1:1 a Ἔτȣς δευτέϱȣ ϐασιλεύοντος Ἀϱταξέϱξȣ τȣ̃ μεγάλȣ τῇ μιᾷ τȣ̃ Νισα ἐνύϖνιον εἶδεν Μαϱδοχαῖος ὁ τȣ̃ Ιαιϱȣ τȣ̃ Σεμειȣ τȣ̃ Κισαιȣ ἐϰ φυλῆς Βενιαμιν,
1:2 ἄνϑϱωϖος Ιȣδαῖος οἰϰῶν ἐν Σȣ́σοις τῇ ϖόλει, ἄνϑϱωϖος μέγας ϑεϱαϖεύων ἐν τῇ αὐλῇ τȣ̃ ϐασιλέως·
1:3 ἦν δὲ ἐϰ τῆς αἰχμαλωσίας, ἧς ᾐχμαλώτευσεν Ναϐȣχοδονοσοϱ ὁ ϐασιλεὺς Βαϐυλῶνος ἐξ Ιεϱȣσαλημ μετὰ Ιεχονιȣ τȣ̃ ϐασιλέως τῆς Ιȣδαίας.
1:4 ϗ τȣ̃το αὐτȣ̃ τὸ ἐνύϖνιον· ϗ ἰδȣ̀ φωναὶ ϗ ϑόϱυϐος, ϐϱονταὶ ϗ σεισμός, τάϱαχος ἐϖὶ τῆς γῆς·
1:5 ϗ ἰδȣ̀ δύο δϱάϰοντες μεγάλοι ἕτοιμοι ϖϱοῆλϑον ἀμφότεϱοι ϖαλαίειν, ϗ ἐγένετο αὐτῶν φωνὴ μεγάλη·
1:6 ϗ τῇ φωνῇ αὐτῶν ἡτοιμάσϑη ϖᾶν ἔϑνος εἰς ϖόλεμον ὥϛε ϖολεμῆσαι διϰαίων ἔϑνος.
1:7 ϗ ἰδȣ̀ ἡμέϱα σϰότȣς ϗ γνόφȣ, ϑλῖψις ϗ ϛενοχωϱία, ϰάϰωσις ϗ τάϱαχος μέγας ἐϖὶ τῆς γῆς·
1:8 ϗ ἐταϱάχϑη δίϰαιον ϖᾶν ἔϑνος φοϐȣ́μενοι τὰ ἑαυτῶν ϰαϰὰ ϗ ἡτοιμάσϑησαν ἀϖολέσϑαι ϗ ἐϐόησαν ϖϱὸς τὸν ϑεόν.
1:9 ἀϖὸ δὲ τῆς ϐοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀϖὸ μιϰϱᾶς ϖηγῆς ϖοταμὸς μέγας, ὕδωϱ ϖολύ·
1:1 k φῶς ϗ ὁ ἥλιος ἀνέτειλεν, ϗ οἱ ταϖεινοὶ ὑψώϑησαν ϗ ϰατέφαγον τȣ̀ς ἐνδόξȣς. –
1:2 ϗ διεγεϱϑεὶς Μαϱδοχαῖος ὁ ἑωϱαϰὼς τὸ ἐνύϖνιον τȣ̃το ϗ τί ὁ ϑεὸς ϐεϐȣ́λευται ϖοιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ ϰαϱδίᾳ ϗ ἐν ϖαντὶ λόγῳ ἤϑελεν ἐϖιγνῶναι αὐτὸ ἕως τῆς νυϰτός.
1:3 ϗ ἡσύχασεν Μαϱδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαϐαϑα ϗ Θαϱϱα τῶν δύο εὐνȣ́χων τȣ̃ ϐασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν
1:4 ἤϰȣσέν τε αὐτῶν τȣ̀ς λογισμȣ̀ς ϗ τὰς μεϱίμνας αὐτῶν ἐξηϱεύνησεν ϗ ἔμαϑεν ὅτι ἑτοιμάζȣσιν τὰς χεῖϱας ἐϖιϐαλεῖν Ἀϱταξέϱξῃ τῷ ϐασιλεῖ, ϗ ὑϖέδειξεν τῷ ϐασιλεῖ ϖεϱὶ αὐτῶν·
1:5 ϗ ἐξήτασεν ὁ ϐασιλεὺς τȣ̀ς δύο εὐνȣ́χȣς, ϗ ὁμολογήσαντες ἀϖήχϑησαν.
1:6 ϗ ἔγϱαψεν ὁ ϐασιλεὺς τȣ̀ς λόγȣς τȣ́τȣς εἰς μνημόσυνον, ϗ Μαϱδοχαῖος ἔγϱαψεν ϖεϱὶ τῶν λόγων τȣ́των·
1:7 ϗ ἐϖέταξεν ὁ ϐασιλεὺς Μαϱδοχαίῳ ϑεϱαϖεύειν ἐν τῇ αὐλῇ ϗ ἔδωϰεν αὐτῷ δόματα ϖεϱὶ τȣ́των.
1:8 ϗ ἦν Αμαν Αμαδαϑȣ Βȣγαῖος ἔνδοξος ἐνώϖιον τȣ̃ ϐασιλέως· ϗ ἐζήτησεν ϰαϰοϖοιῆσαι τὸν Μαϱδοχαῖον ϗ τὸν λαὸν αὐτȣ̃ ὑϖὲϱ τῶν δύο εὐνȣ́χων τȣ̃ ϐασιλέως.
1:9 Ϗ ἐγένετο μετὰ τȣ̀ς λόγȣς τȣ́τȣς ἐν ταῖς ἡμέϱαις Ἀϱταξέϱξȣ – ȣ̔͂τος ὁ Ἀϱταξέϱξης ἀϖὸ τῆς Ἰνδιϰῆς ἑϰατὸν εἴϰοσι ἑϖτὰ χωϱῶν ἐϰϱάτησεν –
1:2 ἐν αὐταῖς ταῖς ἡμέϱαις, ὅτε ἐϑϱονίσϑη ὁ ϐασιλεὺς Ἀϱταξέϱξης ἐν Σȣ́σοις τῇ ϖόλει,
1:3 ἐν τῷ τϱίτῳ ἔτει ϐασιλεύοντος αὐτȣ̃ δοχὴν ἐϖοίησεν τοῖς φίλοις ϗ τοῖς λοιϖοῖς ἔϑνεσιν ϗ τοῖς Πεϱσῶν ϗ Μήδων ἐνδόξοις ϗ τοῖς ἄϱχȣσιν τῶν σατϱαϖῶν.
1:4 ϗ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν ϖλȣ̃τον τῆς ϐασιλείας αὐτȣ̃ ϗ τὴν δόξαν τῆς εὐφϱοσύνης τȣ̃ ϖλȣ́τȣ αὐτȣ̃ ἐϖὶ ἡμέϱας ἑϰατὸν ὀγδοήϰοντα,
1:5 ὅτε δὲ ἀνεϖληϱώϑησαν αἱ ἡμέϱαι τȣ̃ γάμȣ, ἐϖοίησεν ὁ ϐασιλεὺς ϖότον τοῖς ἔϑνεσιν τοῖς εὑϱεϑεῖσιν εἰς τὴν ϖόλιν ἐϖὶ ἡμέϱας ἓξ ἐν αὐλῇ οἴϰȣ τȣ̃ ϐασιλέως
1:6 ϰεϰοσμημένῃ ϐυσσίνοις ϗ ϰαϱϖασίνοις τεταμένοις ἐϖὶ σχοινίοις ϐυσσίνοις ϗ ϖοϱφυϱοῖς ἐϖὶ ϰύϐοις χϱυσοῖς ϗ ἀϱγυϱοῖς ἐϖὶ ϛύλοις ϖαϱίνοις ϗ λιϑίνοις· ϰλῖναι χϱυσαῖ ϗ ἀϱγυϱαῖ ἐϖὶ λιϑοϛϱώτȣ σμαϱαγδίτȣ λίϑȣ ϗ ϖιννίνȣ ϗ ϖαϱίνȣ λίϑȣ ϗ ϛϱωμναὶ διαφανεῖς ϖοιϰίλως διηνϑισμέναι, ϰύϰλῳ ῥόδα ϖεϖασμένα·
1:7 ϖοτήϱια χϱυσᾶ ϗ ἀϱγυϱᾶ ϗ ἀνϑϱάϰινον ϰυλίϰιον ϖϱοϰείμενον ἀϖὸ ταλάντων τϱισμυϱίων· οἶνος ϖολὺς ϗ ἡδύς, ὃν αὐτὸς ὁ ϐασιλεὺς ἔϖινεν.
1:8 ὁ δὲ ϖότος ȣ̔͂τος ȣ̓ ϰατὰ ϖϱοϰείμενον νόμον ἐγένετο, ȣ̔́τως δὲ ἠϑέλησεν ὁ ϐασιλεὺς ϗ ἐϖέταξεν τοῖς οἰϰονόμοις ϖοιῆσαι τὸ ϑέλημα αὐτȣ̃ ϗ τῶν ἀνϑϱώϖων.
1:9 ϗ Αϛιν ἡ ϐασίλισσα ἐϖοίησε ϖότον ταῖς γυναιξὶν ἐν τοῖς ϐασιλείοις, ὅϖȣ ὁ ϐασιλεὺς Ἀϱταξέϱξης.
1:10 ἐν δὲ τῇ ἡμέϱᾳ τῇ ἑϐδόμῃ ἡδέως γενόμενος ὁ ϐασιλεὺς εἶϖεν τῷ Αμαν ϗ Βαζαν ϗ Θαϱϱα ϗ Βωϱαζη ϗ Ζαϑολϑα ϗ Αϐαταζα ϗ Θαϱαϐα, τοῖς ἑϖτὰ εὐνȣ́χοις τοῖς διαϰόνοις τȣ̃ ϐασιλέως Ἀϱταξέϱξȣ,
1:11 εἰσαγαγεῖν τὴν ϐασίλισσαν ϖϱὸς αὐτὸν ϐασιλεύειν αὐτὴν ϗ ϖεϱιϑεῖναι αὐτῇ τὸ διάδημα ϗ δεῖξαι αὐτὴν ϖᾶσιν τοῖς ἄϱχȣσιν ϗ τοῖς ἔϑνεσιν τὸ ϰάλλος αὐτῆς, ὅτι ϰαλὴ ἦν.
1:12 ϗ ȣ̓ϰ εἰσήϰȣσεν αὐτȣ̃ Αϛιν ἡ ϐασίλισσα ἐλϑεῖν μετὰ τῶν εὐνȣ́χων. ϗ ἐλυϖήϑη ὁ ϐασιλεὺς ϗ ὠϱγίσϑη
1:13 ϗ εἶϖεν τοῖς φίλοις αὐτȣ̃ Κατὰ ταῦτα ἐλάλησεν Αϛιν, ϖοιήσατε ȣ̓͂ν ϖεϱὶ τȣ́τȣ νόμον ϗ ϰϱίσιν.
1:14 ϗ ϖϱοσῆλϑεν αὐτῷ Αϱϰεσαιος ϗ Σαϱσαϑαιος ϗ Μαλησεαϱ οἱ ἄϱχοντες Πεϱσῶν ϗ Μήδων οἱ ἐγγὺς τȣ̃ ϐασιλέως οἱ ϖϱῶτοι ϖαϱαϰαϑήμενοι τῷ ϐασιλεῖ
1:15 ϗ ἀϖήγγειλαν αὐτῷ ϰατὰ τȣ̀ς νόμȣς ὡς δεῖ ϖοιῆσαι Αϛιν τῇ ϐασιλίσσῃ, ὅτι ȣ̓ϰ ἐϖοίησεν τὰ ὑϖὸ τȣ̃ ϐασιλέως ϖϱοϛαχϑέντα διὰ τῶν εὐνȣ́χων.
1:16 ϗ εἶϖεν ὁ Μȣχαιος ϖϱὸς τὸν ϐασιλέα ϗ τȣ̀ς ἄϱχοντας Ȣ̓ τὸν ϐασιλέα μόνον ἠδίϰησεν Αϛιν ἡ ϐασίλισσα, ἀλλὰ ϗ ϖάντας τȣ̀ς ἄϱχοντας ϗ τȣ̀ς ἡγȣμένȣς τȣ̃ ϐασιλέως
1:17 [ϰαὶ γὰϱ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς ϐασιλίσσης ϗ ὡς ἀντεῖϖεν τῷ ϐασιλεῖ]. ὡς ȣ̓͂ν ἀντεῖϖεν τῷ ϐασιλεῖ Ἀϱταξέϱξῃ,
1:18 ȣ̔́τως σήμεϱον αἱ τυϱαννίδες αἱ λοιϖαὶ τῶν ἀϱχόντων Πεϱσῶν ϗ Μήδων ἀϰȣ́σασαι τὰ τῷ ϐασιλεῖ λεχϑέντα ὑϖ’ αὐτῆς τολμήσȣσιν ὁμοίως ἀτιμάσαι τȣ̀ς ἄνδϱας αὐτῶν.
1:19 εἰ ȣ̓͂ν δοϰεῖ τῷ ϐασιλεῖ, ϖϱοϛαξάτω ϐασιλιϰόν, ϗ γϱαφήτω ϰατὰ τȣ̀ς νόμȣς Μήδων ϗ Πεϱσῶν· ϗ μὴ ἄλλως χϱησάσϑω, μηδὲ εἰσελϑάτω ἔτι ἡ ϐασίλισσα ϖϱὸς αὐτόν, ϗ τὴν ϐασιλείαν αὐτῆς δότω ὁ ϐασιλεὺς γυναιϰὶ ϰϱείττονι αὐτῆς.
1:20 ϗ ἀϰȣσϑήτω ὁ νόμος ὁ ὑϖὸ τȣ̃ ϐασιλέως, ὃν ἐὰν ϖοιῇ, ἐν τῇ ϐασιλείᾳ αὐτȣ̃, ϗ ȣ̔́τως ϖᾶσαι αἱ γυναῖϰες ϖεϱιϑήσȣσιν τιμὴν τοῖς ἀνδϱάσιν ἑαυτῶν ἀϖὸ ϖτωχȣ̃ ἕως ϖλȣσίȣ.
1:21 ϗ ἤϱεσεν ὁ λόγος τῷ ϐασιλεῖ ϗ τοῖς ἄϱχȣσι, ϗ ἐϖοίησεν ὁ ϐασιλεὺς ϰαϑὰ ἐλάλησεν ὁ Μȣχαιος·
1:22 ϗ ἀϖέϛειλεν εἰς ϖᾶσαν τὴν ϐασιλείαν ϰατὰ χώϱαν ϰατὰ τὴν λέξιν αὐτῶν ὥϛε εἶναι φόϐον αὐτοῖς ἐν ταῖς οἰϰίαις αὐτῶν.
2:1 Ϗ μετὰ τȣ̀ς λόγȣς τȣ́τȣς ἐϰόϖασεν ὁ ϐασιλεὺς τȣ̃ ϑυμȣ̃ ϗ ȣ̓ϰέτι ἐμνήσϑη τῆς Αϛιν μνημονεύων οἷα ἐλάλησεν ϗ ὡς ϰατέϰϱινεν αὐτήν.
2:2 ϗ εἶϖαν οἱ διάϰονοι τȣ̃ ϐασιλέως Ζητηϑήτω τῷ ϐασιλεῖ ϰοϱάσια ἄφϑοϱα ϰαλὰ τῷ εἴδει·
2:3 ϗ ϰαταϛήσει ὁ ϐασιλεὺς ϰωμάϱχας ἐν ϖάσαις ταῖς χώϱαις τῆς ϐασιλείας αὐτȣ̃, ϗ ἐϖιλεξάτωσαν ϰοϱάσια ϖαϱϑενιϰὰ ϰαλὰ τῷ εἴδει εἰς Σȣσαν τὴν ϖόλιν εἰς τὸν γυναιϰῶνα, ϗ ϖαϱαδοϑήτωσαν τῷ εὐνȣ́χῳ τȣ̃ ϐασιλέως τῷ φύλαϰι τῶν γυναιϰῶν, ϗ δοϑήτω σμῆγμα ϗ ἡ λοιϖὴ ἐϖιμέλεια·
2:4 ϗ ἡ γυνή, ἣ ἂν ἀϱέσῃ τῷ ϐασιλεῖ, ϐασιλεύσει ἀντὶ Αϛιν. ϗ ἤϱεσεν τῷ ϐασιλεῖ τὸ ϖϱᾶγμα, ϗ ἐϖοίησεν ȣ̔́τως.
2:5 Ϗ ἄνϑϱωϖος ἦν Ιȣδαῖος ἐν Σȣ́σοις τῇ ϖόλει, ϗ ὄνομα αὐτῷ Μαϱδοχαῖος ὁ τȣ̃ Ιαιϱȣ τȣ̃ Σεμειȣ τȣ̃ Κισαιȣ ἐϰ φυλῆς Βενιαμιν,
2:6 ὃς ἦν αἰχμάλωτος ἐξ Ιεϱȣσαλημ, ἣν ᾐχμαλώτευσεν Ναϐȣχοδονοσοϱ ϐασιλεὺς Βαϐυλῶνος.
2:7 ϗ ἦν τȣ́τῳ ϖαῖς ϑϱεϖτή, ϑυγάτηϱ Αμιναδαϐ ἀδελφȣ̃ ϖατϱὸς αὐτȣ̃, ϗ ὄνομα αὐτῇ Εσϑηϱ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τȣ̀ς γονεῖς ἐϖαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖϰα· ϗ ἦν τὸ ϰοϱάσιον ϰαλὸν τῷ εἴδει.
2:8 ϗ ὅτε ἠϰȣ́σϑη τὸ τȣ̃ ϐασιλέως ϖϱόϛαγμα, συνήχϑησαν ϰοϱάσια ϖολλὰ εἰς Σȣσαν τὴν ϖόλιν ὑϖὸ χεῖϱα Γαι, ϗ ἤχϑη Εσϑηϱ ϖϱὸς Γαι τὸν φύλαϰα τῶν γυναιϰῶν.
2:9 ϗ ἤϱεσεν αὐτῷ τὸ ϰοϱάσιον ϗ εὗϱεν χάϱιν ἐνώϖιον αὐτȣ̃, ϗ ἔσϖευσεν αὐτῇ δȣ̃ναι τὸ σμῆγμα ϗ τὴν μεϱίδα ϗ τὰ ἑϖτὰ ϰοϱάσια τὰ ἀϖοδεδειγμένα αὐτῇ ἐϰ ϐασιλιϰȣ̃ ϗ ἐχϱήσατο αὐτῇ ϰαλῶς ϗ ταῖς ἅϐϱαις αὐτῆς ἐν τῷ γυναιϰῶνι·
2:10 ϗ ȣ̓χ ὑϖέδειξεν Εσϑηϱ τὸ γένος αὐτῆς ȣ̓δὲ τὴν ϖατϱίδα, ὁ γὰϱ Μαϱδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀϖαγγεῖλαι.
2:11 ϰαϑ’ ἑϰάϛην δὲ ἡμέϱαν ὁ Μαϱδοχαῖος ϖεϱιεϖάτει ϰατὰ τὴν αὐλὴν τὴν γυναιϰείαν ἐϖισϰοϖῶν τί Εσϑηϱ συμϐήσεται.
2:12 ȣ̔͂τος δὲ ἦν ϰαιϱὸς ϰοϱασίȣ εἰσελϑεῖν ϖϱὸς τὸν ϐασιλέα, ὅταν ἀναϖληϱώσῃ μῆνας δέϰα δύο· ȣ̔́τως γὰϱ ἀναϖληϱȣ̃νται αἱ ἡμέϱαι τῆς ϑεϱαϖείας, μῆνας ἓξ ἀλειφόμεναι ἐν σμυϱνίνῳ ἐλαίῳ ϗ μῆνας ἓξ ἐν τοῖς ἀϱώμασιν ϗ ἐν τοῖς σμήγμασιν τῶν γυναιϰῶν,
2:13 ϗ τότε εἰσϖοϱεύεται ϖϱὸς τὸν ϐασιλέα· ϗ ὃ ἐὰν εἴϖῃ, ϖαϱαδώσει αὐτῇ συνεισέϱχεσϑαι αὐτῇ ἀϖὸ τȣ̃ γυναιϰῶνος ἕως τῶν ϐασιλείων.
2:14 δείλης εἰσϖοϱεύεται ϗ ϖϱὸς ἡμέϱαν ἀϖοτϱέχει εἰς τὸν γυναιϰῶνα τὸν δεύτεϱον, ȣ̔͂ Γαι ὁ εὐνȣ̃χος τȣ̃ ϐασιλέως ὁ φύλαξ τῶν γυναιϰῶν, ϗ ȣ̓ϰέτι εἰσϖοϱεύεται ϖϱὸς τὸν ϐασιλέα, ἐὰν μὴ ϰληϑῇ ὀνόματι.
2:15 ἐν δὲ τῷ ἀναϖληϱȣ̃σϑαι τὸν χϱόνον Εσϑηϱ τῆς ϑυγατϱὸς Αμιναδαϐ ἀδελφȣ̃ ϖατϱὸς Μαϱδοχαίȣ εἰσελϑεῖν ϖϱὸς τὸν ϐασιλέα ȣ̓δὲν ἠϑέτησεν ὧν αὐτῇ ἐνετείλατο ὁ εὐνȣ̃χος ὁ φύλαξ τῶν γυναιϰῶν· ἦν γὰϱ Εσϑηϱ εὑϱίσϰȣσα χάϱιν ϖαϱὰ ϖάντων τῶν ϐλεϖόντων αὐτήν.
2:16 ϗ εἰσῆλϑεν Εσϑηϱ ϖϱὸς Ἀϱταξέϱξην τὸν ϐασιλέα τῷ δωδεϰάτῳ μηνί, ὅς ἐϛιν Αδαϱ, τῷ ἑϐδόμῳ ἔτει τῆς ϐασιλείας αὐτȣ̃.
2:17 ϗ ἠϱάσϑη ὁ ϐασιλεὺς Εσϑηϱ, ϗ εὗϱεν χάϱιν ϖαϱὰ ϖάσας τὰς ϖαϱϑένȣς, ϗ ἐϖέϑηϰεν αὐτῇ τὸ διάδημα τὸ γυναιϰεῖον.
2:18 ϗ ἐϖοίησεν ὁ ϐασιλεὺς ϖότον ϖᾶσι τοῖς φίλοις αὐτȣ̃ ϗ ταῖς δυνάμεσιν ἐϖὶ ἡμέϱας ἑϖτὰ ϗ ὕψωσεν τȣ̀ς γάμȣς Εσϑηϱ ϗ ἄφεσιν ἐϖοίησεν τοῖς ὑϖὸ τὴν ϐασιλείαν αὐτȣ̃.
2:19 ὁ δὲ Μαϱδοχαῖος ἐϑεϱάϖευεν ἐν τῇ αὐλῇ.
2:20 ἡ δὲ Εσϑηϱ ȣ̓χ ὑϖέδειξεν τὴν ϖατϱίδα αὐτῆς· ȣ̔́τως γὰϱ ἐνετείλατο αὐτῇ Μαϱδοχαῖος φοϐεῖσϑαι τὸν ϑεὸν ϗ ϖοιεῖν τὰ ϖϱοϛάγματα αὐτȣ̃, ϰαϑὼς ἦν μετ’ αὐτȣ̃, ϗ Εσϑηϱ ȣ̓ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.
2:21 Ϗ ἐλυϖήϑησαν οἱ δύο εὐνȣ̃χοι τȣ̃ ϐασιλέως οἱ ἀϱχισωματοφύλαϰες ὅτι ϖϱοήχϑη Μαϱδοχαῖος, ϗ ἐζήτȣν ἀϖοϰτεῖναι Ἀϱταξέϱξην τὸν ϐασιλέα.
2:22 ϗ ἐδηλώϑη Μαϱδοχαίῳ ὁ λόγος, ϗ ἐσήμανεν Εσϑηϱ, ϗ αὐτὴ ἐνεφάνισεν τῷ ϐασιλεῖ τὰ τῆς ἐϖιϐȣλῆς.
2:23 ὁ δὲ ϐασιλεὺς ἤτασεν τȣ̀ς δύο εὐνȣ́χȣς ϗ ἐϰϱέμασεν αὐτȣ́ς· ϗ ϖϱοσέταξεν ὁ ϐασιλεὺς ϰαταχωϱίσαι εἰς μνημόσυνον ἐν τῇ ϐασιλιϰῇ ϐιϐλιοϑήϰῃ ὑϖὲϱ τῆς εὐνοίας Μαϱδοχαίȣ ἐν ἐγϰωμίῳ.
3:1 Μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ ϐασιλεὺς Ἀϱταξέϱξης Αμαν Αμαδαϑȣ Βȣγαῖον ϗ ὕψωσεν αὐτόν, ϗ ἐϖϱωτοϐάϑϱει ϖάντων τῶν φίλων αὐτȣ̃.
3:2 ϗ ϖάντες οἱ ἐν τῇ αὐλῇ ϖϱοσεϰύνȣν αὐτῷ, ȣ̔́τως γὰϱ ϖϱοσέταξεν ὁ ϐασιλεὺς ϖοιῆσαι· ὁ δὲ Μαϱδοχαῖος ȣ̓ ϖϱοσεϰύνει αὐτῷ.
3:3 ϗ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τȣ̃ ϐασιλέως τῷ Μαϱδοχαίῳ Μαϱδοχαῖε, τί ϖαϱαϰȣ́εις τὰ ὑϖὸ τȣ̃ ϐασιλέως λεγόμενα;
3:4 ϰαϑ’ ἑϰάϛην ἡμέϱαν ἐλάλȣν αὐτῷ, ϗ ȣ̓χ ὑϖήϰȣεν αὐτῶν· ϗ ὑϖέδειξαν τῷ Αμαν Μαϱδοχαῖον τοῖς τȣ̃ ϐασιλέως λόγοις ἀντιτασσόμενον· ϗ ὑϖέδειξεν αὐτοῖς ὁ Μαϱδοχαῖος ὅτι Ιȣδαῖός ἐϛιν.
3:5 ϗ ἐϖιγνȣ̀ς Αμαν ὅτι ȣ̓ ϖϱοσϰυνεῖ αὐτῷ Μαϱδοχαῖος, ἐϑυμώϑη σφόδϱα
3:6 ϗ ἐϐȣλεύσατο ἀφανίσαι ϖάντας τȣ̀ς ὑϖὸ τὴν Ἀϱταξέϱξȣ ϐασιλείαν Ιȣδαίȣς.
3:7 ϗ ἐϖοίησεν ψήφισμα ἐν ἔτει δωδεϰάτῳ τῆς ϐασιλείας Ἀϱταξέϱξȣ ϗ ἔϐαλεν ϰλήϱȣς ἡμέϱαν ἐξ ἡμέϱας ϗ μῆνα ἐϰ μηνὸς ὥϛε ἀϖολέσαι ἐν μιᾷ ἡμέϱᾳ τὸ γένος Μαϱδοχαίȣ, ϗ ἔϖεσεν ὁ ϰλῆϱος εἰς τὴν τεσσαϱεσϰαιδεϰάτην τȣ̃ μηνός, ὅς ἐϛιν Αδαϱ.
3:8 ϗ ἐλάλησεν ϖϱὸς τὸν ϐασιλέα Ἀϱταξέϱξην λέγων Ὑϖάϱχει ἔϑνος διεσϖαϱμένον ἐν τοῖς ἔϑνεσιν ἐν ϖάσῃ τῇ ϐασιλείᾳ σȣ, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι ϖαϱὰ ϖάντα τὰ ἔϑνη, τῶν δὲ νόμων τȣ̃ ϐασιλέως ϖαϱαϰȣ́ȣσιν, ϗ ȣ̓ συμφέϱει τῷ ϐασιλεῖ ἐᾶσαι αὐτȣ́ς·
3:9 εἰ δοϰεῖ τῷ ϐασιλεῖ, δογματισάτω ἀϖολέσαι αὐτȣ́ς, ϰἀγὼ διαγϱάψω εἰς τὸ γαζοφυλάϰιον τȣ̃ ϐασιλέως ἀϱγυϱίȣ τάλαντα μύϱια.
3:10 ϗ ϖεϱιελόμενος ὁ ϐασιλεὺς τὸν δαϰτύλιον ἔδωϰεν εἰς χεῖϱα τῷ Αμαν σφϱαγίσαι ϰατὰ τῶν γεγϱαμμένων ϰατὰ τῶν Ιȣδαίων.
3:11 ϗ εἶϖεν ὁ ϐασιλεὺς τῷ Αμαν Τὸ μὲν ἀϱγύϱιον ἔχε, τῷ δὲ ἔϑνει χϱῶ ὡς ϐȣ́λει.
3:12 ϗ ἐϰλήϑησαν οἱ γϱαμματεῖς τȣ̃ ϐασιλέως μηνὶ ϖϱώτῳ τῇ τϱισϰαιδεϰάτῃ ϗ ἔγϱαψαν, ὡς ἐϖέταξεν Αμαν, τοῖς ϛϱατηγοῖς ϗ τοῖς ἄϱχȣσιν ϰατὰ ϖᾶσαν χώϱαν ἀϖὸ Ἰνδιϰῆς ἕως τῆς Αἰϑιοϖίας, ταῖς ἑϰατὸν εἴϰοσι ἑϖτὰ χώϱαις, τοῖς τε ἄϱχȣσι τῶν ἐϑνῶν ϰατὰ τὴν αὐτῶν λέξιν δι’ Ἀϱταξέϱξȣ τȣ̃ ϐασιλέως.
3:13 ϗ ἀϖεϛάλη διὰ ϐιϐλιαφόϱων εἰς τὴν Ἀϱταξέϱξȣ ϐασιλείαν ἀφανίσαι τὸ γένος τῶν Ιȣδαίων ἐν ἡμέϱᾳ μιᾷ μηνὸς δωδεϰάτȣ, ὅς ἐϛιν Αδαϱ, ϗ διαϱϖάσαι τὰ ὑϖάϱχοντα αὐτῶν. –
3:13 a τῆς δὲ ἐϖιϛολῆς ἐϛιν τὸ ἀντίγϱαφον τόδε Βασιλεὺς μέγας Ἀϱταξέϱξης τοῖς ἀϖὸ τῆς Ἰνδιϰῆς ἕως τῆς Αἰϑιοϖίας ἑϰατὸν εἴϰοσι ἑϖτὰ χωϱῶν ἄϱχȣσι ϗ τοϖάϱχαις ὑϖοτεταγμένοις τάδε γϱάφει
3:14 Πολλῶν ἐϖάϱξας ἐϑνῶν ϗ ϖάσης ἐϖιϰϱατήσας οἰϰȣμένης ἐϐȣλήϑην, μὴ τῷ ϑϱάσει τῆς ἐξȣσίας ἐϖαιϱόμενος, ἐϖιειϰέϛεϱον δὲ ϗ μετὰ ἠϖιότητος ἀεὶ διεξάγων, τȣ̀ς τῶν ὑϖοτεταγμένων ἀϰυμάτȣς διὰ ϖαντὸς ϰαταϛῆσαι ϐίȣς, τήν τε ϐασιλείαν ἥμεϱον ϗ ϖοϱευτὴν μέχϱι ϖεϱάτων ϖαϱεξόμενος ἀνανεώσασϑαί τε τὴν ϖοϑȣμένην τοῖς ϖᾶσιν ἀνϑϱώϖοις εἰϱήνην.
3:15 ϖυϑομένȣ δέ μȣ τῶν συμϐȣ́λων ϖῶς ἂν ἀχϑείη τȣ̃το ἐϖὶ ϖέϱας, σωφϱοσύνῃ ϖαϱ’ ἡμῖν διενέγϰας ϗ ἐν τῇ εὐνοίᾳ ἀϖαϱαλλάϰτως ϗ ϐεϐαίᾳ ϖίϛει ἀϖοδεδειγμένος ϗ δεύτεϱον τῶν ϐασιλειῶν γέϱας ἀϖενηνεγμένος Αμαν
3:16 ἐϖέδειξεν ἡμῖν ἐν ϖάσαις ταῖς ϰατὰ τὴν οἰϰȣμένην φυλαῖς ἀναμεμεῖχϑαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίϑετον ϖϱὸς ϖᾶν ἔϑνος τά τε τῶν ϐασιλέων ϖαϱαϖέμϖοντας διηνεϰῶς διατάγματα ϖϱὸς τὸ μὴ ϰατατίϑεσϑαι τὴν ὑφ’ ἡμῶν ϰατευϑυνομένην ἀμέμϖτως συναϱχίαν.
3:17 διειληφότες ȣ̓͂ν τόδε τὸ ἔϑνος μονώτατον ἐν ἀντιϖαϱαγωγῇ ϖαντὶ διὰ ϖαντὸς ἀνϑϱώϖῳ ϰείμενον διαγωγὴν νόμων ξενίζȣσαν ϖαϱαλλάσσον ϗ δυσνοȣ̃ν τοῖς ἡμετέϱοις ϖϱάγμασιν τὰ χείϱιϛα συντελȣ̃ν ϰαϰὰ ϗ ϖϱὸς τὸ μὴ τὴν ϐασιλείαν εὐϛαϑείας τυγχάνειν·
3:18 ϖϱοϛετάχαμεν ȣ̓͂ν τȣ̀ς σημαινομένȣς ὑμῖν ἐν τοῖς γεγϱαμμένοις ὑϖὸ Αμαν τȣ̃ τεταγμένȣ ἐϖὶ τῶν ϖϱαγμάτων ϗ δευτέϱȣ ϖατϱὸς ἡμῶν ϖάντας σὺν γυναιξὶ ϗ τέϰνοις ἀϖολέσαι ὁλοϱϱιζεὶ ταῖς τῶν ἐχϑϱῶν μαχαίϱαις ἄνευ ϖαντὸς οἴϰτȣ ϗ φειδȣ̃ς τῇ τεσσαϱεσϰαιδεϰάτῃ τȣ̃ δωδεϰάτȣ μηνὸς Αδαϱ τȣ̃ ἐνεϛῶτος ἔτȣς,
3:19 ὅϖως οἱ ϖάλαι ϗ νῦν δυσμενεῖς ἐν ἡμέϱᾳ μιᾷ ϐιαίως εἰς τὸν ᾅδην ϰατελϑόντες εἰς τὸν μετέϖειτα χϱόνον εὐϛαϑῆ ϗ ἀτάϱαχα ϖαϱέχωσιν ἡμῖν διὰ τέλȣς τὰ ϖϱάγματα. –
3:14 τὰ δὲ ἀντίγϱαφα τῶν ἐϖιϛολῶν ἐξετίϑετο ϰατὰ χώϱαν, ϗ ϖϱοσετάγη ϖᾶσι τοῖς ἔϑνεσιν ἑτοίμȣς εἶναι εἰς τὴν ἡμέϱαν ταύτην.
3:15 ἐσϖεύδετο δὲ τὸ ϖϱᾶγμα ϗ εἰς Σȣσαν· ὁ δὲ ϐασιλεὺς ϗ Αμαν ἐϰωϑωνίζοντο, ἐταϱάσσετο δὲ ἡ ϖόλις.
4:1 Ὁ δὲ Μαϱδοχαῖος ἐϖιγνȣ̀ς τὸ συντελȣ́μενον διέϱϱηξεν τὰ ἱμάτια αὐτȣ̃ ϗ ἐνεδύσατο σάϰϰον ϗ ϰατεϖάσατο σϖοδὸν ϗ ἐϰϖηδήσας διὰ τῆς ϖλατείας τῆς ϖόλεως ἐϐόα φωνῇ μεγάλῃ Αἴϱεται ἔϑνος μηδὲν ἠδιϰηϰός.
4:2 ϗ ἦλϑεν ἕως τῆς ϖύλης τȣ̃ ϐασιλέως ϗ ἔϛη· ȣ̓ γὰϱ ἦν ἐξὸν αὐτῷ εἰσελϑεῖν εἰς τὴν αὐλὴν σάϰϰον ἔχοντι ϗ σϖοδόν.
4:3 ϗ ἐν ϖάσῃ χώϱᾳ, ȣ̔͂ ἐξετίϑετο τὰ γϱάμματα, ϰϱαυγὴ ϗ ϰοϖετὸς ϗ ϖένϑος μέγα τοῖς Ιȣδαίοις, σάϰϰον ϗ σϖοδὸν ἔϛϱωσαν ἑαυτοῖς.
4:4 ϗ εἰσῆλϑον αἱ ἅϐϱαι ϗ οἱ εὐνȣ̃χοι τῆς ϐασιλίσσης ϗ ἀνήγγειλαν αὐτῇ, ϗ ἐταϱάχϑη ἀϰȣ́σασα τὸ γεγονὸς ϗ ἀϖέϛειλεν ϛολίσαι τὸν Μαϱδοχαῖον ϗ ἀφελέσϑαι αὐτȣ̃ τὸν σάϰϰον, ὁ δὲ ȣ̓ϰ ἐϖείσϑη.
4:5 ἡ δὲ Εσϑηϱ ϖϱοσεϰαλέσατο Αχϱαϑαῖον τὸν εὐνȣ̃χον αὐτῆς, ὃς ϖαϱειϛήϰει αὐτῇ, ϗ ἀϖέϛειλεν μαϑεῖν αὐτῇ ϖαϱὰ τȣ̃ Μαϱδοχαίȣ τὸ ἀϰϱιϐές·
4:7 ὁ δὲ Μαϱδοχαῖος ὑϖέδειξεν αὐτῷ τὸ γεγονὸς ϗ τὴν ἐϖαγγελίαν, ἣν ἐϖηγγείλατο Αμαν τῷ ϐασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυϱίων, ἵνα ἀϖολέσῃ τȣ̀ς Ιȣδαίȣς·
4:8 ϗ τὸ ἀντίγϱαφον τὸ ἐν Σȣ́σοις ἐϰτεϑὲν ὑϖὲϱ τȣ̃ ἀϖολέσϑαι αὐτȣ̀ς ἔδωϰεν αὐτῷ δεῖξαι τῇ Εσϑηϱ ϗ εἶϖεν αὐτῷ ἐντείλασϑαι αὐτῇ εἰσελϑȣ́σῃ ϖαϱαιτήσασϑαι τὸν ϐασιλέα ϗ ἀξιῶσαι αὐτὸν ϖεϱὶ τȣ̃ λαȣ̃ μνησϑεῖσα ἡμεϱῶν ταϖεινώσεώς σȣ ὡς ἐτϱάφης ἐν χειϱί μȣ, διότι Αμαν ὁ δευτεϱεύων τῷ ϐασιλεῖ ἐλάλησεν ϰαϑ’ ἡμῶν εἰς ϑάνατον· ἐϖιϰάλεσαι τὸν ϰύϱιον ϗ λάλησον τῷ ϐασιλεῖ ϖεϱὶ ἡμῶν ϗ ῥῦσαι ἡμᾶς ἐϰ ϑανάτȣ.
4:9 εἰσελϑὼν δὲ ὁ Αχϱαϑαῖος ἐλάλησεν αὐτῇ ϖάντας τȣ̀ς λόγȣς τȣ́τȣς.
4:10 εἶϖεν δὲ Εσϑηϱ ϖϱὸς Αχϱαϑαῖον Ποϱεύϑητι ϖϱὸς Μαϱδοχαῖον ϗ εἰϖὸν ὅτι
4:11 Τὰ ἔϑνη ϖάντα τῆς ϐασιλείας γινώσϰει ὅτι ϖᾶς ἄνϑϱωϖος ἢ γυνή, ὃς εἰσελεύσεται ϖϱὸς τὸν ϐασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέϱαν ἄϰλητος, ȣ̓ϰ ἔϛιν αὐτῷ σωτηϱία· ϖλὴν ᾧ ἐϰτείνει ὁ ϐασιλεὺς τὴν χϱυσῆν ῥάϐδον, ȣ̔͂τος σωϑήσεται· ϰἀγὼ ȣ̓ ϰέϰλημαι εἰσελϑεῖν ϖϱὸς τὸν ϐασιλέα, εἰσὶν αὗται ἡμέϱαι τϱιάϰοντα.
4:12 ϗ ἀϖήγγειλεν Αχϱαϑαῖος Μαϱδοχαίῳ ϖάντας τȣ̀ς λόγȣς Εσϑηϱ.
4:13 ϗ εἶϖεν Μαϱδοχαῖος ϖϱὸς Αχϱαϑαῖον Ποϱεύϑητι ϗ εἰϖὸν αὐτῇ Εσϑηϱ, μὴ εἴϖῃς σεαυτῇ ὅτι σωϑήσῃ μόνη ἐν τῇ ϐασιλείᾳ ϖαϱὰ ϖάντας τȣ̀ς Ιȣδαίȣς·
4:14 ὡς ὅτι ἐὰν ϖαϱαϰȣ́σῃς ἐν τȣ́τῳ τῷ ϰαιϱῷ, ἄλλοϑεν ϐοήϑεια ϗ σϰέϖη ἔϛαι τοῖς Ιȣδαίοις, σὺ δὲ ϗ ὁ οἶϰος τȣ̃ ϖατϱός σȣ ἀϖολεῖσϑε· ϗ τίς οἶδεν εἰ εἰς τὸν ϰαιϱὸν τȣ̃τον ἐϐασίλευσας;
4:15 ϗ ἐξαϖέϛειλεν Εσϑηϱ τὸν ἥϰοντα ϖϱὸς αὐτὴν ϖϱὸς Μαϱδοχαῖον λέγȣσα
4:16 Βαδίσας ἐϰϰλησίασον τȣ̀ς Ιȣδαίȣς τȣ̀ς ἐν Σȣ́σοις ϗ νηϛεύσατε ἐϖ’ ἐμοὶ ϗ μὴ φάγητε μηδὲ ϖίητε ἐϖὶ ἡμέϱας τϱεῖς νύϰτα ϗ ἡμέϱαν, ϰἀγὼ δὲ ϗ αἱ ἅϐϱαι μȣ ἀσιτήσομεν, ϗ τότε εἰσελεύσομαι ϖϱὸς τὸν ϐασιλέα ϖαϱὰ τὸν νόμον, ἐὰν ϗ ἀϖολέσϑαι με ᾖ.
4:17 Ϗ ϐαδίσας Μαϱδοχαῖος ἐϖοίησεν ὅσα ἐνετείλατο αὐτῷ Εσϑηϱ,
4:17 a ϗ ἐδεήϑη ϰυϱίȣ μνημονεύων ϖάντα τὰ ἔϱγα ϰυϱίȣ ϗ εἶϖεν
4:18 Κύϱιε ϰύϱιε ϐασιλεῦ ϖάντων ϰϱατῶν, ὅτι ἐν ἐξȣσίᾳ σȣ τὸ ϖᾶν ἐϛιν, ϗ ȣ̓ϰ ἔϛιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ ϑέλειν σε σῶσαι τὸν Ισϱαηλ·
4:19 ὅτι σὺ ἐϖοίησας τὸν ȣ̓ϱανὸν ϗ τὴν γῆν ϗ ϖᾶν ϑαυμαζόμενον ἐν τῇ ὑϖ’ ȣ̓ϱανὸν ϗ ϰύϱιος εἶ ϖάντων, ϗ ȣ̓ϰ ἔϛιν ὃς ἀντιτάξεταί σοι τῷ ϰυϱίῳ.
4:20 σὺ ϖάντα γινώσϰεις· σὺ οἶδας, ϰύϱιε, ὅτι ȣ̓ϰ ἐν ὕϐϱει ȣ̓δὲ ἐν ὑϖεϱηφανίᾳ ȣ̓δὲ ἐν φιλοδοξίᾳ ἐϖοίησα τȣ̃το, τὸ μὴ ϖϱοσϰυνεῖν τὸν ὑϖεϱήφανον Αμαν, ὅτι ηὐδόϰȣν φιλεῖν ϖέλματα ϖοδῶν αὐτȣ̃ ϖϱὸς σωτηϱίαν Ισϱαηλ·
4:21 ἀλλὰ ἐϖοίησα τȣ̃το, ἵνα μὴ ϑῶ δόξαν ἀνϑϱώϖȣ ὑϖεϱάνω δόξης ϑεȣ̃, ϗ ȣ̓ ϖϱοσϰυνήσω ȣ̓δένα ϖλὴν σȣ̃ τȣ̃ ϰυϱίȣ μȣ ϗ ȣ̓ ϖοιήσω αὐτὰ ἐν ὑϖεϱηφανίᾳ.
4:22 ϗ νῦν, ϰύϱιε ὁ ϑεὸς ὁ ϐασιλεὺς ὁ ϑεὸς Αϐϱααμ, φεῖσαι τȣ̃ λαȣ̃ σȣ, ὅτι ἐϖιϐλέϖȣσιν ἡμῖν εἰς ϰαταφϑοϱὰν ϗ ἐϖεϑύμησαν ἀϖολέσαι τὴν ἐξ ἀϱχῆς ϰληϱονομίαν σȣ·
4:23 μὴ ὑϖεϱίδῃς τὴν μεϱίδα σȣ, ἣν σεαυτῷ ἐλυτϱώσω ἐϰ γῆς Αἰγύϖτȣ·
4:24 ἐϖάϰȣσον τῆς δεήσεώς μȣ ϗ ἱλάσϑητι τῷ ϰλήϱῳ σȣ ϗ ϛϱέψον τὸ ϖένϑος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σȣ τὸ ὄνομα, ϰύϱιε, ϗ μὴ ἀφανίσῃς ϛόμα αἰνȣ́ντων σοι. –
4:25 ϗ ϖᾶς Ισϱαηλ ἐϰέϰϱαξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι ϑάνατος αὐτῶν ἐν ὀφϑαλμοῖς αὐτῶν.
4:17 k Ϗ Εσϑηϱ ἡ ϐασίλισσα ϰατέφυγεν ἐϖὶ τὸν ϰύϱιον ἐν ἀγῶνι ϑανάτȣ ϰατειλημμένη ϗ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια ϛενοχωϱίας ϗ ϖένϑȣς ϗ ἀντὶ τῶν ὑϖεϱηφάνων ἡδυσμάτων σϖοδȣ̃ ϗ ϰοϖϱιῶν ἔϖλησεν τὴν ϰεφαλὴν αὐτῆς ϗ τὸ σῶμα αὐτῆς ἐταϖείνωσεν σφόδϱα ϗ ϖάντα τόϖον ϰόσμȣ ἀγαλλιάματος αὐτῆς ἔϖλησε ϛϱεϖτῶν τϱιχῶν αὐτῆς ϗ ἐδεῖτο ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ ϗ εἶϖεν
4:18 Κύϱιέ μȣ ὁ ϐασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· ϐοήϑησόν μοι τῇ μόνῃ ϗ μὴ ἐχȣ́σῃ ϐοηϑὸν εἰ μὴ σέ, ὅτι ϰίνδυνός μȣ ἐν χειϱί μȣ.
4:19 ἐγὼ ἤϰȣον ἐϰ γενετῆς μȣ ἐν φυλῇ ϖατϱιᾶς μȣ ὅτι σύ, ϰύϱιε, ἔλαϐες τὸν Ισϱαηλ ἐϰ ϖάντων τῶν ἐϑνῶν ϗ τȣ̀ς ϖατέϱας ἡμῶν ἐϰ ϖάντων τῶν ϖϱογόνων αὐτῶν εἰς ϰληϱονομίαν αἰώνιον ϗ ἐϖοίησας αὐτοῖς ὅσα ἐλάλησας.
4:20 ϗ νῦν ἡμάϱτομεν ἐνώϖιόν σȣ, ϗ ϖαϱέδωϰας ἡμᾶς εἰς χεῖϱας τῶν ἐχϑϱῶν ἡμῶν, ἀνϑ’ ὧν ἐδοξάσαμεν τȣ̀ς ϑεȣ̀ς αὐτῶν· δίϰαιος εἶ, ϰύϱιε.
4:21 ϗ νῦν ȣ̓χ ἱϰανώϑησαν ἐν ϖιϰϱασμῷ δȣλείας ἡμῶν, ἀλλὰ ἔϑηϰαν τὰς χεῖϱας αὐτῶν ἐϖὶ τὰς χεῖϱας τῶν εἰδώλων αὐτῶν ἐξᾶϱαι ὁϱισμὸν ϛόματός σȣ ϗ ἀφανίσαι ϰληϱονομίαν σȣ ϗ ἐμφϱάξαι ϛόμα αἰνȣ́ντων σοι ϗ σϐέσαι δόξαν οἴϰȣ σȣ ϗ ϑυσιαϛήϱιόν σȣ
4:22 ϗ ἀνοῖξαι ϛόμα ἐϑνῶν εἰς ἀϱετὰς ματαίων ϗ ϑαυμασϑῆναι ϐασιλέα σάϱϰινον εἰς αἰῶνα.
4:23 μὴ ϖαϱαδῷς, ϰύϱιε, τὸ σϰῆϖτϱόν σȣ τοῖς μὴ ȣ̓͂σιν, ϗ μὴ ϰαταγελασάτωσαν ἐν τῇ ϖτώσει ἡμῶν, ἀλλὰ ϛϱέψον τὴν ϐȣλὴν αὐτῶν ἐϖ’ αὐτȣ́ς, τὸν δὲ ἀϱξάμενον ἐφ’ ἡμᾶς ϖαϱαδειγμάτισον.
4:24 μνήσϑητι, ϰύϱιε, γνώσϑητι ἐν ϰαιϱῷ ϑλίψεως ἡμῶν ϗ ἐμὲ ϑάϱσυνον, ϐασιλεῦ τῶν ϑεῶν ϗ ϖάσης ἀϱχῆς ἐϖιϰϱατῶν·
4:25 δὸς λόγον εὔϱυϑμον εἰς τὸ ϛόμα μȣ ἐνώϖιον τȣ̃ λέοντος ϗ μετάϑες τὴν ϰαϱδίαν αὐτȣ̃ εἰς μῖσος τȣ̃ ϖολεμȣ̃ντος ἡμᾶς εἰς συντέλειαν αὐτȣ̃ ϗ τῶν ὁμονοȣ́ντων αὐτῷ·
4:26 ἡμᾶς δὲ ῥῦσαι ἐν χειϱί σȣ ϗ ϐοήϑησόν μοι τῇ μόνῃ ϗ μὴ ἐχȣ́σῃ εἰ μὴ σέ, ϰύϱιε.
4:27 ϖάντων γνῶσιν ἔχεις ϗ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων ϗ ϐδελύσσομαι ϰοίτην ἀϖεϱιτμήτων ϗ ϖαντὸς ἀλλοτϱίȣ.
4:17 w σὺ οἶδας τὴν ἀνάγϰην μȣ, ὅτι ϐδελύσσομαι τὸ σημεῖον τῆς ὑϖεϱηφανίας μȣ, ὅ ἐϛιν ἐϖὶ τῆς ϰεφαλῆς μȣ ἐν ἡμέϱαις ὀϖτασίας μȣ· ϐδελύσσομαι αὐτὸ ὡς ῥάϰος ϰαταμηνίων ϗ ȣ̓ φοϱῶ αὐτὸ ἐν ἡμέϱαις ἡσυχίας μȣ.
4:18 ϗ ȣ̓ϰ ἔφαγεν ἡ δȣ́λη σȣ τϱάϖεζαν Αμαν ϗ ȣ̓ϰ ἐδόξασα συμϖόσιον ϐασιλέως ȣ̓δὲ ἔϖιον οἶνον σϖονδῶν·
4:19 ϗ ȣ̓ϰ ηὐφϱάνϑη ἡ δȣ́λη σȣ ἀφ’ ἡμέϱας μεταϐολῆς μȣ μέχϱι νῦν ϖλὴν ἐϖὶ σοί, ϰύϱιε ὁ ϑεὸς Αϐϱααμ.
4:20 ὁ ϑεὸς ὁ ἰσχύων ἐϖὶ ϖάντας, εἰσάϰȣσον φωνὴν ἀϖηλϖισμένων ϗ ῥῦσαι ἡμᾶς ἐϰ χειϱὸς τῶν ϖονηϱευομένων· ϗ ῥῦσαί με ἐϰ τȣ̃ φόϐȣ μȣ.
5:1 Ϗ ἐγενήϑη ἐν τῇ ἡμέϱᾳ τῇ τϱίτῃ, ὡς ἐϖαύσατο ϖϱοσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς ϑεϱαϖείας ϗ ϖεϱιεϐάλετο τὴν δόξαν αὐτῆς
5:1 a ϗ γενηϑεῖσα ἐϖιφανὴς ἐϖιϰαλεσαμένη τὸν ϖάντων ἐϖόϖτην ϑεὸν ϗ σωτῆϱα ϖαϱέλαϐεν τὰς δύο ἅϐϱας ϗ τῇ μὲν μιᾷ ἐϖηϱείδετο ὡς τϱυφεϱευομένη, ἡ δὲ ἑτέϱα ἐϖηϰολȣ́ϑει ϰȣφίζȣσα τὴν ἔνδυσιν αὐτῆς,
5:2 ϗ αὐτὴ ἐϱυϑϱιῶσα ἀϰμῇ ϰάλλȣς αὐτῆς, ϗ τὸ ϖϱόσωϖον αὐτῆς ἱλαϱὸν ὡς ϖϱοσφιλές, ἡ δὲ ϰαϱδία αὐτῆς ἀϖεϛενωμένη ἀϖὸ τȣ̃ φόϐȣ.
5:3 ϗ εἰσελϑȣ̃σα ϖάσας τὰς ϑύϱας ϰατέϛη ἐνώϖιον τȣ̃ ϐασιλέως, ϗ αὐτὸς ἐϰάϑητο ἐϖὶ τȣ̃ ϑϱόνȣ τῆς ϐασιλείας αὐτȣ̃ ϗ ϖᾶσαν ϛολὴν τῆς ἐϖιφανείας αὐτȣ̃ ἐνεδεδύϰει, ὅλος διὰ χϱυσȣ̃ ϗ λίϑων ϖολυτελῶν, ϗ ἦν φοϐεϱὸς σφόδϱα.
5:4 ϗ ἄϱας τὸ ϖϱόσωϖον αὐτȣ̃ ϖεϖυϱωμένον δόξῃ ἐν ἀϰμῇ ϑυμȣ̃ ἔϐλεψεν, ϗ ἔϖεσεν ἡ ϐασίλισσα ϗ μετέϐαλεν τὸ χϱῶμα αὐτῆς ἐν ἐϰλύσει ϗ ϰατεϖέϰυψεν ἐϖὶ τὴν ϰεφαλὴν τῆς ἅϐϱας τῆς ϖϱοϖοϱευομένης.
5:5 ϗ μετέϐαλεν ὁ ϑεὸς τὸ ϖνεῦμα τȣ̃ ϐασιλέως εἰς ϖϱαύτητα, ϗ ἀγωνιάσας ἀνεϖήδησεν ἀϖὸ τȣ̃ ϑϱόνȣ αὐτȣ̃ ϗ ἀνέλαϐεν αὐτὴν ἐϖὶ τὰς ἀγϰάλας αὐτȣ̃, μέχϱις ȣ̔͂ ϰατέϛη, ϗ ϖαϱεϰάλει αὐτὴν λόγοις εἰϱηνιϰοῖς ϗ εἶϖεν αὐτῇ
5:6 Τί ἐϛιν, Εσϑηϱ; ἐγὼ ὁ ἀδελφός σȣ, ϑάϱσει, ȣ̓ μὴ ἀϖοϑάνῃς, ὅτι ϰοινὸν τὸ ϖϱόϛαγμα ἡμῶν ἐϛιν· ϖϱόσελϑε.
5:2 ϗ ἄϱας τὴν χϱυσῆν ῥάϐδον ἐϖέϑηϰεν ἐϖὶ τὸν τϱάχηλον αὐτῆς ϗ ἠσϖάσατο αὐτὴν ϗ εἶϖεν Λάλησόν μοι.
5:2 a ϗ εἶϖεν αὐτῷ Εἶδόν σε, ϰύϱιε, ὡς ἄγγελον ϑεȣ̃, ϗ ἐταϱάχϑη ἡ ϰαϱδία μȣ ἀϖὸ φόϐȣ τῆς δόξης σȣ· ὅτι ϑαυμαϛὸς εἶ, ϰύϱιε, ϗ τὸ ϖϱόσωϖόν σȣ χαϱίτων μεϛόν.
5:3 ἐν δὲ τῷ διαλέγεσϑαι αὐτὴν ἔϖεσεν ἀϖὸ ἐϰλύσεως αὐτῆς, ϗ ὁ ϐασιλεὺς ἐταϱάσσετο, ϗ ϖᾶσα ἡ ϑεϱαϖεία αὐτȣ̃ ϖαϱεϰάλει αὐτήν. ϗ εἶϖεν ὁ ϐασιλεύς Τί ϑέλεις, Εσϑηϱ, ϗ τί σȣ́ ἐϛιν τὸ ἀξίωμα; ἕως τȣ̃ ἡμίσȣς τῆς ϐασιλείας μȣ ϗ ἔϛαι σοι.
5:4 εἶϖεν δὲ Εσϑηϱ Ἡμέϱα μȣ ἐϖίσημος σήμεϱόν ἐϛιν· εἰ ȣ̓͂ν δοϰεῖ τῷ ϐασιλεῖ, ἐλϑάτω ϗ αὐτὸς ϗ Αμαν εἰς τὴν δοχήν, ἣν ϖοιήσω σήμεϱον.
5:5 ϗ εἶϖεν ὁ ϐασιλεύς Κατασϖεύσατε Αμαν, ὅϖως ϖοιήσωμεν τὸν λόγον Εσϑηϱ· ϗ ϖαϱαγίνονται ἀμφότεϱοι εἰς τὴν δοχήν, ἣν εἶϖεν Εσϑηϱ.
5:6 ἐν δὲ τῷ ϖότῳ εἶϖεν ὁ ϐασιλεὺς ϖϱὸς Εσϑηϱ Τί ἐϛιν, ϐασίλισσα Εσϑηϱ; ϗ ἔϛαι σοι ὅσα ἀξιοῖς.
5:7 ϗ εἶϖεν Τὸ αἴτημά μȣ ϗ τὸ ἀξίωμά μȣ·
5:8 εἰ εὗϱον χάϱιν ἐνώϖιον τȣ̃ ϐασιλέως, ἐλϑάτω ὁ ϐασιλεὺς ϗ Αμαν ἐϖὶ τὴν αὔϱιον εἰς τὴν δοχήν, ἣν ϖοιήσω αὐτοῖς, ϗ αὔϱιον ϖοιήσω τὰ αὐτά.
5:9 Ϗ ἐξῆλϑεν ὁ Αμαν ἀϖὸ τȣ̃ ϐασιλέως ὑϖεϱχαϱὴς εὐφϱαινόμενος· ἐν δὲ τῷ ἰδεῖν Αμαν Μαϱδοχαῖον τὸν Ιȣδαῖον ἐν τῇ αὐλῇ ἐϑυμώϑη σφόδϱα.
5:10 ϗ εἰσελϑὼν εἰς τὰ ἴδια ἐϰάλεσεν τȣ̀ς φίλȣς ϗ Ζωσαϱαν τὴν γυναῖϰα αὐτȣ̃
5:11 ϗ ὑϖέδειξεν αὐτοῖς τὸν ϖλȣ̃τον αὐτȣ̃ ϗ τὴν δόξαν, ἣν ὁ ϐασιλεὺς αὐτῷ ϖεϱιέϑηϰεν, ϗ ὡς ἐϖοίησεν αὐτὸν ϖϱωτεύειν ϗ ἡγεῖσϑαι τῆς ϐασιλείας.
5:12 ϗ εἶϖεν Αμαν Ȣ̓ ϰέϰληϰεν ἡ ϐασίλισσα μετὰ τȣ̃ ϐασιλέως ȣ̓δένα εἰς τὴν δοχὴν ἀλλ’ ἢ ἐμέ, ϗ εἰς τὴν αὔϱιον ϰέϰλημαι·
5:13 ϗ ταῦτά μοι ȣ̓ϰ ἀϱέσϰει, ὅταν ἴδω Μαϱδοχαῖον τὸν Ιȣδαῖον ἐν τῇ αὐλῇ.
5:14 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Ζωσαϱα ἡ γυνὴ αὐτȣ̃ ϗ οἱ φίλοι Κοϖήτω σοι ξύλον ϖηχῶν ϖεντήϰοντα, ὄϱϑϱȣ δὲ εἰϖὸν τῷ ϐασιλεῖ ϗ ϰϱεμασϑήτω Μαϱδοχαῖος ἐϖὶ τȣ̃ ξύλȣ· σὺ δὲ εἴσελϑε εἰς τὴν δοχὴν σὺν τῷ ϐασιλεῖ ϗ εὐφϱαίνȣ. ϗ ἤϱεσεν τὸ ῥῆμα τῷ Αμαν, ϗ ἡτοιμάσϑη τὸ ξύλον.
6:1 Ὁ δὲ ϰύϱιος ἀϖέϛησεν τὸν ὕϖνον ἀϖὸ τȣ̃ ϐασιλέως τὴν νύϰτα ἐϰείνην, ϗ εἶϖεν τῷ διδασϰάλῳ αὐτȣ̃ εἰσφέϱειν γϱάμματα μνημόσυνα τῶν ἡμεϱῶν ἀναγινώσϰειν αὐτῷ.
6:2 εὗϱεν δὲ τὰ γϱάμματα τὰ γϱαφέντα ϖεϱὶ Μαϱδοχαίȣ, ὡς ἀϖήγγειλεν τῷ ϐασιλεῖ ϖεϱὶ τῶν δύο εὐνȣ́χων τȣ̃ ϐασιλέως ἐν τῷ φυλάσσειν αὐτȣ̀ς ϗ ζητῆσαι ἐϖιϐαλεῖν τὰς χεῖϱας Ἀϱταξέϱξῃ.
6:3 εἶϖεν δὲ ὁ ϐασιλεύς Τίνα δόξαν ἢ χάϱιν ἐϖοιήσαμεν τῷ Μαϱδοχαίῳ; ϗ εἶϖαν οἱ διάϰονοι τȣ̃ ϐασιλέως Ȣ̓ϰ ἐϖοίησας αὐτῷ ȣ̓δέν.
6:4 ἐν δὲ τῷ ϖυνϑάνεσϑαι τὸν ϐασιλέα ϖεϱὶ τῆς εὐνοίας Μαϱδοχαίȣ ἰδȣ̀ Αμαν ἐν τῇ αὐλῇ· εἶϖεν δὲ ὁ ϐασιλεύς Τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Αμαν εἰσῆλϑεν εἰϖεῖν τῷ ϐασιλεῖ ϰϱεμάσαι τὸν Μαϱδοχαῖον ἐϖὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασεν.
6:5 ϗ εἶϖαν οἱ διάϰονοι τȣ̃ ϐασιλέως Ἰδȣ̀ Αμαν ἕϛηϰεν ἐν τῇ αὐλῇ· ϗ εἶϖεν ὁ ϐασιλεύς Καλέσατε αὐτόν.
6:6 εἶϖεν δὲ ὁ ϐασιλεὺς τῷ Αμαν Τί ϖοιήσω τῷ ἀνϑϱώϖῳ, ὃν ἐγὼ ϑέλω δοξάσαι; εἶϖεν δὲ ἐν ἑαυτῷ Αμαν Τίνα ϑέλει ὁ ϐασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ;
6:7 εἶϖεν δὲ ϖϱὸς τὸν ϐασιλέα Ἄνϑϱωϖον, ὃν ὁ ϐασιλεὺς ϑέλει δοξάσαι,
6:8 ἐνεγϰάτωσαν οἱ ϖαῖδες τȣ̃ ϐασιλέως ϛολὴν ϐυσσίνην, ἣν ὁ ϐασιλεὺς ϖεϱιϐάλλεται, ϗ ἵϖϖον, ἐφ’ ὃν ὁ ϐασιλεὺς ἐϖιϐαίνει,
6:9 ϗ δότω ἑνὶ τῶν φίλων τȣ̃ ϐασιλέως τῶν ἐνδόξων ϗ ϛολισάτω τὸν ἄνϑϱωϖον, ὃν ὁ ϐασιλεὺς ἀγαϖᾷ, ϗ ἀναϐιϐασάτω αὐτὸν ἐϖὶ τὸν ἵϖϖον ϗ ϰηϱυσσέτω διὰ τῆς ϖλατείας τῆς ϖόλεως λέγων ȣ̔́τως ἔϛαι ϖαντὶ ἀνϑϱώϖῳ, ὃν ὁ ϐασιλεὺς δοξάζει.
6:10 εἶϖεν δὲ ὁ ϐασιλεὺς τῷ Αμαν Καϑὼς ἐλάλησας, ȣ̔́τως ϖοίησον τῷ Μαϱδοχαίῳ τῷ Ιȣδαίῳ τῷ ϑεϱαϖεύοντι ἐν τῇ αὐλῇ, ϗ μὴ ϖαϱαϖεσάτω σȣ λόγος ὧν ἐλάλησας.
6:11 ἔλαϐεν δὲ Αμαν τὴν ϛολὴν ϗ τὸν ἵϖϖον ϗ ἐϛόλισεν τὸν Μαϱδοχαῖον ϗ ἀνεϐίϐασεν αὐτὸν ἐϖὶ τὸν ἵϖϖον ϗ διῆλϑεν διὰ τῆς ϖλατείας τῆς ϖόλεως ϗ ἐϰήϱυσσεν λέγων ȣ̔́τως ἔϛαι ϖαντὶ ἀνϑϱώϖῳ, ὃν ὁ ϐασιλεὺς ϑέλει δοξάσαι.
6:12 ἐϖέϛϱεψεν δὲ ὁ Μαϱδοχαῖος εἰς τὴν αὐλήν, Αμαν δὲ ὑϖέϛϱεψεν εἰς τὰ ἴδια λυϖȣ́μενος ϰατὰ ϰεφαλῆς.
6:13 ϗ διηγήσατο Αμαν τὰ συμϐεϐηϰότα αὐτῷ Ζωσαϱα τῇ γυναιϰὶ αὐτȣ̃ ϗ τοῖς φίλοις, ϗ εἶϖαν ϖϱὸς αὐτὸν οἱ φίλοι ϗ ἡ γυνή Εἰ ἐϰ γένȣς Ιȣδαίων Μαϱδοχαῖος, ἦϱξαι ταϖεινȣ̃σϑαι ἐνώϖιον αὐτȣ̃, ϖεσὼν ϖεσῇ· ȣ̓ μὴ δύνῃ αὐτὸν ἀμύνασϑαι, ὅτι ϑεὸς ζῶν μετ’ αὐτȣ̃. –
6:14 ἔτι αὐτῶν λαλȣ́ντων ϖαϱαγίνονται οἱ εὐνȣ̃χοι ἐϖισϖεύδοντες τὸν Αμαν ἐϖὶ τὸν ϖότον, ὃν ἡτοίμασεν Εσϑηϱ.
7:1 Εἰσῆλϑεν δὲ ὁ ϐασιλεὺς ϗ Αμαν συμϖιεῖν τῇ ϐασιλίσσῃ.
7:2 εἶϖεν δὲ ὁ ϐασιλεὺς Εσϑηϱ τῇ δευτέϱᾳ ἡμέϱᾳ ἐν τῷ ϖότῳ Τί ἐϛιν, Εσϑηϱ ϐασίλισσα, ϗ τί τὸ αἴτημά σȣ ϗ τί τὸ ἀξίωμά σȣ; ϗ ἔϛω σοι ἕως τȣ̃ ἡμίσȣς τῆς ϐασιλείας μȣ.
7:3 ϗ ἀϖοϰϱιϑεῖσα εἶϖεν Εἰ εὗϱον χάϱιν ἐνώϖιον τȣ̃ ϐασιλέως, δοϑήτω ἡ ψυχή μȣ τῷ αἰτήματί μȣ ϗ ὁ λαός μȣ τῷ ἀξιώματί μȣ·
7:4 ἐϖϱάϑημεν γὰϱ ἐγώ τε ϗ ὁ λαός μȣ εἰς ἀϖώλειαν ϗ διαϱϖαγὴν ϗ δȣλείαν, ἡμεῖς ϗ τὰ τέϰνα ἡμῶν εἰς ϖαῖδας ϗ ϖαιδίσϰας, ϗ ϖαϱήϰȣσα· ȣ̓ γὰϱ ἄξιος ὁ διάϐολος τῆς αὐλῆς τȣ̃ ϐασιλέως.
7:5 εἶϖεν δὲ ὁ ϐασιλεύς Τίς ȣ̔͂τος, ὅϛις ἐτόλμησεν ϖοιῆσαι τὸ ϖϱᾶγμα τȣ̃το;
7:6 εἶϖεν δὲ Εσϑηϱ Ἄνϑϱωϖος ἐχϑϱὸς Αμαν ὁ ϖονηϱὸς ȣ̔͂τος. Αμαν δὲ ἐταϱάχϑη ἀϖὸ τȣ̃ ϐασιλέως ϗ τῆς ϐασιλίσσης.
7:7 ὁ δὲ ϐασιλεὺς ἐξανέϛη ἐϰ τȣ̃ συμϖοσίȣ εἰς τὸν ϰῆϖον· ὁ δὲ Αμαν ϖαϱῃτεῖτο τὴν ϐασίλισσαν, ἑώϱα γὰϱ ἑαυτὸν ἐν ϰαϰοῖς ὄντα.
7:8 ἐϖέϛϱεψεν δὲ ὁ ϐασιλεὺς ἐϰ τȣ̃ ϰήϖȣ, Αμαν δὲ ἐϖιϖεϖτώϰει ἐϖὶ τὴν ϰλίνην ἀξιῶν τὴν ϐασίλισσαν· εἶϖεν δὲ ὁ ϐασιλεύς Ὥϛε ϗ τὴν γυναῖϰα ϐιάζῃ ἐν τῇ οἰϰίᾳ μȣ; Αμαν δὲ ἀϰȣ́σας διετϱάϖη τῷ ϖϱοσώϖῳ.
7:9 εἶϖεν δὲ Βȣγαϑαν εἷς τῶν εὐνȣ́χων ϖϱὸς τὸν ϐασιλέα Ἰδȣ̀ ϗ ξύλον ἡτοίμασεν Αμαν Μαϱδοχαίῳ τῷ λαλήσαντι ϖεϱὶ τȣ̃ ϐασιλέως, ϗ ὤϱϑωται ἐν τοῖς Αμαν ξύλον ϖηχῶν ϖεντήϰοντα. εἶϖεν δὲ ὁ ϐασιλεύς Ϛαυϱωϑήτω ἐϖ’ αὐτȣ̃.
7:10 ϗ ἐϰϱεμάσϑη Αμαν ἐϖὶ τȣ̃ ξύλȣ, ὃ ἡτοίμασεν Μαϱδοχαίῳ. ϗ τότε ὁ ϐασιλεὺς ἐϰόϖασεν τȣ̃ ϑυμȣ̃.
8:1 Ϗ ἐν αὐτῇ τῇ ἡμέϱᾳ ὁ ϐασιλεὺς Ἀϱταξέϱξης ἐδωϱήσατο Εσϑηϱ ὅσα ὑϖῆϱχεν Αμαν τῷ διαϐόλῳ, ϗ Μαϱδοχαῖος ϖϱοσεϰλήϑη ὑϖὸ τȣ̃ ϐασιλέως, ὑϖέδειξεν γὰϱ Εσϑηϱ ὅτι ἐνοιϰείωται αὐτῇ.
8:2 ἔλαϐεν δὲ ὁ ϐασιλεὺς τὸν δαϰτύλιον, ὃν ἀφείλατο Αμαν, ϗ ἔδωϰεν αὐτὸν Μαϱδοχαίῳ, ϗ ϰατέϛησεν Εσϑηϱ Μαϱδοχαῖον ἐϖὶ ϖάντων τῶν Αμαν.
8:3 ϗ ϖϱοσϑεῖσα ἐλάλησεν ϖϱὸς τὸν ϐασιλέα ϗ ϖϱοσέϖεσεν ϖϱὸς τȣ̀ς ϖόδας αὐτȣ̃ ϗ ἠξίȣ ἀφελεῖν τὴν Αμαν ϰαϰίαν ϗ ὅσα ἐϖοίησεν τοῖς Ιȣδαίοις.
8:4 ἐξέτεινεν δὲ ὁ ϐασιλεὺς Εσϑηϱ τὴν ῥάϐδον τὴν χϱυσῆν, ἐξηγέϱϑη δὲ Εσϑηϱ ϖαϱεϛηϰέναι τῷ ϐασιλεῖ.
8:5 ϗ εἶϖεν Εσϑηϱ Εἰ δοϰεῖ σοι ϗ εὗϱον χάϱιν, ϖεμφϑήτω ἀϖοϛϱαφῆναι τὰ γϱάμματα τὰ ἀϖεϛαλμένα ὑϖὸ Αμαν τὰ γϱαφέντα ἀϖολέσϑαι τȣ̀ς Ιȣδαίȣς, οἵ εἰσιν ἐν τῇ ϐασιλείᾳ σȣ·
8:6 ϖῶς γὰϱ δυνήσομαι ἰδεῖν τὴν ϰάϰωσιν τȣ̃ λαȣ̃ μȣ ϗ ϖῶς δυνήσομαι σωϑῆναι ἐν τῇ ἀϖωλείᾳ τῆς ϖατϱίδος μȣ;
8:7 ϗ εἶϖεν ὁ ϐασιλεὺς ϖϱὸς Εσϑηϱ Εἰ ϖάντα τὰ ὑϖάϱχοντα Αμαν ἔδωϰα ϗ ἐχαϱισάμην σοι ϗ αὐτὸν ἐϰϱέμασα ἐϖὶ ξύλȣ, ὅτι τὰς χεῖϱας ἐϖήνεγϰε τοῖς Ιȣδαίοις, τί ἔτι ἐϖιζητεῖς;
8:8 γϱάψατε ϗ ὑμεῖς ἐϰ τȣ̃ ὀνόματός μȣ ὡς δοϰεῖ ὑμῖν ϗ σφϱαγίσατε τῷ δαϰτυλίῳ μȣ· ὅσα γὰϱ γϱάφεται τȣ̃ ϐασιλέως ἐϖιτάξαντος ϗ σφϱαγισϑῇ τῷ δαϰτυλίῳ μȣ, ȣ̓ϰ ἔϛιν αὐτοῖς ἀντειϖεῖν.
8:9 ἐϰλήϑησαν δὲ οἱ γϱαμματεῖς ἐν τῷ ϖϱώτῳ μηνί, ὅς ἐϛι Νισα, τϱίτῃ ϗ εἰϰάδι τȣ̃ αὐτȣ̃ ἔτȣς, ϗ ἐγϱάφη τοῖς Ιȣδαίοις ὅσα ἐνετείλατο τοῖς οἰϰονόμοις ϗ τοῖς ἄϱχȣσιν τῶν σατϱαϖῶν ἀϖὸ τῆς Ἰνδιϰῆς ἕως τῆς Αἰϑιοϖίας, ἑϰατὸν εἴϰοσι ἑϖτὰ σατϱαϖείαις ϰατὰ χώϱαν ϗ χώϱαν, ϰατὰ τὴν ἑαυτῶν λέξιν.
8:10 ἐγϱάφη δὲ διὰ τȣ̃ ϐασιλέως ϗ ἐσφϱαγίσϑη τῷ δαϰτυλίῳ αὐτȣ̃, ϗ ἐξαϖέϛειλαν τὰ γϱάμματα διὰ ϐιϐλιαφόϱων,
8:11 ὡς ἐϖέταξεν αὐτοῖς χϱῆσϑαι τοῖς νόμοις αὐτῶν ἐν ϖάσῃ ϖόλει ϐοηϑῆσαί τε αὑτοῖς ϗ χϱῆσϑαι τοῖς ἀντιδίϰοις αὐτῶν ϗ τοῖς ἀντιϰειμένοις αὐτῶν ὡς ϐȣ́λονται,
8:12 ἐν ἡμέϱᾳ μιᾷ ἐν ϖάσῃ τῇ ϐασιλείᾳ Ἀϱταξέϱξȣ, τῇ τϱισϰαιδεϰάτῃ τȣ̃ δωδεϰάτȣ μηνός, ὅς ἐϛιν Αδαϱ.
8:12 a Ὧν ἐϛιν ἀντίγϱαφον τῆς ἐϖιϛολῆς τὰ ὑϖογεγϱαμμένα
8:13 Βασιλεὺς μέγας Ἀϱταξέϱξης τοῖς ἀϖὸ τῆς Ἰνδιϰῆς ἕως τῆς Αἰϑιοϖίας ἑϰατὸν εἴϰοσι ἑϖτὰ σατϱαϖείαις χωϱῶν ἄϱχȣσι ϗ τοῖς τὰ ἡμέτεϱα φϱονȣ̃σι χαίϱειν.
8:14 ϖολλοὶ τῇ ϖλείϛῃ τῶν εὐεϱγετȣ́ντων χϱηϛότητι ϖυϰνότεϱον τιμώμενοι μεῖζον ἐφϱόνησαν ϗ ȣ̓ μόνον τȣ̀ς ὑϖοτεταγμένȣς ἡμῖν ζητȣ̃σι ϰαϰοϖοιεῖν, τόν τε ϰόϱον ȣ̓ δυνάμενοι φέϱειν ϗ τοῖς ἑαυτῶν εὐεϱγέταις ἐϖιχειϱȣ̃σι μηχανᾶσϑαι·
8:15 ϗ τὴν εὐχαϱιϛίαν ȣ̓ μόνον ἐϰ τῶν ἀνϑϱώϖων ἀνταναιϱȣ̃ντες, ἀλλὰ ϗ τοῖς τῶν ἀϖειϱαγάϑων ϰόμϖοις ἐϖαϱϑέντες τȣ̃ τὰ ϖάντα ϰατοϖτεύοντος ἀεὶ ϑεȣ̃ μισοϖόνηϱον ὑϖολαμϐάνȣσιν ἐϰφεύξεσϑαι δίϰην.
8:13 ϖολλάϰις δὲ ϗ ϖολλȣ̀ς τῶν ἐϖ’ ἐξȣσίαις τεταγμένων τῶν ϖιϛευϑέντων χειϱίζειν φίλων τὰ ϖϱάγματα ϖαϱαμυϑία μεταιτίȣς αἱμάτων ἀϑῴων ϰαταϛήσασα ϖεϱιέϐαλε συμφοϱαῖς ἀνηϰέϛοις
8:14 τῷ τῆς ϰαϰοηϑείας ψευδεῖ ϖαϱαλογισμῷ ϖαϱαλογισαμένων τὴν τῶν ἐϖιϰϱατȣ́ντων ἀϰέϱαιον εὐγνωμοσύνην.
8:15 σϰοϖεῖν δὲ ἔξεϛιν, ȣ̓ τοσȣ̃τον ἐϰ τῶν ϖαλαιοτέϱων ὧν ϖαϱεδώϰαμεν ἱϛοϱιῶν, ὅσα ἐϛὶν ϖαϱὰ ϖόδας ὑμᾶς ἐϰζητȣ̃ντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναϛευόντων λοιμότητι,
8:16 ϗ ϖϱοσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν ϐασιλείαν ἀτάϱαχον τοῖς ϖᾶσιν ἀνϑϱώϖοις μετ’ εἰϱήνης ϖαϱεξόμεϑα
8:17 χϱώμενοι ταῖς μεταϐολαῖς, τὰ δὲ ὑϖὸ τὴν ὄψιν ἐϱχόμενα διαϰϱίνοντες ἀεὶ μετ’ ἐϖιειϰεϛέϱας ἀϖαντήσεως.
8:12 k ὡς γὰϱ Αμαν Αμαδαϑȣ Μαϰεδών, ταῖς ἀληϑείαις ἀλλότϱιος τȣ̃ τῶν Πεϱσῶν αἵματος ϗ ϖολὺ διεϛηϰὼς τῆς ἡμετέϱας χϱηϛότητος, ἐϖιξενωϑεὶς ἡμῖν
8:13 ἔτυχεν ἧς ἔχομεν ϖϱὸς ϖᾶν ἔϑνος φιλανϑϱωϖίας ἐϖὶ τοσȣ̃τον ὥϛε ἀναγοϱεύεσϑαι ἡμῶν ϖατέϱα ϗ ϖϱοσϰυνȣ́μενον ὑϖὸ ϖάντων τὸ δεύτεϱον τȣ̃ ϐασιλιϰȣ̃ ϑϱόνȣ ϖϱόσωϖον διατελεῖν,
8:14 ȣ̓ϰ ἐνέγϰας δὲ τὴν ὑϖεϱηφανίαν ἐϖετήδευσεν τῆς ἀϱχῆς ϛεϱῆσαι ἡμᾶς ϗ τȣ̃ ϖνεύματος
8:15 τόν τε ἡμέτεϱον σωτῆϱα ϗ διὰ ϖαντὸς εὐεϱγέτην Μαϱδοχαῖον ϗ τὴν ἄμεμϖτον τῆς ϐασιλείας ϰοινωνὸν Εσϑηϱ σὺν ϖαντὶ τῷ τȣ́των ἔϑνει ϖολυϖλόϰοις μεϑόδων ϖαϱαλογισμοῖς αἰτησάμενος εἰς ἀϖώλειαν·
8:16 διὰ γὰϱ τῶν τϱόϖων τȣ́των ᾠήϑη λαϐὼν ἡμᾶς ἐϱήμȣς τὴν τῶν Πεϱσῶν ἐϖιϰϱάτησιν εἰς τȣ̀ς Μαϰεδόνας μετάξαι.
8:17 ἡμεῖς δὲ τȣ̀ς ὑϖὸ τȣ̃ τϱισαλιτηϱίȣ ϖαϱαδεδομένȣς εἰς ἀφανισμὸν Ιȣδαίȣς εὑϱίσϰομεν ȣ̓ ϰαϰȣ́ϱγȣς ὄντας, διϰαιοτάτοις δὲ ϖολιτευομένȣς νόμοις,
8:18 ὄντας δὲ υἱȣ̀ς τȣ̃ ὑψίϛȣ μεγίϛȣ ζῶντος ϑεȣ̃ τȣ̃ ϰατευϑύνοντος ἡμῖν τε ϗ τοῖς ϖϱογόνοις ἡμῶν τὴν ϐασιλείαν ἐν τῇ ϰαλλίϛῃ διαϑέσει.
8:19 ϰαλῶς ȣ̓͂ν ϖοιήσετε μὴ ϖϱοσχϱησάμενοι τοῖς ὑϖὸ Αμαν Αμαδαϑȣ ἀϖοϛαλεῖσι γϱάμμασιν διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεϱγασάμενον ϖϱὸς ταῖς Σȣ́σων ϖύλαις ἐϛαυϱῶσϑαι σὺν τῇ ϖανοιϰίᾳ, τὴν ϰαταξίαν τȣ̃ τὰ ϖάντα ἐϖιϰϱατȣ̃ντος ϑεȣ̃ διὰ τάχȣς ἀϖοδόντος αὐτῷ ϰϱίσιν,
8:20 τὸ δὲ ἀντίγϱαφον τῆς ἐϖιϛολῆς ταύτης ἐϰϑέντες ἐν ϖαντὶ τόϖῳ μετὰ ϖαϱϱησίας ἐᾶν τȣ̀ς Ιȣδαίȣς χϱῆσϑαι τοῖς ἑαυτῶν νομίμοις ϗ συνεϖισχύειν αὐτοῖς ὅϖως τȣ̀ς ἐν ϰαιϱῷ ϑλίψεως ἐϖιϑεμένȣς αὐτοῖς ἀμύνωνται τῇ τϱισϰαιδεϰάτῃ τȣ̃ δωδεϰάτȣ μηνὸς Αδαϱ τῇ αὐτῇ ἡμέϱᾳ·
8:21 ταύτην γὰϱ ὁ ϖάντα δυναϛεύων ϑεὸς ἀντ ὀλεϑϱίας τȣ̃ ἐϰλεϰτȣ̃ γένȣς ἐϖοίησεν αὐτοῖς εὐφϱοσύνην.
8:22 ϗ ὑμεῖς ȣ̓͂ν ἐν ταῖς ἐϖωνύμοις ὑμῶν ἑοϱταῖς ἐϖίσημον ἡμέϱαν μετὰ ϖάσης εὐωχίας ἄγετε, ὅϖως ϗ νῦν ϗ μετὰ ταῦτα σωτηϱία ᾖ ἡμῖν ϗ τοῖς εὐνοȣ̃σιν Πέϱσαις, τοῖς δὲ ἡμῖν ἐϖιϐȣλεύȣσιν μνημόσυνον τῆς ἀϖωλείας.
8:12 x ϖᾶσα δὲ ϖόλις ἢ χώϱα τὸ σύνολον, ἥτις ϰατὰ ταῦτα μὴ ϖοιήσῃ, δόϱατι ϗ ϖυϱὶ ϰαταναλωϑήσεται μετ’ ὀϱγῆς· ȣ̓ μόνον ἀνϑϱώϖοις ἄϐατος, ἀλλὰ ϗ ϑηϱίοις ϗ ϖετεινοῖς εἰς τὸν ἅϖαντα χϱόνον ἔχϑιϛος ϰαταϛαϑήσεται.
8:13 τὰ δὲ ἀντίγϱαφα ἐϰτιϑέσϑωσαν ὀφϑαλμοφανῶς ἐν ϖάσῃ τῇ ϐασιλείᾳ, ἑτοίμȣς τε εἶναι ϖάντας τȣ̀ς Ιȣδαίȣς εἰς ταύτην τὴν ἡμέϱαν ϖολεμῆσαι αὐτῶν τȣ̀ς ὑϖεναντίȣς.
8:14 Οἱ μὲν ȣ̓͂ν ἱϖϖεῖς ἐξῆλϑον σϖεύδοντες τὰ ὑϖὸ τȣ̃ ϐασιλέως λεγόμενα ἐϖιτελεῖν· ἐξετέϑη δὲ τὸ ϖϱόϛαγμα ϗ ἐν Σȣ́σοις.
8:15 ὁ δὲ Μαϱδοχαῖος ἐξῆλϑεν ἐϛολισμένος τὴν ϐασιλιϰὴν ϛολὴν ϗ ϛέφανον ἔχων χϱυσȣ̃ν ϗ διάδημα ϐύσσινον ϖοϱφυϱȣ̃ν· ἰδόντες δὲ οἱ ἐν Σȣ́σοις ἐχάϱησαν.
8:16 τοῖς δὲ Ιȣδαίοις ἐγένετο φῶς ϗ εὐφϱοσύνη·
8:17 ϰατὰ ϖόλιν ϗ χώϱαν, ȣ̔͂ ἂν ἐξετέϑη τὸ ϖϱόϛαγμα, ȣ̔͂ ἂν ἐξετέϑη τὸ ἔϰϑεμα, χαϱὰ ϗ εὐφϱοσύνη τοῖς Ιȣδαίοις, ϰώϑων ϗ εὐφϱοσύνη, ϗ ϖολλοὶ τῶν ἐϑνῶν ϖεϱιετέμοντο ϗ ιȣδάιζον διὰ τὸν φόϐον τῶν Ιȣδαίων.
9:1 Ἐν γὰϱ τῷ δωδεϰάτῳ μηνὶ τϱισϰαιδεϰάτῃ τȣ̃ μηνός, ὅς ἐϛιν Αδαϱ, ϖαϱῆν τὰ γϱάμματα τὰ γϱαφέντα ὑϖὸ τȣ̃ ϐασιλέως.
9:2 ἐν αὐτῇ τῇ ἡμέϱᾳ ἀϖώλοντο οἱ ἀντιϰείμενοι τοῖς Ιȣδαίοις· ȣ̓δεὶς γὰϱ ἀντέϛη φοϐȣ́μενος αὐτȣ́ς.
9:3 οἱ γὰϱ ἄϱχοντες τῶν σατϱαϖῶν ϗ οἱ τύϱαννοι ϗ οἱ ϐασιλιϰοὶ γϱαμματεῖς ἐτίμων τȣ̀ς Ιȣδαίȣς· ὁ γὰϱ φόϐος Μαϱδοχαίȣ ἐνέϰειτο αὐτοῖς.
9:4 ϖϱοσέϖεσεν γὰϱ τὸ ϖϱόϛαγμα τȣ̃ ϐασιλέως ὀνομασϑῆναι ἐν ϖάσῃ τῇ ϐασιλείᾳ.
9:6 ϗ ἐν Σȣ́σοις τῇ ϖόλει ἀϖέϰτειναν οἱ Ιȣδαῖοι ἄνδϱας ϖενταϰοσίȣς
9:7 τόν τε Φαϱσαννεϛαιν ϗ Δελφων ϗ Φασγα
9:8 ϗ Φαϱδαϑα ϗ Βαϱεα ϗ Σαϱϐαχα
9:9 ϗ Μαϱμασιμα ϗ Αϱȣφαιον ϗ Αϱσαιον ϗ Ζαϐȣϑαιϑαν,
9:10 τȣ̀ς δέϰα υἱȣ̀ς Αμαν Αμαδαϑȣ Βȣγαίȣ τȣ̃ ἐχϑϱȣ̃ τῶν Ιȣδαίων, ϗ διήϱϖασαν. –
9:11 ἐν αὐτῇ τῇ ἡμέϱᾳ ἐϖεδόϑη ὁ ἀϱιϑμὸς τῷ ϐασιλεῖ τῶν ἀϖολωλότων ἐν Σȣ́σοις.
9:12 εἶϖεν δὲ ὁ ϐασιλεὺς ϖϱὸς Εσϑηϱ Ἀϖώλεσαν οἱ Ιȣδαῖοι ἐν Σȣ́σοις τῇ ϖόλει ἄνδϱας ϖενταϰοσίȣς· ἐν δὲ τῇ ϖεϱιχώϱῳ ϖῶς οἴει ἐχϱήσαντο; τί ȣ̓͂ν ἀξιοῖς ἔτι ϗ ἔϛαι σοι;
9:13 ϗ εἶϖεν Εσϑηϱ τῷ ϐασιλεῖ Δοϑήτω τοῖς Ιȣδαίοις χϱῆσϑαι ὡσαύτως τὴν αὔϱιον ὥϛε τȣ̀ς δέϰα υἱȣ̀ς ϰϱεμάσαι Αμαν.
9:14 ϗ ἐϖέτϱεψεν ȣ̔́τως γενέσϑαι ϗ ἐξέϑηϰε τοῖς Ιȣδαίοις τῆς ϖόλεως τὰ σώματα τῶν υἱῶν Αμαν ϰϱεμάσαι.
9:15 ϗ συνήχϑησαν οἱ Ιȣδαῖοι ἐν Σȣ́σοις τῇ τεσσαϱεσϰαιδεϰάτῃ τȣ̃ Αδαϱ ϗ ἀϖέϰτειναν ἄνδϱας τϱιαϰοσίȣς ϗ ȣ̓δὲν διήϱϖασαν. –
9:16 οἱ δὲ λοιϖοὶ τῶν Ιȣδαίων οἱ ἐν τῇ ϐασιλείᾳ συνήχϑησαν ϗ ἑαυτοῖς ἐϐοήϑȣν ϗ ἀνεϖαύσαντο ἀϖὸ τῶν ϖολεμίων· ἀϖώλεσαν γὰϱ αὐτῶν μυϱίȣς ϖενταϰισχιλίȣς τῇ τϱισϰαιδεϰάτῃ τȣ̃ Αδαϱ ϗ ȣ̓δὲν διήϱϖασαν.
9:17 ϗ ἀνεϖαύσαντο τῇ τεσσαϱεσϰαιδεϰάτῃ τȣ̃ αὐτȣ̃ μηνὸς ϗ ἦγον αὐτὴν ἡμέϱαν ἀναϖαύσεως μετὰ χαϱᾶς ϗ εὐφϱοσύνης.
9:18 οἱ δὲ Ιȣδαῖοι οἱ ἐν Σȣ́σοις τῇ ϖόλει συνήχϑησαν ϗ τῇ τεσσαϱεσϰαιδεϰάτῃ ϗ ȣ̓ϰ ἀνεϖαύσαντο· ἦγον δὲ ϗ τὴν ϖεντεϰαιδεϰάτην μετὰ χαϱᾶς ϗ εὐφϱοσύνης.
9:19 διὰ τȣ̃το ȣ̓͂ν οἱ Ιȣδαῖοι οἱ διεσϖαϱμένοι ἐν ϖάσῃ χώϱᾳ τῇ ἔξω ἄγȣσιν τὴν τεσσαϱεσϰαιδεϰάτην τȣ̃ Αδαϱ ἡμέϱαν ἀγαϑὴν μετ’ εὐφϱοσύνης ἀϖοϛέλλοντες μεϱίδας ἕϰαϛος τῷ ϖλησίον, οἱ δὲ ϰατοιϰȣ̃ντες ἐν ταῖς μητϱοϖόλεσιν ϗ τὴν ϖεντεϰαιδεϰάτην τȣ̃ Αδαϱ ἡμέϱαν εὐφϱοσύνην ἀγαϑὴν ἄγȣσιν ἐξαϖοϛέλλοντες μεϱίδας τοῖς ϖλησίον.
9:20 Ἔγϱαψεν δὲ Μαϱδοχαῖος τȣ̀ς λόγȣς τȣ́τȣς εἰς ϐιϐλίον ϗ ἐξαϖέϛειλεν τοῖς Ιȣδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀϱταξέϱξȣ ϐασιλείᾳ, τοῖς ἐγγὺς ϗ τοῖς μαϰϱάν,
9:21 ϛῆσαι τὰς ἡμέϱας ταύτας ἀγαϑὰς ἄγειν τε τὴν τεσσαϱεσϰαιδεϰάτην ϗ τὴν ϖεντεϰαιδεϰάτην τȣ̃ Αδαϱ –
9:22 ἐν γὰϱ ταύταις ταῖς ἡμέϱαις ἀνεϖαύσαντο οἱ Ιȣδαῖοι ἀϖὸ τῶν ἐχϑϱῶν αὐτῶν – ϗ τὸν μῆνα, ἐν ᾧ ἐϛϱάφη αὐτοῖς [ὃς ἦν Αδαϱ] ἀϖὸ ϖένϑȣς εἰς χαϱὰν ϗ ἀϖὸ ὀδύνης εἰς ἀγαϑὴν ἡμέϱαν, ἄγειν ὅλον ἀγαϑὰς ἡμέϱας γάμων ϗ εὐφϱοσύνης ἐξαϖοϛέλλοντας μεϱίδας τοῖς φίλοις ϗ τοῖς ϖτωχοῖς.
9:23 ϗ ϖϱοσεδέξαντο οἱ Ιȣδαῖοι, ϰαϑὼς ἔγϱαψεν αὐτοῖς ὁ Μαϱδοχαῖος,
9:24 ϖῶς Αμαν Αμαδαϑȣ ὁ Μαϰεδὼν ἐϖολέμει αὐτȣ́ς, ϰαϑὼς ἔϑετο ψήφισμα ϗ ϰλῆϱον ἀφανίσαι αὐτȣ́ς,
9:25 ϗ ὡς εἰσῆλϑεν ϖϱὸς τὸν ϐασιλέα λέγων ϰϱεμάσαι τὸν Μαϱδοχαῖον· ὅσα δὲ ἐϖεχείϱησεν ἐϖάξαι ἐϖὶ τȣ̀ς Ιȣδαίȣς ϰαϰά, ἐϖ’ αὐτὸν ἐγένοντο, ϗ ἐϰϱεμάσϑη αὐτὸς ϗ τὰ τέϰνα αὐτȣ̃.
9:26 διὰ τȣ̃το ἐϖεϰλήϑησαν αἱ ἡμέϱαι αὗται Φϱȣϱαι διὰ τȣ̀ς ϰλήϱȣς, ὅτι τῇ διαλέϰτῳ αὐτῶν ϰαλȣ̃νται Φϱȣϱαι, διὰ τȣ̀ς λόγȣς τῆς ἐϖιϛολῆς ταύτης ϗ ὅσα ϖεϖόνϑασιν διὰ ταῦτα ϗ ὅσα αὐτοῖς ἐγένετο·
9:27 ϗ ἔϛησεν ϗ ϖϱοσεδέχοντο οἱ Ιȣδαῖοι ἐφ’ ἑαυτοῖς ϗ ἐϖὶ τῷ σϖέϱματι αὐτῶν ϗ ἐϖὶ τοῖς ϖϱοϛεϑειμένοις ἐϖ’ αὐτῶν ȣ̓δὲ μὴν ἄλλως χϱήσονται· αἱ δὲ ἡμέϱαι αὗται μνημόσυνον ἐϖιτελȣ́μενον ϰατὰ γενεὰν ϗ γενεὰν ϗ ϖόλιν ϗ ϖατϱιὰν ϗ χώϱαν·
9:28 αἱ δὲ ἡμέϱαι αὗται τῶν Φϱȣϱαι ἀχϑήσονται εἰς τὸν ἅϖαντα χϱόνον, ϗ τὸ μνημόσυνον αὐτῶν ȣ̓ μὴ ἐϰλίϖῃ ἐϰ τῶν γενεῶν.
9:29 ϗ ἔγϱαψεν Εσϑηϱ ἡ ϐασίλισσα ϑυγάτηϱ Αμιναδαϐ ϗ Μαϱδοχαῖος ὁ Ιȣδαῖος ὅσα ἐϖοίησαν τό τε ϛεϱέωμα τῆς ἐϖιϛολῆς τῶν Φϱȣϱαι.
9:31 ϗ Μαϱδοχαῖος ϗ Εσϑηϱ ἡ ϐασίλισσα ἔϛησαν ἑαυτοῖς ϰαϑ’ ἑαυτῶν ϗ τότε ϛήσαντες ϰατὰ τῆς ὑγιείας αὐτῶν ϗ τὴν ϐȣλὴν αὐτῶν·
9:32 ϗ Εσϑηϱ λόγῳ ἔϛησεν εἰς τὸν αἰῶνα, ϗ ἐγϱάφη εἰς μνημόσυνον.
10:1 Ἔγϱαψεν δὲ ὁ ϐασιλεὺς τέλη ἐϖὶ τὴν ϐασιλείαν τῆς τε γῆς ϗ τῆς ϑαλάσσης.
10:2 ϗ τὴν ἰσχὺν αὐτȣ̃ ϗ ἀνδϱαγαϑίαν ϖλȣ̃τόν τε ϗ δόξαν τῆς ϐασιλείας αὐτȣ̃, ἰδȣ̀ γέγϱαϖται ἐν ϐιϐλίῳ ϐασιλέων Πεϱσῶν ϗ Μήδων εἰς μνημόσυνον.
10:3 ὁ δὲ Μαϱδοχαῖος διεδέχετο τὸν ϐασιλέα Ἀϱταξέϱξην ϗ μέγας ἦν ἐν τῇ ϐασιλείᾳ ϗ δεδοξασμένος ὑϖὸ τῶν Ιȣδαίων· ϗ φιλȣ́μενος διηγεῖτο τὴν ἀγωγὴν ϖαντὶ τῷ ἔϑνει αὐτȣ̃.
10:3 a Ϗ εἶϖεν Μαϱδοχαῖος Παϱὰ τȣ̃ ϑεȣ̃ ἐγένετο ταῦτα·
10:4 ἐμνήσϑην γὰϱ ϖεϱὶ τȣ̃ ἐνυϖνίȣ, ȣ̔͂ εἶδον ϖεϱὶ τῶν λόγων τȣ́των· ȣ̓δὲ γὰϱ ϖαϱῆλϑεν ἀϖ’ αὐτῶν λόγος.
10:5 ἡ μιϰϱὰ ϖηγή, ἣ ἐγένετο ϖοταμὸς ϗ ἦν φῶς ϗ ἥλιος ϗ ὕδωϱ ϖολύ· Εσϑηϱ ἐϛὶν ὁ ϖοταμός, ἣν ἐγάμησεν ὁ ϐασιλεὺς ϗ ἐϖοίησεν ϐασίλισσαν.
10:6 οἱ δὲ δύο δϱάϰοντες ἐγώ εἰμι ϗ Αμαν.
10:7 τὰ δὲ ἔϑνη τὰ ἐϖισυναχϑέντα ἀϖολέσαι τὸ ὄνομα τῶν Ιȣδαίων.
10:8 τὸ δὲ ἔϑνος τὸ ἐμόν, ȣ̔͂τός ἐϛιν Ισϱαηλ οἱ ϐοήσαντες ϖϱὸς τὸν ϑεὸν ϗ σωϑέντες· ϗ ἔσωσεν ϰύϱιος τὸν λαὸν αὐτȣ̃, ϗ ἐϱϱύσατο ϰύϱιος ἡμᾶς ἐϰ ϖάντων τῶν ϰαϰῶν τȣ́των, ϗ ἐϖοίησεν ὁ ϑεὸς τὰ σημεῖα ϗ τὰ τέϱατα τὰ μεγάλα, ἃ ȣ̓ γέγονεν ἐν τοῖς ἔϑνεσιν.
10:9 διὰ τȣ̃το ἐϖοίησεν ϰλήϱȣς δύο, ἕνα τῷ λαῷ τȣ̃ ϑεȣ̃ ϗ ἕνα ϖᾶσι τοῖς ἔϑνεσιν·
10:10 ϗ ἦλϑον οἱ δύο ϰλῆϱοι ȣ̔͂τοι εἰς ὥϱαν ϗ ϰαιϱὸν ϗ εἰς ἡμέϱαν ϰϱίσεως ἐνώϖιον τȣ̃ ϑεȣ̃ ϗ ἐν ϖᾶσι τοῖς ἔϑνεσιν,
10:11 ϗ ἐμνήσϑη ὁ ϑεὸς τȣ̃ λαȣ̃ αὐτȣ̃ ϗ ἐδιϰαίωσεν τὴν ϰληϱονομίαν αὐτȣ̃.
10:3 k ϗ ἔσονται αὐτοῖς αἱ ἡμέϱαι αὗται ἐν μηνὶ Αδαϱ τῇ τεσσαϱεσϰαιδεϰάτῃ ϗ τῇ ϖεντεϰαιδεϰάτῃ τȣ̃ αὐτȣ̃ μηνὸς μετὰ συναγωγῆς ϗ χαϱᾶς ϗ εὐφϱοσύνης ἐνώϖιον τȣ̃ ϑεȣ̃ ϰατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτȣ̃ Ισϱαηλ.
10:4 Ἔτȣς τετάϱτȣ ϐασιλεύοντος Πτολεμαίȣ ϗ Κλεοϖάτϱας εἰσήνεγϰεν Δωσίϑεος, ὃς ἔφη εἶναι ἱεϱεὺς ϗ Λευίτης, ϗ Πτολεμαῖος ὁ υἱὸς αὐτȣ̃ τὴν ϖϱοϰειμένην ἐϖιϛολὴν τῶν Φϱȣϱαι, ἣν ἔφασαν εἶναι ϗ ἑϱμηνευϰέναι Λυσίμαχον Πτολεμαίȣ τῶν ἐν Ιεϱȣσαλημ.