Ἰώϐ

1:1 Ἄνϑϱωϖός τις ἦν ἐν χώϱᾳ τῇ Αυσίτιδι, ᾧ ὄνομα Ιωϐ, ϗ ἦν ὁ ἄνϑϱωϖος ἐϰεῖνος ἀληϑινός, ἄμεμϖτος, δίϰαιος, ϑεοσεϐής, ἀϖεχόμενος ἀϖὸ ϖαντὸς ϖονηϱȣ̃ ϖϱάγματος.

1:2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑϖτὰ ϗ ϑυγατέϱες τϱεῖς.

1:3 ϗ ἦν τὰ ϰτήνη αὐτȣ̃ ϖϱόϐατα ἑϖταϰισχίλια, ϰάμηλοι τϱισχίλιαι, ζεύγη ϐοῶν ϖενταϰόσια, ὄνοι ϑήλειαι νομάδες ϖενταϰόσιαι, ϗ ὑϖηϱεσία ϖολλὴ σφόδϱα ϗ ἔϱγα μεγάλα ἦν αὐτῷ ἐϖὶ τῆς γῆς· ϗ ἦν ὁ ἄνϑϱωϖος ἐϰεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίȣ ἀνατολῶν.

1:4 συμϖοϱευόμενοι δὲ οἱ υἱοὶ αὐτȣ̃ ϖϱὸς ἀλλήλȣς ἐϖοιȣ̃σαν ϖότον ϰαϑ’ ἑϰάϛην ἡμέϱαν συμϖαϱαλαμϐάνοντες ἅμα ϗ τὰς τϱεῖς ἀδελφὰς αὐτῶν ἐσϑίειν ϗ ϖίνειν μετ’ αὐτῶν.

1:5 ϗ ὡς ἂν συνετελέσϑησαν αἱ ἡμέϱαι τȣ̃ ϖότȣ, ἀϖέϛελλεν Ιωϐ ϗ ἐϰαϑάϱιζεν αὐτȣ̀ς ἀνιϛάμενος τὸ ϖϱωῒ ϗ ϖϱοσέφεϱεν ϖεϱὶ αὐτῶν ϑυσίας ϰατὰ τὸν ἀϱιϑμὸν αὐτῶν ϗ μόσχον ἕνα ϖεϱὶ ἁμαϱτίας ϖεϱὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγεν γὰϱ Ιωϐ Μήϖοτε οἱ υἱοί μȣ ἐν τῇ διανοίᾳ αὐτῶν ϰα ϰὰ ἐνενόησαν ϖϱὸς ϑεόν. ȣ̔́τως ȣ̓͂ν ἐϖοίει Ιωϐ ϖάσας τὰς ἡμέϱας.

1:6 Ϗ ὡς ἐγένετο ἡ ἡμέϱα αὕτη, ϗ ἰδȣ̀ ἦλϑον οἱ ἄγγελοι τȣ̃ ϑεȣ̃ ϖαϱαϛῆναι ἐνώϖιον τȣ̃ ϰυϱίȣ, ϗ ὁ διάϐολος ἦλϑεν μετ’ αὐτῶν.

1:7 ϗ εἶϖεν ὁ ϰύϱιος τῷ διαϐόλῳ Πόϑεν ϖαϱαγέγονας; ϗ ἀϖοϰϱιϑεὶς ὁ διάϐολος τῷ ϰυϱίῳ εἶϖεν Πεϱιελϑὼν τὴν γῆν ϗ ἐμϖεϱιϖατήσας τὴν ὑϖ’ ȣ̓ϱανὸν ϖάϱειμι.

1:8 ϗ εἶϖεν αὐτῷ ὁ ϰύϱιος Πϱοσέσχες τῇ διανοίᾳ σȣ ϰατὰ τȣ̃ ϖαιδός μȣ Ιωϐ, ὅτι ȣ̓ϰ ἔϛιν ϰατ’ αὐτὸν τῶν ἐϖὶ τῆς γῆς ἄνϑϱωϖος ἄμεμϖτος, ἀληϑινός, ϑεοσεϐής, ἀϖεχόμενος ἀϖὸ ϖαντὸς ϖονηϱȣ̃ ϖϱάγματος;

1:9 ἀϖεϰϱίϑη δὲ ὁ διάϐολος ϗ εἶϖεν ἐναντίον τȣ̃ ϰυϱίȣ Μὴ δωϱεὰν σέϐεται Ιωϐ τὸν ϑεόν;

1:10 ȣ̓ σὺ ϖεϱιέφϱαξας τὰ ἔξω αὐτȣ̃ ϗ τὰ ἔσω τῆς οἰϰίας αὐτȣ̃ ϗ τὰ ἔξω ϖάντων τῶν ὄντων αὐτῷ ϰύϰλῳ; τὰ ἔϱγα τῶν χειϱῶν αὐτȣ̃ εὐλόγησας ϗ τὰ ϰτήνη αὐτȣ̃ ϖολλὰ ἐϖοίησας ἐϖὶ τῆς γῆς.

1:11 ἀλλὰ ἀϖόϛειλον τὴν χεῖϱά σȣ ϗ ἅψαι ϖάντων, ὧν ἔχει· εἰ μὴν εἰς ϖϱόσωϖόν σε εὐλογήσει.

1:12 τότε εἶϖεν ὁ ϰύϱιος τῷ διαϐόλῳ Ἰδȣ̀ ϖάντα, ὅσα ἔϛιν αὐτῷ, δίδωμι ἐν τῇ χειϱί σȣ, ἀλλὰ αὐτȣ̃ μὴ ἅψῃ. ϗ ἐξῆλϑεν ὁ διάϐολος ϖαϱὰ τȣ̃ ϰυϱίȣ.

1:13 Ϗ ἦν ὡς ἡ ἡμέϱα αὕτη, οἱ υἱοὶ Ιωϐ ϗ αἱ ϑυγατέϱες αὐτȣ̃ ἔϖινον οἶνον ἐν τῇ οἰϰίᾳ τȣ̃ ἀδελφȣ̃ αὐτῶν τȣ̃ ϖϱεσϐυτέϱȣ.

1:14 ϗ ἰδȣ̀ ἄγγελος ἦλϑεν ϖϱὸς Ιωϐ ϗ εἶϖεν αὐτῷ Τὰ ζεύγη τῶν ϐοῶν ἠϱοτϱία, ϗ αἱ ϑήλειαι ὄνοι ἐϐόσϰοντο ἐχόμεναι αὐτῶν·

1:15 ϗ ἐλϑόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς ϗ τȣ̀ς ϖαῖδας ἀϖέϰτειναν ἐν μαχαίϱαις· σωϑεὶς δὲ ἐγὼ μόνος ἦλϑον τȣ̃ ἀϖαγγεῖλαί σοι.

1:16 Ἔτι τȣ́τȣ λαλȣ̃ντος ἦλϑεν ἕτεϱος ἄγγελος ϗ εἶϖεν ϖϱὸς Ιωϐ Πῦϱ ἔϖεσεν ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ϰατέϰαυσεν τὰ ϖϱόϐατα ϗ τȣ̀ς ϖοιμένας ϰατέφαγεν ὁμοίως· ϗ σωϑεὶς ἐγὼ μόνος ἦλϑον τȣ̃ ἀϖαγγεῖλαί σοι.

1:17 Ἔτι τȣ́τȣ λαλȣ̃ντος ἦλϑεν ἕτεϱος ἄγγελος ϗ εἶϖεν ϖϱὸς Ιωϐ Οἱ ἱϖϖεῖς ἐϖοίησαν ἡμῖν ϰεφαλὰς τϱεῖς ϗ ἐϰύϰλωσαν τὰς ϰαμήλȣς ϗ ᾐχμαλώτευσαν αὐτὰς ϗ τȣ̀ς ϖαῖδας ἀϖέϰτειναν ἐν μαχαίϱαις· ἐσώϑην δὲ ἐγὼ μόνος ϗ ἦλϑον τȣ̃ ἀϖαγγεῖλαί σοι.

1:18 Ἔτι τȣ́τȣ λαλȣ̃ντος ἄλλος ἄγγελος ἔϱχεται λέγων τῷ Ιωϐ Τῶν υἱῶν σȣ ϗ τῶν ϑυγατέϱων σȣ ἐσϑιόντων ϗ ϖινόν των ϖαϱὰ τῷ ἀδελφῷ αὐτῶν τῶν ϖϱεσϐυτέϱῳ

1:19 ἐξαίφνης ϖνεῦμα μέγα ἐϖῆλϑεν ἐϰ τῆς ἐϱήμȣ ϗ ἥψατο τῶν τεσσάϱων γωνιῶν τῆς οἰϰίας, ϗ ἔϖεσεν ἡ οἰϰία ἐϖὶ τὰ ϖαιδία σȣ, ϗ ἐτελεύτησαν· ἐσώϑην δὲ ἐγὼ μόνος ϗ ἦλϑον τȣ̃ ἀϖαγγεῖλαί σοι.

1:20 ȣ̔́τως ἀναϛὰς Ιωϐ διέϱϱηξεν τὰ ἱμάτια αὐτȣ̃ ϗ ἐϰείϱατο τὴν ϰόμην τῆς ϰεφαλῆς αὐτȣ̃ ϗ ϖεσὼν χαμαὶ ϖϱοσεϰύνησεν ϗ εἶϖεν

1:21 Αὐτὸς γυμνὸς ἐξῆλϑον ἐϰ ϰοιλίας μητϱός μȣ, γυμνὸς ϗ ἀϖελεύσομαι ἐϰεῖ· ὁ ϰύϱιος ἔδωϰεν, ὁ ϰύϱιος ἀφείλατο· ὡς τῷ ϰυϱίῳ ἔδοξεν, ȣ̔́τως ϗ ἐγένετο· εἴη τὸ ὄνομα ϰυϱίȣ εὐλογημένον.

1:22 Ἐν τȣ́τοις ϖᾶσιν τοῖς συμϐεϐηϰόσιν αὐτῷ ȣ̓δὲν ἥμαϱτεν Ιωϐ ἐναντίον τȣ̃ ϰυϱίȣ ϗ ȣ̓ϰ ἔδωϰεν ἀφϱοσύνην τῷ ϑεῷ.

2:1 Ἐγένετο δὲ ὡς ἡ ἡμέϱα αὕτη ϗ ἦλϑον οἱ ἄγγελοι τȣ̃ ϑεȣ̃ ϖαϱαϛῆναι ἔναντι ϰυϱίȣ, ϗ ὁ διάϐολος ἦλϑεν ἐν μέσῳ αὐτῶν ϖαϱαϛῆναι ἐναντίον τȣ̃ ϰυϱίȣ.

2:2 ϗ εἶϖεν ὁ ϰύϱιος τῷ διαϐόλῳ Πόϑεν σὺ ἔϱχῃ; τότε εἶϖεν ὁ διάϐολος ἐνώϖιον τȣ̃ ϰυϱίȣ Διαϖοϱευϑεὶς τὴν ὑϖ’ ȣ̓ϱανὸν ϗ ἐμϖεϱιϖατήσας τὴν σύμ ϖασαν ϖάϱειμι.

2:3 εἶϖεν δὲ ὁ ϰύϱιος ϖϱὸς τὸν διάϐολον Πϱοσέσχες ȣ̓͂ν τῷ ϑεϱάϖοντί μȣ Ιωϐ, ὅτι ȣ̓ϰ ἔϛιν ϰατ’ αὐτὸν τῶν ἐϖὶ τῆς γῆς ἄνϑϱωϖος ἄϰαϰος, ἀληϑινός, ἄμεμϖτος, ϑεοσεϐής, ἀϖεχόμενος ἀϖὸ ϖαντὸς ϰαϰȣ̃; ἔτι δὲ ἔχεται ἀϰαϰίας· σὺ δὲ εἶϖας τὰ ὑϖάϱχοντα αὐτȣ̃ διὰ ϰενῆς ἀϖολέσαι.

2:4 ὑϖολαϐὼν δὲ ὁ διάϐολος εἶϖεν τῷ ϰυϱίῳ Δέϱμα ὑϖὲϱ δέϱματος· ὅσα ὑϖάϱχει ἀνϑϱώϖῳ, ὑϖὲϱ τῆς ψυχῆς αὐτȣ̃ ἐϰτείσει·

2:5 ȣ̓ μὴν δὲ ἀλλὰ ἀϖοϛείλας τὴν χεῖϱά σȣ ἅψαι τῶν ὀϛῶν αὐτȣ̃ ϗ τῶν σαϱϰῶν αὐτȣ̃· εἰ μὴν εἰς ϖϱόσωϖόν σε εὐλογήσει.

2:6 εἶϖεν δὲ ὁ ϰύϱιος τῷ διαϐόλῳ Ἰδȣ̀ ϖαϱαδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτȣ̃ διαφύλαξον.

2:7 Ἐξῆλϑεν δὲ ὁ διάϐολος ἀϖὸ τȣ̃ ϰυϱίȣ ϗ ἔϖαισεν τὸν Ιωϐ ἕλϰει ϖονηϱῷ ἀϖὸ ϖοδῶν ἕως ϰεφαλῆς.

2:8 ϗ ἔλαϐεν ὄϛϱαϰον, ἵνα τὸν ἰχῶϱα ξύῃ, ϗ ἐϰάϑητο ἐϖὶ τῆς ϰοϖϱίας ἔξω τῆς ϖόλεως.

2:9 Χϱόνȣ δὲ ϖολλȣ̃ ϖϱοϐεϐηϰότος εἶϖεν αὐτῷ ἡ γυνὴ αὐτȣ̃ Μέχϱι τίνος ϰαϱτεϱήσεις λέγων 9a Ἰδȣ̀ ἀναμένω χϱόνον ἔτι μιϰϱὸν ϖϱοσδεχόμενος τὴν ἐλϖίδα τῆς σωτηϱίας μȣ; 9b ἰδȣ̀ γὰϱ ἠφάνιϛαί σȣ τὸ μνημόσυνον ἀϖὸ τῆς γῆς, υἱοὶ ϗ ϑυγατέϱες, ἐμῆς ϰοιλίας ὠδῖνες ϗ ϖόνοι, ȣ̔̀ς εἰς τὸ ϰενὸν ἐϰοϖίασα μετὰ μόχϑων. 9c σύ τε αὐτὸς ἐν σαϖϱίᾳ σϰωλήϰων ϰάϑησαι διανυϰτεϱεύων αἴϑϱιος· 9d ϰἀγὼ ϖλανῆτις ϗ λάτϱις τόϖον ἐϰ τόϖȣ ϖεϱιεϱχομένη ϗ οἰϰίαν ἐξ οἰϰίας ϖϱοσδεχομένη τὸν ἥλιον ϖότε δύσεται, ἵνα ἀναϖαύσωμαι τῶν μόχϑων ϗ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχȣσιν. 9e ἀλλὰ εἰϖόν τι ῥῆμα εἰς ϰύϱιον ϗ τελεύτα.

2:10 ὁ δὲ ἐμϐλέψας εἶϖεν αὐτῇ Ὥσϖεϱ μία τῶν ἀφϱόνων γυναιϰῶν ἐλάλησας· εἰ τὰ ἀγαϑὰ ἐδεξάμεϑα ἐϰ χειϱὸς ϰυϱίȣ, τὰ ϰαϰὰ ȣ̓χ ὑϖοίσομεν; ἐν ϖᾶσιν τȣ́τοις τοῖς συμϐεϐηϰόσιν αὐτῷ ȣ̓δὲν ἥμαϱτεν Ιωϐ τοῖς χείλεσιν ἐναντίον τȣ̃ ϑεȣ̃.

2:11 Ἀϰȣ́σαντες δὲ οἱ τϱεῖς φίλοι αὐτȣ̃ τὰ ϰαϰὰ ϖάντα τὰ ἐϖελϑόντα αὐτῷ ϖαϱεγένοντο ἕϰαϛος ἐϰ τῆς ἰδίας χώϱας ϖϱὸς αὐτόν, Ελιφας ὁ Θαιμανων ϐασιλεύς, Βαλδαδ ὁ Σαυχαίων τύϱαννος, Σωφαϱ ὁ Μιναίων ϐασιλεύς, ϗ ϖαϱεγένοντο ϖϱὸς αὐτὸν ὁμοϑυμαδὸν τȣ̃ ϖαϱαϰαλέσαι ϗ ἐϖισϰέψασϑαι αὐτόν.

2:12 ἰδόντες δὲ αὐτὸν ϖόϱϱωϑεν ȣ̓ϰ ἐϖέγνωσαν ϗ ϐοήσαντες φωνῇ μεγάλῃ ἔϰλαυσαν ῥήξαντες ἕϰαϛος τὴν ἑαυτȣ̃ ϛολὴν ϗ ϰαταϖασάμενοι γῆν.

2:13 ϖαϱεϰάϑισαν αὐτῷ ἑϖτὰ ἡμέϱας ϗ ἑϖτὰ νύϰτας, ϗ ȣ̓δεὶς αὐτῶν ἐλάλησεν· ἑώϱων γὰϱ τὴν ϖληγὴν δεινὴν ȣ̓͂σαν ϗ μεγάλην σφόδϱα.

3:1 Μετὰ τȣ̃το ἤνοιξεν Ιωϐ τὸ ϛόμα αὐτȣ̃

3:2 ϗ ϰατηϱάσατο τὴν ἡμέϱαν αὐτȣ̃ λέγων

3:3 Ἀϖόλοιτο ἡ ἡμέϱα, ἐν ᾗ ἐγεννήϑην, ϗ ἡ νύξ, ἐν ᾗ εἶϖαν Ἰδȣ̀ ἄϱσεν.

3:4 ἡ ἡμέϱα ἐϰείνη εἴη σϰότος, ϗ μὴ ἀναζητήσαι αὐτὴν ὁ ϰύϱιος ἄνωϑεν, μηδὲ ἔλϑοι εἰς αὐτὴν φέγγος·

3:5 ἐϰλάϐοι δὲ αὐτὴν σϰότος ϗ σϰιὰ ϑανάτȣ, ἐϖέλϑοι ἐϖ’ αὐτὴν γνόφος.

3:6 ϰαταϱαϑείη ἡ ἡμέϱα ϗ ἡ νὺξ ἐϰείνη, ἀϖενέγϰαιτο αὐτὴν σϰότος· μὴ εἴη εἰς ἡμέϱας ἐνιαυτȣ̃ μηδὲ ἀϱιϑμηϑείη εἰς ἡμέϱας μηνῶν·

3:7 ἀλλὰ ἡ νὺξ ἐϰείνη εἴη ὀδύνη, ϗ μὴ ἔλϑοι ἐϖ’ αὐτὴν εὐφϱοσύνη μηδὲ χαϱμονή·

3:8 ἀλλὰ ϰαταϱάσαιτο αὐτὴν ὁ ϰαταϱώμενος τὴν ἡμέϱαν ἐϰείνην ὁ μέλλων τὸ μέγα ϰῆτος χειϱώσασϑαι.

3:9 σϰοτωϑείη τὰ ἄϛϱα τῆς νυϰτὸς ἐϰείνης, ὑϖομείναι ϗ εἰς φωτισμὸν μὴ ἔλϑοι ϗ μὴ ἴδοι ἑωσφόϱον ἀνατέλλοντα,

3:10 ὅτι ȣ̓ συνέϰλεισεν ϖύλας γαϛϱὸς μητϱός μȣ· ἀϖήλλαξεν γὰϱ ἂν ϖόνον ἀϖὸ ὀφϑαλμῶν μȣ.

3:11 διὰ τί γὰϱ ἐν ϰοιλίᾳ ȣ̓ϰ ἐτελεύτησα, ἐϰ γαϛϱὸς δὲ ἐξῆλϑον ϗ ȣ̓ϰ εὐϑὺς ἀϖωλόμην;

3:12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα; ἵνα τί δὲ μαϛȣ̀ς ἐϑήλασα;

3:13 νῦν ἂν ϰοιμηϑεὶς ἡσύχασα, ὑϖνώσας δὲ ἀνεϖαυσάμην

3:14 μετὰ ϐασιλέων ϐȣλευτῶν γῆς, οἳ ἠγαυϱιῶντο ἐϖὶ ξίφεσιν,

3:15 ἢ μετὰ ἀϱχόντων, ὧν ϖολὺς ὁ χϱυσός, οἳ ἔϖλησαν τȣ̀ς οἴϰȣς αὐτῶν ἀϱγυϱίȣ,

3:16 ἢ ὥσϖεϱ ἔϰτϱωμα ἐϰϖοϱευόμενον ἐϰ μήτϱας μητϱὸς ἢ ὥσϖεϱ νήϖιοι, οἳ ȣ̓ϰ εἶδον φῶς.

3:17 ἐϰεῖ ἀσεϐεῖς ἐξέϰαυσαν ϑυμὸν ὀϱγῆς, ἐϰεῖ ἀνεϖαύσαντο ϰατάϰοϖοι τῷ σώματι·

3:18 ὁμοϑυμαδὸν δὲ οἱ αἰώνιοι ȣ̓ϰ ἤϰȣσαν φωνὴν φοϱολόγȣ·

3:19 μιϰϱὸς ϗ μέγας ἐϰεῖ ἐϛιν ϗ ϑεϱάϖων ȣ̓ δεδοιϰὼς τὸν ϰύϱιον αὐτȣ̃.

3:20 ἵνα τί γὰϱ δέδοται τοῖς ἐν ϖιϰϱίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;

3:21 οἳ ὁμείϱονται τȣ̃ ϑανάτȣ ϗ ȣ̓ τυγχάνȣσιν ἀνοϱύσσοντες ὥσϖεϱ ϑησαυϱȣ́ς,

3:22 ϖεϱιχαϱεῖς δὲ ἐγένοντο, ἐὰν ϰατατύχωσιν.

3:23 ϑάνατος ἀνδϱὶ ἀνάϖαυμα, συνέϰλεισεν γὰϱ ὁ ϑεὸς ϰατ’ αὐτȣ̃·

3:24 ϖϱὸ γὰϱ τῶν σίτων μȣ ϛεναγμός μοι ἥϰει, δαϰϱύω δὲ ἐγὼ συνεχόμενος φόϐῳ·

3:25 φόϐος γάϱ, ὃν ἐφϱόντισα, ἦλϑέν μοι, ϗ ὃν ἐδεδοίϰειν, συνήντησέν μοι.

3:26 ȣ̓́τε εἰϱήνευσα ȣ̓́τε ἡσύχασα ȣ̓́τε ἀνεϖαυσάμην, ἦλϑεν δέ μοι ὀϱγή.

4:1 Ὑϖολαϐὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει

4:2 Μὴ ϖολλάϰις σοι λελάληται ἐν ϰόϖῳ; ἰσχὺν δὲ ῥημάτων σȣ τίς ὑϖοίσει;

4:3 εἰ γὰϱ σὺ ἐνȣϑέτησας ϖολλȣ̀ς ϗ χεῖϱας ἀσϑενȣ̃ς ϖαϱεϰάλεσας

4:4 ἀσϑενȣ̃ντάς τε ἐξανέϛησας ῥήμασιν γόνασίν τε ἀδυνατȣ̃σιν ϑάϱσος ϖεϱιέϑηϰας,

4:5 νῦν δὲ ἥϰει ἐϖὶ σὲ ϖόνος ϗ ἥψατό σȣ, σὺ δὲ ἐσϖȣ́δασας.

4:6 ϖότεϱον ȣ̓χ ὁ φόϐος σȣ́ ἐϛιν ἐν ἀφϱοσύνῃ ϗ ἡ ἐλϖίς σȣ ϗ ἡ ἀϰαϰία τῆς ὁδȣ̃ σȣ;

4:7 μνήσϑητι ȣ̓͂ν τίς ϰαϑαϱὸς ὢν ἀϖώλετο ἢ ϖότε ἀληϑινοὶ ὁλόϱϱιζοι ἀϖώλοντο.

4:8 ϰαϑ’ ὃν τϱόϖον εἶδον τȣ̀ς ἀϱοτϱιῶντας τὰ ἄτοϖα, οἱ δὲ σϖείϱοντες αὐτὰ ὀδύνας ϑεϱιȣ̃σιν ἑαυτοῖς.

4:9 ἀϖὸ ϖϱοϛάγματος ϰυϱίȣ ἀϖολȣ̃νται, ἀϖὸ δὲ ϖνεύματος ὀϱγῆς αὐτȣ̃ ἀφανισϑήσονται.

4:10 σϑένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυϱίαμα δὲ δϱαϰόντων ἐσϐέσϑη·

4:11 μυϱμηϰολέων ὤλετο ϖαϱὰ τὸ μὴ ἔχειν ϐοϱάν, σϰύμνοι δὲ λεόντων ἔλιϖον ἀλλήλȣς.

4:12 εἰ δέ τι ῥῆμα ἀληϑινὸν ἐγεγόνει ἐν λόγοις σȣ, ȣ̓ϑὲν ἄν σοι τȣ́των ϰαϰὸν ἀϖήντησεν. ϖότεϱον ȣ̓ δέξεταί μȣ τὸ ȣ̓͂ς ἐξαίσια ϖαϱ’ αὐτȣ̃;

4:13 φόϐοι δὲ ϗ ἠχὼ νυϰτεϱινή, ἐϖιϖίϖτων φόϐος ἐϖ’ ἀνϑϱώϖȣς,

4:14 φϱίϰη δέ μοι συνήντησεν ϗ τϱόμος ϗ μεγάλως μȣ τὰ ὀϛᾶ συνέσεισεν,

4:15 ϗ ϖνεῦμα ἐϖὶ ϖϱόσωϖόν μȣ ἐϖῆλϑεν, ἔφϱιξαν δέ μȣ τϱίχες ϗ σάϱϰες.

4:16 ἀνέϛην, ϗ ȣ̓ϰ ἐϖέγνων· εἶδον, ϗ ȣ̓ϰ ἦν μοϱφὴ ϖϱὸ ὀφϑαλμῶν μȣ, ἀλλ’ ἢ αὔϱαν ϗ φωνὴν ἤϰȣον

4:17 Τί γάϱ; μὴ ϰαϑαϱὸς ἔϛαι ϐϱοτὸς ἐναντίον ϰυϱίȣ ἢ ἀϖὸ τῶν ἔϱγων αὐτȣ̃ ἄμεμϖτος ἀνήϱ;

4:18 εἰ ϰατὰ ϖαίδων αὐτȣ̃ ȣ̓ ϖιϛεύει, ϰατὰ δὲ ἀγγέλων αὐτȣ̃ σϰολιόν τι ἐϖενόησεν,

4:19 τȣ̀ς δὲ ϰατοιϰȣ̃ντας οἰϰίας ϖηλίνας, ἐξ ὧν ϗ αὐτοὶ ἐϰ τȣ̃ αὐτȣ̃ ϖηλȣ̃ ἐσμεν, ἔϖαισεν αὐτȣ̀ς σητὸς τϱόϖον·

4:20 ϗ ἀϖὸ ϖϱωίϑεν ἕως ἑσϖέϱας ȣ̓ϰέτι εἰσίν, ϖαϱὰ τὸ μὴ δύνασϑαι αὐτȣ̀ς ἑαυτοῖς ϐοηϑῆσαι ἀϖώλοντο·

4:21 ἐνεφύσησεν γὰϱ αὐτοῖς ϗ ἐξηϱάνϑησαν, ἀϖώλοντο ϖαϱὰ τὸ μὴ ἔχειν αὐτȣ̀ς σοφίαν.

5:1 ἐϖιϰάλεσαι δέ, εἴ τίς σοι ὑϖαϰȣ́σεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ.

5:2 ϗ γὰϱ ἄφϱονα ἀναιϱεῖ ὀϱγή, ϖεϖλανημένον δὲ ϑανατοῖ ζῆλος.

5:3 ἐγὼ δὲ ἑώϱαϰα ἄφϱονας ῥίζαν ϐάλλοντας, ἀλλ’ εὐϑέως ἐϐϱώϑη αὐτῶν ἡ δίαιτα.

5:4 ϖόϱϱω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀϖὸ σωτηϱίας, ϰολαϐϱισϑείησαν δὲ ἐϖὶ ϑύϱαις ἡσσόνων, ϗ ȣ̓ϰ ἔϛαι ὁ ἐξαιϱȣ́μενος·

5:5 ἃ γὰϱ ἐϰεῖνοι συνήγαγον, δίϰαιοι ἔδονται, αὐτοὶ δὲ ἐϰ ϰαϰῶν ȣ̓ϰ ἐξαίϱετοι ἔσονται, ἐϰσιφωνισϑείη αὐτῶν ἡ ἰσχύς.

5:6 ȣ̓ γὰϱ μὴ ἐξέλϑῃ ἐϰ τῆς γῆς ϰόϖος, ȣ̓δὲ ἐξ ὀϱέων ἀναϐλαϛήσει ϖόνος·

5:7 ἀλλὰ ἄνϑϱωϖος γεννᾶται ϰόϖῳ, νεοσσοὶ δὲ γυϖὸς τὰ ὑψηλὰ ϖέτονται.

5:8 ȣ̓ μὴν δὲ ἀλλὰ ἐγὼ δεηϑήσομαι ϰυϱίȣ, ϰύϱιον δὲ τὸν ϖάντων δεσϖότην ἐϖιϰαλέσομαι

5:9 τὸν ϖοιȣ̃ντα μεγάλα ϗ ἀνεξιχνίαϛα, ἔνδοξά τε ϗ ἐξαίσια, ὧν ȣ̓ϰ ἔϛιν ἀϱιϑμός·

5:10 τὸν διδόντα ὑετὸν ἐϖὶ τὴν γῆν, ἀϖοϛέλλοντα ὕδωϱ ἐϖὶ τὴν ὑϖ’ ȣ̓ϱανόν·

5:11 τὸν ϖοιȣ̃ντα ταϖεινȣ̀ς εἰς ὕψος ϗ ἀϖολωλότας ἐξεγείϱοντα·

5:12 διαλλάσσοντα ϐȣλὰς ϖανȣ́ϱγων, ϗ ȣ̓ μὴ ϖοιήσȣσιν αἱ χεῖϱες αὐτῶν ἀληϑές.

5:13 ὁ ϰαταλαμϐάνων σοφȣ̀ς ἐν τῇ φϱονήσει, ϐȣλὴν δὲ ϖολυϖλόϰων ἐξέϛησεν·

5:14 ἡμέϱας συναντήσεται αὐτοῖς σϰότος, τὸ δὲ μεσημϐϱινὸν ψηλαφήσαισαν ἴσα νυϰτί.

5:15 ἀϖόλοιντο δὲ ἐν ϖολέμῳ, ἀδύνατος δὲ ἐξέλϑοι ἐϰ χειϱὸς δυνάϛȣ·

5:16 εἴη δὲ ἀδυνάτῳ ἐλϖίς, ἀδίϰȣ δὲ ϛόμα ἐμφϱαχϑείη.

5:17 μαϰάϱιος δὲ ἄνϑϱωϖος, ὃν ἤλεγξεν ὁ ϰύϱιος· νȣϑέτημα δὲ ϖαντοϰϱάτοϱος μὴ ἀϖαναίνȣ.

5:18 αὐτὸς γὰϱ ἀλγεῖν ϖοιεῖ ϗ ϖάλιν ἀϖοϰαϑίϛησιν· ἔϖαισεν, ϗ αἱ χεῖϱες αὐτȣ̃ ἰάσαντο.

5:19 ἑξάϰις ἐξ ἀναγϰῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑϐδόμῳ ȣ̓ μὴ ἅψηταί σȣ ϰαϰόν.

5:20 ἐν λιμῷ ῥύσεταί σε ἐϰ ϑανάτȣ, ἐν ϖολέμῳ δὲ ἐϰ χειϱὸς σιδήϱȣ λύσει σε.

5:21 ἀϖὸ μάϛιγος γλώσσης σε ϰϱύψει, ϗ ȣ̓ μὴ φοϐηϑῇς ἀϖὸ ϰαϰῶν ἐϱχομένων.

5:22 ἀδίϰων ϗ ἀνόμων ϰαταγελάσῃ, ἀϖὸ δὲ ϑηϱίων ἀγϱίων ȣ̓ μὴ φοϐηϑῇς·

5:23 ϑῆϱες γὰϱ ἄγϱιοι εἰϱηνεύσȣσίν σοι.

5:24 εἶτα γνώσῃ ὅτι εἰϱηνεύσει σȣ ὁ οἶϰος, ἡ δὲ δίαιτα τῆς σϰηνῆς σȣ ȣ̓ μὴ ἁμάϱτῃ.

5:25 γνώσῃ δὲ ὅτι ϖολὺ τὸ σϖέϱμα σȣ, τὰ δὲ τέϰνα σȣ ἔϛαι ὥσϖεϱ τὸ ϖαμϐότανον τȣ̃ ἀγϱȣ̃.

5:26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσϖεϱ σῖτος ὥϱιμος ϰατὰ ϰαιϱὸν ϑεϱι ζόμενος ἢ ὥσϖεϱ ϑιμωνιὰ ἅλωνος ϰαϑ’ ὥϱαν συγϰομισϑεῖσα.

5:27 ἰδȣ̀ ταῦτα ȣ̔́τως ἐξιχνιάσαμεν, ταῦτά ἐϛιν ἃ ἀϰηϰόαμεν· σὺ δὲ γνῶϑι σεαυτῷ εἴ τι ἔϖϱαξας.

6:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

6:2 Εἰ γάϱ τις ἱϛῶν ϛήσαι μȣ τὴν ὀϱγήν, τὰς δὲ ὀδύνας μȣ ἄϱαι ἐν ζυγῷ ὁμοϑυμαδόν,

6:3 ϗ δὴ ἄμμȣ ϖαϱαλίας ϐαϱυτέϱα ἔϛαι· ἀλλ’ ὡς ἔοιϰεν, τὰ ῥήματά μȣ́ ἐϛιν φαῦλα.

6:4 ϐέλη γὰϱ ϰυϱίȣ ἐν τῷ σώματί μȣ́ ἐϛιν, ὧν ὁ ϑυμὸς αὐτῶν ἐϰϖίνει μȣ τὸ αἷμα· ὅταν ἄϱξωμαι λαλεῖν, ϰεντȣ̃σί με.

6:5 τί γάϱ; μὴ διὰ ϰενῆς ϰεϰϱάξεται ὄνος ἄγϱιος, ἀλλ’ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ ϗ ῥήξει φωνὴν ϐȣ̃ς ἐϖὶ φάτνης ἔχων τὰ ϐϱώματα;

6:6 εἰ ϐϱωϑήσεται ἄϱτος ἄνευ ἁλός; εἰ δὲ ϗ ἔϛιν γεῦμα ἐν ῥήμασιν ϰενοῖς;

6:7 ȣ̓ δύναται γὰϱ ϖαύσασϑαί μȣ ἡ ψυχή· ϐϱόμον γὰϱ ὁϱῶ τὰ σῖτά μȣ ὥσϖεϱ ὀσμὴν λέοντος.

6:8 εἰ γὰϱ δῴη, ϗ ἔλϑοι μȣ ἡ αἴτησις, ϗ τὴν ἐλϖίδα μȣ δῴη ὁ ϰύϱιος.

6:9 ἀϱξάμενος ὁ ϰύϱιος τϱωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.

6:10 εἴη δέ μȣ ϖόλις τάφος, ἐφ’ ἧς ἐϖὶ τειχέων ἡλλόμην ἐϖ’ αὐ τῆς, ȣ̓ μὴ φείσωμαι· ȣ̓ γὰϱ ἐψευσάμην ῥήματα ἅγια ϑεȣ̃ μȣ.

6:11 τίς γάϱ μȣ ἡ ἰσχύς, ὅτι ὑϖομένω; ἢ τίς μȣ ὁ χϱόνος, ὅτι ἀνέχεταί μȣ ἡ ψυχή;

6:12 μὴ ἰσχὺς λίϑων ἡ ἰσχύς μȣ; ἢ αἱ σάϱϰες μȣ́ εἰσιν χάλϰειαι;

6:13 ἦ ȣ̓ϰ ἐϖ’ αὐτῷ ἐϖεϖοίϑειν; ϐοήϑεια δὲ ἀϖ’ ἐμȣ̃ ἄϖεϛιν.

6:14 ἀϖείϖατό με ἔλεος, ἐϖισϰοϖὴ δὲ ϰυϱίȣ ὑϖεϱεῖδέν με.

6:15 ȣ̓ ϖϱοσεῖδόν με οἱ ἐγγύτατοί μȣ· ὥσϖεϱ χειμάϱϱȣς ἐϰ λείϖων ἢ ὥσϖεϱ ϰῦμα ϖαϱῆλϑόν με·

6:16 οἵτινές με διευλαϐȣ̃ντο, νῦν ἐϖιϖεϖτώϰασίν μοι ὥσϖεϱ χιὼν ἢ ϰϱύϛαλλος ϖεϖηγώς·

6:17 ϰαϑὼς ταϰεῖσα ϑέϱμης γενομένης ȣ̓ϰ ἐϖεγνώσϑη ὅϖεϱ ἦν,

6:18 ȣ̔́τως ϰἀγὼ ϰατελείφϑην ὑϖὸ ϖάντων, ἀϖωλόμην δὲ ϗ ἔξοιϰος ἐγενόμην.

6:19 ἴδετε ὁδȣ̀ς Θαιμανων, ἀτϱαϖȣ̀ς Σαϐων, οἱ διοϱῶντες·

6:20 ϗ αἰσχύνην ὀφειλήσȣσιν οἱ ἐϖὶ ϖόλεσιν ϗ χϱήμασιν ϖεϖοιϑότες.

6:21 ἀτὰϱ δὲ ϗ ὑμεῖς ἐϖέϐητέ μοι ἀνελεημόνως, ὥϛε ἰδόντες τὸ ἐμὸν τϱαῦμα φοϐήϑητε.

6:22 τί γάϱ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς ϖαϱ’ ὑμῶν ἰσχύος ἐϖιδέομαι

6:23 ὥϛε σῶσαί με ἐξ ἐχϑϱῶν ἢ ἐϰ χειϱὸς δυναϛῶν ῥύσασϑαί με;

6:24 διδάξατέ με, ἐγὼ δὲ ϰωφεύσω· εἴ τι ϖεϖλάνημαι, φϱάσατέ μοι.

6:25 ἀλλ’ ὡς ἔοιϰεν, φαῦλα ἀληϑινȣ̃ ῥήματα, ȣ̓ γὰϱ ϖαϱ’ ὑμῶν ἰσχὺν αἰτȣ̃μαι·

6:26 ȣ̓δὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με ϖαύσει, ȣ̓δὲ γὰϱ ὑμῶν φϑέγμα ῥήματος ἀνέξομαι.

6:27 ϖλὴν ὅτι ἐϖ’ ὀϱφανῷ ἐϖιϖίϖτετε, ἐνάλλεσϑε δὲ ἐϖὶ φίλῳ ὑμῶν.

6:28 νυνὶ δὲ εἰσϐλέψας εἰς ϖϱόσωϖα ὑμῶν ȣ̓ ψεύσομαι.

6:29 ϰαϑίσατε δὴ ϗ μὴ εἴη ἄδιϰον, ϗ ϖάλιν τῷ διϰαίῳ συνέϱχεσϑε.

6:30 ȣ̓ γάϱ ἐϛιν ἐν γλώσσῃ μȣ ἄδιϰον· ἢ ὁ λάϱυγξ μȣ ȣ̓χὶ σύνεσιν μελετᾷ;

7:1 ϖότεϱον ȣ̓χὶ ϖειϱατήϱιόν ἐϛιν ὁ ϐίος ἀνϑϱώϖȣ ἐϖὶ τῆς γῆς ϗ ὥσϖεϱ μισϑίȣ αὐϑημεϱινȣ̃ ἡ ζωὴ αὐτȣ̃;

7:2 ἢ ὥσϖεϱ ϑεϱάϖων δεδοιϰὼς τὸν ϰύϱιον αὐτȣ̃ ϗ τετευ χὼς σϰιᾶς ἢ ὥσϖεϱ μισϑωτὸς ἀναμένων τὸν μισϑὸν αὐτȣ̃.

7:3 ȣ̔́τως ϰἀγὼ ὑϖέμεινα μῆνας ϰενȣ́ς, νύϰτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.

7:4 ἐὰν ϰοιμηϑῶ, λέγω Πότε ἡμέϱα; ὡς δ’ ἂν ἀναϛῶ, ϖάλιν Πότε ἑσϖέϱα; ϖλήϱης δὲ γίνομαι ὀδυνῶν ἀϖὸ ἑσϖέϱας ἕως ϖϱωί.

7:5 φύϱεται δέ μȣ τὸ σῶμα ἐν σαϖϱίᾳ σϰωλήϰων, τήϰω δὲ ϐώλαϰας γῆς ἀϖὸ ἰχῶϱος ξύων.

7:6 ὁ δὲ ϐίος μȣ́ ἐϛιν ἐλαφϱότεϱος λαλιᾶς, ἀϖόλωλεν δὲ ἐν ϰενῇ ἐλϖίδι.

7:7 μνήσϑητι ȣ̓͂ν ὅτι ϖνεῦμά μȣ ἡ ζωὴ ϗ ȣ̓ϰέτι ἐϖανελεύσεται ὁ ὀφϑαλμός μȣ ἰδεῖν ἀγαϑόν.

7:8 ȣ̓ ϖεϱιϐλέψεταί με ὀφϑαλμὸς ὁϱῶντός με· οἱ ὀφϑαλμοί σȣ ἐν ἐμοί, ϗ ȣ̓ϰέτι εἰμὶ

7:9 ὥσϖεϱ νέφος ἀϖοϰαϑαϱϑὲν ἀϖ’ ȣ̓ϱανȣ̃. ἐὰν γὰϱ ἄνϑϱωϖος ϰαταϐῇ εἰς ᾅδην, ȣ̓ϰέτι μὴ ἀναϐῇ

7:10 ȣ̓δ’ ȣ̓ μὴ ἐϖιϛϱέψῃ ἔτι εἰς τὸν ἴδιον οἶϰον, ȣ̓δὲ μὴ ἐϖιγνῷ αὐτὸν ἔτι ὁ τόϖος αὐτȣ̃.

7:11 ἀτὰϱ ȣ̓͂ν ȣ̓δὲ ἐγὼ φείσομαι τῷ ϛόματί μȣ, λαλήσω ἐν ἀνάγϰῃ ὤν, ἀνοίξω ϖιϰϱίαν ψυχῆς μȣ συνεχόμενος.

7:12 ϖότεϱον ϑάλασσά εἰμι ἢ δϱάϰων, ὅτι ϰατέταξας ἐϖ’ ἐμὲ φυλαϰήν;

7:13 εἶϖα ὅτι Παϱαϰαλέσει με ἡ ϰλίνη μȣ, ἀνοίσω δὲ ϖϱὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ ϰοίτῃ μȣ·

7:14 ἐϰφοϐεῖς με ἐνυϖνίοις ϗ ἐν ὁϱάμασίν με ϰαταϖλήσσεις.

7:15 ἀϖαλλάξεις ἀϖὸ ϖνεύματός μȣ τὴν ψυχήν μȣ, ἀϖὸ δὲ ϑανάτȣ τὰ ὀϛᾶ μȣ.

7:16 ȣ̓ γὰϱ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μαϰϱοϑυμήσω· ἀϖόϛα ἀϖ’ ἐμȣ̃, ϰενὸς γάϱ μȣ ὁ ϐίος.

7:17 τί γάϱ ἐϛιν ἄνϑϱωϖος, ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι ϖϱοσέχεις τὸν νȣ̃ν εἰς αὐτὸν

7:18 ἢ ἐϖισϰοϖὴν αὐτȣ̃ ϖοιήσῃ ἕως τὸ ϖϱωῒ ϗ εἰς ἀνάϖαυσιν αὐτὸν ϰϱινεῖς;

7:19 ἕως τίνος ȣ̓ϰ ἐᾷς με ȣ̓δὲ ϖϱοίῃ με, ἕως ἂν ϰαταϖίω τὸν ϖτύελόν μȣ ἐν ὀδύνῃ;

7:20 εἰ ἐγὼ ἥμαϱτον, τί δύναμαί σοι ϖϱᾶξαι, ὁ ἐϖιϛάμενος τὸν νȣ̃ν τῶν ἀνϑϱώϖων; διὰ τί ἔϑȣ με ϰατεντευϰτήν σȣ, εἰμὶ δὲ ἐϖὶ σοὶ φοϱτίον;

7:21 ϗ διὰ τί ȣ̓ϰ ἐϖοιήσω τῆς ἀνομίας μȣ λήϑην ϗ ϰαϑαϱισμὸν τῆς ἁμαϱτίας μȣ; νυνὶ δὲ εἰς γῆν ἀϖελεύσομαι, ὀϱϑϱίζων δὲ ȣ̓ϰέτι εἰμί.

8:1 Ὑϖολαϐὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

8:2 Μέχϱι τίνος λαλήσεις ταῦτα; ϖνεῦμα ϖολυϱῆμον τȣ̃ ϛόματός σȣ.

8:3 μὴ ὁ ϰύϱιος ἀδιϰήσει ϰϱίνων ἢ ὁ τὰ ϖάντα ϖοιήσας ταϱάξει τὸ δίϰαιον;

8:4 εἰ οἱ υἱοί σȣ ἥμαϱτον ἐναντίον αὐτȣ̃, ἀϖέϛειλεν ἐν χειϱὶ ἀνομίας αὐτῶν.

8:5 σὺ δὲ ὄϱϑϱιζε ϖϱὸς ϰύϱιον ϖαντοϰϱάτοϱα δεόμενος.

8:6 εἰ ϰαϑαϱὸς εἶ ϗ ἀληϑινός, δεήσεως ἐϖαϰȣ́σεταί σȣ, ἀϖοϰαταϛήσει δέ σοι δίαιταν διϰαιοσύνης·

8:7 ἔϛαι ȣ̓͂ν τὰ μὲν ϖϱῶτά σȣ ὀλίγα, τὰ δὲ ἔσχατά σȣ ἀμύϑητα.

8:8 ἐϖεϱώτησον γὰϱ γενεὰν ϖϱώτην, ἐξιχνίασον δὲ ϰατὰ γένος ϖατέϱων·

8:9 χϑιζοὶ γάϱ ἐσμεν ϗ ȣ̓ϰ οἴδαμεν, σϰιὰ γάϱ ἐϛιν ἡμῶν ἐϖὶ τῆς γῆς ὁ ϐίος.

8:10 ἦ ȣ̓χ ȣ̔͂τοί σε διδάξȣσιν ϗ ἀναγγελȣ̃σιν ϗ ἐϰ ϰαϱδίας ἐξάξȣσιν ῥήματα;

8:11 μὴ ϑάλλει ϖάϖυϱος ἄνευ ὕδατος ἢ ὑψωϑήσεται ϐȣ́τομον ἄνευ ϖότȣ;

8:12 ἔτι ὂν ἐϖὶ ῥίζης ϗ ȣ̓ μὴ ϑεϱισϑῇ, ϖϱὸ τȣ̃ ϖιεῖν ϖᾶσα ϐοτάνη ȣ̓χὶ ξηϱαίνεται.

8:13 ȣ̔́τως τοίνυν ἔϛαι τὰ ἔσχατα ϖάντων τῶν ἐϖιλανϑανομέ νων τȣ̃ ϰυϱίȣ· ἐλϖὶς γὰϱ ἀσεϐȣ̃ς ἀϖολεῖται.

8:14 ἀοίϰητος γὰϱ αὐτȣ̃ ἔϛαι ὁ οἶϰος, ἀϱάχνη δὲ αὐτȣ̃ ἀϖοϐήσεται ἡ σϰηνή.

8:15 ἐὰν ὑϖεϱείσῃ τὴν οἰϰίαν αὐτȣ̃, ȣ̓ μὴ ϛῇ· ἐϖιλαϐομένȣ δὲ αὐτȣ̃ ȣ̓ μὴ ὑϖομείνῃ·

8:16 ὑγϱὸς γάϱ ἐϛιν ὑϖὸ ἡλίȣ, ϗ ἐϰ σαϖϱίας αὐτȣ̃ ὁ ῥάδαμνος αὐτȣ̃ ἐξελεύσεται.

8:17 ἐϖὶ συναγωγὴν λίϑων ϰοιμᾶται, ἐν δὲ μέσῳ χαλίϰων ζήσεται.

8:18 ἐὰν ϰαταϖίῃ, ὁ τόϖος ψεύσεται αὐτόν· ȣ̓χ ἑόϱαϰας τοιαῦτα.

8:19 ὅτι ϰαταϛϱοφὴ ἀσεϐȣ̃ς τοιαύτη, ἐϰ δὲ γῆς ἄλλον ἀναϐλαϛήσει.

8:20 ὁ γὰϱ ϰύϱιος ȣ̓ μὴ ἀϖοϖοιήσηται τὸν ἄϰαϰον, ϖᾶν δὲ δῶϱον ἀσεϐȣ̃ς ȣ̓ δέξεται.

8:21 ἀληϑινῶν δὲ ϛόμα ἐμϖλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·

8:22 οἱ δὲ ἐχϑϱοὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεϐȣ̃ς ȣ̓ϰ ἔϛαι.

9:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

9:2 Ἐϖ’ ἀληϑείας οἶδα ὅτι ȣ̔́τως ἐϛίν· ϖῶς γὰϱ ἔϛαι δίϰαιος ϐϱοτὸς ϖαϱὰ ϰυϱίῳ;

9:3 ἐὰν γὰϱ ϐȣ́ληται ϰϱιϑῆναι αὐτῷ, ȣ̓ μὴ ὑϖαϰȣ́σῃ αὐτῷ, ἵνα μὴ ἀντείϖῃ ϖϱὸς ἕνα λόγον αὐτȣ̃ ἐϰ χιλίων.

9:4 σοφὸς γάϱ ἐϛιν διανοίᾳ, ϰϱαταιός τε ϗ μέγας· τίς σϰληϱὸς γενόμενος ἐναντίον αὐτȣ̃ ὑϖέμεινεν;

9:5 ὁ ϖαλαιῶν ὄϱη ϗ ȣ̓ϰ οἴδασιν, ὁ ϰαταϛϱέφων αὐτὰ ὀϱγῇ·

9:6 ὁ σείων τὴν ὑϖ’ ȣ̓ϱανὸν ἐϰ ϑεμελίων, οἱ δὲ ϛῦλοι αὐτῆς σαλεύονται·

9:7 ὁ λέγων τῷ ἡλίῳ ϗ ȣ̓ϰ ἀνατέλλει, ϰατὰ δὲ ἄϛϱων ϰατασφϱαγίζει·

9:8 ὁ τανύσας τὸν ȣ̓ϱανὸν μόνος ϗ ϖεϱιϖατῶν ὡς ἐϖ’ ἐδάφȣς ἐϖὶ ϑαλάσσης·

9:9 ὁ ϖοιῶν Πλειάδα ϗ Ἕσϖεϱον ϗ Ἀϱϰτȣ̃ϱον ϗ ταμίεια νότȣ·

9:10 ὁ ϖοιῶν μεγάλα ϗ ἀνεξιχνίαϛα, ἔνδοξά τε ϗ ἐξαίσια, ὧν ȣ̓ϰ ἔϛιν ἀϱιϑμός.

9:11 ἐὰν ὑϖεϱϐῇ με, ȣ̓ μὴ ἴδω· ϗ ἐὰν ϖαϱέλϑῃ με, ȣ̓δ’ ὧς ἔγνων.

9:12 ἐὰν ἀϖαλλάξῃ, τίς ἀϖοϛϱέψει; ἢ τίς ἐϱεῖ αὐτῷ Τί ἐϖοίησας;

9:13 αὐτὸς γὰϱ ἀϖέϛϱαϖται ὀϱγήν, ὑϖ’ αὐτȣ̃ ἐϰάμφϑησαν ϰήτη τὰ ὑϖ’ ȣ̓ϱανόν.

9:14 ἐὰν δέ μȣ ὑϖαϰȣ́σηται, ἦ διαϰϱινεῖ τὰ ῥήματά μȣ.

9:15 ἐάν τε γὰϱ ὦ δίϰαιος, ȣ̓ϰ εἰσαϰȣ́σεταί μȣ, τȣ̃ ϰϱίματος αὐτȣ̃ δεηϑήσομαι·

9:16 ἐάν τε ϰαλέσω ϗ ὑϖαϰȣ́σῃ, ȣ̓ ϖιϛεύω ὅτι εἰσαϰήϰοέν μȣ.

9:17 μὴ γνόφῳ με ἐϰτϱίψῃ; ϖολλὰ δέ μȣ τὰ συντϱίμματα ϖεϖοίηϰεν διὰ ϰενῆς.

9:18 ȣ̓ϰ ἐᾷ γάϱ με ἀναϖνεῦσαι, ἐνέϖλησεν δέ με ϖιϰϱίας.

9:19 ὅτι μὲν γὰϱ ἰσχύι ϰϱατεῖ· τίς ȣ̓͂ν ϰϱίματι αὐτȣ̃ ἀντιϛήσεται;

9:20 ἐὰν γὰϱ ὦ δίϰαιος, τὸ ϛόμα μȣ ἀσεϐήσει· ἐάν τε ὦ ἄμεμϖτος, σϰολιὸς ἀϖοϐήσομαι.

9:21 εἴτε γὰϱ ἠσέϐησα, ȣ̓ϰ οἶδα τῇ ψυχῇ, ϖλὴν ὅτι ἀφαιϱεῖταί μȣ ἡ ζωή.

9:22 διὸ εἶϖον Μέγαν ϗ δυνάϛην ἀϖολλύει ὀϱγή,

9:23 ὅτι φαῦλοι ἐν ϑανάτῳ ἐξαισίῳ, ἀλλὰ δίϰαιοι ϰαταγελῶνται·

9:24 ϖαϱαδέδονται γὰϱ εἰς χεῖϱας ἀσεϐȣ̃ς. ϖϱόσωϖα ϰϱιτῶν αὐτῆς συγϰαλύϖτει· εἰ δὲ μὴ αὐτός, τίς ἐϛιν;

9:25 ὁ δὲ ϐίος μȣ́ ἐϛιν ἐλαφϱότεϱος δϱομέως· ἀϖέδϱασαν ϗ ȣ̓ϰ εἴδοσαν.

9:26 ἦ ϗ ἔϛιν ναυσὶν ἴχνος ὁδȣ̃ ἢ ἀετȣ̃ ϖετομένȣ ζητȣ̃ντος ϐοϱάν;

9:27 ἐάν τε γὰϱ εἴϖω, ἐϖιλήσομαι λαλῶν, συγϰύψας τῷ ϖϱοσώϖῳ ϛενάξω.

9:28 σείομαι ϖᾶσιν τοῖς μέλεσιν, οἶδα γὰϱ ὅτι ȣ̓ϰ ἀϑῷόν με ἐάσεις.

9:29 ἐϖειδὴ δέ εἰμι ἀσεϐής, διὰ τί ȣ̓ϰ ἀϖέϑανον;

9:30 ἐὰν γὰϱ ἀϖολȣ́σωμαι χιόνι ϗ ἀϖοϰαϑάϱωμαι χεϱσὶν ϰαϑαϱαῖς,

9:31 ἱϰανῶς ἐν ῥύϖῳ με ἔϐαψας, ἐϐδελύξατο δέ με ἡ ϛολή.

9:32 ȣ̓ γὰϱ εἶ ἄνϑϱωϖος ϰατ’ ἐμέ, ᾧ ἀντιϰϱινȣ̃μαι, ἵνα ἔλϑωμεν ὁμοϑυμαδὸν εἰς ϰϱίσιν.

9:33 εἴϑε ἦν ὁ μεσίτης ἡμῶν ϗ ἐλέγχων ϗ διαϰȣ́ων ἀνὰ μέσον ἀμφοτέϱων·

9:34 ἀϖαλλαξάτω ἀϖ’ ἐμȣ̃ τὴν ῥάϐδον, ὁ δὲ φόϐος αὐτȣ̃ μή με ϛϱοϐείτω,

9:35 ϗ ȣ̓ μὴ φοϐηϑῶ, ἀλλὰ λαλήσω· ȣ̓ γὰϱ ȣ̔́τω συνεϖίϛαμαι.

10:1 ϰάμνων τῇ ψυχῇ μȣ, ϛένων ἐϖαφήσω ἐϖ’ αὐτὸν τὰ ῥήματά μȣ· λαλήσω ϖιϰϱίᾳ ψυχῆς μȣ συνεχόμενος

10:2 ϗ ἐϱῶ ϖϱὸς ϰύϱιον Μή με ἀσεϐεῖν δίδασϰε· ϗ διὰ τί με ȣ̔́τως ἔϰϱινας;

10:3 ἦ ϰαλόν σοι, ἐὰν ἀδιϰήσω, ὅτι ἀϖείϖω ἔϱγα χειϱῶν σȣ, ϐȣλῇ δὲ ἀσεϐῶν ϖϱοσέσχες;

10:4 ἦ ὥσϖεϱ ϐϱοτὸς ὁϱᾷ ϰαϑοϱᾷς ἢ ϰαϑὼς ὁϱᾷ ἄνϑϱωϖος ϐλέψῃ;

10:5 ἦ ὁ ϐίος σȣ ἀνϑϱώϖινός ἐϛιν ἢ τὰ ἔτη σȣ ἀνδϱός;

10:6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μȣ ϗ τὰς ἁμαϱτίας μȣ ἐξιχνίασας.

10:7 οἶδας γὰϱ ὅτι ȣ̓ϰ ἠσέϐησα· ἀλλὰ τίς ἐϛιν ὁ ἐϰ τῶν χειϱῶν σȣ ἐξαιϱȣ́μενος;

10:8 αἱ χεῖϱές σȣ ἔϖλασάν με ϗ ἐϖοίησάν με, μετὰ ταῦτα μεταϐαλών με ἔϖαισας.

10:9 μνήσϑητι ὅτι ϖηλόν με ἔϖλασας, εἰς δὲ γῆν με ϖάλιν ἀϖοϛϱέφεις.

10:10 ἦ ȣ̓χ ὥσϖεϱ γάλα με ἤμελξας, ἐτύϱωσας δέ με ἴσα τυϱῷ;

10:11 δέϱμα ϗ ϰϱέας με ἐνέδυσας, ὀϛέοις δὲ ϗ νεύϱοις με ἐνεῖϱας.

10:12 ζωὴν δὲ ϗ ἔλεος ἔϑȣ ϖαϱ’ ἐμοί, ἡ δὲ ἐϖισϰοϖή σȣ ἐφύλαξέν μȣ τὸ ϖνεῦμα.

10:13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι ϖάντα δύνασαι, ἀδυνατεῖ δέ σοι ȣ̓ϑέν.

10:14 ἐάν τε γὰϱ ἁμάϱτω, φυλάσσεις με, ἀϖὸ δὲ ἀνομίας ȣ̓ϰ ἀϑῷόν με ϖεϖοίηϰας.

10:15 ἐάν τε γὰϱ ἀσεϐὴς ὦ, οἴμμοι· ἐάν τε ὦ δίϰαιος, ȣ̓ δύναμαι ἀναϰύψαι, ϖλήϱης γὰϱ ἀτιμίας εἰμί.

10:16 ἀγϱεύομαι γὰϱ ὥσϖεϱ λέων εἰς σφαγήν, ϖάλιν δὲ μεταϐαλὼν δεινῶς με ὀλέϰεις

10:17 ἐϖαναϰαινίζων ἐϖ’ ἐμὲ τὴν ἔτασίν μȣ· ὀϱγῇ δὲ μεγάλῃ μοι ἐχϱήσω, ἐϖήγαγες δὲ ἐϖ’ ἐμὲ ϖειϱατήϱια.

10:18 ἵνα τί ȣ̓͂ν ἐϰ ϰοιλίας με ἐξήγαγες, ϗ ȣ̓ϰ ἀϖέϑανον, ὀφϑαλμὸς δέ με ȣ̓ϰ εἶδεν,

10:19 ϗ ὥσϖεϱ ȣ̓ϰ ὢν ἐγενόμην; διὰ τί γὰϱ ἐϰ γαϛϱὸς εἰς μνῆμα ȣ̓ϰ ἀϖηλλάγην;

10:20 ἦ ȣ̓ϰ ὀλίγος ἐϛὶν ὁ χϱόνος τȣ̃ ϐίȣ μȣ; ἔασόν με ἀναϖαύσασϑαι μιϰϱὸν

10:21 ϖϱὸ τȣ̃ με ϖοϱευϑῆναι ὅϑεν ȣ̓ϰ ἀναϛϱέψω, εἰς γῆν σϰοτεινὴν ϗ γνοφεϱάν,

10:22 εἰς γῆν σϰότȣς αἰωνίȣ, ȣ̔͂ ȣ̓ϰ ἔϛιν φέγγος ȣ̓δὲ ὁϱᾶν ζωὴν ϐϱοτῶν.

11:1 Ὑϖολαϐὼν δὲ Σωφαϱ ὁ Μιναῖος λέγει

11:2 Ὁ τὰ ϖολλὰ λέγων ϗ ἀνταϰȣ́σεται· ἢ ϗ ὁ εὔλαλος οἴεται εἶναι δίϰαιος; εὐλογημένος γεννητὸς γυναιϰὸς ὀλιγόϐιος.

11:3 μὴ ϖολὺς ἐν ῥήμασιν γίνȣ, ȣ̓ γάϱ ἐϛιν ὁ ἀντιϰϱινόμενός σοι.

11:4 μὴ γὰϱ λέγε ὅτι Καϑαϱός εἰμι τοῖς ἔϱγοις ϗ ἄμεμϖτος ἐναντίον αὐτȣ̃.

11:5 ἀλλὰ ϖῶς ἂν ὁ ϰύϱιος λαλήσαι ϖϱὸς σέ; ϗ ἀνοίξει χείλη αὐτȣ̃ μετὰ σȣ̃.

11:6 εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διϖλȣ̃ς ἔϛαι τῶν ϰατὰ σέ· ϗ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀϖέϐη ἀϖὸ ϰυϱίȣ ὧν ἡμάϱτηϰας.

11:7 ἦ ἴχνος ϰυϱίȣ εὑϱήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίϰȣ, ἃ ἐϖοίησεν ὁ ϖαντοϰϱάτωϱ;

11:8 ὑψηλὸς ὁ ȣ̓ϱανός, ϗ τί ϖοιήσεις; ϐαϑύτεϱα δὲ τῶν ἐν ᾅδȣ τί οἶδας;

11:9 ἢ μαϰϱότεϱα μέτϱȣ γῆς ἢ εὔϱȣς ϑαλάσσης;

11:10 ἐὰν δὲ ϰαταϛϱέψῃ τὰ ϖάντα, τίς ἐϱεῖ αὐτῷ Τί ἐϖοίησας;

11:11 αὐτὸς γὰϱ οἶδεν ἔϱγα ἀνόμων, ἰδὼν δὲ ἄτοϖα ȣ̓ ϖαϱόψεται.

11:12 ἄνϑϱωϖος δὲ ἄλλως νήχεται λόγοις, ϐϱοτὸς δὲ γεννητὸς γυναιϰὸς ἴσα ὄνῳ ἐϱημίτῃ.

11:13 εἰ γὰϱ σὺ ϰαϑαϱὰν ἔϑȣ τὴν ϰαϱδίαν σȣ, ὑϖτιάζεις δὲ χεῖϱας ϖϱὸς αὐτόν,

11:14 εἰ ἄνομόν τί ἐϛιν ἐν χεϱσίν σȣ, ϖόϱϱω ϖοίησον αὐτὸ ἀϖὸ σȣ̃, ἀδιϰία δὲ ἐν διαίτῃ σȣ μὴ αὐλισϑήτω.

11:15 ȣ̔́τως γὰϱ ἀναλάμψει σȣ τὸ ϖϱόσωϖον ὥσϖεϱ ὕδωϱ ϰαϑαϱόν, ἐϰδύσῃ δὲ ῥύϖον ϗ ȣ̓ μὴ φοϐηϑῇς·

11:16 ϗ τὸν ϰόϖον ἐϖιλήσῃ ὥσϖεϱ ϰῦμα ϖαϱελϑὸν ϗ ȣ̓ ϖτοηϑήσῃ·

11:17 ἡ δὲ εὐχή σȣ ὥσϖεϱ ἑωσφόϱος, ἐϰ δὲ μεσημϐϱίας ἀνατελεῖ σοι ζωή·

11:18 ϖεϖοιϑώς τε ἔσῃ ὅτι ἔϛιν σοι ἐλϖίς, ἐϰ δὲ μεϱίμνης ϗ φϱοντίδος ἀναφανεῖταί σοι εἰϱήνη.

11:19 ἡσυχάσεις γάϱ, ϗ ȣ̓ϰ ἔϛαι ὁ ϖολεμῶν σε· μεταϐαλόμενοι δὲ ϖολλοί σȣ δεηϑήσονται.

11:20 σωτηϱία δὲ αὐτȣ̀ς ἀϖολείψει· ἡ γὰϱ ἐλϖὶς αὐτῶν ἀϖώλεια, ὀφϑαλμοὶ δὲ ἀσεϐῶν ταϰήσονται.

12:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

12:2 Εἶτα ὑμεῖς ἐϛε ἄνϑϱωϖοι· ἦ μεϑ’ ὑμῶν τελευτήσει σοφία.

12:3 ϰἀμοὶ μὲν ϰαϱδία ϰαϑ’ ὑμᾶς ἐϛιν.

12:4 δίϰαιος γὰϱ ἀνὴϱ ϗ ἄμεμϖτος ἐγενήϑη εἰς χλεύασμα·

12:5 εἰς χϱόνον γὰϱ ταϰτὸν ἡτοίμαϛο ϖεσεῖν ὑϖὸ ἄλλȣς οἴϰȣς τε αὐτȣ̃ ἐϰϖοϱϑεῖσϑαι ὑϖὸ ἀνόμων.

12:6 ȣ̓ μὴν δὲ ἀλλὰ μηδεὶς ϖεϖοιϑέτω ϖονηϱὸς ὢν ἀϑῷος ἔσεσϑαι, ὅσοι ϖαϱοϱγίζȣσιν τὸν ϰύϱιον, ὡς ȣ̓χὶ ϗ ἔτασις αὐτῶν ἔϛαι.

12:7 ἀλλὰ δὴ ἐϖεϱώτησον τετϱάϖοδα ἐάν σοι εἴϖωσιν, ϖετεινὰ δὲ ȣ̓ϱανȣ̃ ἐάν σοι ἀϖαγγείλωσιν·

12:8 ἐϰδιήγησαι δὲ γῇ ἐάν σοι φϱάσῃ, ϗ ἐξηγήσονταί σοι οἱ ἰχϑύες τῆς ϑαλάσσης.

12:9 τίς ȣ̓ϰ ἔγνω ἐν ϖᾶσι τȣ́τοις ὅτι χεὶϱ ϰυϱίȣ ἐϖοίησεν ταῦτα;

12:10 εἰ μὴ ἐν χειϱὶ αὐτȣ̃ ψυχὴ ϖάντων τῶν ζώντων ϗ ϖνεῦμα ϖαντὸς ἀνϑϱώϖȣ;

12:11 ȣ̓͂ς μὲν γὰϱ ῥήματα διαϰϱίνει, λάϱυγξ δὲ σῖτα γεύεται.

12:12 ἐν ϖολλῷ χϱόνῳ σοφία, ἐν δὲ ϖολλῷ ϐίῳ ἐϖιϛήμη.

12:13 ϖαϱ’ αὐτῷ σοφία ϗ δύναμις, αὐτῷ ϐȣλὴ ϗ σύνεσις.

12:14 ἐὰν ϰαταϐάλῃ, τίς οἰϰοδομήσει; ἐὰν ϰλείσῃ ϰατὰ ἀνϑϱώϖων, τίς ἀνοίξει;

12:15 ἐὰν ϰωλύσῃ τὸ ὥδωϱ, ξηϱανεῖ τὴν γῆν· ἐὰν δὲ ἐϖαφῇ, ἀϖώλεσεν αὐτὴν ϰαταϛϱέψας.

12:16 ϖαϱ’ αὐτῷ ϰϱάτος ϗ ἰσχύς, αὐτῷ ἐϖιϛήμη ϗ σύνεσις.

12:17 διάγων ϐȣλευτὰς αἰχμαλώτȣς, ϰϱιτὰς δὲ γῆς ἐξέϛησεν.

12:18 ϰαϑιζάνων ϐασιλεῖς ἐϖὶ ϑϱόνȣς ϗ ϖεϱιέδησεν ζώνῃ ὀσφύας αὐτῶν.

12:19 ἐξαϖοϛέλλων ἱεϱεῖς αἰχμαλώτȣς, δυνάϛας δὲ γῆς ϰατέϛϱεψεν.

12:20 διαλλάσσων χείλη ϖιϛῶν, σύνεσιν δὲ ϖϱεσϐυτέϱων ἔγνω.

12:21 ἐϰχέων ἀτιμίαν ἐϖ’ ἄϱχοντας, ταϖεινȣ̀ς δὲ ἰάσατο.

12:22 ἀναϰαλύϖτων ϐαϑέα ἐϰ σϰότȣς, ἐξήγαγεν δὲ εἰς φῶς σϰιὰν ϑανάτȣ.

12:23 ϖλανῶν ἔϑνη ϗ ἀϖολλύων αὐτά, ϰαταϛϱωννύων ἔϑνη ϗ ϰαϑοδηγῶν αὐτά.

12:24 διαλλάσσων ϰαϱδίας ἀϱχόντων γῆς, ἐϖλάνησεν δὲ αὐτȣ̀ς ὁδῷ, ᾗ ȣ̓ϰ ᾔδεισαν·

12:25 ψηλαφήσαισαν σϰότος ϗ μὴ φῶς, ϖλανηϑείησαν δὲ ὥσϖεϱ ὁ μεϑύων.

13:1 ἰδȣ̀ ταῦτα ἑώϱαϰέν μȣ ὁ ὀφϑαλμὸς ϗ ἀϰήϰοέν μȣ τὸ ȣ̓͂ς·

13:2 ϗ οἶδα ὅσα ϗ ὑμεῖς ἐϖίϛασϑε, ϗ ȣ̓ϰ ἀσυνετώτεϱός εἰμι ὑμῶν.

13:3 ȣ̓ μὴν δὲ ἀλλ’ ἐγὼ ϖϱὸς ϰύϱιον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτȣ̃ ἐὰν ϐȣ́ληται.

13:4 ὑμεῖς δέ ἐϛε ἰατϱοὶ ἄδιϰοι ϗ ἰαταὶ ϰαϰῶν ϖάντες.

13:5 εἴη δὲ ὑμῖν ϰωφεῦσαι, ϗ ἀϖοϐήσεται ὑμῖν εἰς σοφίαν.

13:6 ἀϰȣ́σατε ἔλεγχον ϛόματός μȣ, ϰϱίσιν δὲ χειλέων μȣ ϖϱοσέχετε.

13:7 ϖότεϱον ȣ̓ϰ ἔναντι ϰυϱίȣ λαλεῖτε, ἔναντι δὲ αὐτȣ̃ φϑέγγεσϑε δόλον;

13:8 ἦ ὑϖοϛελεῖσϑε; ὑμεῖς δὲ αὐτοὶ ϰϱιταὶ γένεσϑε.

13:9 ϰαλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰϱ τὰ ϖάντα ϖοιȣ̃ντες ϖϱοϛεϑήσεσϑε αὐτῷ,

13:10 ȣ̓ϑὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ ϗ ϰϱυφῇ ϖϱόσωϖα ϑαυμάσετε,

13:11 ϖότεϱον ȣ̓χὶ δεινὰ αὐτȣ̃ ϛϱοϐήσει ὑμᾶς, φόϐος δὲ ϖαϱ’ αὐτȣ̃ ἐϖιϖεσεῖται ὑμῖν;

13:12 ἀϖοϐήσεται δὲ ὑμῶν τὸ ἀγαυϱίαμα ἴσα σϖοδῷ, τὸ δὲ σῶμα ϖήλινον.

13:13 ϰωφεύσατε, ἵνα λαλήσω ϗ ἀναϖαύσωμαι ϑυμȣ̃

13:14 ἀναλαϐὼν τὰς σάϱϰας μȣ τοῖς ὀδȣ̃σιν, ψυχὴν δέ μȣ ϑήσω ἐν χειϱί.

13:15 ἐάν με χειϱώσηται ὁ δυνάϛης, ἐϖεὶ ϗ ἦϱϰται, ἦ μὴν λαλήσω ϗ ἐλέγξω ἐναντίον αὐτȣ̃·

13:16 ϗ τȣ̃τό μοι ἀϖοϐήσεται εἰς σωτηϱίαν, ȣ̓ γὰϱ ἐναντίον αὐτȣ̃ δόλος εἰσελεύσεται.

13:17 ἀϰȣ́σατε ἀϰȣ́σατε τὰ ῥήματά μȣ· ἀναγγελῶ γὰϱ ὑμῶν ἀϰȣόντων.

13:18 ἰδȣ̀ ἐγὼ ἐγγύς εἰμι τȣ̃ ϰϱίματός μȣ, οἶδα ἐγὼ ὅτι δίϰαιος ἀναφανȣ̃μαι.

13:19 τίς γάϱ ἐϛιν ὁ ϰϱιϑησόμενός μοι; ὅτι νῦν ϰωφεύσω ϗ ἐϰλείψω.

13:20 δυεῖν δέ μοι χϱήσῃ· τότε ἀϖὸ τȣ̃ ϖϱοσώϖȣ σȣ ȣ̓ ϰϱυϐήσομαι·

13:21 τὴν χεῖϱα ἀϖ’ ἐμȣ̃ ἀϖέχȣ, ϗ ὁ φόϐος σȣ μή με ϰαταϖλησσέτω.

13:22 εἶτα ϰαλέσεις, ἐγὼ δέ σοι ὑϖαϰȣ́σομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταϖόϰϱισιν.

13:23 ϖόσαι εἰσὶν αἱ ἁμαϱτίαι μȣ ϗ αἱ ἀνομίαι μȣ; δίδαξόν με τίνες εἰσίν.

13:24 διὰ τί ἀϖ’ ἐμȣ̃ ϰϱύϖτῃ, ἥγησαι δέ με ὑϖεναντίον σοι;

13:25 ἦ ὡς φύλλον ϰινȣ́μενον ὑϖὸ ἀνέμȣ εὐλαϐηϑήσῃ ἢ ὡς χόϱτῳ φεϱομένῳ ὑϖὸ ϖνεύματος ἀντίϰεισαί μοι;

13:26 ὅτι ϰατέγϱαψας ϰατ’ ἐμȣ̃ ϰαϰά, ϖεϱιέϑηϰας δέ μοι νεότητος ἁμαϱτίας,

13:27 ἔϑȣ δέ μȣ τὸν ϖόδα ἐν ϰωλύματι, ἐφύλαξας δέ μȣ ϖάντα τὰ ἔϱγα, εἰς δὲ ῥίζας τῶν ϖοδῶν μȣ ἀφίϰȣ·

13:28 ὃ ϖαλαιȣ̃ται ἴσα ἀσϰῷ ἢ ὥσϖεϱ ἱμάτιον σητόϐϱωτον.

14:1 ϐϱοτὸς γὰϱ γεννητὸς γυναιϰὸς ὀλιγόϐιος ϗ ϖλήϱης ὀϱγῆς

14:2 ἢ ὥσϖεϱ ἄνϑος ἀνϑῆσαν ἐξέϖεσεν, ἀϖέδϱα δὲ ὥσϖεϱ σϰιὰ ϗ ȣ̓ μὴ ϛῇ.

14:3 ȣ̓χὶ ϗ τȣ́τȣ λόγον ἐϖοιήσω ϗ τȣ̃τον ἐϖοίησας εἰσελϑεῖν ἐν ϰϱίματι ἐνώϖιόν σȣ;

14:4 τίς γὰϱ ϰαϑαϱὸς ἔϛαι ἀϖὸ ῥύϖȣ; ἀλλ’ ȣ̓ϑείς.

14:5 ἐὰν ϗ μία ἡμέϱα ὁ ϐίος αὐτȣ̃ ἐϖὶ τῆς γῆς, ἀϱιϑμητοὶ δὲ μῆνες αὐτȣ̃ ϖαϱὰ σοί, εἰς χϱόνον ἔϑȣ, ϗ ȣ̓ μὴ ὑϖεϱϐῇ.

14:6 ἀϖόϛα ἀϖ’ αὐτȣ̃, ἵνα ἡσυχάσῃ ϗ εὐδοϰήσῃ τὸν ϐίον ὥσϖεϱ ὁ μισϑωτός.

14:7 ἔϛιν γὰϱ δένδϱῳ ἐλϖίς· ἐὰν γὰϱ ἐϰϰοϖῇ, ἔτι ἐϖανϑήσει, ϗ ὁ ῥάδαμνος αὐτȣ̃ ȣ̓ μὴ ἐϰλίϖῃ·

14:8 ἐὰν γὰϱ γηϱάσῃ ἐν γῇ ἡ ῥίζα αὐτȣ̃, ἐν δὲ ϖέτϱᾳ τελευτήσῃ τὸ ϛέλεχος αὐτȣ̃,

14:9 ἀϖὸ ὀσμῆς ὕδατος ἀνϑήσει, ϖοιήσει δὲ ϑεϱισμὸν ὥσϖεϱ νεόφυτον.

14:10 ἀνὴϱ δὲ τελευτήσας ᾤχετο, ϖεσὼν δὲ ϐϱοτὸς ȣ̓ϰέτι ἔϛιν.

14:11 χϱόνῳ γὰϱ σϖανίζεται ϑάλασσα, ϖοταμὸς δὲ ἐϱημωϑεὶς ἐξηϱάνϑη·

14:12 ἄνϑϱωϖος δὲ ϰοιμηϑεὶς ȣ̓ μὴ ἀναϛῇ, ἕως ἂν ὁ ȣ̓ϱανὸς ȣ̓ μὴ συϱϱαφῇ· ϗ ȣ̓ϰ ἐξυϖνισϑήσονται ἐξ ὕϖνȣ αὐτῶν.

14:13 εἰ γὰϱ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔϰϱυψας δέ με, ἕως ἂν ϖαύσηταί σȣ ἡ ὀϱγὴ ϗ τάξῃ μοι χϱόνον, ἐν ᾧ μνείαν μȣ ϖοιήσῃ.

14:14 ἐὰν γὰϱ ἀϖοϑάνῃ ἄνϑϱωϖος, ζήσεται συντελέσας ἡμέϱας τȣ̃ ϐίȣ αὐτȣ̃· ὑϖομενῶ, ἕως ἂν ϖάλιν γένωμαι.

14:15 εἶτα ϰαλέσεις, ἐγὼ δέ σοι ὑϖαϰȣ́σομαι, τὰ δὲ ἔϱγα τῶν χειϱῶν σȣ μὴ ἀϖοϖοιȣ̃.

14:16 ἠϱίϑμησας δέ μȣ τὰ ἐϖιτηδεύματα, ϗ ȣ̓ μὴ ϖαϱέλϑῃ σε ȣ̓δὲν τῶν ἁμαϱτιῶν μȣ·

14:17 ἐσφϱάγισας δέ μȣ τὰς ἀνομίας ἐν ϐαλλαντίῳ, ἐϖεσημήνω δέ, εἴ τι ἄϰων ϖαϱέϐην.

14:18 ϗ ϖλὴν ὄϱος ϖῖϖτον διαϖεσεῖται, ϗ ϖέτϱα ϖαλαιωϑήσεται ἐϰ τȣ̃ τόϖȣ αὐτῆς·

14:19 λίϑȣς ἐλέαναν ὕδατα, ϗ ϰατέϰλυσεν ὕδατα ὕϖτια τȣ̃ χώματος τῆς γῆς· ϗ ὑϖομονὴν ἀνϑϱώϖȣ ἀϖώλεσας.

14:20 ὦσας αὐτὸν εἰς τέλος, ϗ ᾤχετο· ἐϖέϛησας αὐτῷ τὸ ϖϱόσωϖον ϗ ἐξαϖέϛειλας·

14:21 ϖολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτȣ̃ ȣ̓ϰ οἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, ȣ̓ϰ ἐϖίϛαται·

14:22 ἀλλ’ ἢ αἱ σάϱϰες αὐτȣ̃ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτȣ̃ ἐϖένϑησεν.

15:1 Ὑϖολαϐὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει

15:2 Πότεϱον σοφὸς ἀϖόϰϱισιν δώσει συνέσεως ϖνεύματος ϗ ἐνέϖλησεν ϖόνον γαϛϱὸς

15:3 ἐλέγχων ἐν ῥήμασιν, οἷς ȣ̓ δεῖ, ἐν λόγοις, οἷς ȣ̓δὲν ὄφελος;

15:4 ȣ̓ ϗ σὺ ἀϖεϖοιήσω φόϐον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τȣ̃ ϰυϱίȣ;

15:5 ἔνοχος εἶ ῥήμασιν ϛόματός σȣ ȣ̓δὲ διέϰϱινας ῥήματα δυναϛῶν·

15:6 ἐλέγξαι σε τὸ σὸν ϛόμα ϗ μὴ ἐγώ, τὰ δὲ χείλη σȣ ϰαταμαϱτυϱήσȣσίν σȣ.

15:7 τί γάϱ; μὴ ϖϱῶτος ἀνϑϱώϖων ἐγενήϑης; ἢ ϖϱὸ ϑινῶν ἐϖάγης;

15:8 ἦ σύνταγμα ϰυϱίȣ ἀϰήϰοας, εἰς δὲ σὲ ἀφίϰετο σοφία;

15:9 τί γὰϱ οἶδας, ὃ ȣ̓ϰ οἴδαμεν; ἢ τί συνίεις, ὃ ȣ̓χὶ ϗ ἡμεῖς;

15:10 ϰαί γε ϖϱεσϐύτης ϰαί γε ϖαλαιὸς ἐν ἡμῖν ϐαϱύτεϱος τȣ̃ ϖατϱός σȣ ἡμέϱαις.

15:11 ὀλίγα ὧν ἡμάϱτηϰας μεμαϛίγωσαι, μεγάλως ὑϖεϱϐαλλόντως λελάληϰας.

15:12 τί ἐτόλμησεν ἡ ϰαϱδία σȣ, ἢ τί ἐϖήνεγϰαν οἱ ὀφϑαλμοί σȣ,

15:13 ὅτι ϑυμὸν ἔϱϱηξας ἔναντι ϰυϱίȣ, ἐξήγαγες δὲ ἐϰ ϛόματος ῥήματα τοιαῦτα;

15:14 τίς γὰϱ ὢν ϐϱοτός, ὅτι ἔϛαι ἄμεμϖτος, ἢ ὡς ἐσόμενος δίϰαιος γεννητὸς γυναιϰός;

15:15 εἰ ϰατὰ ἁγίων ȣ̓ ϖιϛεύει, ȣ̓ϱανὸς δὲ ȣ̓ ϰαϑαϱὸς ἐναντίον αὐτȣ̃.

15:16 ἔα δὲ ἐϐδελυγμένος ϗ ἀϰάϑαϱτος, ἀνὴϱ ϖίνων ἀδιϰίας ἴσα ϖοτῷ.

15:17 ἀναγγελῶ δέ σοι, ἄϰȣέ μȣ· ἃ δὴ ἑώϱαϰα, ἀναγγελῶ σοι,

15:18 ἃ σοφοὶ ἐϱȣ̃σιν ϗ ȣ̓ϰ ἔϰϱυψαν ϖατέϱας αὐτῶν·

15:19 αὐτοῖς μόνοις ἐδόϑη ἡ γῆ, ϗ ȣ̓ϰ ἐϖῆλϑεν ἀλλογενὴς ἐϖ’ αὐτȣ́ς.

15:20 ϖᾶς ὁ ϐίος ἀσεϐȣ̃ς ἐν φϱοντίδι, ἔτη δὲ ἀϱιϑμητὰ δεδομένα δυνάϛῃ,

15:21 ὁ δὲ φόϐος αὐτȣ̃ ἐν ὠσὶν αὐτȣ̃· ὅταν δοϰῇ ἤδη εἰϱηνεύειν, ἥξει αὐτȣ̃ ἡ ϰαταϛϱοφή.

15:22 μὴ ϖιϛευέτω ἀϖοϛϱαφῆναι ἀϖὸ σϰότȣς· ἐντέταλται γὰϱ ἤδη εἰς χεῖϱας σιδήϱȣ,

15:23 ϰατατέταϰται δὲ εἰς σῖτα γυψίν· οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς ϖτῶμα. ἡμέϱα δὲ αὐτὸν σϰοτεινὴ ϛϱοϐήσει,

15:24 ἀνάγϰη δὲ ϗ ϑλῖψις αὐτὸν ϰαϑέξει ὥσϖεϱ ϛϱατηγὸς ϖϱωτοϛάτης ϖίϖτων.

15:25 ὅτι ἦϱϰεν χεῖϱας ἐναντίον τȣ̃ ϰυϱίȣ, ἔναντι δὲ ϰυϱίȣ ϖαντοϰϱάτοϱος ἐτϱαχηλίασεν,

15:26 ἔδϱαμεν δὲ ἐναντίον αὐτȣ̃ ὕϐϱει ἐν ϖάχει νώτȣ ἀσϖίδος αὐτȣ̃,

15:27 ὅτι ἐϰάλυψεν τὸ ϖϱόσωϖον αὐτȣ̃ ἐν ϛέατι αὐτȣ̃ ϗ ἐϖοίησεν ϖεϱιϛόμιον ἐϖὶ τῶν μηϱίων.

15:28 αὐλισϑείη δὲ ϖόλεις ἐϱήμȣς, εἰσέλϑοι δὲ εἰς οἴϰȣς ἀοιϰήτȣς· ἃ δὲ ἐϰεῖνοι ἡτοίμασαν, ἄλλοι ἀϖοίσονται.

15:29 ȣ̓́τε μὴ ϖλȣτισϑῇ, ȣ̓́τε μὴ μείνῃ αὐτȣ̃ τὰ ὑϖάϱχοντα· ȣ̓ μὴ ϐάλῃ ἐϖὶ τὴν γῆν σϰιὰν

15:30 ȣ̓δὲ μὴ ἐϰφύγῃ τὸ σϰότος· τὸν ϐλαϛὸν αὐτȣ̃ μαϱάναι ἄνεμος, ἐϰϖέσοι δὲ αὐτȣ̃ τὸ ἄνϑος.

15:31 μὴ ϖιϛευέτω ὅτι ὑϖομενεῖ, ϰενὰ γὰϱ ἀϖοϐήσεται αὐτῷ·

15:32 ἡ τομὴ αὐτȣ̃ ϖϱὸ ὥϱας φϑαϱήσεται, ϗ ὁ ῥάδαμνος αὐτȣ̃ ȣ̓ μὴ ϖυϰάσῃ·

15:33 τϱυγηϑείη δὲ ὥσϖεϱ ὄμφαξ ϖϱὸ ὥϱας, ἐϰϖέσοι δὲ ὡς ἄνϑος ἐλαίας.

15:34 μαϱτύϱιον γὰϱ ἀσεϐȣ̃ς ϑάνατος, ϖῦϱ δὲ ϰαύσει οἴϰȣς δωϱοδεϰτῶν.

15:35 ἐν γαϛϱὶ δὲ λήμψεται ὀδύνας, ἀϖοϐήσεται δὲ αὐτῷ ϰενά, ἡ δὲ ϰοιλία αὐτȣ̃ ὑϖοίσει δόλον.

16:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

16:2 Ἀϰήϰοα τοιαῦτα ϖολλά· ϖαϱαϰλήτοϱες ϰαϰῶν ϖάντες.

16:3 τί γάϱ; μὴ τάξις ἐϛὶν ῥήμασιν ϖνεύματος; ἢ τί ϖαϱενοχλήσει σοι, ὅτι ἀϖοϰϱίνῃ;

16:4 ϰἀγὼ ϰαϑ’ ὑμᾶς λαλήσω, εἰ ὑϖέϰειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ ἐναλȣ̃μαι ὑμῖν ῥήμασιν, ϰινήσω δὲ ϰαϑ’ ὑμῶν ϰεφαλήν·

16:5 εἴη δὲ ἰσχὺς ἐν τῷ ϛόματί μȣ, ϰίνησιν δὲ χειλέων ȣ̓ φείσομαι.

16:6 ἐὰν γὰϱ λαλήσω, ȣ̓ϰ ἀλγήσω τὸ τϱαῦμα· ἐὰν δὲ ϗ σιωϖήσω, τί ἔλαττον τϱωϑήσομαι;

16:7 νῦν δὲ ϰατάϰοϖόν με ϖεϖοίηϰεν, μωϱόν, σεσηϖότα,

16:8 ϗ ἐϖελάϐȣ μȣ, εἰς μαϱτύϱιον ἐγενήϑη· ϗ ἀνέϛη ἐν ἐμοὶ τὸ ψεῦδός μȣ, ϰατὰ ϖϱόσωϖόν μȣ ἀνταϖεϰϱίϑη.

16:9 ὀϱγῇ χϱησάμενος ϰατέϐαλέν με, ἔϐϱυξεν ἐϖ’ ἐμὲ τȣ̀ς ὀδόντας, ϐέλη ϖειϱατῶν αὐτȣ̃ ἐϖ’ ἐμοὶ ἔϖεσεν.

16:10 ἀϰίσιν ὀφϑαλμῶν ἐνήλατο, ὀξεῖ ἔϖαισέν με εἰς σιαγόνα, ὁμοϑυμαδὸν δὲ ϰατέδϱαμον ἐϖ’ ἐμοί.

16:11 ϖαϱέδωϰεν γάϱ με ὁ ϰύϱιος εἰς χεῖϱας ἀδίϰȣ, ἐϖὶ δὲ ἀσεϐέσιν ἔϱϱιψέν με·

16:12 εἰϱηνεύοντα διεσϰέδασέν με, λαϐών με τῆς ϰόμης διέτιλεν, ϰατέϛησέν με ὥσϖεϱ σϰοϖόν.

16:13 ἐϰύϰλωσάν με λόγχαις ϐάλλοντες εἰς νεφϱȣ́ς μȣ ȣ̓ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μȣ·

16:14 ϰατέϐαλόν με ϖτῶμα ἐϖὶ ϖτώματι, ἔδϱαμον ϖϱός με δυνάμενοι.

16:15 σάϰϰον ἔϱϱαψα ἐϖὶ ϐύϱσης μȣ, τὸ δὲ σϑένος μȣ ἐν γῇ ἐσϐέσϑη.

16:16 ἡ γαϛήϱ μȣ συγϰέϰαυται ἀϖὸ ϰλαυϑμȣ̃, ἐϖὶ δὲ ϐλεφάϱοις μȣ σϰιά.

16:17 ἄδιϰον δὲ ȣ̓δὲν ἦν ἐν χεϱσίν μȣ, εὐχὴ δέ μȣ ϰαϑαϱά.

16:18 γῆ, μὴ ἐϖιϰαλύψῃς ἐφ’ αἵματι τῆς σαϱϰός μȣ, μηδὲ εἴη τόϖος τῇ ϰϱαυγῇ μȣ.

16:19 ϗ νῦν ἰδȣ̀ ἐν ȣ̓ϱανοῖς ὁ μάϱτυς μȣ, ὁ δὲ συνίϛωϱ μȣ ἐν ὑψίϛοις.

16:20 ἀφίϰοιτό μȣ ἡ δέησις ϖϱὸς ϰύϱιον, ἔναντι δὲ αὐτȣ̃ ϛάζοι μȣ ὁ ὀφϑαλμός.

16:21 εἴη δὲ ἔλεγχος ἀνδϱὶ ἔναντι ϰυϱίȣ ϗ υἱὸς ἀνϑϱώϖȣ τῷ ϖλησίον αὐτȣ̃.

16:22 ἔτη δὲ ἀϱιϑμητὰ ἥϰασιν, ὁδῷ δέ, ᾗ ȣ̓ϰ ἐϖαναϛϱαφήσομαι, ϖοϱεύσομαι.

17:1 ὀλέϰομαι ϖνεύματι φεϱόμενος, δέομαι δὲ ταφῆς ϗ ȣ̓ τυγχάνω.

17:2 λίσσομαι ϰάμνων, ϗ τί ϖοιήσας;

17:3 ἔϰλεψαν δέ μȣ τὰ ὑϖάϱχοντα ἀλλότϱιοι. τίς ἐϛιν ȣ̔͂τος; τῇ χειϱί μȣ συνδεϑήτω.

17:4 ὅτι ϰαϱδίαν αὐτῶν ἔϰϱυψας ἀϖὸ φϱονήσεως, διὰ τȣ̃το ȣ̓ μὴ ὑψώσῃς αὐτȣ́ς.

17:5 τῇ μεϱίδι ἀναγγελεῖ ϰαϰίας, ὀφϑαλμοὶ δέ μȣ ἐφ’ υἱοῖς ἐτάϰησαν.

17:6 ἔϑȣ δέ με ϑϱύλημα ἐν ἔϑνεσιν, γέλως δὲ αὐτοῖς ἀϖέϐην·

17:7 ϖεϖώϱωνται γὰϱ ἀϖὸ ὀϱγῆς οἱ ὀφϑαλμοί μȣ, ϖεϖολιόϱϰημαι μεγάλως ὑϖὸ ϖάντων.

17:8 ϑαῦμα ἔσχεν ἀληϑινȣ̀ς ἐϖὶ τȣ́τῳ· δίϰαιος δὲ ἐϖὶ ϖαϱανόμῳ ἐϖαναϛαίη·

17:9 σχοίη δὲ ϖιϛὸς τὴν ἑαυτȣ̃ ὁδόν, ϰαϑαϱὸς δὲ χεῖϱας ἀναλάϐοι ϑάϱσος.

17:10 ȣ̓ μὴν δὲ ἀλλὰ ϖάντες ἐϱείδετε, ϗ δεῦτε δή· ȣ̓ γὰϱ εὑϱίσϰω ἐν ὑμῖν ἀληϑές.

17:11 αἱ ἡμέϱαι μȣ ϖαϱῆλϑον ἐν ϐϱόμῳ, ἐϱϱάγη δὲ τὰ ἄϱϑϱα τῆς ϰαϱδίας μȣ.

17:12 νύϰτα εἰς ἡμέϱαν ἔϑηϰαν, φῶς ἐγγὺς ἀϖὸ ϖϱοσώϖȣ σϰότȣς.

17:13 ἐὰν γὰϱ ὑϖομείνω, ᾅδης μȣ ὁ οἶϰος, ἐν δὲ γνόφῳ ἔϛϱωταί μȣ ἡ ϛϱωμνή.

17:14 ϑάνατον ἐϖεϰαλεσάμην ϖατέϱα μȣ εἶναι, μητέϱα δέ μȣ ϗ ἀδελφὴν σαϖϱίαν.

17:15 ϖȣ̃ ȣ̓͂ν μȣ ἔτι ἐϛὶν ἡ ἐλϖίς; ἦ τὰ ἀγαϑά μȣ ὄψομαι;

17:16 ἦ μετ’ ἐμȣ̃ εἰς ᾅδην ϰαταϐήσονται, ἢ ὁμοϑυμαδὸν ἐϖὶ χώματος ϰαταϐησόμεϑα;

18:1 Ὑϖολαϐὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

18:2 Μέχϱι τίνος ȣ̓ ϖαύσῃ; ἐϖίσχες, ἵνα ϗ αὐτοὶ λαλήσωμεν.

18:3 διὰ τί ὥσϖεϱ τετϱάϖοδα σεσιωϖήϰαμεν ἐναντίον σȣ;

18:4 ϰέχϱηταί σοι ὀϱγή. τί γάϱ; ἐὰν σὺ ἀϖοϑάνῃς, ἀοίϰητος ἡ ὑϖ’ ȣ̓ϱανόν; ἢ ϰαταϛϱαφήσεται ὄϱη ἐϰ ϑεμελίων;

18:5 ϗ φῶς ἀσεϐῶν σϐεσϑήσεται, ϗ ȣ̓ϰ ἀϖοϐήσεται αὐτῶν ἡ φλόξ·

18:6 τὸ φῶς αὐτȣ̃ σϰότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐϖ’ αὐτῷ σϐεσϑήσεται.

18:7 ϑηϱεύσαισαν ἐλάχιϛοι τὰ ὑϖάϱχοντα αὐτȣ̃, σφάλαι δὲ αὐτȣ̃ ἡ ϐȣλή.

18:8 ἐμϐέϐληται δὲ ὁ ϖȣ̀ς αὐτȣ̃ ἐν ϖαγίδι· ἐν διϰτύῳ ἑλιχϑείη.

18:9 ἔλϑοισαν δὲ ἐϖ’ αὐτὸν ϖαγίδες· ϰατισχύσει ἐϖ’ αὐτὸν διψῶντας.

18:10 ϰέϰϱυϖται ἐν τῇ γῇ σχοινίον αὐτȣ̃ ϗ ἡ σύλλημψις αὐτȣ̃ ἐϖὶ τϱίϐων.

18:11 ϰύϰλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, ϖολλοὶ δὲ ϖεϱὶ ϖόδας αὐτȣ̃ ἔλϑοισαν ἐν λιμῷ ϛενῷ.

18:12 ϖτῶμα δὲ αὐτῷ ἡτοίμαϛαι ἐξαίσιον.

18:13 ϐϱωϑείησαν αὐτȣ̃ ϰλῶνες ϖοδῶν, ϰατέδεται δὲ τὰ ὡϱαῖα αὐτȣ̃ ϑάνατος.

18:14 ἐϰϱαγείη δὲ ἐϰ διαίτης αὐτȣ̃ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγϰη αἰτίᾳ ϐασιλιϰῇ.

18:15 ϰατασϰηνώσει ἐν τῇ σϰηνῇ αὐτȣ̃ ἐν νυϰτὶ αὐτȣ̃, ϰατασϖαϱήσονται τὰ εὐϖϱεϖῆ αὐτȣ̃ ϑείῳ.

18:16 ὑϖοϰάτωϑεν αἱ ῥίζαι αὐτȣ̃ ξηϱανϑήσονται, ϗ ἐϖάνωϑεν ἐϖιϖεσεῖται ϑεϱισμὸς αὐτȣ̃.

18:17 τὸ μνημόσυνον αὐτȣ̃ ἀϖόλοιτο ἐϰ γῆς, ϗ ὑϖάϱχει ὄνομα αὐτῷ ἐϖὶ ϖϱόσωϖον ἐξωτέϱω.

18:18 ἀϖώσειεν αὐτὸν ἐϰ φωτὸς εἰς σϰότος.

18:19 ȣ̓ϰ ἔϛαι ἐϖίγνωϛος ἐν λαῷ αὐτȣ̃, ȣ̓δὲ σεσῳσμένος ἐν τῇ ὑϖ’ ȣ̓ϱανὸν ὁ οἶϰος αὐτȣ̃, ἀλλ’ ἐν τοῖς αὐτȣ̃ ζήσονται ἕτεϱοι.

18:20 ἐϖ’ αὐτῷ ἐϛέναξαν ἔσχατοι, ϖϱώτȣς δὲ ἔσχεν ϑαῦμα.

18:21 ȣ̔͂τοί εἰσιν οἶϰοι ἀδίϰων, ȣ̔͂τος δὲ ὁ τόϖος τῶν μὴ εἰδότων τὸν ϰύϱιον.

19:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

19:2 Ἕως τίνος ἔγϰοϖον ϖοιήσετε ψυχήν μȣ ϗ ϰαϑαιϱεῖτε με λόγοις;

19:3 γνῶτε μόνον ὅτι ὁ ϰύϱιος ἐϖοίησέ με ȣ̔́τως· ϰαταλαλεῖτέ μȣ, ȣ̓ϰ αἰσχυνόμενοί με ἐϖίϰεισϑέ μοι.

19:4 ναὶ δὴ ἐϖ’ ἀληϑείας ἐγὼ ἐϖλανήϑην, ϖαϱ’ ἐμοὶ δὲ αὐλίζεται ϖλάνος

19:4 a λαλῆσαι ῥῆμα, ὃ ȣ̓ϰ ἔδει, τὰ δὲ ῥήματά μȣ ϖλανᾶται ϗ ȣ̓ϰ ἐϖὶ ϰαιϱȣ̃.

19:5 ἔα δὲ ὅτι ἐϖ’ ἐμοὶ μεγαλύνεσϑε, ἐνάλλεσϑε δέ μοι ὀνείδει.

19:6 γνῶτε ȣ̓͂ν ὅτι ὁ ϰύϱιός ἐϛιν ὁ ταϱάξας, ὀχύϱωμα δὲ αὐτȣ̃ ἐϖ’ ἐμὲ ὕψωσεν.

19:7 ἰδȣ̀ γελῶ ὀνείδει ϗ ȣ̓ λαλήσω· ϰεϰϱάξομαι, ϗ ȣ̓δαμȣ̃ ϰϱίμα.

19:8 ϰύϰλῳ ϖεϱιῳϰοδόμημαι ϗ ȣ̓ μὴ διαϐῶ, ἐϖὶ ϖϱόσωϖόν μȣ σϰότος ἔϑετο.

19:9 τὴν δὲ δόξαν ἀϖ’ ἐμȣ̃ ἐξέδυσεν, ἀφεῖλεν δὲ ϛέφανον ἀϖὸ ϰεφαλῆς μȣ.

19:10 διέσϖασέν με ϰύϰλῳ, ϗ ᾠχόμην· ἐξέϰοψεν δὲ ὥσϖεϱ δένδϱον τὴν ἐλϖίδα μȣ.

19:11 δεινῶς δέ μοι ὀϱγῇ ἐχϱήσατο, ἡγήσατο δέ με ὥσϖεϱ ἐχϑϱόν.

19:12 ὁμοϑυμαδὸν δὲ ἦλϑον τὰ ϖειϱατήϱια αὐτȣ̃ ἐϖ’ ἐμοὶ ταῖς ὁδοῖς μȣ, ἐϰύϰλωσάν με ἐγϰάϑετοι.

19:13 ἀϖ’ ἐμȣ̃ δὲ ἀδελφοί μȣ ἀϖέϛησαν, ἔγνωσαν ἀλλοτϱίȣς ἢ ἐμέ· φίλοι δέ μȣ ἀνελεήμονες γεγόνασιν.

19:14 ȣ̓ ϖϱοσεϖοιήσαντό με οἱ ἐγγύτατοί μȣ, ϗ οἱ εἰδότες μȣ τὸ ὄνομα ἐϖελάϑοντό μȣ.

19:15 γείτονες οἰϰίας ϑεϱάϖαιναί τέ μȣ, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.

19:16 ϑεϱάϖοντά μȣ ἐϰάλεσα, ϗ ȣ̓χ ὑϖήϰȣσεν· ϛόμα δέ μȣ ἐδέετο.

19:17 ϗ ἱϰέτευον τὴν γυναῖϰά μȣ, ϖϱοσεϰαλȣ́μην δὲ ϰολαϰεύων υἱȣ̀ς ϖαλλαϰίδων μȣ·

19:18 οἱ δὲ εἰς τὸν αἰῶνά με ἀϖεϖοιήσαντο· ὅταν ἀναϛῶ, ϰατ’ ἐμȣ̃ λαλȣ̃σιν.

19:19 ἐϐδελύξαντο δέ με οἱ εἰδότες με· ȣ̔̀ς δὴ ἠγαϖήϰειν, ἐϖανέϛησάν μοι.

19:20 ἐν δέϱματί μȣ ἐσάϖησαν αἱ σάϱϰες μȣ, τὰ δὲ ὀϛᾶ μȣ ἐν ὀδȣ̃σιν ἔχεται.

19:21 ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι· χεὶϱ γὰϱ ϰυϱίȣ ἡ ἁψαμένη μȣ́ ἐϛιν.

19:22 διὰ τί δέ με διώϰετε ὥσϖεϱ ϗ ὁ ϰύϱιος, ἀϖὸ δὲ σαϱϰῶν μȣ ȣ̓ϰ ἐμϖίϖλασϑε;

19:23 τίς γὰϱ ἂν δῴη γϱαφῆναι τὰ ῥήματά μȣ, τεϑῆναι δὲ αὐτὰ ἐν ϐιϐλίῳ εἰς τὸν αἰῶνα

19:24 ἐν γϱαφείῳ σιδηϱῷ ϗ μολίϐῳ ἢ ἐν ϖέτϱαις ἐγγλυφῆναι;

19:25 οἶδα γὰϱ ὅτι ἀέναός ἐϛιν ὁ ἐϰλύειν με μέλλων ἐϖὶ γῆς.

19:26 ἀναϛήσαι τὸ δέϱμα μȣ τὸ ἀνατλῶν ταῦτα· ϖαϱὰ γὰϱ ϰυϱίȣ ταῦτά μοι συνετελέσϑη,

19:27 ἃ ἐγὼ ἐμαυτῷ συνεϖίϛαμαι, ἃ ὁ ὀφϑαλμός μȣ ἑόϱαϰεν ϗ ȣ̓ϰ ἄλλος· ϖάντα δέ μοι συντετέλεϛαι ἐν ϰόλϖῳ.

19:28 εἰ δὲ ϗ ἐϱεῖτε Τί ἐϱȣ̃μεν ἔναντι αὐτȣ̃; ϗ ῥίζαν λόγȣ εὑϱήσομεν ἐν αὐτῷ·

19:29 εὐλαϐήϑητε δὴ ϗ ὑμεῖς ἀϖὸ ἐϖιϰαλύμματος· ϑυμὸς γὰϱ ἐϖ’ ἀνόμȣς ἐϖελεύσεται, ϗ τότε γνώσονται ϖȣ̃ ἐϛιν αὐτῶν ἡ ὕλη.

20:1 Ὑϖολαϐὼν δὲ Σωφαϱ ὁ Μιναῖος λέγει

20:2 Ȣ̓χ ȣ̔́τως ὑϖελάμϐανον ἀντεϱεῖν σε ταῦτα, ϗ ȣ̓χὶ συνίετε μᾶλλον ἢ ϗ ἐγώ.

20:3 ϖαιδείαν ἐντϱοϖῆς μȣ ἀϰȣ́σομαι, ϗ ϖνεῦμα ἐϰ τῆς συνέσεως ἀϖοϰϱίνεταί μοι.

20:4 μὴ ταῦτα ἔγνως ἀϖὸ τȣ̃ ἔτι ἀφ’ ȣ̔͂ ἐτέϑη ἄνϑϱωϖος ἐϖὶ τῆς γῆς;

20:5 εὐφϱοσύνη γὰϱ ἀσεϐῶν ϖτῶμα ἐξαίσιον, χαϱμονὴ δὲ ϖαϱανόμων ἀϖώλεια,

20:6 ἐὰν ἀναϐῇ εἰς ȣ̓ϱανὸν αὐτȣ̃ τὰ δῶϱα, ἡ δὲ ϑυσία αὐτȣ̃ νεφῶν ἅψηται.

20:7 ὅταν γὰϱ δοϰῇ ἤδη ϰατεϛηϱίχϑαι, τότε εἰς τέλος ἀϖολεῖται· οἱ δὲ ἰδόντες αὐτὸν ἐϱȣ̃σιν Πȣ̃ ἐϛιν;

20:8 ὥσϖεϱ ἐνύϖνιον ἐϰϖετασϑὲν ȣ̓ μὴ εὑϱεϑῇ, ἔϖτη δὲ ὥσϖεϱ φάσμα νυϰτεϱινόν.

20:9 ὀφϑαλμὸς ϖαϱέϐλεψεν ϗ ȣ̓ ϖϱοσϑήσει, ϗ ȣ̓ϰέτι ϖϱοσνοήσει αὐτὸν ὁ τόϖος αὐτȣ̃.

20:10 τȣ̀ς υἱȣ̀ς αὐτȣ̃ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖϱες αὐτȣ̃ ϖυϱσεύσαισαν ὀδύνας.

20:11 ὀϛᾶ αὐτȣ̃ ἐνεϖλήσϑησαν νεότητος αὐτȣ̃, ϗ μετ’ αὐτȣ̃ ἐϖὶ χώματος ϰοιμηϑήσεται.

20:12 ἐὰν γλυϰανϑῇ ἐν ϛόματι αὐτȣ̃ ϰαϰία, ϰϱύψει αὐτὴν ὑϖὸ τὴν γλῶσσαν αὐτȣ̃·

20:13 ȣ̓ φείσεται αὐτῆς ϗ ȣ̓ϰ ἐγϰαταλείψει αὐτὴν ϗ συνέξει αὐτὴν ἐν μέσῳ τȣ̃ λάϱυγγος αὐτȣ̃.

20:14 ϗ ȣ̓ μὴ δυνηϑῇ ϐοηϑῆσαι ἑαυτῷ· χολὴ ἀσϖίδος ἐν γαϛϱὶ αὐτȣ̃.

20:15 ϖλȣ̃τος ἀδίϰως συναγόμενος ἐξεμεσϑήσεται, ἐξ οἰϰίας αὐτȣ̃ ἐξελϰύσει αὐτὸν ἄγγελος.

20:16 ϑυμὸν δὲ δϱαϰόντων ϑηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.

20:17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος ϗ ϐȣτύϱȣ.

20:18 εἰς ϰενὰ ϗ μάταια ἐϰοϖίασεν ϖλȣ̃τον, ἐξ ȣ̔͂ ȣ̓ γεύσεται, ὥσϖεϱ ϛϱίφνος ἀμάσητος ἀϰατάϖοτος.

20:19 ϖολλῶν γὰϱ ἀδυνάτων οἴϰȣς ἔϑλασεν, δίαιταν δὲ ἥϱϖασεν ϗ ȣ̓ϰ ἔϛησεν.

20:20 ȣ̓ϰ ἔϛιν αὐτȣ̃ σωτηϱία τοῖς ὑϖάϱχȣσιν, ἐν ἐϖιϑυμίᾳ αὐτȣ̃ ȣ̓ σωϑήσεται.

20:21 ȣ̓ϰ ἔϛιν ὑϖόλειμμα τοῖς ϐϱώμασιν αὐτȣ̃· διὰ τȣ̃το ȣ̓ϰ ἀνϑήσει αὐτȣ̃ τὰ ἀγαϑά.

20:22 ὅταν δὲ δοϰῇ ἤδη ϖεϖληϱῶσϑαι, ϑλιϐήσεται, ϖᾶσα δὲ ἀνάγϰη ἐϖ’ αὐτὸν ἐϖελεύσεται.

20:23 εἴ ϖως ϖληϱώσαι γαϛέϱα αὐτȣ̃, ἐϖαϖοϛείλαι ἐϖ’ αὐτὸν ϑυμὸν ὀϱγῆς, νίψαι ἐϖ’ αὐτὸν ὀδύνας·

20:24 ϗ ȣ̓ μὴ σωϑῇ ἐϰ χειϱὸς σιδήϱȣ, τϱώσαι αὐτὸν τόξον χάλϰειον·

20:25 διεξέλϑοι δὲ διὰ σώματος αὐτȣ̃ ϐέλος, ἀϛϱαϖαὶ δὲ ἐν διαίταις αὐτȣ̃ ϖεϱιϖατήσαισαν· ἐϖ αὐτῷ φόϐοι.

20:26 ϖᾶν δὲ σϰότος αὐτῷ ὑϖομείναι· ϰατέδεται αὐτὸν ϖῦϱ ἄϰαυϛον, ϰαϰώσαι δὲ αὐτȣ̃ ἐϖήλυτος τὸν οἶϰον.

20:27 ἀναϰαλύψαι δὲ αὐτȣ̃ ὁ ȣ̓ϱανὸς τὰς ἀνομίας, γῆ δὲ ἐϖαναϛαίη αὐτῷ.

20:28 ἑλϰύσαι τὸν οἶϰον αὐτȣ̃ ἀϖώλεια εἰς τέλος, ἡμέϱα ὀϱγῆς ἐϖέλϑοι αὐτῷ.

20:29 αὕτη ἡ μεϱὶς ἀνϑϱώϖȣ ἀσεϐȣ̃ς ϖαϱὰ ϰυϱίȣ ϗ ϰτῆμα ὑϖαϱχόντων αὐτῷ ϖαϱὰ τȣ̃ ἐϖισϰόϖȣ.

21:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

21:2 Ἀϰȣ́σατε ἀϰȣ́σατέ μȣ τῶν λόγων, ἵνα μὴ ᾖ μοι ϖαϱ’ ὑμῶν αὕτη ἡ ϖαϱάϰλησις.

21:3 ἄϱατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ ȣ̓ ϰαταγελάσετέ μȣ.

21:4 τί γάϱ; μὴ ἀνϑϱώϖȣ μȣ ἡ ἔλεγξις; ἢ διὰ τί ȣ̓ ϑυμωϑήσομαι;

21:5 εἰσϐλέψαντες εἰς ἐμὲ ϑαυμάσατε χεῖϱα ϑέντες ἐϖὶ σιαγόνι.

21:6 ἐάν τε γὰϱ μνησϑῶ, ἐσϖȣ́δαϰα, ἔχȣσιν δέ μȣ τὰς σάϱϰας ὀδύναι.

21:7 διὰ τί ἀσεϐεῖς ζῶσιν, ϖεϖαλαίωνται δὲ ϗ ἐν ϖλȣ́τῳ;

21:8 ὁ σϖόϱος αὐτῶν ϰατὰ ψυχήν, τὰ δὲ τέϰνα αὐτῶν ἐν ὀφϑαλμοῖς.

21:9 οἱ οἶϰοι αὐτῶν εὐϑηνȣ̃σιν, φόϐος δὲ ȣ̓δαμȣ̃, μάϛιξ δὲ ϖαϱὰ ϰυϱίȣ ȣ̓ϰ ἔϛιν ἐϖ’ αὐτοῖς.

21:10 ἡ ϐȣ̃ς αὐτῶν ȣ̓ϰ ὠμοτόϰησεν, διεσώϑη δὲ αὐτῶν ἐν γαϛϱὶ ἔχȣσα ϗ ȣ̓ϰ ἔσφαλεν.

21:11 μένȣσιν δὲ ὡς ϖϱόϐατα αἰώνια, τὰ δὲ ϖαιδία αὐτῶν ϖϱοσϖαίζȣσιν

21:12 ἀναλαϐόντες ψαλτήϱιον ϗ ϰιϑάϱαν ϗ εὐφϱαίνονται φωνῇ ψαλμȣ̃.

21:13 συνετέλεσαν δὲ ἐν ἀγαϑοῖς τὸν ϐίον αὐτῶν, ἐν δὲ ἀναϖαύσει ᾅδȣ ἐϰοιμήϑησαν.

21:14 λέγει δὲ ϰυϱίῳ Ἀϖόϛα ἀϖ’ ἐμȣ̃, ὁδȣ́ς σȣ εἰδέναι ȣ̓ ϐȣ́λομαι·

21:15 τί ἱϰανός, ὅτι δȣλεύσομεν αὐτῷ; ϗ τίς ὠφέλεια, ὅτι ἀϖαντήσομεν αὐτῷ;

21:16 ἐν χεϱσὶν γὰϱ ἦν αὐτῶν τὰ ἀγαϑά, ἔϱγα δὲ ἀσεϐῶν ȣ̓ϰ ἐφοϱᾷ.

21:17 ȣ̓ μὴν δὲ ἀλλὰ ϗ ἀσεϐῶν λύχνος σϐεσϑήσεται, ἐϖελεύσεται δὲ αὐτοῖς ἡ ϰαταϛϱοφή, ὠδῖνες δὲ αὐτȣ̀ς ἕξȣσιν ἀϖὸ ὀϱγῆς.

21:18 ἔσονται δὲ ὥσϖεϱ ἄχυϱα ϖϱὸ ἀνέμȣ ἢ ὥσϖεϱ ϰονιοϱτός, ὃν ὑφείλατο λαῖλαψ.

21:19 ἐϰλίϖοι υἱȣ̀ς τὰ ὑϖάϱχοντα αὐτȣ̃· ἀνταϖοδώσει ϖϱὸς αὐτὸν ϗ γνώσεται.

21:20 ἴδοισαν οἱ ὀφϑαλμοὶ αὐτȣ̃ τὴν ἑαυτȣ̃ σφαγήν, ἀϖὸ δὲ ϰυϱίȣ μὴ διασωϑείη·

21:21 ὅτι τί ϑέλημα αὐτȣ̃ ἐν οἴϰῳ αὐτȣ̃ μετ’ αὐτόν; ϗ ἀϱιϑμοὶ μηνῶν αὐτȣ̃ διῃϱέϑησαν.

21:22 ϖότεϱον ȣ̓χὶ ὁ ϰύϱιός ἐϛιν ὁ διδάσϰων σύνεσιν ϗ ἐϖιϛήμην; αὐτὸς δὲ φόνȣς διαϰϱινεῖ.

21:23 ȣ̔͂τος ἀϖοϑανεῖται ἐν ϰϱάτει ἁϖλοσύνης αὐτȣ̃, ὅλος δὲ εὐϖαϑῶν ϗ εὐϑηνῶν·

21:24 τὰ δὲ ἔγϰατα αὐτȣ̃ ϖλήϱη ϛέατος, μυελὸς δὲ αὐτȣ̃ διαχεῖται.

21:25 ὁ δὲ τελευτᾷ ὑϖὸ ϖιϰϱίας ψυχῆς ȣ̓ φαγὼν ȣ̓δὲν ἀγαϑόν.

21:26 ὁμοϑυμαδὸν δὲ ἐϖὶ γῆς ϰοιμῶνται, σαϖϱία δὲ αὐτȣ̀ς ἐϰάλυψεν.

21:27 ὥϛε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐϖίϰεισϑέ μοι·

21:28 ὅτι ἐϱεῖτε Πȣ̃ ἐϛιν οἶϰος ἄϱχοντος; ϗ ϖȣ̃ ἐϛιν ἡ σϰέϖη τῶν σϰηνωμάτων τῶν ἀσεϐῶν;

21:29 ἐϱωτήσατε ϖαϱαϖοϱευομένȣς ὁδόν, ϗ τὰ σημεῖα αὐτῶν ȣ̓ϰ ἀϖαλλοτϱιώσετε·

21:30 ὅτι εἰς ἡμέϱαν ἀϖωλείας ϰȣφίζεται ὁ ϖονηϱός, εἰς ἡμέϱαν ὀϱγῆς αὐτȣ̃ ἀϖαχϑήσονται.

21:31 τίς ἀϖαγγελεῖ ἐϖὶ ϖϱοσώϖȣ αὐτȣ̃ τὴν ὁδὸν αὐτȣ̃; ϗ αὐτὸς ἐϖοίησεν, τίς ἀνταϖοδώσει αὐτῷ;

21:32 ϗ αὐτὸς εἰς τάφȣς ἀϖηνέχϑη ϗ ἐϖὶ σοϱῷ ἠγϱύϖνησεν.

21:33 ἐγλυϰάνϑησαν αὐτῷ χάλιϰες χειμάϱϱȣ, ϗ ὀϖίσω αὐτȣ̃ ϖᾶς ἄνϑϱωϖος ἀϖελεύσεται, ϗ ἔμϖϱοσϑεν αὐτȣ̃ ἀναϱίϑμητοι.

21:34 ϖῶς δὲ ϖαϱαϰαλεῖτέ με ϰενά; τὸ δὲ ἐμὲ ϰαταϖαύσασϑαι ἀφ’ ὑμῶν ȣ̓δέν.

22:1 Ὑϖολαϐὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει

22:2 Πότεϱον ȣ̓χὶ ὁ ϰύϱιός ἐϛιν ὁ διδάσϰων σύνεσιν ϗ ἐϖιϛήμην;

22:3 τί γὰϱ μέλει τῷ ϰυϱίῳ, ἐὰν σὺ ἦσϑα τοῖς ἔϱγοις ἄμεμϖτος; ἢ ὠφέλεια ὅτι ἁϖλώσῃς τὴν ὁδόν σȣ;

22:4 ἦ λόγον σȣ ϖοιȣ́μενος ἐλέγξει σε ϗ συνεισελεύσεταί σοι εἰς ϰϱίσιν;

22:5 ϖότεϱον ȣ̓χ ἡ ϰαϰία σȣ́ ἐϛιν ϖολλή, ἀναϱίϑμητοι δέ σȣ́ εἰσιν αἱ ἁμαϱτίαι;

22:6 ἠνεχύϱαζες δὲ τȣ̀ς ἀδελφȣ́ς σȣ διὰ ϰενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλȣ·

22:7 ȣ̓δὲ ὕδωϱ διψῶντας ἐϖότισας, ἀλλὰ ϖεινώντων ἐϛέϱησας ψωμόν·

22:8 ἐϑαύμασας δέ τινων ϖϱόσωϖον, ᾤϰισας δὲ τȣ̀ς ἐϖὶ τῆς γῆς·

22:9 χήϱας δὲ ἐξαϖέϛειλας ϰενάς, ὀϱφανȣ̀ς δὲ ἐϰάϰωσας.

22:10 τοιγαϱȣ̃ν ἐϰύϰλωσάν σε ϖαγίδες, ϗ ἐσϖȣ́δασέν σε ϖόλεμος ἐξαίσιος·

22:11 τὸ φῶς σοι σϰότος ἀϖέϐη, ϰοιμηϑέντα δὲ ὕδωϱ σε ἐϰάλυψεν.

22:12 μὴ ȣ̓χὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφοϱᾷ, τȣ̀ς δὲ ὕϐϱει φεϱομένȣς ἐταϖείνωσεν;

22:13 ϗ εἶϖας Τί ἔγνω ὁ ἰσχυϱός; ἦ ϰατὰ τȣ̃ γνόφȣ ϰϱινεῖ;

22:14 νέφη ἀϖοϰϱυφὴ αὐτȣ̃, ϗ ȣ̓χ ὁϱαϑήσεται ϗ γῦϱον ȣ̓ϱανȣ̃ διαϖοϱεύσεται.

22:15 μὴ τϱίϐον αἰώνιον φυλάξεις, ἣν ἐϖάτησαν ἄνδϱες ἄδιϰοι,

22:16 οἳ συνελήμφϑησαν ἄωϱοι; ϖοταμὸς ἐϖιϱϱέων οἱ ϑεμέλιοι αὐτῶν

22:17 οἱ λέγοντες Κύϱιος τί ϖοιήσει ἡμῖν; ἢ τί ἐϖάξεται ἡμῖν ὁ ϖαντοϰϱάτωϱ;

22:18 ὃς δὲ ἐνέϖλησεν τȣ̀ς οἴϰȣς αὐτῶν ἀγαϑῶν, ϐȣλὴ δὲ ἀσεϐῶν ϖόϱϱω ἀϖ’ αὐτȣ̃.

22:19 ἰδόντες δίϰαιοι ἐγέλασαν, ἄμεμϖτος δὲ ἐμυϰτήϱισεν.

22:20 εἰ μὴ ἠφανίσϑη ἡ ὑϖόϛασις αὐτῶν, ϗ τὸ ϰατάλειμμα αὐτῶν ϰαταφάγεται ϖῦϱ.

22:21 γενȣ̃ δὴ σϰληϱός, ἐὰν ὑϖομείνῃς· εἶτ ὁ ϰαϱϖός σȣ ἔϛαι ἐν ἀγαϑοῖς.

22:22 ἔϰλαϐε δὲ ἐϰ ϛόματος αὐτȣ̃ ἐξηγοϱίαν ϗ ἀνάλαϐε τὰ ῥήματα αὐτȣ̃ ἐν ϰαϱδίᾳ σȣ.

22:23 ἐὰν δὲ ἐϖιϛϱαφῇς ϗ ταϖεινώσῃς σεαυτὸν ἔναντι ϰυϱίȣ, ϖόϱϱω ἐϖοίησας ἀϖὸ διαίτης σȣ τὸ ἄδιϰον.

22:24 ϑήσῃ ἐϖὶ χώματι ἐν ϖέτϱᾳ ϗ ὡς ϖέτϱᾳ χειμάϱϱȣς Ωφιϱ.

22:25 ἔϛαι ȣ̓͂ν σȣ ὁ ϖαντοϰϱάτωϱ ϐοηϑὸς ἀϖὸ ἐχϑϱῶν, ϰαϑαϱὸν δὲ ἀϖοδώσει σε ὥσϖεϱ ἀϱγύϱιον ϖεϖυϱωμένον.

22:26 εἶτα ϖαϱϱησιασϑήσῃ ἔναντι ϰυϱίȣ ἀναϐλέψας εἰς τὸν ȣ̓ϱανὸν ἱλαϱῶς·

22:27 εὐξαμένȣ δέ σȣ ϖϱὸς αὐτὸν εἰσαϰȣ́σεταί σȣ, δώσει δέ σοι ἀϖοδȣ̃ναι τὰς εὐχάς·

22:28 ἀϖοϰαταϛήσει δέ σοι δίαιταν διϰαιοσύνης, ἐϖὶ δὲ ὁδοῖς σȣ ἔϛαι φέγγος.

22:29 ὅτι ἐταϖείνωσεν αὐτόν, ϗ ἐϱεῖς Ὑϖεϱηφανεύσατο, ϗ ϰύφοντα ὀφϑαλμοῖς σώσει·

22:30 ῥύσεται ἀϑῷον, ϗ διασώϑητι ἐν ϰαϑαϱαῖς χεϱσίν σȣ.

23:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

23:2 Ϗ δὴ οἶδα ὅτι ἐϰ χειϱός μȣ ἡ ἔλεγξίς ἐϛιν, ϗ ἡ χεὶϱ αὐτȣ̃ ϐαϱεῖα γέγονεν ἐϖ’ ἐμῷ ϛεναγμῷ.

23:3 τίς δ’ ἄϱα γνοίη ὅτι εὕϱοιμι αὐτὸν ϗ ἔλϑοιμι εἰς τέλος;

23:4 εἴϖοιμι δὲ ἐμαυτȣ̃ ϰϱίμα, τὸ δὲ ϛόμα μȣ ἐμϖλήσαιμι ἐλέγχων·

23:5 γνῴην δὲ ῥήματα, ἅ μοι ἐϱεῖ, αἰσϑοίμην δὲ τίνα μοι ἀϖαγγελεῖ.

23:6 ϗ εἰ ἐν ϖολλῇ ἰσχύι ἐϖελεύσεταί μοι, εἶτα ἐν ἀϖειλῇ μοι ȣ̓ χϱήσεται·

23:7 ἀλήϑεια γὰϱ ϗ ἔλεγχος ϖαϱ’ αὐτȣ̃, ἐξαγάγοι δὲ εἰς τέλος τὸ ϰϱίμα μȣ.

23:8 εἰς γὰϱ ϖϱῶτα ϖοϱεύσομαι ϗ ȣ̓ϰέτι εἰμί· τὰ δὲ ἐϖ’ ἐσχάτοις τί οἶδα;

23:9 ἀϱιϛεϱὰ ϖοιήσαντος αὐτȣ̃ ϗ ȣ̓ ϰατέσχον· ϖεϱιϐαλεῖ δεξιά, ϗ ȣ̓ϰ ὄψομαι.

23:10 οἶδεν γὰϱ ἤδη ὁδόν μȣ, διέϰϱινεν δέ με ὥσϖεϱ τὸ χϱυσίον.

23:11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτȣ̃· ὁδȣ̀ς γὰϱ αὐτȣ̃ ἐφύλαξα ϗ ȣ̓ μὴ ἐϰϰλίνω.

23:12 ἀϖὸ ἐνταλμάτων αὐτȣ̃ ϗ ȣ̓ μὴ ϖαϱέλϑω, ἐν δὲ ϰόλϖῳ μȣ ἔϰϱυψα ῥήματα αὐτȣ̃.

23:13 εἰ δὲ ϗ αὐτὸς ἔϰϱινεν ȣ̔́τως, τίς ἐϛιν ὁ ἀντειϖὼν αὐτῷ; ὃ γὰϱ αὐτὸς ἠϑέλησεν, ϗ ἐϖοίησεν.

23:15 διὰ τȣ̃το ἐϖ’ αὐτῷ ἐσϖȣ́δαϰα· νȣϑετȣ́μενος δὲ ἐφϱόντισα αὐτȣ̃.

23:15 a ἐϖὶ τȣ́τῳ ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ϰατασϖȣδασϑῶ· ϰατανοήσω ϗ ϖτοηϑήσομαι ἐξ αὐτȣ̃.

23:16 ϰύϱιος δὲ ἐμαλάϰυνεν τὴν ϰαϱδίαν μȣ, ὁ δὲ ϖαντοϰϱάτωϱ ἐσϖȣ́δασέν με.

23:17 ȣ̓ γὰϱ ᾔδειν ὅτι ἐϖελεύσεταί μοι σϰότος, ϖϱὸ ϖϱοσώϖȣ δέ μȣ ἐϰάλυψεν γνόφος.

24:1 διὰ τί δὲ ϰύϱιον ἔλαϑον ὧϱαι,

24:2 ἀσεϐεῖς δὲ ὅϱιον ὑϖεϱέϐησαν ϖοίμνιον σὺν ϖοιμένι ἁϱϖάσαντες;

24:3 ὑϖοζύγιον ὀϱφανῶν ἀϖήγαγον ϗ ϐȣ̃ν χήϱας ἠνεχύϱασαν.

24:4 ἐξέϰλιναν ἀδυνάτȣς ἐξ ὁδȣ̃ διϰαίας, ὁμοϑυμαδὸν ἐϰϱύϐησαν ϖϱαεῖς γῆς.

24:5 ἀϖέϐησαν δὲ ὥσϖεϱ ὄνοι ἐν ἀγϱῷ ὑϖὲϱ ἐμȣ̃ ἐξελϑόντες τὴν ἑαυτῶν ϖϱᾶξιν· ἡδύνϑη αὐτῷ ἄϱτος εἰς νεωτέϱȣς.

24:6 ἀγϱὸν ϖϱὸ ὥϱας ȣ̓ϰ αὐτῶν ὄντα ἐϑέϱισαν· ἀδύνατοι δὲ ἀμϖελῶνας ἀσεϐῶν ἀμισϑὶ ϗ ἀσιτὶ ἠϱγάσαντο.

24:7 γυμνȣ̀ς ϖολλȣ̀ς ἐϰοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο.

24:8 ἀϖὸ ψεϰάδων ὀϱέων ὑγϱαίνονται, ϖαϱὰ τὸ μὴ ἔχειν αὐτȣ̀ς σϰέϖην ϖέτϱαν ϖεϱιεϐάλοντο.

24:9 ἥϱϖασαν ὀϱφανὸν ἀϖὸ μαϛȣ̃, ἐϰϖεϖτωϰότα δὲ ἐταϖείνωσαν.

24:10 γυμνȣ̀ς δὲ ἐϰοίμισαν ἀδίϰως, ϖεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.

24:11 ἐν ϛενοῖς ἀδίϰως ἐνήδϱευσαν, ὁδὸν δὲ διϰαίαν ȣ̓ϰ ᾔδεισαν.

24:12 οἳ ἐϰ ϖόλεως ϗ οἴϰων ἰδίων ἐξεϐάλλοντο, ψυχὴ δὲ νηϖίων ἐϛέναξεν μέγα, αὐτὸς δὲ διὰ τί τȣ́των ἐϖισϰοϖὴν ȣ̓ ϖεϖοίηται;

24:13 ἐϖὶ γῆς ὄντων αὐτῶν ϗ ȣ̓ϰ ἐϖέγνωσαν, ὁδὸν δὲ διϰαιοσύνης ȣ̓ϰ ᾔδεισαν ȣ̓δὲ ἀτϱαϖȣ̀ς αὐτῆς ἐϖοϱεύϑησαν.

24:14 γνȣ̀ς δὲ αὐτῶν τὰ ἔϱγα ϖαϱέδωϰεν αὐτȣ̀ς εἰς σϰότος, ϗ νυϰτὸς ἔϛαι ὡς ϰλέϖτης.

24:15 ϗ ὀφϑαλμὸς μοιχȣ̃ ἐφύλαξεν σϰότος λέγων Ȣ̓ ϖϱοσνοήσει με ὀφϑαλμός, ϗ ἀϖοϰϱυϐὴν ϖϱοσώϖȣ ἔϑετο.

24:16 διώϱυξεν ἐν σϰότει οἰϰίας· ἡμέϱας ἐσφϱάγισαν ἑαυτȣ́ς, ȣ̓ϰ ἐϖέγνωσαν φῶς·

24:17 ὅτι ὁμοϑυμαδὸν τὸ ϖϱωῒ αὐτοῖς σϰιὰ ϑανάτȣ, ὅτι ἐϖιγνώσεται ταϱαχὰς σϰιᾶς ϑανάτȣ.

24:18 ἐλαφϱός ἐϛιν ἐϖὶ ϖϱόσωϖον ὕδατος· ϰαταϱαϑείη ἡ μεϱὶς αὐτῶν ἐϖὶ γῆς.

24:19 ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐϖὶ γῆς ξηϱά· ἀγϰαλίδα γὰϱ ὀϱφανῶν ἥϱϖασαν.

24:20 εἶτ ἀνεμνήσϑη αὐτȣ̃ ἡ ἁμαϱτία, ὥσϖεϱ δὲ ὁμίχλη δϱόσȣ ἀφανὴς ἐγένετο· ἀϖοδοϑείη δὲ αὐτῷ ἃ ἔϖϱαξεν, συντϱιϐείη δὲ ϖᾶς ἄδιϰος ἴσα ξύλῳ ἀνιάτῳ.

24:21 ϛεῖϱαν γὰϱ ȣ̓ϰ εὖ ἐϖοίησεν ϗ γύναιον ȣ̓ϰ ἠλέησεν,

24:22 ϑυμῷ δὲ ϰατέϛϱεψεν ἀδυνάτȣς. ἀναϛὰς τοιγαϱȣ̃ν ȣ̓ μὴ ϖιϛεύσῃ ϰατὰ τῆς ἑαυτȣ̃ ζωῆς·

24:23 μαλαϰισϑεὶς μὴ ἐλϖιζέτω ὑγιασϑῆναι, ἀλλὰ ϖεσεῖται νόσῳ.

24:24 ϖολλȣ̀ς γὰϱ ἐϰάϰωσεν τὸ ὕψωμα αὐτȣ̃· ἐμαϱάνϑη δὲ ὥσϖεϱ μολόχη ἐν ϰαύματι ἢ ὥσϖεϱ ϛάχυς ἀϖὸ ϰαλάμης αὐτόματος ἀϖοϖεσών.

24:25 εἰ δὲ μή, τίς ἐϛιν ὁ φάμενος ψευδῆ με λέγειν ϗ ϑήσει εἰς ȣ̓δὲν τὰ ῥήματά μȣ;

25:1 Ὑϖολαϐὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

25:2 Τί γὰϱ ϖϱοοίμιον ἢ φόϐος ϖαϱ’ αὐτȣ̃, ὁ ϖοιῶν τὴν σύμϖασαν ἐν ὑψίϛῳ;

25:3 μὴ γάϱ τις ὑϖολάϐοι ὅτι ἔϛιν ϖαϱέλϰυσις ϖειϱαταῖς; ἐϖὶ τίνας δὲ ȣ̓ϰ ἐϖελεύσεται ἔνεδϱα ϖαϱ’ αὐτȣ̃;

25:4 ϖῶς γὰϱ ἔϛαι δίϰαιος ϐϱοτὸς ἔναντι ϰυϱίȣ; ἢ τίς ἂν ἀϖοϰαϑαϱίσαι ἑαυτὸν γεννητὸς γυναιϰός;

25:5 εἰ σελήνῃ συντάσσει, ϗ ȣ̓ϰ ἐϖιφαύσϰει· ἄϛϱα δὲ ȣ̓ ϰαϑαϱὰ ἐναντίον αὐτȣ̃.

25:6 ἔα δέ, ἄνϑϱωϖος σαϖϱία ϗ υἱὸς ἀνϑϱώϖȣ σϰώληξ.

26:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει

26:2 Τίνι ϖϱόσϰεισαι ἢ τίνι μέλλεις ϐοηϑεῖν; ϖότεϱον ȣ̓χ ᾧ ϖολλὴ ἰσχὺς ϗ ᾧ ϐϱαχίων ϰϱαταιός ἐϛιν;

26:3 τίνι συμϐεϐȣ́λευσαι; ȣ̓χ ᾧ ϖᾶσα σοφία; ἢ τίνι ἐϖαϰολȣϑήσεις; ȣ̓χ ᾧ μεγίϛη δύναμις;

26:4 τίνι ἀνήγγειλας ῥήματα; ϖνοὴ δὲ τίνος ἐϛὶν ἡ ἐξελϑȣ̃σα ἐϰ σȣ̃;

26:5 μὴ γίγαντες μαιωϑήσονται ὑϖοϰάτωϑεν ὕδατος ϗ τῶν γειτόνων αὐτȣ̃;

26:6 γυμνὸς ὁ ᾅδης ἐϖώϖιον αὐτȣ̃, ϗ ȣ̓ϰ ἔϛιν ϖεϱιϐόλαιον τῇ ἀϖωλείᾳ.

26:7 ἐϰτείνων ϐοϱέαν ἐϖ’ ȣ̓δέν, ϰϱεμάζων γῆν ἐϖὶ ȣ̓δενός·

26:8 δεσμεύων ὕδωϱ ἐν νεφέλαις αὐτȣ̃, ϗ ȣ̓ϰ ἐϱϱάγη νέφος ὑϖοϰάτω αὐτȣ̃·

26:9 ὁ ϰϱατῶν ϖϱόσωϖον ϑϱόνȣ, ἐϰϖετάζων ἐϖ’ αὐτὸν νέφος αὐτȣ̃.

26:10 ϖϱόϛαγμα ἐγύϱωσεν ἐϖὶ ϖϱόσωϖον ὕδατος μέχϱι συντελείας φωτὸς μετὰ σϰότȣς.

26:11 ϛῦλοι ȣ̓ϱανȣ̃ ἐϖετάσϑησαν ϗ ἐξέϛησαν ἀϖὸ τῆς ἐϖιτιμήσεως αὐτȣ̃.

26:12 ἰσχύι ϰατέϖαυσεν τὴν ϑάλασσαν, ἐϖιϛήμῃ δὲ ἔτϱωσε τὸ ϰῆτος·

26:13 ϰλεῖϑϱα δὲ ȣ̓ϱανȣ̃ δεδοίϰασιν αὐτόν, ϖϱοϛάγματι δὲ ἐϑανάτωσεν δϱάϰοντα ἀϖοϛάτην.

26:14 ἰδȣ̀ ταῦτα μέϱη ὁδȣ̃ αὐτȣ̃, ϗ ἐϖὶ ἰϰμάδα λόγȣ ἀϰȣσόμεϑα ἐν αὐτῷ· σϑένος δὲ ϐϱοντῆς αὐτȣ̃ τίς οἶδεν ὁϖότε ϖοιήσει;

27:1 Ἔτι δὲ ϖϱοσϑεὶς Ιωϐ εἶϖεν τῷ ϖϱοοιμίῳ

27:2 Ζῇ ϰύϱιος, ὃς ȣ̔́τω με ϰέϰϱιϰεν, ϗ ὁ ϖαντοϰϱάτωϱ ὁ ϖιϰϱάνας μȣ τὴν ψυχήν,

27:3 ἦ μὴν ἔτι τῆς ϖνοῆς μȣ ἐνȣ́σης, ϖνεῦμα δὲ ϑεῖον τὸ ϖεϱιόν μοι ἐν ῥισίν,

27:4 μὴ λαλήσειν τὰ χείλη μȣ ἄνομα, ȣ̓δὲ ἡ ψυχή μȣ μελετήσει ἄδιϰα.

27:5 μή μοι εἴη διϰαίȣς ὑμᾶς ἀϖοφῆναι, ἕως ἂν ἀϖοϑάνω· ȣ̓ γὰϱ ἀϖαλλάξω μȣ τὴν ἀϰαϰίαν.

27:6 διϰαιοσύνῃ δὲ ϖϱοσέχων ȣ̓ μὴ ϖϱοῶμαι· ȣ̓ γὰϱ σύνοιδα ἐμαυτῷ ἄτοϖα ϖϱάξας.

27:7 ȣ̓ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχϑϱοί μȣ ὥσϖεϱ ἡ ϰαταϛϱοφὴ τῶν ἀσεϐῶν, ϗ οἱ ἐϖ’ ἐμὲ ἐϖανιϛανόμενοι ὥσϖεϱ ἡ ἀϖώλεια τῶν ϖαϱα νόμων.

27:8 ϗ τίς γάϱ ἐϛιν ἐλϖὶς ἀσεϐεῖ ὅτι ἐϖέχει; ϖεϖοιϑὼς ἐϖὶ ϰύϱιον ἆϱα σωϑήσεται;

27:9 ἦ τὴν δέησιν αὐτȣ̃ εἰσαϰȣ́σεται ϰύϱιος; ἢ ἐϖελϑȣ́σης αὐτῷ ἀνάγϰης

27:10 μὴ ἔχει τινὰ ϖαϱϱησίαν ἔναντι αὐτȣ̃; ἢ ὡς ἐϖιϰαλεσαμένȣ αὐτȣ̃ εἰσαϰȣ́σεται αὐτȣ̃;

27:11 ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐϛιν ἐν χειϱὶ ϰυϱίȣ· ἅ ἐϛιν ϖαϱὰ ϖαντοϰϱάτοϱι, ȣ̓ ψεύσομαι.

27:12 ἰδȣ̀ δὴ ϖάντες οἴδατε ὅτι ϰενὰ ϰενοῖς ἐϖιϐάλλετε.

27:13 αὕτη ἡ μεϱὶς ἀνϑϱώϖȣ ἀσεϐȣ̃ς ϖαϱὰ ϰυϱίȣ, ϰτῆμα δὲ δυναϛῶν ἐλεύσεται ϖαϱὰ ϖαντοϰϱάτοϱος ἐϖ’ αὐτȣ́ς.

27:14 ἐὰν δὲ ϖολλοὶ γένωνται οἱ υἱοὶ αὐτȣ̃, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ ϗ ἀνδϱωϑῶσιν, ϖϱοσαιτήσȣσιν·

27:15 οἱ δὲ ϖεϱιόντες αὐτȣ̃ ἐν ϑανάτῳ τελευτήσȣσιν, χήϱας δὲ αὐτῶν ȣ̓ϑεὶς ἐλεήσει.

27:16 ἐὰν συναγάγῃ ὥσϖεϱ γῆν ἀϱγύϱιον, ἴσα δὲ ϖηλῷ ἑτοιμάσῃ χϱυσίον,

27:17 ταῦτα ϖάντα δίϰαιοι ϖεϱιϖοιήσονται, τὰ δὲ χϱήματα αὐτȣ̃ ἀληϑινοὶ ϰαϑέξȣσιν.

27:18 ἀϖέϐη δὲ ὁ οἶϰος αὐτȣ̃ ὥσϖεϱ σῆτες ϗ ὥσϖεϱ ἀϱάχνη.

27:19 ϖλȣ́σιος ϰοιμηϑεὶς ϗ ȣ̓ ϖϱοσϑήσει, ὀφϑαλμȣ̀ς αὐτȣ̃ διήνοιξεν ϗ ȣ̓ϰ ἔϛιν.

27:20 συνήντησαν αὐτῷ ὥσϖεϱ ὕδωϱ αἱ ὀδύναι, νυϰτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος·

27:21 ἀναλήμψεται αὐτὸν ϰαύσων ϗ ἀϖελεύσεται ϗ λιϰμήσει αὐτὸν ἐϰ τȣ̃ τόϖȣ αὐτȣ̃.

27:22 ϗ ἐϖιϱϱίψει ἐϖ’ αὐτὸν ϗ ȣ̓ φείσεται· ἐϰ χειϱὸς αὐτȣ̃ φυγῇ φεύξεται·

27:23 ϰϱοτήσει ἐϖ’ αὐτȣ̃ χεῖϱας αὐτȣ̃ ϗ συϱιεῖ αὐτὸν ἐϰ τȣ̃ τόϖȣ αὐτȣ̃.

28:1 ἔϛιν γὰϱ ἀϱγυϱίῳ τόϖος, ὅϑεν γίνεται, τόϖος δὲ χϱυσίῳ, ὅϑεν διηϑεῖται.

28:2 σίδηϱος μὲν γὰϱ ἐϰ γῆς γίνεται, χαλϰὸς δὲ ἴσα λίϑῳ λατομεῖται.

28:3 τάξιν ἔϑετο σϰότει, ϗ ϖᾶν ϖέϱας αὐτὸς ἐξαϰϱιϐάζεται· λίϑος σϰοτία ϗ σϰιὰ ϑανάτȣ,

28:4 διαϰοϖὴ χειμάϱϱȣ ἀϖὸ ϰονίας· οἱ δὲ ἐϖιλανϑανόμενοι ὁδὸν διϰαίαν ἠσϑένησαν ἐϰ ϐϱοτῶν.

28:5 γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄϱτος, ὑϖοϰάτω αὐτῆς ἐϛϱάφη ὡσεὶ ϖῦϱ.

28:6 τόϖος σαϖφείϱȣ οἱ λίϑοι αὐτῆς, ϗ χῶμα, χϱυσίον αὐτῷ.

28:7 τϱίϐος, ȣ̓ϰ ἔγνω αὐτὴν ϖετεινόν, ϗ ȣ̓ ϖαϱέϐλεψεν αὐτὴν ὀφϑαλμὸς γυϖός·

28:8 ȣ̓ϰ ἐϖάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, ȣ̓ ϖαϱῆλϑεν ἐϖ’ αὐτῆς λέων.

28:9 ἐν ἀϰϱοτόμῳ ἐξέτεινεν χεῖϱα αὐτȣ̃, ϰατέϛϱεψεν δὲ ἐϰ ῥιζῶν ὄϱη·

28:10 δίνας δὲ ϖοταμῶν ἔϱϱηξεν, ϖᾶν δὲ ἔντιμον εἶδέν μȣ ὁ ὀφϑαλμός·

28:11 ϐάϑη δὲ ϖοταμῶν ἀνεϰάλυψεν, ἔδειξεν δὲ ἑαυτȣ̃ δύναμιν εἰς φῶς.

28:12 ἡ δὲ σοφία ϖόϑεν εὑϱέϑη; ϖοῖος δὲ τόϖος ἐϛὶν τῆς ἐϖιϛήμης;

28:13 ȣ̓ϰ οἶδεν ϐϱοτὸς ὁδὸν αὐτῆς, ȣ̓δὲ μὴ εὑϱεϑῇ ἐν ἀνϑϱώϖοις.

28:14 13ἄϐυσσος εἶϖεν Ȣ̓ϰ ἔϛιν ἐν ἐμοί· ϗ ϑάλασσα εἶϖεν Ȣ̓ϰ ἔϛιν μετ’ ἐμȣ̃.

28:15 ȣ̓ δώσει συγϰλεισμὸν ἀντ αὐτῆς, ϗ ȣ̓ ϛαϑήσεται ἀϱγύϱιον ἀντάλλαγμα αὐτῆς·

28:16 ϗ ȣ̓ συμϐαϛαχϑήσεται χϱυσίῳ Ωφιϱ, ἐν ὄνυχι τιμίῳ ϗ σαϖφείϱῳ·

28:17 ȣ̓ϰ ἰσωϑήσεται αὐτῇ χϱυσίον ϗ ὕαλος ϗ τὸ ἄλλαγμα αὐτῆς σϰεύη χϱυσᾶ·

28:18 μετέωϱα ϗ γαϐις ȣ̓ μνησϑήσεται, ϗ ἕλϰυσον σοφίαν ὑϖὲϱ τὰ ἐσώτατα·

28:19 ȣ̓ϰ ἰσωϑήσεται αὐτῇ τοϖάζιον Αἰϑιοϖίας, χϱυσίῳ ϰαϑαϱῷ ȣ̓ συμϐαϛαχϑήσεται.

28:20 ἡ δὲ σοφία ϖόϑεν εὑϱέϑη; ϖοῖος δὲ τόϖος ἐϛὶν τῆς συνέσεως;

28:21 λέληϑεν ϖάντα ἄνϑϱωϖον ϗ ἀϖὸ ϖετεινῶν τȣ̃ ȣ̓ϱανȣ̃ ἐϰϱύϐη·

28:22 ἡ ἀϖώλεια ϗ ὁ ϑάνατος εἶϖαν Ἀϰηϰόαμεν δὲ αὐτῆς τὸ ϰλέος.

28:23 ὁ ϑεὸς εὖ συνέϛησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόϖον αὐτῆς·

28:24 αὐτὸς γὰϱ τὴν ὑϖ’ ȣ̓ϱανὸν ϖᾶσαν ἐφοϱᾷ εἰδὼς τὰ ἐν τῇ γῇ ϖάντα, ἃ ἐϖοίησεν,

28:25 ἀνέμων ϛαϑμὸν ὕδατός τε μέτϱα·

28:26 ὅτε ἐϖοίησεν ȣ̔́τως, ὑετὸν ἠϱίϑμησεν ϗ ὁδὸν ἐν τινάγματι φωνάς·

28:27 τότε εἶδεν αὐτὴν ϗ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν.

28:28 εἶϖεν δὲ ἀνϑϱώϖῳ Ἰδȣ̀ ἡ ϑεοσέϐειά ἐϛιν σοφία, τὸ δὲ ἀϖέχεσϑαι ἀϖὸ ϰαϰῶν ἐϛιν ἐϖιϛήμη.

29:1 Ἔτι δὲ ϖϱοσϑεὶς Ιωϐ εἶϖεν τῷ ϖϱοοιμίῳ

29:2 Τίς ἄν με ϑείη ϰατὰ μῆνα ἔμϖϱοσϑεν ἡμεϱῶν, ὧν με ὁ ϑεὸς ἐφύλαξεν;

29:3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτȣ̃ ὑϖὲϱ ϰεφαλῆς μȣ, ὅτε τῷ φωτὶ αὐτȣ̃ ἐϖοϱευόμην ἐν σϰότει·

29:4 ὅτε ἤμην ἐϖιϐϱίϑων ὁδοῖς, ὅτε ὁ ϑεὸς ἐϖισϰοϖὴν ἐϖοιεῖτο τȣ̃ οἴϰȣ μȣ·

29:5 ὅτε ἤμην ὑλώδης λίαν, ϰύϰλῳ δέ μȣ οἱ ϖαῖδες·

29:6 ὅτε ἐχέοντό μȣ αἱ ὁδοὶ ϐȣτύϱῳ, τὰ δὲ ὄϱη μȣ ἐχέοντο γάλαϰτι·

29:7 ὅτε ἐξεϖοϱευόμην ὄϱϑϱιος ἐν ϖόλει, ἐν δὲ ϖλατείαις ἐτίϑετό μȣ ὁ δίφϱος.

29:8 ἰδόντες με νεανίσϰοι ἐϰϱύϐησαν, ϖϱεσϐῦται δὲ ϖάντες ἔϛησαν·

29:9 ἁδϱοὶ δὲ ἐϖαύσαντο λαλȣ̃ντες δάϰτυλον ἐϖιϑέντες ἐϖὶ ϛόματι.

29:10 οἱ δὲ ἀϰȣ́σαντες ἐμαϰάϱισάν με, ϗ γλῶσσα αὐτῶν τῷ λάϱυγγι αὐτῶν ἐϰολλήϑη·

29:11 ὅτι ȣ̓͂ς ἤϰȣσεν ϗ ἐμαϰάϱισέν με, ὀφϑαλμὸς δὲ ἰδών με ἐξέϰλινεν.

29:12 διέσωσα γὰϱ ϖτωχὸν ἐϰ χειϱὸς δυνάϛȣ ϗ ὀϱφανῷ, ᾧ ȣ̓ϰ ἦν ϐοηϑός, ἐϐοήϑησα·

29:13 εὐλογία ἀϖολλυμένȣ ἐϖ’ ἐμὲ ἔλϑοι, ϛόμα δὲ χήϱας με εὐλόγησεν.

29:14 διϰαιοσύνην δὲ ἐνεδεδύϰειν, ἠμφιασάμην δὲ ϰϱίμα ἴσα διϖλοίδι.

29:15 ὀφϑαλμὸς ἤμην τυφλῶν, ϖȣ̀ς δὲ χωλῶν.

29:16 ἐγὼ ἤμην ϖατὴϱ ἀδυνάτων, δίϰην δέ, ἣν ȣ̓ϰ ᾔδειν, ἐξιχνίασα·

29:17 συνέτϱιψα δὲ μύλας ἀδίϰων, ἐϰ δὲ μέσȣ τῶν ὀδόντων αὐτῶν ἅϱϖαγμα ἐξέσϖασα.

29:18 εἶϖα δέ Ἡ ἡλιϰία μȣ γηϱάσει, ὥσϖεϱ ϛέλεχος φοίνιϰος ϖολὺν χϱόνον ϐιώσω·

29:19 ἡ ῥίζα μȣ διήνοιϰται ἐϖὶ ὕδατος, ϗ δϱόσος αὐλισϑήσεται ἐν τῷ ϑεϱισμῷ μȣ·

29:20 ἡ δόξα μȣ ϰαινὴ μετ’ ἐμȣ̃, ϗ τὸ τόξον μȣ ἐν χειϱὶ αὐτȣ̃ ϖοϱεύσεται.

29:21 ἐμȣ̃ ἀϰȣ́σαντες ϖϱοσέσχον, ἐσιώϖησαν δὲ ἐϖὶ τῇ ἐμῇ ϐȣλῇ·

29:22 ἐϖὶ δὲ τῷ ἐμῷ ῥήματι ȣ̓ ϖϱοσέϑεντο, ϖεϱιχαϱεῖς δὲ ἐγίνοντο, ὁϖόταν αὐτοῖς ἐλάλȣν·

29:23 ὥσϖεϱ γῆ διψῶσα ϖϱοσδεχομένη τὸν ὑετόν, ȣ̔́τως ȣ̔͂τοι τὴν ἐμὴν λαλιάν.

29:24 ἐὰν γελάσω ϖϱὸς αὐτȣ́ς, ȣ̓ μὴ ϖιϛεύσωσιν, ϗ φῶς τȣ̃ ϖϱοσώϖȣ μȣ ȣ̓ϰ ἀϖέϖιϖτεν·

29:25 ἐξελεξάμην ὁδὸν αὐτῶν ϗ ἐϰάϑισα ἄϱχων ϗ ϰατεσϰήνȣν ὡσεὶ ϐασιλεὺς ἐν μονοζώνοις ὃν τϱόϖον ϖαϑεινȣ̀ς ϖαϱαϰαλῶν.

30:1 νυνὶ δὲ ϰατεγέλασάν μȣ, ἐλάχιϛοι νῦν νȣϑετȣ̃σίν με ἐν μέϱει, ὧν ἐξȣδένȣν ϖατέϱας αὐτῶν, ȣ̔̀ς ȣ̓χ ἡγησάμην εἶναι ἀξίȣς ϰυνῶν τῶν ἐμῶν νομάδων.

30:2 ϰαί γε ἰσχὺς χειϱῶν αὐτῶν ἵνα τί μοι; ἐϖ αὐτȣ̀ς ἀϖώλετο συντέλεια

30:3 ἐν ἐνδείᾳ ϗ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδϱον ἐχϑὲς συνοχὴν ϗ ταλαιϖωϱίαν,

30:4 οἱ ϖεϱιϰλῶντες ἅλιμα ἐϖὶ ἠχȣ̃ντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ ϗ ϖεφαυλισμένοι, ἐνδεεῖς ϖαντὸς ἀγαϑȣ̃, οἳ ϗ ῥίζας ξύλων ἐμασῶντο ὑϖὸ λιμȣ̃ μεγάλȣ.

30:5 ἐϖανέϛησάν μοι ϰλέϖται,

30:6 ὧν οἱ οἶϰοι αὐτῶν ἦσαν τϱῶγλαι ϖετϱῶν·

30:7 ἀνὰ μέσον εὐήχων ϐοήσονται· οἳ ὑϖὸ φϱύγανα ἄγϱια διῃτῶντο,

30:8 ἀφϱόνων υἱοὶ ϗ ἀτίμων ὄνομα ϗ ϰλέος ἐσϐεσμένον ἀϖὸ γῆς.

30:9 νυνὶ δὲ ϰιϑάϱα ἐγώ εἰμι αὐτῶν, ϗ ἐμὲ ϑϱύλημα ἔχȣσιν·

30:10 ἐϐδελύξαντο δέ με ἀϖοϛάντες μαϰϱάν, ἀϖὸ δὲ ϖϱοσώϖȣ μȣ ȣ̓ϰ ἐφείσαντο ϖτύελον.

30:11 ἀνοίξας γὰϱ φαϱέτϱαν αὐτȣ̃ ἐϰάϰωσέν με, ϗ χαλινὸν τȣ̃ ϖϱοσώϖȣ μȣ ἐξαϖέϛειλαν.

30:12 ἐϖὶ δεξιῶν ϐλαϛȣ̃ ἐϖανέϛησαν, ϖόδα αὐτῶν ἐξέτειναν ϗ ὡδοϖοίησαν ἐϖ’ ἐμὲ τϱίϐȣς ἀϖ’ ωλείας αὐτῶν.

30:13 ἐξετϱίϐησαν τϱίϐοι μȣ, ἐξέδυσεν γάϱ μȣ τὴν ϛολήν·

30:14 ϐέλεσιν αὐτȣ̃ ϰατηϰόντισέν με, ϰέχϱηταί μοι ὡς ϐȣ́λεται, ἐν ὀδύναις ϖέφυϱμαι.

30:15 ἐϖιϛϱέφονται δέ μȣ αἱ ὀδύναι, ᾤχετό μȣ ἡ ἐλϖὶς ὥσϖεϱ ϖνεῦμα ϗ ὥσϖεϱ νέφος ἡ σωτηϱία μȣ.

30:16 ϗ νῦν ἐϖ’ ἐμὲ ἐϰχυϑήσεται ἡ ψυχή μȣ, ἔχȣσιν δέ με ἡμέϱαι ὀδυνῶν·

30:17 νυϰτὶ δέ μȣ τὰ ὀϛᾶ συγϰέϰαυται, τὰ δὲ νεῦϱά μȣ διαλέλυται.

30:18 ἐν ϖολλῇ ἰσχύι ἐϖελάϐετό μȣ τῆς ϛολῆς, ὥσϖεϱ τὸ ϖεϱιϛόμιον τȣ̃ χιτῶνός μȣ ϖεϱιέσχεν με.

30:19 ἥγησαι δέ με ἴσα ϖηλῷ, ἐν γῇ ϗ σϖοδῷ μȣ ἡ μεϱίς·

30:20 ϰέϰϱαγα δὲ ϖϱὸς σὲ ϗ ȣ̓ϰ εἰσαϰȣ́εις μȣ, ἔϛησαν ϗ ϰατενόησάν με·

30:21 ἐϖέϐης δέ μοι ἀνελεημόνως, χειϱὶ ϰϱαταιᾷ με ἐμαϛίγωσας·

30:22 ἔταξας δέ με ἐν ὀδύναις ϗ ἀϖέϱϱιψάς με ἀϖὸ σωτηϱίας.

30:23 οἶδα γὰϱ ὅτι ϑάνατός με ἐϰτϱίψει· οἰϰία γὰϱ ϖαντὶ ϑνητῷ γῆ.

30:24 εἰ γὰϱ ὄφελον δυναίμην ἐμαυτὸν χειϱώσασϑαι, ἢ δεηϑείς γε ἑτέϱȣ, ϗ ϖοιήσει μοι τȣ̃το.

30:25 ἐγὼ δὲ ἐϖὶ ϖαντὶ ἀδυνάτῳ ἔϰλαυσα, ἐϛέναξα δὲ ἰδὼν ἄνδϱα ἐν ἀνάγϰαις.

30:26 ἐγὼ δὲ ἐϖέχων ἀγαϑοῖς, ἰδȣ̀ συνήντησάν μοι μᾶλλον ἡμέϱαι ϰαϰῶν.

30:27 ἡ ϰοιλία μȣ ἐξέζεσεν ϗ ȣ̓ σιωϖήσεται, ϖϱοέφϑασάν με ἡμέϱαι ϖτωχείας.

30:28 ϛένων ϖεϖόϱευμαι ἄνευ φιμȣ̃, ἕϛηϰα δὲ ἐν ἐϰϰλησίᾳ ϰεϰϱαγώς.

30:29 ἀδελφὸς γέγονα σειϱήνων, ἑταῖϱος δὲ ϛϱȣϑῶν.

30:30 τὸ δὲ δέϱμα μȣ ἐσϰότωται μεγάλως, τὰ δὲ ὀϛᾶ μȣ ἀϖὸ ϰαύματος.

30:31 ἀϖέϐη δὲ εἰς ϖάϑος μȣ ἡ ϰιϑάϱα, ὁ δὲ ψαλμός μȣ εἰς ϰλαυϑμὸν ἐμοί.

31:1 διαϑήϰην ἐϑέμην τοῖς ὀφϑαλμοῖς μȣ ϗ ȣ̓ συνήσω ἐϖὶ ϖαϱϑένον.

31:2 ϗ τί ἐμέϱισεν ὁ ϑεὸς ἀϖάνωϑεν ϗ ϰληϱονομία ἱϰανȣ̃ ἐξ ὑψίϛων;

31:3 ȣ̓χὶ ἀϖώλεια τῷ ἀδίϰῳ ϗ ἀϖαλλοτϱίωσις τοῖς ϖοιȣ̃σιν ἀνομίαν;

31:4 ȣ̓χὶ αὐτὸς ὄψεται ὁδόν μȣ ϗ ϖάντα τὰ διαϐήματά μȣ ἐξαϱιϑμήσεται;

31:5 εἰ δὲ ἤμην ϖεϖοϱευμένος μετὰ γελοιαϛῶν, εἰ δὲ ϗ ἐσϖȣ́δασεν ὁ ϖȣ́ς μȣ εἰς δόλον,

31:6 ἱϛαίη με ἄϱα ἐν ζυγῷ διϰαίῳ, οἶδεν δὲ ὁ ϰύϱιος τὴν ἀϰαϰίαν μȣ.

31:7 εἰ ἐξέϰλινεν ὁ ϖȣ́ς μȣ ἐϰ τῆς ὁδȣ̃, εἰ δὲ ϗ τῷ ὀφϑαλμῷ ἐϖηϰολȣ́ϑησεν ἡ ϰαϱδία μȣ, εἰ δὲ ϗ ταῖς χεϱσίν μȣ ἡψάμην δώϱων,

31:8 σϖείϱαιμι ἄϱα ϗ ἄλλοι φάγοισαν, ἄϱϱιζος δὲ γενοίμην ἐϖὶ γῆς.

31:9 εἰ ἐξηϰολȣ́ϑησεν ἡ ϰαϱδία μȣ γυναιϰὶ ἀνδϱὸς ἑτέϱȣ, εἰ ϗ ἐγϰάϑετος ἐγενόμην ἐϖὶ ϑύϱαις αὐτῆς,

31:10 ἀϱέσαι ἄϱα ϗ ἡ γυνή μȣ ἑτέϱῳ, τὰ δὲ νήϖιά μȣ ταϖεινωϑείη·

31:11 ϑυμὸς γὰϱ ὀϱγῆς ἀϰατάσχετος τὸ μιᾶναι ἀνδϱὸς γυναῖϰα·

31:12 ϖῦϱ γάϱ ἐϛιν ϰαιόμενον ἐϖὶ ϖάντων τῶν μεϱῶν, ȣ̔͂ δ’ ἂν ἐϖέλϑῃ, ἐϰ ῥιζῶν ἀϖώλεσεν.

31:13 εἰ δὲ ϗ ἐφαύλισα ϰϱίμα ϑεϱάϖοντός μȣ ἢ ϑεϱαϖαίνης ϰϱινομένων αὐτῶν ϖϱός με,

31:14 τί γὰϱ ϖοιήσω, ἐὰν ἔτασίν μȣ ϖοιήσηται ὁ ϰύϱιος; ἐὰν δὲ ϗ ἐϖισϰοϖήν, τίνα ἀϖόϰϱισιν ϖοιήσομαι;

31:15 ϖότεϱον ȣ̓χ ὡς ϗ ἐγὼ ἐγενόμην ἐν γαϛϱί, ϗ ἐϰεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ ϰοιλίᾳ.

31:16 ἀδύνατοι δὲ χϱείαν, ἥν ϖοτ εἶχον, ȣ̓ϰ ἀϖέτυχον, χήϱας δὲ τὸν ὀφϑαλμὸν ȣ̓ϰ ἐξέτηξα.

31:17 εἰ δὲ ϗ τὸν ψωμόν μȣ ἔφαγον μόνος ϗ ȣ̓χὶ ὀϱφανῷ μετέδωϰα·

31:18 ὅτι ἐϰ νεότητός μȣ ἐξέτϱεφον ὡς ϖατὴϱ ϗ ἐϰ γαϛϱὸς μητϱός μȣ ὡδήγησα·

31:19 εἰ δὲ ϗ ὑϖεϱεῖδον γυμνὸν ἀϖολλύμενον ϗ ȣ̓ϰ ἠμφίασα,

31:20 ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀϖὸ δὲ ϰȣϱᾶς ἀμνῶν μȣ ἐϑεϱμάνϑησαν οἱ ὦμοι αὐτῶν,

31:21 εἰ ἐϖῆϱα ὀϱφανῷ χεῖϱα ϖεϖοιϑὼς ὅτι ϖολλή μοι ϐοήϑεια ϖεϱίεϛιν,

31:22 ἀϖοϛαίη ἄϱα ὁ ὦμός μȣ ἀϖὸ τῆς ϰλειδός, ὁ δὲ ϐϱαχίων μȣ ἀϖὸ τȣ̃ ἀγϰῶνός μȣ συντϱιϐείη.

31:23 φόϐος γὰϱ ϰυϱίȣ συνέσχεν με, ϗ ἀϖὸ τȣ̃ λήμματος αὐτȣ̃ ȣ̓χ ὑϖοίσω.

31:24 εἰ ἔταξα χϱυσίον ἰσχύν μȣ, εἰ δὲ ϗ λίϑῳ ϖολυτελεῖ ἐϖεϖοίϑησα,

31:25 εἰ δὲ ϗ εὐφϱάνϑην ϖολλȣ̃ ϖλȣ́τȣ μοι γενομένȣ, εἰ δὲ ϗ ἐϖ’ ἀναϱιϑμήτοις ἐϑέμην χεῖϱά μȣ,

31:26 ἦ ȣ̓χ ὁϱῶ μὲν ἥλιον τὸν ἐϖιφαύσϰοντα ἐϰλείϖοντα, σελήνην δὲ φϑίνȣσαν; ȣ̓ γὰϱ ἐϖ’ αὐτοῖς ἐϛιν.

31:27 ϗ εἰ ἠϖατήϑη λάϑϱᾳ ἡ ϰαϱδία μȣ, εἰ δὲ ϗ χεῖϱά μȣ ἐϖιϑεὶς ἐϖὶ ϛόματί μȣ ἐφίλησα,

31:28 ϗ τȣ̃τό μοι ἄϱα ἀνομία ἡ μεγίϛη λογισϑείη, ὅτι ἐψευσάμην ἐναντίον ϰυϱίȣ τȣ̃ ὑψίϛȣ.

31:29 εἰ δὲ ϗ ἐϖιχαϱὴς ἐγενόμην ϖτώματι ἐχϑϱῶν μȣ ϗ εἶϖεν ἡ ϰαϱδία μȣ Εὖγε,

31:30 ἀϰȣ́σαι ἄϱα τὸ ȣ̓͂ς μȣ τὴν ϰατάϱαν μȣ, ϑϱυληϑείην δὲ ἄϱα ὑϖὸ λαȣ̃ μȣ ϰαϰȣ́μενος.

31:31 εἰ δὲ ϗ ϖολλάϰις εἶϖον αἱ ϑεϱάϖαιναί μȣ Τίς ἂν δῴη ἡμῖν τῶν σαϱϰῶν αὐτȣ̃ ϖλησϑῆναι; λίαν μȣ χϱηϛȣ̃ ὄντος·

31:32 ἔξω δὲ ȣ̓ϰ ηὐλίζετο ξένος, ἡ δὲ ϑύϱα μȣ ϖαντὶ ἐλϑόντι ἀνέῳϰτο.

31:33 εἰ δὲ ϗ ἁμαϱτὼν ἀϰȣσίως ἔϰϱυψα τὴν ἁμαϱτίαν μȣ,

31:34 ȣ̓ γὰϱ διετϱάϖην ϖολυοχλίαν ϖλήϑȣς τȣ̃ μὴ ἐξαγοϱεῦσαι ἐνώϖιον αὐτῶν, εἰ δὲ ϗ εἴασα ἀδύνατον ἐξελϑεῖν ϑύϱαν μȣ ϰόλϖῳ ϰενῷ,

31:35 τίς δῴη ἀϰȣ́οντά μȣ; χεῖϱα δὲ ϰυϱίȣ εἰ μὴ ἐδεδοίϰειν, συγγϱαφὴν δέ, ἣν εἶχον ϰατά τινος,

31:36 ἐϖ’ ὤμοις ἂν ϖεϱιϑέμενος ϛέφανον ἀνεγίνωσϰον,

31:37 ϗ εἰ μὴ ῥήξας αὐτὴν ἀϖέδωϰα ȣ̓ϑὲν λαϐὼν ϖαϱὰ χϱεοφειλέτȣ,

31:38 εἰ ἐϖ’ ἐμοί ϖοτε ἡ γῆ ἐϛέναξεν, εἰ δὲ ϗ οἱ αὔλαϰες αὐτῆς ἔϰλαυσαν ὁμοϑυμαδόν,

31:39 εἰ δὲ ϗ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ ϗ ψυχὴν ϰυϱίȣ τῆς γῆς ἐϰϐαλὼν ἐλύϖησα,

31:40 ἀντὶ ϖυϱȣ̃ ἄϱα ἐξέλϑοι μοι ϰνίδη, ἀντὶ δὲ ϰϱιϑῆς ϐάτος. Ϗ ἐϖαύσατο Ιωϐ ῥήμασιν.

32:1 Ἡσύχασαν δὲ ϗ οἱ τϱεῖς φίλοι αὐτȣ̃ ἔτι ἀντειϖεῖν Ιωϐ· ἦν γὰϱ Ιωϐ δίϰαιος ἐναντίον αὐτῶν.

32:2 ὠϱγίσϑη δὲ Ελιȣς ὁ τȣ̃ Βαϱαχιηλ ὁ Βȣζίτης ἐϰ τῆς συγγενείας Ραμ τῆς Αυσίτιδος χώϱας, ὠϱγίσϑη δὲ τῷ Ιωϐ σφόδϱα, διότι ἀϖέφηνεν ἑαυτὸν δίϰαιον ἐναντίον ϰυϱίȣ·

32:3 ϗ ϰατὰ τῶν τϱιῶν δὲ φίλων ὠϱγίσϑη σφόδϱα, διότι ȣ̓ϰ ἠδυνήϑησαν ἀϖοϰϱιϑῆναι ἀντίϑετα Ιωϐ ϗ ἔϑεντο αὐτὸν εἶναι ἀσεϐῆ.

32:4 Ελιȣς δὲ ὑϖέμεινεν δȣ̃ναι ἀϖόϰϱισιν Ιωϐ, ὅτι ϖϱεσϐύτεϱοι αὐτȣ̃ εἰσιν ἡμέϱαις.

32:5 ϗ εἶδεν Ελιȣς ὅτι ȣ̓ϰ ἔϛιν ἀϖόϰϱισις ἐν ϛόματι τῶν τϱιῶν ἀνδϱῶν, ϗ ἐϑυμώϑη ὀϱγὴ αὐτȣ̃.

32:6 ὑϖολαϐὼν δὲ Ελιȣς ὁ τȣ̃ Βαϱαχιηλ ὁ Βȣζίτης εἶϖεν Νεώτεϱος μέν εἰμι τῷ χϱόνῳ, ὑμεῖς δέ ἐϛε ϖϱεσϐύτεϱοι· διὸ ἡσύχασα φοϐηϑεὶς τȣ̃ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτȣ̃ ἐϖιϛήμην·

32:7 εἶϖα δὲ ὅτι Ὁ χϱόνος ἐϛὶν ὁ λαλῶν, ἐν ϖολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν.

32:8 ἀλλὰ ϖνεῦμά ἐϛιν ἐν ϐϱοτοῖς, ϖνοὴ δὲ ϖαντοϰϱάτοϱός ἐϛιν ἡ διδάσϰȣσα·

32:9 ȣ̓χ οἱ ϖολυχϱόνιοί εἰσιν σοφοί, ȣ̓δ’ οἱ γέϱοντες οἴδασιν ϰϱίμα.

32:10 διὸ εἶϖα Ἀϰȣ́σατέ μȣ, ϗ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·

32:11 ἐνωτίζεσϑέ μȣ τὰ ῥήματα· ἐϱῶ γὰϱ ὑμῶν ἀϰȣόντων, ἄχϱι ȣ̔͂ ἐτάσητε λόγȣς.

32:12 ϗ μέχϱι ὑμῶν συνήσω, ϗ ἰδȣ̀ ȣ̓ϰ ἦν τῷ Ιωϐ ἐλέγχων, ἀνταϖοϰϱινόμενος ῥήματα αὐτȣ̃ ἐξ ὑμῶν,

32:13 ἵνα μὴ εἴϖητε Εὕϱομεν σοφίαν ϰυϱίῳ ϖϱοσϑέμενοι·

32:14 ἀνϑϱώϖῳ δὲ ἐϖετϱέψατε λαλῆσαι τοιαῦτα ῥήματα. –

32:15 ἐϖτοήϑησαν, ȣ̓ϰ ἀϖεϰϱίϑησαν ἔτι, ἐϖαλαίωσαν ἐξ αὐτῶν λόγȣς.

32:16 ὑϖέμεινα, ȣ̓ γὰϱ ἐλάλησαν· ὅτι ἔϛησαν, ȣ̓ϰ ἀϖεϰϱίϑησαν.

32:17 Ὑϖολαϐὼν δὲ Ελιȣς λέγει

32:18 Πάλιν λαλήσω· ϖλήϱης γάϱ εἰμι ῥημάτων, ὀλέϰει γάϱ με τὸ ϖνεῦμα τῆς γαϛϱός·

32:19 ἡ δὲ γαϛήϱ μȣ ὥσϖεϱ ἀσϰὸς γλεύϰȣς ζέων δεδεμένος ἢ ὥσϖεϱ φυσητὴϱ χαλϰέως ἐϱϱηγώς.

32:20 λαλήσω, ἵνα ἀναϖαύσωμαι ἀνοίξας τὰ χείλη·

32:21 ἄνϑϱωϖον γὰϱ ȣ̓ μὴ αἰσχυνϑῶ, ἀλλὰ μὴν ȣ̓δὲ ϐϱοτὸν ȣ̓ μὴ ἐντϱαϖῶ·

32:22 ȣ̓ γὰϱ ἐϖίϛαμαι ϑαυμάσαι ϖϱόσωϖον· εἰ δὲ μή, ϗ ἐμὲ σῆτες ἔδονται.

33:1 ȣ̓ μὴν δὲ ἀλλὰ ἄϰȣσον, Ιωϐ, τὰ ῥήματά μȣ ϗ λαλιὰν ἐνωτίζȣ μȣ·

33:2 ἰδȣ̀ γὰϱ ἤνοιξα τὸ ϛόμα μȣ, ϗ ἐλάλησεν ἡ γλῶσσά μȣ.

33:3 ϰαϑαϱά μȣ ἡ ϰαϱδία ῥήμασιν, σύνεσις δὲ χειλέων μȣ ϰαϑαϱὰ νοήσει.

33:4 ϖνεῦμα ϑεῖον τὸ ϖοιῆσάν με, ϖνοὴ δὲ ϖαντοϰϱάτοϱος ἡ διδάσϰȣσά με.

33:5 ἐὰν δύνῃ, δός μοι ἀϖόϰϱισιν ϖϱὸς ταῦτα· ὑϖόμεινον, ϛῆϑι ϰατ’ ἐμὲ ϗ ἐγὼ ϰατὰ σέ.

33:6 ἐϰ ϖηλȣ̃ διήϱτισαι σὺ ὡς ϗ ἐγώ, ἐϰ τȣ̃ αὐτȣ̃ διηϱτίσμεϑα.

33:7 ȣ̓χ ὁ φόϐος μȣ́ σε ϛϱοϐήσει, ȣ̓δὲ ἡ χείϱ μȣ ϐαϱεῖα ἔϛαι ἐϖὶ σοί.

33:8 ϖλὴν εἶϖας ἐν ὠσίν μȣ, φωνὴν ῥημάτων σȣ ἀϰήϰοα·

33:9 διότι λέγεις Καϑαϱός εἰμι ȣ̓χ ἁμαϱτών, ἄμεμϖτος δέ εἰμι, ȣ̓ γὰϱ ἠνόμησα·

33:10 μέμψιν δὲ ϰατ’ ἐμȣ̃ εὗϱεν, ἥγηται δέ με ὥσϖεϱ ὑϖεναντίον·

33:11 ἔϑετο δὲ ἐν ξύλῳ τὸν ϖόδα μȣ, ἐφύλαξεν δέ μȣ ϖάσας τὰς ὁδȣ́ς.

33:12 ϖῶς γὰϱ λέγεις Δίϰαιός εἰμι, ϗ ȣ̓ϰ ἐϖαϰήϰοέν μȣ; αἰώνιος γάϱ ἐϛιν ὁ ἐϖάνω ϐϱοτῶν.

33:13 λέγεις δέ Διὰ τί τῆς δίϰης μȣ ȣ̓ϰ ἐϖαϰήϰοεν ϖᾶν ῥῆμα;

33:14 ἐν γὰϱ τῷ ἅϖαξ λαλήσαι ὁ ϰύϱιος, ἐν δὲ τῷ δευτέϱῳ ἐνύϖνιον,

33:15 ἢ ἐν μελέτῃ νυϰτεϱινῇ, ὡς ὅταν ἐϖιϖίϖτῃ δεινὸς φόϐος ἐϖ’ ἀνϑϱώϖȣς ἐϖὶ νυϛαγμάτων ἐϖὶ ϰοίτης·

33:16 τότε ἀναϰαλύϖτει νȣ̃ν ἀνϑϱώϖων, ἐν εἴδεσιν φόϐȣ τοιȣ́τοις αὐτȣ̀ς ἐξεφόϐησεν

33:17 ἀϖοϛϱέψαι ἄνϑϱωϖον ἐξ ἀδιϰίας, τὸ δὲ σῶμα αὐτȣ̃ ἀϖὸ ϖτώματος ἐϱϱύσατο.

33:18 ἐφείσατο δὲ τῆς ψυχῆς αὐτȣ̃ ἀϖὸ ϑανάτȣ ϗ μὴ ϖεσεῖν αὐτὸν ἐν ϖολέμῳ.

33:19 ϖάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλαϰίᾳ ἐϖὶ ϰοίτης ϗ ϖλῆϑος ὀϛῶν αὐτȣ̃ ἐνάϱϰησεν,

33:20 ϖᾶν δὲ ϐϱωτὸν σίτȣ ȣ̓ μὴ δύνηται ϖϱοσδέξασϑαι ϗ ἡ ψυχὴ αὐτȣ̃ ϐϱῶσιν ἐϖιϑυμήσει,

33:21 ἕως ἂν σαϖῶσιν αὐτȣ̃ αἱ σάϱϰες ϗ ἀϖοδείξῃ τὰ ὀϛᾶ αὐτȣ̃ ϰενά·

33:22 ἤγγισεν δὲ εἰς ϑάνατον ἡ ψυχὴ αὐτȣ̃, ἡ δὲ ζωὴ αὐτȣ̃ ἐν ᾅδῃ.

33:23 ἐὰν ὦσιν χίλιοι ἄγγελοι ϑανατηφόϱοι, εἷς αὐτῶν ȣ̓ μὴ τϱώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ ϰαϱδίᾳ ἐϖιϛϱαφῆναι ἐϖὶ ϰύϱιον, ἀναγγείλῃ δὲ ἀνϑϱώϖῳ τὴν ἑαυτȣ̃ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτȣ̃ δείξῃ,

33:24 ἀνϑέξεται τȣ̃ μὴ ϖεσεῖν αὐτὸν εἰς ϑάνατον, ἀνανεώσει δὲ αὐτȣ̃ τὸ σῶμα ὥσϖεϱ ἀλοιφὴν ἐϖὶ τοίχȣ, τὰ δὲ ὀϛᾶ αὐτȣ̃ ἐμϖλήσει μυελȣ̃·

33:25 ἁϖαλυνεῖ δὲ αὐτȣ̃ τὰς σάϱϰας ὥσϖεϱ νηϖίȣ, ἀϖοϰαταϛήσει δὲ αὐτὸν ἀνδϱωϑέντα ἐν ἀνϑϱώϖοις.

33:26 εὐξάμενος δὲ ϖϱὸς ϰύϱιον, ϗ δεϰτὰ αὐτῷ ἔϛαι, εἰσελεύσεται δὲ ϖϱοσώϖῳ ϰαϑαϱῷ σὺν ἐξηγοϱίᾳ· ἀϖοδώσει δὲ ἀνϑϱώϖοις διϰαιοσύνην.

33:27 εἶτα τότε ἀϖομέμψεται ἄνϑϱωϖος αὐτὸς ἑαυτῷ λέγων Οἷα συνετέλȣν, ϗ ȣ̓ϰ ἄξια ἤτασέν με ὧν ἥμαϱτον.

33:28 σῶσον ψυχήν μȣ τȣ̃ μὴ ἐλϑεῖν εἰς διαφϑοϱάν, ϗ ἡ ζωή μȣ φῶς ὄψεται.

33:29 ἰδȣ̀ ϖάντα ταῦτα ἐϱγᾶται ὁ ἰσχυϱὸς ὁδȣ̀ς τϱεῖς μετὰ ἀνδϱός.

33:30 ἀλλ’ ἐϱϱύσατο τὴν ψυχήν μȣ ἐϰ ϑανάτȣ, ἵνα ἡ ζωή μȣ ἐν φωτὶ αἰνῇ αὐτόν.

33:31 ἐνωτίζȣ, Ιωϐ, ϗ ἄϰȣέ μȣ· ϰώφευσον, ϗ ἐγώ εἰμι λαλήσω.

33:32 εἰ εἰσὶν λόγοι, ἀϖοϰϱίϑητί μοι· λάλησον, ϑέλω γὰϱ διϰαιωϑῆναί σε.

33:33 εἰ μή, σὺ ἄϰȣσόν μȣ· ϰώφευσον, ϗ διδάξω σε σοφίαν.

34:1 Ὑϖολαϐὼν δὲ Ελιȣς λέγει

34:2 Ἀϰȣ́σατέ μȣ, σοφοί· ἐϖιϛάμενοι, ἐνωτίζεσϑε τὸ ϰαλόν·

34:3 ὅτι ȣ̓͂ς λόγȣς δοϰιμάζει, ϗ λάϱυγξ γεύεται ϐϱῶσιν.

34:4 ϰϱίσιν ἑλώμεϑα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι ϰαλόν.

34:5 ὅτι εἴϱηϰεν Ιωϐ Δίϰαιός εἰμι, ὁ ϰύϱιος ἀϖήλλαξέν μȣ τὸ ϰϱίμα,

34:6 ἐψεύσατο δὲ τῷ ϰϱίματί μȣ, ϐίαιον τὸ ϐέλος μȣ ἄνευ ἀδιϰίας.

34:7 τίς ἀνὴϱ ὥσϖεϱ Ιωϐ ϖίνων μυϰτηϱισμὸν ὥσϖεϱ ὕδωϱ

34:8 ȣ̓χ ἁμαϱτὼν ȣ̓δὲ ἀσεϐήσας ἢ ὁδȣ̃ ϰοινωνήσας μετὰ ϖοιȣ́ντων τὰ ἄνομα τȣ̃ ϖοϱευϑῆναι μετὰ ἀσεϐῶν;

34:9 μὴ γὰϱ εἴϖῃς ὅτι Ȣ̓ϰ ἔϛαι ἐϖισϰοϖὴ ἀνδϱός· ϗ ἐϖισϰοϖὴ αὐτῷ ϖαϱὰ ϰυϱίȣ.

34:10 διό, συνετοὶ ϰαϱδίας, ἀϰȣ́σατέ μȣ Μή μοι εἴη ἔναντι ϰυϱίȣ ἀσεϐῆσαι ϗ ἔναντι ϖαντοϰϱάτοϱος ταϱάξαι τὸ δίϰαιον·

34:11 ἀλλὰ ἀϖοδιδοῖ ἀνϑϱώϖῳ ϰαϑὰ ϖοιεῖ ἕϰαϛος αὐτῶν, ϗ ἐν τϱίϐῳ ἀνδϱὸς εὑϱήσει αὐτόν.

34:12 οἴῃ δὲ τὸν ϰύϱιον ἄτοϖα ϖοιήσειν; ἢ ὁ ϖαντοϰϱάτωϱ ταϱάξει ϰϱίσιν;

34:13 ὃς ἐϖοίησεν τὴν γῆν· τίς δέ ἐϛιν ὁ ϖοιῶν τὴν ὑϖ’ ȣ̓ϱανὸν ϗ τὰ ἐνόντα ϖάντα;

34:14 εἰ γὰϱ ϐȣ́λοιτο συνέχειν ϗ τὸ ϖνεῦμα ϖαϱ’ αὐτῷ ϰατασχεῖν,

34:15 τελευτήσει ϖᾶσα σὰϱξ ὁμοϑυμαδόν, ϖᾶς δὲ ϐϱοτὸς εἰς γῆν ἀϖελεύσεται, ὅϑεν ϗ ἐϖλάσϑη.

34:16 εἰ δὲ μὴ νȣϑετῇ, ἄϰȣε ταῦτα, ἐνωτίζȣ φωνὴν ῥημάτων.

34:17 ἰδὲ σὺ τὸν μισȣ̃ντα ἄνομα ϗ τὸν ὀλλύντα τȣ̀ς ϖονηϱȣ̀ς ὄντα αἰώνιον δίϰαιον.

34:18 ἀσεϐὴς ὁ λέγων ϐασιλεῖ Παϱανομεῖς, ἀσεϐέϛατε τοῖς ἄϱχȣσιν·

34:19 ὃς ȣ̓ϰ ἐϖῃσχύνϑη ϖϱόσωϖον ἐντίμȣ ȣ̓δὲ οἶδεν τιμὴν ϑέσϑαι ἁδϱοῖς ϑαυμασϑῆναι ϖϱόσωϖα αὐτῶν.

34:20 ϰενὰ δὲ αὐτοῖς ἀϖοϐήσεται τὸ ϰεϰϱαγέναι ϗ δεῖσϑαι ἀνδϱός· ἐχϱήσαντο γὰϱ ϖαϱανόμως ἐϰϰλινομένων ἀδυνάτων.

34:21 αὐτὸς γὰϱ ὁϱατής ἐϛιν ἔϱγων ἀνϑϱώϖων, λέληϑεν δὲ αὐτὸν ȣ̓δὲν ὧν ϖϱάσσȣσιν,

34:22 ȣ̓δὲ ἔϛαι τόϖος τȣ̃ ϰϱυϐῆναι τȣ̀ς ϖοιȣ̃ντας τὰ ἄνομα·

34:23 ὅτι ȣ̓ϰ ἐϖ’ ἄνδϱα ϑήσει ἔτι· ὁ γὰϱ ϰύϱιος ϖάντας ἐφοϱᾷ

34:24 ὁ ϰαταλαμϐάνων ἀνεξιχνίαϛα, ἔνδοξά τε ϗ ἐξαίσια, ὧν ȣ̓ϰ ἔϛιν ἀϱιϑμός·

34:25 ὁ γνωϱίζων αὐτῶν τὰ ἔϱγα ϗ ϛϱέψει νύϰτα, ϗ ταϖεινωϑήσονται.

34:26 ἔσϐεσεν δὲ ἀσεϐεῖς, ὁϱατοὶ δὲ ἐναντίον αὐτȣ̃,

34:27 ὅτι ἐξέϰλιναν ἐϰ νόμȣ ϑεȣ̃, διϰαιώματα δὲ αὐτȣ̃ ȣ̓ϰ ἐϖέγνωσαν

34:28 τȣ̃ ἐϖαγαγεῖν ἐϖ’ αὐτὸν ϰϱαυγὴν ϖένητος, ϗ ϰϱαυγὴν ϖτωχῶν εἰσαϰȣ́σεται.

34:29 ϗ αὐτὸς ἡσυχίαν ϖαϱέξει, ϗ τίς ϰαταδιϰάσεται; ϗ ϰϱύψει ϖϱόσωϖον, ϗ τίς ὄψεται αὐτόν; ϗ ϰατὰ ἔϑνȣς ϗ ϰατὰ ἀνϑϱώϖȣ ὁμȣ̃

34:30 ϐασιλεύων ἄνϑϱωϖον ὑϖοϰϱιτὴν ἀϖὸ δυσϰολίας λαȣ̃.

34:31 ὅτι ϖϱὸς τὸν ἰσχυϱὸν ὁ λέγων Εἴληφα, ȣ̓ϰ ἐνεχυϱάσω·

34:32 ἄνευ ἐμαυτȣ̃ ὄψομαι, σὺ δεῖξόν μοι· εἰ ἀδιϰίαν ἠϱγασάμην, ȣ̓ μὴ ϖϱοσϑήσω.

34:33 μὴ ϖαϱὰ σȣ̃ ἀϖοτείσει αὐτήν; ὅτι ἀϖώσῃ, ὅτι σὺ ἐϰλέξῃ ϗ ȣ̓ϰ ἐγώ· ϗ τί ἔγνως λάλησον.

34:34 διὸ συνετοὶ ϰαϱδίας ἐϱȣ̃σιν ταῦτα, ἀνὴϱ δὲ σοφὸς ἀϰήϰοέν μȣ τὸ ῥῆμα.

34:35 Ιωϐ δὲ ȣ̓ϰ ἐν συνέσει ἐλάλησεν, τὰ δὲ ῥήματα αὐτȣ̃ ȣ̓ϰ ἐν ἐϖιϛήμῃ.

34:36 ȣ̓ μὴν δὲ ἀλλὰ μάϑε, Ιωϐ, μὴ δῷς ἔτι ἀνταϖόϰϱισιν ὥσϖεϱ οἱ ἄφϱονες,

34:37 ἵνα μὴ ϖϱοσϑῶμεν ἐφ’ ἁμαϱτίαις ἡμῶν, ἀνομία δὲ ἐφ’ ἡμῖν λογισϑήσεται ϖολλὰ λαλȣ́ντων ῥήματα ἐναντίον τȣ̃ ϰυϱίȣ.

35:1 Ὑϖολαϐὼν δὲ Ελιȣς λέγει

35:2 Τί τȣ̃το ἡγήσω ἐν ϰϱίσει; σὺ τίς εἶ ὅτι εἶϖας Δίϰαιός εἰμι ἔναντι ϰυϱίȣ;

35:3 ἢ ἐϱεῖς Τί ϖοιήσω ἁμαϱτών;

35:4 ἐγὼ σοὶ δώσω ἀϖόϰϱισιν ϗ τοῖς τϱισὶν φίλοις σȣ.

35:5 ἀνάϐλεψον εἰς τὸν ȣ̓ϱανὸν ϗ ἰδέ, ϰατάμαϑε δὲ νέφη ὡς ὑψηλὰ ἀϖὸ σȣ̃.

35:6 εἰ ἥμαϱτες, τί ϖϱάξεις; εἰ δὲ ϗ ϖολλὰ ἠνόμησας, τί δύνασαι ϖοιῆσαι;

35:7 ἐϖεὶ δὲ ȣ̓͂ν δίϰαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐϰ χειϱός σȣ λήμψεται;

35:8 ἀνδϱὶ τῷ ὁμοίῳ σȣ ἡ ἀσέϐειά σȣ, ϗ υἱῷ ἀνϑϱώϖȣ ἡ διϰαιοσύνη σȣ.

35:9 ἀϖὸ ϖλήϑȣς συϰοφαντȣ́μενοι ϰεϰϱάξονται, ϐοήσονται ἀϖὸ ϐϱαχίονος ϖολλῶν.

35:10 ϗ ȣ̓ϰ εἶϖεν Πȣ̃ ἐϛιν ὁ ϑεὸς ὁ ϖοιήσας με, ὁ ϰατατάσσων φυλαϰὰς νυϰτεϱινάς,

35:11 ὁ διοϱίζων με ἀϖὸ τετϱαϖόδων γῆς, ἀϖὸ δὲ ϖετεινῶν ȣ̓ϱανȣ̃;

35:12 ἐϰεῖ ϰεϰϱάξονται, ϗ ȣ̓ μὴ εἰσαϰȣ́σῃ ϗ ἀϖὸ ὕϐϱεως ϖονηϱῶν.

35:13 ἄτοϖα γὰϱ ȣ̓ ϐȣ́λεται ὁ ϰύϱιος ἰδεῖν· αὐτὸς γὰϱ ὁ ϖαντοϰϱάτωϱ ὁϱατής ἐϛιν

35:14 τῶν συντελȣ́ντων τὰ ἄνομα ϗ σώσει με. ϰϱίϑητι δὲ ἐναντίον αὐτȣ̃, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔϛιν.

35:15 ϗ νῦν, ὅτι ȣ̓ϰ ἔϛιν ἐϖισϰεϖτόμενος, ὀϱγὴν αὐτȣ̃ ϗ ȣ̓ϰ ἔγνω ϖαϱαϖτώματι σφόδϱα·

35:16 ϗ Ιωϐ ματαίως ἀνοίγει τὸ ϛόμα αὐτȣ̃, ἐν ἀγνωσίᾳ ῥήματα ϐαϱύνει.

36:1 Πϱοσϑεὶς δὲ Ελιȣς ἔτι λέγει

36:2 Μεῖνόν με μιϰϱὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰϱ ἐν ἐμοί ἐϛιν λέξις.

36:3 ἀναλαϐὼν τὴν ἐϖιϛήμην μȣ μαϰϱὰν ἔϱγοις δέ μȣ δίϰαια ἐϱῶ

36:4 ἐϖ’ ἀληϑείας ϗ ȣ̓ϰ ἄδιϰα ῥήματα· ἀδίϰως συνίεις.

36:5 γίγνωσϰε δὲ ὅτι ὁ ϰύϱιος ȣ̓ μὴ ἀϖοϖοιήσηται τὸν ἄϰαϰον. δυνατὸς ἰσχύι ϰαϱδίας

36:6 ἀσεϐῆ ȣ̓ μὴ ζωοϖοιήσει ϗ ϰϱίμα ϖτωχῶν δώσει.

36:7 ȣ̓ϰ ἀφελεῖ ἀϖὸ διϰαίȣ ὀφϑαλμȣ̀ς αὐτȣ̃· ϗ μετὰ ϐασιλέων εἰς ϑϱόνον ϗ ϰαϑιεῖ αὐτȣ̀ς εἰς νεῖϰος, ϗ ὑψωϑήσονται.

36:8 ϗ εἰ ϖεϖεδημένοι ἐν χειϱοϖέδαις συσχεϑήσονται ἐν σχοινίοις ϖενίας,

36:9 ϗ ἀναγγελεῖ αὐτοῖς τὰ ἔϱγα αὐτῶν ϗ τὰ ϖαϱαϖτώματα αὐτῶν, ὅτι ἰσχύσȣσιν.

36:10 ἀλλὰ τȣ̃ διϰαίȣ εἰσαϰȣ́σεται· ϗ εἶϖεν ὅτι ἐϖιϛϱαφήσονται ἐξ ἀδιϰίας.

36:11 ἐὰν ἀϰȣ́σωσιν ϗ δȣλεύσωσιν, συντελέσȣσιν τὰς ἡμέϱας αὐτῶν ἐν ἀγαϑοῖς ϗ τὰ ἔτη αὐτῶν ἐν εὐϖϱεϖείαις.

36:12 ἀσεϐεῖς δὲ ȣ̓ διασῴζει ϖαϱὰ τὸ μὴ ϐȣ́λεσϑαι εἰδέναι αὐτȣ̀ς τὸν ϰύϱιον ϗ διότι νȣϑετȣ́μενοι ἀνήϰοοι ἦσαν.

36:13 ϗ ὑϖοϰϱιταὶ ϰαϱδίᾳ τάξȣσιν ϑυμόν· ȣ̓ ϐοήσονται, ὅτι ἔδησεν αὐτȣ́ς.

36:14 ἀϖοϑάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτϱωσϰομένη ὑϖὸ ἀγγέλων,

36:15 ἀνϑ’ ὧν ἔϑλιψαν ἀσϑενῆ ϗ ἀδύνατον· ϰϱίμα δὲ ϖϱαέων ἐϰϑήσει.

36:16 ϗ ϖϱοσέτι ἠϖάτησέν σε ἐϰ ϛόματος ἐχϑϱȣ̃· ἄϐυσσος, ϰατάχυσις ὑϖοϰάτω αὐτῆς· ϗ ϰατέϐη τϱάϖεζά σȣ ϖλήϱης ϖιότητος.

36:17 ȣ̓χ ὑϛεϱήσει δὲ ἀϖὸ διϰαίων ϰϱίμα,

36:18 ϑυμὸς δὲ ἐϖ’ ἀσεϐεῖς ἔϛαι δι’ ἀσέϐειαν δώϱων, ὧν ἐδέχοντο ἐϖ’ ἀδιϰίαις.

36:19 μή σε ἐϰϰλινάτω ἑϰὼν ὁ νȣ̃ς δεήσεως ἐν ἀνάγϰῃ ὄντων ἀδυνάτων, ϗ ϖάντας τȣ̀ς ϰϱαταιȣ̃ντας ἰσχύν.

36:20 μὴ ἐξελϰύσῃς τὴν νύϰτα τȣ̃ ἀναϐῆναι λαȣ̀ς ἀντ αὐτῶν·

36:21 ἀλλὰ φύλαξαι μὴ ϖϱάξῃς ἄτοϖα· ἐϖὶ τȣ̃τον γὰϱ ἐξείλω ἀϖὸ ϖτωχείας.

36:22 ἰδȣ̀ ὁ ἰσχυϱὸς ϰϱαταιώσει ἐν ἰσχύι αὐτȣ̃· τίς γάϱ ἐϛιν ϰατ’ αὐτὸν δυνάϛης;

36:23 τίς δέ ἐϛιν ὁ ἐτάζων αὐτȣ̃ τὰ ἔϱγα; ἢ τίς ὁ εἴϖας Ἔϖϱαξεν ἄδιϰα;

36:24 μνήσϑητι ὅτι μεγάλα ἐϛὶν αὐτȣ̃ τὰ ἔϱγα, ὧν ἦϱξαν ἄνδϱες·

36:25 ϖᾶς ἄνϑϱωϖος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτϱωσϰόμενοί εἰσιν ϐϱοτοί.

36:26 ἰδȣ̀ ὁ ἰσχυϱὸς ϖολύς, ϗ ȣ̓ γνωσόμεϑα· ἀϱιϑμὸς ἐτῶν αὐτȣ̃ ϗ ἀϖέϱαντος.

36:27 ἀϱιϑμηταὶ δὲ αὐτῷ ϛαγόνες ὑετȣ̃, ϗ ἐϖιχυϑήσονται ὑετῷ εἰς νεφέλην·

36:28 ῥυήσονται ϖαλαιώματα, ἐσϰίασεν δὲ νέφη ἐϖὶ ἀμυϑήτων ϐϱοτῶν.

36:28 a ὥϱαν ἔϑετο ϰτήνεσιν, οἴδασιν δὲ ϰοίτης τάξιν.

36:29 ἐϖὶ τȣ́τοις ϖᾶσιν ȣ̓ϰ ἐξίϛαταί σȣ ἡ διάνοια ȣ̓δὲ διαλλάσσεταί σȣ ἡ ϰαϱδία ἀϖὸ σώματος; ϗ ἐὰν συνῇ ἀϖεϰτάσεις νεφέλης, ἰσότητα σϰηνῆς αὐτȣ̃,

36:30 ἰδȣ̀ ἐϰτείνει ἐϖ’ αὐτὸν ηδω ϗ ῥιζώματα τῆς ϑαλάσσης ἐϰάλυψεν.

36:31 ἐν γὰϱ αὐτοῖς ϰϱινεῖ λαȣ́ς, δώσει τϱοφὴν τῷ ἰσχύοντι.

36:32 ἐϖὶ χειϱῶν ἐϰάλυψεν φῶς ϗ ἐνετείλατο ϖεϱὶ αὐτῆς ἐν ἀϖαντῶντι·

36:33 ἀναγγελεῖ ϖεϱὶ αὐτȣ̃ φίλον αὐτȣ̃· ϰτῆσις ϗ ϖεϱὶ ἀδιϰίας.

37:1 ϗ ταύτης ἐταϱάχϑη ἡ ϰαϱδία μȣ ϗ ἀϖεϱϱύη ἐϰ τȣ̃ τόϖȣ αὐτῆς.

37:2 ἄϰȣε ἀϰοὴν ἐν ὀϱγῇ ϑυμȣ̃ ϰυϱίȣ, ϗ μελέτη ἐϰ ϛόματος αὐτȣ̃ ἐξελεύσεται.

37:3 ὑϖοϰάτω ϖαντὸς τȣ̃ ȣ̓ϱανȣ̃ ἀϱχὴ αὐτȣ̃, ϗ τὸ φῶς αὐτȣ̃ ἐϖὶ ϖτεϱύγων τῆς γῆς.

37:4 ὀϖίσω αὐτȣ̃ ϐοήσεται φωνή, ϐϱοντήσει ἐν φωνῇ ὕϐϱεως αὐτȣ̃, ϗ ȣ̓ϰ ἀνταλλάξει αὐτȣ́ς, ὅτι ἀϰȣ́σει φωνὴν αὐτȣ̃.

37:5 ϐϱοντήσει ὁ ἰσχυϱὸς ἐν φωνῇ αὐτȣ̃ ϑαυμάσια· ἐϖοίησεν γὰϱ μεγάλα, ἃ ȣ̓ϰ ᾔδειμεν,

37:6 συντάσσων χιόνι Γίνȣ ἐϖὶ τῆς γῆς· ϗ χειμὼν ὑετός, ϗ χειμὼν ὑετῶν δυναϛείας αὐτȣ̃.

37:7 ἐν χειϱὶ ϖαντὸς ἀνϑϱώϖȣ ϰατασφϱαγίζει, ἵνα γνῷ ϖᾶς ἄνϑϱωϖος τὴν ἑαυτȣ̃ ἀσϑένειαν.

37:8 εἰσῆλϑεν δὲ ϑηϱία ὑϖὸ σϰέϖην, ἡσύχασαν δὲ ἐϖὶ ϰοίτης.

37:9 ἐϰ ταμιείων ἐϖέϱχονται δῖναι, ἀϖὸ δὲ ἀϰϱωτηϱίων ψῦχος.

37:10 ϗ ἀϖὸ ϖνοῆς ἰσχυϱȣ̃ δώσει ϖάγος, οἰαϰίζει δὲ τὸ ὕδωϱ ὡς ἐὰν ϐȣ́ληται·

37:11 ϗ ἐϰλεϰτὸν ϰαταϖλάσσει νεφέλη, διασϰοϱϖιεῖ νέφος φῶς αὐτȣ̃.

37:12 ϗ αὐτὸς ϰυϰλώματα διαϛϱέψει ἐν ϑεεϐȣλαϑω εἰς ἔϱγα αὐτῶν· ϖάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέταϰται ϖαϱ’ αὐτȣ̃ ἐϖὶ τῆς γῆς,

37:13 ἐὰν εἰς ϖαιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτȣ̃, ἐὰν εἰς ἔλεος εὑϱήσει αὐτόν.

37:14 ἐνωτίζȣ ταῦτα, Ιωϐ· ϛῆϑι νȣϑετȣ̃ δύναμιν ϰυϱίȣ.

37:15 οἴδαμεν ὅτι ὁ ϑεὸς ἔϑετο ἔϱγα αὐτȣ̃ φῶς ϖοιήσας ἐϰ σϰότȣς.

37:16 ἐϖίϛαται δὲ διάϰϱισιν νεφῶν, ἐξαίσια δὲ ϖτώματα ϖονηϱῶν.

37:17 σȣ̃ δὲ ἡ ϛολὴ ϑεϱμή· ἡσυχάζεται δὲ ἐϖὶ τῆς γῆς.

37:18 ϛεϱεώσεις μετ’ αὐτȣ̃ εἰς ϖαλαιώματα, ἰσχυϱαὶ ὡς ὅϱασις ἐϖιχύσεως.

37:19 διὰ τί; δίδαξόν με τί ἐϱȣ̃μεν αὐτῷ· ϗ ϖαυσώμεϑα ϖολλὰ λέγοντες.

37:20 μὴ ϐίϐλος ἢ γϱαμματεύς μοι ϖαϱέϛηϰεν, ἵνα ἄνϑϱωϖον ἑϛηϰὼς ϰατασιωϖήσω;

37:21 ϖᾶσιν δ’ ȣ̓χ ὁϱατὸν τὸ φῶς, τηλαυγές ἐϛιν ἐν τοῖς ϖαλαιώμασιν, ὥσϖεϱ τὸ ϖαϱ’ αὐτȣ̃ ἐϖὶ νεφῶν.

37:22 ἀϖὸ ϐοϱϱᾶ νέφη χϱυσαυγȣ̃ντα· ἐϖὶ τȣ́τοις μεγάλη ἡ δόξα ϗ τιμὴ ϖαντοϰϱάτοϱος.

37:23 ϗ ȣ̓χ εὑϱίσϰομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτȣ̃· ὁ τὰ δίϰαια ϰϱίνων, ȣ̓ϰ οἴει ἐϖαϰȣ́ειν αὐτόν;

37:24 διὸ φοϐηϑήσονται αὐτὸν οἱ ἄνϑϱωϖοι, φοϐηϑήσονται δὲ αὐτὸν ϗ οἱ σοφοὶ ϰαϱδίᾳ.

38:1 Μετὰ δὲ τὸ ϖαύσασϑαι Ελιȣν τῆς λέξεως εἶϖεν ὁ ϰύϱιος τῷ Ιωϐ διὰ λαίλαϖος ϗ νεφῶν

38:2 Τίς ȣ̔͂τος ὁ ϰϱύϖτων με ϐȣλήν, συνέχων δὲ ῥήματα ἐν ϰαϱδίᾳ, ἐμὲ δὲ οἴεται ϰϱύϖτειν;

38:3 ζῶσαι ὥσϖεϱ ἀνὴϱ τὴν ὀσφύν σȣ, ἐϱωτήσω δέ σε, σὺ δέ μοι ἀϖοϰϱίϑητι.

38:4 ϖȣ̃ ἦς ἐν τῷ ϑεμελιȣ̃ν με τὴν γῆν; ἀϖάγγειλον δέ μοι, εἰ ἐϖίϛῃ σύνεσιν.

38:5 τίς ἔϑετο τὰ μέτϱα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐϖαγαγὼν σϖαϱτίον ἐϖ’ αὐτῆς;

38:6 ἐϖὶ τίνος οἱ ϰϱίϰοι αὐτῆς ϖεϖήγασιν; τίς δέ ἐϛιν ὁ ϐαλὼν λίϑον γωνιαῖον ἐϖ’ αὐτῆς;

38:7 ὅτε ἐγενήϑησαν ἄϛϱα, ᾔνεσάν με φωνῇ μεγάλῃ ϖάντες ἄγγελοί μȣ.

38:8 ἔφϱαξα δὲ ϑάλασσαν ϖύλαις, ὅτε ἐμαίμασσεν ἐϰ ϰοιλίας μητϱὸς αὐτῆς ἐϰϖοϱευομένη·

38:9 ἐϑέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσϖαϱγάνωσα·

38:10 ἐϑέμην δὲ αὐτῇ ὅϱια ϖεϱιϑεὶς ϰλεῖϑϱα ϗ ϖύλας·

38:11 εἶϖα δὲ αὐτῇ Μέχϱι τȣ́τȣ ἐλεύσῃ ϗ ȣ̓χ ὑϖεϱϐήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντϱιϐήσεταί σȣ τὰ ϰύματα.

38:12 ἦ ἐϖὶ σȣ̃ συντέταχα φέγγος ϖϱωινόν, ἑωσφόϱος δὲ εἶδεν τὴν ἑαυτȣ̃ τάξιν

38:13 ἐϖιλαϐέσϑαι ϖτεϱύγων γῆς, ἐϰτινάξαι ἀσεϐεῖς ἐξ αὐτῆς;

38:14 ἦ σὺ λαϐὼν γῆν ϖηλὸν ἔϖλασας ζῷον ϗ λαλητὸν αὐτὸν ἔϑȣ ἐϖὶ γῆς;

38:15 ἀφεῖλας δὲ ἀϖὸ ἀσεϐῶν τὸ φῶς, ϐϱαχίονα δὲ ὑϖεϱηφάνων συνέτϱιψας;

38:16 ἦλϑες δὲ ἐϖὶ ϖηγὴν ϑαλάσσης, ἐν δὲ ἴχνεσιν ἀϐύσσȣ ϖεϱιεϖάτησας;

38:17 ἀνοίγονται δέ σοι φόϐῳ ϖύλαι ϑανάτȣ, ϖυλωϱοὶ δὲ ᾅδȣ ἰδόντες σε ἔϖτηξαν;

38:18 νενȣϑέτησαι δὲ τὸ εὖϱος τῆς ὑϖ’ ȣ̓ϱανόν; ἀνάγγειλον δή μοι ϖόση τίς ἐϛιν.

38:19 ϖοίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σϰότȣς δὲ ϖοῖος ὁ τόϖος;

38:20 εἰ ἀγάγοις με εἰς ὅϱια αὐτῶν; εἰ δὲ ϗ ἐϖίϛασαι τϱίϐȣς αὐτῶν;

38:21 οἶδα ἄϱα ὅτι τότε γεγέννησαι, ἀϱιϑμὸς δὲ ἐτῶν σȣ ϖολύς.

38:22 ἦλϑες δὲ ἐϖὶ ϑησαυϱȣ̀ς χιόνος, ϑησαυϱȣ̀ς δὲ χαλάζης ἑόϱαϰας.

38:23 ἀϖόϰειται δέ σοι εἰς ὥϱαν ἐχϑϱῶν, εἰς ἡμέϱαν ϖολέμȣ ϗ μάχης.

38:24 ϖόϑεν δὲ ἐϰϖοϱεύεται ϖάχνη ἢ διασϰεδάννυται νότος εἰς τὴν ὑϖ’ ȣ̓ϱανόν;

38:25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάϐϱῳ ῥύσιν, ὁδὸν δὲ ϰυδοιμῶν

38:26 τȣ̃ ὑετίσαι ἐϖὶ γῆν, ȣ̔͂ ȣ̓ϰ ἀνήϱ, ἔϱημον, ȣ̔͂ ȣ̓χ ὑϖάϱχει ἄνϑϱωϖος ἐν αὐτῇ,

38:27 τȣ̃ χοϱτάσαι ἄϐατον ϗ ἀοίϰητον ϗ τȣ̃ ἐϰϐλαϛῆσαι ἔξοδον χλόης;

38:28 τίς ἐϛιν ὑετȣ̃ ϖατήϱ; τίς δέ ἐϛιν ὁ τετοϰὼς ϐώλȣς δϱόσȣ;

38:29 ἐϰ γαϛϱὸς δὲ τίνος ἐϰϖοϱεύεται ὁ ϰϱύϛαλλος; ϖάχνην δὲ ἐν ȣ̓ϱανῷ τίς τέτοϰεν,

38:30 ἣ ϰαταϐαίνει ὥσϖεϱ ὕδωϱ ῥέον; ϖϱόσωϖον δὲ ἀϐύσσȣ τίς ἔϖηξεν;

38:31 συνῆϰας δὲ δεσμὸν Πλειάδος ϗ φϱαγμὸν Ὠϱίωνος ἤνοιξας;

38:32 ἦ διανοίξεις μαζȣϱωϑ ἐν ϰαιϱῷ αὐτȣ̃ ϗ Ἕσϖεϱον ἐϖὶ ϰόμης αὐτȣ̃ ἄξεις αὐτά;

38:33 ἐϖίϛασαι δὲ τϱοϖὰς ȣ̓ϱανȣ̃ ἢ τὰ ὑϖ’ ȣ̓ϱανὸν ὁμοϑυμαδὸν γινόμενα;

38:34 ϰαλέσεις δὲ νέφος φωνῇ, ϗ τϱόμῳ ὕδατος λάϐϱῳ ὑϖαϰȣ́σεταί σȣ;

38:35 ἀϖοϛελεῖς δὲ ϰεϱαυνȣ̀ς ϗ ϖοϱεύσονται; ἐϱȣ̃σιν δέ σοι Τί ἐϛιν;

38:36 τίς δὲ ἔδωϰεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ϖοιϰιλτιϰὴν ἐϖιϛήμην;

38:37 τίς δὲ ὁ ἀϱιϑμῶν νέφη σοφίᾳ, ȣ̓ϱανὸν δὲ εἰς γῆν ἔϰλινεν;

38:38 ϰέχυται δὲ ὥσϖεϱ γῆ ϰονία, ϰεϰόλληϰα δὲ αὐτὸν ὥσϖεϱ λίϑῳ ϰύϐον.

38:39 ϑηϱεύσεις δὲ λέȣσιν ϐοϱάν, ψυχὰς δὲ δϱαϰόντων ἐμϖλήσεις;

38:40 δεδοίϰασιν γὰϱ ἐν ϰοίταις αὐτῶν, ϰάϑηνται δὲ ἐν ὕλαις ἐνεδϱεύοντες.

38:41 τίς δὲ ἡτοίμασεν ϰόϱαϰι ϐοϱάν; νεοσσοὶ γὰϱ αὐτȣ̃ ϖϱὸς ϰύϱιον ϰεϰϱάγασιν ϖλανώμενοι τὰ σῖτα ζητȣ̃ντες.

39:1 εἰ ἔγνως ϰαιϱὸν τοϰετȣ̃ τϱαγελάφων ϖέτϱας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων;

39:2 ἠϱίϑμησας δὲ αὐτῶν μῆνας ϖλήϱεις τοϰετȣ̃, ὠδῖνας δὲ αὐτῶν ἔλυσας;

39:3 ἐξέϑϱεψας δὲ αὐτῶν τὰ ϖαιδία ἔξω φόϐȣ; ὠδῖνας αὐτῶν ἐξαϖοϛελεῖς;

39:4 ἀϖοϱϱήξȣσιν τὰ τέϰνα αὐτῶν, ϖληϑυνϑήσονται ἐν γενήματι, ἐξελεύσονται ϗ ȣ̓ μὴ ἀναϰάμψȣσιν αὐτοῖς.

39:5 τίς δέ ἐϛιν ὁ ἀφεὶς ὄνον ἄγϱιον ἐλεύϑεϱον, δεσμȣ̀ς δὲ αὐτȣ̃ τίς ἔλυσεν;

39:6 ἐϑέμην δὲ τὴν δίαιταν αὐτȣ̃ ἔϱημον ϗ τὰ σϰηνώματα αὐτȣ̃ ἁλμυϱίδα·

39:7 ϰαταγελῶν ϖολυοχλίας ϖόλεως, μέμψιν δὲ φοϱολόγȣ ȣ̓ϰ ἀϰȣ́ων

39:8 ϰατασϰέψεται ὄϱη νομὴν αὐτȣ̃ ϗ ὀϖίσω ϖαντὸς χλωϱȣ̃ ζητεῖ.

39:9 ϐȣλήσεται δέ σοι μονόϰεϱως δȣλεῦσαι ἢ ϰοιμηϑῆναι ἐϖὶ φάτνης σȣ;

39:10 δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτȣ̃, ἢ ἑλϰύσει σȣ αὔλαϰας ἐν ϖεδίῳ;

39:11 ϖέϖοιϑας δὲ ἐϖ’ αὐτῷ, ὅτι ϖολλὴ ἡ ἰσχὺς αὐτȣ̃, ἐϖαφήσεις δὲ αὐτῷ τὰ ἔϱγα σȣ;

39:12 ϖιϛεύσεις δὲ ὅτι ἀϖοδώσει σοι τὸν σϖόϱον, εἰσοίσει δέ σȣ τὸν ἅλωνα;

39:13 ϖτέϱυξ τεϱϖομένων νεελασα, ἐὰν συλλάϐῃ ασιδα ϗ νεσσα·

39:14 ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς ϗ ἐϖὶ χȣ̃ν ϑάλψει

39:15 ϗ ἐϖελάϑετο ὅτι ϖȣ̀ς σϰοϱϖιεῖ ϗ ϑηϱία ἀγϱȣ̃ ϰαταϖατήσει·

39:16 ἀϖεσϰλήϱυνεν τὰ τέϰνα αὐτῆς ὥϛε μὴ ἑαυτῇ, εἰς ϰενὸν ἐϰοϖίασεν ἄνευ φόϐȣ·

39:17 ὅτι ϰατεσιώϖησεν αὐτῇ ὁ ϑεὸς σοφίαν ϗ ȣ̓ϰ ἐμέϱισεν αὐτῇ ἐν τῇ συνέσει.

39:18 ϰατὰ ϰαιϱὸν ἐν ὕψει ὑψώσει, ϰαταγελάσεται ἵϖϖȣ ϗ τȣ̃ ἐϖιϐάτȣ αὐτȣ̃.

39:19 ἦ σὺ ϖεϱιέϑηϰας ἵϖϖῳ δύναμιν, ἐνέδυσας δὲ τϱαχήλῳ αὐτȣ̃ φόϐον;

39:20 ϖεϱιέϑηϰας δὲ αὐτῷ ϖανοϖλίαν, δόξαν δὲ ϛηϑέων αὐτȣ̃ τόλμῃ;

39:21 ἀνοϱύσσων ἐν ϖεδίῳ γαυϱιᾷ, ἐϰϖοϱεύεται δὲ εἰς ϖεδίον ἐν ἰσχύι·

39:22 συναντῶν ϐέλει ϰαταγελᾷ ϗ ȣ̓ μὴ ἀϖοϛϱαφῇ ἀϖὸ σιδήϱȣ·

39:23 ἐϖ’ αὐτῷ γαυϱιᾷ τόξον ϗ μάχαιϱα,

39:24 ϗ ὀϱγῇ ἀφανιεῖ τὴν γῆν ϗ ȣ̓ μὴ ϖιϛεύσῃ, ἕως ἂν σημάνῃ σάλϖιγξ·

39:25 σάλϖιγγος δὲ σημαινȣ́σης λέγει Εὖγε, ϖόϱϱωϑεν δὲ ὀσφϱαίνεται ϖολέμȣ σὺν ἅλματι ϗ ϰϱαυγῇ.

39:26 ἐϰ δὲ τῆς σῆς ἐϖιϛήμης ἕϛηϰεν ἱέϱαξ ἀναϖετάσας τὰς ϖτέϱυγας ἀϰίνητος ϰαϑοϱῶν τὰ ϖϱὸς νότον;

39:27 ἐϖὶ δὲ σῷ ϖϱοϛάγματι ὑψȣ̃ται ἀετός, γὺψ δὲ ἐϖὶ νοσσιᾶς αὐτȣ̃ ϰαϑεσϑεὶς αὐλίζεται

39:28 ἐϖ ἐξοχῇ ϖέτϱας ϗ ἀϖοϰϱύφῳ;

39:29 ἐϰεῖσε ὢν ζητεῖ τὰ σῖτα, ϖόϱϱωϑεν οἱ ὀφϑαλμοὶ αὐτȣ̃ σϰοϖεύȣσιν·

39:30 νεοσσοὶ δὲ αὐτȣ̃ φύϱονται ἐν αἵματι, ȣ̔͂ δ’ ἂν ὦσι τεϑνεῶτες, ϖαϱαχϱῆμα εὑϱίσϰονται.

40:1 Ϗ ἀϖεϰϱίϑη ϰύϱιος ὁ ϑεὸς τῷ Ιωϐ ϗ εἶϖεν

40:2 Μὴ ϰϱίσιν μετὰ ἱϰανȣ̃ ἐϰϰλινεῖ, ἐλέγχων ϑεὸν ἀϖοϰϱιϑήσεται αὐτήν;

40:3 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει τῷ ϰυϱίῳ

40:4 Τί ἔτι ἐγὼ ϰϱίνομαι νȣϑετȣ́μενος ϗ ἐλέγχων ϰύϱιον ἀϰȣ́ων τοιαῦτα ȣ̓ϑὲν ὤν; ἐγὼ δὲ τίνα ἀϖόϰϱισιν δῶ ϖϱὸς ταῦτα; χεῖϱα ϑήσω ἐϖὶ ϛόματί μȣ·

40:5 ἅϖαξ λελάληϰα, ἐϖὶ δὲ τῷ δευτέϱῳ ȣ̓ ϖϱοσϑήσω.

40:6 Ἔτι δὲ ὑϖολαϐὼν ὁ ϰύϱιος εἶϖεν τῷ Ιωϐ ἐϰ τȣ̃ νέφȣς

40:7 Μή, ἀλλὰ ζῶσαι ὥσϖεϱ ἀνὴϱ τὴν ὀσφύν σȣ, ἐϱωτήσω δέ σε, σὺ δέ μοι ἀϖοϰϱίϑητι·

40:8 μὴ ἀϖοϖοιȣ̃ μȣ τὸ ϰϱίμα. οἴει δέ με ἄλλως σοι ϰεχϱηματιϰέναι ἢ ἵνα ἀναφανῇς δίϰαιος;

40:9 ἦ ϐϱαχίων σοί ἐϛιν ϰατὰ τȣ̃ ϰυϱίȣ, ἢ φωνῇ ϰατ’ αὐτὸν ϐϱοντᾷς;

40:10 ἀνάλαϐε δὴ ὕψος ϗ δύναμιν, δόξαν δὲ ϗ τιμὴν ἀμφίεσαι·

40:11 ἀϖόϛειλον δὲ ἀγγέλȣς ὀϱγῇ, ϖᾶν δὲ ὑϐϱιϛὴν ταϖείνωσον,

40:12 ὑϖεϱήφανον δὲ σϐέσον, σῆψον δὲ ἀσεϐεῖς ϖαϱαχϱῆμα,

40:13 ϰϱύψον δὲ εἰς γῆν ἔξω ὁμοϑυμαδόν, τὰ δὲ ϖϱόσωϖα αὐτῶν ἀτιμίας ἔμϖλησον·

40:14 ὁμολογήσω ἄϱα ὅτι δύναται ἡ δεξιά σȣ σῶσαι. –

40:15 ἀλλὰ δὴ ἰδȣ̀ ϑηϱία ϖαϱὰ σοί· χόϱτον ἴσα ϐȣσὶν ἐσϑίει.

40:16 ἰδȣ̀ δὴ ἰσχὺς αὐτȣ̃ ἐϖ’ ὀσφύι, ἡ δὲ δύναμις ἐϖ’ ὀμφαλȣ̃ γαϛϱός·

40:17 ἔϛησεν ȣ̓ϱὰν ὡς ϰυϖάϱισσον, τὰ δὲ νεῦϱα αὐτȣ̃ συμϖέϖλεϰται·

40:18 αἱ ϖλευϱαὶ αὐτȣ̃ ϖλευϱαὶ χάλϰειαι, ἡ δὲ ῥάχις αὐτȣ̃ σίδηϱος χυτός.

40:19 τȣ̃τ’ ἔϛιν ἀϱχὴ ϖλάσματος ϰυϱίȣ, ϖεϖοιημένον ἐγϰαταϖαίζεσϑαι ὑϖὸ τῶν ἀγγέλων αὐτȣ̃.

40:20 ἐϖελϑὼν δὲ ἐϖ’ ὄϱος ἀϰϱότομον ἐϖοίησεν χαϱμονὴν τετϱάϖοσιν ἐν τῷ ταϱτάϱῳ·

40:21 ὑϖὸ ϖαντοδαϖὰ δένδϱα ϰοιμᾶται ϖαϱὰ ϖάϖυϱον ϗ ϰάλαμον ϗ ϐȣ́τομον·

40:22 σϰιάζονται δὲ ἐν αὐτῷ δένδϱα μεγάλα σὺν ῥαδάμνοις ϗ ϰλῶνες ἄγνȣ.

40:23 ἐὰν γένηται ϖλήμμυϱα, ȣ̓ μὴ αἰσϑηϑῇ, ϖέϖοιϑεν ὅτι ϖϱοσϰϱȣ́σει ὁ Ιοϱδάνης εἰς τὸ ϛόμα αὐτȣ̃.

40:24 ἐν τῷ ὀφϑαλμῷ αὐτȣ̃ δέξεται αὐτόν, ἐνσϰολιευόμενος τϱήσει ῥῖνα; –

40:25 ἄξεις δὲ δϱάϰοντα ἐν ἀγϰίϛϱῳ, ϖεϱιϑήσεις δὲ φοϱϐεὰν ϖεϱὶ ῥῖνα αὐτȣ̃;

40:26 εἰ δήσεις ϰϱίϰον ἐν τῷ μυϰτῆϱι αὐτȣ̃, ψελίῳ δὲ τϱυϖήσεις τὸ χεῖλος αὐτȣ̃;

40:27 λαλήσει δέ σοι δεήσει, ἱϰετηϱίᾳ μαλαϰῶς;

40:28 ϑήσεται δὲ διαϑήϰην μετὰ σȣ̃, λήμψῃ δὲ αὐτὸν δȣ̃λον αἰώνιον;

40:29 ϖαίξῃ δὲ ἐν αὐτῷ ὥσϖεϱ ὀϱνέῳ ἢ δήσεις αὐτὸν ὥσϖεϱ ϛϱȣϑίον ϖαιδίῳ;

40:30 ἐνσιτȣ̃νται δὲ ἐν αὐτῷ ἔϑνη, μεϱιτεύονται δὲ αὐτὸν Φοινίϰων γένη;

40:31 ϖᾶν δὲ ϖλωτὸν συνελϑὸν ȣ̓ μὴ ἐνέγϰωσιν ϐύϱσαν μίαν ȣ̓ ϱᾶς αὐτȣ̃ ϗ ἐν ϖλοίοις ἁλιέων ϰεφαλὴν αὐτȣ̃.

40:32 ἐϖιϑήσεις δὲ αὐτῷ χεῖϱα μνησϑεὶς ϖόλεμον τὸν γινόμενον ἐν σώματι αὐτȣ̃, ϗ μηϰέτι γινέσϑω.

41:1 ȣ̓χ ἑόϱαϰας αὐτὸν ȣ̓δὲ ἐϖὶ τοῖς λεγομένοις τεϑαύμαϰας;

41:2 ȣ̓ δέδοιϰας ὅτι ἡτοίμαϛαί μοι; τίς γάϱ ἐϛιν ὁ ἐμοὶ ἀντιϛάς;

41:3 ἢ τίς ἀντιϛήσεταί μοι ϗ ὑϖομενεῖ, εἰ ϖᾶσα ἡ ὑϖ’ ȣ̓ϱανὸν ἐμή ἐϛιν;

41:4 ȣ̓ σιωϖήσομαι δι’ αὐτόν, ϗ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτȣ̃.

41:5 τίς ἀϖοϰαλύψει ϖϱόσωϖον ἐνδύσεως αὐτȣ̃; εἰς δὲ ϖτύξιν ϑώϱαϰος αὐτȣ̃ τίς ἂν εἰσέλϑοι;

41:6 ϖύλας ϖϱοσώϖȣ αὐτȣ̃ τίς ἀνοίξει; ϰύϰλῳ ὀδόντων αὐτȣ̃ φόϐος.

41:7 τὰ ἔγϰατα αὐτȣ̃ ἀσϖίδες χάλϰειαι, σύνδεσμος δὲ αὐτȣ̃ ὥσϖεϱ σμιϱίτης λίϑος·

41:8 εἷς τȣ̃ ἑνὸς ϰολλῶνται, ϖνεῦμα δὲ ȣ̓ μὴ διέλϑῃ αὐτόν·

41:9 ἀνὴϱ τῷ ἀδελφῷ αὐτȣ̃ ϖϱοσϰολληϑήσεται, συνέχονται ϗ ȣ̓ μὴ ἀϖοσϖασϑῶσιν.

41:10 ἐν ϖταϱμῷ αὐτȣ̃ ἐϖιφαύσϰεται φέγγος, οἱ δὲ ὀφϑαλμοὶ αὐτȣ̃ εἶδος ἑωσφόϱȣ.

41:11 ἐϰ ϛόματος αὐτȣ̃ ἐϰϖοϱεύονται λαμϖάδες ϰαιόμεναι ϗ διαϱϱιϖτȣ̃νται ἐσχάϱαι ϖυϱός·

41:12 ἐϰ μυϰτήϱων αὐτȣ̃ ἐϰϖοϱεύεται ϰαϖνὸς ϰαμίνȣ ϰαιομένης ϖυϱὶ ἀνϑϱάϰων·

41:13 ἡ ψυχὴ αὐτȣ̃ ἄνϑϱαϰες, φλὸξ δὲ ἐϰ ϛόματος αὐτȣ̃ ἐϰϖοϱεύεται.

41:14 ἐν δὲ τϱαχήλῳ αὐτȣ̃ αὐλίζεται δύναμις, ἔμϖϱοσϑεν αὐτȣ̃ τϱέχει ἀϖώλεια.

41:15 σάϱϰες δὲ σώματος αὐτȣ̃ ϰεϰόλληνται· ϰαταχέει ἐϖ’ αὐτόν, ȣ̓ σαλευϑήσεται.

41:16 ἡ ϰαϱδία αὐτȣ̃ ϖέϖηγεν ὡς λίϑος, ἕϛηϰεν δὲ ὥσϖεϱ ἄϰμων ἀνήλατος.

41:17 ϛϱαφέντος δὲ αὐτȣ̃ φόϐος ϑηϱίοις τετϱάϖοσιν ἐϖὶ γῆς ἁλλομένοις.

41:18 ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, ȣ̓δὲν μὴ ϖοιήσωσιν δόϱυ ἐϖηϱμένον ϗ ϑώϱαϰα·

41:19 ἥγηται μὲν γὰϱ σίδηϱον ἄχυϱα, χαλϰὸν δὲ ὥσϖεϱ ξύλον σαϑϱόν·

41:20 ȣ̓ μὴ τϱώσῃ αὐτὸν τόξον χάλϰειον, ἥγηται μὲν ϖετϱοϐόλον χόϱτον·

41:21 ὡς ϰαλάμη ἐλογίσϑησαν σφῦϱαι, ϰαταγελᾷ δὲ σεισμȣ̃ ϖυϱφόϱȣ.

41:22 ἡ ϛϱωμνὴ αὐτȣ̃ ὀϐελίσϰοι ὀξεῖς, ϖᾶς δὲ χϱυσὸς ϑαλάσσης ὑϖ’ αὐτὸν ὥσϖεϱ ϖηλὸς ἀμύϑητος.

41:23 ἀναζεῖ τὴν ἄϐυσσον ὥσϖεϱ χαλϰεῖον, ἥγηται δὲ τὴν ϑάλασσαν ὥσϖεϱ ἐξάλειϖτϱον,

41:24 τὸν δὲ τάϱταϱον τῆς ἀϐύσσȣ ὥσϖεϱ αἰχμάλωτον· ἐλογίσατο ἄϐυσσον εἰς ϖεϱίϖατον.

41:25 ȣ̓ϰ ἔϛιν ȣ̓δὲν ἐϖὶ τῆς γῆς ὅμοιον αὐτῷ ϖεϖοιημένον ἐγϰαταϖαίζεσϑαι ὑϖὸ τῶν ἀγγέλων μȣ·

41:26 ϖᾶν ὑψηλὸν ὁϱᾷ, αὐτὸς δὲ ϐασιλεὺς ϖάντων τῶν ἐν τοῖς ὕδασιν.

42:1 Ὑϖολαϐὼν δὲ Ιωϐ λέγει τῷ ϰυϱίῳ

42:2 Οἶδα ὅτι ϖάντα δύνασαι, ἀδυνατεῖ δέ σοι ȣ̓ϑέν.

42:3 τίς γάϱ ἐϛιν ὁ ϰϱύϖτων σε ϐȣλήν; φειδόμενος δὲ ῥημάτων ϗ σὲ οἴεται ϰϱύϖτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ ȣ̓ϰ ᾔδειν, μεγάλα ϗ ϑαυμαϛὰ ἃ ȣ̓ϰ ἠϖιϛάμην;

42:4 ἄϰȣσον δέ μȣ, ϰύϱιε, ἵνα ϰἀγὼ λαλήσω· ἐϱωτήσω δέ σε, σὺ δέ με δίδαξον.

42:5 ἀϰοὴν μὲν ὠτὸς ἤϰȣόν σȣ τὸ ϖϱότεϱον, νυνὶ δὲ ὁ ὀφϑαλμός μȣ ἑόϱαϰέν σε·

42:6 διὸ ἐφαύλισα ἐμαυτὸν ϗ ἐτάϰην, ἥγημαι δὲ ἐμαυτὸν γῆν ϗ σϖοδόν.

42:7 Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν ϰύϱιον ϖάντα τὰ ῥήμα τα ταῦτα τῷ Ιωϐ εἶϖεν ὁ ϰύϱιος Ελιφας τῷ Θαιμανίτῃ Ἥμαϱτες σὺ ϗ οἱ δύο φίλοι σȣ· ȣ̓ γὰϱ ἐλαλήσατε ἐνώϖιόν μȣ ἀληϑὲς ȣ̓δὲν ὥσϖεϱ ὁ ϑεϱάϖων μȣ Ιωϐ.

42:8 νῦν δὲ λάϐετε ἑϖτὰ μόσχȣς ϗ ἑϖτὰ ϰϱιȣ̀ς ϗ ϖοϱεύϑητε ϖϱὸς τὸν ϑεϱάϖοντά μȣ Ιωϐ, ϗ ϖοιήσει ϰάϱϖωσιν ϖεϱὶ ὑμῶν· Ιωϐ δὲ ὁ ϑεϱάϖων μȣ εὔξεται ϖεϱὶ ὑμῶν, ὅτι εἰ μὴ ϖϱόσωϖον αὐτȣ̃ λήμψομαι· εἰ μὴ γὰϱ δι’ αὐτόν, ἀϖώλεσα ἂν ὑμᾶς· ȣ̓ γὰϱ ἐλαλήσατε ἀληϑὲς ϰατὰ τȣ̃ ϑεϱάϖοντός μȣ Ιωϐ. –

42:9 ἐϖοϱεύϑη δὲ Ελιφας ὁ Θαιμανίτης ϗ Βαλδαδ ὁ Σαυχίτης ϗ Σωφαϱ ὁ Μιναῖος ϗ ἐϖοίησαν ϰαϑὼς συνέταξεν αὐτοῖς ὁ ϰύϱιος, ϗ ἔλυσεν τὴν ἁμαϱτίαν αὐτοῖς διὰ Ιωϐ.

42:10 ὁ δὲ ϰύϱιος ηὔξησεν τὸν Ιωϐ· εὐξαμένȣ δὲ αὐτȣ̃ ϗ ϖεϱὶ τῶν φίλων αὐτȣ̃ ἀφῆϰεν αὐ τοῖς τὴν ἁμαϱτίαν· ἔδωϰεν δὲ ὁ ϰύϱιος διϖλᾶ ὅσα ἦν ἔμϖϱοσϑεν Ιωϐ εἰς διϖλα σιασμόν.

42:11 ἤϰȣσαν δὲ ϖάντες οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ αἱ ἀδελφαὶ αὐτȣ̃ ϖάντα τὰ συμϐεϐηϰότα αὐτῷ ϗ ἦλϑον ϖϱὸς αὐτὸν ϗ ϖάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐϰ ϖϱώτȣ· φαγόντες δὲ ϗ ϖιόντες ϖαϱ’ αὐτῷ ϖαϱεϰάλεσαν αὐτόν, ϗ ἐϑαύμασαν ἐϖὶ ϖᾶσιν, οἷς ἐϖήγαγεν αὐτῷ ὁ ϰύϱιος· ἔδωϰεν δὲ αὐτῷ ἕϰαϛος ἀμνάδα μίαν ϗ τετϱάδϱαχμον χϱυ σȣ̃ν ἄσημον.

42:12 ὁ δὲ ϰύϱιος εὐλόγησεν τὰ ἔσχατα Ιωϐ ἢ τὰ ἔμϖϱοσϑεν· ἦν δὲ τὰ ϰτήνη αὐτȣ̃ ϖϱόϐατα μύϱια τετϱαϰισχίλια, ϰάμηλοι ἑξαϰισχίλιαι, ζεύγη ϐοῶν χίλια, ὄνοι ϑήλειαι νομάδες χίλιαι.

42:13 γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑϖτὰ ϗ ϑυγατέϱες τϱεῖς·

42:14 ϗ ἐϰάλεσεν τὴν μὲν ϖϱώτην Ἡμέϱαν, τὴν δὲ δευτέϱαν Κασίαν, τὴν δὲ τϱίτην Ἀμαλϑείας ϰέϱας·

42:15 ϗ ȣ̓χ εὑϱέϑησαν ϰατὰ τὰς ϑυγατέϱας Ιωϐ ϐελτίȣς αὐτῶν ἐν τῇ ὑϖ’ ȣ̓ϱανόν· ἔδωϰεν δὲ αὐταῖς ὁ ϖατὴϱ ϰληϱονομίαν ἐν τοῖς ἀδελφοῖς.

42:16 ἔζησεν δὲ Ιωϐ μετὰ τὴν ϖληγὴν ἔτη ἑϰατὸν ἑϐδομήϰοντα, τὰ δὲ ϖάντα ἔζησεν ἔτη διαϰόσια τεσσαϱάϰοντα ὀϰτώ· ϗ εἶδεν Ιωϐ τȣ̀ς υἱȣ̀ς αὐτȣ̃ ϗ τȣ̀ς υἱȣ̀ς τῶν υἱῶν αὐτȣ̃ τετάϱτην γενεάν·

42:17 ϗ ἐτελεύτησεν Ιωϐ ϖϱεσϐύτεϱος ϗ ϖλήϱης ἡμεϱῶν.

42:17 a γέγϱαϖται δὲ αὐτὸν ϖάλιν ἀναϛήσεσϑαι μεϑ’ ὧν ὁ ϰύϱιος ἀνίϛησιν. – –

42:18 Ȣ̔͂τος ἑϱμηνεύεται ἐϰ τῆς Συϱιαϰῆς ϐίϐλȣ ἐν μὲν γῇ ϰατοιϰῶν τῇ Αυσίτιδι ἐϖὶ τοῖς ὁϱίοις τῆς Ιδȣ μαίας ϗ Ἀϱαϐίας, ϖϱȣϖῆϱχεν δὲ αὐτῷ ὄνομα Ιωϐαϐ·

42:19 λαϐὼν δὲ γυναῖϰα Ἀϱάϐισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Εννων, ἦν δὲ αὐτὸς ϖατϱὸς μὲν Ζαϱε, τῶν Ησαυ υἱῶν υἱός, μητϱὸς δὲ Βοσοϱϱας, ὥϛε εἶναι αὐτὸν ϖέμϖτον ἀϖὸ Αϐϱααμ.

42:18 ϗ ȣ̔͂τοι οἱ ϐασιλεῖς οἱ ϐασιλεύσαντες ἐν Εδωμ, ἧς ϗ αὐ τὸς ἦϱξεν χώϱας· ϖϱῶτος Βαλαϰ ὁ τȣ̃ Βεωϱ, ϗ ὄνομα τῇ ϖόλει αὐτȣ̃ Δεν ναϐα· μετὰ δὲ Βαλαϰ Ιωϐαϐ ὁ ϰαλȣ́μενος Ιωϐ· μετὰ δὲ τȣ̃τον Ασομ ὁ ὑϖάϱχων ἡγεμὼν ἐϰ τῆς Θαιμανίτι δος χώϱας· μετὰ δὲ τȣ̃τον Αδαδ υἱὸς Βαϱαδ ὁ ἐϰϰόψας Μαδιαμ ἐν τῷ ϖεδίῳ Μωαϐ, ϗ ὄνομα τῇ ϖόλει αὐτȣ̃ Γεϑϑαιμ.

42:19 οἱ δὲ ἐλϑόντες ϖϱὸς αὐτὸν φίλοι· Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων ϐασιλεύς, Βαλδαδ ὁ Σαυχαίων τύϱαννος, Σωφαϱ ὁ Μιναίων ϐασιλεύς.