ϰατὰ τὰς μεϱιδαϱχίας τῶν ϖατέϱων ἔμϖϱοσϑεν τȣ̃ λαȣ̃ ϖϱοσενεγϰεῖν τῷ ϰυϱίῳ ϰατὰ τὰ γεγϱαμμένα ἐν ϐιϐλίῳ Μωυσῆ, ϗ ȣ̔́τω τὸ ϖϱωινόν.
1:13 ϗ ὤϖτησαν τὸ ϖασχα ϖυϱὶ ὡς ϰαϑήϰει ϗ τὰς ϑυσίας ἥψησαν ἐν τοῖς χαλϰείοις ϗ λέϐησιν μετ’ εὐωδίας ϗ ἀϖήνεγϰαν ϖᾶσι τοῖς ἐϰ τȣ̃ λαȣ̃.
1:14 μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε ϗ τοῖς ἱεϱεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααϱων· οἱ γὰϱ ἱεϱεῖς ἀνέφεϱον τὰ ϛέατα ἕως ἀωϱίας, ϗ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς ϗ τοῖς ἱεϱεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααϱων.
1:15 ϗ οἱ ἱεϱοψάλται υἱοὶ Ασαφ ἦσαν ἐϖὶ τῆς τάξεως αὐτῶν ϰατὰ τὰ ὑϖὸ Δαυιδ τεταγμένα ϗ Ασαφ ϗ Ζαχαϱιας ϗ Εδδινȣς οἱ ϖαϱὰ τȣ̃ ϐασιλέως, ϗ οἱ ϑυϱωϱοὶ ἐφ’ ἑϰάϛȣ ϖυλῶνος· ȣ̓ϰ ἔϛιν ϖαϱαϐῆναι ἕϰαϛον τὴν ἑαυτȣ̃ ἐφημεϱίαν, οἱ γὰϱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.
1:16 ϗ συνετελέσϑη τὰ τῆς ϑυσίας τȣ̃ ϰυϱίȣ ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, ἀχϑῆναι τὸ ϖασχα ϗ ϖϱοσενεχϑῆναι τὰς ϑυσίας ἐϖὶ τὸ τȣ̃ ϰυϱίȣ ϑυσιαϛήϱιον ϰατὰ τὴν ἐϖιταγὴν τȣ̃ ϐασιλέως Ιωσιȣ.
1:17 ϗ ἠγάγοσαν οἱ υἱοὶ Ισϱαηλ οἱ εὑϱεϑέντες ἐν τῷ ϰαιϱῷ τȣ́τῳ τὸ ϖασχα ϗ τὴν ἑοϱτὴν τῶν ἀζύμων ἡμέϱας ἑϖτά.
1:18 ϗ ȣ̓ϰ ἤχϑη τὸ ϖασχα τοιȣ̃το ἐν τῷ Ισϱαηλ ἀϖὸ τῶν χϱόνων Σαμȣηλ τȣ̃ ϖϱοφήτȣ,
1:19 ϗ ϖάντες οἱ ϐασιλεῖς τȣ̃ Ισϱαηλ ȣ̓ϰ ἠγάγοσαν ϖασχα τοιȣ̃τον, οἷον ἤγαγεν Ιωσιας ϗ οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ Ιȣδαῖοι ϗ ϖᾶς Ισϱαηλ οἱ εὑϱεϑέντες ἐν τῇ ϰατοιϰήσει αὐτῶν ἐν Ιεϱȣσαλημ·
1:20 ὀϰτωϰαιδεϰάτῳ ἔτει ϐασιλεύοντος Ιωσιȣ ἤχϑη τὸ ϖασχα τȣ̃το. –
1:21 ϗ ὠϱϑώϑη τὰ ἔϱγα Ιωσιȣ ἐνώϖιον τȣ̃ ϰυϱίȣ αὐτȣ̃ ἐν ϰαϱδίᾳ ϖλήϱει εὐσεϐείας.
1:22 ϗ τὰ ϰατ’ αὐτὸν δὲ ἀναγέγϱαϖται ἐν τοῖς ἔμϖϱοσϑεν χϱόνοις, ϖεϱὶ τῶν ἡμαϱτηϰότων ϗ ἠσεϐηϰότων εἰς τὸν ϰύϱιον ϖαϱὰ ϖᾶν ἔϑνος ϗ ϐασιλείαν, ϗ ἃ ἐλύϖησαν αὐτὸν ἐν αἰσϑήσει, ϗ οἱ λόγοι τȣ̃ ϰυϱίȣ ἀνέϛησαν ἐϖὶ Ισϱαηλ.
1:23 Ϗ μετὰ ϖᾶσαν τὴν ϖϱᾶξιν ταύτην Ιωσιȣ συνέϐη Φαϱαω ϐασιλέα Αἰγύϖτȣ ἐλϑόντα ϖόλεμον ἐγεῖϱαι ἐν Χαϱϰαμυς ἐϖὶ τȣ̃ Εὐφϱάτȣ, ϗ ἐξῆλϑεν εἰς ἀϖάντησιν αὐτῷ Ιωσιας.
1:24 ϗ διεϖέμψατο ϐασιλεὺς Αἰγύϖτȣ ϖϱὸς αὐτὸν λέγων Τί ἐμοὶ ϗ σοί ἐϛιν, ϐασιλεῦ τῆς Ιȣδαίας;
1:25 ȣ̓χὶ ϖϱὸς σὲ ἐξαϖέϛαλμαι ὑϖὸ ϰυϱίȣ τȣ̃ ϑεȣ̃, ἐϖὶ γὰϱ τȣ̃ Εὐφϱάτȣ ὁ ϖόλεμός μȣ́ ἐϛιν. ϗ νῦν ϰύϱιος μετ’ ἐμȣ̃ ἐϛιν, ϗ ϰύϱιος μετ’ ἐμȣ̃ ἐϖισϖεύδων ἐϛίν· ἀϖόϛηϑι ϗ μὴ ἐναντιȣ̃ τῷ ϰυϱίῳ.
1:26 ϗ ȣ̓ϰ ἀϖέϛϱεψεν ἑαυτὸν Ιωσιας ἐϖὶ τὸ ἅϱμα αὐτȣ̃, ἀλλὰ ϖολεμεῖν αὐτὸν ἐϖιχειϱεῖ ȣ̓ ϖϱοσέχων ῥήμασιν Ιεϱεμιȣ ϖϱοφήτȣ ἐϰ ϛόματος ϰυϱίȣ·
1:27 ἀλλὰ συνεϛήσατο ϖϱὸς αὐτὸν ϖόλεμον ἐν τῷ ϖεδίῳ Μαγεδδαȣς, ϗ ϰατέϐησαν οἱ ἄϱχοντες ϖϱὸς τὸν ϐασιλέα Ιωσιαν.
1:28 ϗ εἶϖεν ὁ ϐασιλεὺς τοῖς ϖαισὶν αὐτȣ̃ Ἀϖοϛήσατέ με ἀϖὸ τῆς μάχης, ἠσϑένησα γὰϱ λίαν. ϗ εὐϑέως ἀϖέϛησαν αὐτὸν οἱ ϖαῖδες αὐτȣ̃ ἀϖὸ τῆς ϖαϱατάξεως,
1:29 ϗ ἀνέϐη ἐϖὶ τὸ ἅϱμα τὸ δευτέϱιον αὐτȣ̃· ϗ ἀϖοϰαταϛαϑεὶς εἰς Ιεϱȣσαλημ μετήλλαξεν τὸν ϐίον αὐτȣ̃ ϗ ἐτάφη ἐν τῷ ϖατϱιϰῷ τάφῳ.
1:30 ϗ ἐν ὅλῃ τῇ Ιȣδαίᾳ ἐϖένϑησαν τὸν Ιωσιαν, ϗ ἐϑϱήνησεν Ιεϱεμιας ὁ ϖϱοφήτης ὑϖὲϱ Ιωσιȣ, ϗ οἱ ϖϱοϰαϑήμενοι σὺν γυναιξὶν ἐϑϱηνȣ̃σαν αὐτὸν ἕως τῆς ἡμέϱας ταύτης, ϗ ἐξεδόϑη τȣ̃το γίνεσϑαι αἰεὶ εἰς ἅϖαν τὸ γένος Ισϱαηλ.
1:31 ταῦτα δὲ ἀναγέγϱαϖται ἐν τῇ ϐύϐλῳ τῶν ἱϛοϱȣμένων ϖεϱὶ τῶν ϐασιλέων τῆς Ιȣδαίας· ϗ τὸ ϰαϑ’ ἓν ϖϱαχϑὲν τῆς ϖϱάξεως Ιωσιȣ ϗ τῆς δόξης αὐτȣ̃ ϗ τῆς συνέσεως αὐτȣ̃ ἐν τῷ νόμῳ ϰυϱίȣ, τά τε ϖϱοϖϱαχϑέντα ὑϖ’ αὐτȣ̃ ϗ τὰ νῦν, ἱϛόϱηται ἐν τῷ ϐυϐλίῳ τῶν ϐασιλέων Ισϱαηλ ϗ Ιȣδα.
1:32 Ϗ ἀναλαϐόντες οἱ ἐϰ τȣ̃ ἔϑνȣς τὸν Ιεχονιαν υἱὸν Ιωσιȣ ἀνέδειξαν ϐασιλέα ἀντὶ Ιωσιȣ τȣ̃ ϖατϱὸς αὐτȣ̃ ὄντα ἐτῶν εἴϰοσι τϱιῶν.
1:33 ϗ ἐϐασίλευσεν ἐν Ιȣδα ϗ Ιεϱȣσαλημ μῆνας τϱεῖς. ϗ ἀϖεϰατέϛησεν αὐτὸν ϐασιλεὺς Αἰγύϖτȣ ϐασιλεύειν ἐν Ιεϱȣσαλημ
1:34 ϗ ἐζημίωσεν τὸ ἔϑνος ἀϱγυϱίȣ ταλάντοις ἑϰατὸν ϗ χϱυσίȣ ταλάντῳ ἑνί.
1:35 ϗ ἀνέδειξεν ὁ ϐασιλεὺς Αἰγύϖτȣ ϐασιλέα Ιωαϰιμ τὸν ἀδελφὸν αὐτȣ̃, ϐασιλέα τῆς Ιȣδαίας ϗ Ιεϱȣσαλημ.
1:36 ϗ ἔδησεν Ιωαϰιμ τȣ̀ς μεγιϛᾶνας, Ζαϱιον δὲ τὸν ἀδελφὸν αὐτȣ̃ συλλαϐὼν ἀνήγαγεν ἐξ Αἰγύϖτȣ.
1:37 Ἐτῶν δὲ ἦν εἴϰοσι ϖέντε Ιωαϰιμ, ὅτε ἐϐασίλευσεν τῆς Ιȣδαίας ϗ Ιεϱȣσαλημ, ϗ ἐϖοίησεν τὸ ϖονηϱὸν ἐνώϖιον ϰυϱίȣ.
1:38 ἐϖ’ αὐτὸν δὲ ἀνέϐη Ναϐȣχοδονοσοϱ ϐασιλεὺς Βαϐυλῶνος ϗ δήσας αὐτὸν ἐν χαλϰείῳ δεσμῷ ἀϖήγαγεν εἰς Βαϐυλῶνα.
1:39 ϗ ἀϖὸ τῶν ἱεϱῶν σϰευῶν τȣ̃ ϰυϱίȣ λαϐὼν Ναϐȣχοδονοσοϱ ϗ ἀϖενέγϰας ἀϖηϱείσατο ἐν τῷ ναῷ αὐτȣ̃ ἐν Βαϐυλῶνι.
1:40 τὰ δὲ ἱϛοϱηϑέντα ϖεϱὶ αὐτȣ̃ ϗ τῆς αὐτȣ̃ ἀϰαϑαϱσίας ϗ δυσσεϐείας ἀναγέγϱαϖται ἐν τῇ ϐίϐλῳ τῶν χϱόνων τῶν ϐασιλέων.
1:41 Ϗ ἐϐασίλευσεν ἀντ αὐτȣ̃ Ιωαϰιμ ὁ υἱὸς αὐτȣ̃· ὅτε γὰϱ ἀνεδείχϑη, ἦν ἐτῶν δέϰα ὀϰτώ,
1:42 ϐασιλεύει δὲ μῆνας τϱεῖς ϗ ἡμέϱας δέϰα ἐν Ιεϱȣσαλημ ϗ ἐϖοίησεν τὸ ϖονηϱὸν ἔναντι ϰυϱίȣ.
1:43 Ϗ μετ’ ἐνιαυτὸν ἀϖοϛείλας Ναϐȣχοδονοσοϱ μετήγαγεν αὐτὸν εἰς Βαϐυλῶνα ἅμα τοῖς ἱεϱοῖς σϰεύεσιν τȣ̃ ϰυϱίȣ
1:44 ϗ ἀνέδειξε Σεδεϰιαν ϐασιλέα τῆς Ιȣδαίας ϗ Ιεϱȣσαλημ, Σεδεϰιαν ὄντα ἐτῶν εἴϰοσι ἑνός, ϐασιλεύει δὲ ἔτη ἕνδεϰα.
1:45 ϗ ἐϖοίησεν τὸ ϖονηϱὸν ἐνώϖιον ϰυϱίȣ ϗ ȣ̓ϰ ἐνετϱάϖη ἀϖὸ τῶν ῥηϑέντων λόγων ὑϖὸ Ιεϱεμιȣ τȣ̃ ϖϱοφήτȣ ἐϰ ϛόματος τȣ̃ ϰυϱίȣ.
1:46 ϗ ὁϱϰισϑεὶς ἀϖὸ τȣ̃ ϐασιλέως Ναϐȣχοδονοσοϱ τῷ ὀνόματι τȣ̃ ϰυϱίȣ ἐϖιοϱϰήσας ἀϖέϛη ϗ σϰληϱύνας αὐτȣ̃ τὸν τϱάχηλον ϗ τὴν ϰαϱδίαν αὐτȣ̃ ϖαϱέϐη τὰ νόμιμα ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ.
1:47 ϗ οἱ ἡγȣ́μενοι δὲ τȣ̃ λαȣ̃ ϗ τῶν ἱεϱέων ϖολλὰ ἠσέϐησαν ϗ ἠνόμησαν ὑϖὲϱ ϖάσας τὰς ἀϰαϑαϱσίας ϖάντων τῶν ἐϑνῶν ϗ ἐμίαναν τὸ ἱεϱὸν τȣ̃ ϰυϱίȣ τὸ ἁγιαζόμενον ἐν Ιεϱοσολύμοις.
1:48 ϗ ἀϖέϛειλεν ὁ ϑεὸς τῶν ϖατέϱων αὐτῶν διὰ τȣ̃ ἀγγέλȣ αὐτȣ̃ μεταϰαλέσαι αὐτȣ́ς, ϰαϑὸ ἐφείδετο αὐτῶν ϗ τȣ̃ σϰηνώματος αὐτȣ̃.
1:49 αὐτοὶ δὲ ἐξεμυϰτήϱισαν ἐν τοῖς ἀγγέλοις αὐτȣ̃, ϗ ᾗ ἡμέϱᾳ ἐλάλησεν ϰύϱιος, ἦσαν ἐϰϖαίζοντες τȣ̀ς ϖϱοφήτας αὐτȣ̃ ἕως τȣ̃ ϑυμωϑέντα αὐτὸν ἐϖὶ τῷ ἔϑνει αὐτȣ̃ διὰ τὰ δυσσεϐήματα ϖϱοϛάξαι ἀναϐιϐάσαι ἐϖ’ αὐτȣ̀ς τȣ̀ς ϐασιλεῖς τῶν Χαλδαίων.
1:50 ȣ̔͂τοι ἀϖέϰτειναν τȣ̀ς νεανίσϰȣς αὐτῶν ἐν ῥομφαίᾳ ϖεϱιϰύϰλῳ τȣ̃ ἁγίȣ αὐτῶν ἱεϱȣ̃ ϗ ȣ̓ϰ ἐφείσαντο νεανίσϰȣ ϗ ϖαϱϑένȣ ϗ ϖϱεσϐύτȣ ϗ νεωτέϱȣ, ἀλλὰ ϖάντας ϖαϱέδωϰεν εἰς τὰς χεῖϱας αὐτῶν.
1:51 ϗ ϖάντα τὰ ἱεϱὰ σϰεύη τȣ̃ ϰυϱίȣ τὰ μεγάλα ϗ τὰ μιϰϱὰ ϗ τὰς ϰιϐωτȣ̀ς τȣ̃ ϰυϱίȣ ϗ τὰς ϐασιλιϰὰς ἀϖοϑήϰας ἀναλαϐόντες ἀϖήνεγϰαν εἰς Βαϐυλῶνα.
1:52 ϗ ἐνεϖύϱισαν τὸν οἶϰον τȣ̃ ϰυϱίȣ ϗ ἔλυσαν τὰ τείχα Ιεϱοσολύμων ϗ τȣ̀ς ϖύϱγȣς αὐτῶν ἐνεϖύϱισαν ἐν ϖυϱὶ
1:53 ϗ συνετέλεσαν ϖάντα τὰ ἔνδοξα αὐτῆς ἀχϱεῶσαι· ϗ τȣ̀ς ἐϖιλοίϖȣς ἀϖήγαγεν μετὰ ῥομφαίας εἰς Βαϐυλῶνα.
1:54 ϗ ἦσαν ϖαῖδες αὐτῷ ϗ τοῖς υἱοῖς αὐτȣ̃ μέχϱι τȣ̃ ϐασιλεῦσαι Πέϱσας εἰς ἀναϖλήϱωσιν τȣ̃ ῥήματος τȣ̃ ϰυϱίȣ ἐν ϛόματι Ιεϱεμιȣ
1:55 Ἕως τȣ̃ εὐδοϰῆσαι τὴν γῆν τὰ σάϐϐατα αὐτῆς, ϖάντα τὸν χϱόνον τῆς ἐϱημώσεως αὐτῆς, σαϐϐατιεῖ εἰς συμϖλήϱωσιν ἐτῶν ἑϐδομήϰοντα.
2:1 Βασιλεύοντος Κύϱȣ Πεϱσῶν ἔτȣς ϖϱώτȣ εἰς συντέλειαν ῥήματος ϰυϱίȣ ἐν ϛόματι Ιεϱεμιȣ ἤγειϱεν ϰύϱιος τὸ ϖνεῦμα Κύϱȣ ϐασιλέως Πεϱσῶν, ϗ ἐϰήϱυξεν ἐν ὅλῃ τῇ ϐασιλείᾳ αὐτȣ̃ ϗ ἅμα διὰ γϱαϖτῶν λέγων
2:2 Τάδε λέγει ὁ ϐασιλεὺς Πεϱσῶν Κῦϱος Ἐμὲ ἀνέδειξεν ϐασιλέα τῆς οἰϰȣμένης ὁ ϰύϱιος τȣ̃ Ισϱαηλ, ϰύϱιος ὁ ὕψιϛος, ϗ ἐσήμηνέν μοι οἰϰοδομῆσαι αὐτῷ οἶϰον ἐν Ιεϱȣσαλημ τῇ ἐν τῇ Ιȣδαίᾳ.
2:3 εἴ τίς ἐϛιν ȣ̓͂ν ὑμῶν ἐϰ τȣ̃ ἔϑνȣς αὐτȣ̃, ἔϛω ὁ ϰύϱιος αὐτȣ̃ μετ’ αὐτȣ̃, ϗ ἀναϐὰς εἰς τὴν Ιεϱȣσαλημ τὴν ἐν τῇ Ιȣδαίᾳ οἰϰοδομείτω τὸν οἶϰον τȣ̃ ϰυϱίȣ τȣ̃ Ισϱαηλ [ȣ̔͂τος ὁ ϰύϱιος ὁ ϰατασϰηνώσας ἐν Ιεϱȣσαλημ].
2:4 ὅσοι ȣ̓͂ν ϰατὰ τόϖȣς οἰϰȣ̃σιν, ϐοηϑείτωσαν αὐτῷ οἱ ἐν τῷ τόϖῳ αὐτȣ̃ ἐν χϱυσίῳ ϗ ἐν ἀϱγυϱίῳ ἐν δόσεσιν μεϑ’ ἵϖϖων ϗ ϰτηνῶν σὺν τοῖς ἄλλοις τοῖς ϰατ’ εὐχὰς ϖϱοϛεϑειμένοις εἰς τὸ ἱεϱὸν τȣ̃ ϰυϱίȣ τὸ ἐν Ιεϱȣσαλημ. –
2:5 ϗ ϰαταϛάντες οἱ ἀϱχίφυλοι τῶν ϖατϱιῶν τῆς Ιȣδα ϗ Βενιαμιν φυλῆς ϗ οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ ϖάντων ὧν ἤγειϱεν ϰύϱιος τὸ ϖνεῦμα ἀναϐῆναι οἰϰοδομῆσαι οἶϰον τῷ ϰυϱίῳ τὸν ἐν Ιεϱȣσαλημ,
2:6 ϗ οἱ ϖεϱιϰύϰλῳ αὐτῶν ἐϐοήϑησαν ἐν ϖᾶσιν, ἀϱγυϱίῳ ϗ χϱυσίῳ, ἵϖϖοις ϗ ϰτήνεσιν ϗ εὐχαῖς ὡς ϖλείϛαις ϖολλῶν, ὧν ὁ νȣ̃ς ἠγέϱϑη.
2:7 ϗ ὁ ϐασιλεὺς Κῦϱος ἐξήνεγϰεν τὰ ἱεϱὰ σϰεύη τȣ̃ ϰυϱίȣ, ἃ μετήγαγεν Ναϐȣχοδονοσοϱ ἐξ Ιεϱȣσαλημ ϗ ἀϖηϱείσατο αὐτὰ ἐν τῷ ἑαυτȣ̃ εἰδωλίῳ·
2:8 ἐξενέγϰας δὲ αὐτὰ Κῦϱος ὁ ϐασιλεὺς Πεϱσῶν ϖαϱέδωϰεν αὐτὰ Μιϑϱιδάτῃ τῷ ἑαυτȣ̃ γαζοφύλαϰι, διὰ δὲ τȣ́τȣ ϖαϱεδόϑησαν Σαναϐασσάϱῳ ϖϱοϛάτῃ τῆς Ιȣδαίας.
2:9 ὁ δὲ τȣ́των ἀϱιϑμὸς ἦν· σϖονδεῖα χϱυσᾶ χίλια, σϖονδεῖα ἀϱγυϱᾶ χίλια, ϑυίσϰαι ἀϱγυϱαῖ εἴϰοσι ἐννέα,
2:10 φιάλαι χϱυσαῖ τϱιάϰοντα, ἀϱγυϱαῖ δισχίλιαι τετϱαϰόσιαι δέϰα ϗ ἄλλα σϰεύη χίλια.
2:11 τὰ δὲ ϖάντα σϰεύη διεϰομίσϑη, χϱυσᾶ ϗ ἀϱγυϱᾶ, ϖενταϰισχίλια τετϱαϰόσια ἑξήϰοντα ἐννέα, ἀνηνέχϑη δὲ ὑϖὸ Σαναϐασσάϱȣ ἅμα τοῖς ἐϰ τῆς αἰχμαλωσίας ἐϰ Βαϐυλῶνος εἰς Ιεϱοσόλυμα.
2:12 Ἐν δὲ τοῖς ἐϖὶ Ἀϱταξέϱξȣ τȣ̃ Πεϱσῶν ϐασιλέως χϱόνοις ϰατέγϱαψεν αὐτῷ ϰατὰ τῶν ϰατοιϰȣ́ντων ἐν τῇ Ιȣδαίᾳ ϗ Ιεϱȣσαλημ Βεσλεμος ϗ Μιϑϱαδάτης ϗ Ταϐελλιος ϗ Ραȣμος ϗ Βεελτέεμος ϗ Σαμσαῖος ὁ γϱαμματεὺς ϗ οἱ λοιϖοὶ οἱ τȣ́τοις συντασσόμενοι, οἰϰȣ̃ντες δὲ ἐν Σαμαϱείᾳ ϗ τοῖς ἄλλοις τόϖοις, τὴν ὑϖογεγϱαμμένην ἐϖιϛολήν
2:13 Βασιλεῖ Ἀϱταξέϱξῃ ϰυϱίῳ οἱ ϖαῖδές σȣ Ραȣμος ὁ τὰ ϖϱοσϖίϖτοντα ϗ Σαμσαῖος ὁ γϱαμματεὺς ϗ οἱ ἐϖίλοιϖοι τῆς ϐȣλῆς αὐτῶν ϰϱιταὶ οἱ ἐν Κοίλῃ Συϱίᾳ ϗ Φοινίϰῃ·
2:14 ϗ νῦν γνωϛὸν ἔϛω τῷ ϰυϱίῳ ϐασιλεῖ διότι οἱ Ιȣδαῖοι ἀναϐάντες ϖαϱ’ ὑμῶν ϖϱὸς ἡμᾶς, ἐλϑόντες εἰς Ιεϱȣσαλημ, τὴν ϖόλιν τὴν ἀϖοϛάτιν ϗ ϖονηϱὰν οἰϰοδομȣ̃σιν, τάς τε ἀγοϱὰς αὐτῆς ϗ τὰ τείχη ϑεϱαϖεύȣσιν ϗ ναὸν ὑϖοϐάλλονται.
2:15 ἐὰν ȣ̓͂ν ἡ ϖόλις αὕτη οἰϰοδομηϑῇ ϗ τὰ τείχη συντελεσϑῇ, φοϱολογίαν ȣ̓ μὴ ὑϖομείνωσιν δȣ̃ναι, ἀλλὰ ϗ ϐασιλεῦσιν ἀντιϛήσονται.
2:16 ϗ ἐϖεὶ ἐνεϱγεῖται τὰ ϰατὰ τὸν ναόν, ϰαλῶς ἔχειν ὑϖολαμϐάνομεν μὴ ὑϖεϱιδεῖν τὸ τοιȣ̃το, ἀλλὰ ϖϱοσφωνῆσαι τῷ ϰυϱίῳ ϐασιλεῖ, ὅϖως, ἂν φαίνηταί σοι, ἐϖισϰεφϑῇ ἐν τοῖς ἀϖὸ τῶν ϖατέϱων σȣ ϐιϐλίοις·
2:17 ϗ εὑϱήσεις ἐν τοῖς ὑϖομνηματισμοῖς τὰ γεγϱαμμένα ϖεϱὶ τȣ́των ϗ γνώσῃ ὅτι ἡ ϖόλις ἦν ἐϰείνη ἀϖοϛάτις ϗ ϐασιλεῖς ϗ ϖόλεις ἐνοχλȣ̃σα ϗ οἱ Ιȣδαῖοι ἀϖοϛάται ϗ ϖολιοϱϰίας συνιϛάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι’ ἣν αἰτίαν ϗ ἡ ϖόλις αὕτη ἠϱημώϑη.
2:18 νῦν ȣ̓͂ν ὑϖοδείϰνυμέν σοι, ϰύϱιε ϐασιλεῦ, διότι, ἐὰν ἡ ϖόλις αὕτη οἰϰοδομηϑῇ ϗ τὰ ταύτης τείχη ἀναϛαϑῇ, ϰάϑοδός σοι ȣ̓ϰέτι ἔϛαι εἰς Κοίλην Συϱίαν ϗ Φοινίϰην. –
2:19 τότε ἀντέγϱαψεν ὁ ϐασιλεὺς Ραȣ́μῳ τῷ γϱάφοντι τὰ ϖϱοσϖίϖτοντα ϗ Βεελτεέμῳ ϗ Σαμσαίῳ γϱαμματεῖ ϗ τοῖς λοιϖοῖς τοῖς συντασσομένοις ϗ οἰϰȣ̃σιν ἐν τῇ Σαμαϱείᾳ ϗ Συϱίᾳ ϗ Φοινίϰῃ τὰ ὑϖογεγϱαμμένα
2:20 Ἀνέγνων τὴν ἐϖιϛολήν, ἣν ϖεϖόμφατε ϖϱός με.
2:21 ἐϖέταξα ȣ̓͂ν ἐϖισϰέψασϑαι, ϗ εὑϱέϑη ὅτι ἐϛὶν ἡ ϖόλις ἐϰείνη ἐξ αἰῶνος ϐασιλεῦσιν ἀντιϖαϱατάσσȣσα ϗ οἱ ἄνϑϱωϖοι ἀϖοϛάσεις ϗ ϖολέμȣς ἐν αὐτῇ συντελȣ̃ντες
2:22 ϗ ϐασιλεῖς ἰσχυϱοὶ ϗ σϰληϱοὶ ἦσαν ἐν Ιεϱȣσαλημ ϰυϱιεύοντες ϗ φοϱολογȣ̃ντες Κοίλην Συϱίαν ϗ Φοινίϰην.
2:23 νῦν ȣ̓͂ν ἐϖέταξα ἀϖοϰωλῦσαι τȣ̀ς ἀνϑϱώϖȣς ἐϰείνȣς τȣ̃ οἰϰοδομῆσαι τὴν ϖόλιν
2:24 ϗ ϖϱονοηϑῆναι ὅϖως μηϑὲν ϖαϱὰ ταῦτα γένηται ϗ μὴ ϖϱοϐῇ ἐϖὶ ϖλεῖον τὰ τῆς ϰαϰίας εἰς τὸ ϐασιλεῖς ἐνοχλῆσαι. –
2:25 τότε ἀναγνωσϑέντων τῶν ϖαϱὰ τȣ̃ ϐασιλέως Ἀϱταξέϱξȣ γϱαφέντων ὁ Ραȣμος ϗ Σαμσαῖος ὁ γϱαμματεὺς ϗ οἱ τȣ́τοις συντασσόμενοι ἀναζεύξαντες ϰατὰ σϖȣδὴν εἰς Ιεϱȣσαλημ μεϑ’ ἵϖϖȣ ϗ ὄχλȣ ϖαϱατάξεως ἤϱξαντο ϰωλύειν τȣ̀ς οἰϰοδομȣ̃ντας.
2:26 ϗ ἤϱγει ἡ οἰϰοδομὴ τȣ̃ ἱεϱȣ̃ τȣ̃ ἐν Ιεϱȣσαλημ μέχϱι τȣ̃ δευτέϱȣ ἔτȣς τῆς ϐασιλείας Δαϱείȣ τȣ̃ Πεϱσῶν ϐασιλέως.
3:1 Ϗ ϐασιλεὺς Δαϱεῖος ἐϖοίησεν δοχὴν μεγάλην ϖᾶσιν τοῖς ὑϖ’ αὐτὸν ϗ ϖᾶσιν τοῖς οἰϰογενέσιν αὐτȣ̃ ϗ ϖᾶσιν τοῖς μεγιϛᾶσιν τῆς Μηδίας ϗ τῆς Πεϱσίδος
3:2 ϗ ϖᾶσιν τοῖς σατϱάϖαις ϗ ϛϱατηγοῖς ϗ τοϖάϱχαις τοῖς ὑϖ’ αὐτὸν ἀϖὸ τῆς Ἰνδιϰῆς μέχϱι τῆς Αἰϑιοϖίας ἐν ταῖς ἑϰατὸν εἴϰοσι ἑϖτὰ σατϱαϖείαις.
3:3 ϗ ἐφάγοσαν ϗ ἐϖίοσαν ϗ ἐμϖλησϑέντες ἀνέλυσαν, ὁ δὲ Δαϱεῖος ὁ ϐασιλεὺς ἀνέλυσεν εἰς τὸν ϰοιτῶνα ϗ ἐϰοιμήϑη ϗ ἔξυϖνος ἐγένετο.
3:4 τότε οἱ τϱεῖς νεανίσϰοι οἱ σωματοφύλαϰες οἱ φυλύσσοντες τὸ σῶμα τȣ̃ ϐασιλέως εἶϖαν ἕτεϱος ϖϱὸς τὸν ἕτεϱον
3:5 Εἴϖωμεν ἕϰαϛος ἡμῶν ἕνα λόγον, ὃς ὑϖεϱισχύσει· ϗ ȣ̔͂ ἂν φανῇ τὸ ῥῆμα αὐτȣ̃ σοφώτεϱον τȣ̃ ἑτέϱȣ, δώσει αὐτῷ Δαϱεῖος ὁ ϐασιλεὺς δωϱεὰς μεγάλας ϗ ἐϖινίϰια μεγάλα
3:6 ϗ ϖοϱφύϱαν ϖεϱιϐαλέσϑαι ϗ ἐν χϱυσώμασιν ϖίνειν ϗ ἐϖὶ χϱυσῷ ϰαϑεύδειν ϗ ἅϱμα χϱυσοχάλινον ϗ ϰίδαϱιν ϐυσσίνην ϗ μανιάϰην ϖεϱὶ τὸν τϱάχηλον,
3:7 ϗ δεύτεϱος ϰαϑιεῖται Δαϱείȣ διὰ τὴν σοφίαν αὐτȣ̃ ϗ συγγενὴς Δαϱείȣ ϰληϑήσεται.
3:8 ϗ τότε γϱάψαντες ἕϰαϛος τὸν ἑαυτȣ̃ λόγον ἐσφϱαγίσαντο ϗ ἔϑηϰαν ὑϖὸ τὸ ϖϱοσϰεφάλαιον Δαϱείȣ τȣ̃ ϐασιλέως ϗ εἶϖαν
3:9 Ὅταν ἐγεϱϑῇ ὁ ϐασιλεύς, δώσȣσιν αὐτῷ τὸ γϱάμμα, ϗ ὃν ἂν ϰϱίνῃ ὁ ϐασιλεὺς ϗ οἱ τϱεῖς μεγιϛᾶνες τῆς Πεϱσίδος ὅτι ὁ λόγος αὐτȣ̃ σοφώτεϱος, αὐτῷ δοϑήσεται τὸ νῖϰος ϰαϑὼς γέγϱαϖται.
3:10 ὁ εἷς ἔγϱαψεν Ὑϖεϱισχύει ὁ οἶνος.
3:11 ὁ ἕτεϱος ἔγϱαψεν Ὑϖεϱισχύει ὁ ϐασιλεύς.
3:12 ὁ τϱίτος ἔγϱαψεν Ὑϖεϱισχύȣσιν αἱ γυναῖϰες, ὑϖὲϱ δὲ ϖάντα νιϰᾷ ἡ ἀλήϑεια.
3:13 ϗ ὅτε ἐξηγέϱϑη ὁ ϐασιλεύς, λαϐόντες τὸ γϱάμμα ἔδωϰαν αὐτῷ, ϗ ἀνέγνω.
3:14 ϗ ἐξαϖοϛείλας ἐϰάλεσεν ϖάντας τȣ̀ς μεγιϛᾶνας τῆς Πεϱσίδος ϗ τῆς Μηδίας ϗ σατϱάϖας ϗ ϛϱατηγȣ̀ς ϗ τοϖάϱχας ϗ ὑϖάτȣς ϗ ἐϰάϑισεν ἐν τῷ χϱηματιϛηϱίῳ, ϗ ἀνεγνώσϑη τὸ γϱάμμα ἐνώϖιον αὐτῶν.
3:15 ϗ εἶϖεν Καλέσατε τȣ̀ς νεανίσϰȣς, ϗ αὐτοὶ δηλώσȣσιν τȣ̀ς λόγȣς αὐτῶν· ϗ ἐϰλήϑησαν ϗ εἰσήλϑοσαν.
3:16 ϗ εἶϖαν αὐτοῖς Ἀϖαγγείλατε ἡμῖν ϖεϱὶ τῶν γεγϱαμμένων.
3:17 Ϗ ἤϱξατο ὁ ϖϱῶτος ὁ εἴϖας ϖεϱὶ τῆς ἰσχύος τȣ̃ οἴνȣ ϗ ἔφη ȣ̔́τως
3:18 Ἄνδϱες, ϖῶς ὑϖεϱισχύει ὁ οἶνος; ϖάντας τȣ̀ς ἀνϑϱώϖȣς τȣ̀ς ϖίνοντας αὐτὸν ϖλανᾷ τὴν διάνοιαν.
3:19 τȣ̃ τε ϐασιλέως ϗ τȣ̃ ὀϱφανȣ̃ ϖοιεῖ τὴν διάνοιαν μίαν, τήν τε τȣ̃ οἰϰέτȣ ϗ τὴν τȣ̃ ἐλευϑέϱȣ, τήν τε τȣ̃ ϖένητος ϗ τὴν τȣ̃ ϖλȣσίȣ.
3:20 ϗ ϖᾶσαν διάνοιαν μεταϛϱέφει εἰς εὐωχίαν ϗ εὐφϱοσύνην ϗ ȣ̓ μέμνηται ϖᾶσαν λύϖην ϗ ϖᾶν ὀφείλημα.
3:21 ϗ ϖάσας ϰαϱδίας ϖοιεῖ ϖλȣσίας ϗ ȣ̓ μέμνηται ϐασιλέα ȣ̓δὲ σατϱάϖην ϗ ϖάντα διὰ ταλάντων ϖοιεῖ λαλεῖν.
3:22 ϗ ȣ̓ μέμνηται, ὅταν ϖίνωσιν, φιλιάζειν φίλοις ϗ ἀδελφοῖς, ϗ μετ’ ȣ̓ ϖολὺ σϖῶνται μαχαίϱας·
3:23 ϗ ὅταν ἀϖὸ τȣ̃ οἴνȣ γενηϑῶσιν, ȣ̓ μέμνηται ἃ ἔϖϱαξαν.
3:24 ὦ ἄνδϱες, ȣ̓χ ὑϖεϱισχύει ὁ οἶνος, ὅτι ȣ̔́τως ἀναγϰάζει ϖοιεῖν; ϗ ἐσίγησεν ȣ̔́τως εἴϖας.
4:1 Ϗ ἤϱξατο ὁ δεύτεϱος λαλεῖν ὁ εἴϖας ϖεϱὶ τῆς ἰσχύος τȣ̃ ϐασιλέως
4:2 Ὦ ἄνδϱες, ȣ̓χ ὑϖεϱισχύȣσιν οἱ ἄνϑϱωϖοι τὴν γῆν ϗ τὴν ϑάλασσαν ϰαταϰϱατȣ̃ντες ϗ ϖάντα τὰ ἐν αὐτοῖς;
4:3 ὁ δὲ ϐασιλεὺς ὑϖεϱισχύει ϗ ϰυϱιεύει αὐτῶν ϗ δεσϖόζει αὐτῶν, ϗ ϖᾶν, ὃ ἐὰν εἴϖῃ αὐτοῖς, ἐναϰȣ́ȣσιν.
4:4 ἐὰν εἴϖῃ αὐτοῖς ϖοιῆσαι ϖόλεμον ἕτεϱος ϖϱὸς τὸν ἕτεϱον, ϖοιȣ̃σιν· ἐὰν δὲ ἐξαϖοϛείλῃ αὐτȣ̀ς ϖϱὸς τȣ̀ς ϖολεμίȣς, ϐαδίζȣσιν ϗ ϰατεϱγάζονται τὰ ὄϱη ϗ τὰ τείχη ϗ τȣ̀ς ϖύϱγȣς.
4:5 φονεύȣσιν ϗ φονεύονται ϗ τὸν λόγον τȣ̃ ϐασιλέως ȣ̓ ϖαϱαϐαίνȣσιν· ἐὰν δὲ νιϰήσωσιν, τῷ ϐασιλεῖ ϰομίζȣσιν ϖάντα, ϗ ὅσα ἐὰν ϖϱονομεύσωσιν, ϗ τὰ ἄλλα ϖάντα.
4:6 ϗ ὅσοι ȣ̓ ϛϱατεύονται ȣ̓δὲ ϖολεμȣ̃σιν, ἀλλὰ γεωϱγȣ̃σιν τὴν γῆν, ϖάλιν ὅταν σϖείϱωσι, ϑεϱίσαντες ἀναφέϱȣσιν τῷ ϐασιλεῖ· ϗ ἕτεϱος τὸν ἕτεϱον ἀναγϰάζοντες ἀναφέϱȣσι τȣ̀ς φόϱȣς τῷ ϐασιλεῖ.
4:7 ϗ αὐτὸς εἷς μόνος ἐϛίν· ἐὰν εἴϖῃ ἀϖοϰτεῖναι, ἀϖοϰτέννȣσιν· εἶϖεν ἀφεῖναι, ἀφίȣσιν·
4:8 εἶϖε ϖατάξαι, τύϖτȣσιν· εἶϖεν ἐϱημῶσαι, ἐϱημȣ̃σιν· εἶϖεν οἰϰοδομῆσαι, οἰϰοδομȣ̃σιν·
4:9 εἶϖεν ἐϰϰόψαι, ἐϰϰόϖτȣσιν· εἶϖεν φυτεῦσαι, φυτεύȣσιν.
4:10 ϗ ϖᾶς ὁ λαὸς αὐτȣ̃ ϗ αἱ δυνάμεις αὐτȣ̃ ἐναϰȣ́ȣσιν.
4:11 ϖϱὸς δὲ τȣ́τοις αὐτὸς ἀνάϰειται, ἐσϑίει ϗ ϖίνει ϗ ϰαϑεύδει, αὐτοὶ δὲ τηϱȣ̃σιν ϰύϰλῳ ϖεϱὶ αὐτὸν ϗ ȣ̓ δύνανται ἕϰαϛος ἀϖελϑεῖν ϗ ϖοιεῖν τὰ ἔϱγα αὐτȣ̃ ȣ̓δὲ ϖαϱαϰȣ́ȣσιν αὐτȣ̃.
4:12 ὦ ἄνδϱες, ϖῶς ȣ̓χ ὑϖεϱισχύει ὁ ϐασιλεύς, ὅτι ȣ̔́τως ἐϖαϰȣϛός ἐϛιν; ϗ ἐσίγησεν.
4:13 Ὁ δὲ τϱίτος ὁ εἴϖας ϖεϱὶ τῶν γυναιϰῶν ϗ τῆς ἀληϑείας – ȣ̔͂τός ἐϛιν Ζοϱοϐαϐελ – ἤϱξατο λαλεῖν
4:14 Ἄνδϱες, ȣ̓ μέγας ὁ ϐασιλεὺς ϗ ϖολλοὶ οἱ ἄνϑϱωϖοι ϗ ὁ οἶνος ἰσχύει; τίς ȣ̓͂ν ὁ δεσϖόζων αὐτῶν ἢ τίς ὁ ϰυϱιεύων αὐτῶν; ȣ̓χ αἱ γυναῖϰες;
4:15 αἱ γυναῖϰες ἐγέννησαν τὸν ϐασιλέα ϗ ϖάντα τὸν λαόν, ὃς ϰυϱιεύει τῆς ϑαλάσσης ϗ τῆς γῆς·
4:16 ϗ ἐξ αὐτῶν ἐγένοντο, ϗ αὗται ἐξέϑϱεψαν αὐτȣ̀ς τȣ̀ς φυτεύοντας τȣ̀ς ἀμϖελῶνας, ἐξ ὧν ὁ οἶνος γίνεται.
4:17 ϗ αὗται ϖοιȣ̃σιν τὰς ϛολὰς τῶν ἀνϑϱώϖων, ϗ αὗται ϖοιȣ̃σιν δόξαν τοῖς ἀνϑϱώϖοις, ϗ ȣ̓ δύνανται οἱ ἄνϑϱωϖοι εἶναι χωϱὶς τῶν γυναιϰῶν.
4:18 ἐὰν δὲ συναγάγωσιν χϱυσίον ϗ ἀϱγύϱιον ϗ ϖᾶν ϖϱᾶγμα ὡϱαῖον ϗ ἴδωσιν γυναῖϰα μίαν ϰαλὴν τῷ εἴδει ϗ τῷ ϰάλλει,
4:19 ϗ ταῦτα ϖάντα ἀφέντες εἰς αὐτὴν ἐγϰέχηναν ϗ χάσϰοντες τὸ ϛόμα ϑεωϱȣ̃σιν αὐτήν, ϗ ϖάντες αὐτὴν αἱϱετίζȣσιν μᾶλλον ἢ τὸ χϱυσίον ϗ τὸ ἀϱγύϱιον ϗ ϖᾶν ϖϱᾶγμα ὡϱαῖον.
4:20 ἄνϑϱωϖος τὸν ἑαυτȣ̃ ϖατέϱα ἐγϰαταλείϖει, ὃς ἐξέϑϱεψεν αὐτόν, ϗ τὴν ἰδίαν χώϱαν ϗ ϖϱὸς τὴν ἰδίαν γυναῖϰα ϰολλᾶται·
4:21 ϗ μετὰ τῆς γυναιϰὸς ἀφίησι τὴν ψυχὴν ϗ ȣ̓́τε τὸν ϖατέϱα μέμνηται ȣ̓́τε τὴν μητέϱα ȣ̓́τε τὴν χώϱαν.
4:22 ϗ ἐντεῦϑεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖϰες ϰυϱιεύȣσιν ὑμῶν· ȣ̓χὶ ϖονεῖτε ϗ μοχϑεῖτε ϗ ϖάντα ταῖς γυναιξὶν δίδοτε ϗ φέϱετε;
4:23 ϗ λαμϐάνει ἄνϑϱωϖος τὴν ῥομφαίαν αὐτȣ̃ ϗ ἐϰϖοϱεύεται ἐξοδεύειν ϗ λῃϛεύειν ϗ ϰλέϖτειν ϗ εἰς τὴν ϑάλασσαν ϖλεῖν ϗ ϖοταμȣ́ς·
4:24 ϗ τὸν λέοντα ϑεωϱεῖ ϗ ἐν σϰότει ϐαδίζει, ϗ ὅταν ϰλέψῃ ϗ ἁϱϖάσῃ ϗ λωϖοδυτήσῃ, τῇ ἐϱωμένῃ ἀϖοφέϱει.
4:25 ϗ ϖλεῖον ἀγαϖᾷ ἄνϑϱωϖος τὴν ἰδίαν γυναῖϰα μᾶλλον ἢ τὸν ϖατέϱα ϗ τὴν μητέϱα·
4:26 ϗ ϖολλοὶ ἀϖενοήϑησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖϰας ϗ δȣ̃λοι ἐγένοντο δι’ αὐτάς,
4:27 ϗ ϖολλοὶ ἀϖώλοντο ϗ ἐσφάλησαν ϗ ἡμάϱτοσαν διὰ τὰς γυναῖϰας.
4:28 ϗ νῦν ȣ̓ ϖιϛεύετέ μοι; ȣ̓χὶ μέγας ὁ ϐασιλεὺς τῇ ἐξȣσίᾳ αὐτȣ̃; ȣ̓χὶ ϖᾶσαι αἱ χῶϱαι εὐλαϐȣ̃νται ἅψασϑαι αὐτȣ̃;
4:29 ἐϑεώϱȣν αὐτὸν ϗ Ἀϖάμην τὴν ϑυγατέϱα Βαϱτάϰȣ τȣ̃ ϑαυμαϛȣ̃ τὴν ϖαλλαϰὴν τȣ̃ ϐασιλέως ϰαϑημένην ἐν δεξιᾷ τȣ̃ ϐασιλέως
4:30 ϗ ἀφαιϱȣ̃σαν τὸ διάδημα ἀϖὸ τῆς ϰεφαλῆς τȣ̃ ϐασιλέως ϗ ἐϖιτιϑȣ̃σαν ἑαυτῇ ϗ ἐϱϱάϖιζεν τὸν ϐασιλέα τῇ ἀϱιϛεϱᾷ.
4:31 ϗ ϖϱὸς τȣ́τοις ὁ ϐασιλεὺς χάσϰων τὸ ϛόμα ἐϑεώϱει αὐτήν· ϗ ἐὰν ϖϱοσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ ϖιϰϱανϑῇ ἐϖ’ αὐτόν, ϰολαϰεύει αὐτήν, ὅϖως διαλλαγῇ αὐτῷ.
4:32 ὦ ἄνδϱες, ϖῶς ȣ̓χὶ ἰσχυϱαὶ αἱ γυναῖϰες, ὅτι ȣ̔́τως ϖϱάσσȣσιν;
4:33 ϗ τότε ὁ ϐασιλεὺς ϗ οἱ μεγιϛᾶνες ἐνέϐλεϖον ἕτεϱος ϖϱὸς τὸν ἕτεϱον. –
4:34 ϗ ἤϱξατο λαλεῖν ϖεϱὶ τῆς ἀληϑείας Ἄνδϱες, ȣ̓χὶ ἰσχυϱαὶ αἱ γυναῖϰες; μεγάλη ἡ γῆ, ϗ ὑψηλὸς ὁ ȣ̓ϱανός, ϗ ταχὺς τῷ δϱόμῳ ὁ ἥλιος, ὅτι ϛϱέφεται ἐν τῷ ϰύϰλῳ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ϖάλιν ἀϖοτϱέχει εἰς τὸν ἑαυτȣ̃ τόϖον ἐν μιᾷ ἡμέϱᾳ.
4:35 ȣ̓χὶ μέγας ὃς ταῦτα ϖοιεῖ; ϗ ἡ ἀλήϑεια μεγάλη ϗ ἰσχυϱοτέϱα ϖαϱὰ ϖάντα.
4:36 ϖᾶσα ἡ γῆ τὴν ἀλήϑειαν ϰαλεῖ, ϗ ὁ ȣ̓ϱανὸς αὐτὴν εὐλογεῖ, ϗ ϖάντα τὰ ἔϱγα σείεται ϗ τϱέμει, ϗ ȣ̓ϰ ἔϛιν μετ’ αὐτȣ̃ ἄδιϰον ȣ̓ϑέν.
4:37 ἄδιϰος ὁ οἶνος, ἄδιϰος ὁ ϐασιλεύς, ἄδιϰοι αἱ γυναῖϰες, ἄδιϰοι ϖάντες οἱ υἱοὶ τῶν ἀνϑϱώϖων, ϗ ἄδιϰα ϖάντα τὰ ἔϱγα αὐτῶν, ϖάντα τὰ τοιαῦτα· ϗ ȣ̓ϰ ἔϛιν ἐν αὐτοῖς ἀλήϑεια, ϗ ἐν τῇ ἀδιϰίᾳ αὐτῶν ἀϖολȣ̃νται.
4:38 ἡ δὲ ἀλήϑεια μένει ϗ ἰσχύει εἰς τὸν αἰῶνα ϗ ζῇ ϗ ϰϱατεῖ εἰς τὸν αἰῶνα τȣ̃ αἰῶνος.
4:39 ϗ ȣ̓ϰ ἔϛιν ϖαϱ’ αὐτῇ λαμϐάνειν ϖϱόσωϖα ȣ̓δὲ διάφοϱα, ἀλλὰ τὰ δίϰαια ϖοιεῖ ἀϖὸ ϖάντων τῶν ἀδίϰων ϗ ϖονηϱῶν· ϗ ϖάντες εὐδοϰȣ̃σι τοῖς ἔϱγοις αὐτῆς, ϗ ȣ̓ϰ ἔϛιν ἐν τῇ ϰϱίσει αὐτῆς ȣ̓ϑὲν ἄδιϰον.
4:40 ϗ αὐτῇ ἡ ἰσχὺς ϗ τὸ ϐασίλειον ϗ ἡ ἐξȣσία ϗ ἡ μεγαλειότης τῶν ϖάντων αἰώνων. εὐλογητὸς ὁ ϑεὸς τῆς ἀληϑείας.
4:41 ϗ ἐσιώϖησεν τȣ̃ λαλεῖν· ϗ ϖᾶς ὁ λαὸς τότε ἐφώνησεν, ϗ τότε εἶϖον Μεγάλη ἡ ἀλήϑεια ϗ ὑϖεϱισχύει.
4:42 Τότε ὁ ϐασιλεὺς εἶϖεν αὐτῷ Αἴτησαι ὃ ϑέλεις ϖλείω τῶν γεγϱαμμένων, ϗ δώσομέν σοι, ὃν τϱόϖον εὑϱέϑης σοφώτεϱος· ϗ ἐχόμενός μȣ ϰαϑήσῃ ϗ συγγενής μȣ ϰληϑήσῃ.
4:43 τότε εἶϖεν τῷ ϐασιλεῖ Μνήσϑητι τὴν εὐχήν, ἣν ηὔξω οἰϰοδομῆσαι τὴν Ιεϱȣσαλημ ἐν τῇ ἡμέϱᾳ, ᾗ τὸ ϐασίλειόν σȣ ϖαϱέλαϐες,
4:44 ϗ ϖάντα τὰ σϰεύη τὰ λημφϑέντα ἐξ Ιεϱȣσαλημ ἐϰϖέμψαι, ἃ ἐξεχώϱισεν Κῦϱος, ὅτε ηὔξατο ἐϰϰόψαι Βαϐυλῶνα, ϗ ηὔξατο ἐξαϖοϛεῖλαι ἐϰεῖ.
4:45 ϗ σὺ εὔξω οἰϰοδομῆσαι τὸν ναόν, ὃν ἐνεϖύϱισαν οἱ Ιδȣμαῖοι, ὅτε ἠϱημώϑη ἡ Ιȣδαία ὑϖὸ τῶν Χαλδαίων.
4:46 ϗ νῦν τȣ̃τό ἐϛιν, ὅ σε ἀξιῶ, ϰύϱιε ϐασιλεῦ, ϗ ὃ αἰτȣ̃μαί σε, ϗ αὕτη ἐϛὶν ἡ μεγαλωσύνη ἡ ϖαϱὰ σȣ̃· δέομαι ȣ̓͂ν ἵνα ϖοιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ ϐασιλεῖ τȣ̃ ȣ̓ϱανȣ̃ ϖοιῆσαι ἐϰ ϛόματός σȣ. –
4:47 τότε ἀναϛὰς Δαϱεῖος ὁ ϐασιλεὺς ϰατεφίλησεν αὐτὸν ϗ ἔγϱαψεν αὐτῷ τὰς ἐϖιϛολὰς ϖϱὸς ϖάντας τȣ̀ς οἰϰονόμȣς ϗ τοϖάϱχας ϗ ϛϱατηγȣ̀ς ϗ σατϱάϖας, ἵνα ϖϱοϖέμψωσιν αὐτὸν ϗ τȣ̀ς μετ’ αὐτȣ̃ ϖάντας ἀναϐαίνοντας οἰϰοδομῆσαι τὴν Ιεϱȣσαλημ.
4:48 ϗ ϖᾶσι τοῖς τοϖάϱχαις ἐν Κοίλῃ Συϱίᾳ ϗ Φοινίϰῃ ϗ τοῖς ἐν τῷ Λιϐάνῳ ἔγϱαψεν ἐϖιϛολὰς μεταφέϱειν ξύλα ϰέδϱινα ἀϖὸ τȣ̃ Λιϐάνȣ εἰς Ιεϱȣσαλημ ϗ ὅϖως οἰϰοδομήσωσιν μετ’ αὐτȣ̃ τὴν ϖόλιν.
4:49 ϗ ἔγϱαψεν ϖᾶσι τοῖς Ιȣδαίοις τοῖς ἀναϐαίνȣσιν ἀϖὸ τῆς ϐασιλείας εἰς τὴν Ιȣδαίαν ὑϖὲϱ τῆς ἐλευϑεϱίας, ϖάντα δυνατὸν ϗ σατϱάϖην ϗ τοϖάϱχην ϗ οἰϰονόμον μὴ ἐϖελεύσεσϑαι ἐϖὶ τὰς ϑύϱας αὐτῶν,
4:50 ϗ ϖᾶσαν τὴν χώϱαν, ἣν ϰϱατήσȣσιν, ἀφοϱολόγητον αὐτοῖς ὑϖάϱχειν, ϗ ἵνα οἱ Ιδȣμαῖοι ἀφιῶσι τὰς ϰώμας ἃς διαϰϱατȣ̃σιν τῶν Ιȣδαίων,
4:51 ϗ εἰς τὴν οἰϰοδομὴν τȣ̃ ἱεϱȣ̃ δοϑῆναι ϰατ’ ἐνιαυτὸν τάλαντα εἴϰοσι μέχϱι τȣ̃ οἰϰοδομηϑῆναι,
4:52 ϗ ἐϖὶ τὸ ϑυσιαϛήϱιον ὁλοϰαυτώματα ϰαϱϖȣ̃σϑαι ϰαϑ’ ἡμέϱαν, ϰαϑὰ ἔχȣσιν ἐντολὴν ἑϖταϰαίδεϰα ϖϱοσφέϱειν, ἄλλα τάλαντα δέϰα ϰατ’ ἐνιαυτόν,
4:53 ϗ ϖᾶσιν τοῖς ϖϱοσϐαίνȣσιν ἀϖὸ τῆς Βαϐυλωνίας ϰτίσαι τὴν ϖόλιν ὑϖάϱχειν τὴν ἐλευϑεϱίαν, αὐτοῖς τε ϗ τοῖς τέϰνοις αὐτῶν ϗ ϖᾶσι τοῖς ἱεϱεῦσι τοῖς ϖϱοσϐαίνȣσιν.
4:54 ἔγϱαψεν δὲ ϗ τὴν χοϱηγίαν ϗ τὴν ἱεϱατιϰὴν ϛολήν, ἐν τίνι λατϱεύȣσιν ἐν αὐτῇ.
4:55 ϗ τοῖς Λευίταις ἔγϱαψεν δȣ̃ναι τὴν χοϱηγίαν ἕως ἧς ἡμέϱας ἐϖιτελεσϑῇ ὁ οἶϰος ϗ Ιεϱȣσαλημ οἰϰοδομηϑῆναι,
4:56 ϗ ϖᾶσι τοῖς φϱȣϱȣ̃σι τὴν ϖόλιν, ἔγϱαψε δȣ̃ναι αὐτοῖς ϰλήϱȣς ϗ ὀψώνια.
4:57 ϗ ἐξαϖέϛειλεν ϖάντα τὰ σϰεύη, ἃ ἐξεχώϱισεν Κῦϱος ἀϖὸ Βαϐυλῶνος· ϗ ϖάντα, ὅσα εἶϖεν Κῦϱος ϖοιῆσαι, ϗ αὐτὸς ἐϖέταξεν ϖοιῆσαι ϗ ἐξαϖοϛεῖλαι εἰς Ιεϱȣσαλημ.
4:58 Ϗ ὅτε ἐξῆλϑεν ὁ νεανίσϰος, ἄϱας τὸ ϖϱόσωϖον εἰς τὸν ȣ̓ϱανὸν ἐναντίον Ιεϱȣσαλημ εὐλόγησεν τῷ ϐασιλεῖ τȣ̃ ȣ̓ϱανȣ̃ λέγων
4:59 Παϱὰ σȣ̃ ἡ νίϰη, ϗ ϖαϱὰ σȣ̃ ἡ σοφία, ϗ σὴ ἡ δόξα, ϗ ἐγὼ σὸς οἰϰέτης.
4:60 εὐλογητὸς εἶ, ὃς ἔδωϰάς μοι σοφίαν· ϗ σοὶ ὁμολογῶ, δέσϖοτα τῶν ϖατέϱων.
4:61 ϗ ἔλαϐεν τὰς ἐϖιϛολὰς ϗ ἐξῆλϑεν εἰς Βαϐυλῶνα ϗ ἀϖήγγειλεν τοῖς ἀδελφοῖς αὐτȣ̃ ϖᾶσιν.
4:62 ϗ εὐλόγησαν τὸν ϑεὸν τῶν ϖατέϱων αὐτῶν, ὅτι ἔδωϰεν αὐτοῖς ἄνεσιν ϗ ἄφεσιν
4:63 ἀναϐῆναι ϗ οἰϰοδομῆσαι Ιεϱȣσαλημ ϗ τὸ ἱεϱόν, ȣ̔͂ ὠνομάσϑη τὸ ὄνομα αὐτȣ̃ ἐϖ’ αὐτῷ, ϗ ἐϰωϑωνίζοντο μετὰ μȣσιϰῶν ϗ χαϱᾶς ἡμέϱας ἑϖτά.
5:1 Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναϐῆναι ἀϱχηγοὶ οἴϰȣ ϖατϱιῶν ϰατὰ φυλὰς αὐτῶν ϗ αἱ γυναῖϰες αὐτῶν ϗ οἱ υἱοὶ ϗ αἱ ϑυγατέϱες ϗ οἱ ϖαῖδες αὐτῶν ϗ αἱ ϖαιδίσϰαι ϗ τὰ ϰτήνη αὐτῶν.
5:2 ϗ Δαϱεῖος συναϖέϛειλεν μετ’ αὐτῶν ἱϖϖεῖς χιλίȣς ἕως τȣ̃ ἀϖοϰαταϛῆσαι αὐτȣ̀ς εἰς Ιεϱȣσαλημ μετ’ εἰϱήνης ϗ μετὰ μȣσιϰῶν, τυμϖάνων ϗ αὐλῶν·
5:3 ϗ ϖάντες οἱ ἀδελφοὶ αὐτῶν ϖαίζοντες, ϗ ἐϖοίησεν αὐτȣ̀ς συναναϐῆναι μετ’ ἐϰείνων.
5:4 Ϗ ταῦτα τὰ ὀνόματα τῶν ἀνδϱῶν τῶν ἀναϐαινόντων ϰατὰ ϖατϱιὰς αὐτῶν εἰς τὰς φυλὰς ἐϖὶ τὴν μεϱιδαϱχίαν αὐτῶν.
5:5 οἱ ἱεϱεῖς υἱοὶ Φινεες υἱȣ̃ Ααϱων· Ἰησȣ̃ς ὁ τȣ̃ Ιωσεδεϰ τȣ̃ Σαϱαιȣ ϗ Ιωαϰιμ ὁ τȣ̃ Ζοϱοϐαϐελ τȣ̃ Σαλαϑιηλ ἐϰ τȣ̃ οἴϰȣ τȣ̃ Δαυιδ ἐϰ τῆς γενεᾶς Φαϱες, φυλῆς δὲ Ιȣδα,
5:6 ὃς ἐλάλησεν ἐϖὶ Δαϱείȣ τȣ̃ ϐασιλέως Πεϱσῶν λόγȣς σοφȣ̀ς ἐν τῷ δευτέϱῳ ἔτει τῆς ϐασιλείας αὐτȣ̃ μηνὶ Νισαν τȣ̃ ϖϱώτȣ μηνός. –
5:7 εἰσὶν δὲ ȣ̔͂τοι ἐϰ τῆς Ιȣδαίας οἱ ἀναϐάντες ἐϰ τῆς αἰχμαλωσίας τῆς ϖαϱοιϰίας, ȣ̔̀ς μετῴϰισεν Ναϐȣχοδονοσοϱ ϐασιλεὺς Βαϐυλῶνος εἰς Βαϐυλῶνα
5:8 ϗ ἐϖέϛϱεψαν εἰς Ιεϱȣσαλημ ϗ τὴν λοιϖὴν Ιȣδαίαν ἕϰαϛος εἰς τὴν ἰδίαν ϖόλιν, οἱ ἐλϑόντες μετὰ Ζοϱοϐαϐελ ϗ Ἰησȣ̃, Νεεμιȣ, Ζαϱαιȣ, Ρησαιȣ, Ενηνιος, Μαϱδοχαιȣ, Βεελσαϱȣ, Ασφαϱασȣ, Βοϱολιȣ, Ροιμȣ, Βαανα τῶν ϖϱοηγȣμένων αὐτῶν.
5:9 ἀϱιϑμὸς τῶν ἀϖὸ τȣ̃ ἔϑνȣς ϗ οἱ ϖϱοηγȣ́μενοι αὐτῶν· υἱοὶ Φοϱος δύο χιλιάδες ϗ ἑϰατὸν ἑϐδομήϰοντα δύο.
5:10 υἱοὶ Σαφατ τετϱαϰόσιοι ἑϐδομήϰοντα δύο. υἱοὶ Αϱεε ἑϖταϰόσιοι ϖεντήϰοντα ἕξ.
5:11 υἱοὶ Φααϑμωαϐ εἰς τȣ̀ς υἱȣ̀ς Ἰησȣ̃ ϗ Ιωαϐ δισχίλιοι ὀϰταϰόσιοι δέϰα δύο.
5:12 υἱοὶ Ωλαμȣ χίλιοι διαϰόσιοι ϖεντήϰοντα τέσσαϱες. υἱοὶ Ζατȣ ἐνναϰόσιοι τεσσαϱάϰοντα ϖέντε. υἱοὶ Χοϱϐε ἑϖταϰόσιοι ϖέντε. υἱοὶ Βανι ἑξαϰόσιοι τεσσαϱάϰοντα ὀϰτώ.
5:13 υἱοὶ Βηϐαι ἑξαϰόσιοι εἴϰοσι τϱεῖς. υἱοὶ Ασγαδ χίλιοι τϱιαϰόσιοι εἴϰοσι δύο.
5:14 υἱοὶ Αδωνιϰαμ ἑξαϰόσιοι ἑξήϰοντα ἑϖτά. υἱοὶ Βαγοι δισχίλιοι ἑξήϰοντα ἕξ. υἱοὶ Αδινȣ τετϱαϰόσιοι ϖεντήϰοντα τέσσαϱες.
5:15 υἱοὶ Ατηϱ Εζεϰιȣ ἐνενήϰοντα δύο. υἱοὶ Κιλαν ϗ Αζητας ἑξήϰοντα ἑϖτά. υἱοὶ Αζȣϱȣ τετϱαϰόσιοι τϱιάϰοντα δύο.
5:16 υἱοὶ Αννιας ἑϰατὸν εἷς. υἱοὶ Αϱομ υἱοὶ Βασσαι τϱιαϰόσιοι εἴϰοσι τϱεῖς. υἱοὶ Αϱιφȣ ἑϰατὸν δέϰα δύο.
5:17 υἱοὶ Βαιτηϱȣς τϱισχίλιοι ϖέντε. υἱοὶ ἐϰ Βαιϑλωμων ἑϰατὸν εἴϰοσι τϱεῖς.
5:18 οἱ ἐϰ Νετεϐας ϖεντήϰοντα ϖέντε. οἱ ἐξ Ενατȣ ἑϰατὸν ϖεντήϰοντα ὀϰτώ. οἱ ἐϰ Βαιτασμων τεσσαϱάϰοντα δύο.
5:19 οἱ ἐϰ Καϱιαϑιαϱιος εἴϰοσι ϖέντε. οἱ ἐϰ Καϖιϱας ϗ Βηϱοτ ἑϖταϰόσιοι τεσσαϱάϰοντα τϱεῖς.
5:20 οἱ Χαδιασαι ϗ Αμμιδιοι τετϱαϰόσιοι εἴϰοσι δύο. οἱ ἐϰ Κιϱαμας ϗ Γαϐϐης ἑξαϰόσιοι εἴϰοσι εἷς.
5:21 οἱ ἐϰ Μαϰαλων ἑϰατὸν εἴϰοσι δύο. οἱ ἐϰ Βαιτολιω ϖεντήϰοντα δύο. υἱοὶ Νιφις ἑϰατὸν ϖεντήϰοντα ἕξ.
5:22 υἱοὶ Καλαμω ἄλλȣ ϗ Ωνȣς ἑϖταϰόσιοι εἴϰοσι ϖέντε. υἱοὶ Ιεϱεχȣ τϱιαϰόσιοι τεσσαϱάϰοντα ϖέντε.
5:23 υἱοὶ Σαναας τϱισχίλιοι τϱιαϰόσιοι τϱιάϰοντα. –
5:24 οἱ ἱεϱεῖς· υἱοὶ Ιεδδȣ τȣ̃ υἱȣ̃ Ἰησȣ̃ εἰς τȣ̀ς υἱȣ̀ς Ανασιϐ ἐνναϰόσιοι ἑϐδομήϰοντα δύο. υἱοὶ Εμμηϱȣ χίλιοι ϖεντήϰοντα δύο.
5:25 υἱοὶ Φασσȣϱȣ χίλιοι διαϰόσιοι τεσσαϱάϰοντα ἑϖτά. υἱοὶ Χαϱμη χίλιοι δέϰα ἑϖτά. –
5:26 οἱ δὲ Λευῖται· υἱοὶ Ἰησȣ̃ ϗ Καδμιηλȣ ϗ Βαννȣ ϗ Σȣδιȣ ἑϐδομήϰοντα τέσσαϱες.
5:27 οἱ ἱεϱοψάλται· υἱοὶ Ασαφ ἑϰατὸν εἴϰοσι ὀϰτώ.
5:28 οἱ ϑυϱωϱοί· υἱοὶ Σαλȣμ, υἱοὶ Αταϱ, υἱοὶ Τολμαν, υἱοὶ Αϰȣϐ, υἱοὶ Ατητα, υἱοὶ Σωϐαι, οἱ ϖάντες ἑϰατὸν τϱιάϰοντα ἐννέα. –
5:29 οἱ ἱεϱόδȣλοι· υἱοὶ Ησαυ, υἱοὶ Ασιφα, υἱοὶ Ταϐαωϑ, υἱοὶ Κηϱας, υἱοὶ Σȣα, υἱοὶ Φαδαιȣ, υἱοὶ Λαϐανα, υἱοὶ Αγγαϐα,
5:30 υἱοὶ Αϰȣδ, υἱοὶ Ȣτα, υἱοὶ Κηταϐ, υἱοὶ Αγαϐα, υἱοὶ Συϐαι, υἱοὶ Αναν, υἱοὶ Καϑȣα, υἱοὶ Γεδδȣϱ,
5:31 υἱοὶ Ιαιϱȣ, υἱοὶ Δαισαν, υἱοὶ Νοεϐα, υἱοὶ Χασεϐα, υἱοὶ Γαζηϱα, υἱοὶ Οζιȣ, υἱοὶ Φινοε, υἱοὶ Ασαϱα, υἱοὶ Βασϑαι, υἱοὶ Ασανα, υἱοὶ Μαανι, υἱοὶ Ναφισι, υἱοὶ Αϰȣφ, υἱοὶ Αχιϐα, υἱοὶ Ασȣϱ, υἱοὶ Φαϱαϰιμ, υἱοὶ Βασαλωϑ,
5:32 υἱοὶ Μεεδδα, υἱοὶ Κȣϑα, υἱοὶ Χαϱεα, υἱοὶ Βαϱχȣς, υἱοὶ Σεϱαϱ, υἱοὶ Θομοι, υἱοὶ Νασι, υἱοὶ Ατιφα.
5:33 υἱοὶ ϖαίδων Σαλωμων· υἱοὶ Ασσαφιωϑ, υἱοὶ Φαϱιδα, υἱοὶ Ιεηλι, υἱοὶ Λοζων, υἱοὶ Ισδαηλ, υἱοὶ Σαφυϑι,
5:34 υἱοὶ Αγια, υἱοὶ Φαϰαϱεϑ – σαϐιη, υἱοὶ Σαϱωϑιε, υἱοὶ Μασιας, υἱοὶ Γας, υἱοὶ Αδδȣς, υἱοὶ Σȣϐας, υἱοὶ Αφεϱϱα, υἱοὶ Βαϱωδις, υἱοὶ Σαφατ, υἱοὶ Αμων.
5:35 ϖάντες οἱ ἱεϱόδȣλοι ϗ οἱ υἱοὶ τῶν ϖαίδων Σαλωμων τϱιαϰόσιοι ἑϐδομήϰοντα δύο. –
5:36 ȣ̔͂τοι ἀναϐάντες ἀϖὸ Θεϱμελεϑ ϗ Θελεϱσας, ἡγȣ́μενος αὐτῶν Χαϱααϑ, Αδαν ϗ Αμαϱ,
5:37 ϗ ȣ̓ϰ ἠδύναντο ἀϖαγγεῖλαι τὰς ϖατϱιὰς αὐτῶν ϗ γενεὰς ὡς ἐϰ τȣ̃ Ισϱαηλ εἰσίν· υἱοὶ Δαλαν τȣ̃ υἱȣ̃ Τȣϐαν, υἱοὶ Νεϰωδαν, ἑξαϰόσιοι ϖεντήϰοντα δύο.
5:38 ϗ ἐϰ τῶν ἱεϱέων οἱ ἐμϖοιȣ́μενοι ἱεϱωσύνης ϗ ȣ̓χ εὑϱέϑησαν· υἱοὶ Οϐϐια, υἱοὶ Αϰϰως, υἱοὶ Ιοδδȣς τȣ̃ λαϐόντος Αυγιαν γυναῖϰα τῶν ϑυγατέϱων Φαϱζελλαιȣ ϗ ἐϰλήϑη ἐϖὶ τῷ ὀνόματι αὐτȣ̃·
5:39 ϗ τȣ́των ζητηϑείσης τῆς γενιϰῆς γϱαφῆς ἐν τῷ ϰαταλοχισμῷ ϗ μὴ εὑϱεϑείσης ἐχωϱίσϑησαν τȣ̃ ἱεϱατεύειν,
5:40 ϗ εἶϖεν αὐτοῖς Νεεμιας ϗ Ατϑαϱιας μὴ μετέχειν τῶν ἁγίων αὐτȣ́ς, ἕως ἀναϛῇ ἀϱχιεϱεὺς ἐνδεδυμένος τὴν δήλωσιν ϗ τὴν ἀλήϑειαν. –
5:41 οἱ δὲ ϖάντες ἦσαν· Ισϱαηλ ἀϖὸ δωδεϰαετȣ̃ς χωϱὶς ϖαίδων ϗ ϖαιδισϰῶν μυϱιάδες τέσσαϱες δισχίλιοι τϱιαϰόσιοι ἑξήϰοντα· ϖαῖδες τȣ́των ϗ ϖαιδίσϰαι ἑϖταϰισχίλιοι τϱιαϰόσιοι τϱιάϰοντα ἑϖτά· ψάλται ϗ ψαλτῳδοὶ διαϰόσιοι τεσσαϱάϰοντα ϖέντε·
5:42 ϰάμηλοι τετϱαϰόσιοι τϱιάϰοντα ϖέντε, ϗ ἵϖϖοι ἑϖταϰισχίλιοι τϱιάϰοντα ἕξ, ἡμίονοι διαϰόσιοι τεσσαϱάϰοντα ϖέντε, ὑϖοζύγια ϖενταϰισχίλια ϖενταϰόσια εἴϰοσι ϖέντε. –
5:43 ϗ ἐϰ τῶν ἡγȣμένων ϰατὰ τὰς ϖατϱιὰς ἐν τῷ ϖαϱαγίνεσϑαι αὐτȣ̀ς εἰς τὸ ἱεϱὸν τȣ̃ ϑεȣ̃ τὸ ἐν Ιεϱȣσαλημ εὔξαντο ἐγεῖϱαι τὸν οἶϰον ἐϖὶ τȣ̃ τόϖȣ αὐτȣ̃ ϰατὰ τὴν αὐτῶν δύναμιν
5:44 ϗ δȣ̃ναι εἰς τὸ ἱεϱὸν γαζοφυλάϰιον τῶν ἔϱγων χϱυσίȣ μνᾶς χιλίας ϗ ἀϱγυϱίȣ μνᾶς ϖενταϰισχιλίας ϗ ϛολὰς ἱεϱατιϰὰς ἑϰατόν. –
5:45 ϗ ϰατῳϰίσϑησαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ ἐϰ τȣ̃ λαȣ̃ ἐν Ιεϱȣσαλημ ϗ τῇ χώϱᾳ, οἵ τε ἱεϱοψάλται ϗ οἱ ϑυϱωϱοὶ ϗ ϖᾶς Ισϱαηλ ἐν ταῖς ϰώμαις αὐτῶν.
5:46 Ἐνϛάντος δὲ τȣ̃ ἑϐδόμȣ μηνὸς ϗ ὄντων τῶν υἱῶν Ισϱαηλ ἑϰάϛȣ ἐν τοῖς ἰδίοις συνήχϑησαν ὁμοϑυμαδὸν εἰς τὸ εὐϱύχωϱον τȣ̃ ϖϱώτȣ ϖυλῶνος τȣ̃ ϖϱὸς τῇ ἀνατολῇ.
5:47 ϗ ϰαταϛὰς Ἰησȣ̃ς ὁ τȣ̃ Ιωσεδεϰ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ οἱ ἱεϱεῖς ϗ Ζοϱοϐαϐελ ὁ τȣ̃ Σαλαϑιηλ ϗ οἱ τȣ́τȣ ἀδελφοὶ ἡτοίμασαν τὸ ϑυσιαϛήϱιον τȣ̃ ϑεȣ̃ τȣ̃ Ισϱαηλ
5:48 ϖϱοσενέγϰαι ἐϖ’ αὐτȣ̃ ὁλοϰαυτώσεις ἀϰολȣ́ϑως τοῖς ἐν τῇ Μωυσέως ϐίϐλῳ τȣ̃ ἀνϑϱώϖȣ τȣ̃ ϑεȣ̃ διηγοϱευμένοις.
5:49 ϗ ἐϖισυνήχϑησαν αὐτοῖς ἐϰ τῶν ἄλλων ἐϑνῶν τῆς γῆς. ϗ ϰατώϱϑωσαν τὸ ϑυσιαϛήϱιον ἐϖὶ τȣ̃ τόϖȣ αὐτȣ̃, ὅτι ἐν ἔχϑϱᾳ ἦσαν αὐτοῖς ϗ ϰατίσχυσαν αὐτȣ̀ς ϖάντα τὰ ἔϑνη τὰ ἐϖὶ τῆς γῆς, ϗ ἀνέφεϱον ϑυσίας ϰατὰ τὸν ϰαιϱὸν ϗ ὁλοϰαυτώματα τῷ ϰυϱίῳ τὸ ϖϱωινὸν ϗ τὸ δειλινὸν
5:50 ϗ ἠγάγοσαν τὴν τῆς σϰηνοϖηγίας ἑοϱτήν, ὡς ἐϖιτέταϰται ἐν τῷ νόμῳ, ϗ ϑυσίας ϰαϑ’ ἡμέϱαν, ὡς ϖϱοσῆϰον ἦν,
5:51 ϗ μετὰ ταῦτα ϖϱοσφοϱὰς ἐνδελεχισμȣ̃ ϗ ϑυσίας σαϐϐάτων ϗ νȣμηνιῶν ϗ ἑοϱτῶν ϖασῶν ἡγιασμένων.
5:52 ϗ ὅσοι εὔξαντο εὐχὴν τῷ ϑεῷ, ἀϖὸ τῆς νȣμηνίας τȣ̃ ἑϐδόμȣ μηνὸς ἤϱξαντο ϖϱοσφέϱειν ϑυσίας τῷ ϑεῷ, ϗ ὁ ναὸς τȣ̃ ϑεȣ̃ ȣ̓́ϖω ᾠϰοδόμητο.
5:53 ϗ ἔδωϰαν ἀϱγύϱιον τοῖς λατόμοις ϗ τέϰτοσι ϗ ϐϱωτὰ ϗ ϖοτὰ ϗ χαϱα τοῖς Σιδωνίοις ϗ Τυϱίοις εἰς τὸ ϖαϱάγειν αὐτȣ̀ς ἐϰ τȣ̃ Λιϐάνȣ ξύλα ϰέδϱινα διαφέϱειν σχεδίας εἰς τὸν Ιοϖϖης λιμένα ϰατὰ τὸ ϖϱόϛαγμα τὸ γϱαφὲν αὐτοῖς ϖαϱὰ Κύϱȣ τȣ̃ Πεϱσῶν ϐασιλέως. –
5:54 ϗ τῷ δευτέϱῳ ἔτει ϖαϱαγενόμενος εἰς τὸ ἱεϱὸν τȣ̃ ϑεȣ̃ εἰς Ιεϱȣσαλημ μηνὸς δευτέϱȣ ἤϱξατο Ζοϱοϐαϐελ ὁ τȣ̃ Σαλαϑιηλ ϗ Ἰησȣ̃ς ὁ τȣ̃ Ιωσεδεϰ ϗ οἱ ἀδελφοὶ αὐτῶν ϗ οἱ ἱεϱεῖς οἱ Λευῖται ϗ ϖάντες οἱ ϖαϱαγενόμενοι ἐϰ τῆς αἰχμαλωσίας εἰς Ιεϱȣσαλημ
5:55 ϗ ἐϑεμελίωσαν τὸν ναὸν τȣ̃ ϑεȣ̃ τῇ νȣμηνίᾳ τȣ̃ δευτέϱȣ μηνὸς τȣ̃ δευτέϱȣ ἔτȣς ἐν τῷ ἐλϑεῖν εἰς τὴν Ιȣδαίαν ϗ Ιεϱȣσαλημ.
5:56 ϗ ἔϛησαν τȣ̀ς Λευίτας ἀϖὸ εἰϰοσαετȣ̃ς ἐϖὶ τῶν ἔϱγων τȣ̃ ϰυϱίȣ, ϗ ἔϛη Ἰησȣ̃ς ϗ οἱ υἱοὶ ϗ οἱ ἀδελφοὶ ϗ Καδμιηλ ὁ ἀδελφὸς ϗ οἱ υἱοὶ Ἰησȣ̃ Ημαδαϐȣν ϗ οἱ υἱοὶ Ιωδα τȣ̃ Ιλιαδȣν σὺν τοῖς υἱοῖς ϗ ἀδελφοῖς, ϖάντες οἱ Λευῖται, ὁμοϑυμαδὸν ἐϱγοδιῶϰται ϖοιȣ̃ντες εἰς τὰ ἔϱγα ἐν τῷ οἴϰῳ τȣ̃ ϑεȣ̃.
5:57 ϗ ᾠϰοδόμησαν οἱ οἰϰοδόμοι τὸν ναὸν τȣ̃ ϰυϱίȣ, ϗ ἔϛησαν οἱ ἱεϱεῖς ἐϛολισμένοι μετὰ μȣσιϰῶν ϗ σαλϖίγγων ϗ οἱ Λευῖται υἱοὶ Ασαφ ἔχοντες τὰ ϰύμϐαλα ὑμνȣ̃ντες τῷ ϰυϱίῳ ϗ εὐλογȣ̃ντες ϰατὰ Δαυιδ ϐασιλέα τȣ̃ Ισϱαηλ
5:58 ϗ ἐφώνησαν δι’ ὕμνων ὁμολογȣ̃ντες τῷ ϰυϱίῳ, ὅτι ἡ χϱηϛότης αὐτȣ̃ ϗ ἡ δόξα εἰς τȣ̀ς αἰῶνας ϖαντὶ Ισϱαηλ.
5:59 ϗ ϖᾶς ὁ λαὸς ἐσάλϖισαν ϗ ἐϐόησαν φωνῇ μεγάλῃ ὑμνȣ̃ντες τῷ ϰυϱίῳ ἐϖὶ τῇ ἐγέϱσει τȣ̃ οἴϰȣ τȣ̃ ϰυϱίȣ.
5:60 ϗ ἤλϑοσαν ἐϰ τῶν ἱεϱέων τῶν Λευιτῶν ϗ τῶν ϖϱοϰαϑημένων ϰατὰ τὰς ϖατϱιὰς αὐτῶν οἱ ϖϱεσϐύτεϱοι οἱ ἑωϱαϰότες τὸν ϖϱὸ τȣ́τȣ οἶϰον ϖϱὸς τὴν τȣ́τȣ οἰϰοδομὴν μετὰ ϰϱαυγῆς ϗ ϰλαυϑμȣ̃ μεγάλȣ
5:61 ϗ ϖολλοὶ διὰ σαλϖίγγων ϗ χαϱᾶς μεγάλῃ τῇ φωνῇ
5:62 ὥϛε τὸν λαὸν μὴ ἀϰȣ́ειν τῶν σαλϖίγγων διὰ τὸν ϰλαυϑμὸν τȣ̃ λαȣ̃, ὁ γὰϱ ὄχλος ἦν ὁ σαλϖίζων μεγαλωϛὶ ὥϛε μαϰϱόϑεν ἀϰȣ́εσϑαι.
5:63 Ϗ ἀϰȣ́σαντες οἱ ἐχϑϱοὶ τῆς φυλῆς Ιȣδα ϗ Βενιαμιν ἤλϑοσαν ἐϖιγνῶναι τίς ἡ φωνὴ τῶν σαλϖίγγων.
5:64 ϗ ἐϖέγνωσαν ὅτι οἱ ἐϰ τῆς αἰχμαλωσίας οἰϰοδομȣ̃σιν τὸν ναὸν τῷ ϰυϱίῳ ϑεῷ Ισϱαηλ,
5:65 ϗ ϖϱοσελϑόντες τῷ Ζοϱοϐαϐελ ϗ Ἰησȣ̃ ϗ τοῖς ἡγȣμένοις τῶν ϖατϱιῶν λέγȣσιν αὐτοῖς Συνοιϰοδομήσομεν ὑμῖν·
5:66 ὁμοίως γὰϱ ὑμῖν ἀϰȣ́ομεν τȣ̃ ϰυϱίȣ ὑμῶν ϗ αὐτῷ ἐϖιϑύομεν ἀϖὸ ἡμεϱῶν Ασϐασαϱεϑ ϐασιλέως Ἀσσυϱίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦϑα.
5:67 ϗ εἶϖεν αὐτοῖς Ζοϱοϐαϐελ ϗ Ἰησȣ̃ς ϗ οἱ ἡγȣ́μενοι τῶν ϖατϱιῶν τȣ̃ Ισϱαηλ Ȣ̓χ ὑμῖν ϗ ἡμῖν τȣ̃ οἰϰοδομῆσαι τὸν οἶϰον ϰυϱίῳ τῷ ϑεῷ ἡμῶν·
5:68 ἡμεῖς γὰϱ μόνοι οἰϰοδομήσομεν τῷ ϰυϱίῳ τȣ̃ Ισϱαηλ ἀϰολȣ́ϑως οἷς ϖϱοσέταξεν ἡμῖν Κῦϱος ὁ ϐασιλεὺς Πεϱσῶν.
5:69 τὰ δὲ ἔϑνη τῆς γῆς ἐϖιϰείμενα τοῖς ἐν τῇ Ιȣδαίᾳ ϗ ϖολιοϱϰȣ̃ντες εἶϱγον τȣ̃ οἰϰοδομεῖν
5:70 ϗ ἐϖιϐȣλὰς ϗ δημαγωγίας ϗ ἐϖισυϛάσεις ϖοιȣ́μενοι ἀϖεϰώλυσαν τȣ̃ ἐϖιτελεσϑῆναι τὴν οἰϰοδομὴν ϖάντα τὸν χϱόνον τῆς ζωῆς τȣ̃ ϐασιλέως Κύϱȣ.
5:71 ϗ εἴϱχϑησαν τῆς οἰϰοδομῆς ἔτη δύο ἕως τῆς Δαϱείȣ ϐασιλείας.
6:1 Ἐν δὲ τῷ δευτέϱῳ ἔτει τῆς τȣ̃ Δαϱείȣ ϐασιλείας ἐϖϱοφήτευσεν Αγγαιος ϗ Ζαχαϱιας ὁ τȣ̃ Εδδι οἱ ϖϱοφῆται ἐϖὶ τȣ̀ς Ιȣδαίȣς τȣ̀ς ἐν τῇ Ιȣδαίᾳ ϗ Ιεϱȣσαλημ ἐϖὶ τῷ ὀνόματι ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ ἐϖ’ αὐτȣ́ς.
6:2 τότε ϛὰς Ζοϱοϐαϐελ ὁ τȣ̃ Σαλαϑιηλ ϗ Ἰησȣ̃ς ὁ τȣ̃ Ιωσεδεϰ ἤϱξαντο οἰϰοδομεῖν τὸν οἶϰον τȣ̃ ϰυϱίȣ τὸν ἐν Ιεϱȣσαλημ συνόντων τῶν ϖϱοφητῶν τȣ̃ ϰυϱίȣ ϐοηϑȣ́ντων αὐτοῖς.
6:3 ἐν αὐτῷ τῷ χϱόνῳ ϖαϱῆν ϖϱὸς αὐτȣ̀ς Σισίννης ὁ ἔϖαϱχος Συϱίας ϗ Φοινίϰης ϗ Σαϑϱαϐȣζάνης ϗ οἱ συνέταιϱοι ϗ εἶϖαν αὐτοῖς
6:4 Τίνος ὑμῖν συντάξαντος τὸν οἶϰον τȣ̃τον οἰϰοδομεῖτε ϗ τὴν ϛέγην ταύτην ϗ τἄλλα ϖάντα ἐϖιτελεῖτε; ϗ τίνες εἰσὶν οἱ οἰϰοδόμοι οἱ ταῦτα ἐϖιτελȣ̃ντες;
6:5 ϗ ἔσχοσαν χάϱιν ἐϖισϰοϖῆς γενομένης ἐϖὶ τὴν αἰχμαλωσίαν ϖαϱὰ τȣ̃ ϰυϱίȣ οἱ ϖϱεσϐύτεϱοι τῶν Ιȣδαίων
6:6 ϗ ȣ̓ϰ ἐϰωλύϑησαν τῆς οἰϰοδομῆς μέχϱι τȣ̃ ὑϖοσημανϑῆναι Δαϱείῳ ϖεϱὶ αὐτῶν ϗ ϖϱοσφωνηϑῆναι.
6:7 Ἀντίγϱαφον ἐϖιϛολῆς, ἧς ἔγϱαψεν Δαϱείῳ ϗ ἀϖέϛειλεν Σισίννης ὁ ἔϖαϱχος Συϱίας ϗ Φοινίϰης ϗ Σαϑϱαϐȣζάνης ϗ οἱ συνέταιϱοι οἱ ἐν Συϱίᾳ ϗ Φοινίϰῃ ἡγεμόνες
6:8 Βασιλεῖ Δαϱείῳ χαίϱειν. ϖάντα γνωϛὰ ἔϛω τῷ ϰυϱίῳ ἡμῶν τῷ ϐασιλεῖ, ὅτι ϖαϱαγενόμενοι εἰς τὴν χώϱαν τῆς Ιȣδαίας ϗ ἐλϑόντες εἰς Ιεϱȣσαλημ τὴν ϖόλιν ϰατελάϐομεν τῆς αἰχμαλωσίας τȣ̀ς ϖϱεσϐυτέϱȣς τῶν Ιȣδαίων ἐν Ιεϱȣσαλημ τῇ ϖόλει οἰϰοδομȣ̃ντας οἶϰον τῷ ϰυϱίῳ μέγαν ϰαινὸν διὰ λίϑων ξυϛῶν ϖολυτελῶν ξύλων τιϑεμένων ἐν τοῖς τοίχοις
6:9 ϗ τὰ ἔϱγα ἐϰεῖνα ἐϖὶ σϖȣδῆς γιγνόμενα ϗ εὐοδȣ́μενον τὸ ἔϱγον ἐν ταῖς χεϱσὶν αὐτῶν ϗ ἐν ϖάσῃ δόξῃ ϗ ἐϖιμελείᾳ συντελȣ́μενα.
6:10 τότε ἐϖυνϑανόμεϑα τῶν ϖϱεσϐυτέϱων τȣ́των λέγοντες Τίνος ὑμῖν ϖϱοϛάξαντος οἰϰοδομεῖτε τὸν οἶϰον τȣ̃τον ϗ τὰ ἔϱγα ταῦτα ϑεμελιȣ̃τε;
6:11 ἐϖηϱωτήσαμεν ȣ̓͂ν αὐτȣ̀ς εἵνεϰεν τȣ̃ γνωϱίσαι σοι ϗ γϱάψαι σοι τȣ̀ς ἀνϑϱώϖȣς τȣ̀ς ἀφηγȣμένȣς ϗ τὴν ὀνοματογϱαφίαν ᾐτȣ̃μεν αὐτȣ̀ς τῶν ϖϱοϰαϑηγȣμένων.
6:12 οἱ δὲ ἀϖεϰϱίϑησαν ἡμῖν λέγοντες Ἡμεῖς ἐσμεν ϖαῖδες τȣ̃ ϰυϱίȣ τȣ̃ ϰτίσαντος τὸν ȣ̓ϱανὸν ϗ τὴν γῆν.
6:13 ϗ ᾠϰοδόμητο ὁ οἶϰος ἔμϖϱοσϑεν ἐτῶν ϖλειόνων διὰ ϐασιλέως τȣ̃ Ισϱαηλ μεγάλȣ ϗ ἰσχυϱȣ̃ ϗ ἐϖετελέσϑη.
6:14 ϗ ἐϖεὶ οἱ ϖατέϱες ἡμῶν ϖαϱαϖιϰϱάναντες ἥμαϱτον εἰς τὸν ϰύϱιον τȣ̃ Ισϱαηλ τὸν ȣ̓ϱάνιον, ϖαϱέδωϰεν αὐτȣ̀ς εἰς χεῖϱας Ναϐȣχοδονοσοϱ ϐασιλέως Βαϐυλῶνος ϐασιλέως τῶν Χαλδαίων·
6:15 τόν τε οἶϰον ϰαϑελόντες ἐνεϖύϱισαν ϗ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαϐυλῶνα.
6:16 ἐν δὲ τῷ ϖϱώτῳ ἔτει ϐασιλεύοντος Κύϱȣ χώϱας Βαϐυλωνίας ἔγϱαψεν ὁ ϐασιλεὺς Κῦϱος οἰϰοδομῆσαι τὸν οἶϰον τȣ̃τον·
6:17 ϗ τὰ ἱεϱὰ σϰεύη τὰ χϱυσᾶ ϗ τὰ ἀϱγυϱᾶ, ἃ ἐξήνεγϰεν Ναϐȣχοδονοσοϱ ἐϰ τȣ̃ οἴϰȣ τȣ̃ ἐν Ιεϱȣσαλημ ϗ ἀϖηϱείσατο αὐτὰ ἐν τῷ ἑαυτȣ̃ ναῷ, ϖάλιν ἐξήνεγϰεν αὐτὰ Κῦϱος ὁ ϐασιλεὺς ἐϰ τȣ̃ ναȣ̃ τȣ̃ ἐν Βαϐυλῶνι, ϗ ϖαϱεδόϑη Ζοϱοϐαϐελ ϗ Σαναϐασσάϱῳ τῷ ἐϖάϱχῳ,
6:18 ϗ ἐϖετάγη αὐτῷ ἀϖενέγϰαντι ϖάντα τὰ σϰεύη ταῦτα ἀϖοϑεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιεϱȣσαλημ ϗ τὸν ναὸν τȣ̃ ϰυϱίȣ τȣ̃τον οἰϰοδομηϑῆναι ἐϖὶ τȣ̃ τόϖȣ.
6:19 τότε ὁ Σαναϐάσσαϱος ἐϰεῖνος ϖαϱαγενόμενος ἐνεϐάλετο τȣ̀ς ϑεμελίȣς τȣ̃ οἴϰȣ ϰυϱίȣ τȣ̃ ἐν Ιεϱȣσαλημ, ϗ ἀϖ’ ἐϰείνȣ μέχϱι τȣ̃ νῦν οἰϰοδομȣ́μενος ȣ̓ϰ ἔλαϐεν συντέλειαν.
6:20 νῦν ȣ̓͂ν, εἰ ϰϱίνεται, ϐασιλεῦ, ἐϖισϰεϖήτω ἐν τοῖς ϐασιλιϰοῖς ϐιϐλιοφυλαϰίοις τȣ̃ ϰυϱίȣ ϐασιλέως τοῖς ἐν Βαϐυλῶνι·
6:21 ϗ ἐὰν εὑϱίσϰηται μετὰ τῆς γνώμης Κύϱȣ τȣ̃ ϐασιλέως γενομένην τὴν οἰϰοδομὴν τȣ̃ οἴϰȣ ϰυϱίȣ τȣ̃ ἐν Ιεϱȣσαλημ ϗ ϰϱίνηται τῷ ϰυϱίῳ ϐασιλεῖ ἡμῶν, ϖϱοσφωνησάτω ἡμῖν ϖεϱὶ τȣ́των.
6:22 Τότε ὁ ϐασιλεὺς Δαϱεῖος ϖϱοσέταξεν ἐϖισϰέψασϑαι ἐν τοῖς ϐασιλιϰοῖς ϐιϐλιοφυλαϰίοις τοῖς ϰειμένοις ἐν Βαϐυλῶνι, ϗ εὑϱέϑη ἐν Ἐϰϐατάνοις τῇ ϐάϱει τῇ ἐν Μηδίᾳ χώϱᾳ τόμος εἷς, ἐν ᾧ ὑϖεμνημάτιϛο τάδε
6:23 Ἔτȣς ϖϱώτȣ ϐασιλεύοντος Κύϱȣ· ϐασιλεὺς Κῦϱος ϖϱοσέταξεν τὸν οἶϰον τȣ̃ ϰυϱίȣ τὸν ἐν Ιεϱȣσαλημ οἰϰοδομῆσαι, ὅϖȣ ἐϖιϑύȣσιν διὰ ϖυϱὸς ἐνδελεχȣ̃ς,
6:24 ȣ̔͂ τὸ ὕψος ϖήχεων ἑξήϰοντα, ϖλάτος ϖήχεων ἑξήϰοντα, διὰ δόμων λιϑίνων ξυϛῶν τϱιῶν ϗ δόμȣ ξυλίνȣ ἐγχωϱίȣ ϰαινȣ̃ ἑνός, ϗ τὸ δαϖάνημα δοϑῆναι ἐϰ τȣ̃ οἴϰȣ Κύϱȣ τȣ̃ ϐασιλέως·
6:25 ϗ τὰ ἱεϱὰ σϰεύη τȣ̃ οἴϰȣ ϰυϱίȣ, τά τε χϱυσᾶ ϗ τὰ ἀϱγυϱᾶ, ἃ ἐξήνεγϰεν Ναϐȣχοδονοσοϱ ἐϰ τȣ̃ οἴϰȣ τȣ̃ ἐν Ιεϱȣσαλημ ϗ ἀϖήνεγϰεν εἰς Βαϐυλῶνα, ἀϖοϰαταϛαϑῆναι εἰς τὸν οἶϰον τὸν ἐν Ιεϱȣσαλημ, ȣ̔͂ ἦν ϰείμενα, ὅϖως τεϑῇ ἐϰεῖ.
6:26 ϖϱοσέταξεν δὲ ἐϖιμεληϑῆναι Σισίννῃ ἐϖάϱχῳ Συϱίας ϗ Φοινίϰης ϗ Σαϑϱαϐȣζάνῃ ϗ τοῖς συνεταίϱοις ϗ τοῖς ἀϖοτεταγμένοις ἐν Συϱίᾳ ϗ Φοινίϰῃ ἡγεμόσιν ἀϖέχεσϑαι τȣ̃ τόϖȣ, ἐᾶσαι δὲ τὸν ϖαῖδα τȣ̃ ϰυϱίȣ Ζοϱοϐαϐελ, ἔϖαϱχον δὲ τῆς Ιȣδαίας, ϗ τȣ̀ς ϖϱεσϐυτέϱȣς τῶν Ιȣδαίων τὸν οἶϰον τȣ̃ ϰυϱίȣ ἐϰεῖνον οἰϰοδομεῖν ἐϖὶ τȣ̃ τόϖȣ.
6:27 ϰἀγὼ δὲ ἐϖέταξα ὁλοσχεϱῶς οἰϰοδομῆσαι ϗ ἀτενίσαι ἵνα συμϖοιῶσιν τοῖς ἐϰ τῆς αἰχμαλωσίας τῆς Ιȣδαίας μέχϱι τȣ̃ ἐϖιτελεσϑῆναι τὸν οἶϰον τȣ̃ ϰυϱίȣ·
6:28 ϗ ἀϖὸ τῆς φοϱολογίας Κοίλης Συϱίας ϗ Φοινίϰης ἐϖιμελῶς σύνταξιν δίδοσϑαι τȣ́τοις τοῖς ἀνϑϱώϖοις εἰς ϑυσίας τῷ ϰυϱίῳ, Ζοϱοϐαϐελ ἐϖάϱχῳ, εἰς ταύϱȣς ϗ ϰϱιȣ̀ς ϗ ἄϱνας,
6:29 ὁμοίως δὲ ϗ ϖυϱὸν ϗ ἅλα ϗ οἶνον ϗ ἔλαιον ἐνδελεχῶς ϰατ’ ἐνιαυτόν, ϰαϑὼς ἂν οἱ ἱεϱεῖς οἱ ἐν Ιεϱȣσαλημ ὑϖαγοϱεύσωσιν ἀναλίσϰεσϑαι ϰαϑ’ ἡμέϱαν ἀναμφισϐητήτως,
6:30 ὅϖως ϖϱοσφέϱωνται σϖονδαὶ τῷ ϑεῷ τῷ ὑψίϛῳ ὑϖὲϱ τȣ̃ ϐασιλέως ϗ τῶν ϖαίδων ϗ ϖϱοσεύχωνται ϖεϱὶ τῆς αὐτῶν ζωῆς.
6:31 ϗ ϖϱοσέταξεν ἵνα ὅσοι ἐὰν ϖαϱαϐῶσίν τι τῶν ϖϱοειϱημένων ϗ τῶν ϖϱοσγεγϱαμμένων ἢ ϗ ἀϰυϱώσωσιν, λημφϑῆναι ξύλον ἐϰ τῶν ἰδίων αὐτȣ̃ ϗ ἐϖὶ τȣ́τȣ ϰϱεμασϑῆναι ϗ τὰ ὑϖάϱχοντα αὐτȣ̃ εἶναι ϐασιλιϰά.
6:32 διὰ ταῦτα ϗ ὁ ϰύϱιος, ȣ̔͂ τὸ ὄνομα αὐτȣ̃ ἐϖιϰέϰληται ἐϰεῖ, ἀφανίσαι ϖάντα ϐασιλέα ϗ ἔϑνος, ὃς ἐϰτενεῖ τὴν χεῖϱα αὐτȣ̃ ϰωλῦσαι ἢ ϰαϰοϖοιῆσαι τὸν οἶϰον τȣ̃ ϰυϱίȣ ἐϰεῖνον τὸν ἐν Ιεϱȣσαλημ.
6:33 ἐγὼ ϐασιλεὺς Δαϱεῖος δεδογμάτιϰα ἐϖιμελῶς ϰατὰ ταῦτα γίγνεσϑαι.
7:1 Τότε Σισίννης ὁ ἔϖαϱχος Κοίλης Συϱίας ϗ Φοινίϰης ϗ Σαϑϱαϐȣζάνης ϗ οἱ συνέταιϱοι ϰαταϰολȣϑήσαντες τοῖς ὑϖὸ τȣ̃ ϐασιλέως Δαϱείȣ ϖϱοϛαγεῖσιν
7:2 ἐϖεϛάτȣν τῶν ἱεϱῶν ἔϱγων ἐϖιμελέϛεϱον συνεϱγȣ̃ντες τοῖς ϖϱεσϐυτέϱοις τῶν Ιȣδαίων ϗ ἱεϱοϛάταις.
7:3 ϗ εὔοδα ἐγίνετο τὰ ἱεϱὰ ἔϱγα ϖϱοφητευόντων Αγγαιȣ ϗ Ζαχαϱιȣ τῶν ϖϱοφητῶν,
7:4 ϗ συνετέλεσαν ταῦτα διὰ ϖϱοϛάγματος τȣ̃ ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ,
7:5 ϗ μετὰ τῆς γνώμης Κύϱȣ ϗ Δαϱείȣ ϗ Ἀϱταξέϱξȣ ϐασιλέως Πεϱσῶν συνετελέσϑη ὁ οἶϰος ὁ ἅγιος ἕως τϱίτης ϗ εἰϰάδος μηνὸς Αδαϱ τȣ̃ ἕϰτȣ ἔτȣς ϐασιλέως Δαϱείȣ.
7:6 ϗ ἐϖοίησαν οἱ υἱοὶ Ισϱαηλ ϗ οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ λοιϖοὶ οἱ ἐϰ τῆς αἰχμαλωσίας οἱ ϖϱοϛεϑέντες ἀϰολȣ́ϑως τοῖς ἐν τῇ Μωυσέως ϐίϐλῳ·
7:7 ϗ ϖϱοσήνεγϰαν εἰς τὸν ἐγϰαινισμὸν τȣ̃ ἱεϱȣ̃ τȣ̃ ϰυϱίȣ ταύϱȣς ἑϰατόν, ϰϱιȣ̀ς διαϰοσίȣς, ἄϱνας τετϱαϰοσίȣς,
7:8 χιμάϱȣς ὑϖὲϱ ἁμαϱτίας ϖαντὸς τȣ̃ Ισϱαηλ δώδεϰα ϖϱὸς ἀϱιϑμὸν ἐϰ τῶν φυλάϱχων τȣ̃ Ισϱαηλ δώδεϰα·
7:9 ϗ ἔϛησαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ἐϛολισμένοι ϰατὰ φυλὰς ἐϖὶ τῶν ἔϱγων τȣ̃ ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ ἀϰολȣ́ϑως τῇ Μωυσέως ϐίϐλῳ ϗ οἱ ϑυϱωϱοὶ ἐφ’ ἑϰάϛȣ ϖυλῶνος.
7:10 Ϗ ἠγάγοσαν οἱ υἱοὶ Ισϱαηλ τῶν ἐϰ τῆς αἰχμαλωσίας τὸ ϖασχα ἐν τῇ τεσσαϱεσϰαιδεϰάτῃ τȣ̃ ϖϱώτȣ μηνός· ὅτι ἡγνίσϑησαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ἅμα,
7:11 ϗ ϖάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας ȣ̓χ ἡγνίσϑησαν, ὅτι οἱ Λευῖται ἅμα ϖάντες ἡγνίσϑησαν
7:12 ϗ ἔϑυσαν τὸ ϖασχα ϖᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας ϗ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱεϱεῦσιν ϗ ἑαυτοῖς.
7:13 ϗ ἐφάγοσαν οἱ υἱοὶ Ισϱαηλ οἱ ἐϰ τῆς αἰχμαλωσίας, ϖάντες οἱ χωϱισϑέντες ἀϖὸ τῶν ϐδελυγμάτων τῶν ἐϑνῶν τῆς γῆς, ζητȣ̃ντες τὸν ϰύϱιον.
7:14 ϗ ἠγάγοσαν τὴν ἑοϱτὴν τῶν ἀζύμων ἑϖτὰ ἡμέϱας εὐφϱαινόμενοι ἔναντι τȣ̃ ϰυϱίȣ,
7:15 ὅτι μετέϛϱεψεν τὴν ϐȣλὴν τȣ̃ ϐασιλέως Ἀσσυϱίων ἐϖ’ αὐτȣ̀ς ϰατισχῦσαι τὰς χεῖϱας αὐτῶν ἐϖὶ τὰ ἔϱγα ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ.
8:1 Ϗ μεταγενέϛεϱος τȣ́των ϐασιλεύοντος Ἀϱταξέϱξȣ τȣ̃ Πεϱσῶν ϐασιλέως ϖϱοσέϐη Εσδϱας Σαϱαιȣ τȣ̃ Εζεϱιȣ τȣ̃ Χελϰιȣ τȣ̃ Σαλημȣ
8:2 τȣ̃ Σαδδȣϰȣ τȣ̃ Αχιτωϐ τȣ̃ Αμαϱιȣ τȣ̃ Οζιȣ τȣ̃ Βοϰϰα τȣ̃ Αϐισȣε τȣ̃ Φινεες τȣ̃ Ελεαζαϱ τȣ̃ Ααϱων τȣ̃ ϖϱώτȣ ἱεϱέως·
8:3 ȣ̔͂τος Εσδϱας ἀνέϐη ἐϰ Βαϐυλῶνος ὡς γϱαμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐϰδεδομένῳ ὑϖὸ τȣ̃ ϑεȣ̃ τȣ̃ Ισϱαηλ,
8:4 ϗ ἔδωϰεν αὐτῷ ὁ ϐασιλεὺς δόξαν, εὑϱόντος χάϱιν ἐναντίον αὐτȣ̃ ἐϖὶ ϖάντα τὰ ἀξιώματα αὐτȣ̃.
8:5 ϗ συνανέϐησαν ἐϰ τῶν υἱῶν Ισϱαηλ ϗ τῶν ἱεϱέων ϗ Λευιτῶν ϗ ἱεϱοψαλτῶν ϗ ϑυϱωϱῶν ϗ ἱεϱοδȣ́λων εἰς Ιεϱοσόλυμα ἔτȣς ἑϐδόμȣ ϐασιλεύοντος Ἀϱταξέϱξȣ ἐν τῷ ϖέμϖτῳ μηνί [ȣ̔͂τος ἐνιαυτὸς ἕϐδομος τῷ ϐασιλεῖ]·
8:6 ἐξελϑόντες γὰϱ ἐϰ Βαϐυλῶνος τῇ νȣμηνίᾳ τȣ̃ ϖϱώτȣ μηνὸς ἐν τῇ νȣμηνίᾳ τȣ̃ ϖέμϖτȣ μηνὸς ϖαϱεγένοντο εἰς Ιεϱοσόλυμα ϰατὰ τὴν δοϑεῖσαν αὐτοῖς εὐοδίαν ϖαϱὰ τȣ̃ ϰυϱίȣ ἐϖ’ αὐτῷ.
8:7 ὁ γὰϱ Εσδϱας ϖολλὴν ἐϖιϛήμην ϖεϱιεῖχεν εἰς τὸ μηδὲν ϖαϱαλιϖεῖν τῶν ἐϰ τȣ̃ νόμȣ ϰυϱίȣ ϗ ἐϰ τῶν ἐντολῶν διδάξαι τὸν ϖάντα Ισϱαηλ ϖάντα τὰ διϰαιώματα ϗ τὰ ϰϱίματα.
8:8 Πϱοσϖεσόντος δὲ τȣ̃ γϱαφέντος ϖϱοϛάγματος ϖαϱὰ Ἀϱταξέϱξȣ τȣ̃ ϐασιλέως ϖϱὸς Εσδϱαν τὸν ἱεϱέα ϗ ἀναγνώϛην τȣ̃ νόμȣ ϰυϱίȣ, ȣ̔͂ ἐϛιν ἀντίγϱαφον τὸ ὑϖοϰείμενον
8:9 Βασιλεὺς Ἀϱταξέϱξης Εσδϱα τῷ ἱεϱεῖ ϗ ἀναγνώϛῃ τȣ̃ νόμȣ ϰυϱίȣ χαίϱειν.
8:10 ϗ τὰ φιλάνϑϱωϖα ἐγὼ ϰϱίνας ϖϱοσέταξα τȣ̀ς ϐȣλομένȣς ἐϰ τȣ̃ ἔϑνȣς τῶν Ιȣδαίων αἱϱετίζοντας ϗ τῶν ἱεϱέων ϗ τῶν Λευιτῶν, ϗ τῶν δὲ ἐν τῇ ἡμετέϱᾳ ϐασιλείᾳ, συμϖοϱεύεσϑαί σοι εἰς Ιεϱȣσαλημ.
8:11 ὅσοι ȣ̓͂ν ἐνϑυμȣ̃νται, συνεξοϱμάτωσαν, ϰαϑάϖεϱ δέδοϰται ἐμοί τε ϗ τοῖς ἑϖτὰ φίλοις συμϐȣλευταῖς,
8:12 ὅϖως ἐϖισϰέψωνται τὰ ϰατὰ τὴν Ιȣδαίαν ϗ Ιεϱȣσαλημ ἀϰολȣ́ϑως ᾧ ἔχει ἐν τῷ νόμῳ τȣ̃ ϰυϱίȣ,
8:13 ϗ ἀϖενεγϰεῖν δῶϱα τῷ ϰυϱίῳ τȣ̃ Ισϱαηλ, ἃ ηὐξάμην ἐγώ τε ϗ οἱ φίλοι, εἰς Ιεϱȣσαλημ ϗ ϖᾶν χϱυσίον ϗ ἀϱγύϱιον, ὃ ἐὰν εὑϱεϑῇ ἐν τῇ χώϱᾳ τῆς Βαϐυλωνίας, τῷ ϰυϱίῳ εἰς Ιεϱȣσαλημ σὺν τῷ δεδωϱημένῳ ὑϖὸ τȣ̃ ἔϑνȣς εἰς τὸ ἱεϱὸν τȣ̃ ϰυϱίȣ αὐτῶν τὸ ἐν Ιεϱȣσαλημ
8:14 συναχϑῆναι τό τε χϱυσίον ϗ ἀϱγύϱιον εἰς ταύϱȣς ϗ ϰϱιȣ̀ς ϗ ἄϱνας ϗ τὰ τȣ́τοις ἀϰόλȣϑα
8:15 ὥϛε ϖϱοσενεγϰεῖν ϑυσίας ἐϖὶ τὸ ϑυσιαϛήϱιον τȣ̃ ϰυϱίȣ αὐτῶν τὸ ἐν Ιεϱȣσαλημ.
8:16 ϗ ϖάντα, ὅσα ἂν ϐȣ́λῃ μετὰ τῶν ἀδελφῶν σȣ ϖοιῆσαι χϱυσίῳ ϗ ἀϱγυϱίῳ, ἐϖιτέλει ϰατὰ τὸ ϑέλημα τȣ̃ ϑεȣ̃ σȣ
8:17 ϗ τὰ ἱεϱὰ σϰεύη τȣ̃ ϰυϱίȣ τὰ διδόμενά σοι εἰς τὴν χϱείαν τȣ̃ ἱεϱȣ̃ τȣ̃ ϑεȣ̃ σȣ τȣ̃ ἐν Ιεϱȣσαλημ.
8:18 ϗ τὰ λοιϖά, ὅσα ἂν ὑϖοϖίϖτῃ σοι εἰς τὴν χϱείαν τȣ̃ ἱεϱȣ̃ τȣ̃ ϑεȣ̃ σȣ, δώσεις ἐϰ τȣ̃ ϐασιλιϰȣ̃ γαζοφυλαϰίȣ·
8:19 ϰἀγὼ δὲ Ἀϱταξέϱξης ὁ ϐασιλεὺς ϖϱοσέταξα τοῖς γαζοφύλαξι Συϱίας ϗ Φοινίϰης, ἵνα ὅσα ἂν ἀϖοϛείλῃ Εσδϱας ὁ ἱεϱεὺς ϗ ἀναγνώϛης τȣ̃ νόμȣ τȣ̃ ϑεȣ̃ τȣ̃ ὑψίϛȣ, ἐϖιμελῶς διδῶσιν αὐτῷ ἕως ἀϱγυϱίȣ ταλάντων ἑϰατόν,
8:20 ὁμοίως δὲ ϗ ἕως ϖυϱȣ̃ ϰόϱων ἑϰατὸν ϗ οἴνȣ μετϱητῶν ἑϰατὸν ϗ ἅλα ἐϰ ϖλήϑȣς·
8:21 ϖάντα τὰ ϰατὰ τὸν τȣ̃ ϑεȣ̃ νόμον ἐϖιτελεσϑήτω ἐϖιμελῶς τῷ ϑεῷ τῷ ὑψίϛῳ ἕνεϰα τȣ̃ μὴ γενέσϑαι ὀϱγὴν εἰς τὴν ϐασιλείαν τȣ̃ ϐασιλέως ϗ τῶν υἱῶν.
8:22 ϗ ὑμῖν δὲ λέγεται ὅϖως ϖᾶσι τοῖς ἱεϱεῦσιν ϗ τοῖς Λευίταις ϗ ἱεϱοψάλταις ϗ ϑυϱωϱοῖς ϗ ἱεϱοδȣ́λοις ϗ ϖϱαγματιϰοῖς τȣ̃ ἱεϱȣ̃ τȣ́τȣ μηδεμία φοϱολογία μηδὲ ἄλλη ἐϖιϐολὴ γίγνηται, ϗ ἐξȣσίαν μηδένα ἔχειν ἐϖιϐαλεῖν τι τȣ́τοις.
8:23 ϗ σύ, Εσδϱα, ϰατὰ τὴν σοφίαν τȣ̃ ϑεȣ̃ ἀνάδειξον ϰϱιτὰς ϗ διϰαϛάς, ὅϖως διϰάζωσιν ἐν ὅλῃ Συϱίᾳ ϗ Φοινίϰῃ ϖάντας τȣ̀ς ἐϖιϛαμένȣς τὸν νόμον τȣ̃ ϑεȣ̃ σȣ· ϗ τȣ̀ς μὴ ἐϖιϛαμένȣς δὲ διδάξεις.
8:24 ϗ ϖάντες, ὅσοι ἐὰν ϖαϱαϐαίνωσι τὸν νόμον τȣ̃ ϑεȣ̃ σȣ ϗ τὸν ϐασιλιϰόν, ἐϖιμελῶς ϰολασϑήσονται, ἐάν τε ϗ ϑανάτῳ ἐάν τε ϗ τιμωϱίᾳ ἢ ἀϱγυϱιϰῇ ζημίᾳ ἢ ἀϖαγωγῇ.
8:25 Εὐλογητὸς μόνος ὁ ϰύϱιος ὁ δȣ̀ς ταῦτα εἰς τὴν ϰαϱδίαν τȣ̃ ϐασιλέως, δοξάσαι τὸν οἶϰον αὐτȣ̃ τὸν ἐν Ιεϱȣσαλημ,
8:26 ϗ ἐμὲ ἐτίμησεν ἔναντι τȣ̃ ϐασιλέως ϗ τῶν συμϐȣλευόντων ϗ ϖάντων τῶν φίλων ϗ μεγιϛάνων αὐτȣ̃.
8:27 ϗ ἐγὼ εὐϑαϱσὴς ἐγενόμην ϰατὰ τὴν ἀντίλημψιν ϰυϱίȣ τȣ̃ ϑεȣ̃ μȣ ϗ συνήγαγον ἐϰ τȣ̃ Ισϱαηλ ἄνδϱας ὥϛε συναναϐῆναί μοι.
8:28 Ϗ ȣ̔͂τοι οἱ ϖϱοηγȣ́μενοι ϰατὰ τὰς ϖατϱιὰς αὐτῶν ϗ τὰς μεϱιδαϱχίας οἱ ἀναϐάντες μετ’ ἐμȣ̃ ἐϰ Βαϐυλῶνος ἐν τῇ ϐασιλείᾳ Ἀϱταξέϱξȣ τȣ̃ ϐασιλέως·
8:29 ἐϰ τῶν υἱῶν Φινεες Γαϱσομος· ἐϰ τῶν υἱῶν Ιεταμαϱȣ Γαμηλος· ἐϰ τῶν υἱῶν Δαυιδ Αττȣς ὁ Σεχενιȣ·
8:30 ἐϰ τῶν υἱῶν Φοϱος Ζαχαϱιας ϗ μετ’ αὐτȣ̃ ἀϖὸ γϱαφῆς ἄνδϱες ἑϰατὸν ϖεντήϰοντα·
8:31 ἐϰ τῶν υἱῶν Φααϑμωαϐ Ελιαωνιας Ζαϱαιȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες διαϰόσιοι·
8:32 ἐϰ τῶν υἱῶν Ζαϑοης Σεχενιας Ιεζηλȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες τϱιαϰόσιοι· ἐϰ τῶν υἱῶν Αδινȣ Βην – Ιωναϑȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες διαϰόσιοι ϖεντήϰοντα·
8:33 ἐϰ τῶν υἱῶν Ηλαμ Ιεσιας Γοϑολιȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες ἑϐδομήϰοντα·
8:34 ἐϰ τῶν υἱῶν Σαφατιȣ Ζαϱαιας Μιχαηλȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες ἑϐδομήϰοντα·
8:35 ἐϰ τῶν υἱῶν Ιωαϐ Αϐαδιας Ιεζηλȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες διαϰόσιοι δέϰα δύο·
8:36 ἐϰ τῶν υἱῶν Βανι Ασσαλιμωϑ Ιωσαφιȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες ἑϰατὸν ἑξήϰοντα·
8:37 ἐϰ τῶν υἱῶν Βαϐι Ζαχαϱιας Βηϐαι ϗ μετ’ αὐτȣ̃ ἄνδϱες εἴϰοσι ὀϰτώ·
8:38 ἐϰ τῶν υἱῶν Ασγαϑ Ιωανης Αϰαταν ϗ μετ’ αὐτȣ̃ ἄνδϱες ἑϰατὸν δέϰα·
8:39 ἐϰ τῶν υἱῶν Αδωνιϰαμ οἱ ἔσχατοι, ϗ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ελιφαλατος, Ιεȣηλ ϗ Σαμαιας, ϗ μετ’ αὐτῶν ἄνδϱες ἑϐδομήϰοντα·
8:40 ἐϰ τῶν υἱῶν Βαγο Ȣϑι ὁ τȣ̃ Ιϛαλϰȣϱȣ ϗ μετ’ αὐτȣ̃ ἄνδϱες ἑϐδομήϰοντα.
8:41 Ϗ συνήγαγον αὐτȣ̀ς ἐϖὶ τὸν λεγόμενον Θεϱαν ϖοταμόν, ϗ ϖαϱενεϐάλομεν αὐτόϑι ἡμέϱας τϱεῖς, ϗ ϰατέμαϑον αὐτȣ́ς.
8:42 ϗ ἐϰ τῶν υἱῶν τῶν ἱεϱέων ϗ ἐϰ τῶν Λευιτῶν ȣ̓χ εὑϱὼν ἐϰεῖ
8:43 ἀϖέϛειλα ϖϱὸς Ελεαζαϱον ϗ Ιδȣηλον ϗ Μαασμαν ϗ Ελναταν ϗ Σαμαιαν ϗ Ιωϱιϐον, Ναϑαν, Ενναταν, Ζαχαϱιαν ϗ Μεσολαμον τȣ̀ς ἡγȣμένȣς ϗ ἐϖιϛήμονας
8:44 ϗ εἶϖα αὐτοῖς ἐλϑεῖν ϖϱὸς Αδδαιον τὸν ἡγȣ́μενον τὸν ἐν τῷ τόϖῳ τȣ̃ γαζοφυλαϰίȣ
8:45 ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω ϗ τοῖς ἀδελφοῖς αὐτȣ̃ ϗ τοῖς ἐν τῷ τόϖῳ γαζοφύλαξιν ἀϖοϛεῖλαι ἡμῖν τȣ̀ς ἱεϱατεύσοντας ἐν τῷ οἴϰῳ τȣ̃ ϰυϱίȣ ἡμῶν.
8:46 ϗ ἤγαγον ἡμῖν ϰατὰ τὴν ϰϱαταιὰν χεῖϱα τȣ̃ ϰυϱίȣ ἡμῶν ἄνδϱας ἐϖιϛήμονας τῶν υἱῶν Μοολι τȣ̃ Λευι τȣ̃ Ισϱαηλ· Ασεϐηϐιαν ϗ τȣ̀ς υἱȣ̀ς ϗ τȣ̀ς ἀδελφȣ́ς, δέϰα ὀϰτώ·
8:47 ϗ Ασεϐιαν ϗ Αννȣνον ϗ Ωσαιαν ἀδελφὸν ἐϰ τῶν υἱῶν Χανȣναιȣ ϗ οἱ υἱοὶ αὐτῶν, ἄνδϱες εἴϰοσι·
8:48 ϗ ἐϰ τῶν ἱεϱοδȣ́λων, ὧν ἔδωϰεν Δαυιδ ϗ οἱ ἡγȣ́μενοι εἰς τὴν ἐϱγασίαν τῶν Λευιτῶν, ἱεϱόδȣλοι διαϰόσιοι εἴϰοσι· ϖάντων ἐσημάνϑη ἡ ὀνοματογϱαφία.
8:49 ϗ εὐξάμην ἐϰεῖ νηϛείαν τοῖς νεανίσϰοις ἔναντι τȣ̃ ϰυϱίȣ ἡμῶν
8:50 ζητῆσαι ϖαϱ’ αὐτȣ̃ εὐοδίαν ἡμῖν τε ϗ τοῖς συνȣ̃σιν ἡμῖν τέϰνοις ἡμῶν ϗ ϰτήνεσιν.
8:51 ἐνετϱάϖην γὰϱ αἰτῆσαι τὸν ϐασιλέα ϖεζȣ́ς τε ϗ ἱϖϖεῖς ϗ ϖϱοϖομϖὴν ἕνεϰεν ἀσφαλείας τῆς ϖϱὸς τȣ̀ς ἐναντιȣμένȣς ἡμῖν·
8:52 εἴϖαμεν γὰϱ τῷ ϐασιλεῖ ὅτι Ἰσχὺς τȣ̃ ϰυϱίȣ ἡμῶν ἔϛαι μετὰ τῶν ἐϖιζητȣ́ντων αὐτὸν εἰς ϖᾶσαν ἐϖανόϱϑωσιν.
8:53 ϗ ϖάλιν ἐδεήϑημεν τȣ̃ ϰυϱίȣ ἡμῶν ϰατὰ ταῦτα ϗ εὐιλάτȣ ἐτύχομεν.
8:54 ϗ ἐχώϱισα τῶν φυλάϱχων τῶν ἱεϱέων ἄνδϱας δέϰα δύο, ϗ Σεϱεϐιαν ϗ Ασαϐιαν ϗ μετ’ αὐτῶν ἐϰ τῶν ἀδελφῶν αὐτῶν ἄνδϱας δέϰα,
8:55 ϗ ἔϛησα αὐτοῖς τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον ϗ τὰ ἱεϱὰ σϰεύη τȣ̃ οἴϰȣ τȣ̃ ϰυϱίȣ ἡμῶν, ἃ αὐτὸς ἐδωϱήσατο ὁ ϐασιλεὺς ϗ οἱ σύμϐȣλοι αὐτȣ̃ ϗ οἱ μεγιϛᾶνες ϗ ϖᾶς Ισϱαηλ.
8:56 ϗ ϛήσας ϖαϱέδωϰα αὐτοῖς ἀϱγυϱίȣ τάλαντα ἑξαϰόσια ϖεντήϰοντα ϗ σϰεύη ἀϱγυϱᾶ ταλάντων ἑϰατὸν ϗ χϱυσίȣ τάλαντα ἑϰατὸν ϗ χϱυσώματα εἴϰοσι ϗ σϰεύη χαλϰᾶ ἀϖὸ χϱηϛȣ̃ χαλϰȣ̃ ϛίλϐοντα χϱυσοειδῆ σϰεύη δώδεϰα.
8:57 ϗ εἶϖα αὐτοῖς Ϗ ὑμεῖς ἅγιοί ἐϛε τῷ ϰυϱίῳ, ϗ τὰ σϰεύη ἅγια, ϗ τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον εὐχὴ τῷ ϰυϱίῳ ϰυϱίῳ τῶν ϖατέϱων ἡμῶν·
8:58 ἀγϱυϖνεῖτε ϗ φυλάσσετε ἕως τȣ̃ ϖαϱαδȣ̃ναι αὐτὰ ὑμᾶς τοῖς φυλάϱχοις τῶν ἱεϱέων ϗ τῶν Λευιτῶν ϗ τοῖς ἡγȣμένοις τῶν ϖατϱιῶν τȣ̃ Ισϱαηλ ἐν Ιεϱȣσαλημ ἐν τοῖς ϖαϛοφοϱίοις τȣ̃ οἴϰȣ τȣ̃ ϰυϱίȣ ἡμῶν.
8:59 ϗ οἱ ϖαϱαλαϐόντες οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον ϗ τὰ σϰεύη τὰ ἐν Ιεϱȣσαλημ εἰσήνεγϰαν εἰς τὸ ἱεϱὸν τȣ̃ ϰυϱίȣ.
8:60 Ϗ ἀναζεύξαντες ἀϖὸ τȣ̃ ϖοταμȣ̃ Θεϱα τῇ δωδεϰάτῃ τȣ̃ ϖϱώτȣ μηνὸς εἰσήλϑομεν εἰς Ιεϱȣσαλημ ϰατὰ τὴν ϰϱαταιὰν χεῖϱα τȣ̃ ϰυϱίȣ ἡμῶν τὴν ἐφ’ ἡμῖν· ϗ ἐϱϱύσατο ἡμᾶς ἐϖὶ τῆς εἰσόδȣ ἀϖὸ ϖαντὸς ἐχϑϱȣ̃, ϗ ἤλϑομεν εἰς Ιεϱȣσαλημ.
8:61 ϗ γενομένης αὐτόϑι ἡμέϱας τϱίτης ϛαϑὲν τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον ϖαϱεδόϑη ἐν τῷ οἴϰῳ τȣ̃ ϰυϱίȣ ἡμῶν Μαϱμωϑι Ȣϱια ἱεϱεῖ
8:62 – ϗ μετ’ αὐτȣ̃ Ελεαζαϱ ὁ τȣ̃ Φινεες, ϗ ἦσαν μετ’ αὐτῶν Ιωσαϐδος Ἰησȣ̃ ϗ Μωεϑ Σαϐαννȣ οἱ Λευῖται – ϖϱὸς ἀϱιϑμὸν ϗ ὁλϰὴν ἅϖαντα, ϗ ἐγϱάφη ϖᾶσα ἡ ὁλϰὴ αὐτῶν αὐτῇ τῇ ὥϱᾳ.
8:63 οἱ δὲ ϖαϱαγενόμενοι ἐϰ τῆς αἰχμαλωσίας ϖϱοσήνεγϰαν ϑυσίας τῷ ϑεῷ τȣ̃ Ισϱαηλ ϰυϱίῳ ταύϱȣς δώδεϰα ὑϖὲϱ ϖαντὸς Ισϱαηλ, ϰϱιȣ̀ς ἐνενήϰοντα ἕξ, ἄϱνας ἑϐδομήϰοντα δύο, τϱάγȣς ὑϖὲϱ σωτηϱίȣ δέϰα δύο· ἅϖαντα ϑυσίαν τῷ ϰυϱίῳ.
8:64 ϗ ἀϖέδωϰαν τὰ ϖϱοϛάγματα τȣ̃ ϐασιλέως τοῖς ϐασιλιϰοῖς οἰϰονόμοις ϗ τοῖς ἐϖάϱχοις Κοίλης Συϱίας ϗ Φοινίϰης, ϗ ἐδόξασαν τὸ ἔϑνος ϗ τὸ ἱεϱὸν τȣ̃ ϰυϱίȣ.
8:65 Ϗ τȣ́των τελεσϑέντων ϖϱοσήλϑοσάν μοι οἱ ἡγȣ́μενοι λέγοντες
8:66 Ȣ̓ϰ ἐχώϱισαν τὸ ἔϑνος τȣ̃ Ισϱαηλ ϗ οἱ ἄϱχοντες ϗ οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔϑνη τῆς γῆς ϗ τὰς ἀϰαϑαϱσίας αὐτῶν, Χαναναίων ϗ Χετταίων ϗ Φεϱεζαίων ϗ Ιεϐȣσαίων ϗ Μωαϐιτῶν ϗ Αἰγυϖτίων ϗ Ιδȣμαίων·
8:67 συνῴϰησαν γὰϱ μετὰ τῶν ϑυγατέϱων αὐτῶν ϗ αὐτοὶ ϗ οἱ υἱοὶ αὐτῶν, ϗ ἐϖεμίγη τὸ σϖέϱμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔϑνη τῆς γῆς, ϗ μετεῖχον οἱ ϖϱοηγȣ́μενοι ϗ οἱ μεγιϛᾶνες τῆς ἀνομίας ταύτης ἀϖὸ τῆς ἀϱχῆς τȣ̃ ϖϱάγματος.
8:68 ϗ ἅμα τῷ ἀϰȣ̃σαί με ταῦτα διέϱϱηξα τὰ ἱμάτια ϗ τὴν ἱεϱὰν ἐσϑῆτα ϗ ϰατέτιλα τȣ̃ τϱιχώματος τῆς ϰεφαλῆς ϗ τȣ̃ ϖώγωνος ϗ ἐϰάϑισα σύννȣς ϗ ϖεϱίλυϖος.
8:69 ϗ ἐϖισυνήχϑησαν ϖϱός με ὅσοι ϖοτὲ ἐϖεϰινȣ̃ντο τῷ ῥήματι ϰυϱίȣ τȣ̃ Ισϱαηλ, ἐμȣ̃ ϖενϑȣ̃ντος ἐϖὶ τῇ ἀνομίᾳ, ϗ ἐϰαϑήμην ϖεϱίλυϖος ἕως τῆς δειλινῆς ϑυσίας.
8:70 ϗ ἐξεγεϱϑεὶς ἐϰ τῆς νηϛείας διεϱϱηγμένα ἔχων τὰ ἱμάτια ϗ τὴν ἱεϱὰν ἐσϑῆτα ϰάμψας τὰ γόνατα ϗ ἐϰτείνας τὰς χεῖϱας ϖϱὸς τὸν ϰύϱιον ἔλεγον
8:71 Κύϱιε, ᾔσχυμμαι, ἐντέτϱαμμαι ϰατὰ ϖϱόσωϖόν σȣ·
8:72 αἱ γὰϱ ἁμαϱτίαι ἡμῶν ἐϖλεόνασαν ὑϖὲϱ τὰς ϰεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑϖεϱήνεγϰαν ἕως τȣ̃ ȣ̓ϱανȣ̃
8:73 ἀϖὸ τῶν χϱόνων τῶν ϖατέϱων ἡμῶν, ϰαί ἐσμεν ἐν μεγάλῃ ἁμαϱτίᾳ ἕως τῆς ἡμέϱας ταύτης·
8:74 ϗ διὰ τὰς ἁμαϱτίας ἡμῶν ϗ τῶν ϖατέϱων ἡμῶν ϖαϱεδόϑημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν ϗ σὺν τοῖς ϐασιλεῦσιν ἡμῶν ϗ σὺν τοῖς ἱεϱεῦσιν ἡμῶν τοῖς ϐασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν ϗ αἰχμαλωσίαν ϗ ϖϱονομὴν μετὰ αἰσχύνης μέχϱι τῆς σήμεϱον ἡμέϱας.
8:75 ϗ νῦν ϰατὰ ϖόσον τι ἐγενήϑη ἡμῖν ἔλεος ϖαϱὰ σȣ̃, ϰύϱιε, ϰαταλειφϑῆναι ἡμῖν ῥίζαν ϗ ὄνομα ἐν τῷ τόϖῳ τȣ̃ ἁγιάσματός σȣ
8:76 ϗ τȣ̃ ἀναϰαλύψαι φωϛῆϱα ἡμῶν ἐν τῷ οἴϰῳ τȣ̃ ϰυϱίȣ ἡμῶν δȣ̃ναι ἡμῖν τϱοφὴν ἐν τῷ ϰαιϱῷ τῆς δȣλείας ἡμῶν·
8:77 ϗ ἐν τῷ δȣλεύειν ἡμᾶς ȣ̓ϰ ἐγϰατελείφϑημεν ὑϖὸ τȣ̃ ϰυϱίȣ ἡμῶν, ἀλλὰ ἐϖοίησεν ἡμᾶς ἐν χάϱιτι ἐνώϖιον τῶν ϐασιλέων Πεϱσῶν
8:78 δȣ̃ναι ἡμῖν τϱοφὴν ϗ δοξάσαι τὸ ἱεϱὸν τȣ̃ ϰυϱίȣ ἡμῶν ϗ ἐγεῖϱαι τὴν ἔϱημον Σιων δȣ̃ναι ἡμῖν ϛεϱέωμα ἐν τῇ Ιȣδαίᾳ ϗ Ιεϱȣσαλημ.
8:79 ϗ νῦν τί ἐϱȣ̃μεν, ϰύϱιε, ἔχοντες ταῦτα; ϖαϱέϐημεν γὰϱ τὰ ϖϱοϛάγματά σȣ, ἃ ἔδωϰας ἐν χειϱὶ τῶν ϖαίδων σȣ τῶν ϖϱοφητῶν λέγων ὅτι
8:80 Ἡ γῆ, εἰς ἣν εἰσέϱχεσϑε ϰληϱονομῆσαι, ἔϛιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, ϗ τῆς ἀϰαϑαϱσίας αὐτῶν ἐνέϖλησαν αὐτήν·
8:81 ϗ νῦν τὰς ϑυγατέϱας ὑμῶν μὴ συνοιϰίσητε τοῖς υἱοῖς αὐτῶν ϗ τὰς ϑυγατέϱας αὐτῶν μὴ λάϐητε τοῖς υἱοῖς ὑμῶν·
8:82 ϗ ȣ̓ ζητήσετε εἰϱηνεῦσαι τὰ ϖϱὸς αὐτȣ̀ς τὸν ἅϖαντα χϱόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαϑὰ τῆς γῆς ϗ ϰαταϰληϱονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
8:83 ϗ τὰ συμϐαίνοντα ϖάντα ἡμῖν γίγνεται διὰ τὰ ἔϱγα ἡμῶν τὰ ϖονηϱὰ ϗ τὰς μεγάλας ἁμαϱτίας ἡμῶν.
8:84 σὺ γάϱ, ϰύϱιε, ἐϰȣ́φισας τὰς ἁμαϱτίας ἡμῶν ϗ ἔδωϰας ἡμῖν τοιαύτην ῥίζαν· ϖάλιν ἀνεϰάμψαμεν ϖαϱαϐῆναι τὸν νόμον σȣ εἰς τὸ ἐϖιμιγῆναι τῇ ἀϰαϑαϱσίᾳ τῶν ἐϑνῶν τῆς γῆς.
8:85 ȣ̓χὶ ὠϱγίσϑης ἡμῖν ἀϖολέσαι ἡμᾶς ἕως τȣ̃ μὴ ϰαταλιϖεῖν ῥίζαν ϗ σϖέϱμα ϗ ὄνομα ἡμῶν;
8:86 ϰύϱιε τȣ̃ Ισϱαηλ, ἀληϑινὸς εἶ· ϰατελείφϑημεν γὰϱ ῥίζα ἐν τῇ σήμεϱον.
8:87 ἰδȣ̀ νῦν ἐσμεν ἐνώϖιόν σȣ ἐν ταῖς ἀνομίαις ἡμῶν· ȣ̓ γὰϱ ἔϛιν ϛῆναι ἔτι ἔμϖϱοσϑέν σȣ ἐϖὶ τȣ́τοις.
8:88 Ϗ ὅτε ϖϱοσευχόμενος Εσδϱας ἀνϑωμολογεῖτο ϰλαίων χαμαιϖετὴς ἔμϖϱοσϑεν τȣ̃ ἱεϱȣ̃, ἐϖισυνήχϑησαν ϖϱὸς αὐτὸν ἀϖὸ Ιεϱȣσαλημ ὄχλος ϖολὺς σφόδϱα, ἄνδϱες ϗ γυναῖϰες ϗ νεανίαι· ϰλαυϑμὸς γὰϱ ἦν μέγας ἐν τῷ ϖλήϑει.
8:89 ϗ φωνήσας Ιεχονιας Ιεηλȣ τῶν υἱῶν Ισϱαηλ εἶϖεν Εσδϱα Ἡμεῖς ἡμάϱτομεν εἰς τὸν ϰύϱιον ϗ συνῳϰίσαμεν γυναῖϰας ἀλλογενεῖς ἐϰ τῶν ἐϑνῶν τῆς γῆς· ϗ νῦν ἐϛιν ἐλϖὶς τῷ Ισϱαηλ.
8:90 ἐν τȣ́τῳ γενέσϑω ἡμῖν ὁϱϰωμοσία ϖϱὸς τὸν ϰύϱιον, ἐϰϐαλεῖν ϖάσας τὰς γυναῖϰας ἡμῶν τὰς ἐϰ τῶν ἀλλογενῶν σὺν τοῖς τέϰνοις αὐτῶν, ὡς ἐϰϱίϑη σοι ϗ ὅσοι ϖειϑαϱχȣ̃σιν τῷ νόμῳ τȣ̃ ϰυϱίȣ.
8:91 ἀναϛὰς ἐϖιτέλει· ϖϱὸς σὲ γὰϱ τὸ ϖϱᾶγμα, ϗ ἡμεῖς μετὰ σȣ̃ ἰσχὺν ϖοιεῖν.
8:92 ϗ ἀναϛὰς Εσδϱας ὥϱϰισεν τȣ̀ς φυλάϱχȣς τῶν ἱεϱέων ϗ Λευιτῶν ϖαντὸς τȣ̃ Ισϱαηλ ϖοιῆσαι ϰατὰ ταῦτα· ϗ ὤμοσαν.
9:1 ϗ ἀναϛὰς Εσδϱας ἀϖὸ τῆς αὐλῆς τȣ̃ ἱεϱȣ̃ ἐϖοϱεύϑη εἰς τὸ ϖαϛοφόϱιον Ιωαναν τȣ̃ Ελιασιϐȣ
9:2 ϗ αὐλισϑεὶς ἐϰεῖ ἄϱτȣ ȣ̓ϰ ἐγεύσατο ȣ̓δὲ ὕδωϱ ἔϖιεν ϖενϑῶν ὑϖὲϱ τῶν ἀνομιῶν τῶν μεγάλων τȣ̃ ϖλήϑȣς.
9:3 ϗ ἐγένετο ϰήϱυγμα ἐν ὅλῃ τῇ Ιȣδαίᾳ ϗ Ιεϱȣσαλημ ϖᾶσι τοῖς ἐϰ τῆς αἰχμαλωσίας συναχϑῆναι εἰς Ιεϱȣσαλημ·
9:4 ϗ ὅσοι ἂν μὴ ἀϖαντήσωσιν ἐν δυσὶν ἢ τϱισὶν ἡμέϱαις ϰατὰ τὸ ϰϱίμα τῶν ϖϱοϰαϑημένων ϖϱεσϐυτέϱων, ἀνιεϱωϑήσονται τὰ ϰτήνη αὐτῶν, ϗ αὐτὸς ἀλλοτϱιωϑήσεται ἀϖὸ τȣ̃ ϖλήϑȣς τῆς αἰχμαλωσίας.
9:5 Ϗ ἐϖισυνήχϑησαν οἱ ἐϰ τῆς φυλῆς Ιȣδα ϗ Βενιαμιν ἐν τϱισὶν ἡμέϱαις εἰς Ιεϱȣσαλημ [ȣ̔͂τος ὁ μὴν ἔνατος τῇ εἰϰάδι τȣ̃ μηνός],
9:6 ϗ συνεϰάϑισαν ϖᾶν τὸ ϖλῆϑος ἐν τῇ εὐϱυχώϱῳ τȣ̃ ἱεϱȣ̃ τϱέμοντες διὰ τὸν ἐνεϛῶτα χειμῶνα.
9:7 ϗ ἀναϛὰς Εσδϱας εἶϖεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε ϗ συνῳϰίσατε γυναῖϰας ἀλλογενεῖς τȣ̃ ϖϱοσϑεῖναι ἁμαϱτίαν τῷ Ισϱαηλ·
9:8 ϗ νῦν δότε ὁμολογίαν δόξαν τῷ ϰυϱίῳ ϑεῷ τῶν ϖατέϱων ἡμῶν
9:9 ϗ ϖοιήσατε τὸ ϑέλημα αὐτȣ̃ ϗ χωϱίσϑητε ἀϖὸ τῶν ἐϑνῶν τῆς γῆς ϗ ἀϖὸ τῶν γυναιϰῶν τῶν ἀλλογενῶν.
9:10 ϗ ἐφώνησαν ἅϖαν τὸ ϖλῆϑος ϗ εἶϖον μεγάλῃ τῇ φωνῇ ȣ̔́τως ὡς εἴϱηϰας ϖοιήσομεν·
9:11 ἀλλὰ τὸ ϖλῆϑος ϖολὺ ϗ ἡ ὥϱα χειμεϱινή, ϗ ȣ̓ϰ ἰσχύομεν ϛῆναι αἴϑϱιοι ϗ ȣ̓χ εὕϱομεν, ϗ τὸ ἔϱγον ἡμῖν ȣ̓ϰ ἔϛιν ἡμέϱας μιᾶς ȣ̓δὲ δύο· ἐϖὶ ϖλεῖον γὰϱ ἡμάϱτομεν ἐν τȣ́τοις.
9:12 ϛήτωσαν δὲ οἱ ϖϱοηγȣ́μενοι τȣ̃ ϖλήϑȣς, ϗ ϖάντες οἱ ἐϰ τῶν ϰατοιϰιῶν ἡμῶν, ὅσοι ἔχȣσιν γυναῖϰας ἀλλογενεῖς, ϖαϱαγενηϑήτωσαν λαϐόντες χϱόνον·
9:13 ϗ ἑϰάϛȣ δὲ τόϖȣ τȣ̀ς ϖϱεσϐυτέϱȣς ϗ τȣ̀ς ϰϱιτὰς ἕως τȣ̃ λῦσαι τὴν ὀϱγὴν τȣ̃ ϰυϱίȣ ἀφ’ ἡμῶν τȣ̃ ϖϱάγματος τȣ́τȣ.
9:14 Ιωναϑας Αζαηλȣ ϗ Ιεζιας Θοϰανȣ ἐϖεδέξαντο ϰατὰ ταῦτα, ϗ Μοσολλαμος ϗ Λευις ϗ Σαϐϐαταιος συνεϐϱάϐευσαν αὐτοῖς.
9:15 ϗ ἐϖοίησαν ϰατὰ ϖάντα ταῦτα οἱ ἐϰ τῆς αἰχμαλωσίας.
9:16 ϗ ἐϖελέξατο ἑαυτῷ Εσδϱας ὁ ἱεϱεὺς ἄνδϱας ἡγȣμένȣς τῶν ϖατϱιῶν αὐτῶν, ϰατ’ ὄνομα ϖάντας, ϗ συνεϰάϑισαν τῇ νȣμηνίᾳ τȣ̃ μηνὸς τȣ̃ δεϰάτȣ ἐτάσαι τὸ ϖϱᾶγμα.
9:17 ϗ ἤχϑη ἐϖὶ ϖέϱας τὰ ϰατὰ τȣ̀ς ἄνδϱας τȣ̀ς ἐϖισυνέχοντας γυναῖϰας ἀλλογενεῖς ἕως τῆς νȣμηνίας τȣ̃ ϖϱώτȣ μηνός.
9:18 Ϗ εὑϱέϑησαν τῶν ἱεϱέων οἱ ἐϖισυναχϑέντες ἀλλογενεῖς γυναῖϰας ἔχοντες·
9:19 ἐϰ τῶν υἱῶν Ἰησȣ̃ τȣ̃ Ιωσεδεϰ ϗ τῶν ἀδελφῶν Μασηας ϗ Ελεαζαϱος ϗ Ιωϱιϐος ϗ Ιωδανος·
9:20 ϗ ἐϖέϐαλον τὰς χεῖϱας ἐϰϐαλεῖν τὰς γυναῖϰας αὐτῶν, ϗ εἰς ἐξιλασμὸν ϰϱιȣ̀ς ὑϖὲϱ τῆς ἀγνοίας αὐτῶν.
9:21 ϗ ἐϰ τῶν υἱῶν Εμμηϱ Ανανιας ϗ Ζαϐδαιος ϗ Μανης ϗ Σαμαιος ϗ Ιιηλ ϗ Αζαϱιας.
9:22 ϗ ἐϰ τῶν υἱῶν Φαισȣϱ Ελιωναις, Μασσιας, Ισμαηλος ϗ Ναϑαναηλος ϗ Ωϰιδηλος ϗ Σαλϑας. –
9:23 ϗ ἐϰ τῶν Λευιτῶν· Ιωζαϐδος ϗ Σεμεις ϗ Κωλιος [ȣ̔͂τος Καλιτας] ϗ Παϑαιος ϗ Ωȣδας ϗ Ιωανας·
9:24 ἐϰ τῶν ἱεϱοψαλτῶν Ελιασιϐος, Βαϰχȣϱος·
9:25 ἐϰ τῶν ϑυϱωϱῶν Σαλλȣμος ϗ Τολϐανης. –
9:26 ἐϰ τȣ̃ Ισϱαηλ· ἐϰ τῶν υἱῶν Φοϱος Ιεϱμας ϗ Ιεζιας ϗ Μελχιας ϗ Μιαμινος ϗ Ελεαζαϱος ϗ Ασιϐιας ϗ Βανναιας·
9:27 ἐϰ τῶν υἱῶν Ηλαμ Ματανιας ϗ Ζαχαϱιας, Ιεζϱιηλος ϗ Ωϐαδιος ϗ Ιεϱεμωϑ ϗ Ηλιας·
9:28 ϗ ἐϰ τῶν υἱῶν Ζαμοϑ Ελιαδας, Ελιασιμος, Οϑονιας, Ιαϱιμωϑ ϗ Σαϐαϑος ϗ Ζεϱδαιας·
9:29 ϗ ἐϰ τῶν υἱῶν Βηϐαι Ιωαννης ϗ Ανανιας ϗ Ζαϐδος ϗ Εμαϑις·
9:30 ϗ ἐϰ τῶν υἱῶν Μανι Ωλαμος, Μαμȣχος, Ιεδαιος, Ιασȣϐος ϗ Ασαηλος ϗ Ιεϱεμωϑ·
9:31 ϗ ἐϰ τῶν υἱῶν Αδδι Νααϑος ϗ Μοοσσιας, Λαϰϰȣνος ϗ Ναιδος ϗ Βεσϰασϖασμυς ϗ Σεσϑηλ ϗ Βαλνȣος ϗ Μανασσηας·
9:32 ϗ ἐϰ τῶν υἱῶν Ανναν Ελιωνας ϗ Ασαιας ϗ Μελχιας ϗ Σαϐϐαιας ϗ Σιμων Χοσαμαιος·
9:33 ϗ ἐϰ τῶν υἱῶν Ασομ Μαλτανναιος ϗ Ματταϑιας ϗ Σαϐανναιȣς ϗ Ελιφαλατ ϗ Μανασσης ϗ Σεμει·
9:34 ϗ ἐϰ τῶν υἱῶν Βαανι Ιεϱεμιας, Μομδιος, Μαηϱος, Ιȣηλ, Μαμδαι ϗ Πεδιας ϗ Ανως, Καϱαϐασιων ϗ Ελιασιϐος ϗ Μαμνιταναιμος, Ελιασις, Βαννȣς, Ελιαλις, Σομεις, Σελεμιας, Ναϑανιας· ϗ ἐϰ τῶν υἱῶν Εζωϱα Σεσσις, Εζϱιλ, Αζαηλος, Σαματος, Ζαμϐϱις, Ιωσηϖος·
9:35 ϗ ἐϰ τῶν υἱῶν Νοομα Μαζιτιας, Ζαϐαδαιας, Ηδαις, Ιȣηλ, Βαναιας. –
9:36 ϖάντες ȣ̔͂τοι συνῴϰισαν γυναῖϰας ἀλλογενεῖς· ϗ ἀϖέλυσαν αὐτὰς σὺν τέϰνοις.
9:37 Ϗ ϰατῴϰησαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ ἐϰ τȣ̃ Ισϱαηλ ἐν Ιεϱȣσαλημ ϗ ἐν τῇ χώϱᾳ. τῇ νȣμηνίᾳ τȣ̃ ἑϐδόμȣ μηνός – ϗ οἱ υἱοὶ Ισϱαηλ ἐν ταῖς ϰατοιϰίαις αὐτῶν –
9:38 ϗ συνήχϑη ϖᾶν τὸ ϖλῆϑος ὁμοϑυμαδὸν ἐϖὶ τὸ εὐϱύχωϱον τȣ̃ ϖϱὸς ἀνατολὰς τȣ̃ ἱεϱȣ̃ ϖυλῶνος
9:39 ϗ εἶϖον Εσδϱα τῷ ἀϱχιεϱεῖ ϗ ἀναγνώϛῃ ϰομίσαι τὸν νόμον Μωυσέως τὸν ϖαϱαδοϑέντα ὑϖὸ τȣ̃ ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ.
9:40 ϗ ἐϰόμισεν Εσδϱας ὁ ἀϱχιεϱεὺς τὸν νόμον ϖαντὶ τῷ ϖλήϑει ἀϖὸ ἀνϑϱώϖȣ ἕως γυναιϰὸς ϗ ϖᾶσιν τοῖς ἱεϱεῦσιν ἀϰȣ̃σαι τȣ̃ νόμȣ νȣμηνίᾳ τȣ̃ ἑϐδόμȣ μηνός·
9:41 ϗ ἀνεγίγνωσϰεν ἐν τῷ ϖϱὸ τȣ̃ ἱεϱȣ̃ ϖυλῶνος εὐϱυχώϱῳ ἀϖὸ ὄϱϑϱȣ ἕως μεσημϐϱινȣ̃ ἐνώϖιον ἀνδϱῶν τε ϗ γυναιϰῶν, ϗ ἐϖέδωϰαν ϖᾶν τὸ ϖλῆϑος τὸν νȣ̃ν εἰς τὸν νόμον.
9:42 ϗ ἔϛη Εσδϱας ὁ ἱεϱεὺς ϗ ἀναγνώϛης τȣ̃ νόμȣ ἐϖὶ τȣ̃ ξυλίνȣ ϐήματος τȣ̃ ϰατασϰευασϑέντος,
9:43 ϗ ἔϛησαν ϖαϱ’ αὐτῷ Ματταϑιας, Σαμμȣς, Ανανιας, Αζαϱιας, Ȣϱιας, Εζεϰιας, Βααλσαμος ἐϰ δεξιῶν,
9:44 ϗ ἐξ εὐωνύμων Φαδαιος, Μισαηλ, Μελχιας, Λωϑασȣϐος, Ναϐαϱιας, Ζαχαϱιας.
9:45 ϗ ἀναλαϐὼν Εσδϱας τὸ ϐιϐλίον τȣ̃ νόμȣ ἐνώϖιον τȣ̃ ϖλήϑȣς – ϖϱοεϰάϑητο γὰϱ ἐϖιδόξως ἐνώϖιον ϖάντων –
9:46 ϗ ἐν τῷ λῦσαι τὸν νόμον ϖάντες ὀϱϑοὶ ἔϛησαν. ϗ εὐλόγησεν Εσδϱας τῷ ϰυϱίῳ ϑεῷ ὑψίϛῳ ϑεῷ σαϐαωϑ ϖαντοϰϱάτοϱι,
9:47 ϗ ἐϖεφώνησεν ϖᾶν τὸ ϖλῆϑος Αμην, ϗ ἄϱαντες ἄνω τὰς χεῖϱας ϖϱοσϖεσόντες ἐϖὶ τὴν γῆν ϖϱοσεϰύνησαν τῷ ϰυϱίῳ.
9:48 Ἰησȣ̃ς ϗ Αννιȣϑ ϗ Σαϱαϐιας, Ιαδινος, Ιαϰȣϐος, Σαϐϐαταιος, Αυταιας, Μαιαννας ϗ Καλιτας, Αζαϱιας ϗ Ιωζαϐδος, Ανανιας, Φαλιας οἱ Λευῖται ἐδίδασϰον τὸν νόμον ϰυϱίȣ ϗ ϖϱὸς τὸ ϖλῆϑος ἀνεγίνωσϰον τὸν νόμον τȣ̃ ϰυϱίȣ ἐμφυσιȣ̃ντες ἅμα τὴν ἀνάγνωσιν. –
9:49 ϗ εἶϖεν Ατταϱατης Εσδϱα τῷ ἀϱχιεϱεῖ ϗ ἀναγνώϛῃ ϗ τοῖς Λευίταις τοῖς διδάσϰȣσι τὸ ϖλῆϑος ἐϖὶ ϖάντας
9:50 Ἡ ἡμέϱα αὕτη ἐϛὶν ἁγία τῷ ϰυϱίῳ – ϗ ϖάντες ἔϰλαιον ἐν τῷ ἀϰȣ̃σαι τȣ̃ νόμȣ – ·
9:51 ϐαδίσαντες ȣ̓͂ν φάγετε λιϖάσματα ϗ ϖίετε γλυϰάσματα ϗ ἀϖοϛείλατε ἀϖοϛολὰς τοῖς μὴ ἔχȣσιν,
9:52 ἁγία γὰϱ ἡ ἡμέϱα τῷ ϰυϱίῳ· ϗ μὴ λυϖεῖσϑε, ὁ γὰϱ ϰύϱιος δοξάσει ὑμᾶς.
9:53 ϗ οἱ Λευῖται ἐϰέλευον τῷ δήμῳ ϖαντὶ λέγοντες Ἡ ἡμέϱα αὕτη ἁγία, μὴ λυϖεῖσϑε.
9:54 ϗ ᾤχοντο ϖάντες φαγεῖν ϗ ϖιεῖν ϗ εὐφϱαίνεσϑαι ϗ δȣ̃ναι ἀϖοϛολὰς τοῖς μὴ ἔχȣσιν ϗ εὐφϱανϑῆναι μεγάλως,
9:55 ὅτι ϗ ἐνεφυσιώϑησαν ἐν τοῖς ῥήμασιν, οἷς ἐδιδάχϑησαν. – ϗ ἐϖισυνήχϑησαν.
Ἐσδϱάς Βʹ
1:1 Ϗ ἐν τῷ ϖϱώτῳ ἔτει Κύϱȣ τȣ̃ ϐασιλέως Πεϱσῶν τȣ̃ τελεσϑῆναι λόγον ϰυϱίȣ ἀϖὸ ϛόματος Ιεϱεμιȣ ἐξήγειϱεν ϰύϱιος τὸ ϖνεῦμα Κύϱȣ ϐασιλέως Πεϱσῶν, ϗ ϖαϱήγγειλεν φωνὴν ἐν ϖάσῃ ϐασιλείᾳ αὐτȣ̃ ϰαί γε ἐν γϱαϖτῷ λέγων
1:2 ȣ̔́τως εἶϖεν Κῦϱος ϐασιλεὺς Πεϱσῶν Πάσας τὰς ϐασιλείας τῆς γῆς ἔδωϰέν μοι ϰύϱιος ὁ ϑεὸς τȣ̃ ȣ̓ϱανȣ̃, ϗ αὐτὸς ἐϖεσϰέψατο ἐϖ’ ἐμὲ τȣ̃ οἰϰοδομῆσαι αὐτῷ οἶϰον ἐν Ιεϱȣσαλημ τῇ ἐν τῇ Ιȣδαίᾳ.
1:3 τίς ἐν ὑμῖν ἀϖὸ ϖαντὸς τȣ̃ λαȣ̃ αὐτȣ̃; ϗ ἔϛαι ὁ ϑεὸς αὐτȣ̃ μετ’ αὐτȣ̃, ϗ ἀναϐήσεται εἰς Ιεϱȣσαλημ τὴν ἐν τῇ Ιȣδαίᾳ, ϗ οἰϰοδομησάτω τὸν οἶϰον ϑεȣ̃ Ισϱαηλ [αὐτὸς ὁ ϑεὸς ὁ ἐν Ιεϱȣσαλημ].
1:4 ϗ ϖᾶς ὁ ϰαταλειϖόμενος ἀϖὸ ϖάντων τῶν τόϖων, ȣ̔͂ αὐτὸς ϖαϱοιϰεῖ ἐϰεῖ, ϗ λήμψονται αὐτὸν ἄνδϱες τȣ̃ τόϖȣ αὐτȣ̃ ἐν ἀϱγυϱίῳ ϗ χϱυσίῳ ϗ ἀϖοσϰευῇ ϗ ϰτήνεσιν μετὰ τȣ̃ ἑϰȣσίȣ εἰς οἶϰον τȣ̃ ϑεȣ̃ τȣ̃ ἐν Ιεϱȣσαλημ. –
1:5 ϗ ἀνέϛησαν ἄϱχοντες τῶν ϖατϱιῶν τῷ Ιȣδα ϗ Βενιαμιν ϗ οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται, ϖάντων ὧν ἐξήγειϱεν ὁ ϑεὸς τὸ ϖνεῦμα αὐτῶν τȣ̃ ἀναϐῆναι οἰϰοδομῆσαι τὸν οἶϰον ϰυϱίȣ τὸν ἐν Ιεϱȣσαλημ.
1:6 ϗ ϖάντες οἱ ϰυϰλόϑεν ἐνίσχυσαν ἐν χεϱσὶν αὐτῶν ἐν σϰεύεσιν ἀϱγυϱίȣ, ἐν χϱυσῷ, ἐν ἀϖοσϰευῇ ϗ ἐν ϰτήνεσιν ϗ ἐν ξενίοις ϖάϱεξ τῶν ἐν ἑϰȣσίοις.
1:7 ϗ ὁ ϐασιλεὺς Κῦϱος ἐξήνεγϰεν τὰ σϰεύη οἴϰȣ ϰυϱίȣ, ἃ ἔλαϐεν Ναϐȣχοδονοσοϱ ἀϖὸ Ιεϱȣσαλημ ϗ ἔδωϰεν αὐτὰ ἐν οἴϰῳ ϑεȣ̃ αὐτȣ̃,
1:8 ϗ ἐξήνεγϰεν αὐτὰ Κῦϱος ϐασιλεὺς Πεϱσῶν ἐϖὶ χεῖϱα Μιϑϱαδάτȣ γασϐαϱηνȣ, ϗ ἠϱίϑμησεν αὐτὰ τῷ Σασαϐασαϱ ἄϱχοντι τȣ̃ Ιȣδα.
1:9 ϗ ȣ̔͂τος ὁ ἀϱιϑμὸς αὐτῶν· ψυϰτῆϱες χϱυσοῖ τϱιάϰοντα ϗ ψυϰτῆϱες ἀϱγυϱοῖ χίλιοι, ϖαϱηλλαγμένα ἐννέα ϗ εἴϰοσι,
1:10 ϰεφφȣϱη χϱυσοῖ τϱιάϰοντα ϗ ἀϱγυϱοῖ διαϰόσιοι ϗ σϰεύη ἕτεϱα χίλια.
1:11 ϖάντα τὰ σϰεύη τῷ χϱυσῷ ϗ τῷ ἀϱγύϱῳ ϖενταϰισχίλια ϗ τετϱαϰόσια, τὰ ϖάντα ἀναϐαίνοντα μετὰ Σασαϐασαϱ ἀϖὸ τῆς ἀϖοιϰίας ἐϰ Βαϐυλῶνος εἰς Ιεϱȣσαλημ.
2:1 Ϗ ȣ̔͂τοι οἱ υἱοὶ τῆς χώϱας οἱ ἀναϐαίνοντες ἀϖὸ τῆς αἰχμαλωσίας τῆς ἀϖοιϰίας, ἧς ἀϖῴϰισεν Ναϐȣχοδονοσοϱ ϐασιλεὺς Βαϐυλῶνος εἰς Βαϐυλῶνα ϗ ἐϖέϛϱεψαν εἰς Ιεϱȣσαλημ ϗ Ιȣδα ἀνὴϱ εἰς ϖόλιν αὐτȣ̃,
2:2 οἳ ἦλϑον μετὰ Ζοϱοϐαϐελ· Ἰησȣ̃ς, Νεεμιας, Σαϱαιας, Ρεελιας, Μαϱδοχαιος, Βαλασαν, Μασφαϱ, Βαγȣι, Ρεȣμ, Βαανα. ἀνδϱῶν ἀϱιϑμὸς λαȣ̃ Ισϱαηλ·
2:3 υἱοὶ Φοϱος δισχίλιοι ἑϰατὸν ἑϐδομήϰοντα δύο.
2:4 υἱοὶ Σαφατια τϱιαϰόσιοι ἑϐδομήϰοντα δύο.
2:5 υἱοὶ Ηϱα ἑϖταϰόσιοι ἑϐδομήϰοντα ϖέντε.
2:6 υἱοὶ Φααϑμωαϐ τοῖς υἱοῖς Ιησȣε Ιωαϐ δισχίλιοι ὀϰταϰόσιοι δέϰα δύο.
2:7 υἱοὶ Αιλαμ χίλιοι διαϰόσιοι ϖεντήϰοντα τέσσαϱες.
2:8 υἱοὶ Ζαϑȣα ἐνναϰόσιοι τεσσαϱάϰοντα ϖέντε.
2:9 υἱοὶ Ζαϰχȣ ἑϖταϰόσιοι ἑξήϰοντα.
2:10 υἱοὶ Βανȣι ἑξαϰόσιοι τεσσαϱάϰοντα δύο.
2:11 υἱοὶ Βαϐι ἑξαϰόσιοι εἴϰοσι τϱεῖς.
2:12 υἱοὶ Ασγαδ τϱισχίλιοι διαϰόσιοι εἴϰοσι δύο.
2:13 υἱοὶ Αδωνιϰαμ ἑξαϰόσιοι ἑξήϰοντα ἕξ.
2:14 υἱοὶ Βαγοι δισχίλιοι ϖεντήϰοντα ἕξ.
2:15 υἱοὶ Αδιν τετϱαϰόσιοι ϖεντήϰοντα τέσσαϱες.
2:16 υἱοὶ Ατηϱ τῷ Εζεϰια ἐνενήϰοντα ὀϰτώ.
2:17 υἱοὶ Βασȣ τϱιαϰόσιοι εἴϰοσι τϱεῖς.
2:18 υἱοὶ Ιωϱα ἑϰατὸν δέϰα δύο.
2:19 υἱοὶ Ασεμ διαϰόσιοι εἴϰοσι τϱεῖς.
2:20 υἱοὶ Γαϐεϱ ἐνενήϰοντα ϖέντε.
2:21 υἱοὶ Βαιϑλεεμ ἑϰατὸν εἴϰοσι τϱεῖς.
2:22 υἱοὶ Νετωφα ϖεντήϰοντα ἕξ.
2:23 υἱοὶ Αναϑωϑ ἑϰατὸν εἴϰοσι ὀϰτώ.
2:24 υἱοὶ Ασμωϑ τεσσαϱάϰοντα δύο.
2:25 υἱοὶ Καϱιαϑιαϱιμ, Καφιϱα ϗ Βηϱωϑ ἑϖταϰόσιοι τεσσαϱάϰοντα τϱεῖς.
2:26 υἱοὶ Αϱαμα ϗ Γαϐαα ἑξαϰόσιοι εἴϰοσι εἷς.
2:27 ἄνδϱες Μαχμας ἑϰατὸν εἴϰοσι δύο.
2:28 ἄνδϱες Βαιϑηλ ϗ Αια τετϱαϰόσιοι εἴϰοσι τϱεῖς.
2:29 υἱοὶ Ναϐȣ ϖεντήϰοντα δύο.
2:30 υἱοὶ Μαγεϐως ἑϰατὸν ϖεντήϰοντα ἕξ.
2:31 υἱοὶ Ηλαμ – αϱ χίλιοι διαϰόσιοι ϖεντήϰοντα τέσσαϱες.
2:32 υἱοὶ Ηϱαμ τϱιαϰόσιοι εἴϰοσι.
2:33 υἱοὶ Λοδ, Αϱωϑ ϗ Ωνω ἑϖταϰόσιοι εἴϰοσι ϖέντε.
2:34 υἱοὶ Ιεϱιχω τϱιαϰόσιοι τεσσαϱάϰοντα ϖέντε.
2:35 υἱοὶ Σαναα τϱισχίλιοι ἑξαϰόσιοι τϱιάϰοντα. –
2:36 ϗ οἱ ἱεϱεῖς· υἱοὶ Ιεδȣα τῷ οἴϰῳ Ἰησȣ̃ ἐνναϰόσιοι ἑϐδομήϰοντα τϱεῖς.
2:37 υἱοὶ Εμμηϱ χίλιοι ϖεντήϰοντα δύο.
2:38 υἱοὶ Φασσȣϱ χίλιοι διαϰόσιοι τεσσαϱάϰοντα ἑϖτά.
2:39 υἱοὶ Ηϱεμ χίλιοι ἑϖτά. –
2:40 ϗ οἱ Λευῖται· υἱοὶ Ἰησȣ̃ ϗ Καδμιηλ τοῖς υἱοῖς Ωδȣια ἑϐδομήϰοντα τέσσαϱες.
2:41 οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑϰατὸν εἴϰοσι ὀϰτώ.
2:42 υἱοὶ τῶν ϖυλωϱῶν· υἱοὶ Σαλȣμ, υἱοὶ Ατηϱ, υἱοὶ Τελμων, υἱοὶ Αϰȣϐ, υἱοὶ Ατιτα, υἱοὶ Σαϐαȣ, οἱ ϖάντες ἑϰατὸν τϱιάϰοντα ἐννέα. –
2:43 οἱ ναϑιναῖοι· υἱοὶ Σȣια, υἱοὶ Ασȣφε, υἱοὶ Ταϐαωϑ,
2:44 υἱοὶ Κηϱαος, υἱοὶ Σωηα, υἱοὶ Φαδων,
2:45 υἱοὶ Λαϐανω, υἱοὶ Αγαϐα, υἱοὶ Αϰαϐωϑ,
2:46 υἱοὶ Αγαϐ, υἱοὶ Σαμαλαι, υἱοὶ Αναν,
2:47 υἱοὶ Κεδελ, υἱοὶ Γαεϱ, υἱοὶ Ρεηα,
2:48 υἱοὶ Ρασων, υἱοὶ Νεϰωδα, υἱοὶ Γαζεμ,
2:49 υἱοὶ Ȣσα, υἱοὶ Φαση, υἱοὶ Βασι,
2:50 υἱοὶ Ασενα, υἱοὶ Μαωνιμ, υἱοὶ Ναφισων,
2:51 υἱοὶ Βαϰϐȣϰ, υἱοὶ Αϰιφα, υἱοὶ Αϱȣϱ,
2:52 υἱοὶ Βασαλωϑ, υἱοὶ Μαȣδα, υἱοὶ Αϱησα,
2:53 υἱοὶ Βαϱϰȣς, υἱοὶ Σισαϱα, υἱοὶ Θεμα,
2:54 υἱοὶ Νασȣε, υἱοὶ Ατȣφα.
2:55 υἱοὶ Αϐδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηϱαϑ, υἱοὶ Φαδȣϱα,
2:56 υἱοὶ Ιεηλα, υἱοὶ Δαϱϰων, υἱοὶ Γεδηλ,
2:57 υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱοὶ Φαχεϱαϑ – ασεϐωιν, υἱοὶ Ημι.
2:58 ϖάντες οἱ ναϑινιν ϗ υἱοὶ Αϐδησελμα τϱιαϰόσιοι ἐνενήϰοντα δύο. –
2:59 ϗ ȣ̔͂τοι οἱ ἀναϐάντες ἀϖὸ Θελμελεϑ, Θελαϱησα, Χαϱȣϐ, Ηδαν, Εμμηϱ ϗ ȣ̓ϰ ἠδυνάσϑησαν τȣ̃ ἀναγγεῖλαι οἶϰον ϖατϱιᾶς αὐτῶν ϗ σϖέϱμα αὐτῶν εἰ ἐξ Ισϱαηλ εἰσίν·
2:60 υἱοὶ Δαλαια, υἱοὶ Βȣα, υἱοὶ Τωϐια, υἱοὶ Νεϰωδα, ἑξαϰόσιοι ϖεντήϰοντα δύο.
2:61 ϗ ἀϖὸ τῶν υἱῶν τῶν ἱεϱέων· υἱοὶ Χαϐια, υἱοὶ Αϰȣς, υἱοὶ Βεϱζελλαι, ὃς ἔλαϐεν ἀϖὸ ϑυγατέϱων Βεϱζελλαι τȣ̃ Γαλααδίτȣ γυναῖϰα ϗ ἐϰλήϑη ἐϖὶ τῷ ὀνόματι αὐτῶν·
2:62 ȣ̔͂τοι, ἐζήτησαν γϱαφὴν αὐτῶν οἱ μεϑωεσιμ, ϗ ȣ̓χ εὑϱέϑησαν· ϗ ἠγχιϛεύϑησαν ἀϖὸ τῆς ἱεϱατείας,
2:63 ϗ εἶϖεν Αϑεϱσαϑα αὐτοῖς τȣ̃ μὴ φαγεῖν ἀϖὸ τȣ̃ ἁγίȣ τῶν ἁγίων, ἕως ἀναϛῇ ἱεϱεὺς τοῖς φωτίζȣσιν ϗ τοῖς τελείοις. –
2:64 ϖᾶσα δὲ ἡ ἐϰϰλησία ὡς εἷς, τέσσαϱες μυϱιάδες δισχίλιοι τϱιαϰόσιοι ἑξήϰοντα
2:65 χωϱὶς δȣ́λων αὐτῶν ϗ ϖαιδισϰῶν αὐτῶν, ȣ̔͂τοι ἑϖταϰισχίλιοι τϱιαϰόσιοι τϱιάϰοντα ἑϖτά· ϗ ȣ̔͂τοι ᾄδοντες ϗ ᾄδȣσαι διαϰόσιοι·
2:66 ἵϖϖοι αὐτῶν ἑϖταϰόσιοι τϱιάϰοντα ἕξ, ἡμίονοι αὐτῶν διαϰόσιοι τεσσαϱάϰοντα ϖέντε,
2:67 ϰάμηλοι αὐτῶν τετϱαϰόσιοι τϱιάϰοντα ϖέντε, ὄνοι αὐτῶν ἑξαϰισχίλιοι ἑϖταϰόσιοι εἴϰοσι. –
2:68 ϗ ἀϖὸ ἀϱχόντων ϖατϱιῶν ἐν τῷ ἐλϑεῖν αὐτȣ̀ς εἰς οἶϰον ϰυϱίȣ τὸν ἐν Ιεϱȣσαλημ ἡϰȣσιάσαντο εἰς οἶϰον τȣ̃ ϑεȣ̃ τȣ̃ ϛῆσαι αὐτὸν ἐϖὶ τὴν ἑτοιμασίαν αὐτȣ̃·
2:69 ὡς ἡ δύναμις αὐτῶν ἔδωϰαν εἰς ϑησαυϱὸν τȣ̃ ἔϱγȣ χϱυσίον ϰαϑαϱόν, μναῖ ἓξ μυϱιάδες ϗ χίλιαι, ϗ ἀϱγύϱιον, μναῖ ϖενταϰισχίλιαι, ϗ ϰοϑωνοι τῶν ἱεϱέων ἑϰατόν. –
2:70 ϗ ἐϰάϑισαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ ἀϖὸ τȣ̃ λαȣ̃ ϗ οἱ ᾄδοντες ϗ οἱ ϖυλωϱοὶ ϗ οἱ ναϑινιμ ἐν ϖόλεσιν αὐτῶν ϗ ϖᾶς Ισϱαηλ ἐν ϖόλεσιν αὐτῶν.
3:1 Ϗ ἔφϑασεν ὁ μὴν ὁ ἕϐδομος – ϗ οἱ υἱοὶ Ισϱαηλ ἐν ϖόλεσιν αὐτῶν – ϗ συνήχϑη ὁ λαὸς ὡς ἀνὴϱ εἷς εἰς Ιεϱȣσαλημ.
3:2 ϗ ἀνέϛη Ἰησȣ̃ς ὁ τȣ̃ Ιωσεδεϰ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ἱεϱεῖς ϗ Ζοϱοϐαϐελ ὁ τȣ̃ Σαλαϑιηλ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ ᾠϰοδόμησαν τὸ ϑυσιαϛήϱιον ϑεȣ̃ Ισϱαηλ τȣ̃ ἀνενέγϰαι ἐϖ’ αὐτὸ ὁλοϰαυτώσεις ϰατὰ τὰ γεγϱαμμένα ἐν νόμῳ Μωυσῆ ἀνϑϱώϖȣ τȣ̃ ϑεȣ̃.
3:3 ϗ ἡτοίμασαν τὸ ϑυσιαϛήϱιον ἐϖὶ τὴν ἑτοιμασίαν αὐτȣ̃, ὅτι ἐν ϰαταϖλήξει ἐϖ’ αὐτȣ̀ς ἀϖὸ τῶν λαῶν τῶν γαιῶν, ϗ ἀνέϐη ἐϖ’ αὐτὸ ὁλοϰαύτωσις τῷ ϰυϱίῳ τὸ ϖϱωῒ ϗ εἰς ἑσϖέϱαν.
3:4 ϗ ἐϖοίησαν τὴν ἑοϱτὴν τῶν σϰηνῶν ϰατὰ τὸ γεγϱαμμένον ϗ ὁλοϰαυτώσεις ἡμέϱαν ἐν ἡμέϱᾳ ἐν ἀϱιϑμῷ ὡς ἡ ϰϱίσις λόγον ἡμέϱας ἐν ἡμέϱᾳ αὐτȣ̃
3:5 ϗ μετὰ τȣ̃το ὁλοϰαυτώσεις ἐνδελεχισμȣ̃ ϗ εἰς τὰς νȣμηνίας ϗ εἰς ϖάσας ἑοϱτὰς τὰς ἡγιασμένας ϗ ϖαντὶ ἑϰȣσιαζομένῳ ἑϰȣ́σιον τῷ ϰυϱίῳ.
3:6 ἐν ἡμέϱᾳ μιᾷ τȣ̃ μηνὸς τȣ̃ ἑϐδόμȣ ἤϱξαντο ἀναφέϱειν ὁλοϰαυτώσεις τῷ ϰυϱίῳ· ϗ ὁ οἶϰος ϰυϱίȣ ȣ̓ϰ ἐϑεμελιώϑη.
3:7 ϗ ἔδωϰαν ἀϱγύϱιον τοῖς λατόμοις ϗ τοῖς τέϰτοσιν ϗ ϐϱώματα ϗ ϖοτὰ ϗ ἔλαιον τοῖς Σηδανιν ϗ τοῖς Σωϱιν ἐνέγϰαι ξύλα ϰέδϱινα ἀϖὸ τȣ̃ Λιϐάνȣ ϖϱὸς ϑάλασσαν Ιόϖϖης ϰατ’ ἐϖιχώϱησιν Κύϱȣ ϐασιλέως Πεϱσῶν ἐϖ’ αὐτȣ́ς. –
3:8 ϗ ἐν τῷ ἔτει τῷ δευτέϱῳ τȣ̃ ἐλϑεῖν αὐτȣ̀ς εἰς οἶϰον τȣ̃ ϑεȣ̃ εἰς Ιεϱȣσαλημ ἐν μηνὶ τῷ δευτέϱῳ ἤϱξατο Ζοϱοϐαϐελ ὁ τȣ̃ Σαλαϑιηλ ϗ Ἰησȣ̃ς ὁ τȣ̃ Ιωσεδεϰ ϗ οἱ ϰατάλοιϖοι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ ϖάντες οἱ ἐϱχόμενοι ἀϖὸ τῆς αἰχμαλωσίας εἰς Ιεϱȣσαλημ ϗ ἔϛησαν τȣ̀ς Λευίτας ἀϖὸ εἰϰοσαετȣ̃ς ϗ ἐϖάνω ἐϖὶ τȣ̀ς ϖοιȣ̃ντας τὰ ἔϱγα ἐν οἴϰῳ ϰυϱίȣ.
3:9 ϗ ἔϛη Ἰησȣ̃ς ϗ οἱ υἱοὶ αὐτȣ̃ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃, Καδμιηλ ϗ οἱ υἱοὶ αὐτȣ̃ υἱοὶ Ιȣδα, ἐϖὶ τȣ̀ς ϖοιȣ̃ντας τὰ ἔϱγα ἐν οἴϰῳ τȣ̃ ϑεȣ̃, υἱοὶ Ηναδαδ, υἱοὶ αὐτῶν ϗ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται.
3:10 ϗ ἐϑεμελίωσαν τȣ̃ οἰϰοδομῆσαι τὸν οἶϰον ϰυϱίȣ, ϗ ἔϛησαν οἱ ἱεϱεῖς ἐϛολισμένοι ἐν σάλϖιγξιν ϗ οἱ Λευῖται υἱοὶ Ασαφ ἐν ϰυμϐάλοις τȣ̃ αἰνεῖν τὸν ϰύϱιον ἐϖὶ χεῖϱας Δαυιδ ϐασιλέως Ισϱαηλ
3:11 ϗ ἀϖεϰϱίϑησαν ἐν αἴνῳ ϗ ἀνϑομολογήσει τῷ ϰυϱίῳ, ὅτι ἀγαϑόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτȣ̃ ἐϖὶ Ισϱαηλ. ϗ ϖᾶς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνεῖν τῷ ϰυϱίῳ ἐϖὶ ϑεμελιώσει οἴϰȣ ϰυϱίȣ.
3:12 ϗ ϖολλοὶ ἀϖὸ τῶν ἱεϱέων ϗ τῶν Λευιτῶν ϗ ἄϱχοντες τῶν ϖατϱιῶν οἱ ϖϱεσϐύτεϱοι, οἳ εἴδοσαν τὸν οἶϰον τὸν ϖϱῶτον ἐν ϑεμελιώσει αὐτȣ̃ ϗ τȣ̃τον τὸν οἶϰον ἐν ὀφϑαλμοῖς αὐτῶν, ἔϰλαιον φωνῇ μεγάλῃ, ϗ ὄχλος ἐν σημασίᾳ μετ’ εὐφϱοσύνης τȣ̃ ὑψῶσαι ᾠδήν·
3:13 ϗ ȣ̓ϰ ἦν ὁ λαὸς ἐϖιγινώσϰων φωνὴν σημασίας τῆς εὐφϱοσύνης ἀϖὸ τῆς φωνῆς τȣ̃ ϰλαυϑμȣ̃ τȣ̃ λαȣ̃, ὅτι ὁ λαὸς ἐϰϱαύγασεν φωνῇ μεγάλῃ, ϗ ἡ φωνὴ ἠϰȣ́ετο ἕως ἀϖὸ μαϰϱόϑεν.
4:1 Ϗ ἤϰȣσαν οἱ ϑλίϐοντες Ιȣδα ϗ Βενιαμιν ὅτι οἱ υἱοὶ τῆς ἀϖοιϰίας οἰϰοδομȣ̃σιν οἶϰον τῷ ϰυϱίῳ ϑεῷ Ισϱαηλ,
4:2 ϗ ἤγγισαν ϖϱὸς Ζοϱοϐαϐελ ϗ ϖϱὸς τȣ̀ς ἄϱχοντας τῶν ϖατϱιῶν ϗ εἶϖαν αὐτοῖς Οἰϰοδομήσομεν μεϑ’ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐϰζητȣ̃μεν τῷ ϑεῷ ὑμῶν, ϗ αὐτῷ ἡμεῖς ϑυσιάζομεν ἀϖὸ ἡμεϱῶν Ασαϱαδδων ϐασιλέως Ασσȣϱ τȣ̃ ἐνέγϰαντος ἡμᾶς ὧδε.
4:3 ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς Ζοϱοϐαϐελ ϗ Ἰησȣ̃ς ϗ οἱ ϰατάλοιϖοι τῶν ἀϱχόντων τῶν ϖατϱιῶν τȣ̃ Ισϱαηλ Ȣ̓χ ἡμῖν ϗ ὑμῖν τȣ̃ οἰϰοδομῆσαι οἶϰον τῷ ϑεῷ ἡμῶν, ὅτι ἡμεῖς αὐτοὶ ἐϖὶ τὸ αὐτὸ οἰϰοδομήσομεν τῷ ϰυϱίῳ ϑεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦϱος ὁ ϐασιλεὺς Πεϱσῶν.
4:4 ϗ ἦν ὁ λαὸς τῆς γῆς ἐϰλύων τὰς χεῖϱας τȣ̃ λαȣ̃ Ιȣδα ϗ ἐνεϖόδιζον αὐτȣ̀ς τȣ̃ οἰϰοδομεῖν
4:5 ϗ μισϑȣ́μενοι ἐϖ’ αὐτȣ̀ς ϐȣλευόμενοι τȣ̃ διασϰεδάσαι ϐȣλὴν αὐτῶν ϖάσας τὰς ἡμέϱας Κύϱȣ ϐασιλέως Πεϱσῶν ϗ ἕως ϐασιλείας Δαϱείȣ ϐασιλέως Πεϱσῶν.
4:6 Ϗ ἐν ϐασιλείᾳ Ασȣηϱȣ ἐν ἀϱχῇ ϐασιλείας αὐτȣ̃ ἔγϱαψαν ἐϖιϛολὴν ἐϖὶ οἰϰȣ̃ντας Ιȣδα ϗ Ιεϱȣσαλημ.
4:7 ϗ ἐν ἡμέϱαις Αϱϑασασϑα ἔγϱαψεν ἐν εἰϱήνῃ Μιϑϱαδάτῃ Ταϐεηλ σὺν ϗ τοῖς λοιϖοῖς συνδȣ́λοις αὐτȣ̃ ϖϱὸς Αϱϑασασϑα ϐασιλέα Πεϱσῶν· ἔγϱαψεν ὁ φοϱολόγος γϱαφὴν Συϱιϛὶ ϗ ἡϱμηνευμένην.
4:8 Ραȣμ ϐααλταμ ϗ Σαμσαι ὁ γϱαμματεὺς ἔγϱαψαν ἐϖιϛολὴν μίαν ϰατὰ Ιεϱȣσαλημ τῷ Αϱϑασασϑα ϐασιλεῖ.
4:9 τάδε ἔϰϱινεν Ραȣμ ϐααλταμ ϗ Σαμσαι ὁ γϱαμματεὺς ϗ οἱ ϰατάλοιϖοι σύνδȣλοι ἡμῶν, Διναῖοι, Αφαϱσαϑαχαῖοι, Ταϱφαλλαῖοι, Αφαϱσαῖοι, Αϱχυαῖοι, Βαϐυλώνιοι, Σȣσαναχαῖοι [οἵ εἰσιν Ηλαμαῖοι]
4:10 ϗ οἱ ϰατάλοιϖοι ἐϑνῶν, ὧν ἀϖῴϰισεν Ασενναφαϱ ὁ μέγας ϗ ὁ τίμιος ϗ ϰατῴϰισεν αὐτȣ̀ς ἐν ϖόλεσιν τῆς Σομοϱων, ϗ τὸ ϰατάλοιϖον ϖέϱαν τȣ̃ ϖοταμȣ̃·
4:11 αὕτη ἡ διαταγὴ τῆς ἐϖιϛολῆς, ἧς ἀϖέϛειλαν ϖϱὸς αὐτόν Πϱὸς Αϱϑασασϑα ϐασιλέα ϖαῖδές σȣ ἄνδϱες ϖέϱαν τȣ̃ ϖοταμȣ̃.
4:12 γνωϛὸν ἔϛω τῷ ϐασιλεῖ ὅτι οἱ Ιȣδαῖοι ἀναϐάντες ἀϖὸ σȣ̃ ἐφ’ ἡμᾶς ἤλϑοσαν εἰς Ιεϱȣσαλημ· τὴν ϖόλιν τὴν ἀϖοϛάτιν ϗ ϖονηϱὰν οἰϰοδομȣ̃σιν, ϗ τὰ τείχη αὐτῆς ϰατηϱτισμένοι εἰσίν, ϗ ϑεμελίȣς αὐτῆς ἀνύψωσαν.
4:13 νῦν ȣ̓͂ν γνωϛὸν ἔϛω τῷ ϐασιλεῖ ὅτι ἐὰν ἡ ϖόλις ἐϰείνη ἀνοιϰοδομηϑῇ ϗ τὰ τείχη αὐτῆς ϰαταϱτισϑῶσιν, φόϱοι ȣ̓ϰ ἔσονταί σοι ȣ̓δὲ δώσȣσιν· ϗ τȣ̃το ϐασιλεῖς ϰαϰοϖοιεῖ.
4:14 ϗ ἀσχημοσύνην ϐασιλέως ȣ̓ϰ ἔξεϛιν ἡμῖν ἰδεῖν· διὰ τȣ̃το ἐϖέμψαμεν ϗ ἐγνωϱίσαμεν τῷ ϐασιλεῖ,
4:15 ἵνα ἐϖισϰέψηται ἐν ϐιϐλίῳ ὑϖομνηματισμȣ̃ τῶν ϖατέϱων σȣ, ϗ εὑϱήσεις ϗ γνώσῃ ὅτι ἡ ϖόλις ἐϰείνη ϖόλις ἀϖοϛάτις ϗ ϰαϰοϖοιȣ̃σα ϐασιλεῖς ϗ χώϱας, ϗ φυγάδια δȣ́λων ἐν μέσῳ αὐτῆς ἀϖὸ χϱόνων αἰῶνος· διὰ ταῦτα ἡ ϖόλις αὕτη ἠϱημώϑη.
4:16 γνωϱίζομεν ȣ̓͂ν ἡμεῖς τῷ ϐασιλεῖ ὅτι ἐὰν ἡ ϖόλις ἐϰείνη οἰϰοδομηϑῇ ϗ τὰ τείχη αὐτῆς ϰαταϱτισϑῇ, ȣ̓ϰ ἔϛιν σοι εἰϱήνη.
4:17 Ϗ ἀϖέϛειλεν ὁ ϐασιλεὺς ϖϱὸς Ραȣμ ϐααλταμ ϗ Σαμσαι γϱαμματέα ϗ τȣ̀ς ϰαταλοίϖȣς συνδȣ́λȣς αὐτῶν τȣ̀ς οἰϰȣ̃ντας ἐν Σαμαϱείᾳ ϗ τȣ̀ς ϰαταλοίϖȣς ϖέϱαν τȣ̃ ϖοταμȣ̃ εἰϱήνην ϰαί φησιν
4:18 Ὁ φοϱολόγος, ὃν ἀϖεϛείλατε ϖϱὸς ἡμᾶς, ἐϰλήϑη ἔμϖϱοσϑεν ἐμȣ̃.
4:19 ϗ ϖαϱ’ ἐμȣ̃ ἐτέϑη γνώμη ϗ ἐϖεσϰεψάμεϑα ϗ εὕϱαμεν ὅτι ἡ ϖόλις ἐϰείνη ἀφ’ ἡμεϱῶν αἰῶνος ἐϖὶ ϐασιλεῖς ἐϖαίϱεται, ϗ ἀϖοϛάσεις ϗ φυγάδια γίνονται ἐν αὐτῇ,
4:20 ϗ ϐασιλεῖς ἰσχυϱοὶ γίνονται ἐϖὶ Ιεϱȣσαλημ ϗ ἐϖιϰϱατȣ̃ντες ὅλης τῆς ἑσϖέϱας τȣ̃ ϖοταμȣ̃, ϗ φόϱοι ϖλήϱεις ϗ μέϱος δίδοται αὐτοῖς.
4:21 ϗ νῦν ϑέτε γνώμην ϰαταϱγῆσαι τȣ̀ς ἄνδϱας ἐϰείνȣς, ϗ ἡ ϖόλις ἐϰείνη ȣ̓ϰ οἰϰοδομηϑήσεται ἔτι, ὅϖως ἀϖὸ τῆς γνώμης
4:22 ϖεφυλαγμένοι ἦτε ἄνεσιν ϖοιῆσαι ϖεϱὶ τȣ́τȣ, μήϖοτε ϖληϑυνϑῇ ἀφανισμὸς εἰς ϰαϰοϖοίησιν ϐασιλεῦσιν.
4:23 Τότε ὁ φοϱολόγος τȣ̃ Αϱϑασασϑα ϐασιλέως ἀνέγνω ἐνώϖιον Ραȣμ ϗ Σαμσαι γϱαμματέως ϗ συνδȣ́λων αὐτῶν· ϗ ἐϖοϱεύϑησαν σϖȣδῇ εἰς Ιεϱȣσαλημ ϗ ἐν Ιȣδα ϗ ϰατήϱγησαν αὐτȣ̀ς ἐν ἵϖϖοις ϗ δυνάμει.
4:24 τότε ἤϱγησεν τὸ ἔϱγον οἴϰȣ τȣ̃ ϑεȣ̃ τȣ̃ ἐν Ιεϱȣσαλημ ϗ ἦν ἀϱγȣ̃ν ἕως δευτέϱȣ ἔτȣς τῆς ϐασιλείας Δαϱείȣ τȣ̃ ϐασιλέως Πεϱσῶν.
5:1 Ϗ ἐϖϱοφήτευσεν Αγγαιος ὁ ϖϱοφήτης ϗ Ζαχαϱιας ὁ τȣ̃ Αδδω ϖϱοφητείαν ἐϖὶ τȣ̀ς Ιȣδαίȣς τȣ̀ς ἐν Ιȣδα ϗ Ιεϱȣσαλημ ἐν ὀνόματι ϑεȣ̃ Ισϱαηλ ἐϖ’ αὐτȣ́ς.
5:2 τότε ἀνέϛησαν Ζοϱοϐαϐελ ὁ τȣ̃ Σαλαϑιηλ ϗ Ἰησȣ̃ς ὁ υἱὸς Ιωσεδεϰ ϗ ἤϱξαντο οἰϰοδομῆσαι τὸν οἶϰον τȣ̃ ϑεȣ̃ τὸν ἐν Ιεϱȣσαλημ, ϗ μετ’ αὐτῶν οἱ ϖϱοφῆται τȣ̃ ϑεȣ̃ ϐοηϑȣ̃ντες αὐτοῖς.
5:3 ἐν αὐτῷ τῷ ϰαιϱῷ ἦλϑεν ἐϖ’ αὐτȣ̀ς Θανϑαναι ἔϖαϱχος ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ϗ Σαϑαϱϐȣζανα ϗ οἱ σύνδȣλοι αὐτῶν ϗ τοῖα εἶϖαν αὐτοῖς Τίς ἔϑηϰεν ὑμῖν γνώμην τȣ̃ οἰϰοδομῆσαι τὸν οἶϰον τȣ̃τον ϗ τὴν χοϱηγίαν ταύτην ϰαταϱτίσασϑαι;
5:4 τότε ταῦτα εἴϖοσαν αὐτοῖς Τίνα ἐϛὶν τὰ ὀνόματα τῶν ἀνδϱῶν τῶν οἰϰοδομȣ́ντων τὴν ϖόλιν ταύτην;
5:5 ϗ οἱ ὀφϑαλμοὶ τȣ̃ ϑεȣ̃ ἐϖὶ τὴν αἰχμαλωσίαν Ιȣδα, ϗ ȣ̓ ϰατήϱγησαν αὐτȣ́ς, ἕως γνώμη τῷ Δαϱείῳ ἀϖηνέχϑη· ϗ τότε ἀϖεϛάλη τῷ φοϱολόγῳ ὑϖὲϱ τȣ́τȣ.
5:6 Διασάφησις ἐϖιϛολῆς, ἧς ἀϖέϛειλεν Θανϑαναι ὁ ἔϖαϱχος τȣ̃ ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ϗ Σαϑαϱϐȣζανα ϗ οἱ σύνδȣλοι αὐτῶν Αφαϱσαχαῖοι οἱ ἐν τῷ ϖέϱαν τȣ̃ ϖοταμȣ̃ Δαϱείῳ τῷ ϐασιλεῖ·
5:7 ῥῆσιν ἀϖέϛειλαν ϖϱὸς αὐτόν, ϗ τάδε γέγϱαϖται ἐν αὐτῷ Δαϱείῳ τῷ ϐασιλεῖ εἰϱήνη ϖᾶσα.
5:8 γνωϛὸν ἔϛω τῷ ϐασιλεῖ ὅτι ἐϖοϱεύϑημεν εἰς τὴν Ιȣδαίαν χώϱαν εἰς οἶϰον τȣ̃ ϑεȣ̃ τȣ̃ μεγάλȣ, ϗ αὐτὸς οἰϰοδομεῖται λίϑοις ἐϰλεϰτοῖς, ϗ ξύλα ἐντίϑεται ἐν τοῖς τοίχοις, ϗ τὸ ἔϱγον ἐϰεῖνο ἐϖιδέξιον γίνεται ϗ εὐοδȣ̃ται ἐν ταῖς χεϱσὶν αὐτῶν.
5:9 τότε ἠϱωτήσαμεν τȣ̀ς ϖϱεσϐυτέϱȣς ἐϰείνȣς ϗ ȣ̔́τως εἴϖαμεν αὐτοῖς Τίς ἔϑηϰεν ὑμῖν γνώμην τὸν οἶϰον τȣ̃τον οἰϰοδομῆσαι ϗ τὴν χοϱηγίαν ταύτην ϰαταϱτίσασϑαι;
5:10 ϗ τὰ ὀνόματα αὐτῶν ἠϱωτήσαμεν αὐτȣ̀ς γνωϱίσαι σοι ὥϛε γϱάψαι σοι τὰ ὀνόματα τῶν ἀνδϱῶν τῶν ἀϱχόντων αὐτῶν.
5:11 ϗ τοιȣ̃το ῥῆμα ἀϖεϰϱίϑησαν ἡμῖν λέγοντες Ἡμεῖς ἐσμεν δȣ̃λοι τȣ̃ ϑεȣ̃ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ τῆς γῆς ϗ οἰϰοδομȣ̃μεν τὸν οἶϰον, ὃς ἦν ᾠϰοδομημένος ϖϱὸ τȣ́τȣ ἔτη ϖολλά, ϗ ϐασιλεὺς τȣ̃ Ισϱαηλ μέγας ᾠϰοδόμησεν αὐτὸν ϗ ϰατηϱτίσατο αὐτὸν
5:12 αὐτοῖς. ἀφ’ ὅτε δὲ ϖαϱώϱγισαν οἱ ϖατέϱες ἡμῶν τὸν ϑεὸν τȣ̃ ȣ̓ϱανȣ̃, ἔδωϰεν αὐτȣ̀ς εἰς χεῖϱας Ναϐȣχοδονοσοϱ ϐασιλέως Βαϐυλῶνος τȣ̃ Χαλδαίȣ ϗ τὸν οἶϰον τȣ̃τον ϰατέλυσεν ϗ τὸν λαὸν ἀϖῴϰισεν εἰς Βαϐυλῶνα.
5:13 ἀλλ’ ἐν ἔτει ϖϱώτῳ Κύϱȣ τȣ̃ ϐασιλέως Κῦϱος ὁ ϐασιλεὺς ἔϑετο γνώμην τὸν οἶϰον τȣ̃ ϑεȣ̃ τȣ̃τον οἰϰοδομηϑῆναι.
5:14 ϗ τὰ σϰεύη τȣ̃ οἴϰȣ τȣ̃ ϑεȣ̃ τὰ χϱυσᾶ ϗ τὰ ἀϱγυϱᾶ, ἃ Ναϐȣχοδονοσοϱ ἐξήνεγϰεν ἀϖὸ οἴϰȣ τȣ̃ ἐν Ιεϱȣσαλημ ϗ ἀϖήνεγϰεν αὐτὰ εἰς ναὸν τȣ̃ ϐασιλέως, ἐξήνεγϰεν αὐτὰ Κῦϱος ὁ ϐασιλεὺς ἀϖὸ ναȣ̃ τȣ̃ ϐασιλέως ϗ ἔδωϰεν τῷ Σασαϐασαϱ τῷ ϑησαυϱοφύλαϰι τῷ ἐϖὶ τȣ̃ ϑησαυϱȣ̃
5:15 ϗ εἶϖεν αὐτῷ Πάντα τὰ σϰεύη λαϐὲ ϗ ϖοϱεύȣ ϑὲς αὐτὰ ἐν τῷ οἴϰῳ τῷ ἐν Ιεϱȣσαλημ εἰς τὸν ἑαυτῶν τόϖον.
5:16 τότε Σασαϐασαϱ ἐϰεῖνος ἦλϑεν ϗ ἔδωϰεν ϑεμελίȣς τȣ̃ οἴϰȣ τȣ̃ ϑεȣ̃ τȣ̃ ἐν Ιεϱȣσαλημ· ϗ ἀϖὸ τότε ἕως τȣ̃ νῦν ᾠϰοδομήϑη ϗ ȣ̓ϰ ἐτελέσϑη.
5:17 ϗ νῦν εἰ ἐϖὶ τὸν ϐασιλέα ἀγαϑόν, ἐϖισϰεϖήτω ἐν οἴϰῳ τῆς γάζης τȣ̃ ϐασιλέως Βαϐυλῶνος, ὅϖως γνῷς ὅτι ἀϖὸ ϐασιλέως Κύϱȣ ἐτέϑη γνώμη οἰϰοδομῆσαι τὸν οἶϰον τȣ̃ ϑεȣ̃ ἐϰεῖνον τὸν ἐν Ιεϱȣσαλημ· ϗ γνȣ̀ς ὁ ϐασιλεὺς ϖεϱὶ τȣ́τȣ ϖεμψάτω ϖϱὸς ἡμᾶς.
6:1 Τότε Δαϱεῖος ὁ ϐασιλεὺς ἔϑηϰεν γνώμην ϗ ἐϖεσϰέψατο ἐν ταῖς ϐιϐλιοϑήϰαις, ὅϖȣ ἡ γάζα ϰεῖται ἐν Βαϐυλῶνι.
6:2 ϗ εὑϱέϑη ἐν ϖόλει ἐν τῇ ϐάϱει τῆς Μήδων ϖόλεως ϰεφαλὶς μία, ϗ τȣ̃το ἦν γεγϱαμμένον ἐν αὐτῇ Ὑϖόμνημα·
6:3 ἐν ἔτει ϖϱώτῳ Κύϱȣ ϐασιλέως Κῦϱος ὁ ϐασιλεὺς ἔϑηϰεν γνώμην ϖεϱὶ οἴϰȣ τȣ̃ ϑεȣ̃ τȣ̃ ἐν Ιεϱȣσαλημ· οἶϰος οἰϰοδομηϑήτω ϗ τόϖος, ȣ̔͂ ϑυσιάζȣσιν τὰ ϑυσιάσματα· ϗ ἔϑηϰεν ἔϖαϱμα ὕψος ϖήχεις ἑξήϰοντα, ϖλάτος αὐτȣ̃ ϖήχεων ἑξήϰοντα·
6:4 ϗ δόμοι λίϑινοι ϰϱαταιοὶ τϱεῖς, ϗ δόμος ξύλινος εἷς· ϗ ἡ δαϖάνη ἐξ οἴϰȣ τȣ̃ ϐασιλέως δοϑήσεται·
6:5 ϗ τὰ σϰεύη οἴϰȣ τȣ̃ ϑεȣ̃ τὰ ἀϱγυϱᾶ ϗ τὰ χϱυσᾶ, ἃ Ναϐȣχοδονοσοϱ ἐξήνεγϰεν ἀϖὸ οἴϰȣ τȣ̃ ἐν Ιεϱȣσαλημ ϗ ἐϰόμισεν εἰς Βαϐυλῶνα, ϗ δοϑήτω ϗ ἀϖελϑάτω εἰς τὸν ναὸν τὸν ἐν Ιεϱȣσαλημ ἐϖὶ τόϖȣ, ȣ̔͂ ἐτέϑη ἐν οἴϰῳ τȣ̃ ϑεȣ̃.
6:6 νῦν δώσετε, ἔϖαϱχοι ϖέϱαν τȣ̃ ϖοταμȣ̃ Σαϑαϱϐȣζανα ϗ οἱ σύνδȣλοι αὐτῶν Αφαϱσαχαῖοι οἱ ἐν ϖέϱα τȣ̃ ϖοταμȣ̃, μαϰϱὰν ὄντες ἐϰεῖϑεν
6:7 ἄφετε τὸ ἔϱγον οἴϰȣ τȣ̃ ϑεȣ̃· οἱ ἀφηγȣ́μενοι τῶν Ιȣδαίων ϗ οἱ ϖϱεσϐύτεϱοι τῶν Ιȣδαίων οἶϰον τȣ̃ ϑεȣ̃ ἐϰεῖνον οἰϰοδομείτωσαν ἐϖὶ τȣ̃ τόϖȣ αὐτȣ̃.
6:8 ϗ ἀϖ’ ἐμȣ̃ ἐτέϑη γνώμη μήϖοτέ τι ϖοιήσητε μετὰ τῶν ϖϱεσϐυτέϱων τῶν Ιȣδαίων τȣ̃ οἰϰοδομῆσαι οἶϰον τȣ̃ ϑεȣ̃ ἐϰεῖνον· ϗ ἀϖὸ ὑϖαϱχόντων ϐασιλέως τῶν φόϱων ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ἐϖιμελῶς δαϖάνη ἔϛω διδομένη τοῖς ἀνδϱάσιν ἐϰείνοις τὸ μὴ ϰαταϱγηϑῆναι·
6:9 ϗ ὃ ἂν ὑϛέϱημα, ϗ υἱȣ̀ς ϐοῶν ϗ ϰϱιῶν ϗ ἀμνȣ̀ς εἰς ὁλοϰαυτώσεις τῷ ϑεῷ τȣ̃ ȣ̓ϱανȣ̃, ϖυϱȣ́ς, ἅλας, οἶνον, ἔλαιον, ϰατὰ τὸ ῥῆμα τῶν ἱεϱέων τῶν ἐν Ιεϱȣσαλημ ἔϛω διδόμενον αὐτοῖς ἡμέϱαν ἐν ἡμέϱᾳ, ὃ ἐὰν αἰτήσωσιν,
6:10 ἵνα ὦσιν ϖϱοσφέϱοντες εὐωδίας τῷ ϑεῷ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ϖϱοσεύχωνται εἰς ζωὴν τȣ̃ ϐασιλέως ϗ τῶν υἱῶν αὐτȣ̃.
6:11 ϗ ἀϖ’ ἐμȣ̃ ἐτέϑη γνώμη ὅτι ϖᾶς ἄνϑϱωϖος, ὃς ἀλλάξει τὸ ῥῆμα τȣ̃το, ϰαϑαιϱεϑήσεται ξύλον ἐϰ τῆς οἰϰίας αὐτȣ̃ ϗ ὠϱϑωμένος ϖαγήσεται ἐϖ’ αὐτȣ̃, ϗ ὁ οἶϰος αὐτȣ̃ τὸ ϰατ’ ἐμὲ ϖοιηϑήσεται.
6:12 ϗ ὁ ϑεός, ȣ̔͂ ϰατασϰηνοῖ τὸ ὄνομα ἐϰεῖ, ϰαταϛϱέψει ϖάντα ϐασιλέα ϗ λαόν, ὃς ἐϰτενεῖ τὴν χεῖϱα αὐτȣ̃ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶϰον τȣ̃ ϑεȣ̃ ἐϰεῖνον τὸν ἐν Ιεϱȣσαλημ. ἐγὼ Δαϱεῖος ἔϑηϰα γνώμην· ἐϖιμελῶς ἔϛαι.
6:13 Τότε Θανϑαναι ἔϖαϱχος ϖέϱαν τȣ̃ ϖοταμȣ̃, Σαϑαϱϐȣζανα ϗ οἱ σύνδȣλοι αὐτȣ̃ ϖϱὸς ὃ ἀϖέϛειλεν Δαϱεῖος ὁ ϐασιλεὺς ȣ̔́τως ἐϖοίησαν ἐϖιμελῶς.
6:14 ϗ οἱ ϖϱεσϐύτεϱοι τῶν Ιȣδαίων ᾠϰοδομȣ̃σαν ϗ οἱ Λευῖται ἐν ϖϱοφητείᾳ Αγγαιȣ τȣ̃ ϖϱοφήτȣ ϗ Ζαχαϱιȣ υἱȣ̃ Αδδω ϗ ἀνῳϰοδόμησαν ϗ ϰατηϱτίσαντο ἀϖὸ γνώμης ϑεȣ̃ Ισϱαηλ ϗ ἀϖὸ γνώμης Κύϱȣ ϗ Δαϱείȣ ϗ Αϱϑασασϑα ϐασιλέων Πεϱσῶν.
6:15 ϗ ἐτέλεσαν τὸν οἶϰον τȣ̃τον ἕως ἡμέϱας τϱίτης μηνὸς Αδαϱ, ὅ ἐϛιν ἔτος ἕϰτον τῇ ϐασιλείᾳ Δαϱείȣ τȣ̃ ϐασιλέως.
6:16 ϗ ἐϖοίησαν οἱ υἱοὶ Ισϱαηλ, οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ ϰατάλοιϖοι υἱῶν ἀϖοιϰεσίας, ἐγϰαίνια τȣ̃ οἴϰȣ τȣ̃ ϑεȣ̃ ἐν εὐφϱοσύνῃ.
6:17 ϗ ϖϱοσήνεγϰαν εἰς τὰ ἐγϰαίνια τȣ̃ οἴϰȣ τȣ̃ ϑεȣ̃ μόσχȣς ἑϰατόν, ϰϱιȣ̀ς διαϰοσίȣς, ἀμνȣ̀ς τετϱαϰοσίȣς, χιμάϱȣς αἰγῶν ϖεϱὶ ἁμαϱτίας ὑϖὲϱ ϖαντὸς Ισϱαηλ δώδεϰα εἰς ἀϱιϑμὸν φυλῶν Ισϱαηλ.
6:18 ϗ ἔϛησαν τȣ̀ς ἱεϱεῖς ἐν διαιϱέσεσιν αὐτῶν ϗ τȣ̀ς Λευίτας ἐν μεϱισμοῖς αὐτῶν ἐϖὶ δȣλείᾳ ϑεȣ̃ τȣ̃ ἐν Ιεϱȣσαλημ ϰατὰ τὴν γϱαφὴν ϐιϐλίȣ Μωυσῆ.
6:19 Ϗ ἐϖοίησαν οἱ υἱοὶ τῆς ἀϖοιϰεσίας τὸ ϖασχα τῇ τεσσαϱεσϰαιδεϰάτῃ τȣ̃ μηνὸς τȣ̃ ϖϱώτȣ.
6:20 ὅτι ἐϰαϑαϱίσϑησαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ἕως εἷς ϖάντες ϰαϑαϱοὶ ϗ ἔσφαξαν τὸ ϖασχα τοῖς ϖᾶσιν υἱοῖς τῆς ἀϖοιϰεσίας ϗ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱεϱεῦσιν ϗ ἑαυτοῖς.
6:21 ϗ ἔφαγον οἱ υἱοὶ Ισϱαηλ τὸ ϖασχα, οἱ ἀϖὸ τῆς ἀϖοιϰεσίας ϗ ϖᾶς ὁ χωϱιζόμενος τῆς ἀϰαϑαϱσίας ἐϑνῶν τῆς γῆς ϖϱὸς αὐτȣ̀ς τȣ̃ ἐϰζητῆσαι ϰύϱιον ϑεὸν Ισϱαηλ.
6:22 ϗ ἐϖοίησαν τὴν ἑοϱτὴν τῶν ἀζύμων ἑϖτὰ ἡμέϱας ἐν εὐφϱοσύνῃ, ὅτι εὔφϱανεν αὐτȣ̀ς ϰύϱιος ϗ ἐϖέϛϱεψεν ϰαϱδίαν ϐασιλέως Ασσȣϱ ἐϖ’ αὐτȣ̀ς ϰϱαταιῶσαι τὰς χεῖϱας αὐτῶν ἐν ἔϱγοις οἴϰȣ τȣ̃ ϑεȣ̃ Ισϱαηλ.
7:1 Ϗ μετὰ τὰ ῥήματα ταῦτα ἐν ϐασιλείᾳ Αϱϑασασϑα ϐασιλέως Πεϱσῶν ἀνέϐη Εσδϱας υἱὸς Σαϱαιȣ υἱȣ̃ Αζαϱιȣ υἱȣ̃ Ελϰια
7:2 υἱȣ̃ Σαλȣμ υἱȣ̃ Σαδδȣϰ υἱȣ̃ Αχιτωϐ
7:3 υἱȣ̃ Σαμαϱια υἱȣ̃ Εσϱια υἱȣ̃ Μαϱεϱωϑ
7:4 υἱȣ̃ Ζαϱαια υἱȣ̃ Σαȣια υἱȣ̃ Βοϰϰι
7:5 υἱȣ̃ Αϐισȣε υἱȣ̃ Φινεες υἱȣ̃ Ελεαζαϱ υἱȣ̃ Ααϱων τȣ̃ ἱεϱέως τȣ̃ ϖϱώτȣ·
7:6 αὐτὸς Εσδϱας ἀνέϐη ἐϰ Βαϐυλῶνος, ϗ αὐτὸς γϱαμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ, ὃν ἔδωϰεν ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ· ϗ ἔδωϰεν αὐτῷ ὁ ϐασιλεύς, ὅτι χεὶϱ ϰυϱίȣ ϑεȣ̃ αὐτȣ̃ ἐϖ’ αὐτὸν ἐν ϖᾶσιν, οἷς ἐζήτει αὐτός.
7:7 ϗ ἀνέϐησαν ἀϖὸ υἱῶν Ισϱαηλ ϗ ἀϖὸ τῶν ἱεϱέων ϗ ἀϖὸ τῶν Λευιτῶν ϗ οἱ ᾄδοντες ϗ οἱ ϖυλωϱοὶ ϗ οἱ ναϑινιμ εἰς Ιεϱȣσαλημ ἐν ἔτει ἑϐδόμῳ τῷ Αϱϑασασϑα τῷ ϐασιλεῖ.
7:8 ϗ ἤλϑοσαν εἰς Ιεϱȣσαλημ τῷ μηνὶ τῷ ϖέμϖτῳ, τȣ̃το ἔτος ἕϐδομον τῷ ϐασιλεῖ·
7:9 ὅτι ἐν μιᾷ τȣ̃ μηνὸς τȣ̃ ϖϱώτȣ αὐτὸς ἐϑεμελίωσεν τὴν ἀνάϐασιν τὴν ἀϖὸ Βαϐυλῶνος, ἐν δὲ τῇ ϖϱώτῃ τȣ̃ μηνὸς τȣ̃ ϖέμϖτȣ ἤλϑοσαν εἰς Ιεϱȣσαλημ, ὅτι χεὶϱ ϑεȣ̃ αὐτȣ̃ ἦν ἀγαϑὴ ἐϖ’ αὐτόν.
7:10 ὅτι Εσδϱας ἔδωϰεν ἐν ϰαϱδίᾳ αὐτȣ̃ ζητῆσαι τὸν νόμον ϗ ϖοιεῖν ϗ διδάσϰειν ἐν Ισϱαηλ ϖϱοϛάγματα ϗ ϰϱίματα.
7:11 Ϗ αὕτη ἡ διασάφησις τȣ̃ διατάγματος, ȣ̔͂ ἔδωϰεν Αϱϑασασϑα τῷ Εσδϱα τῷ ἱεϱεῖ τῷ γϱαμματεῖ ϐιϐλίȣ λόγων ἐντολῶν ϰυϱίȣ ϗ ϖϱοϛαγμάτων αὐτȣ̃ ἐϖὶ τὸν Ισϱαηλ
7:12 Αϱϑασασϑα ϐασιλεὺς ϐασιλέων Εσδϱα γϱαμματεῖ νόμȣ τȣ̃ ϑεȣ̃ τȣ̃ ȣ̓ϱανȣ̃· τετέλεϛαι ὁ λόγος ϗ ἡ ἀϖόϰϱισις.
7:13 ἀϖ’ ἐμȣ̃ ἐτέϑη γνώμη ὅτι ϖᾶς ὁ ἑϰȣσιαζόμενος ἐν ϐασιλείᾳ μȣ ἀϖὸ λαȣ̃ Ισϱαηλ ϗ ἱεϱέων ϗ Λευιτῶν ϖοϱευϑῆναι εἰς Ιεϱȣσαλημ, μετὰ σȣ̃ ϖοϱευϑῆναι·
7:14 ἀϖὸ ϖϱοσώϖȣ τȣ̃ ϐασιλέως ϗ τῶν ἑϖτὰ συμϐȣ́λων ἀϖεϛάλη ἐϖισϰέψασϑαι ἐϖὶ τὴν Ιȣδαίαν ϗ εἰς Ιεϱȣσαλημ νόμῳ ϑεȣ̃ αὐτῶν τῷ ἐν χειϱί σȣ.
7:15 ϗ εἰς οἶϰον ϰυϱίȣ ἀϱγύϱιον ϗ χϱυσίον, ὃ ὁ ϐασιλεὺς ϗ οἱ σύμϐȣλοι ἡϰȣσιάσϑησαν τῷ ϑεῷ τȣ̃ Ισϱαηλ τῷ ἐν Ιεϱȣσαλημ ϰατασϰηνȣ̃ντι,
7:16 ϗ ϖᾶν ἀϱγύϱιον ϗ χϱυσίον, ὅ τι ἐὰν εὕϱῃς ἐν ϖάσῃ χώϱᾳ Βαϐυλῶνος μετὰ ἑϰȣσιασμȣ̃ τȣ̃ λαȣ̃ ϗ ἱεϱέων τῶν ἑϰȣσιαζομένων εἰς οἶϰον ϑεȣ̃ τὸν ἐν Ιεϱȣσαλημ,
7:17 ϗ ϖᾶν ϖϱοσϖοϱευόμενον, τȣ̃τον ἑτοίμως ἔνταξον ἐν ϐιϐλίῳ τȣ́τῳ, μόσχȣς, ϰϱιȣ́ς, ἀμνȣ̀ς ϗ ϑυσίας αὐτῶν ϗ σϖονδὰς αὐτῶν, ϗ ϖϱοσοίσεις αὐτὰ ἐϖὶ ϑυσιαϛηϱίȣ τȣ̃ οἴϰȣ τȣ̃ ϑεȣ̃ ὑμῶν τȣ̃ ἐν Ιεϱȣσαλημ.
7:18 ϗ εἴ τι ἐϖὶ σὲ ϗ τȣ̀ς ἀδελφȣ́ς σȣ ἀγαϑυνϑῇ ἐν ϰαταλοίϖῳ τȣ̃ ἀϱγυϱίȣ ϗ τȣ̃ χϱυσίȣ ϖοιῆσαι, ὡς ἀϱεϛὸν τῷ ϑεῷ ὑμῶν ϖοιήσατε.
7:19 ϗ τὰ σϰεύη τὰ διδόμενά σοι εἰς λειτȣϱγίαν οἴϰȣ ϑεȣ̃ ϖαϱάδος ἐνώϖιον τȣ̃ ϑεȣ̃ ἐν Ιεϱȣσαλημ.
7:20 ϗ ϰατάλοιϖον χϱείας οἴϰȣ ϑεȣ̃ σȣ, ὃ ἂν φανῇ σοι δȣ̃ναι, δώσεις ἀϖὸ οἴϰων γάζης ϐασιλέως.
7:21 ϗ ἀϖ’ ἐμȣ̃, ἐγὼ Αϱϑασασϑα ϐασιλεύς, ἔϑηϰα γνώμην ϖάσαις ταῖς γάζαις ταῖς ἐν ϖέϱα τȣ̃ ϖοταμȣ̃ ὅτι ϖᾶν, ὃ ἂν αἰτήσῃ ὑμᾶς Εσδϱας ὁ ἱεϱεὺς ϗ γϱαμματεὺς τȣ̃ νόμȣ τȣ̃ ϑεȣ̃ τȣ̃ ȣ̓ϱανȣ̃, ἑτοίμως γιγνέσϑω
7:22 ἕως ἀϱγυϱίȣ ταλάντων ἑϰατὸν ϗ ἕως ϖυϱȣ̃ ϰόϱων ἑϰατὸν ϗ ἕως οἴνȣ ϐάδων ἑϰατὸν ϗ ἕως ἐλαίȣ ϐάδων ἑϰατὸν ϗ ἅλας ȣ̔͂ ȣ̓ϰ ἔϛιν γϱαφή.
7:23 ϖᾶν, ὅ ἐϛιν ἐν γνώμῃ ϑεȣ̃ τȣ̃ ȣ̓ϱανȣ̃, γιγνέσϑω. ϖϱοσέχετε μή τις ἐϖιχειϱήσῃ εἰς οἶϰον ϑεȣ̃ τȣ̃ ȣ̓ϱανȣ̃, μήϖοτε γένηται ὀϱγὴ ἐϖὶ τὴν ϐασιλείαν τȣ̃ ϐασιλέως ϗ τῶν υἱῶν αὐτȣ̃.
7:24 ϗ ὑμῖν ἐγνώϱιϛαι· ἐν ϖᾶσιν τοῖς ἱεϱεῦσιν ϗ τοῖς Λευίταις, ᾄδȣσιν, ϖυλωϱοῖς, ναϑινιμ ϗ λειτȣϱγοῖς οἴϰȣ ϑεȣ̃ τȣ́τȣ φόϱος μὴ ἔϛω σοι, ȣ̓ϰ ἐξȣσιάσεις ϰαταδȣλȣ̃σϑαι αὐτȣ́ς.
7:25 ϗ σύ, Εσδϱα, ὡς ἡ σοφία τȣ̃ ϑεȣ̃ ἐν χειϱί σȣ ϰατάϛησον γϱαμματεῖς ϗ ϰϱιτάς, ἵνα ὦσιν ϰϱίνοντες ϖαντὶ τῷ λαῷ τῷ ἐν ϖέϱα τȣ̃ ϖοταμȣ̃, ϖᾶσιν τοῖς εἰδόσιν νόμον τȣ̃ ϑεȣ̃ σȣ, ϗ τῷ μὴ εἰδότι γνωϱιεῖτε.
7:26 ϗ ϖᾶς, ὃς ἂν μὴ ᾖ ϖοιῶν νόμον τȣ̃ ϑεȣ̃ ϗ νόμον τȣ̃ ϐασιλέως ἑτοίμως, τὸ ϰϱίμα ἔϛαι γιγνόμενον ἐξ αὐτȣ̃, ἐάν τε εἰς ϑάνατον ἐάν τε εἰς ϖαιδείαν ἐάν τε εἰς ζημίαν τȣ̃ ϐίȣ ἐάν τε εἰς δεσμά.
7:27 Εὐλογητὸς ϰύϱιος ὁ ϑεὸς τῶν ϖατέϱων ἡμῶν, ὃς ἔδωϰεν ȣ̔́τως ἐν ϰαϱδίᾳ τȣ̃ ϐασιλέως τȣ̃ δοξάσαι τὸν οἶϰον ϰυϱίȣ τὸν ἐν Ιεϱȣσαλημ
7:28 ϗ ἐϖ’ ἐμὲ ἔϰλινεν ἔλεος ἐν ὀφϑαλμοῖς τȣ̃ ϐασιλέως ϗ τῶν συμϐȣ́λων αὐτȣ̃ ϗ ϖάντων τῶν ἀϱχόντων τȣ̃ ϐασιλέως τῶν ἐϖηϱμένων. ϗ ἐγὼ ἐϰϱαταιώϑην ὡς χεὶϱ ϑεȣ̃ ἡ ἀγαϑὴ ἐϖ’ ἐμέ, ϗ συνῆξα ἀϖὸ Ισϱαηλ ἄϱχοντας ἀναϐῆναι μετ’ ἐμȣ̃.
8:1 Ϗ ȣ̔͂τοι οἱ ἄϱχοντες ϖατϱιῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναϐαίνοντες μετ’ ἐμȣ̃ ἐν ϐασιλείᾳ Αϱϑασασϑα τȣ̃ ϐασιλέως Βαϐυλῶνος·
8:2 ἀϖὸ υἱῶν Φινεες Γηϱσωμ· ἀϖὸ υἱῶν Ιϑαμαϱ Δανιηλ· ἀϖὸ υἱῶν Δαυιδ Ατȣς·
8:3 ἀϖὸ υἱῶν Σαχανια ἀϖὸ υἱῶν Φοϱος Ζαχαϱιας ϗ μετ’ αὐτȣ̃ τὸ σύϛϱεμμα ἑϰατὸν ϗ ϖεντήϰοντα·
8:4 ἀϖὸ υἱῶν Φααϑμωαϐ Ελιανα υἱὸς Ζαϱαια ϗ μετ’ αὐτȣ̃ διαϰόσιοι τὰ ἀϱσενιϰά·
8:5 ἀϖὸ υἱῶν Ζαϑοης Σεχενιας υἱὸς Αζιηλ ϗ μετ’ αὐτȣ̃ τϱιαϰόσιοι τὰ ἀϱσενιϰά·
8:6 ϗ ἀϖὸ υἱῶν Αδιν Ωϐηϑ υἱὸς Ιωναϑαν ϗ μετ’ αὐτȣ̃ ϖεντήϰοντα τὰ ἀϱσενιϰά·
8:7 ϗ ἀϖὸ υἱῶν Ηλαμ Ιεσια υἱὸς Αϑελια ϗ μετ’ αὐτȣ̃ ἑϐδομήϰοντα τὰ ἀϱσενιϰά·
8:8 ϗ ἀϖὸ υἱῶν Σαφατια Ζαϐδια υἱὸς Μιχαηλ ϗ μετ’ αὐτȣ̃ ὀγδοήϰοντα τὰ ἀϱσενιϰά·
8:9 ϗ ἀϖὸ υἱῶν Ιωαϐ Αϐαδια υἱὸς Ιιηλ ϗ μετ’ αὐτȣ̃ διαϰόσιοι δέϰα ὀϰτὼ τὰ ἀϱσενιϰά·
8:10 ϗ ἀϖὸ υἱῶν Βαανι Σαλιμȣϑ υἱὸς Ιωσεφια ϗ μετ’ αὐτȣ̃ ἑϰατὸν ἑξήϰοντα τὰ ἀϱσενιϰά·
8:11 ϗ ἀϖὸ υἱῶν Βαϐι Ζαχαϱια υἱὸς Βαϐι ϗ μετ’ αὐτȣ̃ ἑϐδομήϰοντα ὀϰτὼ τὰ ἀϱσενιϰά·
8:12 ϗ ἀϖὸ υἱῶν Ασγαδ Ιωαναν υἱὸς Αϰαταν ϗ μετ’ αὐτȣ̃ ἑϰατὸν δέϰα τὰ ἀϱσενιϰά·
8:13 ϗ ἀϖὸ υἱῶν Αδωνιϰαμ ἔσχατοι ϗ ταῦτα τὰ ὀνόματα αὐτῶν· Αλιφαλατ, Ιιηλ ϗ Σαμαια ϗ μετ’ αὐτῶν ἑξήϰοντα τὰ ἀϱσενιϰά·
8:14 ϗ ἀϖὸ υἱῶν Βαγο Ȣϑι ϗ μετ’ αὐτȣ̃ ἑϐδομήϰοντα τὰ ἀϱσενιϰά.
8:15 Ϗ συνῆξα αὐτȣ̀ς ϖϱὸς τὸν ϖοταμὸν τὸν ἐϱχόμενον ϖϱὸς τὸν Ευι, ϗ ϖαϱενεϐάλομεν ἐϰεῖ ἡμέϱας τϱεῖς. ϗ συνῆϰα ἐν τῷ λαῷ ϗ ἐν τοῖς ἱεϱεῦσιν, ϗ ἀϖὸ υἱῶν Λευι ȣ̓χ εὗϱον ἐϰεῖ·
8:16 ϗ ἀϖέϛειλα τῷ Ελεαζαϱ, τῷ Αϱιηλ, τῷ Σαμαια ϗ τῷ Αλωναμ ϗ τῷ Ιαϱιϐ ϗ τῷ Ελναϑαν ϗ τῷ Ναϑαν ϗ τῷ Ζαχαϱια ϗ τῷ Μεσȣλαμ ἄνδϱας ϗ τῷ Ιωαϱιϐ ϗ τῷ Ελναϑαν συνίοντας
8:17 ϗ ἐξήνεγϰα αὐτȣ̀ς ἐϖὶ ἄϱχοντος ἐν ἀϱγυϱίῳ τȣ̃ τόϖȣ ϗ ἔϑηϰα ἐν ϛόματι αὐτῶν λόγȣς λαλῆσαι ϖϱὸς τȣ̀ς ἀδελφȣ̀ς αὐτῶν τȣ̀ς ναϑινιμ ἐν ἀϱγυϱίῳ τȣ̃ τόϖȣ τȣ̃ ἐνέγϰαι ἡμῖν ᾄδοντας εἰς οἶϰον ϑεȣ̃ ἡμῶν.
8:18 ϗ ἤλϑοσαν ἡμῖν, ὡς χεὶϱ ϑεȣ̃ ἡμῶν ἀγαϑὴ ἐφ’ ἡμᾶς, ἀνὴϱ σαχωλ ἀϖὸ υἱῶν Μοολι υἱȣ̃ Λευι υἱȣ̃ Ισϱαηλ· ϗ ἀϱχὴν ἤλϑοσαν υἱοὶ αὐτȣ̃ ϗ ἀδελφοὶ αὐτȣ̃ ὀϰτωϰαίδεϰα·
8:19 ϗ τὸν Ασεϐια ϗ τὸν Ωσαιαν ἀϖὸ υἱῶν Μεϱαϱι, ἀδελφοὶ αὐτȣ̃ ϗ υἱοὶ αὐτῶν εἴϰοσι·
8:20 ϗ ἀϖὸ τῶν ναϑινιμ, ὧν ἔδωϰεν Δαυιδ ϗ οἱ ἄϱχοντες εἰς δȣλείαν τῶν Λευιτῶν, ναϑινιμ διαϰόσιοι ϗ εἴϰοσι· ϖάντες συνήχϑησαν ἐν ὀνόμασιν.
8:21 ϗ ἐϰάλεσα ἐϰεῖ νηϛείαν ἐϖὶ τὸν ϖοταμὸν Αȣε τȣ̃ ταϖεινωϑῆναι ἐνώϖιον ϑεȣ̃ ἡμῶν ζητῆσαι ϖαϱ’ αὐτȣ̃ ὁδὸν εὐϑεῖαν ἡμῖν ϗ τοῖς τέϰνοις ἡμῶν ϗ ϖάσῃ τῇ ϰτήσει ἡμῶν.
8:22 ὅτι ᾐσχύνϑην αἰτήσασϑαι ϖαϱὰ τȣ̃ ϐασιλέως δύναμιν ϗ ἱϖϖεῖς σῶσαι ἡμᾶς ἀϖὸ ἐχϑϱȣ̃ ἐν τῇ ὁδῷ, ὅτι εἴϖαμεν τῷ ϐασιλεῖ λέγοντες Χεὶϱ τȣ̃ ϑεȣ̃ ἡμῶν ἐϖὶ ϖάντας τȣ̀ς ζητȣ̃ντας αὐτὸν εἰς ἀγαϑόν, ϗ ϰϱάτος αὐτȣ̃ ϗ ϑυμὸς αὐτȣ̃ ἐϖὶ ϖάντας ἐγϰαταλείϖοντας αὐτόν.
8:23 ϗ ἐνηϛεύσαμεν ϗ ἐζητήσαμεν ϖαϱὰ τȣ̃ ϑεȣ̃ ἡμῶν ϖεϱὶ τȣ́τȣ, ϗ ἐϖήϰȣσεν ἡμῖν.
8:24 ϗ διέϛειλα ἀϖὸ ἀϱχόντων τῶν ἱεϱέων δώδεϰα, τῷ Σαϱαια, Ασαϐια ϗ μετ’ αὐτῶν ἀϖὸ ἀδελφῶν αὐτῶν δέϰα,
8:25 ϗ ἔϛησα αὐτοῖς τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον ϗ τὰ σϰεύη ἀϖαϱχῆς οἴϰȣ ϑεȣ̃ ἡμῶν, ἃ ὕψωσεν ὁ ϐασιλεὺς ϗ οἱ σύμϐȣλοι αὐτȣ̃ ϗ οἱ ἄϱχοντες αὐτȣ̃ ϗ ϖᾶς Ισϱαηλ οἱ εὑϱισϰόμενοι.
8:26 ϗ ἔϛησα ἐϖὶ χεῖϱας αὐτῶν ἀϱγυϱίȣ τάλαντα ἑξαϰόσια ϗ ϖεντήϰοντα ϗ σϰεύη ἀϱγυϱᾶ ἑϰατὸν ϗ τάλαντα χϱυσίȣ ἑϰατὸν
8:27 ϗ ϰαφȣϱη χϱυσοῖ εἴϰοσι εἰς τὴν ὁδὸν χαμανιμ χίλιοι ϗ σϰεύη χαλϰȣ̃ ϛίλϐοντος ἀγαϑȣ̃ διάφοϱα ἐϖιϑυμητὰ ἐν χϱυσίῳ.
8:28 ϗ εἶϖα ϖϱὸς αὐτȣ́ς Ὑμεῖς ἅγιοι τῷ ϰυϱίῳ, ϗ τὰ σϰεύη ἅγια, ϗ τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον ἑϰȣ́σια τῷ ϰυϱίῳ ϑεῷ ϖατέϱων ὑμῶν·
8:29 ἀγϱυϖνεῖτε ϗ τηϱεῖτε, ἕως ϛῆτε ἐνώϖιον ἀϱχόντων τῶν ἱεϱέων ϗ τῶν Λευιτῶν ϗ τῶν ἀϱχόντων τῶν ϖατϱιῶν ἐν Ιεϱȣσαλημ εἰς σϰηνὰς οἴϰȣ ϰυϱίȣ.
8:30 ϗ ἐδέξαντο οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϛαϑμὸν τȣ̃ ἀϱγυϱίȣ ϗ τȣ̃ χϱυσίȣ ϗ τῶν σϰευῶν ἐνεγϰεῖν εἰς Ιεϱȣσαλημ εἰς οἶϰον ϑεȣ̃ ἡμῶν.
8:31 Ϗ ἐξήϱαμεν ἀϖὸ τȣ̃ ϖοταμȣ̃ Αȣε ἐν τῇ δωδεϰάτῃ τȣ̃ μηνὸς τȣ̃ ϖϱώτȣ τȣ̃ ἐλϑεῖν εἰς Ιεϱȣσαλημ· ϗ χεὶϱ ϑεȣ̃ ἡμῶν ἦν ἐφ’ ἡμῖν, ϗ ἐϱϱύσατο ἡμᾶς ἀϖὸ χειϱὸς ἐχϑϱȣ̃ ϗ ϖολεμίȣ ἐν τῇ ὁδῷ.
8:32 ϗ ἤλϑομεν εἰς Ιεϱȣσαλημ ϗ ἐϰαϑίσαμεν ἐϰεῖ ἡμέϱας τϱεῖς.
8:33 ϗ ἐγενήϑη τῇ ἡμέϱᾳ τῇ τετάϱτῃ ἐϛήσαμεν τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον ϗ τὰ σϰεύη ἐν οἴϰῳ ϑεȣ̃ ἡμῶν ἐϖὶ χεῖϱα Μεϱιμωϑ υἱȣ̃ Ȣϱια τȣ̃ ἱεϱέως – ϗ μετ’ αὐτȣ̃ Ελεαζαϱ υἱὸς Φινεες ϗ μετ’ αὐτῶν Ιωζαϐαδ υἱὸς Ἰησȣ̃ ϗ Νωαδια υἱὸς Βαναια οἱ Λευῖται –
8:34 ἐν ἀϱιϑμῷ ϗ ἐν ϛαϑμῷ τὰ ϖάντα, ϗ ἐγϱάφη ϖᾶς ὁ ϛαϑμός. ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ
8:35 οἱ ἐλϑόντες ἀϖὸ τῆς αἰχμαλωσίας υἱοὶ τῆς ϖαϱοιϰίας ϖϱοσήνεγϰαν ὁλοϰαυτώσεις τῷ ϑεῷ Ισϱαηλ μόσχȣς δώδεϰα ϖεϱὶ ϖαντὸς Ισϱαηλ, ϰϱιȣ̀ς ἐνενήϰοντα ἕξ, ἀμνȣ̀ς ἑϐδομήϰοντα ϗ ἑϖτά, χιμάϱȣς ϖεϱὶ ἁμαϱτίας δώδεϰα, τὰ ϖάντα ὁλοϰαυτώματα τῷ ϰυϱίῳ.
8:36 ϗ ἔδωϰαν τὸ νόμισμα τȣ̃ ϐασιλέως τοῖς διοιϰηταῖς τȣ̃ ϐασιλέως ϗ ἐϖάϱχοις ϖέϱαν τȣ̃ ϖοταμȣ̃, ϗ ἐδόξασαν τὸν λαὸν ϗ τὸν οἶϰον τȣ̃ ϑεȣ̃.
9:1 Ϗ ὡς ἐτελέσϑη ταῦτα, ἤγγισαν ϖϱός με οἱ ἄϱχοντες λέγοντες Ȣ̓ϰ ἐχωϱίσϑη ὁ λαὸς Ισϱαηλ ϗ οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ἀϖὸ λαῶν τῶν γαιῶν ἐν μαϰϱύμμασιν αὐτῶν, τῷ Χανανι, ὁ Εϑι, ὁ Φεϱεζι, ὁ Ιεϐȣσι, ὁ Αμμωνι, ὁ Μωαϐι, ὁ Μοσεϱι ϗ ὁ Αμοϱι,
9:2 ὅτι ἐλάϐοσαν ἀϖὸ ϑυγατέϱων αὐτῶν ἑαυτοῖς ϗ τοῖς υἱοῖς αὐτῶν, ϗ ϖαϱήχϑη σϖέϱμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν, ϗ χεὶϱ τῶν ἀϱχόντων ἐν τῇ ἀσυνϑεσίᾳ ταύτῃ ἐν ἀϱχῇ.
9:3 ϗ ὡς ἤϰȣσα τὸν λόγον τȣ̃τον, διέϱϱηξα τὰ ἱμάτιά μȣ ϗ ἐϖαλλόμην ϗ ἔτιλλον ἀϖὸ τῶν τϱιχῶν τῆς ϰεφαλῆς μȣ ϗ ἀϖὸ τȣ̃ ϖώγωνός μȣ ϗ ἐϰαϑήμην ἠϱεμάζων.
9:4 ϗ συνήχϑησαν ϖϱός με ϖᾶς ὁ διώϰων λόγον ϑεȣ̃ Ισϱαηλ ἐϖὶ ἀσυνϑεσίᾳ τῆς ἀϖοιϰίας, ϗ ἐγὼ ϰαϑήμενος ἠϱεμάζων ἕως τῆς ϑυσίας τῆς ἑσϖεϱινῆς.
9:5 ϗ ἐν ϑυσίᾳ τῇ ἑσϖεϱινῇ ἀνέϛην ἀϖὸ ταϖεινώσεώς μȣ· ϗ ἐν τῷ διαϱϱῆξαί με τὰ ἱμάτιά μȣ ϗ ἐϖαλλόμην ϗ ϰλίνω ἐϖὶ τὰ γόνατά μȣ ϗ ἐϰϖετάζω τὰς χεῖϱάς μȣ ϖϱὸς ϰύϱιον τὸν ϑεὸν
9:6 ϗ εἶϖα Κύϱιε, ᾐσχύνϑην ϗ ἐνετϱάϖην τȣ̃ ὑψῶσαι τὸ ϖϱόσωϖόν μȣ ϖϱὸς σέ, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐϖληϑύνϑησαν ὑϖὲϱ ϰεφαλῆς ἡμῶν, ϗ αἱ ϖλημμέλειαι ἡμῶν ἐμεγαλύνϑησαν ἕως εἰς ȣ̓ϱανόν.
9:7 ἀϖὸ ἡμεϱῶν ϖατέϱων ἡμῶν ἐσμεν ἐν ϖλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέϱας ταύτης· ϗ ἐν ταῖς ἀνομίαις ἡμῶν ϖαϱεδόϑημεν ἡμεῖς ϗ οἱ ϐασιλεῖς ἡμῶν ϗ οἱ υἱοὶ ἡμῶν ἐν χειϱὶ ϐασιλέων τῶν ἐϑνῶν ἐν ῥομφαίᾳ ϗ ἐν αἰχμαλωσίᾳ ϗ ἐν διαϱϖαγῇ ϗ ἐν αἰσχύνῃ ϖϱοσώϖȣ ἡμῶν ὡς ἡ ἡμέϱα αὕτη.
9:8 ϗ νῦν ἐϖιειϰεύσατο ἡμῖν ϰύϱιος ὁ ϑεὸς ἡμῶν τȣ̃ ϰαταλιϖεῖν ἡμῖν εἰς σωτηϱίαν ϗ δȣ̃ναι ἡμῖν ϛήϱιγμα ἐν τόϖῳ ἁγιάσματος αὐτȣ̃ τȣ̃ φωτίσαι ὀφϑαλμȣ̀ς ἡμῶν ϗ δȣ̃ναι ζωοϖοίησιν μιϰϱὰν ἐν τῇ δȣλείᾳ ἡμῶν.
9:9 ὅτι δȣ̃λοί ἐσμεν, ϗ ἐν τῇ δȣλείᾳ ἡμῶν ȣ̓ϰ ἐγϰατέλιϖεν ἡμᾶς ϰύϱιος ὁ ϑεὸς ἡμῶν ϗ ἔϰλινεν ἐφ’ ἡμᾶς ἔλεος ἐνώϖιον ϐασιλέων Πεϱσῶν δȣ̃ναι ἡμῖν ζωοϖοίησιν τȣ̃ ὑψῶσαι αὐτȣ̀ς τὸν οἶϰον τȣ̃ ϑεȣ̃ ἡμῶν ϗ ἀναϛῆσαι τὰ ἔϱημα αὐτῆς ϗ τȣ̃ δȣ̃ναι ἡμῖν φϱαγμὸν ἐν Ιȣδα ϗ ἐν Ιεϱȣσαλημ.
9:10 τί εἴϖωμεν, ὁ ϑεὸς ἡμῶν, μετὰ τȣ̃το; ὅτι ἐγϰατελίϖομεν ἐντολάς σȣ,
9:11 ἃς ἔδωϰας ἡμῖν ἐν χειϱὶ δȣ́λων σȣ τῶν ϖϱοφητῶν λέγων Ἡ γῆ, εἰς ἣν εἰσϖοϱεύεσϑε ϰληϱονομῆσαι αὐτήν, γῆ μεταϰινȣμένη ἐϛὶν ἐν μεταϰινήσει λαῶν τῶν ἐϑνῶν ἐν μαϰϱύμμασιν αὐτῶν, ὧν ἔϖλησαν αὐτὴν ἀϖὸ ϛόματος ἐϖὶ ϛόμα ἐν ἀϰαϑαϱσίαις αὐτῶν·
9:12 ϗ νῦν τὰς ϑυγατέϱας ὑμῶν μὴ δῶτε τοῖς υἱοῖς αὐτῶν ϗ ἀϖὸ τῶν ϑυγατέϱων αὐτῶν μὴ λάϐητε τοῖς υἱοῖς ὑμῶν ϗ ȣ̓ϰ ἐϰζητήσετε εἰϱήνην αὐτῶν ϗ ἀγαϑὸν αὐτῶν ἕως αἰῶνος, ὅϖως ἐνισχύσητε ϗ φάγητε τὰ ἀγαϑὰ τῆς γῆς ϗ ϰληϱοδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
9:13 ϗ μετὰ ϖᾶν τὸ ἐϱχόμενον ἐφ’ ἡμᾶς ἐν ϖοιήμασιν ἡμῶν τοῖς ϖονηϱοῖς ϗ ἐν ϖλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ· ὅτι ȣ̓ϰ ἔϛιν ὡς ὁ ϑεὸς ἡμῶν, ὅτι ἐϰȣ́φισας ἡμῶν τὰς ἀνομίας ϗ ἔδωϰας ἡμῖν σωτηϱίαν·
9:14 ὅτι ἐϖεϛϱέψαμεν διασϰεδάσαι ἐντολάς σȣ ϗ ἐϖιγαμϐϱεῦσαι τοῖς λαοῖς τῶν γαιῶν· μὴ ϖαϱοξυνϑῇς ἐν ἡμῖν ἕως συντελείας τȣ̃ μὴ εἶναι ἐγϰατάλειμμα ϗ διασῳζόμενον.
9:15 ϰύϱιε ὁ ϑεὸς Ισϱαηλ, δίϰαιος σύ, ὅτι ϰατελείφϑημεν διασῳζόμενοι ὡς ἡ ἡμέϱα αὕτη· ἰδȣ̀ ἡμεῖς ἐναντίον σȣ ἐν ϖλημμελείαις ἡμῶν, ὅτι ȣ̓ϰ ἔϛιν ϛῆναι ἐνώϖιόν σȣ ἐϖὶ τȣ́τῳ.
10:1 Ϗ ὡς ϖϱοσηύξατο Εσδϱας ϗ ὡς ἐξηγόϱευσεν ϰλαίων ϗ ϖϱοσευχόμενος ἐνώϖιον οἴϰȣ τȣ̃ ϑεȣ̃, συνήχϑησαν ϖϱὸς αὐτὸν ἀϖὸ Ισϱαηλ ἐϰϰλησία ϖολλὴ σφόδϱα, ἄνδϱες ϗ γυναῖϰες ϗ νεανίσϰοι, ὅτι ἔϰλαυσεν ὁ λαὸς ϗ ὕψωσεν ϰλαίων.
10:2 ϗ ἀϖεϰϱίϑη Σεχενιας υἱὸς Ιιηλ ἀϖὸ υἱῶν Ηλαμ ϗ εἶϖεν τῷ Εσδϱα Ἡμεῖς ἠσυνϑετήσαμεν τῷ ϑεῷ ἡμῶν ϗ ἐϰαϑίσαμεν γυναῖϰας ἀλλοτϱίας ἀϖὸ λαῶν τῆς γῆς· ϗ νῦν ἔϛιν ὑϖομονὴ τῷ Ισϱαηλ ἐϖὶ τȣ́τῳ.
10:3 ϗ νῦν διαϑώμεϑα διαϑήϰην τῷ ϑεῷ ἡμῶν ἐϰϐαλεῖν ϖάσας τὰς γυναῖϰας ϗ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν ϐȣ́λῃ· ἀνάϛηϑι ϗ φοϐέϱισον αὐτȣ̀ς ἐν ἐντολαῖς ϑεȣ̃ ἡμῶν, ϗ ὡς ὁ νόμος γενηϑήτω.
10:4 ἀνάϛα, ὅτι ἐϖὶ σὲ τὸ ῥῆμα, ϗ ἡμεῖς μετὰ σȣ̃· ϰϱαταιȣ̃ ϗ ϖοίησον.
10:5 ϗ ἀνέϛη Εσδϱας ϗ ὥϱϰισεν τȣ̀ς ἄϱχοντας, τȣ̀ς ἱεϱεῖς ϗ Λευίτας ϗ ϖάντα Ισϱαηλ τȣ̃ ϖοιῆσαι ϰατὰ τὸ ῥῆμα τȣ̃το, ϗ ὤμοσαν.
10:6 ϗ ἀνέϛη Εσδϱας ἀϖὸ ϖϱοσώϖȣ οἴϰȣ τȣ̃ ϑεȣ̃ ϗ ἐϖοϱεύϑη εἰς γαζοφυλάϰιον Ιωαναν υἱȣ̃ Ελισȣϐ ϗ ἐϖοϱεύϑη ἐϰεῖ· ἄϱτον ȣ̓ϰ ἔφαγεν ϗ ὕδωϱ ȣ̓ϰ ἔϖιεν, ὅτι ἐϖένϑει ἐϖὶ τῇ ἀσυνϑεσίᾳ τῆς ἀϖοιϰίας.
10:7 ϗ ϖαϱήνεγϰαν φωνὴν ἐν Ιȣδα ϗ ἐν Ιεϱȣσαλημ ϖᾶσιν τοῖς υἱοῖς τῆς ἀϖοιϰίας τȣ̃ συναϑϱοισϑῆναι εἰς Ιεϱȣσαλημ,
10:8 ϗ ϖᾶς, ὃς ἂν μὴ ἔλϑῃ εἰς τϱεῖς ἡμέϱας ὡς ἡ ϐȣλὴ τῶν ἀϱχόντων ϗ τῶν ϖϱεσϐυτέϱων, ἀναϑεματισϑήσεται ϖᾶσα ἡ ὕϖαϱξις αὐτȣ̃, ϗ αὐτὸς διαϛαλήσεται ἀϖὸ ἐϰϰλησίας τῆς ἀϖοιϰίας.
10:9 Ϗ συνήχϑησαν ϖάντες ἄνδϱες Ιȣδα ϗ Βενιαμιν εἰς Ιεϱȣσαλημ εἰς τὰς τϱεῖς ἡμέϱας, ȣ̔͂τος ὁ μὴν ὁ ἔνατος· ἐν εἰϰάδι τȣ̃ μηνὸς ἐϰάϑισεν ϖᾶς ὁ λαὸς ἐν ϖλατείᾳ οἴϰȣ τȣ̃ ϑεȣ̃ ἀϖὸ ϑοϱύϐȣ αὐτῶν ϖεϱὶ τȣ̃ ῥήματος ϗ ἀϖὸ τȣ̃ χειμῶνος.
10:10 ϗ ἀνέϛη Εσδϱας ὁ ἱεϱεὺς ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Ὑμεῖς ἠσυνϑετήϰατε ϗ ἐϰαϑίσατε γυναῖϰας ἀλλοτϱίας τȣ̃ ϖϱοσϑεῖναι ἐϖὶ ϖλημμέλειαν Ισϱαηλ·
10:11 ϗ νῦν δότε αἴνεσιν ϰυϱίῳ τῷ ϑεῷ τῶν ϖατέϱων ὑμῶν ϗ ϖοιήσατε τὸ ἀϱεϛὸν ἐνώϖιον αὐτȣ̃ ϗ διαϛάλητε ἀϖὸ λαῶν τῆς γῆς ϗ ἀϖὸ τῶν γυναιϰῶν τῶν ἀλλοτϱίων.
10:12 ϗ ἀϖεϰϱίϑησαν ϖᾶσα ἡ ἐϰϰλησία ϗ εἶϖαν Μέγα τȣ̃το τὸ ῥῆμά σȣ ἐφ’ ἡμᾶς ϖοιῆσαι·
10:13 ἀλλὰ ὁ λαὸς ϖολύς, ϗ ὁ ϰαιϱὸς χειμεϱινός, ϗ ȣ̓ϰ ἔϛιν δύναμις ϛῆναι ἔξω· ϗ τὸ ἔϱγον ȣ̓ϰ εἰς ἡμέϱαν μίαν ϗ ȣ̓ϰ εἰς δύο, ὅτι ἐϖληϑύναμεν τȣ̃ ἀδιϰῆσαι ἐν τῷ ῥήματι τȣ́τῳ.
10:14 ϛήτωσαν δὴ οἱ ἄϱχοντες ἡμῶν τῇ ϖάσῃ ἐϰϰλησίᾳ, ϗ ϖάντες οἱ ἐν ϖόλεσιν ἡμῶν, ὃς ἐϰάϑισεν γυναῖϰας ἀλλοτϱίας, ἐλϑέτωσαν εἰς ϰαιϱȣ̀ς ἀϖὸ συνταγῶν ϗ μετ’ αὐτῶν ϖϱεσϐύτεϱοι ϖόλεως ϗ ϖόλεως ϗ ϰϱιταὶ τȣ̃ ἀϖοϛϱέψαι ὀϱγὴν ϑυμȣ̃ ϑεȣ̃ ἡμῶν ἐξ ἡμῶν ϖεϱὶ τȣ̃ ῥήματος τȣ́τȣ.
10:15 ϖλὴν Ιωναϑαν υἱὸς Ασαηλ ϗ Ιαζια υἱὸς Θεϰȣε μετ’ ἐμȣ̃ ϖεϱὶ τȣ́τȣ, ϗ Μεσȣλαμ ϗ Σαϐαϑαι ὁ Λευίτης ϐοηϑῶν αὐτοῖς.
10:16 ϗ ἐϖοίησαν ȣ̔́τως υἱοὶ τῆς ἀϖοιϰίας. ϗ διεϛάλησαν Εσδϱας ὁ ἱεϱεὺς ϗ ἄνδϱες ἄϱχοντες ϖατϱιῶν τῷ οἴϰῳ ϗ ϖάντες ἐν ὀνόμασιν, ὅτι ἐϖέϛϱεψαν ἐν ἡμέϱᾳ μιᾷ τȣ̃ μηνὸς τȣ̃ δεϰάτȣ ἐϰζητῆσαι τὸ ῥῆμα.
10:17 ϗ ἐτέλεσαν ἐν ϖᾶσιν ἀνδϱάσιν, οἳ ἐϰάϑισαν γυναῖϰας ἀλλοτϱίας, ἕως ἡμέϱας μιᾶς τȣ̃ μηνὸς τȣ̃ ϖϱώτȣ.
10:18 Ϗ εὑϱέϑησαν ἀϖὸ υἱῶν τῶν ἱεϱέων οἳ ἐϰάϑισαν γυναῖϰας ἀλλοτϱίας· ἀϖὸ υἱῶν Ἰησȣ̃ υἱȣ̃ Ιωσεδεϰ ϗ ἀδελφοὶ αὐτȣ̃ Μαασηα ϗ Ελιεζεϱ ϗ Ιαϱιϐ ϗ Γαδαλια,
10:19 ϗ ἔδωϰαν χεῖϱα αὐτῶν τȣ̃ ἐξενέγϰαι γυναῖϰας αὐτῶν ϗ ϖλημμελείας ϰϱιὸν ἐϰ ϖϱοϐάτων ϖεϱὶ ϖλημμελήσεως αὐτῶν·
10:20 ϗ ἀϖὸ υἱῶν Εμμηϱ Ανανι ϗ Ζαϐδια·
10:21 ϗ ἀϖὸ υἱῶν Ηϱαμ Μασαια ϗ Ελια ϗ Σαμαια ϗ Ιιηλ ϗ Οζια·
10:22 ϗ ἀϖὸ υἱῶν Φασȣϱ Ελιωηναι, Μαασαια ϗ Ισμαηλ ϗ Ναϑαναηλ ϗ Ιωζαϐαδ ϗ Ηλασα. –
10:23 ϗ ἀϖὸ τῶν Λευιτῶν· Ιωζαϐαδ ϗ Σαμȣ ϗ Κωλια [αὐτὸς Κωλιτας] ϗ Φαϑαια ϗ Ιοδομ ϗ Ελιεζεϱ·
10:24 ϗ ἀϖὸ τῶν ᾀδόντων Ελισαφ· ϗ ἀϖὸ τῶν ϖυλωϱῶν Σελλημ ϗ Τελημ ϗ Ωδȣε. –
10:25 ϗ ἀϖὸ Ισϱαηλ· ἀϖὸ υἱῶν Φοϱος Ραμια ϗ Ιαζια ϗ Μελχια ϗ Μεαμιν ϗ Ελεαζαϱ ϗ Ασαϐια ϗ Βαναια·
10:26 ϗ ἀϖὸ υἱῶν Ηλαμ Μαϑανια ϗ Ζαχαϱια ϗ Ιαιηλ ϗ Αϐδια ϗ Ιαϱιμωϑ ϗ Ηλια·
10:27 ϗ ἀϖὸ υἱῶν Ζαϑȣα Ελιωηναι, Ελισȣϐ, Μαϑανια ϗ Ιαϱμωϑ ϗ Ζαϐαδ ϗ Οζιζα·
10:28 ϗ ἀϖὸ υἱῶν Βαϐι Ιωαναν, Ανανια ϗ Ζαϐȣ, Οϑαλι·
10:29 ϗ ἀϖὸ υἱῶν Βανȣι Μεσȣλαμ, Μαλȣχ, Αδαιας, Ιασȣϐ ϗ Σαλȣια ϗ Ρημωϑ·
10:30 ϗ ἀϖὸ υἱῶν Φααϑμωαϐ Εδενε, Χαληλ, Βαναια, Μασηα, Μαϑανια, Βεσεληλ ϗ Βανȣι ϗ Μανασση·
10:31 ϗ ἀϖὸ υἱῶν Ηϱαμ Ελιεζεϱ, Ιεσσια, Μελχια, Σαμαια, Σεμεων,
10:32 Βενιαμιν, Μαλȣχ, Σαμαϱια·
10:33 ϗ ἀϖὸ υἱῶν Ησαμ Μαϑανι, Μαϑαϑα, Ζαϐεδ, Ελιφαλεϑ, Ιεϱαμι, Μανασση, Σεμει·
10:34 ἀϖὸ υἱῶν Βανι Μοοδι, Αμϱαμ, Ȣηλ,
10:35 Βαναια, Βαδαια, Χελια,
10:36 Ȣιεχωα, Ιεϱαμωϑ, Ελιασιϐ,
10:37 Μαϑανια, Μαϑαναι, ϗ ἐϖοίησαν
10:38 οἱ υἱοὶ Βανȣι ϗ οἱ υἱοὶ Σεμει
10:39 ϗ Σελεμια ϗ Ναϑαν ϗ Αδαια,
10:40 Μαχναδαϐȣ, Σεσι, Σαϱȣ,
10:41 Εζεϱηλ ϗ Σελεμια ϗ Σαμαϱια
10:42 ϗ Σαλȣμ, Αμαϱια, Ιωσηφ·
10:43 ἀϖὸ υἱῶν Ναϐȣ Ιιηλ, Μαϑαϑια, Σεδεμ, Ζαμϐινα, Ιαδαι ϗ Ιωηλ ϗ Βαναια. –
10:44 ϖάντες ȣ̔͂τοι ἐλάϐοσαν γυναῖϰας ἀλλοτϱίας ϗ ἐγέννησαν ἐξ αὐτῶν υἱȣ́ς.
11:1 Λόγοι Νεεμια υἱȣ̃ Αχαλια. Ϗ ἐγένετο ἐν μηνὶ Χασεηλȣ ἔτȣς εἰϰοϛȣ̃ ϗ ἐγὼ ἤμην ἐν Σȣσαν αϐιϱα,
11:2 ϗ ἦλϑεν Ανανι εἷς ἀϖὸ ἀδελφῶν μȣ, αὐτὸς ϗ ἄνδϱες Ιȣδα, ϗ ἠϱώτησα αὐτȣ̀ς ϖεϱὶ τῶν σωϑέντων, οἳ ϰατελείφϑησαν ἀϖὸ τῆς αἰχμαλωσίας ϗ ϖεϱὶ Ιεϱȣσαλημ.
11:3 ϗ εἴϖοσαν ϖϱός με Οἱ ϰαταλειϖόμενοι οἱ ϰαταλειφϑέντες ἀϖὸ τῆς αἰχμαλωσίας ἐϰεῖ ἐν τῇ χώϱᾳ ἐν ϖονηϱίᾳ μεγάλῃ ϗ ἐν ὀνειδισμῷ, ϗ τείχη Ιεϱȣσαλημ ϰαϑῃϱημένα, ϗ αἱ ϖύλαι αὐτῆς ἐνεϖϱήσϑησαν ἐν ϖυϱί.
11:4 ϗ ἐγένετο ἐν τῷ ἀϰȣ̃σαί με τȣ̀ς λόγȣς τȣ́τȣς ἐϰάϑισα ϗ ἔϰλαυσα ϗ ἐϖένϑησα ἡμέϱας ϗ ἤμην νηϛεύων ϗ ϖϱοσευχόμενος ἐνώϖιον ϑεȣ̃ τȣ̃ ȣ̓ϱανȣ̃
11:5 ϗ εἶϖα Μὴ δή, ϰύϱιε ὁ ϑεὸς τȣ̃ ȣ̓ϱανȣ̃ ὁ ἰσχυϱὸς ὁ μέγας ϗ ὁ φοϐεϱός, φυλάσσων τὴν διαϑήϰην ϗ τὸ ἔλεος τοῖς ἀγαϖῶσιν αὐτὸν ϗ τοῖς φυλάσσȣσιν τὰς ἐντολὰς αὐτȣ̃·
11:6 ἔϛω δὴ τὸ ȣ̓͂ς σȣ ϖϱοσέχον ϗ οἱ ὀφϑαλμοί σȣ ἀνεῳγμένοι τȣ̃ ἀϰȣ̃σαι ϖϱοσευχὴν δȣ́λȣ σȣ, ἣν ἐγὼ ϖϱοσεύχομαι ἐνώϖιόν σȣ σήμεϱον ἡμέϱαν ϗ νύϰτα ϖεϱὶ υἱῶν Ισϱαηλ δȣ́λων σȣ ϗ ἐξαγοϱεύω ἐϖὶ ἁμαϱτίαις υἱῶν Ισϱαηλ, ἃς ἡμάϱτομέν σοι. ϗ ἐγὼ ϗ ὁ οἶϰος ϖατϱός μȣ ἡμάϱτομεν·
11:7 διαλύσει διελύσαμεν ϖϱὸς σὲ ϗ ȣ̓ϰ ἐφυλάξαμεν τὰς ἐντολὰς ϗ τὰ ϖϱοϛάγματα ϗ τὰ ϰϱίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ ϖαιδί σȣ.
11:8 μνήσϑητι δὴ τὸν λόγον, ὃν ἐνετείλω τῷ Μωυσῇ ϖαιδί σȣ λέγων Ὑμεῖς ἐὰν ἀσυνϑετήσητε, ἐγὼ διασϰοϱϖιῶ ὑμᾶς ἐν τοῖς λαοῖς·
11:9 ϗ ἐὰν ἐϖιϛϱέψητε ϖϱός με ϗ φυλάξητε τὰς ἐντολάς μȣ ϗ ϖοιήσητε αὐτάς, ἐὰν ᾖ ἡ διασϖοϱὰ ὑμῶν ἀϖ’ ἄϰϱȣ τȣ̃ ȣ̓ϱανȣ̃, ἐϰεῖϑεν συνάξω αὐτȣ̀ς ϗ εἰσάξω αὐτȣ̀ς εἰς τὸν τόϖον, ὃν ἐξελεξάμην ϰατασϰηνῶσαι τὸ ὄνομά μȣ ἐϰεῖ.
11:10 ϗ αὐτοὶ ϖαῖδές σȣ ϗ λαός σȣ, ȣ̔̀ς ἐλυτϱώσω ἐν δυνάμει σȣ τῇ μεγάλῃ ϗ ἐν τῇ χειϱί σȣ τῇ ϰϱαταιᾷ.
11:11 μὴ δή, ϰύϱιε, ἀλλ’ ἔϛω τὸ ȣ̓͂ς σȣ ϖϱοσέχον εἰς τὴν ϖϱοσευχὴν τȣ̃ δȣ́λȣ σȣ ϗ εἰς τὴν ϖϱοσευχὴν ϖαίδων σȣ τῶν ϑελόντων φοϐεῖσϑαι τὸ ὄνομά σȣ, ϗ εὐόδωσον δὴ τῷ ϖαιδί σȣ σήμεϱον ϗ δὸς αὐτὸν εἰς οἰϰτιϱμȣ̀ς ἐνώϖιον τȣ̃ ἀνδϱὸς τȣ́τȣ. – ϗ ἐγὼ ἤμην οἰνοχόος τῷ ϐασιλεῖ.
12:1 Ϗ ἐγένετο ἐν μηνὶ Νισαν ἔτȣς εἰϰοϛȣ̃ Αϱϑασασϑα ϐασιλεῖ ϗ ἦν ὁ οἶνος ἐνώϖιον ἐμȣ̃, ϗ ἔλαϐον τὸν οἶνον ϗ ἔδωϰα τῷ ϐασιλεῖ, ϗ ȣ̓ϰ ἦν ἕτεϱος ἐνώϖιον αὐτȣ̃·
12:2 ϗ εἶϖέν μοι ὁ ϐασιλεύς Διὰ τί τὸ ϖϱόσωϖόν σȣ ϖονηϱὸν ϗ ȣ̓ϰ εἶ μετϱιάζων; ȣ̓ϰ ἔϛιν τȣ̃το εἰ μὴ ϖονηϱία ϰαϱδίας. ϗ ἐφοϐήϑην ϖολὺ σφόδϱα.
12:3 ϗ εἶϖα τῷ ϐασιλεῖ Ὁ ϐασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διὰ τί ȣ̓ μὴ γένηται ϖονηϱὸν τὸ ϖϱόσωϖόν μȣ, διότι ἡ ϖόλις, οἶϰος μνημείων ϖατέϱων μȣ, ἠϱημώϑη ϗ αἱ ϖύλαι αὐτῆς ϰατεϐϱώϑησαν ἐν ϖυϱί;
12:4 ϗ εἶϖέν μοι ὁ ϐασιλεύς Πεϱὶ τίνος τȣ̃το σὺ ζητεῖς; ϗ ϖϱοσηυξάμην ϖϱὸς τὸν ϑεὸν τȣ̃ ȣ̓ϱανȣ̃
12:5 ϗ εἶϖα τῷ ϐασιλεῖ Εἰ ἐϖὶ τὸν ϐασιλέα ἀγαϑόν, ϗ εἰ ἀγαϑυνϑήσεται ὁ ϖαῖς σȣ ἐνώϖιόν σȣ ὥϛε ϖέμψαι αὐτὸν εἰς Ιȣδα εἰς ϖόλιν μνημείων ϖατέϱων μȣ, ϗ ἀνοιϰοδομήσω αὐτήν.
12:6 ϗ εἶϖέν μοι ὁ ϐασιλεὺς ϗ ἡ ϖαλλαϰὴ ἡ ϰαϑημένη ἐχόμενα αὐτȣ̃ Ἕως ϖότε ἔϛαι ἡ ϖοϱεία σȣ ϗ ϖότε ἐϖιϛϱέψεις; ϗ ἠγαϑύνϑη ἐνώϖιον τȣ̃ ϐασιλέως, ϗ ἀϖέϛειλέν με, ϗ ἔδωϰα αὐτῷ ὅϱον.
12:7 ϗ εἶϖα τῷ ϐασιλεῖ Εἰ ἐϖὶ τὸν ϐασιλέα ἀγαϑόν, δότω μοι ἐϖιϛολὰς ϖϱὸς τȣ̀ς ἐϖάϱχȣς ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ὥϛε ϖαϱαγαγεῖν με, ἕως ἔλϑω ἐϖὶ Ιȣδαν,
12:8 ϗ ἐϖιϛολὴν ἐϖὶ Ασαφ φύλαϰα τȣ̃ ϖαϱαδείσȣ, ὅς ἐϛιν τῷ ϐασιλεῖ, ὥϛε δȣ̃ναί μοι ξύλα ϛεγάσαι τὰς ϖύλας ϗ εἰς τὸ τεῖχος τῆς ϖόλεως ϗ εἰς οἶϰον, ὃν εἰσελεύσομαι εἰς αὐτόν. ϗ ἔδωϰέν μοι ὁ ϐασιλεὺς ὡς χεὶϱ ϑεȣ̃ ἡ ἀγαϑή.
12:9 ϗ ἦλϑον ϖϱὸς τȣ̀ς ἐϖάϱχȣς ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ϗ ἔδωϰα αὐτοῖς τὰς ἐϖιϛολὰς τȣ̃ ϐασιλέως, ϗ ἀϖέϛειλεν μετ’ ἐμȣ̃ ὁ ϐασιλεὺς ἀϱχηγȣ̀ς δυνάμεως ϗ ἱϖϖεῖς. –
12:10 ϗ ἤϰȣσεν Σαναϐαλλατ ὁ Αϱωνι ϗ Τωϐια ὁ δȣ̃λος ὁ Αμμωνι, ϗ ϖονηϱὸν αὐτοῖς ἐγένετο ὅτι ἥϰει ἄνϑϱωϖος ζητῆσαι ἀγαϑὸν τοῖς υἱοῖς Ισϱαηλ.
12:11 Ϗ ἦλϑον εἰς Ιεϱȣσαλημ ϗ ἤμην ἐϰεῖ ἡμέϱας τϱεῖς.
12:12 ϗ ἀνέϛην νυϰτὸς ἐγὼ ϗ ἄνδϱες ὀλίγοι μετ’ ἐμȣ̃· ϗ ȣ̓ϰ ἀϖήγγειλα ἀνϑϱώϖῳ τί ὁ ϑεὸς δίδωσιν εἰς ϰαϱδίαν μȣ τȣ̃ ϖοιῆσαι μετὰ τȣ̃ Ισϱαηλ, ϗ ϰτῆνος ȣ̓ϰ ἔϛιν μετ’ ἐμȣ̃ εἰ μὴ τὸ ϰτῆνος, ᾧ ἐγὼ ἐϖιϐαίνω ἐϖ’ αὐτῷ.
12:13 ϗ ἐξῆλϑον ἐν ϖύλῃ τȣ̃ γωληλα ϗ ϖϱὸς ϛόμα ϖηγῆς τῶν συϰῶν ϗ εἰς ϖύλην τῆς ϰοϖϱίας ϗ ἤμην συντϱίϐων ἐν τῷ τείχει Ιεϱȣσαλημ, ὃ αὐτοὶ ϰαϑαιϱȣ̃σιν ϗ ϖύλαι αὐτῆς ϰατεϐϱώϑησαν ϖυϱί.
12:14 ϗ ϖαϱῆλϑον ἐϖὶ ϖύλην τȣ̃ Αιν ϗ εἰς ϰολυμϐήϑϱαν τȣ̃ ϐασιλέως, ϗ ȣ̓ϰ ἦν τόϖος τῷ ϰτήνει ϖαϱελϑεῖν ὑϖοϰάτω μȣ.
12:15 ϗ ἤμην ἀναϐαίνων ἐν τῷ τείχει χειμάϱϱȣ νυϰτὸς ϗ ἤμην συντϱίϐων ἐν τῷ τείχει. ϗ ἤμην ἐν ϖύλῃ τῆς φάϱαγγος ϗ ἐϖέϛϱεψα.
12:16 ϗ οἱ φυλάσσοντες ȣ̓ϰ ἔγνωσαν τί ἐϖοϱεύϑην ϗ τί ἐγὼ ϖοιῶ, ϗ τοῖς Ιȣδαίοις ϗ τοῖς ἱεϱεῦσιν ϗ τοῖς ἐντίμοις ϗ τοῖς ϛϱατηγοῖς ϗ τοῖς ϰαταλοίϖοις τοῖς ϖοιȣ̃σιν τὰ ἔϱγα ἕως τότε ȣ̓ϰ ἀϖήγγειλα.
12:17 ϗ εἶϖα ϖϱὸς αὐτȣ́ς Ὑμεῖς ϐλέϖετε τὴν ϖονηϱίαν, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, ϖῶς Ιεϱȣσαλημ ἔϱημος ϗ αἱ ϖύλαι αὐτῆς ἐδόϑησαν ϖυϱί· δεῦτε ϗ διοιϰοδομήσωμεν τὸ τεῖχος Ιεϱȣσαλημ, ϗ ȣ̓ϰ ἐσόμεϑα ἔτι ὄνειδος.
12:18 ϗ ἀϖήγγειλα αὐτοῖς τὴν χεῖϱα τȣ̃ ϑεȣ̃, ἥ ἐϛιν ἀγαϑὴ ἐϖ’ ἐμέ, ϗ τȣ̀ς λόγȣς τȣ̃ ϐασιλέως, ȣ̔̀ς εἶϖέν μοι, ϗ εἶϖα Ἀναϛῶμεν ϗ οἰϰοδομήσωμεν. ϗ ἐϰϱαταιώϑησαν αἱ χεῖϱες αὐτῶν εἰς ἀγαϑόν. –
12:19 ϗ ἤϰȣσεν Σαναϐαλλατ ὁ Αϱωνι ϗ Τωϐια ὁ δȣ̃λος ὁ Αμμωνι ϗ Γησαμ ὁ Αϱαϐι ϗ ἐξεγέλασαν ἡμᾶς ϗ ἦλϑον ἐφ’ ἡμᾶς ϗ εἶϖαν Τί τὸ ῥῆμα τȣ̃το, ὃ ὑμεῖς ϖοιεῖτε; ἦ ἐϖὶ τὸν ϐασιλέα ὑμεῖς ἀϖοϛατεῖτε;
12:20 ϗ ἐϖέϛϱεψα αὐτοῖς λόγον ϗ εἶϖα αὐτοῖς Ὁ ϑεὸς τȣ̃ ȣ̓ϱανȣ̃, αὐτὸς εὐοδώσει ἡμῖν, ϗ ἡμεῖς δȣ̃λοι αὐτȣ̃ ϰαϑαϱοί, ϗ οἰϰοδομήσομεν· ϗ ὑμῖν ȣ̓ϰ ἔϛιν μεϱὶς ϗ διϰαιοσύνη ϗ μνημόσυνον ἐν Ιεϱȣσαλημ.
13:1 Ϗ ἀνέϛη Ελισȣϐ ὁ ἱεϱεὺς ὁ μέγας ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ οἱ ἱεϱεῖς ϗ ᾠϰοδόμησαν τὴν ϖύλην τὴν ϖϱοϐατιϰήν· αὐτοὶ ἡγίασαν αὐτὴν ϗ ἔϛησαν ϑύϱας αὐτῆς ϗ ἕως ϖύϱγȣ τῶν ἑϰατὸν ἡγίασαν ἕως ϖύϱγȣ Ανανεηλ
13:2 ϗ ἐϖὶ χεῖϱας υἱῶν ἀνδϱῶν Ιεϱιχω ϗ ἐϖὶ χεῖϱας υἱῶν Ζαϰχȣϱ υἱȣ̃ Αμαϱι.
13:3 ϗ τὴν ϖύλην τὴν ἰχϑυηϱὰν ᾠϰοδόμησαν υἱοὶ Ασανα· αὐτοὶ ἐϛέγασαν αὐτὴν ϗ ἔϛησαν ϑύϱας αὐτῆς ϗ ϰλεῖϑϱα αὐτῆς ϗ μοχλȣ̀ς αὐτῆς.
13:4 ϗ ἐϖὶ χεῖϱα αὐτῶν ϰατέσχεν ἀϖὸ Ραμωϑ υἱὸς Ȣϱια υἱȣ̃ Αϰως. ϗ ἐϖὶ χεῖϱα αὐτῶν ϰατέσχεν Μοσολλαμ υἱὸς Βαϱαχιȣ υἱȣ̃ Μασεζεϐηλ. ϗ ἐϖὶ χεῖϱα αὐτῶν ϰατέσχεν Σαδωϰ υἱὸς Βαανα.
13:5 ϗ ἐϖὶ χεῖϱα αὐτῶν ϰατέσχοσαν οἱ Θεϰωιν, ϗ αδωϱηεμ ȣ̓ϰ εἰσήνεγϰαν τϱάχηλον αὐτῶν εἰς δȣλείαν αὐτῶν.
13:6 ϗ τὴν ϖύλην τȣ̃ Ισανα ἐϰϱάτησαν Ιοιδα υἱὸς Φασεϰ ϗ Μεσȣλαμ υἱὸς Βασωδια· αὐτοὶ ἐϛέγασαν αὐτὴν ϗ ἔϛησαν ϑύϱας αὐτῆς ϗ ϰλεῖϑϱα αὐτῆς ϗ μοχλȣ̀ς αὐτῆς.
13:8 ϗ ἐϖὶ χεῖϱα αὐτῶν ἐϰϱάτησεν Ανανιας υἱὸς τȣ̃ Ρωϰειμ, ϗ ϰατέλιϖον Ιεϱȣσαλημ ἕως τȣ̃ τείχȣς τȣ̃ ϖλατέος.
13:9 ϗ ἐϖὶ χεῖϱα αὐτῶν ἐϰϱάτησεν Ραφαια ἄϱχων ἡμίσȣς ϖεϱιχώϱȣ Ιεϱȣσαλημ.
13:10 ϗ ἐϖὶ χεῖϱα αὐτῶν ἐϰϱάτησεν Ιεδαια υἱὸς Εϱωμαφ ϗ ϰατέναντι οἰϰίας αὐτȣ̃. ϗ ἐϖὶ χεῖϱα αὐτȣ̃ ἐϰϱάτησεν Ατȣς υἱὸς Ασϐανια.
13:11 ϗ δεύτεϱος ἐϰϱάτησεν Μελχιας υἱὸς Ηϱαμ ϗ Ασȣϐ υἱὸς Φααϑμωαϐ ϗ ἕως ϖύϱγȣ τῶν ϑαννȣϱιμ.
13:12 ϗ ἐϖὶ χεῖϱα αὐτȣ̃ ἐϰϱάτησεν Σαλȣμ υἱὸς Αλλωης ἄϱχων ἡμίσȣς ϖεϱιχώϱȣ Ιεϱȣσαλημ, αὐτὸς ϗ αἱ ϑυγατέϱες αὐτȣ̃.
13:13 τὴν ϖύλην τῆς φάϱαγγος ἐϰϱάτησαν Ανȣν ϗ οἱ ϰατοιϰȣ̃ντες Ζανω· αὐτοὶ ᾠϰοδόμησαν αὐτὴν ϗ ἔϛησαν ϑύϱας αὐτῆς ϗ ϰλεῖϑϱα αὐτῆς ϗ μοχλȣ̀ς αὐτῆς ϗ χιλίȣς ϖήχεις ἐν τῷ τείχει ἕως ϖύλης τῆς ϰοϖϱίας.
13:14 ϗ τὴν ϖύλην τῆς ϰοϖϱίας ἐϰϱάτησεν Μελχια υἱὸς Ρηχαϐ ἄϱχων ϖεϱιχώϱȣ Βηϑαχαϱμ, αὐτὸς ϗ οἱ υἱοὶ αὐτȣ̃, ϗ ἐσϰέϖασαν αὐτὴν ϗ ἔϛησαν ϑύϱας αὐτῆς ϗ ϰλεῖϑϱα αὐτῆς ϗ μοχλȣ̀ς αὐτῆς.
13:15 ϗ τὸ τεῖχος ϰολυμϐήϑϱας τῶν ϰωδίων τῇ ϰȣϱᾷ τȣ̃ ϐασιλέως ϗ ἕως τῶν ϰλιμάϰων τῶν ϰαταϐαινȣσῶν ἀϖὸ ϖόλεως Δαυιδ.
13:16 ὀϖίσω αὐτȣ̃ ἐϰϱάτησεν Νεεμιας υἱὸς Αζαϐȣχ ἄϱχων ἡμίσȣς ϖεϱιχώϱȣ Βηϑσȣϱ ἕως ϰήϖȣ τάφȣ Δαυιδ ϗ ἕως τῆς ϰολυμϐήϑϱας τῆς γεγονυίας ϗ ἕως Βηϑαγγαϐαϱιμ.
13:17 ὀϖίσω αὐτȣ̃ ἐϰϱάτησαν οἱ Λευῖται, Ραȣμ υἱὸς Βανι. ἐϖὶ χεῖϱα αὐτȣ̃ ἐϰϱάτησεν Ασαϐια ἄϱχων ἡμίσȣς ϖεϱιχώϱȣ Κειλα τῷ ϖεϱιχώϱῳ αὐτȣ̃.
13:18 μετ’ αὐτὸν ἐϰϱάτησαν ἀδελφοὶ αὐτῶν Βενι υἱὸς Ηναδαδ ἄϱχων ἡμίσȣς ϖεϱιχώϱȣ Κειλα.
13:19 ϗ ἐϰϱάτησεν ἐϖὶ χεῖϱα αὐτȣ̃ Αζȣϱ υἱὸς Ἰησȣ̃ ἄϱχων τȣ̃ Μασφε, μέτϱον δεύτεϱον ϖύϱγȣ ἀναϐάσεως τῆς συναϖτȣ́σης τῆς γωνίας.
13:20 μετ’ αὐτὸν ἐϰϱάτησεν Βαϱȣχ υἱὸς Ζαϐȣ μέτϱον δεύτεϱον ἀϖὸ τῆς γωνίας ἕως ϑύϱας Βηϑελισȣϐ τȣ̃ ἱεϱέως τȣ̃ μεγάλȣ.
13:21 μετ’ αὐτὸν ἐϰϱάτησεν Μεϱαμωϑ υἱὸς Ȣϱια υἱȣ̃ Αϰως μέτϱον δεύτεϱον ἀϖὸ ϑύϱας Βηϑελισȣϐ ἕως ἐϰλείψεως Βηϑελισȣϐ.
13:22 ϗ μετ’ αὐτὸν ἐϰϱάτησαν οἱ ἱεϱεῖς ἄνδϱες Αχεχαϱ.
13:23 ϗ μετ’ αὐτὸν ἐϰϱάτησεν Βενιαμιν ϗ Ασȣϐ ϰατέναντι οἴϰȣ αὐτῶν. μετ’ αὐτὸν ἐϰϱάτησεν Αζαϱια υἱὸς Μαασηα υἱȣ̃ Ανανια ἐχόμενα οἴϰȣ αὐτȣ̃.
13:24 μετ’ αὐτὸν ἐϰϱάτησεν Βανι υἱὸς Ηναδαδ μέτϱον δεύτεϱον ἀϖὸ Βηϑαζαϱια ἕως τῆς γωνίας ϗ ἕως τῆς ϰαμϖῆς
13:25 Φαλαλ υἱȣ̃ Ευζαι ἐξ ἐναντίας τῆς γωνίας, ϗ ὁ ϖύϱγος ὁ ἐξέχων ἐϰ τȣ̃ οἴϰȣ τȣ̃ ϐασιλέως ὁ ἀνώτεϱος ὁ τῆς αὐλῆς τῆς φυλαϰῆς. ϗ μετ’ αὐτὸν Φαδαια υἱὸς Φοϱος.
13:26 ϗ οἱ ναϑινιμ ἦσαν οἰϰȣ̃ντες ἐν τῷ Ωφαλ ἕως ϰήϖȣ ϖύλης τȣ̃ ὕδατος εἰς ἀνατολάς, ϗ ὁ ϖύϱγος ὁ ἐξέχων.
13:27 μετ’ αὐτὸν ἐϰϱάτησαν οἱ Θεϰωιν μέτϱον δεύτεϱον ἐξ ἐναντίας τȣ̃ ϖύϱγȣ τȣ̃ μεγάλȣ τȣ̃ ἐξέχοντος ϗ ἕως τȣ̃ τείχȣς τȣ̃ Οφλα.
13:28 ἀνώτεϱον ϖύλης τῶν ἵϖϖων ἐϰϱάτησαν οἱ ἱεϱεῖς, ἀνὴϱ ἐξ ἐναντίας οἴϰȣ αὐτȣ̃.
13:29 μετ’ αὐτὸν ἐϰϱάτησεν Σαδδȣϰ υἱὸς Εμμηϱ ἐξ ἐναντίας οἴϰȣ αὐτȣ̃. ϗ μετ’ αὐτὸν ἐϰϱάτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τῆς ϖύλης τῆς ἀνατολῆς.
13:30 μετ’ αὐτὸν ἐϰϱάτησεν Ανανια υἱὸς Σελεμια ϗ Ανȣμ υἱὸς Σελεφ ὁ ἕϰτος μέτϱον δεύτεϱον. μετ’ αὐτὸν ἐϰϱάτησεν Μεσȣλαμ υἱὸς Βαϱχια ἐξ ἐναντίας γαζοφυλαϰίȣ αὐτȣ̃.
13:31 μετ’ αὐτὸν ἐϰϱάτησεν Μελχια υἱὸς τȣ̃ Σαϱαφι ἕως Βηϑαναϑινιμ ϗ οἱ ῥοϖοϖῶλαι ἀϖέναντι ϖύλης τȣ̃ Μαφεϰαδ ϗ ἕως ἀναϐάσεως τῆς ϰαμϖῆς.
13:32 ϗ ἀνὰ μέσον ἀναϐάσεως τῆς ϖύλης τῆς ϖϱοϐατιϰῆς ἐϰϱάτησαν οἱ χαλϰεῖς ϗ οἱ ῥοϖοϖῶλαι.
13:33 Ϗ ἐγένετο ἡνίϰα ἤϰȣσεν Σαναϐαλλατ ὅτι ἡμεῖς οἰϰοδομȣ̃μεν τὸ τεῖχος, ϗ ϖονηϱὸν ἦν αὐτῷ, ϗ ὠϱγίσϑη ἐϖὶ ϖολὺ ϗ ἐξεγέλα ἐϖὶ τοῖς Ιȣδαίοις.
13:34 ϗ εἶϖεν ἐνώϖιον τῶν ἀδελφῶν αὐτȣ̃ Αὕτη ἡ δύναμις Σομοϱων, ὅτι οἱ Ιȣδαῖοι ȣ̔͂τοι οἰϰοδομȣ̃σιν τὴν ἑαυτῶν ϖόλιν;
13:35 ϗ Τωϐιας ὁ Αμμανίτης ἐχόμενα αὐτȣ̃ ἦλϑεν, ϗ εἶϖαν ϖϱὸς ἑαυτȣ́ς Μὴ ϑυσιάσȣσιν ἢ φάγονται ἐϖὶ τȣ̃ τόϖȣ αὐτῶν; ȣ̓χὶ ἀναϐήσεται ἀλώϖηξ ϗ ϰαϑελεῖ τὸ τεῖχος λίϑων αὐτῶν; –
13:36 ἄϰȣσον, ὁ ϑεὸς ἡμῶν, ὅτι ἐγενήϑημεν εἰς μυϰτηϱισμόν, ϗ ἐϖίϛϱεψον ὀνειδισμὸν αὐτῶν εἰς ϰεφαλὴν αὐτῶν ϗ δὸς αὐτȣ̀ς εἰς μυϰτηϱισμὸν ἐν γῇ αἰχμαλωσίας
13:37 ϗ μὴ ϰαλύψῃς ἐϖὶ ἀνομίαν.
14:1 Ϗ ἐγένετο ὡς ἤϰȣσεν Σαναϐαλλατ ϗ Τωϐια ϗ οἱ Ἄϱαϐες ϗ οἱ Αμμανῖται ὅτι ἀνέϐη φυὴ τοῖς τείχεσιν Ιεϱȣσαλημ, ὅτι ἤϱξαντο αἱ διασφαγαὶ ἀναφϱάσσεσϑαι, ϗ ϖονηϱὸν αὐτοῖς ἐφάνη σφόδϱα·
14:2 ϗ συνήχϑησαν ϖάντες ἐϖὶ τὸ αὐτὸ ἐλϑεῖν ϖαϱατάξασϑαι ἐν Ιεϱȣσαλημ.
14:3 ϗ ϖϱοσηυξάμεϑα ϖϱὸς τὸν ϑεὸν ἡμῶν ϗ ἐϛήσαμεν ϖϱοφύλαϰας ἐϖ’ αὐτȣ̀ς ἡμέϱας ϗ νυϰτὸς ἀϖὸ ϖϱοσώϖȣ αὐτῶν.
14:4 ϗ εἶϖεν Ιȣδας Συνετϱίϐη ἡ ἰσχὺς τῶν ἐχϑϱῶν, ϗ ὁ χȣ̃ς ϖολύς, ϗ ἡμεῖς ȣ̓ δυνησόμεϑα οἰϰοδομεῖν ἐν τῷ τείχει.
14:5 ϗ εἶϖαν οἱ ϑλίϐοντες ἡμᾶς Ȣ̓ γνώσονται ϗ ȣ̓ϰ ὄψονται ἕως ὅτȣ ἔλϑωμεν εἰς μέσον αὐτῶν ϗ φονεύσωμεν αὐτȣ̀ς ϗ ϰαταϖαύσωμεν τὸ ἔϱγον.
14:6 ϗ ἐγένετο ὡς ἤλϑοσαν οἱ Ιȣδαῖοι οἱ οἰϰȣ̃ντες ἐχόμενα αὐτῶν ϗ εἴϖοσαν ἡμῖν Ἀναϐαίνȣσιν ἐϰ ϖάντων τῶν τόϖων ἐφ’ ἡμᾶς,
14:7 ϗ ἔϛησα εἰς τὰ ϰατώτατα τȣ̃ τόϖȣ ϰατόϖισϑεν τȣ̃ τείχȣς ἐν τοῖς σϰεϖεινοῖς ϗ ἔϛησα τὸν λαὸν ϰατὰ δήμȣς μετὰ ῥομφαιῶν αὐτῶν, λόγχας αὐτῶν ϗ τόξα αὐτῶν.
14:8 ϗ εἶδον ϗ ἀνέϛην ϗ εἶϖα ϖϱὸς τȣ̀ς ἐντίμȣς ϗ ϖϱὸς τȣ̀ς ϛϱατηγȣ̀ς ϗ ϖϱὸς τȣ̀ς ϰαταλοίϖȣς τȣ̃ λαȣ̃ Μὴ φοϐηϑῆτε ἀϖὸ ϖϱοσώϖȣ αὐτῶν· μνήσϑητε τȣ̃ ϑεȣ̃ ἡμῶν τȣ̃ μεγάλȣ ϗ φοϐεϱȣ̃ ϗ ϖαϱατάξασϑε ϖεϱὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν ϗ ϑυγατέϱων ὑμῶν, γυναιϰῶν ὑμῶν ϗ οἴϰων ὑμῶν.
14:9 ϗ ἐγένετο ἡνίϰα ἤϰȣσαν οἱ ἐχϑϱοὶ ἡμῶν ὅτι ἐγνώσϑη ἡμῖν ϗ διεσϰέδασεν ὁ ϑεὸς τὴν ϐȣλὴν αὐτῶν, ϗ ἐϖεϛϱέψαμεν ϖάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴϱ εἰς τὸ ἔϱγον αὐτȣ̃.
14:10 ϗ ἐγένετο ἀϖὸ τῆς ἡμέϱας ἐϰείνης ἥμισυ τῶν ἐϰτετιναγμένων ἐϖοίȣν τὸ ἔϱγον, ϗ ἥμισυ αὐτῶν ἀντείχοντο, ϗ λόγχαι ϗ ϑυϱεοὶ ϗ τὰ τόξα ϗ οἱ ϑώϱαϰες ϗ οἱ ἄϱχοντες ὀϖίσω ϖαντὸς οἴϰȣ Ιȣδα
14:11 τῶν οἰϰοδομȣ́ντων ἐν τῷ τείχει. ϗ οἱ αἴϱοντες ἐν τοῖς ἀϱτῆϱσιν ἐν ὅϖλοις· ἐν μιᾷ χειϱὶ ἐϖοίει αὐτὸ τὸ ἔϱγον, ϗ μία ἐϰϱάτει τὴν ϐολίδα.
14:12 ϗ οἱ οἰϰοδόμοι ἀνὴϱ ῥομφαίαν αὐτȣ̃ ἐζωσμένος ἐϖὶ τὴν ὀσφὺν αὐτȣ̃ ϗ ᾠϰοδομȣ̃σαν, ϗ ὁ σαλϖίζων ἐν τῇ ϰεϱατίνῃ ἐχόμενα αὐτȣ̃.
14:13 ϗ εἶϖα ϖϱὸς τȣ̀ς ἐντίμȣς ϗ ϖϱὸς τȣ̀ς ἄϱχοντας ϗ ϖϱὸς τȣ̀ς ϰαταλοίϖȣς τȣ̃ λαȣ̃ Τὸ ἔϱγον ϖλατὺ ϗ ϖολύ, ϗ ἡμεῖς σϰοϱϖιζόμεϑα ἐϖὶ τȣ̃ τείχȣς μαϰϱὰν ἀνὴϱ ἀϖὸ τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃·
14:14 ἐν τόϖῳ, ȣ̔͂ ἐὰν ἀϰȣ́σητε τὴν φωνὴν τῆς ϰεϱατίνης, ἐϰεῖ συναχϑήσεσϑε ϖϱὸς ἡμᾶς, ϗ ὁ ϑεὸς ἡμῶν ϖολεμήσει ϖεϱὶ ἡμῶν.
14:15 ϗ ἡμεῖς ϖοιȣ̃ντες τὸ ἔϱγον, ϗ ἥμισυ αὐτῶν ϰϱατȣ̃ντες τὰς λόγχας ἀϖὸ ἀναϐάσεως τȣ̃ ὄϱϑϱȣ ἕως ἐξόδȣ τῶν ἄϛϱων.
14:16 ϗ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ εἶϖα τῷ λαῷ Αὐλίσϑητε ἐν μέσῳ Ιεϱȣσαλημ, ϗ ἔϛω ὑμῖν ἡ νὺξ ϖϱοφυλαϰὴ ϗ ἡ ἡμέϱα ἔϱγον.
14:17 ϗ ἤμην ἐγὼ ϗ οἱ ἄνδϱες τῆς ϖϱοφυλαϰῆς ὀϖίσω μȣ, ϗ ȣ̓ϰ ἦν ἐξ ἡμῶν ἐϰδιδυσϰόμενος ἀνὴϱ τὰ ἱμάτια αὐτȣ̃.
15:1 Ϗ ἦν ϰϱαυγὴ τȣ̃ λαȣ̃ ϗ γυναιϰῶν αὐτῶν μεγάλη ϖϱὸς τȣ̀ς ἀδελφȣ̀ς αὐτῶν τȣ̀ς Ιȣδαίȣς.
15:2 ϗ ἦσάν τινες λέγοντες Ἐν υἱοῖς ἡμῶν ϗ ἐν ϑυγατϱάσιν ἡμῶν ἡμεῖς ϖολλοί· ϗ λημψόμεϑα σῖτον ϗ φαγόμεϑα ϗ ζησόμεϑα.
15:3 ϗ εἰσίν τινες λέγοντες Ἀγϱοὶ ἡμῶν ϗ ἀμϖελῶνες ἡμῶν ϗ οἰϰίαι ἡμῶν, ἡμεῖς διεγγυῶμεν· ϗ λημψόμεϑα σῖτον ϗ φαγόμεϑα.
15:4 ϗ εἰσίν τινες λέγοντες Ἐδανεισάμεϑα ἀϱγύϱιον εἰς φόϱȣς τȣ̃ ϐασιλέως, ἀγϱοὶ ἡμῶν ϗ ἀμϖελῶνες ἡμῶν ϗ οἰϰίαι ἡμῶν·
15:5 ϗ νῦν ὡς σὰϱξ ἀδελφῶν ἡμῶν σὰϱξ ἡμῶν, ὡς υἱοὶ αὐτῶν υἱοὶ ἡμῶν· ϗ ἰδȣ̀ ἡμεῖς ϰαταδυναϛεύομεν τȣ̀ς υἱȣ̀ς ἡμῶν ϗ τὰς ϑυγατέϱας ἡμῶν εἰς δȣ́λȣς, ϗ εἰσὶν ἀϖὸ ϑυγατέϱων ἡμῶν ϰαταδυναϛευόμεναι, ϗ ȣ̓ϰ ἔϛιν δύναμις χειϱῶν ἡμῶν, ϗ ἀγϱοὶ ἡμῶν ϗ ἀμϖελῶνες ἡμῶν τοῖς ἐντίμοις. –
15:6 ϗ ἐλυϖήϑην σφόδϱα, ϰαϑὼς ἤϰȣσα τὴν ϰϱαυγὴν αὐτῶν ϗ τȣ̀ς λόγȣς τȣ́τȣς.
15:7 ϗ ἐϐȣλεύσατο ϰαϱδία μȣ ἐϖ’ ἐμέ, ϗ ἐμαχεσάμην ϖϱὸς τȣ̀ς ἐντίμȣς ϗ τȣ̀ς ἄϱχοντας ϗ εἶϖα αὐτοῖς Ἀϖαιτήσει ἀνὴϱ τὸν ἀδελφὸν αὐτȣ̃ ὑμεῖς ἀϖαιτεῖτε. ϗ ἔδωϰα ἐϖ’ αὐτȣ̀ς ἐϰϰλησίαν μεγάλην
15:8 ϗ εἶϖα αὐτοῖς Ἡμεῖς ϰεϰτήμεϑα τȣ̀ς ἀδελφȣ̀ς ἡμῶν τȣ̀ς Ιȣδαίȣς τȣ̀ς ϖωλȣμένȣς τοῖς ἔϑνεσιν ἐν ἑϰȣσίῳ ἡμῶν· ϗ ὑμεῖς ϖωλεῖτε τȣ̀ς ἀδελφȣ̀ς ὑμῶν; ϗ ἡσύχασαν ϗ ȣ̓χ εὕϱοσαν λόγον.
15:9 ϗ εἶϖα Ȣ̓ϰ ἀγαϑὸς ὁ λόγος, ὃν ὑμεῖς ϖοιεῖτε· ȣ̓χ ȣ̔́τως, ἐν φόϐῳ ϑεȣ̃ ἡμῶν ἀϖελεύσεσϑε ἀϖὸ ὀνειδισμȣ̃ τῶν ἐϑνῶν τῶν ἐχϑϱῶν ἡμῶν.
15:10 ϗ οἱ ἀδελφοί μȣ ϗ οἱ γνωϛοί μȣ ϗ ἐγὼ ἐϑήϰαμεν ἐν αὐτοῖς ἀϱγύϱιον ϗ σῖτον· ἐγϰαταλίϖωμεν δὴ τὴν ἀϖαίτησιν ταύτην.
15:11 ἐϖιϛϱέψατε δὴ αὐτοῖς ὡς σήμεϱον ἀγϱȣ̀ς αὐτῶν, ἀμϖελῶνας αὐτῶν, ἐλαίας αὐτῶν ϗ οἰϰίας αὐτῶν· ϗ ἀϖὸ τȣ̃ ἀϱγυϱίȣ τὸν σῖτον ϗ τὸν οἶνον ϗ τὸ ἔλαιον ἐξενέγϰατε αὐτοῖς.
15:12 ϗ εἶϖαν Ἀϖοδώσομεν ϗ ϖαϱ’ αὐτῶν ȣ̓ ζητήσομεν· ȣ̔́τως ϖοιήσομεν, ϰαϑὼς σὺ λέγεις. ϗ ἐϰάλεσα τȣ̀ς ἱεϱεῖς ϗ ὥϱϰισα αὐτȣ̀ς ϖοιῆσαι ὡς τὸ ῥῆμα τȣ̃το.
15:13 ϗ τὴν ἀναϐολήν μȣ ἐξετίναξα ϗ εἶϖα ȣ̔́τως ἐϰτινάξαι ὁ ϑεὸς ϖάντα ἄνδϱα, ὃς ȣ̓ ϛήσει τὸν λόγον τȣ̃τον, ἐϰ τȣ̃ οἴϰȣ αὐτȣ̃ ϗ ἐϰ ϰόϖȣ αὐτȣ̃, ϗ ἔϛαι ȣ̔́τως ἐϰτετιναγμένος ϗ ϰενός. ϗ εἶϖεν ϖᾶσα ἡ ἐϰϰλησία Αμην, ϗ ᾔνεσαν τὸν ϰύϱιον· ϗ ἐϖοίησεν ὁ λαὸς τὸ ῥῆμα τȣ̃το.
15:14 Ἀϖὸ τῆς ἡμέϱας, ἧς ἐνετείλατό μοι εἶναι εἰς ἄϱχοντα αὐτῶν ἐν γῇ Ιȣδα, ἀϖὸ ἔτȣς εἰϰοϛȣ̃ ϗ ἕως ἔτȣς τϱιαϰοϛȣ̃ ϗ δευτέϱȣ τῷ Αϱϑασασϑα, ἔτη δώδεϰα, ἐγὼ ϗ οἱ ἀδελφοί μȣ ϐίαν αὐτῶν ȣ̓ϰ ἔφαγον·
15:15 ϗ τὰς ϐίας τὰς ϖϱώτας, ἃς ϖϱὸ ἐμȣ̃ ἐϐάϱυναν ἐϖ’ αὐτȣ̀ς ϗ ἐλάϐοσαν ϖαϱ’ αὐτῶν ἐν ἄϱτοις ϗ ἐν οἴνῳ ἔσχατον ἀϱγύϱιον, δίδϱαχμα τεσσαϱάϰοντα, ϗ οἱ ἐϰτετιναγμένοι αὐτῶν ἐξȣσιάζονται ἐϖὶ τὸν λαόν, ϗ ἐγὼ ȣ̓ϰ ἐϖοίησα ȣ̔́τως ἀϖὸ ϖϱοσώϖȣ φόϐȣ ϑεȣ̃.
15:16 ϗ ἐν ἔϱγῳ τȣ̃ τείχȣς τȣ́των ȣ̓ϰ ἐϰϱάτησα, ἀγϱὸν ȣ̓ϰ ἐϰτησάμην· ϗ ϖάντες οἱ συνηγμένοι ἐϰεῖ ἐϖὶ τὸ ἔϱγον.
15:17 ϗ οἱ Ιȣδαῖοι, ἑϰατὸν ϗ ϖεντήϰοντα ἄνδϱες, ϗ οἱ ἐϱχόμενοι ϖϱὸς ἡμᾶς ἀϖὸ τῶν ἐϑνῶν τῶν ϰύϰλῳ ἡμῶν ἐϖὶ τϱάϖεζάν μȣ.
15:18 ϗ ἦν γινόμενον εἰς ἡμέϱαν μίαν μόσχος εἷς ϗ ϖϱόϐατα ἓξ ἐϰλεϰτὰ ϗ χίμαϱος ἐγίνοντό μοι ϗ ἀνὰ μέσον δέϰα ἡμεϱῶν ἐν ϖᾶσιν οἶνος τῷ ϖλήϑει· ϗ σὺν τȣ́τοις ἄϱτȣς τῆς ϐίας ȣ̓ϰ ἐζήτησα, ὅτι ϐαϱεῖα ἡ δȣλεία ἐϖὶ τὸν λαὸν τȣ̃τον. –
15:19 μνήσϑητί μȣ, ὁ ϑεός, εἰς ἀγαϑὸν ϖάντα, ὅσα ἐϖοίησα τῷ λαῷ τȣ́τῳ.
16:1 Ϗ ἐγένετο ϰαϑὼς ἠϰȣ́σϑη τῷ Σαναϐαλλατ ϗ Τωϐια ϗ τῷ Γησαμ τῷ Αϱαϐι ϗ τοῖς ϰαταλοίϖοις τῶν ἐχϑϱῶν ἡμῶν ὅτι ᾠϰοδόμησα τὸ τεῖχος, ϗ ȣ̓ ϰατελείφϑη ἐν αὐτοῖς ϖνοή. ἕως τȣ̃ ϰαιϱȣ̃ ἐϰείνȣ ϑύϱας ȣ̓ϰ ἐϖέϛησα ἐν ταῖς ϖύλαις.
16:2 ϗ ἀϖέϛειλεν Σαναϐαλλατ ϗ Γησαμ ϖϱός με λέγων Δεῦϱο ϗ συναχϑῶμεν ἐϖὶ τὸ αὐτὸ ἐν ταῖς ϰώμαις ἐν ϖεδίῳ Ωνω· ϗ αὐτοὶ λογιζόμενοι ϖοιῆσαί μοι ϖονηϱίαν.
16:3 ϗ ἀϖέϛειλα ἐϖ’ αὐτȣ̀ς ἀγγέλȣς λέγων Ἔϱγον μέγα ἐγὼ ϖοιῶ ϗ ȣ̓ δυνήσομαι ϰαταϐῆναι, μήϖοτε ϰαταϖαύσῃ τὸ ἔϱγον· ὡς ἂν τελειώσω αὐτό, ϰαταϐήσομαι ϖϱὸς ὑμᾶς.
16:4 ϗ ἀϖέϛειλαν ϖϱός με ὡς τὸ ῥῆμα τȣ̃το, ϗ ἀϖέϛειλα αὐτοῖς ϰατὰ ταῦτα.
16:5 ϗ ἀϖέϛειλεν ϖϱός με Σαναϐαλλατ τὸν ϖαῖδα αὐτȣ̃ ϗ ἐϖιϛολὴν ἀνεῳγμένην ἐν χειϱὶ αὐτȣ̃.
16:6 ϗ ἦν γεγϱαμμένον ἐν αὐτῇ Ἐν ἔϑνεσιν ἠϰȣ́σϑη ὅτι σὺ ϗ οἱ Ιȣδαῖοι λογίζεσϑε ἀϖοϛατῆσαι, διὰ τȣ̃το σὺ οἰϰοδομεῖς τὸ τεῖχος, ϗ σὺ γίνῃ αὐτοῖς εἰς ϐασιλέα·
16:7 ϗ ϖϱὸς τȣ́τοις ϖϱοφήτας ἔϛησας σεαυτῷ, ἵνα ϰαϑίσῃς ἐν Ιεϱȣσαλημ εἰς ϐασιλέα ἐν Ιȣδα· ϗ νῦν ἀϖαγγελήσονται τῷ ϐασιλεῖ οἱ λόγοι ȣ̔͂τοι· ϗ νῦν δεῦϱο ϐȣλευσώμεϑα ἐϖὶ τὸ αὐτό.
16:8 ϗ ἀϖέϛειλα ϖϱὸς αὐτὸν λέγων Ȣ̓ϰ ἐγενήϑη ὡς οἱ λόγοι ȣ̔͂τοι, ȣ̔̀ς σὺ λέγεις, ὅτι ἀϖὸ ϰαϱδίας σȣ σὺ ψεύδῃ αὐτȣ́ς.
16:9 ὅτι ϖάντες φοϐεϱίζȣσιν ἡμᾶς λέγοντες Ἐϰλυϑήσονται αἱ χεῖϱες αὐτῶν ἀϖὸ τȣ̃ ἔϱγȣ τȣ́τȣ, ϗ ȣ̓ ϖοιηϑήσεται· ϗ νῦν ἐϰϱαταίωσα τὰς χεῖϱάς μȣ.
16:10 Ϗ ἐγὼ εἰσῆλϑον εἰς οἶϰον Σεμει υἱȣ̃ Δαλαια υἱȣ̃ Μεηταϐηλ – ϗ αὐτὸς συνεχόμενος – , ϗ εἶϖεν Συναχϑῶμεν εἰς οἶϰον τȣ̃ ϑεȣ̃ ἐν μέσῳ αὐτȣ̃ ϗ ϰλείσωμεν τὰς ϑύϱας αὐτȣ̃, ὅτι ἔϱχονται νυϰτὸς φονεῦσαί σε.
16:11 ϗ εἶϖα Τίς ἐϛιν ὁ ἀνήϱ, ὃς εἰσελεύσεται εἰς τὸν οἶϰον ϗ ζήσεται;
16:12 ϗ ἐϖέγνων ϗ ἰδȣ̀ ὁ ϑεὸς ȣ̓ϰ ἀϖέϛειλεν αὐτόν, ὅτι ἡ ϖϱοφητεία λόγος ϰατ’ ἐμȣ̃, ϗ Τωϐιας ϗ Σαναϐαλλατ ἐμισϑώσαντο
16:13 ἐϖ’ ἐμὲ ὄχλον, ὅϖως φοϐηϑῶ ϗ ϖοιήσω ȣ̔́τως ϗ ἁμάϱτω ϗ γένωμαι αὐτοῖς εἰς ὄνομα ϖονηϱόν, ὅϖως ὀνειδίσωσίν με. –
16:14 μνήσϑητι, ὁ ϑεός, τῷ Τωϐια ϗ τῷ Σαναϐαλλατ ὡς τὰ ϖοιήματα αὐτȣ̃ ταῦτα ϗ τῷ Νωαδια τῷ ϖϱοφήτῃ ϗ τοῖς ϰαταλοίϖοις τῶν ϖϱοφητῶν, οἳ ἦσαν φοϐεϱίζοντές με.
16:15 Ϗ ἐτελέσϑη τὸ τεῖχος ϖέμϖτῃ ϗ εἰϰάδι τȣ̃ Ελȣλ εἰς ϖεντήϰοντα ϗ δύο ἡμέϱας.
16:16 ϗ ἐγένετο ἡνίϰα ἤϰȣσαν ϖάντες οἱ ἐχϑϱοὶ ἡμῶν, ϗ ἐφοϐήϑησαν ϖάντα τὰ ἔϑνη τὰ ϰύϰλῳ ἡμῶν, ϗ ἐϖέϖεσεν φόϐος σφόδϱα ἐν ὀφϑαλμοῖς αὐτῶν, ϗ ἔγνωσαν ὅτι ϖαϱὰ τȣ̃ ϑεȣ̃ ἡμῶν ἐγενήϑη τελειωϑῆναι τὸ ἔϱγον τȣ̃το. –
16:17 ϗ ἐν ταῖς ἡμέϱαις ἐϰείναις ἀϖὸ ϖολλῶν ἐντίμων Ιȣδα ἐϖιϛολαὶ ἐϖοϱεύοντο ϖϱὸς Τωϐιαν, ϗ αἱ Τωϐια ἤϱχοντο ϖϱὸς αὐτȣ́ς,
16:18 ὅτι ϖολλοὶ ἐν Ιȣδα ἔνοϱϰοι ἦσαν αὐτῷ, ὅτι γαμϐϱὸς ἦν τȣ̃ Σεχενια υἱȣ̃ Ηϱαε, ϗ Ιωαναν υἱὸς αὐτȣ̃ ἔλαϐεν τὴν ϑυγατέϱα Μεσȣλαμ υἱȣ̃ Βαϱαχια εἰς γυναῖϰα.
16:19 ϗ τȣ̀ς λόγȣς αὐτȣ̃ ἦσαν λέγοντες ϖϱός με ϗ λόγȣς μȣ ἦσαν ἐϰφέϱοντες αὐτῷ, ϗ ἐϖιϛολὰς ἀϖέϛειλεν Τωϐιας φοϐεϱίσαι με.
17:1 Ϗ ἐγένετο ἡνίϰα ᾠϰοδομήϑη τὸ τεῖχος, ϗ ἔϛησα τὰς ϑύϱας, ϗ ἐϖεσϰέϖησαν οἱ ϖυλωϱοὶ ϗ οἱ ᾄδοντες ϗ οἱ Λευῖται.
17:2 ϗ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μȣ ϗ τῷ Ανανια ἄϱχοντι τῆς ϐιϱα ἐν Ιεϱȣσαλημ, ὅτι αὐτὸς ὡς ἀνὴϱ ἀληϑὴς ϗ φοϐȣ́μενος τὸν ϑεὸν ϖαϱὰ ϖολλȣ́ς,
17:3 ϗ εἶϖα αὐτοῖς Ȣ̓ϰ ἀνοιγήσονται ϖύλαι Ιεϱȣσαλημ ἕως ἅμα τῷ ἡλίῳ, ϗ ἔτι αὐτῶν γϱηγοϱȣ́ντων ϰλειέσϑωσαν αἱ ϑύϱαι ϗ σφηνȣ́σϑωσαν· ϗ ϛῆσον ϖϱοφύλαϰας οἰϰȣ́ντων ἐν Ιεϱȣσαλημ, ἀνὴϱ ἐν ϖϱοφυλαϰῇ αὐτȣ̃ ϗ ἀνὴϱ ἀϖέναντι οἰϰίας αὐτȣ̃.
17:4 Ϗ ἡ ϖόλις ϖλατεῖα ϗ μεγάλη, ϗ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, ϗ ȣ̓ϰ ἦσαν οἰϰίαι ᾠϰοδομημέναι.
17:5 ϗ ἔδωϰεν ὁ ϑεὸς εἰς τὴν ϰαϱδίαν μȣ ϗ συνῆξα τȣ̀ς ἐντίμȣς ϗ τȣ̀ς ἄϱχοντας ϗ τὸν λαὸν εἰς συνοδίας· ϗ εὗϱον ϐιϐλίον τῆς συνοδίας, οἳ ἀνέϐησαν ἐν ϖϱώτοις, ϗ εὗϱον γεγϱαμμένον ἐν αὐτῷ
17:6 Ϗ ȣ̔͂τοι υἱοὶ τῆς χώϱας οἱ ἀναϐάντες ἀϖὸ αἰχμαλωσίας τῆς ἀϖοιϰίας, ἧς ἀϖῴϰισεν Ναϐȣχοδονοσοϱ ϐασιλεὺς Βαϐυλῶνος ϗ ἐϖέϛϱεψαν εἰς Ιεϱȣσαλημ ϗ εἰς Ιȣδα ἀνὴϱ εἰς τὴν ϖόλιν αὐτȣ̃
17:7 μετὰ Ζοϱοϐαϐελ ϗ Ἰησȣ̃ ϗ Νεεμια, Αζαϱια, Δαεμια, Ναεμανι, Μαϱδοχαιος, Βαλσαν, Μασφαϱαϑ, Εσδϱα, Βαγοι, Ναȣμ, Βαανα, Μασφαϱ. ἄνδϱες λαȣ̃ Ισϱαηλ·
17:8 υἱοὶ Φοϱος δισχίλιοι ἑϰατὸν ἑϐδομήϰοντα δύο.
17:9 υἱοὶ Σαφατια τϱιαϰόσιοι ἑϐδομήϰοντα δύο.
17:10 υἱοὶ Ηϱα ἑξαϰόσιοι ϖεντήϰοντα δύο.
17:11 υἱοὶ Φααϑμωαϐ τοῖς υἱοῖς Ἰησȣ̃ ϗ Ιωαϐ δισχίλιοι ὀϰταϰόσιοι δέϰα ὀϰτώ.
17:12 υἱοὶ Αιλαμ χίλιοι διαϰόσιοι ϖεντήϰοντα τέσσαϱες.
17:13 υἱοὶ Ζαϑȣα ὀϰταϰόσιοι τεσσαϱάϰοντα ϖέντε.
17:14 υἱοὶ Ζαϰχȣ ἑϖταϰόσιοι ἑξήϰοντα.
17:15 υἱοὶ Βανȣι ἑξαϰόσιοι τεσσαϱάϰοντα ὀϰτώ.
17:16 υἱοὶ Βηϐι ἑξαϰόσιοι εἴϰοσι ὀϰτώ.
17:17 υἱοὶ Ασγαδ δισχίλιοι τϱιαϰόσιοι εἴϰοσι δύο.
17:18 υἱοὶ Αδενιϰαμ ἑξαϰόσιοι ἑξήϰοντα ἑϖτά.
17:19 υἱοὶ Βαγοι δισχίλιοι ἑξήϰοντα ἑϖτά.
17:20 υἱοὶ Ηδιν ἑξαϰόσιοι ϖεντήϰοντα ϖέντε.
17:21 υἱοὶ Ατηϱ τῷ Εζεϰια ἐνενήϰοντα ὀϰτώ.
17:22 υἱοὶ Ησαμ τϱιαϰόσιοι εἴϰοσι ὀϰτώ.
17:23 υἱοὶ Βεσι τϱιαϰόσιοι εἴϰοσι τέσσαϱες.
17:24 υἱοὶ Αϱιφ ἑϰατὸν δώδεϰα.
17:25 υἱοὶ Γαϐαων ἐνενήϰοντα ϖέντε.
17:26 υἱοὶ Βαιϑλεεμ ἑϰατὸν εἴϰοσι τϱεῖς. υἱοὶ Νετωφα ϖεντήϰοντα ἕξ.
17:27 υἱοὶ Αναϑωϑ ἑϰατὸν εἴϰοσι ὀϰτώ.
17:28 ἄνδϱες Βηϑασμωϑ τεσσαϱάϰοντα δύο.
17:29 ἄνδϱες Καϱιαϑιαϱιμ, Καφιϱα ϗ Βηϱωϑ ἑϖταϰόσιοι τεσσαϱάϰοντα τϱεῖς.
17:30 ἄνδϱες Αϱαμα ϗ Γαϐαα ἑξαϰόσιοι εἴϰοσι εἷς.
17:31 ἄνδϱες Μαχεμας ἑϰατὸν εἴϰοσι δύο.
17:32 ἄνδϱες Βηϑηλ ϗ Αια ἑϰατὸν εἴϰοσι τϱεῖς.
17:33 ἄνδϱες Ναϐι – ααϱ ϖεντήϰοντα δύο.
17:34 ἄνδϱες Ηλαμ – ααϱ χίλιοι διαϰόσιοι ϖεντήϰοντα τέσσαϱες.
17:35 υἱοὶ Ηϱαμ τϱιαϰόσιοι εἴϰοσι.
17:36 υἱοὶ Ιεϱιχω τϱιαϰόσιοι τεσσαϱάϰοντα ϖέντε.
17:37 υἱοὶ Λοδ, Αδιδ ϗ Ωνω ἑϖταϰόσιοι εἴϰοσι εἷς.
17:38 υἱοὶ Σαναα τϱισχίλιοι ἐνναϰόσιοι τϱιάϰοντα. –
17:39 οἱ ἱεϱεῖς· υἱοὶ Ιωδαε εἰς οἶϰον Ἰησȣ̃ ἐνναϰόσιοι ἑϐδομήϰοντα τϱεῖς.
17:40 υἱοὶ Εμμηϱ χίλιοι ϖεντήϰοντα δύο.
17:41 υἱοὶ Φασσȣϱ χίλιοι διαϰόσιοι τεσσαϱάϰοντα ἑϖτά.
17:42 υἱοὶ Ηϱαμ χίλιοι δέϰα ἑϖτά. –
17:43 οἱ Λευῖται· υἱοὶ Ἰησȣ̃ τῷ Καδμιηλ τοῖς υἱοῖς τȣ̃ Ȣδȣια ἑϐδομήϰοντα τέσσαϱες.
17:44 οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑϰατὸν τεσσαϱάϰοντα ὀϰτώ.
17:45 οἱ ϖυλωϱοί· υἱοὶ Σαλȣμ, υἱοὶ Ατηϱ, υἱοὶ Τελμων, υἱοὶ Αϰȣϐ, υἱοὶ Ατιτα, υἱοὶ Σαϐι, ἑϰατὸν τϱιάϰοντα ὀϰτώ. –
17:46 οἱ ναϑινιμ· υἱοὶ Σηα, υἱοὶ Ασιφα, υἱοὶ Ταϐαωϑ,
17:47 υἱοὶ Κιϱας, υἱοὶ Σȣια, υἱοὶ Φαδων,
17:48 υἱοὶ Λαϐανα, υἱοὶ Αγαϐα, υἱοὶ Σαλαμι,
17:49 υἱοὶ Αναν, υἱοὶ Γαδηλ, υἱοὶ Γααϱ,
17:50 υἱοὶ Ρααια, υἱοὶ Ρασων, υἱοὶ Νεϰωδα,
17:51 υἱοὶ Γηζαμ, υἱοὶ Οζι, υἱοὶ Φεση,
17:52 υἱοὶ Βησι, υἱοὶ Μεινωμ, υἱοὶ Νεφωσασιμ,
17:53 υἱοὶ Βαϰϐȣϰ, υἱοὶ Αχιφα, υἱοὶ Αϱȣϱ,
17:54 υἱοὶ Βασαλωϑ, υἱοὶ Μειδα, υἱοὶ Αδασαν,
17:55 υἱοὶ Βαϱϰȣς, υἱοὶ Σισαϱα, υἱοὶ Θημα,
17:56 υἱοὶ Νισια, υἱοὶ Ατιφα.
17:57 υἱοὶ δȣ́λων Σαλωμων· υἱοὶ Σȣτι, υἱοὶ Σαφαϱαϑ, υἱοὶ Φεϱιδα,
17:58 υἱοὶ Ιεαλη, υἱοὶ Δοϱϰων, υἱοὶ Γαδηλ,
17:59 υἱοὶ Σαφατια, υἱοὶ Ετηλ, υἱοὶ Φαχαϱαϑ, υἱοὶ Σαϐαιμ, υἱοὶ Ημιμ.
17:60 ϖάντες οἱ ναϑινιμ ϗ υἱοὶ δȣ́λων Σαλωμων τϱιαϰόσιοι ἐνενήϰοντα δύο. –
17:61 ϗ ȣ̔͂τοι ἀνέϐησαν ἀϖὸ Θελμελεϑ, Αϱησα, Χαϱȣϐ, Ηϱων, Ιεμηϱ ϗ ȣ̓ϰ ἠδυνάσϑησαν ἀϖαγγεῖλαι οἴϰȣς ϖατϱιῶν αὐτῶν ϗ σϖέϱμα αὐτῶν εἰ ἀϖὸ Ισϱαηλ εἰσίν·
17:62 υἱοὶ Δαλαια, υἱοὶ Τωϐια, υἱοὶ Νεϰωδα, ἑξαϰόσιοι τεσσαϱάϰοντα δύο.
17:63 ϗ ἀϖὸ τῶν ἱεϱέων· υἱοὶ Εϐια, υἱοὶ Αϰως, υἱοὶ Βεϱζελλι, ὅτι ἔλαϐεν ἀϖὸ ϑυγατέϱων Βεϱζελλι τȣ̃ Γαλααδίτȣ γυναῖϰας ϗ ἐϰλήϑη ἐϖ’ ὀνόματι αὐτῶν·
17:64 ȣ̔͂τοι ἐζήτησαν γϱαφὴν αὐτῶν τῆς συνοδίας, ϗ ȣ̓χ εὑϱέϑη, ϗ ἠγχιϛεύϑησαν ἀϖὸ τῆς ἱεϱατείας,
17:65 ϗ εἶϖεν Αϑεϱσαϑα ἵνα μὴ φάγωσιν ἀϖὸ τȣ̃ ἁγίȣ τῶν ἁγίων, ἕως ἀναϛῇ ὁ ἱεϱεὺς φωτίσων. –
17:66 ϗ ἐγένετο ϖᾶσα ἡ ἐϰϰλησία ὡς εἷς, τέσσαϱες μυϱιάδες δισχίλιοι τϱιαϰόσιοι ἑξήϰοντα
17:67 ϖάϱεξ δȣ́λων αὐτῶν ϗ ϖαιδισϰῶν αὐτῶν, ȣ̔͂τοι ἑϖταϰισχίλιοι τϱιαϰόσιοι τϱιάϰοντα ἑϖτά· ϗ ᾄδοντες ϗ ᾄδȣσαι διαϰόσιοι τεσσαϱάϰοντα ϖέντε·
17:68 ἵϖϖοι ἑϖταϰόσιοι τϱιάϰοντα ἕξ, ἡμίονοι διαϰόσιοι τεσσαϱάϰοντα ϖέντε,
17:69 ϰάμηλοι τετϱαϰόσιοι τϱιάϰοντα ϖέντε, ὄνοι ἑξαϰισχίλιοι ἑϖταϰόσιοι εἴϰοσι. –
17:70 ϗ ἀϖὸ μέϱȣς ἀϱχηγῶν τῶν ϖατϱιῶν ἔδωϰαν εἰς τὸ ἔϱγον τῷ Νεεμια εἰς ϑησαυϱὸν χϱυσȣ̃ς χιλίȣς, φιάλας ϖεντήϰοντα ϗ χοϑωνωϑ τῶν ἱεϱέων τϱιάϰοντα.
17:71 ϗ ἀϖὸ ἀϱχηγῶν τῶν ϖατϱιῶν ἔδωϰαν εἰς ϑησαυϱὸν τȣ̃ ἔϱγȣ χϱυσίȣ δύο μυϱιάδας ϗ ἀϱγυϱίȣ μνᾶς δισχιλίας διαϰοσίας,
17:72 ϗ ἔδωϰαν οἱ ϰατάλοιϖοι τȣ̃ λαȣ̃ χϱυσίȣ δύο μυϱιάδας ϗ ἀϱγυϱίȣ μνᾶς δισχιλίας διαϰοσίας ϗ χοϑωνωϑ τῶν ἱεϱέων ἑξήϰοντα ἑϖτά. –
17:73 ϗ ἐϰάϑισαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ ϖυλωϱοὶ ϗ οἱ ᾄδοντες ϗ οἱ ἀϖὸ τȣ̃ λαȣ̃ ϗ οἱ ναϑινιμ ϗ ϖᾶς Ισϱαηλ ἐν ϖόλεσιν αὐτῶν. Ϗ ἔφϑασεν ὁ μὴν ὁ ἕϐδομος – ϗ οἱ υἱοὶ Ισϱαηλ ἐν ϖόλεσιν αὐτῶν –
18:1 ϗ συνήχϑησαν ϖᾶς ὁ λαὸς ὡς ἀνὴϱ εἷς εἰς τὸ ϖλάτος τὸ ἔμϖϱοσϑεν ϖύλης τȣ̃ ὕδατος. ϗ εἶϖαν τῷ Εσδϱα τῷ γϱαμματεῖ ἐνέγϰαι τὸ ϐιϐλίον νόμȣ Μωυσῆ, ὃν ἐνετείλατο ϰύϱιος τῷ Ισϱαηλ.
18:2 ϗ ἤνεγϰεν Εσδϱας ὁ ἱεϱεὺς τὸν νόμον ἐνώϖιον τῆς ἐϰϰλησίας ἀϖὸ ἀνδϱὸς ϗ ἕως γυναιϰὸς ϗ ϖᾶς ὁ συνίων ἀϰȣ́ειν ἐν ἡμέϱᾳ μιᾷ τȣ̃ μηνὸς τȣ̃ ἑϐδόμȣ
18:3 ϗ ἀνέγνω ἐν αὐτῷ ἀϖὸ τῆς ὥϱας τȣ̃ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσȣς τῆς ἡμέϱας ἀϖέναντι τῶν ἀνδϱῶν ϗ τῶν γυναιϰῶν, ϗ αὐτοὶ συνιέντες, ϗ ὦτα ϖαντὸς τȣ̃ λαȣ̃ εἰς τὸ ϐιϐλίον τȣ̃ νόμȣ.
18:4 ϗ ἔϛη Εσδϱας ὁ γϱαμματεὺς ἐϖὶ ϐήματος ξυλίνȣ, ϗ ἔϛησαν ἐχόμενα αὐτȣ̃ Ματταϑιας ϗ Σαμαιας ϗ Ανανιας ϗ Ȣϱια ϗ Ελϰια ϗ Μαασαια ἐϰ δεξιῶν αὐτȣ̃, ϗ ἐξ ἀϱιϛεϱῶν Φαδαιας ϗ Μισαηλ ϗ Μελχιας ϗ Ωσαμ ϗ Ασαϐδανα ϗ Ζαχαϱιας ϗ Μοσολλαμ.
18:5 ϗ ἤνοιξεν Εσδϱας τὸ ϐιϐλίον ἐνώϖιον ϖαντὸς τȣ̃ λαȣ̃ – ὅτι αὐτὸς ἦν ἐϖάνω τȣ̃ λαȣ̃ – ϗ ἐγένετο ἡνίϰα ἤνοιξεν αὐτό, ἔϛη ϖᾶς ὁ λαός.
18:6 ϗ ηὐλόγησεν Εσδϱας ϰύϱιον τὸν ϑεὸν τὸν μέγαν, ϗ ἀϖεϰϱίϑη ϖᾶς ὁ λαὸς ϗ εἶϖαν Αμην ἐϖάϱαντες χεῖϱας αὐτῶν ϗ ἔϰυψαν ϗ ϖϱοσεϰύνησαν τῷ ϰυϱίῳ ἐϖὶ ϖϱόσωϖον ἐϖὶ τὴν γῆν.
18:7 ϗ Ἰησȣ̃ς ϗ Βαναιας ϗ Σαϱαϐια ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον, ϗ ὁ λαὸς ἐν τῇ ϛάσει αὐτȣ̃.
18:8 ϗ ἀνέγνωσαν ἐν ϐιϐλίῳ νόμȣ τȣ̃ ϑεȣ̃, ϗ ἐδίδασϰεν Εσδϱας ϗ διέϛελλεν ἐν ἐϖιϛήμῃ ϰυϱίȣ, ϗ συνῆϰεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει. –
18:9 ϗ εἶϖεν Νεεμιας ϗ Εσδϱας ὁ ἱεϱεὺς ϗ γϱαμματεὺς ϗ οἱ Λευῖται οἱ συνετίζοντες τὸν λαὸν ϗ εἶϖαν ϖαντὶ τῷ λαῷ Ἡ ἡμέϱα ἁγία ἐϛὶν τῷ ϰυϱίῳ ϑεῷ ἡμῶν, μὴ ϖενϑεῖτε μηδὲ ϰλαίετε· ὅτι ἔϰλαιεν ϖᾶς ὁ λαός, ὡς ἤϰȣσαν τȣ̀ς λόγȣς τȣ̃ νόμȣ.
18:10 ϗ εἶϖεν αὐτοῖς Ποϱεύεσϑε φάγετε λιϖάσματα ϗ ϖίετε γλυϰάσματα ϗ ἀϖοϛείλατε μεϱίδας τοῖς μὴ ἔχȣσιν, ὅτι ἁγία ἐϛὶν ἡ ἡμέϱα τῷ ϰυϱίῳ ἡμῶν· ϗ μὴ διαϖέσητε, ὅτι ἐϛὶν ἰσχὺς ὑμῶν.
18:11 ϗ οἱ Λευῖται ϰατεσιώϖων ϖάντα τὸν λαὸν λέγοντες Σιωϖᾶτε, ὅτι ἡ ἡμέϱα ἁγία, ϗ μὴ ϰαταϖίϖτετε.
18:12 ϗ ἀϖῆλϑεν ϖᾶς ὁ λαὸς φαγεῖν ϗ ϖιεῖν ϗ ἀϖοϛέλλειν μεϱίδας ϗ ϖοιῆσαι εὐφϱοσύνην μεγάλην, ὅτι συνῆϰαν ἐν τοῖς λόγοις, οἷς ἐγνώϱισεν αὐτοῖς.
18:13 Ϗ ἐν τῇ ἡμέϱᾳ τῇ δευτέϱᾳ συνήχϑησαν οἱ ἄϱχοντες τῶν ϖατϱιῶν τῷ ϖαντὶ λαῷ, οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϖϱὸς Εσδϱαν τὸν γϱαμματέα ἐϖιϛῆσαι ϖϱὸς ϖάντας τȣ̀ς λόγȣς τȣ̃ νόμȣ.
18:14 ϗ εὕϱοσαν γεγϱαμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο ϰύϱιος τῷ Μωυσῇ, ὅϖως ϰατοιϰήσωσιν οἱ υἱοὶ Ισϱαηλ ἐν σϰηναῖς ἐν ἑοϱτῇ ἐν μηνὶ τῷ ἑϐδόμῳ,
18:15 ϗ ὅϖως σημάνωσιν σάλϖιγξιν ἐν ϖάσαις ταῖς ϖόλεσιν αὐτῶν ϗ ἐν Ιεϱȣσαλημ. ϗ εἶϖεν Εσδϱας Ἐξέλϑετε εἰς τὸ ὄϱος ϗ ἐνέγϰετε φύλλα ἐλαίας ϗ φύλλα ξύλων ϰυϖαϱισσίνων ϗ φύλλα μυϱσίνης ϗ φύλλα φοινίϰων ϗ φύλλα ξύλȣ δασέος ϖοιῆσαι σϰηνὰς ϰατὰ τὸ γεγϱαμμένον.
18:16 ϗ ἐξῆλϑεν ὁ λαὸς ϗ ἤνεγϰαν ϗ ἐϖοίησαν ἑαυτοῖς σϰηνὰς ἀνὴϱ ἐϖὶ τȣ̃ δώματος αὐτȣ̃ ϗ ἐν ταῖς αὐλαῖς αὐτῶν ϗ ἐν ταῖς αὐλαῖς οἴϰȣ τȣ̃ ϑεȣ̃ ϗ ἐν ϖλατείαις τῆς ϖόλεως ϗ ἕως ϖύλης Εφϱαιμ.
18:17 ϗ ἐϖοίησαν ϖᾶσα ἡ ἐϰϰλησία οἱ ἐϖιϛϱέψαντες ἀϖὸ τῆς αἰχμαλωσίας σϰηνὰς ϗ ἐϰάϑισαν ἐν σϰηναῖς· ὅτι ȣ̓ϰ ἐϖοίησαν ἀϖὸ ἡμεϱῶν Ἰησȣ̃ υἱȣ̃ Ναυη ȣ̔́τως οἱ υἱοὶ Ισϱαηλ ἕως τῆς ἡμέϱας ἐϰείνης· ϗ ἐγένετο εὐφϱοσύνη μεγάλη.
18:18 ϗ ἀνέγνω ἐν ϐιϐλίῳ νόμȣ τȣ̃ ϑεȣ̃ ἡμέϱαν ἐν ἡμέϱᾳ ἀϖὸ τῆς ἡμέϱας τῆς ϖϱώτης ἕως τῆς ἡμέϱας τῆς ἐσχάτης· ϗ ἐϖοίησαν ἑοϱτὴν ἑϖτὰ ἡμέϱας ϗ τῇ ἡμέϱᾳ τῇ ὀγδόῃ ἐξόδιον ϰατὰ τὸ ϰϱίμα.
19:1 Ϗ ἐν ἡμέϱᾳ εἰϰοϛῇ ϗ τετάϱτῃ τȣ̃ μηνὸς τȣ́τȣ συνήχϑησαν οἱ υἱοὶ Ισϱαηλ ἐν νηϛείᾳ ϗ ἐν σάϰϰοις.
19:2 ϗ ἐχωϱίσϑησαν οἱ υἱοὶ Ισϱαηλ ἀϖὸ ϖαντὸς υἱȣ̃ ἀλλοτϱίȣ ϗ ἔϛησαν ϗ ἐξηγόϱευσαν τὰς ἁμαϱτίας αὐτῶν ϗ τὰς ἀνομίας τῶν ϖατέϱων αὐτῶν.
19:3 ϗ ἔϛησαν ἐϖὶ ϛάσει αὐτῶν ϗ ἀνέγνωσαν ἐν ϐιϐλίῳ νόμȣ ϰυϱίȣ ϑεȣ̃ αὐτῶν ϗ ἦσαν ἐξαγοϱεύοντες τῷ ϰυϱίῳ ϗ ϖϱοσϰυνȣ̃ντες τῷ ϰυϱίῳ ϑεῷ αὐτῶν.
19:4 ϗ ἔϛη ἐϖὶ ἀναϐάσει τῶν Λευιτῶν Ἰησȣ̃ς ϗ υἱοὶ Καδμιηλ, Σαχανια υἱὸς Σαϱαϐια υἱοὶ Χανανι ϗ ἐϐόησαν φωνῇ μεγάλῃ ϖϱὸς ϰύϱιον τὸν ϑεὸν αὐτῶν.
19:5 ϗ εἴϖοσαν οἱ Λευῖται Ἰησȣ̃ς ϗ Καδμιηλ Ἀνάϛητε εὐλογεῖτε τὸν ϰύϱιον ϑεὸν ὑμῶν ἀϖὸ τȣ̃ αἰῶνος ϗ ἕως τȣ̃ αἰῶνος, ϗ εὐλογήσȣσιν ὄνομα δόξης σȣ ϗ ὑψώσȣσιν ἐϖὶ ϖάσῃ εὐλογίᾳ ϗ αἰνέσει.
19:6 ϗ εἶϖεν Εσδϱας Σὺ εἶ αὐτὸς ϰύϱιος μόνος· σὺ ἐϖοίησας τὸν ȣ̓ϱανὸν ϗ τὸν ȣ̓ϱανὸν τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ϖᾶσαν τὴν ϛάσιν αὐτῶν, τὴν γῆν ϗ ϖάντα, ὅσα ἐϛὶν ἐν αὐτῇ, τὰς ϑαλάσσας ϗ ϖάντα τὰ ἐν αὐταῖς, ϗ σὺ ζωοϖοιεῖς τὰ ϖάντα, ϗ σοὶ ϖϱοσϰυνȣ̃σιν αἱ ϛϱατιαὶ τῶν ȣ̓ϱανῶν.
19:7 σὺ εἶ ϰύϱιος ὁ ϑεός· σὺ ἐξελέξω ἐν Αϐϱαμ ϗ ἐξήγαγες αὐτὸν ἐϰ τῆς χώϱας τῶν Χαλδαίων ϗ ἐϖέϑηϰας αὐτῷ ὄνομα Αϐϱααμ·
19:8 ϗ εὗϱες τὴν ϰαϱδίαν αὐτȣ̃ ϖιϛὴν ἐνώϖιόν σȣ ϗ διέϑȣ ϖϱὸς αὐτὸν διαϑήϰην δȣ̃ναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων ϗ Χετταίων ϗ Αμοϱϱαίων ϗ Φεϱεζαίων ϗ Ιεϐȣσαίων ϗ Γεϱγεσαίων ϗ τῷ σϖέϱματι αὐτȣ̃· ϗ ἔϛησας τȣ̀ς λόγȣς σȣ, ὅτι δίϰαιος σύ.
19:9 ϗ εἶδες τὴν ταϖείνωσιν τῶν ϖατέϱων ἡμῶν ἐν Αἰγύϖτῳ ϗ τὴν ϰϱαυγὴν αὐτῶν ἤϰȣσας ἐϖὶ ϑάλασσαν ἐϱυϑϱάν.
19:10 ϗ ἔδωϰας σημεῖα ἐν Αἰγύϖτῳ ἐν Φαϱαω ϗ ἐν ϖᾶσιν τοῖς ϖαισὶν αὐτȣ̃ ϗ ἐν ϖαντὶ τῷ λαῷ τῆς γῆς αὐτȣ̃, ὅτι ἔγνως ὅτι ὑϖεϱηφάνησαν ἐϖ’ αὐτȣ́ς, ϗ ἐϖοίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέϱα αὕτη.
19:11 ϗ τὴν ϑάλασσαν ἔϱϱηξας ἐνώϖιον αὐτῶν, ϗ ϖαϱήλϑοσαν ἐν μέσῳ τῆς ϑαλάσσης ἐν ξηϱασίᾳ, ϗ τȣ̀ς ϰαταδιώξαντας αὐτȣ̀ς ἔϱϱιψας εἰς ϐυϑὸν ὡσεὶ λίϑον ἐν ὕδατι σφοδϱῷ.
19:12 ϗ ἐν ϛύλῳ νεφέλης ὡδήγησας αὐτȣ̀ς ἡμέϱας ϗ ἐν ϛύλῳ ϖυϱὸς τὴν νύϰτα τȣ̃ φωτίσαι αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ ϖοϱεύσονται ἐν αὐτῇ.
19:13 ϗ ἐϖὶ ὄϱος Σινα ϰατέϐης ϗ ἐλάλησας ϖϱὸς αὐτȣ̀ς ἐξ ȣ̓ϱανȣ̃ ϗ ἔδωϰας αὐτοῖς ϰϱίματα εὐϑέα ϗ νόμȣς ἀληϑείας, ϖϱοϛάγματα ϗ ἐντολὰς ἀγαϑάς.
19:14 ϗ τὸ σάϐϐατόν σȣ τὸ ἅγιον ἐγνώϱισας αὐτοῖς, ἐντολὰς ϗ ϖϱοϛάγματα ϗ νόμον ἐνετείλω αὐτοῖς ἐν χειϱὶ Μωυσῆ δȣ́λȣ σȣ.
19:15 ϗ ἄϱτον ἐξ ȣ̓ϱανȣ̃ ἔδωϰας αὐτοῖς εἰς σιτοδείαν αὐτῶν ϗ ὕδωϱ ἐϰ ϖέτϱας ἐξήνεγϰας αὐτοῖς εἰς δίψαν αὐτῶν. ϗ εἶϖας αὐτοῖς εἰσελϑεῖν ϰληϱονομῆσαι τὴν γῆν, ἐφ’ ἣν ἐξέτεινας τὴν χεῖϱά σȣ δȣ̃ναι αὐτοῖς.
19:16 ϗ αὐτοὶ ϗ οἱ ϖατέϱες ἡμῶν ὑϖεϱηφανεύσαντο ϗ ἐσϰλήϱυναν τὸν τϱάχηλον αὐτῶν ϗ ȣ̓ϰ ἤϰȣσαν τῶν ἐντολῶν σȣ·
19:17 ϗ ἀνένευσαν τȣ̃ εἰσαϰȣ̃σαι ϗ ȣ̓ϰ ἐμνήσϑησαν τῶν ϑαυμασίων σȣ, ὧν ἐϖοίησας μετ’ αὐτῶν, ϗ ἐσϰλήϱυναν τὸν τϱάχηλον αὐτῶν ϗ ἔδωϰαν ἀϱχὴν ἐϖιϛϱέψαι εἰς δȣλείαν αὐτῶν ἐν Αἰγύϖτῳ. ϗ σὺ ϑεὸς ἐλεήμων ϗ οἰϰτίϱμων, μαϰϱόϑυμος ϗ ϖολυέλεος, ϗ ȣ̓ϰ ἐγϰατέλιϖες αὐτȣ́ς.
19:18 ἔτι δὲ ϗ ἐϖοίησαν ἑαυτοῖς μόσχον χωνευτὸν ϗ εἶϖαν Ȣ̔͂τοι οἱ ϑεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύϖτȣ· ϗ ἐϖοίησαν ϖαϱοϱγισμȣ̀ς μεγάλȣς.
19:19 ϗ σὺ ἐν οἰϰτιϱμοῖς σȣ τοῖς ϖολλοῖς ȣ̓ϰ ἐγϰατέλιϖες αὐτȣ̀ς ἐν τῇ ἐϱήμῳ· τὸν ϛῦλον τῆς νεφέλης ȣ̓ϰ ἐξέϰλινας ἀϖ’ αὐτῶν ἡμέϱας ὁδηγῆσαι αὐτȣ̀ς ἐν τῇ ὁδῷ ϗ τὸν ϛῦλον τȣ̃ ϖυϱὸς τὴν νύϰτα φωτίζειν αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ ϖοϱεύσονται ἐν αὐτῇ.
19:20 ϗ τὸ ϖνεῦμά σȣ τὸ ἀγαϑὸν ἔδωϰας συνετίσαι αὐτȣ̀ς ϗ τὸ μαννα σȣ̃ ȣ̓ϰ ἀφυϛέϱησας ἀϖὸ ϛόματος αὐτῶν ϗ ὕδωϱ ἔδωϰας αὐτοῖς τῷ δίψει αὐτῶν.
19:21 ϗ τεσσαϱάϰοντα ἔτη διέϑϱεψας αὐτȣ̀ς ἐν τῇ ἐϱήμῳ, ȣ̓χ ὑϛέϱησαν· ἱμάτια αὐτῶν ȣ̓ϰ ἐϖαλαιώϑησαν, ϗ ϖόδες αὐτῶν ȣ̓ διεϱϱάγησαν.
19:22 ϗ ἔδωϰας αὐτοῖς ϐασιλείας ϗ λαȣ̀ς ϗ διεμέϱισας αὐτοῖς, ϗ ἐϰληϱονόμησαν τὴν γῆν Σηων ϐασιλέως Εσεϐων ϗ τὴν γῆν Ωγ ϐασιλέως τȣ̃ Βασαν.
19:23 ϗ τȣ̀ς υἱȣ̀ς αὐτῶν ἐϖλήϑυνας ὡς τȣ̀ς ἀϛέϱας τȣ̃ ȣ̓ϱανȣ̃ ϗ εἰσήγαγες αὐτȣ̀ς εἰς τὴν γῆν, ἣν εἶϖας τοῖς ϖατϱάσιν αὐτῶν, ϗ ἐϰληϱονόμησαν αὐτήν.
19:24 ϗ ἐξέτϱιψας ἐνώϖιον αὐτῶν τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν γῆν τῶν Χαναναίων ϗ ἔδωϰας αὐτȣ̀ς εἰς τὰς χεῖϱας αὐτῶν ϗ τȣ̀ς ϐασιλεῖς αὐτῶν ϗ τȣ̀ς λαȣ̀ς τῆς γῆς ϖοιῆσαι αὐτοῖς ὡς ἀϱεϛὸν ἐνώϖιον αὐτῶν.
19:25 ϗ ϰατελάϐοσαν ϖόλεις ὑψηλὰς ϗ ἐϰληϱονόμησαν οἰϰίας ϖλήϱεις ϖάντων ἀγαϑῶν, λάϰϰȣς λελατομημένȣς, ἀμϖελῶνας ϗ ἐλαιῶνας ϗ ϖᾶν ξύλον ϐϱώσιμον εἰς ϖλῆϑος· ϗ ἐφάγοσαν ϗ ἐνεϖλήσϑησαν ϗ ἐλιϖάνϑησαν ϗ ἐτϱύφησαν ἐν ἀγαϑωσύνῃ σȣ τῇ μεγάλῃ.
19:26 ϗ ἤλλαξαν ϗ ἀϖέϛησαν ἀϖὸ σȣ̃ ϗ ἔϱϱιψαν τὸν νόμον σȣ ὀϖίσω σώματος αὐτῶν ϗ τȣ̀ς ϖϱοφήτας σȣ ἀϖέϰτειναν, οἳ διεμαϱτύϱαντο ἐν αὐτοῖς ἐϖιϛϱέψαι αὐτȣ̀ς ϖϱὸς σέ, ϗ ἐϖοίησαν ϖαϱοϱγισμȣ̀ς μεγάλȣς.
19:27 ϗ ἔδωϰας αὐτȣ̀ς ἐν χειϱὶ ϑλιϐόντων αὐτȣ́ς, ϗ ἔϑλιψαν αὐτȣ́ς· ϗ ἀνεϐόησαν ϖϱὸς σὲ ἐν ϰαιϱῷ ϑλίψεως αὐτῶν, ϗ σὺ ἐξ ȣ̓ϱανȣ̃ σȣ ἤϰȣσας ϗ ἐν οἰϰτιϱμοῖς σȣ τοῖς μεγάλοις ἔδωϰας αὐτοῖς σωτῆϱας ϗ ἔσωσας αὐτȣ̀ς ἐϰ χειϱὸς ϑλιϐόντων αὐτȣ́ς.
19:28 ϗ ὡς ἀνεϖαύσαντο, ἐϖέϛϱεψαν ϖοιῆσαι τὸ ϖονηϱὸν ἐνώϖιόν σȣ· ϗ ἐγϰατέλιϖες αὐτȣ̀ς εἰς χεῖϱας ἐχϑϱῶν αὐτῶν, ϗ ϰατῆϱξαν ἐν αὐτοῖς. ϗ ϖάλιν ἀνεϐόησαν ϖϱὸς σέ, ϗ σὺ ἐξ ȣ̓ϱανȣ̃ εἰσήϰȣσας ϗ ἐϱϱύσω αὐτȣ̀ς ἐν οἰϰτιϱμοῖς σȣ ϖολλοῖς.
19:29 ϗ ἐϖεμαϱτύϱω αὐτοῖς ἐϖιϛϱέψαι αὐτȣ̀ς εἰς τὸν νόμον σȣ, ϗ ȣ̓ϰ ἤϰȣσαν, ἀλλὰ ἐν ταῖς ἐντολαῖς σȣ ϗ ἐν τοῖς ϰϱίμασί σȣ ἡμάϱτοσαν, ἃ ϖοιήσας αὐτὰ ἄνϑϱωϖος ζήσεται ἐν αὐτοῖς· ϗ ἔδωϰαν νῶτον ἀϖειϑȣ̃ντα ϗ τϱάχηλον αὐτῶν ἐσϰλήϱυναν ϗ ȣ̓ϰ ἤϰȣσαν.
19:30 ϗ εἵλϰυσας ἐϖ’ αὐτȣ̀ς ἔτη ϖολλὰ ϗ ἐϖεμαϱτύϱω αὐτοῖς ἐν ϖνεύματί σȣ ἐν χειϱὶ ϖϱοφητῶν σȣ· ϗ ȣ̓ϰ ἠνωτίσαντο, ϗ ἔδωϰας αὐτȣ̀ς ἐν χειϱὶ λαῶν τῆς γῆς.
19:31 ϗ σὺ ἐν οἰϰτιϱμοῖς σȣ τοῖς ϖολλοῖς ȣ̓ϰ ἐϖοίησας αὐτȣ̀ς συντέλειαν ϗ ȣ̓ϰ ἐγϰατέλιϖες αὐτȣ́ς, ὅτι ἰσχυϱὸς εἶ ϗ ἐλεήμων ϗ οἰϰτίϱμων.
19:32 ϗ νῦν, ὁ ϑεὸς ἡμῶν ὁ ἰσχυϱὸς ὁ μέγας ὁ ϰϱαταιὸς ϗ ὁ φοϐεϱὸς φυλάσσων τὴν διαϑήϰην σȣ ϗ τὸ ἔλεός σȣ, μὴ ὀλιγωϑήτω ἐνώϖιόν σȣ ϖᾶς ὁ μόχϑος, ὃς εὗϱεν ἡμᾶς ϗ τȣ̀ς ϐασιλεῖς ἡμῶν ϗ τȣ̀ς ἄϱχοντας ἡμῶν ϗ τȣ̀ς ἱεϱεῖς ἡμῶν ϗ τȣ̀ς ϖϱοφήτας ἡμῶν ϗ τȣ̀ς ϖατέϱας ἡμῶν ϗ ἐν ϖαντὶ τῷ λαῷ σȣ ἀϖὸ ἡμεϱῶν ϐασιλέων Ασσȣϱ ϗ ἕως τῆς ἡμέϱας ταύτης.
19:33 ϗ σὺ δίϰαιος ἐϖὶ ϖᾶσι τοῖς ἐϱχομένοις ἐφ’ ἡμᾶς, ὅτι ἀλήϑειαν ἐϖοίησας, ϗ ἡμεῖς ἐξημάϱτομεν.
19:34 ϗ οἱ ϐασιλεῖς ἡμῶν ϗ οἱ ἄϱχοντες ἡμῶν ϗ οἱ ἱεϱεῖς ἡμῶν ϗ οἱ ϖατέϱες ἡμῶν ȣ̓ϰ ἐϖοίησαν τὸν νόμον σȣ ϗ ȣ̓ ϖϱοσέσχον τῶν ἐντολῶν σȣ ϗ τὰ μαϱτύϱιά σȣ, ἃ διεμαϱτύϱω αὐτοῖς.
19:35 ϗ αὐτοὶ ἐν ϐασιλείᾳ σȣ ϗ ἐν ἀγαϑωσύνῃ σȣ τῇ ϖολλῇ, ᾗ ἔδωϰας αὐτοῖς, ϗ ἐν τῇ γῇ τῇ ϖλατείᾳ ϗ λιϖαϱᾷ, ᾗ ἔδωϰας ἐνώϖιον αὐτῶν, ȣ̓ϰ ἐδȣ́λευσάν σοι ϗ ȣ̓ϰ ἀϖέϛϱεψαν ἀϖὸ ἐϖιτηδευμάτων αὐτῶν τῶν ϖονηϱῶν.
19:36 ἰδȣ́ ἐσμεν σήμεϱον δȣ̃λοι, ϗ ἡ γῆ, ἣν ἔδωϰας τοῖς ϖατϱάσιν ἡμῶν φαγεῖν τὸν ϰαϱϖὸν αὐτῆς,
19:37 τοῖς ϐασιλεῦσιν, οἷς ἔδωϰας ἐφ’ ἡμᾶς ἐν ἁμαϱτίαις ἡμῶν, ϗ ἐϖὶ τὰ σώματα ἡμῶν ἐξȣσιάζȣσιν ϗ ἐν ϰτήνεσιν ἡμῶν ὡς ἀϱεϛὸν αὐτοῖς, ϗ ἐν ϑλίψει μεγάλῃ ἐσμέν.
20:1 ϗ ἐν ϖᾶσι τȣ́τοις ἡμεῖς διατιϑέμεϑα ϖίϛιν ϗ γϱάφομεν, ϗ ἐϖισφϱαγίζȣσιν ϖάντες ἄϱχοντες ἡμῶν, Λευῖται ἡμῶν, ἱεϱεῖς ἡμῶν.
20:2 Ϗ ἐϖὶ τῶν σφϱαγιζόντων Νεεμιας υἱὸς Αχαλια ϗ Σεδεϰιας
20:3 υἱὸς Σαϱαια ϗ Αζαϱια ϗ Ιεϱμια,
20:4 Φασȣϱ, Αμαϱια, Μελχια,
20:5 Ατȣς, Σεϐανι, Μαλȣχ,
20:6 Ιϱαμ, Μεϱαμωϑ, Αϐδια,
20:7 Δανιηλ, Γαναϑων, Βαϱȣχ,
20:8 Μεσȣλαμ, Αϐια, Μιαμιν,
20:9 Μααζια, Βελγαι, Σαμαια, ȣ̔͂τοι ἱεϱεῖς·
20:10 ϗ οἱ Λευῖται Ἰησȣ̃ς υἱὸς Αζανια, Βαναιȣ ἀϖὸ υἱῶν Ηναδαδ, Καδμιηλ
20:11 ϗ οἱ ἀδελφοὶ αὐτȣ̃, Σαϐανια, Ωδȣια, Καλιτα, Φελεια, Αναν,
20:12 Μιχα, Ροωϐ, Εσεϐιας,
20:13 Ζαχωϱ, Σαϱαϐια, Σεϐανια,
20:14 Ωδȣια, υἱοὶ Βανȣναι·
20:15 ἄϱχοντες τȣ̃ λαȣ̃ Φοϱος, Φααϑμωαϐ, Ηλαμ, Ζαϑȣια, υἱοὶ
20:16 Βανι, Ασγαδ, Βηϐαι,
20:17 Εδανια, Βαγοι, Ηδιν,
20:18 Ατηϱ, Εζεϰια, Αζȣϱ,
20:19 Οδȣια, Ησαμ, Βησι,
20:20 Αϱιφ, Αναϑωϑ, Νωϐαι,
20:21 Μαγαφης, Μεσȣλαμ, Ηζιϱ,
20:22 Μεσωζεϐηλ, Σαδδȣϰ, Ιεδδȣα,
20:23 Φαλτια, Αναν, Αναια,
20:24 Ωσηε, Ανανια, Ασȣϐ,
20:25 Αλωης, Φαλαι, Σωϐηϰ,
20:26 Ραȣμ, Εσαϐανα, Μαασαια
20:27 ϗ Αια, Αιναν, Ηναν,
20:28 Μαλȣχ, Ηϱαμ, Βαανα.
20:29 ϗ οἱ ϰατάλοιϖοι τȣ̃ λαȣ̃, οἱ ἱεϱεῖς, οἱ Λευῖται, οἱ ϖυλωϱοί, οἱ ᾄδοντες, οἱ ναϑινιμ ϗ ϖᾶς ὁ ϖϱοσϖοϱευόμενος ἀϖὸ λαῶν τῆς γῆς ϖϱὸς νόμον τȣ̃ ϑεȣ̃, γυναῖϰες αὐτῶν, υἱοὶ αὐτῶν, ϑυγατέϱες αὐτῶν, ϖᾶς ὁ εἰδὼς ϗ συνίων,
20:30 ἐνίσχυον ἐϖὶ τȣ̀ς ἀδελφȣ̀ς αὐτῶν, ϰατηϱάσαντο αὐτȣ̀ς ϗ εἰσήλϑοσαν ἐν ἀϱᾷ ϗ ἐν ὅϱϰῳ τȣ̃ ϖοϱεύεσϑαι ἐν νόμῳ τȣ̃ ϑεȣ̃, ὃς ἐδόϑη ἐν χειϱὶ Μωυσῆ δȣ́λȣ τȣ̃ ϑεȣ̃, ϗ φυλάσσεσϑαι ϗ ϖοιεῖν ϖάσας τὰς ἐντολὰς ϰυϱίȣ ἡμῶν ϗ ϰϱίματα αὐτȣ̃
20:31 ϗ τȣ̃ μὴ δȣ̃ναι ϑυγατέϱας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, ϗ τὰς ϑυγατέϱας αὐτῶν ȣ̓ λημψόμεϑα τοῖς υἱοῖς ἡμῶν.
20:32 ϗ λαοὶ τῆς γῆς οἱ φέϱοντες τȣ̀ς ἀγοϱασμȣ̀ς ϗ ϖᾶσαν ϖϱᾶσιν ἐν ἡμέϱᾳ τȣ̃ σαϐϐάτȣ ἀϖοδόσϑαι, ȣ̓ϰ ἀγοϱῶμεν ϖαϱ’ αὐτῶν ἐν σαϐϐάτῳ ϗ ἐν ἡμέϱᾳ ἁγίᾳ. ϗ ἀνήσομεν τὸ ἔτος τὸ ἕϐδομον ϗ ἀϖαίτησιν ϖάσης χειϱός.
20:33 ϗ ϛήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δȣ̃ναι ἐφ’ ἡμᾶς τϱίτον τȣ̃ διδϱάχμȣ ϰατ’ ἐνιαυτὸν εἰς δȣλείαν οἴϰȣ ϑεȣ̃ ἡμῶν
20:34 εἰς ἄϱτȣς τȣ̃ ϖϱοσώϖȣ ϗ ϑυσίαν τȣ̃ ἐνδελεχισμȣ̃ ϗ εἰς ὁλοϰαύτωμα τȣ̃ ἐνδελεχισμȣ̃ τῶν σαϐϐάτων, τῶν νȣμηνιῶν, εἰς τὰς ἑοϱτὰς ϗ εἰς τὰ ἅγια, ϗ τὰ ϖεϱὶ ἁμαϱτίας ἐξιλάσασϑαι ϖεϱὶ Ισϱαηλ, ϗ εἰς ἔϱγα οἴϰȣ ϑεȣ̃ ἡμῶν.
20:35 ϗ ϰλήϱȣς ἐϐάλομεν ϖεϱὶ ϰλήϱȣ ξυλοφοϱίας, οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ ὁ λαός, ἐνέγϰαι εἰς οἶϰον ϑεȣ̃ ἡμῶν εἰς οἶϰον ϖατϱιῶν ἡμῶν εἰς ϰαιϱȣ̀ς ἀϖὸ χϱόνων ἐνιαυτὸν ϰατ’ ἐνιαυτόν, ἐϰϰαῦσαι ἐϖὶ τὸ ϑυσιαϛήϱιον ϰυϱίȣ ϑεȣ̃ ἡμῶν, ὡς γέγϱαϖται ἐν τῷ νόμῳ,
20:36 ϗ ἐνέγϰαι τὰ ϖϱωτογενήματα τῆς γῆς ἡμῶν ϗ ϖϱωτογενήματα ϰαϱϖȣ̃ ϖαντὸς ξύλȣ ἐνιαυτὸν ϰατ’ ἐνιαυτὸν εἰς οἶϰον ϰυϱίȣ
20:37 ϗ τὰ ϖϱωτότοϰα υἱῶν ἡμῶν ϗ ϰτηνῶν ἡμῶν, ὡς γέγϱαϖται ἐν τῷ νόμῳ, ϗ τὰ ϖϱωτότοϰα ϐοῶν ἡμῶν ϗ ϖοιμνίων ἡμῶν ἐνέγϰαι εἰς οἶϰον ϑεȣ̃ ἡμῶν τοῖς ἱεϱεῦσιν τοῖς λειτȣϱγȣ̃σιν ἐν οἴϰῳ ϑεȣ̃ ἡμῶν.
20:38 ϗ τὴν ἀϖαϱχὴν σίτων ἡμῶν ϗ τὸν ϰαϱϖὸν ϖαντὸς ξύλȣ, οἴνȣ ϗ ἐλαίȣ οἴσομεν τοῖς ἱεϱεῦσιν εἰς γαζοφυλάϰιον οἴϰȣ τȣ̃ ϑεȣ̃· ϗ δεϰάτην γῆς ἡμῶν τοῖς Λευίταις. ϗ αὐτοὶ οἱ Λευῖται δεϰατȣ̃ντες ἐν ϖάσαις ϖόλεσιν δȣλείας ἡμῶν,
20:39 ϗ ἔϛαι ὁ ἱεϱεὺς υἱὸς Ααϱων μετὰ τȣ̃ Λευίτȣ ἐν τῇ δεϰάτῃ τȣ̃ Λευίτȣ, ϗ οἱ Λευῖται ἀνοίσȣσιν τὴν δεϰάτην τῆς δεϰάτης εἰς οἶϰον ϑεȣ̃ ἡμῶν εἰς τὰ γαζοφυλάϰια εἰς οἶϰον τȣ̃ ϑεȣ̃.
20:40 ὅτι εἰς τȣ̀ς ϑησαυϱȣ̀ς εἰσοίσȣσιν οἱ υἱοὶ Ισϱαηλ ϗ οἱ υἱοὶ τȣ̃ Λευι τὰς ἀϖαϱχὰς τȣ̃ σίτȣ ϗ τȣ̃ οἴνȣ ϗ τȣ̃ ἐλαίȣ, ϗ ἐϰεῖ σϰεύη τὰ ἅγια ϗ οἱ ἱεϱεῖς οἱ λειτȣϱγοὶ ϗ οἱ ϖυλωϱοὶ ϗ οἱ ᾄδοντες. ϗ ȣ̓ϰ ἐγϰαταλείψομεν τὸν οἶϰον τȣ̃ ϑεȣ̃ ἡμῶν.
21:1 Ϗ ἐϰάϑισαν οἱ ἄϱχοντες τȣ̃ λαȣ̃ ἐν Ιεϱȣσαλημ, ϗ οἱ ϰατάλοιϖοι τȣ̃ λαȣ̃ ἐϐάλοσαν ϰλήϱȣς ἐνέγϰαι ἕνα ἀϖὸ τῶν δέϰα ϰαϑίσαι ἐν Ιεϱȣσαλημ ϖόλει τῇ ἁγίᾳ ϗ ἐννέα μέϱη ἐν ταῖς ϖόλεσιν.
21:2 ϗ εὐλόγησεν ὁ λαὸς τȣ̀ς ϖάντας ἄνδϱας τȣ̀ς ἑϰȣσιαζομένȣς ϰαϑίσαι ἐν Ιεϱȣσαλημ.
21:3 Ϗ ȣ̔͂τοι οἱ ἄϱχοντες τῆς χώϱας, οἳ ἐϰάϑισαν ἐν Ιεϱȣσαλημ· ϗ ἐν ϖόλεσιν Ιȣδα ἐϰάϑισαν ἀνὴϱ ἐν ϰατασχέσει αὐτȣ̃ ἐν ϖόλεσιν αὐτῶν, Ισϱαηλ, οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ οἱ ναϑιναῖοι ϗ οἱ υἱοὶ δȣ́λων Σαλωμων·
21:4 ϗ ἐν Ιεϱȣσαλημ ἐϰάϑισαν ἀϖὸ υἱῶν Ιȣδα ϗ ἀϖὸ υἱῶν Βενιαμιν. – ἀϖὸ υἱῶν Ιȣδα· Αϑαια υἱὸς Αζαια υἱὸς Ζαχαϱια υἱὸς Αμαϱια υἱὸς Σαφατια υἱὸς Μαλεληλ ϗ ἀϖὸ υἱῶν Φαϱες.
21:5 ϗ Μαασια υἱὸς Βαϱȣχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωϱιϐ υἱὸς Θηζια υἱὸς τȣ̃ Σηλωνι.
21:6 ϖάντες υἱοὶ Φαϱες οἱ ϰαϑήμενοι ἐν Ιεϱȣσαλημ τετϱαϰόσιοι ἑξήϰοντα ὀϰτὼ ἄνδϱες δυνάμεως. –
21:7 ϗ ȣ̔͂τοι υἱοὶ Βενιαμιν· Σηλω υἱὸς Μεσȣλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιϑιηλ υἱὸς Ιεσια·
21:8 ϗ ὀϖίσω αὐτȣ̃ Γηϐι, Σηλι, ἐνναϰόσιοι εἴϰοσι ὀϰτώ.
21:9 ϗ Ιωηλ υἱὸς Ζεχϱι ἐϖίσϰοϖος ἐϖ’ αὐτȣ́ς, ϗ Ιȣδας υἱὸς Ασανα ἐϖὶ τῆς ϖόλεως δεύτεϱος. –
21:10 ἀϖὸ τῶν ἱεϱέων· ϗ Ιαδια υἱὸς Ιωϱιϐ, Ιαχιν,
21:11 Σαϱαια υἱὸς Ελϰια υἱὸς Μεσȣλαμ υἱὸς Σαδδȣϰ υἱὸς Μαϱιωϑ υἱὸς Αιτωϐ ἀϖέναντι οἴϰȣ τȣ̃ ϑεȣ̃.
21:12 ϗ ἀδελφοὶ αὐτῶν ϖοιȣ̃ντες τὸ ἔϱγον τȣ̃ οἴϰȣ· Αμασι υἱὸς Ζαχαϱια υἱὸς Φασσȣϱ υἱὸς Μελχια,
21:13 ἄϱχοντες ϖατϱιῶν διαϰόσιοι τεσσαϱάϰοντα δύο. ϗ Αμεσσαι υἱὸς Εσδϱιηλ,
21:14 ϗ ἀδελφοὶ αὐτȣ̃ δυνατοὶ ϖαϱατάξεως ἑϰατὸν εἴϰοσι ὀϰτώ, ϗ ἐϖίσϰοϖος ἐϖ’ αὐτῶν Βαδιηλ. –
21:15 ϗ ἀϖὸ τῶν Λευιτῶν Σαμαια υἱὸς Ασȣϐ υἱὸς Εζϱι
21:17 ϗ Μαϑανια υἱὸς Μιχα ϗ Ωϐηδ υἱὸς Σαμȣι,
21:18 διαϰόσιοι ὀγδοήϰοντα τέσσαϱες.
21:19 ϗ οἱ ϖυλωϱοὶ Αϰȣϐ, Τελαμιν, ϗ οἱ ἀδελφοὶ αὐτῶν ἑϰατὸν ἑϐδομήϰοντα δύο.
21:22 ϗ ἐϖίσϰοϖος Λευιτῶν υἱὸς Βανι, Οζι υἱὸς Ασαϐια υἱὸς Μιχα. ἀϖὸ υἱῶν Ασαφ τῶν ᾀδόντων ἀϖέναντι ἔϱγȣ οἴϰȣ τȣ̃ ϑεȣ̃·
21:23 ὅτι ἐντολὴ τȣ̃ ϐασιλέως ἐϖ’ αὐτȣ́ς.
21:24 ϗ Παϑαια υἱὸς Βασηζα ϖϱὸς χεῖϱα τȣ̃ ϐασιλέως εἰς ϖᾶν ῥῆμα τῷ λαῷ. –
21:25 ϗ ϖϱὸς τὰς ἐϖαύλεις ἐν ἀγϱῷ αὐτῶν. ϗ ἀϖὸ υἱῶν Ιȣδα ἐϰάϑισαν ἐν Καϱιαϑαϱϐοϰ
21:26 ϗ ἐν Ιησȣ
21:27 ϗ ἐν Βεηϱσαϐεε,
21:30 ϗ ἐϖαύλεις αὐτῶν, Λαχις ϗ ἀγϱοὶ αὐτῆς· ϗ ϖαϱενεϐάλοσαν ἐν Βεηϱσαϐεε.
21:31 ϗ οἱ υἱοὶ Βενιαμιν ἀϖὸ Γαϐα, Μαχαμας.
21:36 ϗ ἀϖὸ τῶν Λευιτῶν μεϱίδες Ιȣδα τῷ Βενιαμιν.
22:1 Ϗ ȣ̔͂τοι οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται οἱ ἀναϐαίνοντες μετὰ Ζοϱοϐαϐελ υἱȣ̃ Σαλαϑιηλ ϗ Ἰησȣ̃· Σαϱαια, Ιεϱμια, Εσδϱα,
22:2 Αμαϱια, Μαλȣχ,
22:3 Σεχενια·
22:7 ȣ̔͂τοι ἄϱχοντες τῶν ἱεϱέων ϗ ἀδελφοὶ αὐτῶν ἐν ἡμέϱαις Ἰησȣ̃. –
22:8 ϗ οἱ Λευῖται· Ιησȣ, Βανȣι, Καδμιηλ, Σαϱαϐια, Ιȣδα, Μαχανια· ἐϖὶ τῶν χειϱῶν αὐτὸς ϗ οἱ ἀδελφοὶ αὐτȣ̃
22:9 εἰς τὰς ἐφημεϱίας.
22:10 ϗ Ἰησȣ̃ς ἐγέννησεν τὸν Ιωαϰιμ, ϗ Ιωαϰιμ ἐγέννησεν τὸν Ελιασιϐ, ϗ Ελιασιϐ τὸν Ιωδαε,
22:11 ϗ Ιωδαε ἐγέννησεν τὸν Ιωναϑαν, ϗ Ιωναϑαν ἐγέννησεν τὸν Ιαδȣ.
22:12 ϗ ἐν ἡμέϱαις Ιωαϰιμ ἀδελφοὶ αὐτȣ̃ οἱ ἱεϱεῖς ϗ οἱ ἄϱχοντες τῶν ϖατϱιῶν· τῷ Σαϱαια Μαϱαια, τῷ Ιεϱμια Ανανια,
22:13 τῷ Εσδϱα Μεσȣλαμ, τῷ Αμαϱια Ιωαναν,
22:14 τῷ Μαλȣχ Ιωναϑαν, τῷ Σεχενια Ιωσηφ,
22:15 τῷ Αϱεμ Αδνας, τῷ Μαϱιωϑ Ελϰαι,
22:16 τῷ Αδδαι Ζαχαϱιας, τῷ Γαναϑων Μοσολλαμ,
22:17 τῷ Αϐια Ζεχϱι, τῷ Βενιαμιν ἐν ϰαιϱοῖς τῷ Φελητι,
22:18 τῷ Βαλγα Σαμȣε, τῷ Σεμεια Ιωναϑαν,
22:19 τῷ Ιωιαϱιϐ Μαϑϑαναι, τῷ Ιδια Οζι,
22:20 τῷ Σαλλαι Καλλαι, τῷ Αμȣϰ Αϐεδ,
22:21 τῷ Ελϰια Ασαϐιας, τῷ Ιεδειȣ Ναϑαναηλ. –
22:22 οἱ Λευῖται ἐν ἡμέϱαις Ελιασιϐ, Ιωαδα ϗ Ιωαναν ϗ Ιδȣα γεγϱαμμένοι ἄϱχοντες ϖατϱιῶν, ϗ οἱ ἱεϱεῖς ἐν ϐασιλείᾳ Δαϱείȣ τȣ̃ Πέϱσȣ·
22:23 υἱοὶ Λευι ἄϱχοντες τῶν ϖατϱιῶν γεγϱαμμένοι ἐϖὶ ϐιϐλίῳ λόγων τῶν ἡμεϱῶν ϗ ἕως ἡμεϱῶν Ιωαναν υἱȣ̃ Ελισȣϐ.
22:24 ϗ ἄϱχοντες τῶν Λευιτῶν· Ασαϐια ϗ Σαϱαϐια ϗ Ιησȣ ϗ υἱοὶ Καδμιηλ ϗ οἱ ἀδελφοὶ αὐτῶν ϰατεναντίον αὐτῶν εἰς ὑμνεῖν ϗ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνϑϱώϖȣ τȣ̃ ϑεȣ̃ ἐφημεϱία ϖϱὸς ἐφημεϱίαν
22:25 ἐν τῷ συναγαγεῖν με τȣ̀ς ϖυλωϱȣ̀ς
22:26 ἐν ἡμέϱαις Ιωαϰιμ υἱȣ̃ Ἰησȣ̃ υἱȣ̃ Ιωσεδεϰ ϗ ἐν ἡμέϱαις Νεεμια, ϗ Εσδϱας ὁ ἱεϱεὺς ὁ γϱαμματεύς.
22:27 Ϗ ἐν ἐγϰαινίοις τείχȣς Ιεϱȣσαλημ ἐζήτησαν τȣ̀ς Λευίτας ἐν τοῖς τόϖοις αὐτῶν τȣ̃ ἐνέγϰαι αὐτȣ̀ς εἰς Ιεϱȣσαλημ ϖοιῆσαι ἐγϰαίνια ϗ εὐφϱοσύνην ἐν ϑωδαϑα ϗ ἐν ᾠδαῖς, ϰυμϐαλίζοντες ϗ ψαλτήϱια ϗ ϰινύϱαι.
22:28 ϗ συνήχϑησαν οἱ υἱοὶ τῶν ᾀδόντων ϗ ἀϖὸ τῆς ϖεϱιχώϱȣ ϰυϰλόϑεν εἰς Ιεϱȣσαλημ ϗ ἀϖὸ ἐϖαύλεων
22:29 ϗ ἀϖὸ ἀγϱῶν· ὅτι ἐϖαύλεις ᾠϰοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιεϱȣσαλημ.
22:30 ϗ ἐϰαϑαϱίσϑησαν οἱ ἱεϱεῖς ϗ οἱ Λευῖται ϗ ἐϰαϑάϱισαν τὸν λαὸν ϗ τȣ̀ς ϖυλωϱȣ̀ς ϗ τὸ τεῖχος.
22:31 ϗ ἀνήνεγϰα τȣ̀ς ἄϱχοντας Ιȣδα ἐϖάνω τȣ̃ τείχȣς ϗ ἔϛησα δύο ϖεϱὶ αἰνέσεως μεγάλȣς, ϗ διῆλϑον ἐϰ δεξιῶν ἐϖάνω τȣ̃ τείχȣς τῆς ϰοϖϱίας,
22:32 ϗ ἐϖοϱεύϑη ὀϖίσω αὐτῶν Ωσαια ϗ ἥμισυ ἀϱχόντων Ιȣδα
22:33 ϗ Αζαϱιας, Εσδϱας ϗ Μεσȣλαμ,
22:34 Ιȣδα ϗ Βενιαμιν ϗ Σαμαια ϗ Ιεϱμια
22:35 ϗ ἀϖὸ υἱῶν τῶν ἱεϱέων ἐν σάλϖιγξιν Ζαχαϱιας υἱὸς Ιωναϑαν υἱὸς Σαμαια υἱὸς Μαϑανια υἱὸς Μιχαια υἱὸς Ζαϰχȣϱ υἱὸς Ασαφ
22:36 ϗ ἀδελφοὶ αὐτȣ̃ Σαμαια ϗ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνϑϱώϖȣ τȣ̃ ϑεȣ̃, ϗ Εσδϱας ὁ γϱαμματεὺς ἔμϖϱοσϑεν αὐτῶν·
22:37 ἐϖὶ ϖύλης τȣ̃ αιν ϰατέναντι αὐτῶν ἀνέϐησαν ἐϖὶ ϰλίμαϰας ϖόλεως Δαυιδ ἐν ἀναϐάσει τȣ̃ τείχȣς ἐϖάνωϑεν τȣ̃ οἴϰȣ Δαυιδ ϗ ἕως ϖύλης τȣ̃ ὕδατος ϰατὰ ἀνατολάς. –
22:38 ϗ ϖεϱὶ αἰνέσεως ἡ δευτέϱα ἐϖοϱεύετο συναντῶσα αὐτοῖς, ϗ ἐγὼ ὀϖίσω αὐτῆς, ϗ τὸ ἥμισυ τȣ̃ λαȣ̃ ἐϖάνω τȣ̃ τείχȣς ὑϖεϱάνω τȣ̃ ϖύϱγȣ τῶν ϑεννȣϱιμ ϗ ἕως τȣ̃ τείχȣς τȣ̃ ϖλατέος
22:39 ϗ ὑϖεϱάνω τῆς ϖύλης Εφϱαιμ ϗ ἐϖὶ ϖύλην τῆς ισανα ϗ ἐϖὶ ϖύλην τὴν ἰχϑυηϱὰν ϗ ϖύϱγῳ Ανανεηλ ϗ ἕως ϖύλης τῆς ϖϱοϐατιϰῆς ϗ ἔϛησαν ἐν ϖύλῃ τῆς φυλαϰῆς.
22:40 ϗ ἔϛησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴϰῳ τȣ̃ ϑεȣ̃, ϗ ἐγὼ ϗ τὸ ἥμισυ τῶν ϛϱατηγῶν μετ’ ἐμȣ̃
22:41 ϗ οἱ ἱεϱεῖς Ελιαϰιμ, Μαασιας, Βενιαμιν, Μιχαιας, Ελιωηναι, Ζαχαϱιας, Ανανιας ἐν σάλϖιγξιν
22:42 ϗ Μαασιας ϗ Σεμειας ϗ Ελεαζαϱ ϗ Οζι ϗ Ιωαναν ϗ Μελχιας ϗ Αιλαμ ϗ Εζȣϱ, ϗ ἠϰȣ́σϑησαν οἱ ᾄδοντες ϗ ἐϖεσϰέϖησαν.
22:43 ϗ ἔϑυσαν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϑυσιάσματα μεγάλα ϗ ηὐφϱάνϑησαν, ὅτι ὁ ϑεὸς ηὔφϱανεν αὐτȣ̀ς μεγάλως· ϗ αἱ γυναῖϰες αὐτῶν ϗ τὰ τέϰνα αὐτῶν ηὐφϱάνϑησαν, ϗ ἠϰȣ́σϑη ἡ εὐφϱοσύνη ἐν Ιεϱȣσαλημ ἀϖὸ μαϰϱόϑεν.
22:44 Ϗ ϰατέϛησαν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἄνδϱας ἐϖὶ τῶν γαζοφυλαϰίων τοῖς ϑησαυϱοῖς, ταῖς ἀϖαϱχαῖς ϗ ταῖς δεϰάταις ϗ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄϱχȣσιν τῶν ϖόλεων, μεϱίδας τοῖς ἱεϱεῦσι ϗ τοῖς Λευίταις, ὅτι εὐφϱοσύνη ἦν ἐν Ιȣδα ἐϖὶ τȣ̀ς ἱεϱεῖς ϗ ἐϖὶ τȣ̀ς Λευίτας τȣ̀ς ἑϛῶτας.
22:45 ϗ ἐφύλαξαν φυλαϰὰς ϑεȣ̃ αὐτῶν ϗ φυλαϰὰς τȣ̃ ϰαϑαϱισμȣ̃ ϗ τȣ̀ς ᾄδοντας ϗ τȣ̀ς ϖυλωϱȣ̀ς ὡς ἐντολαὶ Δαυιδ ϗ Σαλωμων υἱȣ̃ αὐτȣ̃·
22:46 ὅτι ἐν ἡμέϱαις Δαυιδ Ασαφ ἀϖ’ ἀϱχῆς ϖϱῶτος τῶν ᾀδόντων ϗ ὕμνον ϗ αἴνεσιν τῷ ϑεῷ,
22:47 ϗ ϖᾶς Ισϱαηλ ἐν ἡμέϱαις Ζοϱοϐαϐελ διδόντες μεϱίδας τῶν ᾀδόντων ϗ τῶν ϖυλωϱῶν, λόγον ἡμέϱας ἐν ἡμέϱᾳ αὐτȣ̃, ϗ ἁγιάζοντες τοῖς Λευίταις, ϗ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααϱων.
23:1 Ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἀνεγνώσϑη ἐν ϐιϐλίῳ Μωυσῆ ἐν ὠσὶν τȣ̃ λαȣ̃, ϗ εὑϱέϑη γεγϱαμμένον ἐν αὐτῷ ὅϖως μὴ εἰσέλϑωσιν Αμμανῖται ϗ Μωαϐῖται ἐν ἐϰϰλησίᾳ ϑεȣ̃ ἕως αἰῶνος,
23:2 ὅτι ȣ̓ συνήντησαν τοῖς υἱοῖς Ισϱαηλ ἐν ἄϱτῳ ϗ ἐν ὕδατι ϗ ἐμισϑώσαντο ἐϖ’ αὐτὸν τὸν Βαλααμ ϰαταϱάσασϑαι, ϗ ἔϛϱεψεν ὁ ϑεὸς ἡμῶν τὴν ϰατάϱαν εἰς εὐλογίαν.
23:3 ϗ ἐγένετο ὡς ἤϰȣσαν τὸν νόμον, ϗ ἐχωϱίσϑησαν ϖᾶς ἐϖίμιϰτος ἐν Ισϱαηλ.
23:4 Ϗ ϖϱὸ τȣ́τȣ Ελιασιϐ ὁ ἱεϱεὺς οἰϰῶν ἐν γαζοφυλαϰίῳ οἴϰȣ ϑεȣ̃ ἡμῶν ἐγγίων Τωϐια
23:5 ϗ ἐϖοίησεν αὐτῷ γαζοφυλάϰιον μέγα, ϗ ἐϰεῖ ἦσαν ϖϱότεϱον διδόντες τὴν μανααν ϗ τὸν λίϐανον ϗ τὰ σϰεύη ϗ τὴν δεϰάτην τȣ̃ σίτȣ ϗ τȣ̃ οἴνȣ ϗ τȣ̃ ἐλαίȣ, ἐντολὴν τῶν Λευιτῶν ϗ τῶν ᾀδόντων ϗ τῶν ϖυλωϱῶν, ϗ ἀϖαϱχὰς τῶν ἱεϱέων.
23:6 ϗ ἐν ϖαντὶ τȣ́τῳ ȣ̓ϰ ἤμην ἐν Ιεϱȣσαλημ, ὅτι ἐν ἔτει τϱιαϰοϛῷ ϗ δευτέϱῳ τȣ̃ Αϱϑασασϑα ϐασιλέως Βαϐυλῶνος ἦλϑον ϖϱὸς τὸν ϐασιλέα. ϗ μετὰ τέλος ἡμεϱῶν ᾐτησάμην ϖαϱὰ τȣ̃ ϐασιλέως
23:7 ϗ ἦλϑον εἰς Ιεϱȣσαλημ. ϗ συνῆϰα ἐν τῇ ϖονηϱίᾳ, ᾗ ἐϖοίησεν Ελισȣϐ τῷ Τωϐια ϖοιῆσαι αὐτῷ γαζοφυλάϰιον ἐν αὐλῇ οἴϰȣ τȣ̃ ϑεȣ̃.
23:8 ϗ ϖονηϱόν μοι ἐφάνη σφόδϱα, ϗ ἔϱϱιψα ϖάντα τὰ σϰεύη οἴϰȣ Τωϐια ἔξω ἀϖὸ τȣ̃ γαζοφυλαϰίȣ·
23:9 ϗ εἶϖα ϗ ἐϰαϑάϱισαν τὰ γαζοφυλάϰια, ϗ ἐϖέϛϱεψα ἐϰεῖ σϰεύη οἴϰȣ τȣ̃ ϑεȣ̃, τὴν μαναα ϗ τὸν λίϐανον.
23:10 Ϗ ἔγνων ὅτι μεϱίδες τῶν Λευιτῶν ȣ̓ϰ ἐδόϑησαν, ϗ ἐφύγοσαν ἀνὴϱ εἰς ἀγϱὸν αὐτȣ̃ οἱ Λευῖται ϗ οἱ ᾄδοντες ϖοιȣ̃ντες τὸ ἔϱγον.
23:11 ϗ ἐμαχεσάμην τοῖς ϛϱατηγοῖς ϗ εἶϖα Διὰ τί ἐγϰατελείφϑη ὁ οἶϰος τȣ̃ ϑεȣ̃; ϗ συνήγαγον αὐτȣ̀ς ϗ ἔϛησα αὐτȣ̀ς ἐϖὶ τῇ ϛάσει αὐτῶν.
23:12 ϗ ϖᾶς Ιȣδα ἤνεγϰαν δεϰάτην τȣ̃ ϖυϱȣ̃ ϗ τȣ̃ οἴνȣ ϗ τȣ̃ ἐλαίȣ εἰς τȣ̀ς ϑησαυϱȣ̀ς
23:13 ἐϖὶ χεῖϱα Σελεμια τȣ̃ ἱεϱέως ϗ Σαδδȣϰ τȣ̃ γϱαμματέως ϗ Φαδαια ἀϖὸ τῶν Λευιτῶν, ϗ ἐϖὶ χεῖϱα αὐτῶν Αναν υἱὸς Ζαϰχȣϱ υἱὸς Μαϑανια, ὅτι ϖιϛοὶ ἐλογίσϑησαν ἐϖ’ αὐτȣ̀ς μεϱίζειν τοῖς ἀδελφοῖς αὐτῶν.
23:14 μνήσϑητί μȣ, ὁ ϑεός, ἐν ταύτῃ, ϗ μὴ ἐξαλειφϑήτω ἔλεός μȣ, ὃ ἐϖοίησα ἐν οἴϰῳ ϰυϱίȣ τȣ̃ ϑεȣ̃.
23:15 Ἐν ταῖς ἡμέϱαις ἐϰείναις εἶδον ἐν Ιȣδα ϖατȣ̃ντας ληνȣ̀ς ἐν τῷ σαϐϐάτῳ ϗ φέϱοντας δϱάγματα ϗ ἐϖιγεμίζοντας ἐϖὶ τȣ̀ς ὄνȣς ϗ οἶνον ϗ ϛαφυλὴν ϗ σῦϰα ϗ ϖᾶν ϐάϛαγμα ϗ φέϱοντας εἰς Ιεϱȣσαλημ ἐν ἡμέϱᾳ τȣ̃ σαϐϐάτȣ· ϗ ἐϖεμαϱτυϱάμην ἐν ἡμέϱᾳ ϖϱάσεως αὐτῶν.
23:16 ϗ ἐϰάϑισαν ἐν αὐτῇ φέϱοντες ἰχϑὺν ϗ ϖᾶσαν ϖϱᾶσιν ϖωλȣ̃ντες ἐν τῷ σαϐϐάτῳ τοῖς υἱοῖς Ιȣδα ϗ ἐν Ιεϱȣσαλημ.
23:17 ϗ ἐμαχεσάμην τοῖς υἱοῖς Ιȣδα τοῖς ἐλευϑέϱοις ϗ εἶϖα αὐτοῖς Τίς ὁ λόγος ȣ̔͂τος ὁ ϖονηϱός, ὃν ὑμεῖς ϖοιεῖτε ϗ ϐεϐηλȣ̃τε τὴν ἡμέϱαν τȣ̃ σαϐϐάτȣ;
23:18 ȣ̓χὶ ȣ̔́τως ἐϖοίησαν οἱ ϖατέϱες ὑμῶν; ϗ ἤνεγϰεν ἐϖ’ αὐτȣ̀ς ὁ ϑεὸς ἡμῶν ϗ ἐφ’ ἡμᾶς ϖάντα τὰ ϰαϰὰ ταῦτα ϗ ἐϖὶ τὴν ϖόλιν ταύτην· ϗ ὑμεῖς ϖϱοϛίϑετε ὀϱγὴν ἐϖὶ Ισϱαηλ ϐεϐηλῶσαι τὸ σάϐϐατον.
23:19 ϗ ἐγένετο ἡνίϰα ϰατέϛησαν ϖύλαι Ιεϱȣσαλημ ϖϱὸ τȣ̃ σαϐϐάτȣ, ϗ εἶϖα ϗ ἔϰλεισαν τὰς ϖύλας, ϗ εἶϖα ὥϛε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀϖίσω τȣ̃ σαϐϐάτȣ· ϗ ἐϰ τῶν ϖαιδαϱίων μȣ ἔϛησα ἐϖὶ τὰς ϖύλας ὥϛε μὴ αἴϱειν ϐαϛάγματα ἐν ἡμέϱᾳ τȣ̃ σαϐϐάτȣ.
23:20 ϗ ηὐλίσϑησαν ϖάντες ϗ ἐϖοίησαν ϖϱᾶσιν ἔξω Ιεϱȣσαλημ ἅϖαξ ϗ δίς.
23:21 ϗ διεμαϱτυϱάμην ἐν αὐτοῖς ϗ εἶϖα ϖϱὸς αὐτȣ́ς Διὰ τί ὑμεῖς αὐλίζεσϑε ἀϖέναντι τȣ̃ τείχȣς; ἐὰν δευτεϱώσητε, ἐϰτενῶ τὴν χεῖϱά μȣ ἐν ὑμῖν. ἀϖὸ τȣ̃ ϰαιϱȣ̃ ἐϰείνȣ ȣ̓ϰ ἤλϑοσαν ἐν σαϐϐάτῳ.
23:22 ϗ εἶϖα τοῖς Λευίταις, οἳ ἦσαν ϰαϑαϱιζόμενοι ϗ ἐϱχόμενοι φυλάσσοντες τὰς ϖύλας, ἁγιάζειν τὴν ἡμέϱαν τȣ̃ σαϐϐάτȣ. ϖϱὸς ταῦτα μνήσϑητί μȣ, ὁ ϑεός, ϗ φεῖσαί μȣ ϰατὰ τὸ ϖλῆϑος τȣ̃ ἐλέȣς σȣ.
23:23 Ϗ ἐν ταῖς ἡμέϱαις ἐϰείναις εἶδον τȣ̀ς Ιȣδαίȣς, οἳ ἐϰάϑισαν γυναῖϰας Ἀζωτίας, Αμμανίτιδας, Μωαϐίτιδας
23:24 ϗ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλȣ̃ντες Ἀζωτιϛὶ ϗ ȣ̓́ϰ εἰσιν ἐϖιγινώσϰοντες λαλεῖν Ιȣδαιϛί,
23:25 ϗ ἐμαχεσάμην μετ’ αὐτῶν ϗ ϰατηϱασάμην αὐτȣ̀ς ϗ ἐϖάταξα ἐν αὐτοῖς ἄνδϱας ϗ ἐμαδάϱωσα αὐτȣ̀ς ϗ ὥϱϰισα αὐτȣ̀ς ἐν τῷ ϑεῷ Ἐὰν δῶτε τὰς ϑυγετέϱας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, ϗ ἐὰν λάϐητε ἀϖὸ τῶν ϑυγατέϱων αὐτῶν τοῖς υἱοῖς ὑμῶν.
23:26 ȣ̓χ ȣ̔́τως ἥμαϱτεν Σαλωμων ϐασιλεὺς Ισϱαηλ; ϗ ἐν ἔϑνεσιν ϖολλοῖς ȣ̓ϰ ἦν ϐασιλεὺς ὅμοιος αὐτῷ· ϗ ἀγαϖώμενος τῷ ϑεῷ ἦν, ϗ ἔδωϰεν αὐτὸν ὁ ϑεὸς εἰς ϐασιλέα ἐϖὶ ϖάντα Ισϱαηλ. ϗ τȣ̃τον ἐξέϰλιναν αἱ γυναῖϰες αἱ ἀλλότϱιαι.
23:27 ϗ ὑμῶν μὴ ἀϰȣσόμεϑα ϖοιῆσαι τὴν ϖᾶσαν ϖονηϱίαν ταύτην ἀσυνϑετῆσαι ἐν τῷ ϑεῷ ἡμῶν ϰαϑίσαι γυναῖϰας ἀλλοτϱίας; –
23:28 ϗ ἀϖὸ υἱῶν Ιωαδα τȣ̃ Ελισȣϐ τȣ̃ ἱεϱέως τȣ̃ μεγάλȣ νυμφίȣ τȣ̃ Σαναϐαλλατ τȣ̃ Ωϱωνίτȣ ϗ ἐξέϐϱασα αὐτὸν ἀϖ’ ἐμȣ̃.
23:29 μνήσϑητι αὐτοῖς, ὁ ϑεός, ἐϖὶ ἀγχιϛείᾳ τῆς ἱεϱατείας ϗ διαϑήϰης τῆς ἱεϱατείας ϗ τȣ̀ς Λευίτας. –
23:30 ϗ ἐϰαϑάϱισα αὐτȣ̀ς ἀϖὸ ϖάσης ἀλλοτϱιώσεως ϗ ἔϛησα ἐφημεϱίας τοῖς ἱεϱεῦσιν ϗ τοῖς Λευίταις, ἀνὴϱ ὡς τὸ ἔϱγον αὐτȣ̃,
23:31 ϗ τὸ δῶϱον τῶν ξυλοφόϱων ἐν ϰαιϱοῖς ἀϖὸ χϱόνων ϗ ἐν τοῖς ϐαϰχȣϱίοις. μνήσϑητί μȣ, ὁ ϑεὸς ἡμῶν, εἰς ἀγαϑωσύνην.