Κϱιταί
1:1 Ϗ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησȣ̃ ϗ ἐϖηϱώτων οἱ υἱοὶ Ισϱαηλ ἐν ϰυϱίῳ λέγοντες Τίς ἀναϐήσεται ἡμῖν ϖϱὸς τὸν Χαναναῖον ἀφηγȣ́μενος τȣ̃ ϖολεμῆσαι ἐν αὐτῷ;
1:2 ϗ εἶϖεν ϰύϱιος Ιȣδας ἀναϐήσεται, ἰδȣ̀ δέδωϰα τὴν γῆν ἐν χειϱὶ αὐτȣ̃.
1:3 ϗ εἶϖεν Ιȣδας ϖϱὸς Συμεων τὸν ἀδελφὸν αὐτȣ̃ Ἀνάϐηϑι μετ’ ἐμȣ̃ ἐν τῷ ϰλήϱῳ μȣ, ϗ ϖολεμήσωμεν ἐν τῷ Χαναναίῳ, ϗ ϖοϱεύσομαι ϰαί γε ἐγὼ μετὰ σȣ̃ ἐν τῷ ϰλήϱῳ σȣ. ϗ ἐϖοϱεύϑη μετ’ αὐτȣ̃ Συμεων.
1:4 ϗ ἀνέϐη Ιȣδας, ϗ ἔδωϰεν ϰύϱιος τὸν Χαναναῖον ϗ τὸν Φεϱεζαῖον ἐν χειϱὶ αὐτȣ̃, ϗ ἐϖάταξεν αὐτȣ̀ς ἐν Βεζεϰ, δέϰα χιλιάδας ἀνδϱῶν,
1:5 ϗ εὗϱον τὸν Αδωνιϐεζεϰ ἐν Βεζεϰ ϗ ἐϖολέμησαν ἐν αὐτῷ ϗ ἐϖάταξαν τὸν Χαναναῖον ϗ τὸν Φεϱεζαῖον.
1:6 ϗ ἔφυγεν Αδωνιϐεζεϰ, ϗ ϰατεδίωξαν ὀϖίσω αὐτȣ̃ ϗ ἔλαϐον αὐτὸν ϗ ἀϖέϰοψαν τὰ ἄϰϱα τῶν χειϱῶν αὐτȣ̃ ϗ τῶν ϖοδῶν αὐτȣ̃.
1:7 ϗ εἶϖεν Αδωνιϐεζεϰ Ἑϐδομήϰοντα ϐασιλεῖς τὰ ἄϰϱα τῶν χειϱῶν αὐτῶν ϗ τῶν ϖοδῶν αὐτῶν ἀϖοϰεϰομμένοι ἦσαν συλλέγοντες τὰ ὑϖοϰάτω τῆς τϱαϖέζης μȣ· ϰαϑὼς ȣ̓͂ν ἐϖοίησα, ȣ̔́τως ἀνταϖέδωϰέν μοι ὁ ϑεός. ϗ ἤγαγον αὐτὸν εἰς Ιεϱȣσαλημ, ϗ ἀϖέϑανεν ἐϰεῖ.
1:8 Ϗ ἐϖολέμησαν οἱ υἱοὶ Ιȣδα ἐν Ιεϱȣσαλημ ϗ ϰατελάϐοντο αὐτὴν ϗ ἐϖάταξαν αὐτὴν ἐν ϛόματι ῥομφαίας ϗ τὴν ϖόλιν ἐνέϖϱησαν ἐν ϖυϱί.
1:9 ϗ μετὰ ταῦτα ϰατέϐησαν οἱ υἱοὶ Ιȣδα ϖολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ ϰατοιϰȣ̃ντι τὴν ὀϱεινὴν ϗ τὸν νότον ϗ τὴν ϖεδινήν.
1:10 ϗ ἐϖοϱεύϑη Ιȣδας ϖϱὸς τὸν Χαναναῖον τὸν ϰατοιϰȣ̃ντα ἐν Χεϐϱων, ϗ ἐξῆλϑεν Χεϐϱων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεϐϱων ἦν ἔμϖϱοσϑεν Καϱιαϑαϱϐοϰσεφεϱ. ϗ ἐϖάταξεν τὸν Σεσι ϗ τὸν Αχιμαν ϗ τὸν Θολμι, γεννήματα τȣ̃ Εναϰ.
1:11 ϗ ἐϖοϱεύϑησαν ἐϰεῖϑεν ϖϱὸς τȣ̀ς ϰατοιϰȣ̃ντας Δαϐιϱ· ϗ τὸ ὄνομα Δαϐιϱ ἦν ἔμϖϱοσϑεν Πόλις γϱαμμάτων.
1:12 ϗ εἶϖεν Χαλεϐ Ὃς ἂν ϖατάξῃ τὴν Πόλιν τῶν γϱαμμάτων ϗ ϖϱοϰαταλάϐηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν ϑυγατέϱα μȣ εἰς γυναῖϰα.
1:13 ϗ ϖϱοϰατελάϐετο αὐτὴν Γοϑονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεϐ ὁ νεώτεϱος, ϗ ἔδωϰεν αὐτῷ τὴν Ασχαν ϑυγατέϱα αὐτȣ̃ εἰς γυναῖϰα.
1:14 ϗ ἐγένετο ἐν τῷ εἰσϖοϱεύεσϑαι αὐτὴν ϗ ἐϖέσεισεν αὐτὴν αἰτῆσαι ϖαϱὰ τȣ̃ ϖατϱὸς αὐτῆς τὸν ἀγϱόν, ϗ ἐγόγγυζεν ἐϖάνω τȣ̃ ὑϖοζυγίȣ ϗ ἔϰϱαξεν ἀϖὸ τȣ̃ ὑϖοζυγίȣ Εἰς γῆν νότȣ ἐϰδέδοσαί με. ϗ εἶϖεν αὐτῇ Χαλεϐ Τί ἐϛίν σοι;
1:15 ϗ εἶϖεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότȣ ἐϰδέδοσαί με, ϗ δώσεις μοι λύτϱωσιν ὕδατος. ϗ ἔδωϰεν αὐτῇ Χαλεϐ ϰατὰ τὴν ϰαϱδίαν αὐτῆς τὴν λύτϱωσιν μετεώϱων ϗ τὴν λύτϱωσιν ταϖεινῶν.
1:16 Ϗ οἱ υἱοὶ Ιωϐαϐ τȣ̃ Κιναίȣ ϖενϑεϱȣ̃ Μωυσῆ ἀνέϐησαν ἐϰ τῆς ϖόλεως τῶν φοινίϰων ϖϱὸς τȣ̀ς υἱȣ̀ς Ιȣδα εἰς τὴν ἔϱημον τὴν ȣ̓͂σαν ἐν τῷ νότῳ ἐϖὶ ϰαταϐάσεως Αϱαδ, ϗ ἐϖοϱεύϑη ϗ ϰατῴϰησεν μετὰ τȣ̃ λαȣ̃. –
1:17 ϗ ἐϖοϱεύϑη Ιȣδας μετὰ Συμεων τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃ ϗ ἐϖάταξαν τὸν Χαναναῖον τὸν ϰατοιϰȣ̃ντα Σεφεϑ ϗ ἀνεϑεμάτισαν αὐτὴν ϗ ἐξωλέϑϱευσαν αὐτὴν ϗ ἐϰάλεσαν τὸ ὄνομα τῆς ϖόλεως Ἐξολέϑϱευσις.
1:18 ϗ ȣ̓ϰ ἐϰληϱονόμησεν Ιȣδας τὴν Γάζαν ϗ τὸ ὅϱιον αὐτῆς ϗ τὴν Ἀσϰαλῶνα ϗ τὸ ὅϱιον αὐτῆς ϗ τὴν Αϰϰαϱων ϗ τὸ ὅϱιον αὐτῆς ϗ τὴν Ἄζωτον ϗ τὰ ϖεϱισϖόϱια αὐτῆς.
1:19 ϗ ἦν ϰύϱιος μετὰ Ιȣδα, ϗ ἐϰληϱονόμησεν τὸ ὄϱος· ὅτι ȣ̓ϰ ἐδύνατο ϰληϱονομῆσαι τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν ϰοιλάδα, ὅτι Ρηχαϐ διεϛείλατο αὐτήν.
1:20 ϗ ἔδωϰεν τῷ Χαλεϐ τὴν Χεϐϱων, ϰαϑὰ ἐλάλησεν Μωϋσῆς· ϗ ἐϰληϱονόμησεν ἐϰεῖϑεν τὰς τϱεῖς ϖόλεις ϗ ἐξῆϱεν ἐϰεῖϑεν τȣ̀ς τϱεῖς υἱȣ̀ς Εναϰ.
1:21 ϗ τὸν Ιεϐȣσαῖον τὸν ϰατοιϰȣ̃ντα ἐν Ιεϱȣσαλημ ȣ̓ϰ ἐξῆϱαν οἱ υἱοὶ Βενιαμιν, ϗ ϰατῴϰησεν ὁ Ιεϐȣσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέϱας ταύτης.
1:22 Ϗ ἀνέϐησαν οἱ υἱοὶ Ιωσηφ ϰαί γε αὐτοὶ εἰς Βαιϑηλ ϗ Ιȣδας μετ’ αὐτῶν.
1:23 ϗ ϖαϱενέϐαλον οἶϰος Ισϱαηλ ϰατὰ Βαιϑηλ· τὸ δὲ ὄνομα τῆς ϖόλεως ἦν ἔμϖϱοσϑεν Λȣζα.
1:24 ϗ εἶδον οἱ φυλάσσοντες ἄνδϱα ἐϰϖοϱευόμενον ἐϰ τῆς ϖόλεως ϗ ἔλαϐαν αὐτὸν ϗ εἶϖον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς ϖόλεως, ϗ ϖοιήσομεν μετὰ σȣ̃ ἔλεος.
1:25 ϗ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς ϖόλεως, ϗ ἐϖάταξαν τὴν ϖόλιν ἐν ϛόματι ῥομφαίας, τὸν δὲ ἄνδϱα ϗ τὴν συγγένειαν αὐτȣ̃ ἐξαϖέϛειλαν.
1:26 ϗ ἀϖῆλϑεν ὁ ἀνὴϱ εἰς γῆν Χεττιιμ ϗ ᾠϰοδόμησεν ἐϰεῖ ϖόλιν ϗ ἐϰάλεσεν τὸ ὄνομα αὐτῆς Λȣζα· τȣ̃το ὄνομα αὐτῆς ἕως τῆς ἡμέϱας ταύτης.
1:27 Ϗ ȣ̓ϰ ἐϰληϱονόμησεν Μανασσης τὴν Βαιϑσαν, ἥ ἐϛιν Σϰυϑῶν ϖόλις, ȣ̓δὲ τὰς ϑυγατέϱας αὐτῆς ȣ̓δὲ τὰ ϖεϱισϖόϱια αὐτῆς ȣ̓δὲ τὴν Εϰϑανααδ ϗ τὰς ϑυγατέϱας αὐτῆς ȣ̓δὲ τȣ̀ς ϰατοιϰȣ̃ντας Δωϱ ϗ τὰς ϑυγατέϱας αὐτῆς ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας Βαλααμ ϗ τὰς ϑυγατέϱας αὐτῆς ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας Μαγεδων ϗ τὰς ϑυγατέϱας αὐτῆς ȣ̓δὲ τȣ̀ς ϰατοιϰȣ̃ντας Ιεϐλααμ ȣ̓δὲ τὰς ϑυγατέϱας αὐτῆς· ϗ ἤϱξατο ὁ Χαναναῖος ϰατοιϰεῖν ἐν τῇ γῇ ταύτῃ.
1:28 ϗ ἐγένετο ὅτε ἐνίσχυσεν Ισϱαηλ, ϗ ἔϑετο τὸν Χαναναῖον εἰς φόϱον ϗ ἐξαίϱων ȣ̓ϰ ἐξῆϱεν αὐτόν.
1:29 Ϗ Εφϱαιμ ȣ̓ϰ ἐξῆϱεν τὸν Χαναναῖον τὸν ϰατοιϰȣ̃ντα ἐν Γαζεϱ· ϗ ϰατῴϰει ὁ Χαναναῖος ἐν μέσῳ αὐτȣ̃ ἐν Γαζεϱ ϗ ἐγένετο εἰς φόϱον.
1:30 Ϗ Ζαϐȣλων ȣ̓ϰ ἐξῆϱεν τȣ̀ς ϰατοιϰȣ̃ντας Κεδϱων ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας Ενααλα· ϗ ϰατῴϰησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτȣ̃ ϗ ἐγένετο εἰς φόϱον.
1:31 Ϗ Ασηϱ ȣ̓ϰ ἐξῆϱεν τȣ̀ς ϰατοιϰȣ̃ντας Αϰχω, ϗ ἐγένετο αὐτῷ εἰς φόϱον, ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας Δωϱ ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας Σιδῶνα ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας Ααλαφ ϗ τὸν Αχαζιϐ ϗ τὴν Χελϐα ϗ τὴν Αφεϰ ϗ τὴν Ροωϐ.
1:32 ϗ ϰατῴϰησεν Ασηϱ ἐν μέσῳ τȣ̃ Χαναναίȣ τȣ̃ ϰατοιϰȣ̃ντος τὴν γῆν, ὅτι ȣ̓ϰ ἐδυνάσϑη ἐξᾶϱαι αὐτόν.
1:33 Ϗ Νεφϑαλι ȣ̓ϰ ἐξῆϱεν τȣ̀ς ϰατοιϰȣ̃ντας Βαιϑσαμυς ȣ̓δὲ τȣ̀ς ϰατοιϰȣ̃ντας Βαιϑενεϑ, ϗ ϰατῴϰησεν Ισϱαηλ ἐν μέσῳ τȣ̃ Χαναναίȣ τȣ̃ ϰατοιϰȣ̃ντος τὴν γῆν· οἱ δὲ ϰατοιϰȣ̃ντες Βαιϑσαμυς ϗ τὴν Βαιϑενεϑ ἐγενήϑησαν αὐτοῖς εἰς φόϱον.
1:34 Ϗ ἐξέϑλιψεν ὁ Αμοϱϱαῖος τȣ̀ς υἱȣ̀ς Δαν εἰς τὸ ὄϱος, ὅτι ȣ̓ϰ ἀφῆϰεν αὐτὸν ϰαταϐῆναι εἰς τὴν ϰοιλάδα.
1:35 ϗ ἤϱξατο ὁ Αμοϱϱαῖος ϰατοιϰεῖν ἐν τῷ ὄϱει τȣ̃ Μυϱσινῶνος, ȣ̔͂ αἱ ἄϱϰοι ϗ αἱ ἀλώϖεϰες· ϗ ἐϐαϱύνϑη ἡ χεὶϱ οἴϰȣ Ιωσηφ ἐϖὶ τὸν Αμοϱϱαῖον, ϗ ἐγένετο εἰς φόϱον.
1:36 ϗ τὸ ὅϱιον τȣ̃ Αμοϱϱαίȣ ὁ Ιδȣμαῖος ἐϖάνω Αϰϱαϐιν ἐϖὶ τῆς Πέτϱας ϗ ἐϖάνω.
2:1 Ϗ ἀνέϐη ἄγγελος ϰυϱίȣ ἀϖὸ Γαλγαλ ἐϖὶ τὸν Κλαυϑμῶνα ϗ ἐϖὶ Βαιϑηλ ϗ ἐϖὶ τὸν οἶϰον Ισϱαηλ ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Κύϱιος ϰύϱιος ἀνεϐίϐασεν ὑμᾶς ἐξ Αἰγύϖτȣ ϗ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσεν τοῖς ϖατϱάσιν ὑμῶν τȣ̃ δȣ̃ναι ὑμῖν, ϗ εἶϖεν ὑμῖν Ȣ̓ διασϰεδάσω τὴν διαϑήϰην μȣ τὴν μεϑ’ ὑμῶν εἰς τὸν αἰῶνα·
2:2 ϗ ὑμεῖς ȣ̓ διαϑήσεσϑε διαϑήϰην τοῖς ἐγϰαϑημένοις εἰς τὴν γῆν ταύτην ȣ̓δὲ τοῖς ϑεοῖς αὐτῶν ȣ̓ μὴ ϖϱοσϰυνήσητε, ἀλλὰ τὰ γλυϖτὰ αὐτῶν συντϱίψετε ϗ τὰ ϑυσιαϛήϱια αὐτῶν ϰατασϰάψετε. ϗ ȣ̓ϰ εἰσηϰȣ́σατε τῆς φωνῆς μȣ, ὅτε ταῦτα ἐϖοιήσατε.
2:3 ϗ ἐγὼ εἶϖα Ȣ̓ ϖϱοσϑήσω τȣ̃ μετοιϰίσαι τὸν λαόν, ὃν εἶϖα τȣ̃ ἐξολεϑϱεῦσαι αὐτȣ̀ς ἐϰ ϖϱοσώϖȣ ὑμῶν, ϗ ἔσονται ὑμῖν εἰς συνοχάς, ϗ οἱ ϑεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σϰάνδαλον.
2:4 ϗ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος ϰυϱίȣ τȣ̀ς λόγȣς τȣ́τȣς ϖϱὸς ϖάντα Ισϱαηλ, ϗ ἐϖῆϱεν ὁ λαὸς τὴν φωνὴν αὐτῶν ϗ ἔϰλαυσαν.
2:5 διὰ τȣ̃το ἐϰλήϑη τὸ ὄνομα τȣ̃ τόϖȣ ἐϰείνȣ Κλαυϑμών· ϗ ἔϑυσαν ἐϰεῖ τῷ ϰυϱίῳ.
2:6 Ϗ ἐξαϖέϛειλεν Ἰησȣ̃ς τὸν λαόν, ϗ ἀϖῆλϑαν οἱ υἱοὶ Ισϱαηλ ἕϰαϛος εἰς τὸν οἶϰον αὐτȣ̃ ϗ εἰς τὴν ϰληϱονομίαν αὐτȣ̃ τȣ̃ ϰαταϰληϱονομῆσαι τὴν γῆν.
2:7 ϗ ἐδȣ́λευσεν ὁ λαὸς τῷ ϰυϱίῳ ϖάσας τὰς ἡμέϱας Ἰησȣ̃ ϗ ϖάσας τὰς ἡμέϱας τῶν ϖϱεσϐυτέϱων, ὅσοι ἐμαϰϱοημέϱευσαν μετὰ Ἰησȣ̃ν, ὅσοι ἔγνωσαν ϖᾶν τὸ ἔϱγον ϰυϱίȣ τὸ μέγα, ὃ ἐϖοίησεν τῷ Ισϱαηλ.
2:8 ϗ ἐτελεύτησεν Ἰησȣ̃ς υἱὸς Ναυη δȣ̃λος ϰυϱίȣ υἱὸς ἑϰατὸν δέϰα ἐτῶν.
2:9 ϗ ἔϑαψαν αὐτὸν ἐν ὁϱίῳ τῆς ϰληϱονομίας αὐτȣ̃ ἐν Θαμναϑαϱες ἐν ὄϱει Εφϱαιμ ἀϖὸ ϐοϱϱᾶ τȣ̃ ὄϱȣς Γαας.
2:10 ϗ ϖᾶσα ἡ γενεὰ ἐϰείνη ϖϱοσετέϑησαν ϖϱὸς τȣ̀ς ϖατέϱας αὐτῶν, ϗ ἀνέϛη γενεὰ ἑτέϱα μετ’ αὐτȣ́ς, ὅσοι ȣ̓ϰ ἔγνωσαν τὸν ϰύϱιον ϗ τὸ ἔϱγον, ὃ ἐϖοίησεν τῷ Ισϱαηλ.
2:11 Ϗ ἐϖοίησαν οἱ υἱοὶ Ισϱαηλ τὸ ϖονηϱὸν ἐναντίον ϰυϱίȣ ϗ ἐλάτϱευον τοῖς Βααλιμ.
2:12 ϗ ἐγϰατέλιϖον τὸν ϰύϱιον ϑεὸν τῶν ϖατέϱων αὐτῶν τὸν ἐξαγαγόντα αὐτȣ̀ς ἐϰ γῆς Αἰγύϖτȣ ϗ ἐϖοϱεύϑησαν ὀϖίσω ϑεῶν ἑτέϱων ἀϖὸ τῶν ϑεῶν τῶν λαῶν τῶν ϖεϱιϰύϰλῳ αὐτῶν ϗ ϖϱοσεϰύνησαν αὐτοῖς ϗ ϖαϱώϱγισαν τὸν ϰύϱιον
2:13 ϗ ἐγϰατέλιϖον τὸν ϰύϱιον ϗ ἐλάτϱευσαν τῇ Βααλ ϗ ταῖς Ἀϛάϱταις.
2:14 ϗ ὠϱγίσϑη ϑυμῷ ϰύϱιος τῷ Ισϱαηλ ϗ ϖαϱέδωϰεν αὐτȣ̀ς ἐν χειϱὶ ϖϱονομευόντων, ϗ ἐϖϱονόμευσαν αὐτȣ́ς· ϗ ἀϖέδοτο αὐτȣ̀ς ἐν χειϱὶ τῶν ἐχϑϱῶν αὐτῶν ϰυϰλόϑεν, ϗ ȣ̓ϰ ἠδυνάσϑησαν ἀντιϛῆναι ϰατὰ ϖϱόσωϖον τῶν ἐχϑϱῶν αὐτῶν.
2:15 ἐν ϖᾶσιν, οἷς ἐϖόϱνευον, ϗ χεὶϱ ϰυϱίȣ ἦν αὐτοῖς εἰς ϰαϰά, ϰαϑὼς ἐλάλησεν ϰύϱιος ϗ ϰαϑὼς ὤμοσεν ϰύϱιος, ϗ ἐξέϑλιψεν αὐτȣ̀ς σφόδϱα.
2:16 ϗ ἤγειϱεν αὐτοῖς ϰύϱιος ϰϱιτὰς ϗ ἔσωσεν αὐτȣ̀ς ἐϰ χειϱὸς τῶν ϖϱονομευόντων αὐτȣ́ς.
2:17 ϰαί γε τῶν ϰϱιτῶν αὐτῶν ȣ̓ϰ ἐϖήϰȣσαν, ὅτι ἐξεϖόϱνευσαν ὀϖίσω ϑεῶν ἑτέϱων ϗ ϖϱοσεϰύνησαν αὐτοῖς ϗ ϖαϱώϱγισαν τὸν ϰύϱιον· ϗ ἐξέϰλιναν ταχὺ ἐϰ τῆς ὁδȣ̃, ἧς ἐϖοϱεύϑησαν οἱ ϖατέϱες αὐτῶν τȣ̃ εἰσαϰȣ́ειν ἐντολὰς ϰυϱίȣ, ȣ̓ϰ ἐϖοίησαν ȣ̔́τως.
2:18 ϗ ὅτι ἤγειϱεν αὐτοῖς ϰύϱιος ϰϱιτάς, ϗ ἦν ϰύϱιος μετὰ τȣ̃ ϰϱιτȣ̃ ϗ ἔσωσεν αὐτȣ̀ς ἐϰ χειϱὸς τῶν ἐχϑϱῶν αὐτῶν ϖάσας τὰς ἡμέϱας τȣ̃ ϰϱιτȣ̃, ὅτι ϖαϱεϰλήϑη ϰύϱιος ἀϖὸ τȣ̃ ϛεναγμȣ̃ αὐτῶν ἀϖὸ ϖϱοσώϖȣ τῶν ϖολιοϱϰȣ́ντων αὐτȣ̀ς ϗ ϰαϰȣ́ντων αὐτȣ́ς.
2:19 ϗ ἐγένετο ὡς ἀϖέϑνῃσϰεν ὁ ϰϱιτής, ϗ ἀϖέϛϱεψαν ϗ ϖάλιν διέφϑειϱαν ὑϖὲϱ τȣ̀ς ϖατέϱας αὐτῶν ϖοϱευϑῆναι ὀϖίσω ϑεῶν ἑτέϱων λατϱεύειν αὐτοῖς ϗ ϖϱοσϰυνεῖν αὐτοῖς· ȣ̓ϰ ἀϖέϱϱιψαν τὰ ἐϖιτηδεύματα αὐτῶν ϗ ȣ̓ϰ ἀϖέϛησαν ἀϖὸ τῆς ὁδȣ̃ αὐτῶν τῆς σϰληϱᾶς.
2:20 ϗ ὠϱγίσϑη ϑυμῷ ϰύϱιος ἐν τῷ Ισϱαηλ ϗ εἶϖεν Ἀνϑ ὧν ὅσα ἐγϰατέλιϖαν τὸ ἔϑνος τȣ̃το τὴν διαϑήϰην μȣ, ἣν ἐνετειλάμην τοῖς ϖατϱάσιν αὐτῶν, ϗ ȣ̓χ ὑϖήϰȣσαν τῆς φωνῆς μȣ,
2:21 ϗ ἐγὼ ȣ̓ ϖϱοσϑήσω τȣ̃ ἐξᾶϱαι ἄνδϱα ἐϰ ϖϱοσώϖȣ αὐτῶν ἀϖὸ τῶν ἐϑνῶν, ὧν ϰατέλιϖεν Ἰησȣ̃ς ϗ ἀφῆϰεν,
2:22 τȣ̃ ϖειϱάσαι ἐν αὐτοῖς τὸν Ισϱαηλ εἰ φυλάσσονται τὴν ὁδὸν ϰυϱίȣ ϖοϱεύεσϑαι ἐν αὐτῇ, ὃν τϱόϖον ἐφυλάξαντο οἱ ϖατέϱες αὐτῶν, ἢ ȣ̓́.
2:23 ϗ ἀφῆϰεν ϰύϱιος τὰ ἔϑνη ταῦτα τȣ̃ μὴ ἐξᾶϱαι αὐτὰ τὸ τάχος ϗ ȣ̓ ϖαϱέδωϰεν αὐτὰ ἐν χειϱὶ Ἰησȣ̃.
3:1 Ϗ ταῦτα τὰ ἔϑνη ἀφῆϰεν Ἰησȣ̃ς ὥϛε ϖειϱάσαι ἐν αὐτοῖς τὸν Ισϱαηλ, ϖάντας τȣ̀ς μὴ ἐγνωϰότας ϖάντας τȣ̀ς ϖολέμȣς Χανααν,
3:2 ϖλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισϱαηλ τȣ̃ διδάξαι αὐτȣ̀ς ϖόλεμον, ϖλὴν οἱ ἔμϖϱοσϑεν αὐτῶν ȣ̓ϰ ἔγνωσαν αὐτά·
3:3 τὰς ϖέντε σατϱαϖείας τῶν ἀλλοφύλων ϗ ϖάντα τὸν Χαναναῖον ϗ τὸν Σιδώνιον ϗ τὸν Ευαῖον τὸν ϰατοιϰȣ̃ντα τὸν Λίϐανον ἀϖὸ τȣ̃ ὄϱȣς τȣ̃ Βαλαεϱμων ἕως Λοϐωημαϑ.
3:4 ϗ ἐγένετο ὥϛε ϖειϱάσαι ἐν αὐτοῖς τὸν Ισϱαηλ γνῶναι εἰ ἀϰȣ́σονται τὰς ἐντολὰς ϰυϱίȣ, ἃς ἐνετείλατο τοῖς ϖατϱάσιν αὐτῶν ἐν χειϱὶ Μωυσῆ.
3:5 ϗ οἱ υἱοὶ Ισϱαηλ ϰατῴϰησαν ἐν μέσῳ τȣ̃ Χαναναίȣ ϗ τȣ̃ Χετταίȣ ϗ τȣ̃ Αμοϱϱαίȣ ϗ τȣ̃ Φεϱεζαίȣ ϗ τȣ̃ Ευαίȣ ϗ τȣ̃ Ιεϐȣσαίȣ
3:6 ϗ ἔλαϐον τὰς ϑυγατέϱας αὐτῶν ἑαυτοῖς εἰς γυναῖϰας ϗ τὰς ϑυγατέϱας αὐτῶν ἔδωϰαν τοῖς υἱοῖς αὐτῶν ϗ ἐλάτϱευσαν τοῖς ϑεοῖς αὐτῶν.
3:7 Ϗ ἐϖοίησαν οἱ υἱοὶ Ισϱαηλ τὸ ϖονηϱὸν ἔναντι ϰυϱίȣ ϗ ἐϖελάϑοντο ϰυϱίȣ ϑεȣ̃ αὐτῶν ϗ ἐλάτϱευσαν ταῖς Βααλιμ ϗ τοῖς ἄλσεσιν.
3:8 ϗ ὠϱγίσϑη ϑυμῷ ϰύϱιος ἐν τῷ Ισϱαηλ ϗ ἀϖέδοτο αὐτȣ̀ς εἰς χεῖϱας Χȣσαϱσαϑωμ ϐασιλέως Συϱίας ϖοταμῶν, ϗ ἐδȣ́λευσαν αὐτῷ ὀϰτὼ ἔτη.
3:9 ϗ ἐϰέϰϱαξαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον· ϗ ἤγειϱεν ϰύϱιος σωτῆϱα τῷ Ισϱαηλ, ϗ ἔσωσεν αὐτȣ́ς, τὸν Γοϑονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεϐ τὸν νεώτεϱον αὐτȣ̃, ϗ εἰσήϰȣσεν αὐτȣ̃.
3:10 ϗ ἐγένετο ἐϖ’ αὐτὸν ϖνεῦμα ϰυϱίȣ, ϗ ἔϰϱινεν τὸν Ισϱαηλ ϗ ἐξῆλϑεν ἐϖὶ τὸν ϖόλεμον· ϗ ϖαϱέδωϰεν ϰύϱιος ἐν χειϱὶ αὐτȣ̃ τὸν Χȣσαϱσαϑωμ ϐασιλέα Συϱίας, ϗ ἐϰϱαταιώϑη ἡ χεὶϱ αὐτȣ̃ ἐϖὶ τὸν Χȣσαϱσαϑωμ.
3:11 ϗ ἡσύχασεν ἡ γῆ ἔτη ϖεντήϰοντα· ϗ ἀϖέϑανεν Γοϑονιηλ υἱὸς Κενεζ.
3:12 Ϗ ϖϱοσέϑεντο οἱ υἱοὶ Ισϱαηλ ϖοιῆσαι τὸ ϖονηϱὸν ἔναντι ϰυϱίȣ. ϗ ἐνίσχυσεν ϰύϱιος τὸν Εγλωμ ϐασιλέα Μωαϐ ἐϖὶ τὸν Ισϱαηλ διὰ τὸ ϖεϖοιηϰέναι αὐτȣ̀ς τὸ ϖονηϱὸν ἔναντι ϰυϱίȣ.
3:13 ϗ ϖϱοσήγαγεν ϖϱὸς αὐτὸν ϖάντας τȣ̀ς υἱȣ̀ς Αμμων ϗ Αμαληϰ ϗ ἐϖοϱεύϑη ϗ ἐϖάταξεν τὸν Ισϱαηλ ϗ ἐϰληϱονόμησεν τὴν ϖόλιν τῶν φοινίϰων.
3:14 ϗ ἐδȣ́λευσαν οἱ υἱοὶ Ισϱαηλ τῷ Εγλωμ ϐασιλεῖ Μωαϐ ἔτη δέϰα ὀϰτώ.
3:15 ϗ ἐϰέϰϱαξαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον· ϗ ἤγειϱεν αὐτοῖς ϰύϱιος σωτῆϱα τὸν Αωδ υἱὸν Γηϱα υἱȣ̃ τȣ̃ Ιεμενι, ἄνδϱα ἀμφοτεϱοδέξιον. ϗ ἀϖέϛειλαν οἱ υἱοὶ Ισϱαηλ δῶϱα ἐν χειϱὶ αὐτȣ̃ τῷ Εγλωμ ϐασιλεῖ Μωαϐ.
3:16 ϗ ἐϖοίησεν ἑαυτῷ Αωδ μάχαιϱαν δίϛομον, σϖιϑαμῆς τὸ μῆϰος, ϗ ϖεϱιεζώσατο αὐτὴν ὑϖὸ τὸν μανδύαν ἐϖὶ τὸν μηϱὸν τὸν δεξιὸν αὐτȣ̃.
3:17 ϗ ϖϱοσήνεγϰεν τὰ δῶϱα τῷ Εγλωμ ϐασιλεῖ Μωαϐ· ϗ Εγλωμ ἀνὴϱ ἀϛεῖος σφόδϱα.
3:18 ϗ ἐγένετο ὡς συνετέλεσεν Αωδ ϖϱοσφέϱων τὰ δῶϱα, ϗ ἐξαϖέϛειλεν τȣ̀ς αἴϱοντας τὰ δῶϱα.
3:19 ϗ Εγλωμ ἀνέϛϱεψεν ἀϖὸ τῶν γλυϖτῶν μετὰ τῆς Γαλγαλ, ϗ εἶϖεν Αωδ Λόγος μοι ϰϱύφιος ϖϱὸς σέ, ϐασιλεῦ. ϗ εἶϖεν Εγλωμ ϖᾶσιν Ἐϰ μέσȣ· ϗ ἐξῆλϑον ἀϖ’ αὐτȣ̃ ϖάντες οἱ ϖαϱαϛήϰοντες αὐτῷ.
3:20 ϗ Αωδ εἰσῆλϑεν ϖϱὸς αὐτόν, ϗ αὐτὸς ἐϰάϑητο ἐν τῷ ὑϖεϱῴῳ τῷ ϑεϱινῷ αὐτȣ̃ μονώτατος. ϗ εἶϖεν Αωδ Λόγος ϑεȣ̃ μοι ϖϱὸς σέ, ϐασιλεῦ· ϗ ἐξανέϛη ἀϖὸ τȣ̃ ϑϱόνȣ Εγλωμ ἐγγὺς αὐτȣ̃.
3:21 ϗ ἐγένετο ἅμα τȣ̃ ἀναϛῆναι ἐξέτεινεν Αωδ τὴν χεῖϱα τὴν ἀϱιϛεϱὰν αὐτȣ̃ ϗ ἔλαϐεν τὴν μάχαιϱαν ἀϖὸ τȣ̃ μηϱȣ̃ τȣ̃ δεξιȣ̃ αὐτȣ̃ ϗ ἐνέϖηξεν αὐτὴν εἰς τὴν ϰοιλίαν Εγλωμ
3:22 ϗ ἐϖεισήνεγϰεν ϰαί γε τὴν λαϐὴν ὀϖίσω τῆς φλογός, ϗ ἀϖέϰλεισεν τὸ ϛέαϱ ϰατὰ τῆς φλογός, ὅτι ȣ̓ϰ ἐξέσϖασεν τὴν μάχαιϱαν ἐϰ τῆς ϰοιλίας αὐτȣ̃.
3:23 ϗ ἐξῆλϑεν Αωδ εἰς τὴν ϖϱοϛάδα ϗ ἀϖέϰλεισεν τὰς ϑύϱας τȣ̃ ὑϖεϱῴȣ ἐϖ’ αὐτὸν ϗ ἐσφήνωσεν·
3:24 ϗ αὐτὸς ἐξῆλϑεν. ϗ οἱ ϖαῖδες αὐτȣ̃ εἰσῆλϑον ϗ εἶδον ϗ ἰδȣ̀ αἱ ϑύϱαι τȣ̃ ὑϖεϱῴȣ ἀϖοϰεϰλεισμέναι, ϗ εἶϖαν Μήϖοτε ϖϱὸς δίφϱȣς ϰάϑηται ἐν τῇ ἀϖοχωϱήσει τȣ̃ ϰοιτῶνος;
3:25 ϗ ϖϱοσέμειναν αἰσχυνόμενοι, ϗ ἰδȣ̀ ȣ̓ϰ ἦν ὁ ἀνοίγων τὰς ϑύϱας τȣ̃ ὑϖεϱῴȣ· ϗ ἔλαϐον τὴν ϰλεῖδα ϗ ἤνοιξαν, ϗ ἰδȣ̀ ὁ ϰύϱιος αὐτῶν ϖεϖτωϰὼς ἐϖὶ τὴν γῆν τεϑνηϰώς.
3:26 ϗ Αωδ διεσώϑη, ἕως ἐϑοϱυϐȣ̃ντο, ϗ ȣ̓ϰ ἦν ὁ ϖϱοσνοῶν αὐτῷ· ϗ αὐτὸς ϖαϱῆλϑεν τὰ γλυϖτὰ ϗ διεσώϑη εἰς Σειϱωϑα.
3:27 ϗ ἐγένετο ἡνίϰα ἦλϑεν, ϗ ἐσάλϖισεν ϰεϱατίνῃ ἐν ὄϱει Εφϱαιμ· ϗ ϰατέϐησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισϱαηλ, ϗ αὐτὸς ἔμϖϱοσϑεν αὐτῶν.
3:28 ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Καταϐαίνετε ὀϖίσω μȣ, ὅτι ϖαϱέδωϰεν ϰύϱιος ὁ ϑεὸς τȣ̀ς ἐχϑϱȣ̀ς ὑμῶν τὴν Μωαϐ ἐν χειϱὶ ὑμῶν. ϗ ϰατέϐησαν ὀϖίσω αὐτȣ̃ ϗ ϖϱοϰατελάϐοντο τὰς διαϐάσεις τȣ̃ Ιοϱδάνȣ τῆς Μωαϐ ϗ ȣ̓ϰ ἀφῆϰαν ἄνδϱα διαϐῆναι.
3:29 ϗ ἐϖάταξαν τὴν Μωαϐ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ὡσεὶ δέϰα χιλιάδας ἀνδϱῶν, ϖάντας τȣ̀ς μαχητὰς τȣ̀ς ἐν αὐτοῖς ϗ ϖάντα ἄνδϱα δυνάμεως, ϗ ȣ̓ διεσώϑη ἀνήϱ.
3:30 ϗ ἐνετϱάϖη Μωαϐ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ὑϖὸ τὴν χεῖϱα Ισϱαηλ, ϗ ἡσύχασεν ἡ γῆ ὀγδοήϰοντα ἔτη, ϗ ἔϰϱινεν αὐτȣ̀ς Αωδ ἕως ȣ̔͂ ἀϖέϑανεν.
3:31 Ϗ μετὰ τȣ̃τον ἀνέϛη Σαμεγαϱ υἱὸς Αναϑ ϗ ἐϖάταξεν τȣ̀ς ἀλλοφύλȣς εἰς ἑξαϰοσίȣς ἄνδϱας ἐϰτὸς μόσχων τῶν ϐοῶν· ϗ ἔσωσεν αὐτὸς τὸν Ισϱαηλ.
4:1 Ϗ ϖϱοσέϑεντο οἱ υἱοὶ Ισϱαηλ ϖοιῆσαι τὸ ϖονηϱὸν ἔναντι ϰυϱίȣ.
4:2 ϗ ἀϖέδοτο αὐτȣ̀ς ϰύϱιος ἐν χειϱὶ Ιαϐιν ϐασιλέως Χανααν, ὃς ἐϐασίλευσεν ἐν Ασωϱ· ϗ ὁ ἄϱχων τῆς δυνάμεως αὐτȣ̃ Σισαϱα, ϗ αὐτὸς ϰατῴϰει ἐν Αϱισωϑ τῶν ἐϑνῶν.
4:3 ϗ ἐϰέϰϱαξαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον, ὅτι ἐνναϰόσια ἅϱματα σιδηϱᾶ ἦν αὐτῷ, ϗ αὐτὸς ἔϑλιψεν τὸν Ισϱαηλ ϰατὰ ϰϱάτος εἴϰοσι ἔτη.
4:4 Ϗ Δεϐϐωϱα γυνὴ ϖϱοφῆτις γυνὴ Λαφιδωϑ, αὐτὴ ἔϰϱινεν τὸν Ισϱαηλ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ.
4:5 ϗ αὐτὴ ἐϰάϑητο ὑϖὸ φοίνιϰα Δεϐϐωϱα ἀνὰ μέσον Ραμα ϗ ἀνὰ μέσον Βαιϑηλ ἐν ὄϱει Εφϱαιμ, ϗ ἀνέϐαινον ϖϱὸς αὐτὴν οἱ υἱοὶ Ισϱαηλ ἐϰεῖ τȣ̃ ϰϱίνεσϑαι.
4:6 ϗ ἀϖέϛειλεν Δεϐϐωϱα ϗ ἐϰάλεσεν τὸν Βαϱαϰ υἱὸν Αϐινεεμ ἐϰ Κεδες Νεφϑαλι ϗ εἶϖεν ϖϱὸς αὐτόν Ȣ̓χὶ σοὶ ἐνετείλατο ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ ϗ ἀϖελεύσῃ εἰς ὄϱος Θαϐωϱ ϗ λήμψῃ μετὰ σεαυτȣ̃ δέϰα χιλιάδας ἀνδϱῶν ἀϖὸ τῶν υἱῶν Νεφϑαλι ϗ ἀϖὸ τῶν υἱῶν Ζαϐȣλων;
4:7 ϗ ἀϖάξω ϖϱὸς σὲ εἰς τὸν χειμάϱϱȣν Κισων τὸν Σισαϱα ἄϱχοντα τῆς δυνάμεως Ιαϐιν ϗ τὰ ἅϱματα αὐτȣ̃ ϗ τὸ ϖλῆϑος αὐτȣ̃ ϗ ϖαϱαδώσω αὐτὸν ἐν τῇ χειϱί σȣ.
4:8 ϗ εἶϖεν ϖϱὸς αὐτὴν Βαϱαϰ Ἐὰν ϖοϱευϑῇς μετ’ ἐμȣ̃, ϖοϱεύσομαι, ϗ ἐὰν μὴ ϖοϱευϑῇς μετ’ ἐμȣ̃, ȣ̓ ϖοϱεύσομαι· ὅτι ȣ̓ϰ οἶδα τὴν ἡμέϱαν, ἐν ᾗ εὐοδοῖ ϰύϱιος τὸν ἄγγελον μετ’ ἐμȣ̃.
4:9 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Δεϐϐωϱα Ποϱευομένη ϖοϱεύσομαι μετὰ σȣ̃· ϖλὴν γίνωσϰε ὅτι ȣ̓ϰ ἔϛαι τὸ ϖϱοτέϱημά σȣ εἰς τὴν ὁδόν, ἣν σὺ ϖοϱεύῃ, ὅτι ἐν χειϱὶ γυναιϰὸς ἀϖοδώσεται ϰύϱιος τὸν Σισαϱα. ϗ ἀνέϛη Δεϐϐωϱα ϗ ἐϖοϱεύϑη μετὰ τȣ̃ Βαϱαϰ εἰς Κεδες.
4:10 ϗ ϖαϱήγγειλεν Βαϱαϰ τῷ Ζαϐȣλων ϗ τῷ Νεφϑαλι εἰς Κεδες, ϗ ἀνέϐησαν ϰατὰ ϖόδας αὐτȣ̃ δέϰα χιλιάδες ἀνδϱῶν· ϗ Δεϐϐωϱα ἀνέϐη μετ’ αὐτȣ̃.
4:11 ϗ οἱ ϖλησίον τȣ̃ Κιναίȣ ἐχωϱίσϑησαν ἀϖὸ τῶν υἱῶν Ιωϐαϐ γαμϐϱȣ̃ Μωυσῆ, ϗ ἔϖηξεν τὴν σϰηνὴν αὐτȣ̃ ϖϱὸς δϱῦν ἀναϖαυομένων, ἥ ἐϛιν ἐχόμενα Κεδες.
4:12 Ϗ ἀνήγγειλαν τῷ Σισαϱα ὅτι ἀνέϐη Βαϱαϰ υἱὸς Αϐινεεμ ἐϖ’ ὄϱος Θαϐωϱ.
4:13 ϗ ἐϰάλεσεν Σισαϱα ϖάντα τὰ ἅϱματα αὐτȣ̃ [ὅτι ἐνναϰόσια ἅϱματα σιδηϱᾶ ἦν αὐτῷ] ϗ ϖάντα τὸν λαὸν τὸν μετ’ αὐτȣ̃ ἀϖὸ Αϱισωϑ τῶν ἐϑνῶν εἰς τὸν χειμάϱϱȣν Κισων.
4:14 ϗ εἶϖεν Δεϐϐωϱα ϖϱὸς Βαϱαϰ Ἀνάϛηϑι, ὅτι αὕτη ἡ ἡμέϱα, ἐν ᾗ ϖαϱέδωϰεν ϰύϱιος τὸν Σισαϱα ἐν χειϱί σȣ· ȣ̓ϰ ἰδȣ̀ ϰύϱιος ἐλεύσεται ἔμϖϱοσϑέν σȣ; ϗ ϰατέϐη Βαϱαϰ ἀϖὸ τȣ̃ ὄϱȣς Θαϐωϱ ϗ δέϰα χιλιάδες ἀνδϱῶν ὀϖίσω αὐτȣ̃.
4:15 ϗ ἐξέϛησεν ϰύϱιος τὸν Σισαϱα ϗ ϖάντα τὰ ἅϱματα αὐτȣ̃ ϗ ϖᾶσαν τὴν ϖαϱεμϐολὴν αὐτȣ̃ ἐν ϛόματι ῥομφαίας ἐνώϖιον Βαϱαϰ· ϗ ϰατέϐη Σισαϱα ἀϖὸ τȣ̃ ἅϱματος αὐτȣ̃ ϗ ἔφυγεν τοῖς ϖοσὶν αὐτȣ̃.
4:16 ϗ Βαϱαϰ διώϰων ὀϖίσω τῶν ἁϱμάτων ϗ ὀϖίσω τῆς ϖαϱεμϐολῆς ἕως δϱυμȣ̃ τῶν ἐϑνῶν· ϗ ἔϖεσεν ϖᾶσα ἡ ϖαϱεμϐολὴ Σισαϱα ἐν ϛόματι ῥομφαίας, ȣ̓ ϰατελείφϑη ἕως ἑνός.
4:17 ϗ Σισαϱα ἀνεχώϱησεν τοῖς ϖοσὶν αὐτȣ̃ εἰς σϰηνὴν Ιαηλ γυναιϰὸς Χαϐεϱ τȣ̃ Κιναίȣ, ὅτι εἰϱήνη ἀνὰ μέσον Ιαϐιν ϐασιλέως Ασωϱ ϗ ἀνὰ μέσον οἴϰȣ Χαϐεϱ τȣ̃ Κιναίȣ.
4:18 ϗ ἐξῆλϑεν Ιαηλ εἰς ἀϖάντησιν Σισαϱα ϗ εἶϖεν ϖϱὸς αὐτόν Ἔϰνευσον, ϰύϱιέ μȣ, ἔϰνευσον ϖϱός με, μὴ φοϐȣ̃· ϗ ἐξένευσεν ϖϱὸς αὐτὴν εἰς τὴν σϰηνήν, ϗ συνεϰάλυψεν αὐτὸν ἐν τῇ δέϱϱει αὐτῆς.
4:19 ϗ εἶϖεν Σισαϱα ϖϱὸς αὐτήν Πότισόν με δὴ μιϰϱὸν ὕδωϱ, ὅτι ἐδίψησα· ϗ ἤνοιξεν τὸν ἀσϰὸν τȣ̃ γάλαϰτος ϗ ἐϖότισεν αὐτὸν ϗ συνεϰάλυψεν τὸ ϖϱόσωϖον αὐτȣ̃.
4:20 ϗ εἶϖεν ϖϱὸς αὐτήν Ϛῆϑι ἐν τῇ ϑύϱᾳ τῆς σϰηνῆς, ϗ ἔϛαι ἐάν τις ἔλϑῃ ϖϱὸς σὲ ϗ ἐϱωτήσῃ σε ϗ εἴϖῃ σοι Ἔϛιν ἐνταῦϑα ἀνήϱ; ϗ ἐϱεῖς Ȣ̓ϰ ἔϛιν· ϗ συνεϰάλυψεν αὐτὸν ἐν τῇ δέϱϱει αὐτῆς.
4:21 ϗ ἔλαϐεν Ιαηλ γυνὴ Χαϐεϱ τὸν ϖάσσαλον τῆς σϰηνῆς ϗ ἔϑηϰεν τὴν σφῦϱαν ἐν τῇ χειϱὶ αὐτῆς ϗ εἰσῆλϑεν ϖϱὸς αὐτὸν ἡσυχῇ ϗ ἐνέϰϱȣσεν τὸν ϖάσσαλον ἐν τῇ γνάϑῳ αὐτȣ̃ ϗ διήλασεν ἐν τῇ γῇ, ϗ αὐτὸς ἀϖεσϰάϱισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς ϗ ἐξέψυξεν ϗ ἀϖέϑανεν.
4:22 ϗ ἰδȣ̀ Βαϱαϰ διώϰων τὸν Σισαϱα, ϗ ἐξῆλϑεν Ιαηλ εἰς ἀϖαντὴν αὐτȣ̃ ϗ εἶϖεν αὐτῷ Δεῦϱο ϗ δείξω σοι τὸν ἄνδϱα, ὃν σὺ ζητεῖς. ϗ εἰσῆλϑεν ϖϱὸς αὐτήν, ϗ ἰδȣ̀ Σισαϱα ϖεϖτωϰὼς νεϰϱός, ϗ ὁ ϖάσσαλος ἐν τῇ γνάϑῳ αὐτȣ̃.
4:23 ϗ ἐταϖείνωσεν ϰύϱιος ὁ ϑεὸς τὸν Ιαϐιν ϐασιλέα Χανααν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἐνώϖιον υἱῶν Ισϱαηλ.
4:24 ϗ ἐϖοϱεύϑη χεὶϱ τῶν υἱῶν Ισϱαηλ ϖοϱευομένη ϗ σϰληϱυνομένη ἐϖὶ Ιαϐιν ϐασιλέα Χανααν, ἕως ἐξωλέϑϱευσαν αὐτόν.
5:1 Ϗ ᾖσεν Δεϐϐωϱα ϗ Βαϱαϰ υἱὸς Αϐινεεμ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϗ εἶϖεν
5:2 Ἐν τῷ ἄϱξασϑαι ἀϱχηγȣ̀ς ἐν Ισϱαηλ, ἐν ϖϱοαιϱέσει λαȣ̃ εὐλογεῖτε τὸν ϰύϱιον.
5:3 ἀϰȣ́σατε, ϐασιλεῖς, ἐνωτίζεσϑε, σατϱάϖαι δυνατοί· ἐγὼ τῷ ϰυϱίῳ ᾄσομαι, ψαλῶ τῷ ϑεῷ Ισϱαηλ.
5:4 ϰύϱιε, ἐν τῇ ἐξόδῳ σȣ ἐϰ Σηιϱ, ἐν τῷ ἀϖαίϱειν σε ἐξ ἀγϱȣ̃ Εδωμ γῆ ἐσείσϑη, ϗ ὁ ȣ̓ϱανὸς ἐξεϛάϑη, ϗ αἱ νεφέλαι ἔϛαξαν ὕδωϱ·
5:5 ὄϱη ἐσαλεύϑησαν ἀϖὸ ϖϱοσώϖȣ ϰυϱίȣ, τȣ̃το Σινα ἀϖὸ ϖϱοσώϖȣ ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ.
5:6 ἐν ἡμέϱαις Σαμεγαϱ υἱȣ̃ Αναϑ, ἐν ἡμέϱαις Ιαηλ ἐξέλιϖον ϐασιλεῖς ϗ ἐϖοϱεύϑησαν τϱίϐȣς, ἐϖοϱεύϑησαν ὁδȣ̀ς διεϛϱαμμένας.
5:7 ἐξέλιϖεν φϱαζων ἐν τῷ Ισϱαηλ, ἐξέλιϖεν, ἕως ȣ̔͂ ἐξανέϛη Δεϐϐωϱα, ὅτι ἀνέϛη μήτηϱ ἐν τῷ Ισϱαηλ.
5:8 ᾑϱέτισαν ϑεȣ̀ς ϰαινȣ̀ς ὡς ἄϱτον ϰϱίϑινον· σϰέϖην ἐὰν ἴδω σιϱομαϛῶν ἐν τεσσαϱάϰοντα χιλιάσιν.
5:9 ἡ ϰαϱδία μȣ ἐϖὶ τὰ διατεταγμένα τῷ Ισϱαηλ· οἱ δυνάϛαι τȣ̃ λαȣ̃, εὐλογεῖτε τὸν ϰύϱιον.
5:10 ἐϖιϐεϐηϰότες ἐϖὶ ὑϖοζυγίων, ϰαϑήμενοι ἐϖὶ λαμϖηνῶν,
5:11 φϑέγξασϑε φωνὴν ἀναϰϱȣομένων ἀνὰ μέσον εὐφϱαινομένων· ἐϰεῖ δώσȣσιν διϰαιοσύνην ϰυϱίῳ. δίϰαιοι ἐνίσχυσαν ἐν τῷ Ισϱαηλ· τότε ϰατέϐη εἰς τὰς ϖόλεις αὐτȣ̃ ὁ λαὸς ϰυϱίȣ.
5:12 ἐξεγείϱȣ ἐξεγείϱȣ, Δεϐϐωϱα, ἐξέγειϱον μυϱιάδας μετὰ λαȣ̃, ἐξεγείϱȣ ἐξεγείϱȣ, λάλει μετ’ ᾠδῆς· ἐνισχύων ἐξανίϛασο, Βαϱαϰ, ϗ ἐνίσχυσον, Δεϐϐωϱα, τὸν Βαϱαϰ· αἰχμαλώτιζε αἰχμαλωσίαν σȣ, υἱὸς Αϐινεεμ.
5:13 ϖότε ἐμεγαλύνϑη ἡ ἰσχὺς αὐτȣ̃; ϰύϱιε, ταϖείνωσόν μοι τȣ̀ς ἰσχυϱοτέϱȣς μȣ.
5:14 λαὸς Εφϱαιμ ἐτιμωϱήσατο αὐτȣ̀ς ἐν ϰοιλάδι ἀδελφȣ̃ σȣ Βενιαμιν ἐν λαοῖς σȣ. ἐξ ἐμȣ̃ Μαχιϱ ϰατέϐησαν ἐξεϱευνῶντες, ϗ ἐϰ Ζαϐȣλων ϰύϱιος ἐϖολέμει μοι ἐν δυνατοῖς ἐϰεῖϑεν ἐν σϰήϖτϱῳ ἐνισχύοντος ἡγήσεως.
5:15 ἐν Ισσαχαϱ μετὰ Δεϐϐωϱας ἐξαϖέϛειλεν ϖεζȣ̀ς αὐτȣ̃ εἰς τὴν ϰοιλάδα. ἵνα τί σὺ ϰατοιϰεῖς ἐν μέσῳ χειλέων; ἐξέτεινεν ἐν τοῖς ϖοσὶν αὐτȣ̃. ἐν διαιϱέσεσιν Ρȣϐην μεγάλοι ἀϰϱιϐασμοὶ ϰαϱδίας.
5:16 ἵνα τί μοι ϰάϑησαι ἀνὰ μέσον τῶν μοσφαϑαιμ τȣ̃ εἰσαϰȣ́ειν συϱισμȣ̀ς ἐξεγειϱόντων; τȣ̃ διελϑεῖν εἰς τὰ τȣ̃ Ρȣϐην μεγάλοι ἐξιχνιασμοὶ ϰαϱδίας.
5:17 Γαλααδ ἐν τῷ ϖέϱαν τȣ̃ Ιοϱδάνȣ ϰατεσϰήνωσεν· ϗ Δαν ἵνα τί ϖαϱοιϰεῖ ϖλοίοις; Ασηϱ ϖαϱῴϰησεν ϖαϱ’ αἰγιαλὸν ϑαλασσῶν ϗ ἐϖὶ τὰς διαϰοϖὰς αὐτȣ̃ ϰατεσϰήνωσεν.
5:18 Ζαϐȣλων λαὸς ὀνειδίσας ψυχὴν αὐτȣ̃ εἰς ϑάνατον ϗ Νεφϑαλιμ ἐϖὶ ὕψη ἀγϱȣ̃.
5:19 ἦλϑον ϐασιλεῖς ϗ ϖαϱετάξαντο. τότε ἐϖολέμησαν ϐασιλεῖς Χανααν ἐν Θενναχ ἐϖὶ ὕδατος Μαγεδδω· ϖλεονεξίαν ἀϱγυϱίȣ ȣ̓ϰ ἔλαϐον.
5:20 ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ἐϖολέμησαν ἀϛέϱες, ἐϰ τῆς τάξεως αὐτῶν ἐϖολέμησαν μετὰ Σισαϱα.
5:21 χειμάϱϱȣς Κισων ἐξέϐαλεν αὐτȣ́ς, χειμάϱϱȣς ϰαδημιμ, χειμάϱϱȣς Κισων· ϰαταϖατήσει αὐτȣ̀ς ψυχή μȣ δυνατή.
5:22 τότε ἀϖεϰόϖησαν ϖτέϱναι ἵϖϖȣ, αμαδαϱωϑ δυνατῶν αὐτȣ̃.
5:23 ϰαταϱάσασϑε Μαϱωζ, εἶϖεν ὁ ἄγγελος ϰυϱίȣ, ϰαταϱάσει ϰαταϱάσασϑε τȣ̀ς ἐνοίϰȣς αὐτῆς, ὅτι ȣ̓ϰ ἤλϑοσαν εἰς τὴν ϐοήϑειαν ϰυϱίȣ· ϐοηϑὸς ἡμῶν ϰύϱιος ἐν μαχηταῖς δυνατός.
5:24 εὐλογηϑείη ἐϰ γυναιϰῶν Ιαηλ γυνὴ Χαϐεϱ τȣ̃ Κιναίȣ, ἐϰ γυναιϰῶν ἐν σϰηνῇ εὐλογηϑείη.
5:25 ὕδωϱ ᾔτησεν αὐτήν, ϗ γάλα ἔδωϰεν αὐτῷ, ἐν λαϰάνῃ ἰσχυϱῶν ϖϱοσήγγισεν ϐȣ́τυϱον.
5:26 τὴν χεῖϱα αὐτῆς τὴν ἀϱιϛεϱὰν εἰς ϖάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀϖοτομὰς ϰαταϰόϖων ϗ ἀϖέτεμεν Σισαϱα, ἀϖέτϱιψεν τὴν ϰεφαλὴν αὐτȣ̃ ϗ συνέϑλασεν ϗ διήλασεν τὴν γνάϑον αὐτȣ̃.
5:27 ἀνὰ μέσον τῶν ϖοδῶν αὐτῆς συγϰάμψας ἔϖεσεν, ἐϰοιμήϑη μεταξὺ ϖοδῶν αὐτῆς· ἐν ᾧ ἔϰαμψεν, ἐϰεῖ ἔϖεσεν ταλαίϖωϱος.
5:28 διὰ τῆς ϑυϱίδος διέϰυϖτεν ἡ μήτηϱ Σισαϱα διὰ τῆς διϰτυωτῆς ἐϖιϐλέϖȣσα ἐϖὶ τȣ̀ς μεταϛϱέφοντας μετὰ Σισαϱα Διὰ τί ἠσχάτισεν τὸ ἅϱμα αὐτȣ̃ ϖαϱαγενέσϑαι; διὰ τί ἐχϱόνισαν ἴχνη ἁϱμάτων αὐτȣ̃;
5:29 σοφαὶ ἀϱχȣσῶν αὐτῆς ἀνταϖεϰϱίναντο ϖϱὸς αὐτήν, ϗ αὐτὴ ἀϖεϰϱίνατο ἐν ῥήμασιν αὐτῆς
5:30 Ȣ̓χὶ εὑϱήσȣσιν αὐτὸν διαμεϱίζοντα σϰῦλα; φιλιάζων φίλοις εἰς ϰεφαλὴν δυνατȣ̃· σϰῦλα ϐαμμάτων Σισαϱα, σϰῦλα ϐαμμάτων ϖοιϰιλίας, ϐαφὴ ϖοιϰίλων ϖεϱὶ τϱάχηλον αὐτȣ̃ σϰῦλον.
5:31 ȣ̔́τως ἀϖόλοιντο ϖάντες οἱ ἐχϑϱοί σȣ, ϰύϱιε· ϗ οἱ ἀγαϖῶντες αὐτὸν ϰαϑὼς ἡ ἀνατολὴ τȣ̃ ἡλίȣ ἐν δυναϛείαις αὐτȣ̃. Ϗ ἡσύχασεν ἡ γῆ τεσσαϱάϰοντα ἔτη.
6:1 Ϗ ἐϖοίησαν οἱ υἱοὶ Ισϱαηλ τὸ ϖονηϱὸν ἔναντι ϰυϱίȣ, ϗ ϖαϱέδωϰεν αὐτȣ̀ς ϰύϱιος ἐν χειϱὶ Μαδιαμ ἔτη ἑϖτά.
6:2 ϗ ϰατίσχυσεν χεὶϱ Μαδιαμ ἐϖὶ Ισϱαηλ· ϗ ἐϖοίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισϱαηλ ἀϖὸ ϖϱοσώϖȣ Μαδιαμ μάνδϱας ἐν τοῖς ὄϱεσιν ϗ τοῖς σϖηλαίοις ϗ τοῖς ὀχυϱώμασιν.
6:3 ϗ ἐγένετο ὅταν ἔσϖειϱεν ἀνὴϱ Ισϱαηλ, ϗ ἀνέϐαινεν Μαδιαμ ϗ Αμαληϰ ϗ οἱ υἱοὶ ἀνατολῶν ϗ ἀνέϐαινον ἐϖ’ αὐτόν·
6:4 ϗ ϖαϱενέϐαλλον ἐϖ’ αὐτȣ̀ς ϗ διέφϑειϱαν τὰ ἐϰφόϱια τῆς γῆς ἕως τȣ̃ ἐλϑεῖν εἰς Γάζαν ϗ ȣ̓χ ὑϖελείϖοντο ὑϖόϛασιν ζωῆς ἐν Ισϱαηλ ϗ ϖοίμνιον ϗ μόσχον ϗ ὄνον·
6:5 ὅτι αὐτοὶ ϗ τὰ ϰτήνην αὐτῶν ἀνέϐαινον ϗ τὰς σϰηνὰς αὐτῶν ϖαϱέφεϱον ϗ ϖαϱεγίνοντο ὡς ἀϰϱὶς εἰς ϖλῆϑος, ϗ αὐτοῖς ϗ ταῖς ϰαμήλοις αὐτῶν ȣ̓ϰ ἦν ἀϱιϑμός, ϗ ϖαϱεγίνοντο ἐν τῇ γῇ Ισϱαηλ τȣ̃ διαφϑείϱειν αὐτήν.
6:6 ϗ ἐϖτώχευσεν Ισϱαηλ σφόδϱα ἀϖὸ ϖϱοσώϖȣ Μαδιαμ, ϗ ἐϰέϰϱαξαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον.
6:7 ϗ ἐγένετο ἐϖεὶ ἐϰέϰϱαξαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον διὰ Μαδιαμ,
6:8 ϗ ἐξαϖέϛειλεν ϰύϱιος ἄνδϱα ϖϱοφήτην ϖϱὸς τȣ̀ς υἱȣ̀ς Ισϱαηλ, ϗ εἶϖεν αὐτοῖς Τάδε λέγει ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ Ἐγώ εἰμι ὁ ἀναϐιϐάσας ὑμᾶς ἐξ Αἰγύϖτȣ ϗ ἐξήγαγον ὑμᾶς ἐξ οἴϰȣ δȣλείας
6:9 ϗ ἐξειλάμην ὑμᾶς ἐϰ χειϱὸς Αἰγύϖτȣ ϗ ἐϰ χειϱὸς ϖάντων τῶν ϑλιϐόντων ὑμᾶς ϗ ἐξέϐαλον αὐτȣ̀ς ἐϰ ϖϱοσώϖȣ ὑμῶν ϗ ἔδωϰα ὑμῖν τὴν γῆν αὐτῶν
6:10 ϗ εἶϖα ὑμῖν Ἐγὼ ϰύϱιος ὁ ϑεὸς ὑμῶν, ȣ̓ φοϐηϑήσεσϑε τȣ̀ς ϑεȣ̀ς τȣ̃ Αμοϱϱαίȣ, ἐν οἷς ὑμεῖς ἐνοιϰεῖτε ἐν τῇ γῇ αὐτῶν· ϗ ȣ̓ϰ εἰσηϰȣ́σατε τῆς φωνῆς μȣ.
6:11 Ϗ ἦλϑεν ἄγγελος ϰυϱίȣ ϗ ἐϰάϑισεν ὑϖὸ τὴν δϱῦν τὴν ȣ̓͂σαν ἐν Εφϱαϑα τὴν τȣ̃ Ιωας ϖατϱὸς Αϐιεζϱι, ϗ Γεδεων ὁ υἱὸς αὐτȣ̃ ἐϱϱάϐδιζεν ϖυϱȣ̀ς ἐν ληνῷ τȣ̃ ἐϰφυγεῖν ἐϰ ϖϱοσώϖȣ Μαδιαμ.
6:12 ϗ ὤφϑη αὐτῷ ἄγγελος ϰυϱίȣ ϗ εἶϖεν ϖϱὸς αὐτόν Κύϱιος μετὰ σȣ̃, δυνατὸς τῇ ἰσχύι.
6:13 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, ϰύϱιε, ϗ εἰ ἔϛιν ϰύϱιος μεϑ’ ἡμῶν, ἵνα τί εὗϱεν ἡμᾶς ϖάντα τὰ ϰαϰὰ ταῦτα; ϗ ϖȣ̃ ἐϛιν ϖάντα τὰ ϑαυμάσια αὐτȣ̃, ὅσα διηγήσαντο ἡμῖν οἱ ϖατέϱες ἡμῶν λέγοντες Ȣ̓χὶ ἐξ Αἰγύϖτȣ ἀνήγαγεν ἡμᾶς ϰύϱιος; ϗ νῦν ἀϖώσατο ἡμᾶς ϗ ϖαϱέδωϰεν ἡμᾶς ἐν χειϱὶ Μαδιαμ.
6:14 ϗ ἐϖέϐλεψεν ϖϱὸς αὐτὸν ὁ ἄγγελος ϰυϱίȣ ϗ εἶϖεν αὐτῷ Ποϱεύȣ ἐν τῇ ἰσχύι σȣ ϗ σώσεις τὸν Ισϱαηλ, ϗ ἰδȣ̀ ἐξαϖέϛειλά σε.
6:15 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, ϰύϱιε, ἐν τίνι σώσω τὸν Ισϱαηλ; ἰδȣ̀ ἡ χιλιάς μȣ ταϖεινοτέϱα ἐν Μανασση, ϗ ἐγώ εἰμι μιϰϱὸς ἐν τῷ οἴϰῳ τȣ̃ ϖατϱός μȣ.
6:16 ϗ εἶϖεν ϖϱὸς αὐτὸν ὁ ἄγγελος ϰυϱίȣ Κύϱιος ἔϛαι μετὰ σȣ̃, ϗ ϖατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδϱα ἕνα.
6:17 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Γεδεων Ϗ εἰ εὗϱον χάϱιν ἐν ὀφϑαλμοῖς σȣ, ϗ ϖοιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ’ ἐμȣ̃·
6:18 μὴ ϰινηϑῇς ἐντεῦϑεν ἕως τȣ̃ ἐλϑεῖν με ϖϱὸς σέ, ϗ οἴσω τὴν ϑυσίαν μȣ ϗ ϑήσω ἐνώϖιόν σȣ. ϗ εἶϖεν Ἐγώ εἰμι ϰαϑήσομαι ἕως τȣ̃ ἐϖιϛϱέψαι σε.
6:19 ϗ Γεδεων εἰσῆλϑεν ϗ ἐϖοίησεν ἔϱιφον αἰγῶν ϗ οιφι ἀλεύϱȣ ἄζυμα ϗ τὰ ϰϱέα ἐϖέϑηϰεν ἐϖὶ τὸ ϰανȣ̃ν ϗ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτϱαν ϗ ἐξήνεγϰεν ϖϱὸς αὐτὸν ὑϖὸ τὴν δϱῦν ϗ ϖϱοσεϰύνησεν.
6:20 ϗ εἶϖεν ϖϱὸς αὐτὸν ὁ ἄγγελος ϰυϱίȣ Λαϐὲ τὰ ϰϱέα ϗ τȣ̀ς ἄϱτȣς τȣ̀ς ἀζύμȣς ϗ ϑὲς ϖϱὸς τὴν ϖέτϱαν ἐϰείνην ϗ τὸν ζωμὸν ἔϰχεον· ϗ ἐϖοίησεν ȣ̔́τως.
6:21 ϗ ἐξέτεινεν ὁ ἄγγελος ϰυϱίȣ τὸ ἄϰϱον τῆς ῥάϐδȣ τῆς ἐν τῇ χειϱὶ αὐτȣ̃ ϗ ἥψατο τῶν ϰϱεῶν ϗ τῶν ἀζύμων, ϗ ἀνήφϑη ϖῦϱ ἐϰ τῆς ϖέτϱας ϗ ϰατέφαγεν τὰ ϰϱέα ϗ τȣ̀ς ἀζύμȣς· ϗ ὁ ἄγγελος ϰυϱίȣ ἀϖῆλϑεν ἐξ ὀφϑαλμῶν αὐτȣ̃.
6:22 ϗ εἶδεν Γεδεων ὅτι ἄγγελος ϰυϱίȣ ἐϛίν, ϗ εἶϖεν Γεδεων Ἆ ἆ, ϰύϱιε ϰύϱιε, ὅτι εἶδον τὸν ἄγγελον ϰυϱίȣ ϖϱόσωϖον ϖϱὸς ϖϱόσωϖον.
6:23 ϗ εἶϖεν αὐτῷ ϰύϱιος Εἰϱήνη σοι, μὴ φοϐȣ̃ μὴ ἀϖοϑάνῃς.
6:24 ϗ ᾠϰοδόμησεν ἐϰεῖ Γεδεων ϑυσιαϛήϱιον τῷ ϰυϱίῳ ϗ ἐϰάλεσεν αὐτὸ Εἰϱήνη ϰυϱίȣ ἕως τῆς ἡμέϱας ταύτης ἔτι αὐτȣ̃ ὄντος ἐν Εφϱαϑα ϖατϱὸς τȣ̃ Εζϱι.
6:25 Ϗ ἐγενήϑη τῇ νυϰτὶ ἐϰείνῃ ϗ εἶϖεν αὐτῷ ϰύϱιος Λαϐὲ τὸν μόσχον τὸν σιτευτὸν τȣ̃ ϖατϱός σȣ, μόσχον τὸν ἑϖταετῆ, ϗ ϰαϑελεῖς τὸ ϑυσιαϛήϱιον τȣ̃ Βααλ, ὅ ἐϛιν τȣ̃ ϖατϱός σȣ, ϗ τὸ ἄλσος τὸ ἐϖ’ αὐτῷ ἐϰϰόψεις·
6:26 ϗ οἰϰοδομήσεις ϑυσιαϛήϱιον ϰυϱίῳ τῷ ϑεῷ σȣ τῷ ὀφϑέντι σοι ἐϖὶ τῆς ϰοϱυφῆς τȣ̃ ὄϱȣς Μαωζ τȣ́τȣ ἐν τῇ ϖαϱατάξει ϗ λήμψῃ τὸν μόσχον ϗ ἀνοίσεις ὁλοϰαύτωμα ἐν τοῖς ξύλοις τȣ̃ ἄλσȣς, ȣ̔͂ ἐϰϰόψεις.
6:27 ϗ ἔλαϐεν Γεδεων τϱεῖς ϗ δέϰα ἄνδϱας ἀϖὸ τῶν δȣ́λων αὐτȣ̃ ϗ ἐϖοίησεν ϰαϑὰ ἐλάλησεν ϖϱὸς αὐτὸν ϰύϱιος· ϗ ἐγένετο ὡς ἐφοϐήϑη τὸν οἶϰον τȣ̃ ϖατϱὸς αὐτȣ̃ ϗ τȣ̀ς ἄνδϱας τῆς ϖόλεως μὴ ϖοιῆσαι ἡμέϱας, ϗ ἐϖοίησεν νυϰτός.
6:28 ϗ ὤϱϑϱισαν οἱ ἄνδϱες τῆς ϖόλεως τὸ ϖϱωί, ϗ ἰδȣ̀ ϰατεσϰαμμένον τὸ ϑυσιαϛήϱιον τȣ̃ Βααλ, ϗ τὸ ἄλσος τὸ ἐϖ’ αὐτῷ ἐϰϰεϰομμένον, ϗ ὁ μόσχος ὁ σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοϰαύτωμα ἐϖὶ τὸ ϑυσιαϛήϱιον τὸ ᾠϰοδομημένον.
6:29 ϗ εἶϖεν ἀνὴϱ ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃ Τίς ἐϖοίησεν τὸ ϖϱᾶγμα τȣ̃το; ϗ ἀνήταζον ϗ ἐξεζήτȣν ϗ εἶϖαν Γεδεων ὁ υἱὸς Ιωας ἐϖοίησεν τὸ ϖϱᾶγμα τȣ̃το.
6:30 ϗ εἶϖαν οἱ ἄνδϱες τῆς ϖόλεως ϖϱὸς Ιωας Ἐξάγαγε τὸν υἱόν σȣ ϗ ἀϖοϑανέτω, ὅτι ϰατέσϰαψεν τὸ ϑυσιαϛήϱιον τȣ̃ Βααλ ϗ ὅτι ἔϰοψεν τὸ ἄλσος τὸ ἐϖ’ αὐτῷ.
6:31 ϗ εἶϖεν Ιωας ϖϱὸς τȣ̀ς ἄνδϱας τȣ̀ς ἑϛαμένȣς ἐϖ’ αὐτόν Μὴ ὑμεῖς νῦν διϰάζεσϑε ϖεϱὶ τȣ̃ Βααλ; ἢ ὑμεῖς σῴζετε αὐτόν; ὃς ἀντεδίϰησεν αὐτόν, ἀϖοϑανεῖται ἕως ϖϱωί· εἰ ἔϛιν ϑεός, αὐτὸς ἐϰδιϰήσει αὐτόν, ὅτι ϰατέσϰαψεν τὸ ϑυσιαϛήϱιον αὐτȣ̃.
6:32 ϗ ἐϰάλεσεν αὐτὸ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ Διϰαϛήϱιον τȣ̃ Βααλ, ὅτι ϰατέσϰαψεν τὸ ϑυσιαϛήϱιον αὐτȣ̃.
6:33 Ϗ ϖᾶσα Μαδιαμ ϗ Αμαληϰ ϗ υἱοὶ ἀνατολῶν συνήχϑησαν ἐϖὶ τὸ αὐτὸ ϗ διέϐησαν ϗ ϖαϱενέϐαλον ἐν τῇ ϰοιλάδι Ιεζϱαελ.
6:34 ϗ ϖνεῦμα ϑεȣ̃ ἐνέδυσεν τὸν Γεδεων, ϗ ἐσάλϖισεν ἐν ϰεϱατίνῃ, ϗ ἐϐόησεν Αϐιεζεϱ ὀϖίσω αὐτȣ̃.
6:35 ϗ ἀγγέλȣς ἐξαϖέϛειλεν ἐν ϖαντὶ Μανασση ϗ ἐϐόησεν ϗ αὐτὸς ὀϖίσω αὐτȣ̃· ϗ ἐξαϖέϛειλεν ἀγγέλȣς ἐν Ασηϱ ϗ ἐν Ζαϐȣλων ϗ ἐν Νεφϑαλι, ϗ ἀνέϐησαν εἰς συνάντησιν αὐτȣ̃.
6:36 ϗ εἶϖεν Γεδεων ϖϱὸς τὸν ϑεόν Εἰ σῴζεις ἐν τῇ χειϱί μȣ τὸν Ισϱαηλ, ὃν τϱόϖον ἐλάλησας,
6:37 ἰδȣ̀ ἐγὼ ἀϖεϱείδομαι τὸν ϖόϰον τῶν ἐϱίων ἐν τῷ ἅλωνι, ϗ ἐὰν δϱόσος γένηται ἐϖὶ τὸν ϖόϰον μόνον ϗ ἐϖὶ ϖᾶσαν τὴν γῆν ξηϱασία, ϗ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειϱί μȣ τὸν Ισϱαηλ, ὃν τϱόϖον ἐλάλησας.
6:38 ϗ ἐγένετο ȣ̔́τως· ϗ ὤϱϑϱισεν Γεδεων τῇ ἐϖαύϱιον ϗ ἀϖεϖίασεν τὸν ϖόϰον, ϗ ἀϖεϱϱύη ἡ δϱόσος ἐϰ τȣ̃ ϖόϰȣ, ϖλήϱης λεϰάνη ὕδατος.
6:39 ϗ εἶϖεν Γεδεων ϖϱὸς τὸν ϑεόν Μὴ ὀϱγισϑήτω ὁ ϑυμός σȣ ἐν ἐμοί, ϗ λαλήσω ἔτι ἅϖαξ· ϗ ϖειϱάσω ἔτι ἅϖαξ ἐν τῷ ϖόϰῳ, ϗ γενηϑήτω ξηϱασία ἐϖὶ τὸν ϖόϰον μόνον, ἐϖὶ δὲ ϖᾶσαν τὴν γῆν γενηϑήτω δϱόσος.
6:40 ϗ ἐϖοίησεν ὁ ϑεὸς ȣ̔́τως ἐν τῇ νυϰτὶ ἐϰείνῃ, ϗ ἐγένετο ξηϱασία ἐϖὶ τὸν ϖόϰον μόνον, ἐϖὶ δὲ ϖᾶσαν τὴν γῆν ἐγένετο δϱόσος.
7:1 Ϗ ὤϱϑϱισεν Ιεϱοϐααλ [αὐτός ἐϛιν Γεδεων] ϗ ϖᾶς ὁ λαὸς ὁ μετ’ αὐτȣ̃ ϗ ϖαϱενέϐαλεν ἐϖὶ τὴν γῆν Αϱωεδ, ϗ ϖαϱεμϐολὴ Μαδιαμ ϗ Αμαληϰ ἦν αὐτῷ ἀϖὸ ϐοϱϱᾶ ἀϖὸ τȣ̃ ϐȣνȣ̃ τȣ̃ Αϐωϱ ἐν τῇ ϰοιλάδι.
7:2 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς Γεδεων Πολὺς ὁ λαὸς ὁ μετὰ σȣ̃ ὥϛε μὴ ϖαϱαδȣ̃ναί με τὴν Μαδιαμ ἐν χειϱὶ αὐτῶν, μήϖοτε ϰαυχήσηται Ισϱαηλ ἐϖ’ ἐμὲ λέγων Ἡ χείϱ μȣ ἔσωσέν με.
7:3 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς αὐτόν Λάλησον δὴ εἰς τὰ ὦτα τȣ̃ λαȣ̃ λέγων Τίς δειλὸς ϗ φοϐȣ́μενος; ἀϖοϛϱαφήτω. ϗ ἐξώϱμησαν ἀϖὸ τȣ̃ ὄϱȣς τȣ̃ Γαλααδ ϗ ἀϖεϛϱάφησαν ἀϖὸ τȣ̃ λαȣ̃ εἴϰοσι ϗ δύο χιλιάδες, ϗ δέϰα χιλιάδες ὑϖελείφϑησαν.
7:4 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς Γεδεων Ἔτι ὁ λαὸς ϖολύς· ϰατάγαγε αὐτȣ̀ς εἰς τὸ ὕδωϱ, ϗ δοϰιμῶ αὐτȣ́ς σοι ἐϰεῖ· ϗ ἔϛαι ὃν ἐὰν εἴϖω ϖϱὸς σέ Ȣ̔͂τος ϖοϱεύσεται μετὰ σȣ̃, αὐτὸς ϖοϱεύσεται μετὰ σȣ̃· ϗ ὃν ἐὰν εἴϖω σοι ὅτι ȣ̓ ϖοϱεύσεται μετὰ σȣ̃, αὐτὸς ȣ̓ ϖοϱεύσεται μετὰ σȣ̃.
7:5 ϗ ϰατεϐίϐασεν τὸν λαὸν εἰς τὸ ὕδωϱ· ϗ εἶϖεν ϰύϱιος ϖϱὸς Γεδεων Πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτȣ̃ ἐϰ τȣ̃ ὕδατος, ὡς ἐὰν λάψῃ ὁ ϰύων, ϛήσεις αὐτὸν ϰατὰ μόνας, ϗ ϖᾶς, ὃς ἂν ϰάμψῃ ἐϖὶ τὰ γόνατα αὐτȣ̃ τȣ̃ ϖιεῖν, μεταϛήσεις αὐτὸν ϰαϑ’ αὑτόν.
7:6 ϗ ἐγένετο ϖᾶς ὁ ἀϱιϑμὸς τῶν λαψάντων ἐν τῇ γλώσσῃ αὐτῶν τϱιαϰόσιοι ἄνδϱες, ϗ ϖᾶς ὁ ἐϖίλοιϖος τȣ̃ λαȣ̃ ἔϰαμψαν ἐϖὶ τὰ γόνατα αὐτῶν τȣ̃ ϖιεῖν ὕδωϱ.
7:7 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς Γεδεων Ἐν τοῖς τϱιαϰοσίοις ἀνδϱάσιν τοῖς λάψασιν σώσω ὑμᾶς ϗ ϖαϱαδώσω τὴν Μαδιαμ ἐν χειϱί σȣ, ϗ ϖᾶς ὁ λαὸς ἀϖοτϱεχέτω ἀνὴϱ εἰς τὸν τόϖον αὐτȣ̃.
7:8 ϗ ἔλαϐον τὸν ἐϖισιτισμὸν τȣ̃ λαȣ̃ ἐν τῇ χειϱὶ αὐτῶν ϗ τὰς ϰεϱατίνας αὐτῶν, ϗ ϖάντα ἄνδϱα Ισϱαηλ ἐξαϖέϛειλεν ἄνδϱα εἰς τὸ σϰήνωμα αὐτȣ̃, τῶν δὲ τϱιαϰοσίων ἀνδϱῶν ἐϰϱάτησεν. ἡ δὲ ϖαϱεμϐολὴ Μαδιαμ ἦν ὑϖοϰάτωϑεν αὐτȣ̃ ἐν τῇ ϰοιλάδι.
7:9 Ϗ ἐγενήϑη ἐν τῇ νυϰτὶ ἐϰείνῃ ϗ εἶϖεν ϖϱὸς αὐτὸν ϰύϱιος Ἀνάϛα ϰατάϐηϑι τὸ τάχος ἐντεῦϑεν εἰς τὴν ϖαϱεμϐολήν, ὅτι ϖαϱέδωϰα αὐτὴν ἐν τῇ χειϱί σȣ·
7:10 εἰ δὲ φοϐῇ σὺ ϰαταϐῆναι, ϰατάϐηϑι σὺ ϗ Φαϱα τὸ ϖαιδάϱιόν σȣ εἰς τὴν ϖαϱεμϐολὴν
7:11 ϗ ἀϰȣ́σῃ, τί λαλȣ̃σιν· ϗ μετὰ ταῦτα ἰσχύσȣσιν αἱ χεῖϱές σȣ, ϗ ϰαταϐήσῃ ἐν τῇ ϖαϱεμϐολῇ. ϗ ϰατέϐη αὐτὸς ϗ Φαϱα τὸ ϖαιδάϱιον αὐτȣ̃ εἰς μέϱος τῶν ϖεντήϰοντα τῶν ἐν τῇ ϖαϱεμϐολῇ.
7:12 ϗ Μαδιαμ ϗ Αμαληϰ ϗ ϖάντες οἱ υἱοὶ ἀνατολῶν ϖαϱεμϐεϐλήϰεισαν ἐν τῇ ϰοιλάδι ὡς ἀϰϱὶς εἰς ϖλῆϑος, ϗ ταῖς ϰαμήλοις αὐτῶν ȣ̓ϰ ἦν ἀϱιϑμός, ἀλλ’ ἦσαν ὥσϖεϱ ἡ ἄμμος ἡ ἐϖὶ τὸ χεῖλος τῆς ϑαλάσσης εἰς ϖλῆϑος.
7:13 ϗ εἰσῆλϑεν Γεδεων, ϗ ἰδȣ̀ ἀνὴϱ ἐξηγεῖτο τῷ ϖλησίον αὐτȣ̃ τὸ ἐνύϖνιον ϗ εἶϖεν Ἰδȣ̀ τὸ ἐνύϖνιον, ὃ ἠνυϖνιάσϑην, ϗ ἰδȣ̀ μαγὶς ἄϱτȣ ϰϱιϑίνȣ ϰυλιομένη ἐν τῇ ϖαϱεμϐολῇ Μαδιαμ ϗ ἦλϑεν ἕως τῆς σϰηνῆς Μαδιαμ ϗ ἐϖάταξεν αὐτὴν ϗ ϰατέϛϱεψεν αὐτήν, ϗ ἔϖεσεν ἡ σϰηνή.
7:14 ϗ ἀϖεϰϱίϑη ὁ ϖλησίον αὐτȣ̃ ϗ εἶϖεν Ȣ̓ϰ ἔϛιν αὕτη ἀλλ’ ἢ ῥομφαία Γεδεων υἱȣ̃ Ιωας ἀνδϱὸς Ισϱαηλ· ϖαϱέδωϰεν ϰύϱιος ἐν χειϱὶ αὐτȣ̃ τὴν Μαδιαμ ϗ ϖᾶσαν τὴν ϖαϱεμϐολήν.
7:15 ϗ ἐγένετο ὡς ἤϰȣσεν Γεδεων τὴν διήγησιν τȣ̃ ἐνυϖνίȣ ϗ τὴν σύγϰϱισιν αὐτȣ̃, ϗ ϖϱοσεϰύνησεν ϰύϱιον ϗ ἐϖέϛϱεψεν εἰς τὴν ϖαϱεμϐολὴν Ισϱαηλ ϗ εἶϖεν Ἀνάϛητε, ὅτι ϖαϱέδωϰεν ϰύϱιος ἐν χεϱσὶν ὑμῶν τὴν ϖαϱεμϐολὴν Μαδιαμ.
7:16 ϗ διεῖλεν τȣ̀ς τϱιαϰοσίȣς ἄνδϱας τϱεῖς ἀϱχὰς ϗ ἔδωϰεν ϰεϱατίνας ἐν χειϱὶ ϖάντων ϗ ὑδϱίας ϰενὰς ϗ λαμϖάδας ἐν μέσῳ τῶν ὑδϱιῶν
7:17 ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Ἀϖ ἐμȣ̃ ὄψεσϑε ϗ ȣ̔́τως ϖοιήσετε· ϗ ἰδȣ̀ ἐγὼ εἰσϖοϱεύομαι ἐν μέσῳ τῆς ϖαϱεμϐολῆς, ϗ ἔϛαι ὡς ἐὰν ϖοιήσω, ȣ̔́τως ϖοιήσετε·
7:18 ϗ σαλϖιῶ τῇ ϰεϱατίνῃ ἐγὼ ϗ ϖάντες οἱ μετ’ ἐμȣ̃, ϗ σαλϖιεῖτε ταῖς ϰεϱατίναις ϗ ὑμεῖς ϰύϰλῳ τῆς ϖαϱεμϐολῆς ϗ ἐϱεῖτε Τῷ ϰυϱίῳ ϗ τῷ Γεδεων.
7:19 ϗ εἰσῆλϑεν Γεδεων ϗ ἑϰατὸν ἄνδϱες μετ’ αὐτȣ̃ ἐν μέϱει τῆς ϖαϱεμϐολῆς ἀϱχομένης τῆς φυλαϰῆς τῆς μεσȣ́σης· ϖλὴν ἐγέϱσει ἤγειϱεν τȣ̀ς φυλάσσοντας, ϗ ἐσάλϖισαν ταῖς ϰεϱατίναις ϗ ἐξετίναξαν τὰς ὑδϱίας τὰς ἐν ταῖς χεϱσὶν αὐτῶν.
7:20 ϗ ἐσάλϖισαν αἱ τϱεῖς ἀϱχαὶ ἐν ταῖς ϰεϱατίναις ϗ συνέτϱιψαν τὰς ὑδϱίας ϗ ἐλάϐοντο ἐν τῇ χειϱὶ τῇ ἀϱιϛεϱᾷ αὐτῶν τῶν λαμϖάδων, ϗ ἐν τῇ χειϱὶ τῇ δεξιᾷ αὐτῶν αἱ ϰεϱατίναι τȣ̃ σαλϖίζειν, ϗ ἀνέϰϱαξαν Ῥομφαία τῷ ϰυϱίῳ ϗ τῷ Γεδεων.
7:21 ϗ ἔϛησαν ἕϰαϛος ϰαϑ’ ἑαυτὸν ϰύϰλῳ τῆς ϖαϱεμϐολῆς, ϗ ἔδϱαμον ϖᾶσα ἡ ϖαϱεμϐολὴ ϗ ἐσήμαναν ϗ ἔφυγον.
7:22 ϗ ἐσάλϖισαν αἱ τϱιαϰόσιαι ϰεϱατίναι, ϗ ἔϑετο ϰύϱιος μάχαιϱαν ἀνδϱὸς ἐν τῷ ϖλησίον αὐτȣ̃ ϗ ἐν ὅλῃ τῇ ϖαϱεμϐολῇ, ϗ ἔφυγεν ἡ ϖαϱεμϐολὴ ἕως τῆς Βαιϑασεττα ϗ συνηγμένη ἕως χείλȣς Αϐελμεȣλα ϗ ἐϖὶ Ταϐαϑ.
7:23 ϗ ἐϐόησεν ἀνὴϱ Ισϱαηλ ἐϰ Νεφϑαλιμ ϗ ἐξ Ασηϱ ϗ ἐϰ ϖαντὸς Μανασση ϗ ϰατεδίωξαν ὀϖίσω Μαδιαμ.
7:24 Ϗ ἀγγέλȣς ἐξαϖέϛειλεν Γεδεων ἐν ϖαντὶ ὁϱίῳ Εφϱαιμ λέγων Κατάϐητε εἰς συνάντησιν Μαδιαμ ϗ ϰαταλάϐετε ἑαυτοῖς τὸ ὕδωϱ ἕως Βαιϑϐηϱα ϗ τὸν Ιοϱδάνην· ϗ ἐϐόησεν ϖᾶς ἀνὴϱ Εφϱαιμ ϗ ϖϱοϰατελάϐοντο τὸ ὕδωϱ ἕως Βαιϑϐηϱα ϗ τὸν Ιοϱδάνην.
7:25 ϗ συνέλαϐον τȣ̀ς δύο ἄϱχοντας Μαδιαμ, τὸν Ωϱηϐ ϗ τὸν Ζηϐ, ϗ ἀϖέϰτειναν τὸν Ωϱηϐ ἐν Σȣϱιν ϗ τὸν Ζηϐ ἀϖέϰτειναν ἐν Ιαϰεφζηϐ ϗ ϰατεδίωξαν Μαδιαμ· ϗ τὴν ϰεφαλὴν Ωϱηϐ ϗ Ζηϐ ἤνεγϰαν ϖϱὸς Γεδεων ἐϰ τȣ̃ ϖέϱαν τȣ̃ Ιοϱδάνȣ.
8:1 ϗ εἶϖεν ϖϱὸς αὐτὸν ἀνὴϱ Εφϱαιμ Τί τὸ ῥῆμα τȣ̃το ἐϖοίησας ἡμῖν τȣ̃ μὴ ϰαλέσαι ἡμᾶς, ὅτε ἐξεϖοϱεύȣ ϖολεμῆσαι ἐν τῇ Μαδιαμ; ϗ ἐϰϱίνοντο μετ’ αὐτȣ̃ ϰϱαταιῶς.
8:2 ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Τί ἐϖοίησα νῦν ϰαϑὼς ὑμεῖς; ȣ̓χὶ ϰϱείττω ἐϖιφυλλίδες Εφϱαιμ ἢ τϱυγητὸς Αϐιεζεϱ;
8:3 ἐν χειϱὶ ὑμῶν ϖαϱέδωϰεν ϰύϱιος τȣ̀ς ἄϱχοντας Μαδιαμ, τὸν Ωϱηϐ ϗ τὸν Ζηϐ· ϗ τί ἠδυνάσϑην ϖοιῆσαι ϰαϑὼς ὑμεῖς; ϗ ϰατέϖαυσαν. τότε ἀνῆϰε τὸ ϖνεῦμα αὐτῶν ἀϖ’ αὐτȣ̃ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τȣ̃τον.
8:4 Ϗ ἦλϑεν Γεδεων ἐϖὶ τὸν Ιοϱδάνην, ϗ διέϐη αὐτὸς ϗ οἱ τϱιαϰόσιοι ἄνδϱες μετ’ αὐτȣ̃ ὀλιγοψυχȣ̃ντες ϗ ϖεινῶντες.
8:5 ϗ εἶϖεν τοῖς ἀνδϱάσιν Σοϰχωϑ Δότε δὴ ἄϱτȣς τῷ λαῷ τῷ μετ’ ἐμȣ̃, ὅτι ϖεινῶσιν, ἐγὼ δὲ διώϰω ὀϖίσω Ζεϐεε ϗ Σαλμανα ϐασιλέων Μαδιαμ.
8:6 ϗ εἶϖαν οἱ ἄϱχοντες Σοϰχωϑ Μὴ χεὶϱ Ζεϐεε ϗ Σαλμανα νῦν ἐν τῇ χειϱί σȣ, ὅτι δώσομεν τῇ ϛϱατιᾷ σȣ ἄϱτȣς;
8:7 ϗ εἶϖεν Γεδεων Ȣ̓χ ȣ̔́τως· ἐν τῷ δȣ̃ναι ϰύϱιον τὸν Ζεϐεε ϗ Σαλμανα ἐν τῇ χειϱί μȣ ϗ ϰαταξανῶ τὰς σάϱϰας ὑμῶν ἐν ταῖς ἀϰάνϑαις τῆς ἐϱήμȣ ϗ ἐν ταῖς ϐαϱϰοννιμ.
8:8 ϗ ἀνέϐη ἐϰεῖϑεν εἰς Φανȣηλ ϗ ἐλάλησεν ϖϱὸς αὐτȣ̀ς ϰατὰ ταῦτα, ϗ ἀϖεϰϱίϑησαν αὐτῷ οἱ ἄνδϱες Φανȣηλ ὃν τϱόϖον ἀϖεϰϱίϑησαν αὐτῷ οἱ ἄνδϱες Σοϰχωϑ.
8:9 ϗ εἶϖεν τοῖς ἀνδϱάσιν Φανȣηλ λέγων Ἐν τῷ ἐϖιϛϱέφειν με μετ’ εἰϱήνης ϰατασϰάψω τὸν ϖύϱγον τȣ̃τον. –
8:10 ϗ Ζεϐεε ϗ Σαλμανα ἐν Καϱϰαϱ, ϗ ἡ ϖαϱεμϐολὴ αὐτῶν μετ’ αὐτῶν ὡσεὶ ϖεντεϰαίδεϰα χιλιάδες, οἱ ϰαταλειφϑέντες ἐν ϖάσῃ ϖαϱεμϐολῇ υἱῶν ἀνατολῶν, ϗ οἱ ϖεϖτωϰότες ἦσαν ἑϰατὸν ϗ εἴϰοσι χιλιάδες ἀνδϱῶν ἐσϖασμένων ῥομφαίαν.
8:11 ϗ ἀνέϐη Γεδεων ὁδὸν ϰατοιϰȣ́ντων ἐν σϰηναῖς ἀνατολῶν τῆς Ναϐεϑ ἐξ ἐναντίας Ζεϐεε· ϗ ἐϖάταξεν τὴν ϖαϱεμϐολήν, ἡ δὲ ϖαϱεμϐολὴ ἦν ϖεϖοιϑυῖα.
8:12 ϗ ἔφυγεν Ζεϐεε ϗ Σαλμανα, ϗ ἐδίωξεν ὀϖίσω αὐτῶν ϗ ἐϰϱάτησεν τȣ̀ς δύο ϐασιλεῖς Μαδιαμ, τὸν Ζεϐεε ϗ τὸν Σαλμανα, ϗ ϖᾶσαν τὴν ϖαϱεμϐολὴν αὐτῶν ἐξέτϱιψεν. –
8:13 ϗ ἀνέϛϱεψεν Γεδεων υἱὸς Ιωας ἐϰ τȣ̃ ϖολέμȣ ἀϖὸ ἀναϐάσεως Αϱες.
8:14 ϗ συνέλαϐον ϖαιδάϱιον ἐϰ τῶν ἀνδϱῶν Σοϰχωϑ, ϗ ἐϖηϱώτησεν αὐτόν, ϗ ἀϖεγϱάψατο ϖϱὸς αὐτȣ̀ς τȣ̀ς ἄϱχοντας Σοϰχωϑ ϗ τȣ̀ς ϖϱεσϐυτέϱȣς αὐτῆς, ἑϐδομήϰοντα ἑϖτὰ ἄνδϱας.
8:15 ϗ ϖαϱεγένετο Γεδεων ϖϱὸς τȣ̀ς ἄϱχοντας Σοϰχωϑ ϗ εἶϖεν αὐτοῖς Ἰδȣ̀ Ζεϐεε ϗ Σαλμανα, δι’ ȣ̔̀ς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶϱ Ζεϐεε ϗ Σαλμανα νῦν ἐν τῇ χειϱί σȣ, ὅτι δώσομεν τοῖς ἀνδϱάσιν σȣ τοῖς ἐϰλελυμένοις ἄϱτȣς;
8:16 ϗ ἔλαϐεν τȣ̀ς ἄϱχοντας ϗ τȣ̀ς ϖϱεσϐυτέϱȣς τῆς ϖόλεως ϗ ϰατέξανεν αὐτȣ̀ς ἐν ταῖς ἀϰάνϑαις τῆς ἐϱήμȣ ϗ ταῖς ϐαϱαϰηνιμ ϗ ϰατέξανεν ἐν αὐτοῖς ἄνδϱας Σοϰχωϑ.
8:17 ϗ τὸν ϖύϱγον Φανȣηλ ϰατέσϰαψεν ϗ ἀϖέϰτεινεν τȣ̀ς ἄνδϱας τῆς ϖόλεως. –
8:18 ϗ εἶϖεν ϖϱὸς Ζεϐεε ϗ Σαλμανα Πȣ̃ οἱ ἄνδϱες, ȣ̔̀ς ἀϖεϰτείνατε ἐν Θαϐωϱ; ϗ εἶϖαν Ὡσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μοϱφὴ υἱῶν ϐασιλέων.
8:19 ϗ εἶϖεν Γεδεων Ἀδελφοί μȣ ϗ υἱοὶ τῆς μητϱός μȣ́ εἰσιν. ϗ ὤμοσεν αὐτοῖς Ζῇ ϰύϱιος, εἰ ἐζωογονήσατε αὐτȣ́ς, ȣ̓ϰ ἂν ἀϖέϰτεινα ὑμᾶς.
8:20 ϗ εἶϖεν τῷ Ιεϑεϱ τῷ ϖϱωτοτόϰῳ αὐτȣ̃ Ἀναϛὰς ἀϖόϰτεινον αὐτȣ́ς· ϗ ȣ̓ϰ ἔσϖασεν τὸ ϖαιδάϱιον αὐτȣ̃ τὴν μάχαιϱαν αὐτȣ̃, ὅτι ἐφοϐήϑη, ὅτι ἦν νεώτεϱος.
8:21 ϗ εἶϖεν Ζεϐεε ϗ Σαλμανα Ἀνάϛα δὴ σὺ ϗ ἀϖάντησον ἡμῖν, ὅτι ὡς ἀνὴϱ ἡ δύναμις αὐτȣ̃. ϗ ἀνέϛη Γεδεων ϗ ἀνεῖλεν τὸν Ζεϐεε ϗ τὸν Σαλμανα ϗ ἔλαϐεν τȣ̀ς μηνίσϰȣς τȣ̀ς ἐν τοῖς τϱαχήλοις τῶν ϰαμήλων αὐτῶν.
8:22 Ϗ εἶϖεν ἀνὴϱ Ισϱαηλ ϖϱὸς Γεδεων Ἄϱχε ἐν ἡμῖν σὺ ϗ οἱ υἱοί σȣ, ὅτι σέσωϰας ἡμᾶς ἐϰ χειϱὸς Μαδιαμ.
8:23 ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς Γεδεων Ȣ̓ϰ ἄϱξω ἐγὼ ὑμῶν, ϗ ȣ̓ϰ ἄϱξει ὁ υἱός μȣ ὑμῶν· ϰύϱιος ἄϱξει ὑμῶν.
8:24 ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς Γεδεων Αἰτήσομαι ϖαϱ’ ὑμῶν αἴτησιν ϗ δότε μοι ἀνὴϱ ἐνώτιον τῶν σϰύλων αὐτȣ̃· ὅτι ἐνώτια χϱυσᾶ ϖολλὰ ἦν αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν.
8:25 ϗ εἶϖαν Διδόντες δώσομεν· ϗ ἀνέϖτυξεν τὸ ἱμάτιον αὐτȣ̃, ϗ ἔϱϱιψεν ἐϰεῖ ἀνὴϱ ἐνώτιον χϱυσȣ̃ν τῶν σϰύλων αὐτȣ̃.
8:26 ϗ ἐγενήϑη ὁ ϛαϑμὸς τῶν ἐνωτίων τῶν χϱυσῶν, ὧν ᾐτήσατο, σίϰλοι χίλιοι ϗ ἑϖταϰόσιοι χϱυσȣ̃ ϖλὴν τῶν σιϱώνων ϗ τῶν ὁϱμίσϰων ενφωϑ ϗ τῶν ϖεϱιϐολαίων τῶν ϖοϱφυϱῶν τῶν ἐϖὶ τοῖς ϐασιλεῦσιν Μαδιαμ ϗ ϖλὴν τῶν ϰλοιῶν τῶν χϱυσῶν τῶν ἐν τοῖς τϱαχήλοις τῶν ϰαμήλων αὐτῶν.
8:27 ϗ ἐϖοίησεν αὐτὸ Γεδεων εἰς εφȣδ ϗ ἔϛησεν αὐτὸ ἐν ϖόλει αὐτȣ̃ ἐν Εφϱαϑα· ϗ ἐξεϖόϱνευσεν ϖᾶς Ισϱαηλ ὀϖίσω αὐτȣ̃ ἐϰεῖ, ϗ ἐγένετο τῷ Γεδεων ϗ τῷ οἴϰῳ αὐτȣ̃ εἰς σϰάνδαλον.
8:28 ϗ ἐνετϱάϖη Μαδιαμ ἐνώϖιον υἱῶν Ισϱαηλ ϗ ȣ̓ ϖϱοσέϑεντο ἆϱαι ϰεφαλὴν αὐτῶν. ϗ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαϱάϰοντα ἐν ἡμέϱαις Γεδεων. –
8:29 ϗ ἐϖοϱεύϑη Ιεϱοϐααλ υἱὸς Ιωας ϗ ϰατῴϰησεν ἐν τῷ οἴϰῳ αὐτȣ̃.
8:30 ϗ τῷ Γεδεων ἦσαν ἑϐδομήϰοντα υἱοὶ ἐϰϖοϱευόμενοι ἐϰ μηϱῶν αὐτȣ̃, ὅτι γυναῖϰες ϖολλαὶ ἦσαν αὐτῷ.
8:31 ϗ ἡ ϖαλλαϰὴ αὐτȣ̃ ἡ ἐν Σιϰιμοις ἔτεϰεν αὐτῷ ϰαί γε αὐτὴ υἱόν, ϗ ἐϖέϑηϰεν τὸ ὄνομα αὐτȣ̃ Αϐιμελεχ.
8:32 ϗ ἀϖέϑανεν Γεδεων υἱὸς Ιωας ἐν ϖολιᾷ ἀγαϑῇ ϗ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τȣ̃ ϖατϱὸς αὐτȣ̃ ἐν Εφϱαϑα τατϱὸς Αϐιεζϱι.
8:33 Ϗ ἐγενήϑη ὡς ἀϖέϑανεν Γεδεων, ϗ ἀϖεϛϱάφησαν οἱ υἱοὶ Ισϱαηλ ϗ ἐξεϖόϱνευσαν ὀϖίσω τῶν Βααλιμ ϗ ἔϑεντο αὑτοῖς τὸν Βααλϐεϱιϑ εἰς διαϑήϰην τȣ̃ εἶναι αὐτοῖς αὐτὸν εἰς ϑεόν.
8:34 ϗ ȣ̓ϰ ἐμνήσϑησαν οἱ υἱοὶ Ισϱαηλ ϰυϱίȣ τȣ̃ ϑεȣ̃ αὐτῶν τȣ̃ ῥυσαμένȣ αὐτȣ̀ς ἐϰ χειϱὸς ϖάντων τῶν ἐχϑϱῶν αὐτῶν ϰυϰλόϑεν.
8:35 ϗ ȣ̓ϰ ἐϖοίησαν ἔλεος μετὰ τȣ̃ οἴϰȣ Ιεϱοϐααλ Γεδεων ϰατὰ ϖᾶσαν τὴν ἀγαϑωσύνην, ἣν ἐϖοίησεν μετὰ Ισϱαηλ.
9:1 Ϗ ἐϖοϱεύϑη Αϐιμελεχ υἱὸς Ιεϱοϐααλ εἰς Σιϰιμα ϖϱὸς τȣ̀ς ἀδελφȣ̀ς τῆς μητϱὸς αὐτȣ̃ ϗ ἐλάλησεν ϖϱὸς αὐτȣ̀ς ϗ ϖϱὸς ϖᾶσαν τὴν συγγένειαν τȣ̃ οἴϰȣ τῆς μητϱὸς αὐτȣ̃ λέγων
9:2 Λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδϱῶν Σιϰιμων Ποῖον ϐέλτιόν ἐϛιν, τὸ ἄϱχειν ὑμῶν ἑϐδομήϰοντα ἄνδϱας, ϖάντας υἱȣ̀ς Ιεϱοϐααλ, ἢ ϰυϱιεύειν ὑμῶν ἄνδϱα ἕνα; ϗ μνήσϑητε ὅτι σὰϱξ ὑμῶν ϗ ὀϛȣ̃ν ὑμῶν ἐγώ εἰμι.
9:3 ϗ ἐλάλησαν ϖεϱὶ αὐτȣ̃ οἱ ἀδελφοὶ τῆς μητϱὸς αὐτȣ̃ ἐν τοῖς ὠσὶν ϖάντων τῶν ἀνδϱῶν Σιϰιμων ϖάντας τȣ̀ς λόγȣς τȣ́τȣς, ϗ ἔϰλινεν ϰαϱδία αὐτῶν ὀϖίσω Αϐιμελεχ, ὅτι εἶϖαν Ἀδελφὸς ἡμῶν ἐϛιν.
9:4 ϗ ἔδωϰαν αὐτῷ ἑϐδομήϰοντα ἀϱγυϱίȣ ἐϰ τȣ̃ οἴϰȣ Βααλ διαϑήϰης, ϗ ἐμισϑώσατο ἐν αὐτοῖς Αϐιμελεχ ἄνδϱας ϰενȣ̀ς ϗ ϑαμϐȣμένȣς, ϗ ἐϖοϱεύϑησαν ὀϖίσω αὐτȣ̃.
9:5 ϗ εἰσῆλϑεν εἰς τὸν οἶϰον τȣ̃ ϖατϱὸς αὐτȣ̃ εἰς Εφϱαϑα ϗ ἀϖέϰτεινεν τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ υἱȣ̀ς Ιεϱοϐααλ ἑϐδομήϰοντα ἄνδϱας ἐϖὶ λίϑον ἕνα· ϗ ἀϖελείφϑη Ιωαϑαμ υἱὸς Ιεϱοϐααλ ὁ νεώτεϱος, ὅτι ἐϰϱύϐη.
9:6 Ϗ συνήχϑησαν ϖάντες οἱ ἄνδϱες Σιϰιμων ϗ ϖᾶς ὁ οἶϰος Μααλλων ϗ ἐϖοϱεύϑησαν ϗ ἐϐασίλευσαν τὸν Αϐιμελεχ εἰς ϐασιλέα ϖϱὸς τῇ ϐαλάνῳ τῆς ϛάσεως ἐν Σιϰιμοις.
9:7 ϗ ἀνήγγειλαν τῷ Ιωαϑαμ, ϗ ἐϖοϱεύϑη ϗ ἔϛη ἐϖὶ τῆς ϰοϱυφῆς τȣ̃ ὄϱȣς Γαϱιζιν ϗ ἐϖῆϱεν τὴν φωνὴν αὐτȣ̃ ϗ ἐϰάλεσεν ϗ εἶϖεν αὐτοῖς Ἀϰȣ́σατέ μȣ, ἄνδϱες Σιϰιμων, ϗ ἀϰȣ́σαι ὑμῶν ὁ ϑεός.
9:8 ϖοϱευόμενα ἐϖοϱεύϑησαν τὰ ξύλα τȣ̃ χϱῖσαι ἑαυτοῖς ϐασιλέα ϗ εἶϖον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ’ ἡμῶν.
9:9 ϗ εἶϖεν αὐτοῖς ἡ ἐλαία Ἀφεῖσα τὴν ϖιότητά μȣ, ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ ϑεὸς ϗ ἄνϑϱωϖοι, ϖοϱευϑῶ ἄϱχειν τῶν ξύλων;
9:10 ϗ εἶϖαν τὰ ξύλα τῇ συϰῇ Δεῦϱο ϐασίλευσον ἐφ’ ἡμῶν.
9:11 ϗ εἶϖεν αὐτοῖς ἡ συϰῆ Ἀφεῖσα τὴν γλυϰύτητά μȣ ϗ τὸ γένημά μȣ τὸ ἀγαϑὸν ϖοϱευϑῶ ἄϱχειν ἐϖὶ ξύλων;
9:12 ϗ εἶϖαν τὰ ξύλα τῇ ἀμϖέλῳ Δεῦϱο ϐασίλευσον ἐφ’ ἡμῶν.
9:13 ϗ εἶϖεν αὐτοῖς ἡ ἄμϖελος Ἀφεῖσα τὸν οἶνόν μȣ, τὴν εὐφϱοσύνην τὴν ϖαϱὰ τȣ̃ ϑεȣ̃ τῶν ἀνϑϱώϖων, ϖοϱευϑῶ ἄϱχειν ξύλων;
9:14 ϗ εἶϖαν τὰ ξύλα ϖϱὸς τὴν ῥάμνον Δεῦϱο σὺ ϐασίλευσον ἐφ’ ἡμῶν.
9:15 ϗ εἶϖεν ἡ ῥάμνος ϖϱὸς τὰ ξύλα Εἰ ἐν ἀληϑείᾳ ὑμεῖς χϱίετέ με εἰς ϐασιλέα ἐφ’ ὑμῶν, δεῦτε ϖεϖοίϑατε ἐν τῇ σϰέϖῃ μȣ· ϗ εἰ μή, ἐξέλϑοι ϖῦϱ ἐϰ τῆς ῥάμνȣ ϗ ϰαταφάγοι τὰς ϰέδϱȣς τȣ̃ Λιϐάνȣ. –
9:16 ϗ νῦν εἰ ἐν ἀληϑείᾳ ϗ ἐν τελειότητι ἐϖοιήσατε ϗ ἐϐασιλεύσατε τὸν Αϐιμελεχ, ϗ εἰ ϰαλῶς ἐϖοιήσατε μετὰ Ιεϱοϐααλ ϗ μετὰ τȣ̃ οἴϰȣ αὐτȣ̃, ϗ εἰ ϰατὰ τὸ ἀνταϖόδομα τῆς χειϱὸς αὐτȣ̃ ἐϖοιήσατε αὐτῷ,
9:17 – ὡς ἐϖολέμησεν ὁ ϖατήϱ μȣ ὑϖὲϱ ὑμῶν ϗ ἔϱϱιψεν τὴν ψυχὴν αὐτȣ̃ ἐξ ἐναντίας ϗ ἐξείλατο ὑμᾶς ἐϰ χειϱὸς Μαδιαμ,
9:18 ϗ ὑμεῖς ἐϖανέϛητε ἐϖὶ τὸν οἶϰον τȣ̃ ϖατϱός μȣ σήμεϱον ϗ ἀϖεϰτείνατε τȣ̀ς υἱȣ̀ς αὐτȣ̃ ἑϐδομήϰοντα ἄνδϱας ἐϖὶ λίϑον ἕνα ϗ ἐϐασιλεύσατε τὸν Αϐιμελεχ υἱὸν τῆς ϖαιδίσϰης αὐτȣ̃ ἐϖὶ τȣ̀ς ἄνδϱας Σιϰιμων, ὅτι ἀδελφὸς ὑμῶν ἐϛιν, –
9:19 ϗ εἰ ἐν ἀληϑείᾳ ϗ τελειότητι ἐϖοιήσατε μετὰ Ιεϱοϐααλ ϗ τȣ̃ οἴϰȣ αὐτȣ̃ τῇ ἡμέϱᾳ ταύτῃ, εὐλογηϑείητε ὑμεῖς ϗ εὐφϱανϑείητε ἐν Αϐιμελεχ, ϗ εὐφϱανϑείη ϗ αὐτὸς ἐν ὑμῖν.
9:20 ϗ εἰ μή, ἐξέλϑοι ϖῦϱ ἐξ Αϐιμελεχ ϗ ϰαταφάγοι τȣ̀ς ἄνδϱας Σιϰιμων ϗ τὸν οἶϰον Μααλλων, ϗ εἰ μή, ἐξέλϑοι ϖῦϱ ἀϖὸ ἀνδϱῶν Σιϰιμων ϗ ἐϰ τȣ̃ οἴϰȣ Μααλλων ϗ ϰαταφάγοι τὸν Αϐιμελεχ. –
9:21 ϗ ἀϖέδϱα Ιωαϑαμ ϗ ἐϖοϱεύϑη ἐν ὁδῷ ϗ ἔφυγεν εἰς Ραϱα ϗ ϰατῴϰησεν ἐϰεῖ ἀϖὸ ϖϱοσώϖȣ Αϐιμελεχ τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃.
9:22 Ϗ ἦϱξεν Αϐιμελεχ ἐϖὶ Ισϱαηλ τϱία ἔτη.
9:23 ϗ ἐξαϖέϛειλεν ὁ ϑεὸς ϖνεῦμα ϖονηϱὸν ἀνὰ μέσον Αϐιμελεχ ϗ ἀνὰ μέσον τῶν ἀνδϱῶν Σιϰιμων, ϗ ἠϑέτησαν οἱ ἄνδϱες Σιϰιμων ἐν τῷ οἴϰῳ Αϐιμελεχ,
9:24 τȣ̃ ἐϖαγαγεῖν τὴν ἀδιϰίαν τῶν ἑϐδομήϰοντα υἱῶν Ιεϱοϐααλ ϗ τὸ αἷμα αὐτῶν ἐϖιϑεῖναι ἐϖὶ Αϐιμελεχ τὸν ἀδελφὸν αὐτῶν τὸν ἀϖοϰτείναντα αὐτȣ̀ς ϗ ἐϖὶ τȣ̀ς ἄνδϱας Σιϰιμων τȣ̀ς ϰατισχύσαντας τὰς χεῖϱας αὐτȣ̃ ὥϛε ἀϖοϰτεῖναι τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃.
9:25 ϗ ἔϑεντο αὐτῷ οἱ ἄνδϱες Σιϰιμων ἔνεδϱα ἐϖὶ τὰς ϰεφαλὰς τῶν ὀϱέων ϗ ἀνήϱϖαζον ϖάντας τȣ̀ς διαϖοϱευομένȣς ἐϖ’ αὐτȣ̀ς ἐν τῇ ὁδῷ· ϗ ἀϖηγγέλη τῷ Αϐιμελεχ.
9:26 ϗ ἦλϑεν Γααλ υἱὸς Αϐεδ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ εἰς Σιϰιμα, ϗ ἐϖεϖοίϑησαν ἐν αὐτῷ οἱ ἄνδϱες Σιϰιμων.
9:27 ϗ ἦλϑον εἰς ἀγϱὸν ϗ ἐτϱύγησαν τȣ̀ς ἀμϖελῶνας αὐτῶν ϗ ϰατεϖάτȣν ϗ ἐϖοίησαν χοϱȣ̀ς ϗ εἰσῆλϑον εἰς οἶϰον ϑεȣ̃ αὐτῶν ϗ ἔφαγον ϗ ἔϖιον ϗ ϰατηϱῶντο τὸν Αϐιμελεχ.
9:28 ϗ εἶϖεν Γααλ υἱὸς Αϐεδ Τί ἐϛιν Αϐιμελεχ, ϗ τίς ἐϛιν ὁ υἱὸς Συχεμ, ὅτι δȣλεύσομεν αὐτῷ; ȣ̓χ ȣ̔͂τος υἱὸς Ιεϱοϐααλ, ϗ Ζεϐȣλ ἐϖίσϰοϖος αὐτȣ̃ δȣ̃λος αὐτȣ̃ σὺν τοῖς ἀνδϱάσιν Εμμωϱ ϖατϱὸς Συχεμ; ϗ τί ὅτι δȣλεύσομεν αὐτῷ ἡμεῖς;
9:29 ϗ τίς δῴη τὸν λαὸν τȣ̃τον ἐν χειϱί μȣ; ϗ μεταϛήσω τὸν Αϐιμελεχ ϗ ἐϱῶ τῷ Αϐιμελεχ Πλήϑυνον τὴν δύναμίν σȣ ϗ ἔξελϑε.
9:30 ϗ ἤϰȣσεν Ζεϐȣλ ὁ ἄϱχων τῆς ϖόλεως τȣ̀ς λόγȣς Γααλ υἱȣ̃ Αϐεδ ϗ ἐϑυμώϑη ὀϱγῇ.
9:31 ϗ ἀϖέϛειλεν ἀγγέλȣς ϖϱὸς Αϐιμελεχ μετὰ δώϱων λέγων Ἰδȣ̀ Γααλ υἱὸς Αϐεδ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ϖαϱαγεγόνασιν εἰς Σιϰιμα, ϗ οἵδε ϖολιοϱϰȣ̃σιν τὴν ϖόλιν ἐϖὶ σέ·
9:32 ϗ νῦν ἀνάϛηϑι νυϰτὸς σὺ ϗ ὁ λαὸς ὁ μετὰ σȣ̃ ϗ ἐνέδϱευσον ἐν τῷ ἀγϱῷ,
9:33 ϗ ἔϛαι τὸ ϖϱωῒ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ϗ ὀϱϑϱίσεις ϗ ἐϰτενεῖς ἐϖὶ τὴν ϖόλιν, ϗ ἰδȣ̀ αὐτὸς ϗ ὁ λαὸς ὁ μετ’ αὐτȣ̃ ἐϰϖοϱεύονται ϖϱὸς σέ, ϗ ϖοιήσεις αὐτῷ ϰαϑάϖεϱ ἐὰν εὕϱῃ ἡ χείϱ σȣ.
9:34 ϗ ἀνέϛη Αϐιμελεχ ϗ ϖᾶς ὁ λαὸς ὁ μετ’ αὐτȣ̃ νυϰτὸς ϗ ἐνήδϱευσαν ἐϖὶ Σιϰιμα τέσσαϱας ἀϱχάς.
9:35 ϗ ἐγένετο ϖϱωῒ ϗ ἐξῆλϑεν Γααλ υἱὸς Αϐεδ ϗ ἔϛη ϖϱὸς τῇ ϑύϱᾳ τῆς ϖύλης τῆς ϖόλεως, ϗ ἀνέϛη Αϐιμελεχ ϗ ὁ λαὸς ὁ μετ’ αὐτȣ̃ ἐϰ τῶν ἐνέδϱων.
9:36 ϗ εἶδεν Γααλ υἱὸς Αϐεδ τὸν λαὸν ϗ εἶϖεν ϖϱὸς Ζεϐȣλ Ἰδȣ̀ λαὸς ϰαταϐαίνων ἀϖὸ τῶν ϰοϱυφῶν τῶν ὀϱέων. ϗ εἶϖεν ϖϱὸς αὐτὸν Ζεϐȣλ Τὴν σϰιὰν τῶν ὀϱέων σὺ ὁϱᾷς ὡς ἄνδϱας.
9:37 ϗ ϖϱοσέϑετο ἔτι Γααλ τȣ̃ λαλῆσαι ϗ εἶϖεν Ἰδȣ̀ λαὸς ϰαταϐαίνων ϰατὰ ϑάλασσαν ἀϖὸ τȣ̃ ἐχόμενα τȣ̃ ὀμφαλȣ̃ τῆς γῆς, ϗ ἀϱχὴ μία ϖαϱαγίνεται ἀϖὸ ὁδȣ̃ δϱυὸς ἀϖοϐλεϖόντων.
9:38 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Ζεϐȣλ Πȣ̃ ἐϛιν νῦν τὸ ϛόμα σȣ τὸ λέγον Τίς ἐϛιν Αϐιμελεχ, ὅτι δȣλεύσομεν αὐτῷ; ȣ̓ϰ ἰδȣ̀ ȣ̔͂τός ἐϛιν ὁ λαός, ὃν ἐξȣδένωσας; ἔξελϑε νῦν ϗ ϖολέμει ϖϱὸς αὐτόν.
9:39 ϗ ἐξῆλϑεν Γααλ ἀϖὸ ϖϱοσώϖȣ τῶν ἀνδϱῶν Σιϰιμων ϗ ἐϖολέμησεν ἐν Αϐιμελεχ.
9:40 ϗ ϰατεδίωξεν αὐτὸν Αϐιμελεχ, ϗ ἔφυγεν ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃· ϗ ἔϖεσον τϱαυματίαι ϖολλοὶ ἕως ϑυϱῶν τῆς ϖόλεως.
9:41 ϗ ἐϰάϑισεν Αϐιμελεχ ἐν Αϱιμα· ϗ ἐξέϐαλεν Ζεϐȣλ τὸν Γααλ ϗ τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ τȣ̃ μὴ οἰϰεῖν ἐν Σιϰιμοις.
9:42 ϗ ἐγενήϑη τῇ ἐϖαύϱιον ϗ ἐξῆλϑεν ὁ λαὸς εἰς τὸ ϖεδίον, ϗ ἀϖηγγέλη τῷ Αϐιμελεχ.
9:43 ϗ ϖαϱέλαϐεν τὸν λαὸν ϗ διεῖλεν αὐτὸν τϱεῖς ἀϱχὰς ϗ ἐνήδϱευσεν ἐν αὐτῷ· ϗ εἶδεν ϗ ἰδȣ̀ λαὸς ἐξῆλϑεν ἐϰ τῆς ϖόλεως, ϗ ἐϖανέϛη αὐτοῖς ϗ ἐϖάταξεν αὐτȣ́ς.
9:44 ϗ Αϐιμελεχ ϗ αἱ ἀϱχαὶ αἱ μετ’ αὐτȣ̃ ἐξετάϑησαν ϗ ἔϛησαν ϖαϱὰ τὴν ϖύλην τῆς ϖόλεως, ϗ αἱ δύο ἀϱχαὶ ἐξεχύϑησαν ἐϖὶ ϖάντας τȣ̀ς ἐν τῷ ἀγϱῷ, ϗ ἐϖάταξεν αὐτȣ́ς.
9:45 ϗ Αϐιμελεχ ἐϖολέμει ἐν τῇ ϖόλει ὅλην τὴν ἡμέϱαν ἐϰείνην, ϗ ϰατελάϐοντο τὴν ϖόλιν, ϗ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀνεῖλεν ϗ τὴν ϖόλιν ϰαϑεῖλεν ϗ ἔσϖειϱεν αὐτὴν ἅλας.
9:46 ϗ ἤϰȣσαν ϖάντες οἱ ἄνδϱες ϖύϱγȣ Σιϰιμων ϗ εἰσῆλϑον εἰς τὸ ὀχύϱωμα οἴϰȣ τȣ̃ Βααλ διαϑήϰης.
9:47 ϗ ἀϖηγγέλη τῷ Αϐιμελεχ ὅτι συνήχϑησαν ϖάντες οἱ ἄνδϱες τȣ̃ ϖύϱγȣ Σιϰιμων.
9:48 ϗ ἀνέϐη Αϐιμελεχ εἰς ὄϱος Σελμων, αὐτὸς ϗ ϖᾶς ὁ λαὸς ὁ μετ’ αὐτȣ̃, ϗ ἔλαϐεν Αϐιμελεχ ἀξίνην ἐν τῇ χειϱὶ αὐτȣ̃ ϗ ἔϰοψεν φοϱτίον ξύλων ϗ ἔλαϐεν αὐτὸ ϗ ἐϖέϑηϰεν ἐϖὶ τȣ̀ς ὤμȣς αὐτȣ̃ ϗ εἶϖεν ϖϱὸς τὸν λαὸν τὸν μετ’ αὐτȣ̃ Τί εἴδετέ με ϖοιȣ̃ντα, ταχέως ϖοιήσατε ὡς ϗ ἐγώ.
9:49 ϗ ἔϰοψαν ϗ αὐτοὶ ἕϰαϛος φοϱτίον ϗ ἦϱαν ϗ ἐϖοϱεύϑησαν ὀϖίσω Αϐιμελεχ ϗ ἐϖέϑηϰαν ἐϖὶ τὸ ὀχύϱωμα ϗ ἐνέϖϱησαν ἐϖ’ αὐτȣ̀ς τὸ ὀχύϱωμα ἐν ϖυϱί, ϗ ἀϖέϑανον ϖάντες οἱ ἄνδϱες ϖύϱγȣ Σιϰιμων ὡσεὶ χίλιοι ἄνδϱες ϗ γυναῖϰες.
9:50 Ϗ ἐϖοϱεύϑη Αϐιμελεχ εἰς Θεϐες ϗ ϖεϱιεϰάϑισεν ἐϖ’ αὐτὴν ϗ ϖϱοϰατελάϐετο αὐτήν.
9:51 ϗ ϖύϱγος ἦν ὀχυϱὸς ἐν μέσῳ τῆς ϖόλεως, ϗ ἔφυγον ἐϰεῖ ϖάντες οἱ ἄνδϱες ϗ αἱ γυναῖϰες ϗ ϖάντες οἱ ἡγȣ́μενοι τῆς ϖόλεως ϗ ἀϖέϰλεισαν ἐφ’ ἑαυτȣ̀ς ϗ ἀνέϐησαν ἐϖὶ τὸ δῶμα τȣ̃ ϖύϱγȣ.
9:52 ϗ ἦλϑεν Αϐιμελεχ ἕως τȣ̃ ϖύϱγȣ, ϗ ἐξεϖολέμησαν αὐτόν· ϗ ἤγγισεν Αϐιμελεχ ἕως τῆς ϑύϱας τȣ̃ ϖύϱγȣ ἐμϖϱῆσαι αὐτὸν ἐν ϖυϱί.
9:53 ϗ ἔϱϱιψεν γυνὴ μία ϰλάσμα μύλȣ ἐϖὶ τὴν ϰεφαλὴν Αϐιμελεχ ϗ συνέϑλασεν τὸ ϰϱανίον αὐτȣ̃.
9:54 ϗ ἐϐόησεν τὸ τάχος ϖϱὸς τὸ ϖαιδάϱιον τὸν αἴϱοντα τὰ σϰεύη αὐτȣ̃ ϗ εἶϖεν αὐτῷ Σϖάσαι τὴν μάχαιϱάν σȣ ϗ ϑανάτωσόν με, μήϖοτε εἴϖωσιν Γυνὴ ἀϖέϰτεινεν αὐτόν. ϗ ἐξεϰέντησεν αὐτὸν τὸ ϖαιδάϱιον αὐτȣ̃, ϗ ἀϖέϑανεν Αϐιμελεχ.
9:55 ϗ εἶδεν ἀνὴϱ Ισϱαηλ ὅτι ἀϖέϑανεν Αϐιμελεχ, ϗ ἀϖῆλϑον ἀνὴϱ εἰς τὸν τόϖον αὐτȣ̃.
9:56 ϗ ἀϖέϛϱεψεν ὁ ϑεὸς τὴν ϰαϰίαν Αϐιμελεχ, ἣν ἐϖοίησεν τῷ ϖατϱὶ αὐτȣ̃ ἀϖοϰτεῖναι τȣ̀ς ἑϐδομήϰοντα ἀδελφȣ̀ς αὐτȣ̃.
9:57 ϗ ϖᾶσαν ϰαϰίαν ἀνδϱῶν Σιϰιμων ἐϖέϛϱεψεν ὁ ϑεὸς εἰς τὴν ϰεφαλὴν αὐτῶν, ϗ ἐϖῆλϑεν ἐϖ’ αὐτȣ̀ς ἡ ϰατάϱα Ιωαϑαμ τȣ̃ υἱȣ̃ Ιεϱοϐααλ.
10:1 Ϗ ἀνέϛη μετὰ Αϐιμελεχ τȣ̃ σῶσαι τὸν Ισϱαηλ Θωλα υἱὸς Φȣα υἱὸς ϖατϱαδέλφȣ αὐτȣ̃ ἀνὴϱ Ισσαχαϱ, ϗ αὐτὸς ϰατῴϰει ἐν Σαμαϱείᾳ ἐν ὄϱει Εφϱαιμ.
10:2 ϗ ἔϰϱινεν τὸν Ισϱαηλ εἴϰοσι ϗ τϱία ἔτη ϗ ἀϖέϑανεν ϗ ἐτάφη ἐν Σαμαϱείᾳ.
10:3 Ϗ ἀνέϛη μετ’ αὐτὸν Ιαιϱ ὁ Γαλααδίτης ϗ ἔϰϱινεν τὸν Ισϱαηλ εἴϰοσι ϗ δύο ἔτη.
10:4 ϗ ἐγένοντο αὐτῷ τϱιάϰοντα ϗ δύο υἱοὶ ἐϖιϐεϐηϰότες ἐϖὶ τϱιάϰοντα ϗ δύο ϖώλȣς· ϗ τϱιάϰοντα ϗ δύο ϖόλεις αὐτοῖς, ϗ ἐϰάλεσεν αὐτὰς Ἐϖαύλεις Ιαιϱ ἕως τῆς ἡμέϱας ταύτης, αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ.
10:5 ϗ ἀϖέϑανεν Ιαιϱ ϗ ἐτάφη ἐν Ραμμω.
10:6 Ϗ ϖϱοσέϑεντο οἱ υἱοὶ Ισϱαηλ ϖοιῆσαι τὸ ϖονηϱὸν ἔναντι ϰυϱίȣ ϗ ἐλάτϱευσαν ταῖς Βααλιμ ϗ ταῖς Αϛαϱωϑ ϗ τοῖς ϑεοῖς Σιδῶνος ϗ τοῖς ϑεοῖς Μωαϐ ϗ τοῖς ϑεοῖς υἱῶν Αμμων ϗ τοῖς ϑεοῖς τῶν ἀλλοφύλων ϗ ἐγϰατέλιϖον τὸν ϰύϱιον ϗ ȣ̓ϰ ἐδȣ́λευσαν αὐτῷ.
10:7 ϗ ἐϑυμώϑη ὀϱγῇ ϰύϱιος ἐν τῷ Ισϱαηλ ϗ ἀϖέδοτο αὐτȣ̀ς ἐν χειϱὶ ἀλλοφύλων ϗ ἐν χειϱὶ υἱῶν Αμμων.
10:8 ϗ ἐσάϑϱωσαν ϗ ἔϑλασαν τȣ̀ς υἱȣ̀ς Ισϱαηλ ἐν τῷ ἐνιαυτῷ ἐϰείνῳ ὀϰτωϰαίδεϰα ἔτη, ϖάντας τȣ̀ς υἱȣ̀ς Ισϱαηλ ἐν τῷ ϖέϱαν τȣ̃ Ιοϱδάνȣ ἐν τῇ γῇ τȣ̃ Αμοϱϱαίȣ ἐν τῇ Γαλααδίτιδι.
10:9 ϗ διέϐησαν οἱ υἱοὶ Αμμων τὸν Ιοϱδάνην ἐϰϖολεμῆσαι ϗ ἐν τῷ Ιȣδα ϗ Βενιαμιν ϗ ἐν τῷ οἴϰῳ Εφϱαιμ, ϗ ἐϑλίϐησαν οἱ υἱοὶ Ισϱαηλ σφόδϱα.
10:10 ϗ ἐϰέϰϱαξαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον λέγοντες Ἡμάϱτομέν σοι, ὅτι ἐγϰατελίϖομεν τὸν ϑεὸν ἡμῶν ϗ ἐλατϱεύσαμεν ταῖς Βααλιμ.
10:11 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς τȣ̀ς υἱȣ̀ς Ισϱαηλ Ȣ̓χὶ οἱ Αἰγύϖτιοι ϗ οἱ Αμοϱϱαῖοι ϗ οἱ υἱοὶ Αμμων ϗ Μωαϐ ϗ οἱ ἀλλόφυλοι
10:12 ϗ Σιδώνιοι ϗ Μαδιαμ ϗ Αμαληϰ ἐξέϑλιψαν ὑμᾶς; ϗ ἐϰεϰϱάξατε ϖϱός με, ϗ ἔσωσα ὑμᾶς ἐϰ χειϱὸς αὐτῶν.
10:13 ϗ ὑμεῖς ἐγϰατελίϖετέ με ϗ ἐλατϱεύσατε ϑεοῖς ἑτέϱοις· διὰ τȣ̃το ȣ̓ ϖϱοσϑήσω τȣ̃ σῶσαι ὑμᾶς.
10:14 ϐαδίζετε ϗ ϐοᾶτε ϖϱὸς τȣ̀ς ϑεȣ́ς, ȣ̔̀ς ἐξελέξασϑε ἑαυτοῖς, ϗ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν ϰαιϱῷ ϑλίψεως ὑμῶν.
10:15 ϗ εἶϖαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον Ἡμάϱτομεν, ϖοίησον σὺ ἡμῖν ϰατὰ ϖάντα, ὅσα ἂν ἀϱέσϰῃ ἐνώϖιόν σȣ, ϖλήν, ϰύϱιε, ἐξελȣ̃ ἡμᾶς ἐν τῇ ἡμέϱᾳ ταύτῃ.
10:16 ϗ μετέϛησαν τȣ̀ς ϑεȣ̀ς τȣ̀ς ἀλλοτϱίȣς ἐϰ μέσȣ αὐτῶν ϗ ἐλάτϱευσαν τῷ ϰυϱίῳ· ϗ ȣ̓ϰ εὐηϱέϛησεν ἐν τῷ λαῷ, ϗ ὠλιγοψύχησεν ἐν τῷ ϰόϖῳ Ισϱαηλ.
10:17 Ϗ ἀνέϐησαν οἱ υἱοὶ Αμμων ϗ ϖαϱενέϐαλον ἐν Γαλααδ, ϗ ἐξῆλϑον οἱ υἱοὶ Ισϱαηλ ϗ ϖαϱενέϐαλον ἐν τῇ Μασσηφα.
10:18 ϗ εἶϖον οἱ ἄϱχοντες τȣ̃ λαȣ̃ Γαλααδ ἀνὴϱ ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃ Τίς ἀνήϱ, ὃς ἄϱξεται ϖολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων; ϗ ἔϛαι εἰς ϰεφαλὴν ϖᾶσιν τοῖς ϰατοιϰȣ̃σιν Γαλααδ.
11:1 Ϗ Ιεφϑαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι· ϗ αὐτὸς ἦν υἱὸς γυναιϰὸς ϖόϱνης, ϗ ἔτεϰεν τῷ Γαλααδ τὸν Ιεφϑαε.
11:2 ϗ ἔτεϰεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱȣ́ς· ϗ ἡδϱύνϑησαν οἱ υἱοὶ τῆς γυναιϰὸς ϗ ἐξέϐαλον τὸν Ιεφϑαε ϗ εἶϖον αὐτῷ Ȣ̓ ϰληϱονομήσεις ἐν τῷ οἴϰῳ τȣ̃ ϖατϱὸς ἡμῶν, ὅτι γυναιϰὸς υἱὸς ἑταίϱας εἶ σύ.
11:3 ϗ ἀϖέδϱα Ιεφϑαε ἐϰ ϖϱοσώϖȣ τῶν ἀδελφῶν αὐτȣ̃ ϗ ϰατῴϰησεν ἐν γῇ Τωϐ, ϗ συνελέγοντο ϖϱὸς τὸν Ιεφϑαε ἄνδϱες λιτοὶ ϗ συνεξεϖοϱεύοντο μετ’ αὐτȣ̃.
11:4 Ϗ ἐγένετο μεϑ’ ἡμέϱας ϗ ἐϖολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισϱαηλ.
11:5 ϗ ἐγενήϑη ἡνίϰα ἐϖολέμȣν οἱ υἱοὶ Αμμων μετὰ Ισϱαηλ, ϗ ἐϖοϱεύϑησαν οἱ ϖϱεσϐύτεϱοι Γαλααδ ϖαϱαλαϐεῖν τὸν Ιεφϑαε ἐν γῇ Τωϐ
11:6 ϗ εἶϖαν ϖϱὸς Ιεφϑαε Δεῦϱο ϗ ἔσῃ ἡμῖν εἰς ἡγȣ́μενον, ϗ ϖολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων.
11:7 ϗ εἶϖεν Ιεφϑαε τοῖς ϖϱεσϐυτέϱοις Γαλααδ Ȣ̓χ ὑμεῖς ἐμισήσατέ με ϗ ἐξεϐάλετέ με ἐϰ τȣ̃ οἴϰȣ τȣ̃ ϖατϱός μȣ ϗ ἐξαϖεϛείλατέ με ἀφ’ ὑμῶν; ϗ τί ὅτι ἤλϑατε ϖϱός με, ἡνίϰα ἐϑλίϐητε;
11:8 ϗ εἶϖαν οἱ ϖϱεσϐύτεϱοι Γαλααδ ϖϱὸς Ιεφϑαε Ȣ̓χ ȣ̔́τως· νῦν ἤλϑομεν ϖϱὸς σέ, ϗ συμϖοϱεύσῃ ἡμῖν, ϗ ϖολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων· ϗ ἔσῃ ἡμῖν εἰς ϰεφαλήν, ϖᾶσιν τοῖς ϰατοιϰȣ̃σιν Γαλααδ.
11:9 ϗ εἶϖεν Ιεφϑαε ϖϱὸς τȣ̀ς ϖϱεσϐυτέϱȣς Γαλααδ Εἰ ἐϖιϛϱέφετέ με ὑμεῖς ϖολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων ϗ ϖαϱαδῷ ϰύϱιος αὐτȣ̀ς ἐνώϖιον ἐμȣ̃, ἐγὼ ὑμῖν ἔσομαι εἰς ϰεφαλήν.
11:10 ϗ εἶϖαν οἱ ϖϱεσϐύτεϱοι Γαλααδ ϖϱὸς Ιεφϑαε Κύϱιος ἔϛαι ὁ ἀϰȣ́ων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ ϰατὰ τὸ ῥῆμά σȣ ȣ̔́τως ϖοιήσομεν.
11:11 ϗ ἐϖοϱεύϑη Ιεφϑαε μετὰ τῶν ϖϱεσϐυτέϱων Γαλααδ, ϗ ϰατέϛησαν αὐτὸν ἐϖ’ αὐτῶν εἰς ϰεφαλὴν εἰς ἡγȣ́μενον. ϗ ἐλάλησεν Ιεφϑαε ϖάντας τȣ̀ς λόγȣς αὐτȣ̃ ἐνώϖιον ϰυϱίȣ ἐν Μασσηφα.
11:12 Ϗ ἀϖέϛειλεν Ιεφϑαε ἀγγέλȣς ϖϱὸς ϐασιλέα υἱῶν Αμμων λέγων Τί ἐμοὶ ϗ σοί, ὅτι ἥϰεις ϖϱός με σὺ ϖολεμῆσαί με ἐν τῇ γῇ μȣ;
11:13 ϗ εἶϖεν ϐασιλεὺς υἱῶν Αμμων ϖϱὸς τȣ̀ς ἀγγέλȣς Ιεφϑαε Διότι ἔλαϐεν Ισϱαηλ τὴν γῆν μȣ ἐν τῇ ἀναϐάσει αὐτȣ̃ ἐξ Αἰγύϖτȣ ἀϖὸ Αϱνων ἕως Ιαϐοϰ ϗ ἕως τȣ̃ Ιοϱδάνȣ· ϗ νῦν ἐϖίϛϱεψον αὐτὰς μετ’ εἰϱήνης.
11:14 ϗ ἀϖέϛϱεψαν οἱ ἄγγελοι ϖϱὸς Ιεφϑαε. ϗ ἀϖέϛειλεν Ιεφϑαε ἀγγέλȣς ϖϱὸς τὸν ϐασιλέα υἱῶν Αμμων
11:15 λέγων Τάδε λέγει Ιεφϑαε Ȣ̓ϰ ἔλαϐεν Ισϱαηλ τὴν γῆν Μωαϐ ϗ τὴν γῆν υἱῶν Αμμων
11:16 ἐν τῇ ἀναϐάσει αὐτῶν ἐξ Αἰγύϖτȣ, ἀλλ’ ἐϖοϱεύϑη Ισϱαηλ ἐν τῇ ἐϱήμῳ ἕως ϑαλάσσης ἐϱυϑϱᾶς ϗ ἦλϑεν ἕως Καδης.
11:17 ϗ ἐξαϖέϛειλεν Ισϱαηλ ἀγγέλȣς ϖϱὸς ϐασιλέα Εδωμ λέγων Παϱελεύσομαι διὰ τῆς γῆς σȣ· ϗ ȣ̓ϰ ἤϰȣσεν ϐασιλεὺς Εδωμ. ϰαί γε ϖϱὸς ϐασιλέα Μωαϐ ἀϖέϛειλεν, ϗ ȣ̓ϰ ἠϑέλησεν. ϗ ἐϰάϑισεν Ισϱαηλ ἐν Καδης.
11:18 ϗ διῆλϑεν ἐν τῇ ἐϱήμῳ ϗ ἐϰύϰλωσεν τὴν γῆν Εδωμ ϗ τὴν γῆν Μωαϐ ϗ ϖαϱεγένετο ϰατ’ ἀνατολὰς ἡλίȣ τῆς γῆς Μωαϐ ϗ ϖαϱενέϐαλον ἐν τῷ ϖέϱαν Αϱνων ϗ ȣ̓ϰ εἰσῆλϑον εἰς τὸ ὅϱιον Μωαϐ, ὅτι Αϱνων ἦν ὅϱιον Μωαϐ.
11:19 ϗ ἀϖέϛειλεν Ισϱαηλ ἀγγέλȣς ϖϱὸς Σηων ϐασιλέα Εσεϐων τὸν Αμοϱϱαῖον, ϗ εἶϖεν αὐτῷ Ισϱαηλ Παϱελεύσομαι διὰ τῆς γῆς σȣ ἕως τȣ̃ τόϖȣ μȣ.
11:20 ϗ ȣ̓ϰ ἠϑέλησεν Σηων διελϑεῖν τὸν Ισϱαηλ διὰ τῶν ὁϱίων αὐτȣ̃· ϗ συνήγαγεν Σηων ϖάντα τὸν λαὸν αὐτȣ̃ ϗ ϖαϱενέϐαλεν εἰς Ιασσα ϗ ἐϖολέμησεν μετὰ Ισϱαηλ.
11:21 ϗ ϖαϱέδωϰεν ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ τὸν Σηων ϗ ϖάντα τὸν λαὸν αὐτȣ̃ ἐν χειϱὶ Ισϱαηλ, ϗ ἐϖάταξεν αὐτȣ́ς· ϗ ἐϰληϱονόμησεν Ισϱαηλ ϖᾶσαν τὴν γῆν τȣ̃ Αμοϱϱαίȣ τȣ̃ ϰατοιϰȣ̃ντος ἐν τῇ γῇ.
11:22 ϗ ἐϰληϱονόμησεν ϖᾶν τὸ ὅϱιον τȣ̃ Αμοϱϱαίȣ ἀϖὸ Αϱνων ϗ ἕως τȣ̃ Ιαϐοϰ ϗ ἀϖὸ τῆς ἐϱήμȣ ϗ ἕως τȣ̃ Ιοϱδάνȣ.
11:23 ϗ νῦν ϰύϱιος ὁ ϑεὸς Ισϱαηλ ἐξῆϱεν τὸν Αμοϱϱαῖον ἐϰ ϖϱοσώϖȣ τȣ̃ λαȣ̃ αὐτȣ̃ Ισϱαηλ, ϗ σὺ ϰληϱονομήσεις αὐτὸν ἐϖὶ σȣ̃;
11:24 ȣ̓χὶ ὅσα ϰατεϰληϱονόμησέν σοι Χαμως ὁ ϑεός σȣ, αὐτὰ ϰληϱονομήσεις; ϗ ϖάντα, ὅσα ϰατεϰληϱονόμησεν ϰύϱιος ὁ ϑεὸς ἡμῶν ἀϖὸ ϖϱοσώϖȣ ἡμῶν, αὐτὰ ϰληϱονομήσομεν.
11:25 ϗ νῦν μὴ ϰϱείσσων εἶ σὺ τȣ̃ Βαλαϰ υἱȣ̃ Σεϖφωϱ ϐασιλέως Μωαϐ; μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισϱαηλ ἢ ϖολεμῶν ἐϖολέμησεν αὐτοῖς;
11:26 ἐν τῷ οἴϰῳ Ισϱαηλ ἐν Εσεϐων ϗ ἐν ταῖς ϑυγατϱάσιν αὐτῆς ϗ ἐν Ιαζηϱ ϗ ἐν ταῖς ϑυγατϱάσιν αὐτῆς ϗ ἐν ϖάσαις ταῖς ϖόλεσιν ταῖς ϖαϱὰ τὸν Ιοϱδάνην τϱιαϰόσια ἔτη τί ὅτι ȣ̓ϰ ἐϱϱύσαντο αὐτȣ̀ς ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ;
11:27 ϗ ἐγὼ ȣ̓χ ἥμαϱτόν σοι, ϗ σὺ ϖοιεῖς μετ’ ἐμȣ̃ ϖονηϱίαν τȣ̃ ϖολεμῆσαι ἐν ἐμοί· ϰϱίναι ϰύϱιος ὁ ϰϱίνων σήμεϱον ἀνὰ μέσον υἱῶν Ισϱαηλ ϗ ἀνὰ μέσον υἱῶν Αμμων.
11:28 ϗ ȣ̓ϰ εἰσήϰȣσεν ϐασιλεὺς υἱῶν Αμμων ϗ ȣ̓ϰ εἰσήϰȣσεν τῶν λόγων Ιεφϑαε, ὧν ἀϖέϛειλεν ϖϱὸς αὐτόν.
11:29 Ϗ ἐγενήϑη ἐϖὶ Ιεφϑαε ϖνεῦμα ϰυϱίȣ, ϗ διέϐη τὴν γῆν Γαλααδ ϗ τὸν Μανασση ϗ διέϐη τὴν σϰοϖιὰν Γαλααδ ϗ ἀϖὸ σϰοϖιᾶς Γαλααδ εἰς τὸ ϖέϱαν υἱῶν Αμμων.
11:30 ϗ ηὔξατο Ιεφϑαε εὐχὴν τῷ ϰυϱίῳ ϗ εἶϖεν Ἐὰν ϖαϱαδώσει ϖαϱαδῷς μοι τȣ̀ς υἱȣ̀ς Αμμων ἐν χειϱί μȣ,
11:31 ϗ ἔϛαι ὃς ἂν ἐξέλϑῃ ἐϰ τῶν ϑυϱῶν τȣ̃ οἴϰȣ μȣ εἰς ἀϖάντησίν μȣ ἐν τῷ ἐϖιϛϱέψαι με ἐν εἰϱήνῃ ἀϖὸ τῶν υἱῶν Αμμων, ϗ ἔϛαι τῷ ϰυϱίῳ, ϗ ἀνοίσω αὐτὸν ὁλοϰαύτωμα.
11:32 ϗ διέϐη Ιεφϑαε ϖϱὸς τȣ̀ς υἱȣ̀ς Αμμων τȣ̃ ϖολεμῆσαι ϖϱὸς αὐτȣ́ς, ϗ ϖαϱέδωϰεν αὐτȣ̀ς ϰύϱιος ἐν χειϱὶ αὐτȣ̃.
11:33 ϗ ἐϖάταξεν αὐτȣ̀ς ἀϖὸ Αϱοηϱ ϗ ἕως τȣ̃ ἐλϑεῖν εἰς Σεμωιϑ εἴϰοσι ϖόλεις ἕως Αϐελ ἀμϖελώνων ϖληγὴν μεγάλην σφόδϱα, ϗ ἐνετϱάϖησαν οἱ υἱοὶ Αμμων ἀϖὸ ϖϱοσώϖȣ υἱῶν Ισϱαηλ.
11:34 Ϗ ἦλϑεν Ιεφϑαε εἰς Μασσηφα εἰς τὸν οἶϰον αὐτȣ̃, ϗ ἰδȣ̀ ἡ ϑυγάτηϱ αὐτȣ̃ ἐξεϖοϱεύετο εἰς ἀϖάντησιν αὐτȣ̃ ἐν τυμϖάνοις ϗ χοϱοῖς· ϗ αὕτη μονογενὴς αὐτῷ ἀγαϖητή, ϗ ȣ̓ϰ ἔϛιν αὐτῷ ϖλὴν αὐτῆς υἱὸς ἢ ϑυγάτηϱ.
11:35 ϗ ἐγενήϑη ἡνίϰα εἶδεν αὐτήν, ϗ διέϱϱηξεν τὰ ἱμάτια αὐτȣ̃ ϗ εἶϖεν Οἴμμοι, ϑύγατέϱ μȣ, ἐμϖεϖοδοϛάτηϰάς με, εἰς σϰῶλον ἐγένȣ ἐν ὀφϑαλμοῖς μȣ, ἐγὼ δὲ ἤνοιξα τὸ ϛόμα μȣ ϖεϱὶ σȣ̃ ϖϱὸς ϰύϱιον ϗ ȣ̓ δυνήσομαι ἀϖοϛϱέψαι.
11:36 ϗ εἶϖεν ϖϱὸς αὐτόν Πάτεϱ μȣ, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ ϛόμα σȣ ϖϱὸς ϰύϱιον, ϖοίει μοι ὃν τϱόϖον ἐξῆλϑεν ἐϰ τȣ̃ ϛόματός σȣ, ἀνϑ’ ὧν ἐϖοίησέν σοι ϰύϱιος ἐϰδιϰήσεις ἐϰ τῶν ἐχϑϱῶν σȣ ἐϰ τῶν υἱῶν Αμμων.
11:37 ϗ εἶϖεν ϖϱὸς τὸν ϖατέϱα αὐτῆς Ϗ ϖοίησόν μοι τὸ ῥῆμα τȣ̃το· ἔασόν με δύο μῆνας, ϗ ϖοϱεύσομαι ϗ ϰαταϐήσομαι ἐϖὶ τὰ ὄϱη ϗ ϰλαύσομαι ἐϖὶ τὰ ϖαϱϑένιά μȣ, ϗ ἐγὼ ϗ αἱ συνεταιϱίδες μȣ.
11:38 ϗ εἶϖεν Ποϱεύȣ· ϗ ἐξαϖέϛειλεν αὐτὴν δύο μῆνας. ϗ ἐϖοϱεύϑη, αὐτὴ ϗ αἱ συνεταιϱίδες αὐτῆς, ϗ ἔϰλαυσεν ἐϖὶ τὰ ϖαϱϑένια αὐτῆς ἐϖὶ τὰ ὄϱη.
11:39 ϗ ἐγένετο μετὰ τέλος δύο μηνῶν ϗ ἀνέϰαμψεν ϖϱὸς τὸν ϖατέϱα αὐτῆς, ϗ ἐϖετέλεσεν Ιεφϑαε τὴν εὐχὴν αὐτȣ̃, ἣν ηὔξατο· ϗ αὐτὴ ȣ̓ϰ ἔγνω ἄνδϱα. ϗ ἐγενήϑη εἰς ϖϱόϛαγμα ἐν Ισϱαηλ·
11:40 ἐξ ἡμεϱῶν εἰς ἡμέϱας συνεϖοϱεύοντο αἱ ϑυγατέϱες Ισϱαηλ ϑϱηνεῖν τὴν ϑυγατέϱα Ιεφϑαε τȣ̃ Γαλααδίτȣ τέσσαϱας ἡμέϱας ἐν τῷ ἐνιαυτῷ.
12:1 Ϗ συνήχϑησαν οἱ υἱοὶ Εφϱαιμ ϗ ἦλϑον εἰς Σεφινα ϗ εἶϖον ϖϱὸς Ιεφϑαε Τί ὅτι ἐϖοϱεύϑης ϖολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων ϗ ἡμᾶς ȣ̓ ϰέϰληϰας ϖοϱευϑῆναι μετὰ σȣ̃; τὸν οἶϰόν σȣ ἐμϖϱήσομεν ἐν ϖυϱί.
12:2 ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς Ιεφϑαε Ἀνὴϱ ἀντιδιϰῶν ἤμην ἐγὼ ϗ ὁ λαός μȣ, ϗ οἱ υἱοὶ Αμμων ἐταϖείνȣν με σφόδϱα· ϗ ἐϐόησα ϖϱὸς ὑμᾶς, ϗ ȣ̓ϰ ἐσώσατέ με ἐϰ χειϱὸς αὐτῶν.
12:3 ϗ εἶδον ὅτι ȣ̓ϰ ἦν ὁ σῴζων, ϗ ἐϑέμην τὴν ψυχήν μȣ ἐν τῇ χειϱί μȣ ϗ διέϐην ϖϱὸς τȣ̀ς υἱȣ̀ς Αμμων, ϗ ϖαϱέδωϰεν αὐτȣ̀ς ϰύϱιος ἐν χειϱί μȣ· ϗ ἵνα τί ἀνέϐητε ϖϱός με τῇ ἡμέϱᾳ ταύτῃ τȣ̃ ϖολεμεῖν ἐν ἐμοί;
12:4 ϗ συνήϑϱοισεν Ιεφϑαε ϖάντας τȣ̀ς ἄνδϱας Γαλααδ ϗ ἐϖολέμει τὸν Εφϱαιμ, ϗ ἐϖάταξαν ἄνδϱες Γαλααδ τὸν Εφϱαιμ, ὅτι εἶϖαν Οἱ διασεσῳσμένοι τȣ̃ Εφϱαιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ Εφϱαιμ ϗ ἐν μέσῳ Μανασση.
12:5 ϗ ϖϱοϰατελάϐοντο ἄνδϱες Γαλααδ τὰς διαϐάσεις τȣ̃ Ιοϱδάνȣ τȣ̃ Εφϱαιμ, ϗ ἐγενήϑη ὅτι εἶϖαν οἱ διασεσῳσμένοι τȣ̃ Εφϱαιμ Διαϐῶμεν, ϗ εἶϖαν αὐτοῖς οἱ ἄνδϱες Γαλααδ Μὴ ὑμεῖς ἐϰ τȣ̃ Εφϱαιμ; ϗ εἶϖαν Ȣ̓́ϰ ἐσμεν.
12:6 ϗ εἶϖαν αὐτοῖς Εἴϖατε δὴ Σύνϑημα· ϗ ȣ̓ ϰατηύϑυναν τȣ̃ λαλῆσαι ȣ̔́τως. ϗ ἐϖελάϐοντο αὐτῶν ϗ ἔσφαξαν αὐτȣ̀ς ἐϖὶ τὰς διαϐάσεις τȣ̃ Ιοϱδάνȣ, ϗ ἔϖεσαν ἐξ Εφϱαιμ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ δύο τεσσαϱάϰοντα χιλιάδες.
12:7 Ϗ ἔϰϱινεν Ιεφϑαε τὸν Ισϱαηλ ἓξ ἔτη. ϗ ἀϖέϑανεν Ιεφϑαε ὁ Γαλααδίτης ϗ ἐτάφη ἐν τῇ ϖόλει αὐτȣ̃ Γαλααδ.
12:8 Ϗ ἔϰϱινεν μετ’ αὐτὸν τὸν Ισϱαηλ Εσεϐων ἐϰ Βαιϑλεεμ.
12:9 ϗ ἐγένοντο αὐτῷ τϱιάϰοντα υἱοὶ ϗ τϱιάϰοντα ϑυγατέϱες ἐξαϖεϛαλμέναι ἔξω, ϗ τϱιάϰοντα γυναῖϰας εἰσήγαγεν τοῖς υἱοῖς αὐτȣ̃ ἔξωϑεν. ϗ ἔϰϱινεν τὸν Ισϱαηλ ἑϖτὰ ἔτη.
12:10 ϗ ἀϖέϑανεν Εσεϐων ϗ ἐτάφη ἐν Βηϑλεεμ.
12:11 Ϗ ἔϰϱινεν μετ’ αὐτὸν τὸν Ισϱαηλ Αιλων ὁ Ζαϐȣλωνίτης. ϗ ἔϰϱινεν τὸν Ισϱαηλ δέϰα ἔτη.
12:12 ϗ ἀϖέϑανεν Αιλων ὁ Ζαϐȣλωνίτης ἐν Αιλιμ, ϗ ἔϑαψαν αὐτὸν ἐν γῇ Ζαϐȣλων.
12:13 Ϗ ἔϰϱινεν μετ’ αὐτὸν τὸν Ισϱαηλ Λαϐδων υἱὸς Σελλημ ὁ Φϱααϑωνίτης.
12:14 ϗ ἐγένοντο αὐτῷ τεσσαϱάϰοντα υἱοὶ ϗ τϱιάϰοντα υἱοὶ τῶν υἱῶν αὐτȣ̃ ἐϖιϐεϐηϰότες ἐϖὶ ἑϐδομήϰοντα ϖώλȣς. ϗ ἔϰϱινεν τὸν Ισϱαηλ ὀϰτὼ ἔτη.
12:15 ϗ ἀϖέϑανεν Λαϐδων υἱὸς Σελλημ ὁ Φϱααϑωνίτης ϗ ἐτάφη ἐν Φϱααϑων ἐν γῇ Εφϱαιμ ἐν ὄϱει Λαναϰ.
13:1 Ϗ ϖϱοσέϑεντο οἱ υἱοὶ Ισϱαηλ ϖοιῆσαι τὸ ϖονηϱὸν ἐναντίον ϰυϱίȣ, ϗ ϖαϱέδωϰεν αὐτȣ̀ς ϰύϱιος ἐν χειϱὶ ἀλλοφύλων τεσσαϱάϰοντα ἔτη.
13:2 Ϗ ἐγένετο ἀνὴϱ ἐϰ Σαϱαα ἐϰ τῆς φυλῆς τȣ̃ Δαν, ϗ ὄνομα αὐτῷ Μανωε, ϗ ἡ γυνὴ αὐτȣ̃ ϛεῖϱα ϗ ȣ̓ϰ ἔτιϰτεν.
13:3 ϗ ὤφϑη ἄγγελος ϰυϱίȣ ϖϱὸς τὴν γυναῖϰα ϗ εἶϖεν ϖϱὸς αὐτήν Ἰδȣ̀ δὴ σὺ ϛεῖϱα ϗ ȣ̓ τέτοϰας· ϗ ἐν γαϛϱὶ ἕξεις ϗ τέξῃ υἱόν.
13:4 ϗ νῦν φύλαξαι ϗ μὴ ϖίῃς οἶνον ϗ σιϰεϱα ϗ μὴ φάγῃς ϖᾶν ἀϰάϑαϱτον·
13:5 ὅτι ἰδȣ̀ σὺ ἐν γαϛϱὶ ἕξεις ϗ τέξῃ υἱόν, ϗ ȣ̓ϰ ἀναϐήσεται σίδηϱος ἐϖὶ τὴν ϰεφαλὴν αὐτȣ̃, ὅτι ἡγιασμένον ναζιϱαῖον ἔϛαι τῷ ϑεῷ τὸ ϖαιδάϱιον ἐϰ τῆς γαϛϱός, ϗ αὐτὸς ἄϱξεται σῴζειν τὸν Ισϱαηλ ἐϰ χειϱὸς ἀλλοφύλων.
13:6 ϗ ἦλϑεν ἡ γυνὴ ϗ εἶϖεν τῷ ἀνδϱὶ αὐτῆς λέγȣσα ὅτι Ἄνϑϱωϖος τȣ̃ ϑεȣ̃ ἦλϑεν ϖϱός με, ϗ ἡ ὅϱασις αὐτȣ̃ ὡς ὅϱασις ἀγγέλȣ τȣ̃ ϑεȣ̃ ἐϖιφανὴς σφόδϱα· ϗ ἠϱώτων, ϖόϑεν ἐϛίν, ϗ τὸ ὄνομα αὐτȣ̃ ȣ̓ϰ ἀϖήγγειλέν μοι.
13:7 ϗ εἶϖέν μοι Ἰδȣ̀ σὺ ἐν γαϛϱὶ ἕξεις ϗ τέξῃ υἱόν· ϗ νῦν μὴ ϖίῃς οἶνον ϗ σιϰεϱα ϗ μὴ φάγῃς ϖᾶσαν ἀϰαϑαϱσίαν, ὅτι ναζιϱαῖον ϑεȣ̃ ἔϛαι τὸ ϖαιδάϱιον ἀϖὸ τῆς γαϛϱὸς ἕως ἡμέϱας ϑανάτȣ αὐτȣ̃.
13:8 ϗ ἐδεήϑη Μανωε τȣ̃ ϰυϱίȣ ϗ εἶϖεν Ἐν ἐμοί, ϰύϱιε, ἄνϑϱωϖος τȣ̃ ϑεȣ̃, ὃν ἀϖέϛειλας ϖϱὸς ἡμᾶς, ἐλϑέτω δὴ ϖϱὸς ἡμᾶς ϗ φωτισάτω ἡμᾶς τί ϖοιήσωμεν τῷ ϖαιδαϱίῳ τῷ τιϰτομένῳ.
13:9 ϗ ἐϖήϰȣσεν ὁ ϑεὸς τῆς φωνῆς Μανωε, ϗ ϖαϱεγένετο ὁ ἄγγελος τȣ̃ ϑεȣ̃ ἔτι ϖϱὸς τὴν γυναῖϰα αὐτῆς ϰαϑημένης ἐν τῷ ἀγϱῷ, ϗ Μανωε ὁ ἀνὴϱ αὐτῆς ȣ̓ϰ ἦν μετ’ αὐτῆς.
13:10 ϗ ἐτάχυνεν ἡ γυνὴ ϗ ἐξέδϱαμεν ϗ ἀϖήγγειλεν τῷ ἀνδϱὶ αὐτῆς ϗ εἶϖεν ϖϱὸς αὐτόν Ἰδȣ̀ ὦϖταί μοι ὁ ἀνὴϱ ὁ ἐλϑὼν ϖϱός με τῇ ἡμέϱᾳ ἐϰείνῃ.
13:11 ϗ ἀνέϛη Μανωε ϗ ἐϖοϱεύϑη ὀϖίσω τῆς γυναιϰὸς αὐτȣ̃ ϖϱὸς τὸν ἄνδϱα ϗ εἶϖεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἀνὴϱ ὁ λαλήσας ϖϱὸς τὴν γυναῖϰα; ϗ εἶϖεν ὁ ἄγγελος Ἐγώ.
13:12 ϗ εἶϖεν Μανωε Νῦν δὴ ἐλϑόντος τȣ̃ ῥήματός σȣ τί ἔϛαι τὸ ϰϱίμα τȣ̃ ϖαιδαϱίȣ ϗ τὰ ἔϱγα αὐτȣ̃;
13:13 ϗ εἶϖεν ὁ ἄγγελος ϰυϱίȣ ϖϱὸς Μανωε Ἀϖὸ ϖάντων, ὧν εἶϖα ϖϱὸς τὴν γυναῖϰα, φυλαξάσϑω·
13:14 ἀϖὸ ϖάντων, ὅσα ἐϰϖοϱεύεται ἐξ ἀμϖέλȣ, ȣ̓ φάγεται ϗ οἶνον ϗ σιϰεϱα μὴ ϖιέτω ϗ ϖᾶν ἀϰάϑαϱτον μὴ φαγέτω· ϖάντα, ὅσα ἐνετειλάμην αὐτῇ, φυλαξάσϑω.
13:15 ϗ εἶϖεν Μανωε ϖϱὸς τὸν ἄγγελον ϰυϱίȣ Βιασώμεϑα δή σε ϗ ϖοιήσομεν ἐνώϖιόν σȣ ἔϱιφον αἰγῶν.
13:16 ϗ εἶϖεν ὁ ἄγγελος ϰυϱίȣ ϖϱὸς Μανωε Ἐὰν ϐιάσῃ με, ȣ̓ φάγομαι τῶν ἄϱτων σȣ, ϗ ἐὰν ϖοιήσῃς ὁλοϰαύτωμα, ϰυϱίῳ ἀνοίσεις αὐτό· ὅτι ȣ̓ϰ ἔγνω Μανωε ὅτι ἄγγελος ϰυϱίȣ ἐϛίν.
13:17 ϗ εἶϖεν Μανωε ϖϱὸς τὸν ἄγγελον ϰυϱίȣ Τί ὄνομά σοι, ἵνα, ὅταν ἔλϑῃ τὸ ῥῆμά σȣ, δοξάσωμέν σε;
13:18 ϗ εἶϖεν αὐτῷ ὁ ἄγγελος ϰυϱίȣ Ἵνα τί τȣ̃το ἐϱωτᾷς τὸ ὄνομά μȣ; ϗ αὐτό ἐϛιν ϑαυμαϛόν.
13:19 ϗ ἔλαϐεν Μανωε τὸν ἔϱιφον τῶν αἰγῶν ϗ τὴν ϑυσίαν ϗ ἀνήνεγϰεν ἐϖὶ τὴν ϖέτϱαν τῷ ϰυϱίῳ, τῷ ϑαυμαϛὰ ϖοιȣ̃ντι ϰυϱίῳ· ϗ Μανωε ϗ ἡ γυνὴ αὐτȣ̃ ἐϑεώϱȣν.
13:20 ϗ ἐγένετο ἐν τῷ ἀναϐῆναι τὴν φλόγα ἐϖάνωϑεν τȣ̃ ϑυσιαϛηϱίȣ εἰς τὸν ȣ̓ϱανὸν ϗ ἀνέϐη ὁ ἄγγελος ϰυϱίȣ ἐν τῇ φλογί, ϗ Μανωε ϗ ἡ γυνὴ αὐτȣ̃ ἐϑεώϱȣν ϗ ἔϖεσον ἐϖὶ ϖϱόσωϖον αὐτῶν ἐϖὶ τὴν γῆν.
13:21 ϗ ȣ̓ ϖϱοσέϑηϰεν ἔτι ὁ ἄγγελος ϰυϱίȣ ὀφϑῆναι ϖϱὸς Μανωε ϗ ϖϱὸς τὴν γυναῖϰα αὐτȣ̃· τότε ἔγνω Μανωε ὅτι ἄγγελος ϰυϱίȣ ἐϛίν.
13:22 ϗ εἶϖεν Μανωε ϖϱὸς τὴν γυναῖϰα αὐτȣ̃ Θανάτῳ ἀϖοϑανȣ́μεϑα, ὅτι ϑεὸν ἑωϱάϰαμεν.
13:23 ϗ εἶϖεν αὐτῷ ἡ γυνὴ αὐτȣ̃ Εἰ ἐϐȣ́λετο ϰύϱιος ϑανατῶσαι ἡμᾶς, ȣ̓ϰ ἂν ἐδέξατο ἐϰ τῶν χειϱῶν ἡμῶν ὁλοϰαύτωμα ϗ ϑυσίαν ϗ ȣ̓ϰ ἂν ἐφώτισεν ἡμᾶς ϖάντα ταῦτα ϗ ȣ̓ϰ ἂν ἀϰȣϛὰ ἐϖοίησεν ἡμῖν ταῦτα.
13:24 Ϗ ἔτεϰεν ἡ γυνὴ υἱὸν ϗ ἐϰάλεσεν τὸ ὄνομα αὐτȣ̃ Σαμψων· ϗ ηὐλόγησεν αὐτὸν ϰύϱιος, ϗ ηὐξήϑη τὸ ϖαιδάϱιον.
13:25 ϗ ἤϱξατο ϖνεῦμα ϰυϱίȣ συμϖοϱεύεσϑαι αὐτῷ ἐν ϖαϱεμϐολῇ Δαν ἀνὰ μέσον Σαϱαα ϗ ἀνὰ μέσον Εσϑαολ.
14:1 Ϗ ϰατέϐη Σαμψων εἰς Θαμναϑα ϗ εἶδεν γυναῖϰα ἐν Θαμναϑα ἐϰ τῶν ϑυγατέϱων τῶν ἀλλοφύλων ϗ ἤϱεσεν ἐνώϖιον αὐτȣ̃.
14:2 ϗ ἀνέϐη ϗ ἀϖήγγειλεν τῷ ϖατϱὶ αὐτȣ̃ ϗ τῇ μητϱὶ αὐτȣ̃ ϗ εἶϖεν Γυναῖϰα ἑώϱαϰα ἐν Θαμναϑα ἀϖὸ τῶν ϑυγατέϱων τῶν ἀλλοφύλων, ϗ νῦν λάϐετέ μοι αὐτὴν εἰς γυναῖϰα.
14:3 ϗ εἶϖεν αὐτῷ ὁ ϖατὴϱ αὐτȣ̃ ϗ ἡ μήτηϱ αὐτȣ̃ Μὴ ȣ̓ϰ ἔϛιν ἀϖὸ τῶν ϑυγατέϱων τῶν ἀδελφῶν σȣ ϗ ἐν ϖαντὶ τῷ λαῷ μȣ γυνή, ὅτι σὺ ϖοϱεύῃ λαϐεῖν γυναῖϰα ἐϰ τῶν ἀλλοφύλων τῶν ἀϖεϱιτμήτων; ϗ εἶϖεν Σαμψων ϖϱὸς τὸν ϖατέϱα αὐτȣ̃ Ταύτην λαϐέ μοι, ὅτι ἤϱεσεν ἐν ὀφϑαλμοῖς μȣ.
14:4 ϗ ὁ ϖατὴϱ αὐτȣ̃ ϗ ἡ μήτηϱ αὐτȣ̃ ȣ̓ϰ ἔγνωσαν ὅτι ϖαϱὰ ϰυϱίȣ ἐϛίν, ὅτι ἀνταϖόδομα αὐτὸς ἐϰζητεῖ ἐϰ τῶν ἀλλοφύλων· ϗ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ἀλλόφυλοι ἐϰυϱίευον τῶν υἱῶν Ισϱαηλ.
14:5 ϗ ϰατέϐη Σαμψων ϗ ὁ ϖατὴϱ αὐτȣ̃ ϗ ἡ μήτηϱ αὐτȣ̃ εἰς Θαμναϑα. ϗ ἐξέϰλινεν εἰς ἀμϖελῶνα Θαμναϑα, ϗ ἰδȣ̀ σϰύμνος λεόντων ὠϱυόμενος εἰς ἀϖάντησιν αὐτȣ̃·
14:6 ϗ ϰατηύϑυνεν ἐϖ’ αὐτὸν ϖνεύμα ϰυϱίȣ, ϗ διέσϖασεν αὐτόν, ὡσεὶ διασϖάσαι ἔϱιφον αἰγῶν, ϗ ȣ̓δὲν ἦν ἐν τῇ χειϱὶ αὐτȣ̃. ϗ ȣ̓ϰ ἀϖήγγειλεν τῷ ϖατϱὶ αὐτȣ̃ ȣ̓δὲ τῇ μητϱὶ ἃ ἐϖοίησεν.
14:7 ϗ ϰατέϐησαν ϗ ἐλάλησαν τῇ γυναιϰί, ϗ ἤϱεσεν ἐνώϖιον Σαμψων.
14:8 ϗ ἐϖέϛϱεψεν μεϑ’ ἡμέϱας λαϐεῖν αὐτὴν ϗ ἐξέϰλινεν ἰδεῖν τὸ ϖτῶμα τȣ̃ λέοντος, ϗ ἰδȣ̀ συϛϱοφὴ μελισσῶν ἐν τῷ ϛόματι τȣ̃ λέοντος ϗ μέλι ἦν.
14:9 ϗ ἐξεῖλεν αὐτὸ εἰς τὸ ϛόμα αὐτȣ̃ ϗ ἐϖοϱεύϑη ϖοϱευόμενος ϗ ἔσϑων· ϗ ἐϖοϱεύϑη ϖϱὸς τὸν ϖατέϱα αὐτȣ̃ ϗ ϖϱὸς τὴν μητέϱα αὐτȣ̃ ϗ ἔδωϰεν αὐτοῖς, ϗ ἔφαγον· ϗ ȣ̓ϰ ἀϖήγγειλεν αὐτοῖς ὅτι ἐϰ τῆς ἕξεως τȣ̃ λέοντος ἐξεῖλεν τὸ μέλι.
14:10 ϗ ϰατέϐη ὁ ϖατὴϱ αὐτȣ̃ ϖϱὸς τὴν γυναῖϰα· ϗ ἐϖοίησεν ἐϰεῖ Σαμψων ϖότον ἡμέϱας ἑϖτά, ὅτι ȣ̔́τως ἐϖοίȣν οἱ νεανίσϰοι.
14:11 ϗ ἐγένετο ἐν τῷ φοϐεῖσϑαι αὐτȣ̀ς αὐτὸν ϖϱοσϰατέϛησαν αὐτῷ ἑταίϱȣς τϱιάϰοντα, ϗ ἦσαν μετ’ αὐτȣ̃.
14:12 ϗ εἶϖεν αὐτοῖς Σαμψων Πϱοϐαλῶ ὑμῖν ϖϱόϐλημα, ϗ ἐὰν ἀϖαγγείλητέ μοι τὸ ϖϱόϐλημα ἐν ταῖς ἑϖτὰ ἡμέϱαις τȣ̃ ϖότȣ, δώσω ὑμῖν τϱιάϰοντα σινδόνας ϗ τϱιάϰοντα ϛολάς·
14:13 ϗ ἐὰν μὴ δυνασϑῆτε ἀϖαγγεῖλαί μοι, ϗ δώσετε ὑμεῖς ἐμοὶ τϱιάϰοντα σινδόνας ϗ τϱιάϰοντα ϛολὰς ἱματίων. ϗ εἶϖαν αὐτῷ Πϱοϐαλȣ̃ τὸ ϖϱόϐλημά σȣ, ϗ ἀϰȣσόμεϑα αὐτȣ̃.
14:14 ϗ εἶϖεν αὐτοῖς Ἐϰ τȣ̃ ἔσϑοντος ἐξῆλϑεν ϐϱῶσις, ϗ ἐξ ἰσχυϱȣ̃ ἐξῆλϑεν γλυϰύ. ϗ ȣ̓ϰ ἠδυνάσϑησαν ἀϖαγγεῖλαι τὸ ϖϱόϐλημα ἐϖὶ τϱεῖς ἡμέϱας.
14:15 ϗ ἐγένετο ἐν τῇ ἡμέϱᾳ τῇ τετάϱτῃ ϗ εἶϖαν τῇ γυναιϰὶ Σαμψων Ἀϖάτησον δὴ τὸν ἄνδϱα σȣ ϗ ἀϖαγγειλάτω σοι τὸ ϖϱόϐλημα, μήϖοτε ἐμϖυϱίσωμέν σε ϗ τὸν οἶϰον τȣ̃ ϖατϱός σȣ ἐν ϖυϱί· ἦ ϖτωχεῦσαι ἐϰαλέσατε ἡμᾶς;
14:16 ϗ ἔϰλαυσεν ἡ γυνὴ Σαμψων ἐϖ’ αὐτὸν ϗ εἶϖεν αὐτῷ Μεμίσηϰάς με ϗ ȣ̓ϰ ἠγάϖηϰάς με, ὅτι τὸ ϖϱόϐλημα, ὃ ϖϱοεϐάλȣ τοῖς υἱοῖς τȣ̃ λαȣ̃ μȣ, ϰἀμοὶ ȣ̓ϰ ἀϖήγγειλας αὐτό. ϗ εἶϖεν αὐτῇ Σαμψων Ἰδȣ̀ τῷ ϖατϱί μȣ ϗ τῇ μητϱί μȣ ȣ̓ϰ ἀϖήγγειλα αὐτό, ϗ σοὶ ἀϖαγγελῶ;
14:17 ϗ ἔϰλαυσεν ἐϖ’ αὐτὸν ἐϖὶ τὰς ἑϖτὰ ἡμέϱας, ἐν αἷς ἦν ἐν αὐταῖς ὁ ϖότος· ϗ ἐγένετο ἐν τῇ ἡμέϱᾳ τῇ ἑϐδόμῃ ϗ ἀϖήγγειλεν αὐτῇ, ὅτι ϖαϱηνώχλησεν αὐτόν· ϗ αὐτὴ ἀϖήγγειλεν τοῖς υἱοῖς τȣ̃ λαȣ̃ αὐτῆς.
14:18 ϗ εἶϖαν αὐτῷ οἱ ἄνδϱες τῆς ϖόλεως ἐν τῇ ἡμέϱᾳ τῇ ἑϐδόμῃ ϖϱὶν δῦναι τὸν ἥλιον Τί γλυϰύτεϱον μέλιτος, ϗ τί ἰσχυϱότεϱον λέοντος; ϗ εἶϖεν αὐτοῖς Σαμψων Εἰ μὴ ϰατεδαμάσατέ μȣ τὴν δάμαλιν, ȣ̓ϰ ἂν εὕϱετε τὸ ϖϱόϐλημά μȣ.
14:19 ϗ ϰατεύϑυνεν ἐϖ’ αὐτὸν ϖνεῦμα ϰυϱίȣ, ϗ ϰατέϐη εἰς Ἀσϰαλῶνα ϗ ἔϖαισεν ἐϰεῖϑεν τϱιάϰοντα ἄνδϱας ϗ ἔλαϐεν τὰς ϛολὰς αὐτῶν ϗ ἔδωϰεν τοῖς ἀϖαγγείλασιν τὸ ϖϱόϐλημα. ϗ ἐϑυμώϑη ὀϱγῇ Σαμψων ϗ ἀνέϐη εἰς τὸν οἶϰον τȣ̃ ϖατϱὸς αὐτȣ̃.
14:20 ϗ συνῴϰησεν ἡ γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτȣ̃, ὃς ἦν ἑταῖϱος αὐτȣ̃.
15:1 Ϗ ἐγένετο μεϑ’ ἡμέϱας ἐν ἡμέϱαις ϑεϱισμȣ̃ ϖυϱῶν ϗ ἐϖεσϰέψατο Σαμψων τὴν γυναῖϰα αὐτȣ̃ φέϱων ἔϱιφον αἰγῶν ϗ εἶϖεν Εἰσελεύσομαι ϖϱὸς τὴν γυναῖϰά μȣ εἰς τὸν ϰοιτῶνα· ϗ ȣ̓ϰ ἀφῆϰεν αὐτὸν ὁ ϖατὴϱ αὐτῆς εἰσελϑεῖν ϖϱὸς αὐτήν.
15:2 ϗ εἶϖεν ὁ ϖατὴϱ αὐτῆς Εἴϖας εἶϖα ὅτι μισῶν ἐμίσησας αὐτήν, ϗ ἔδωϰα αὐτὴν τῷ συνεταίϱῳ σȣ· ȣ̓ϰ ἰδȣ̀ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέϱα ϰϱείσσων αὐτῆς ἐϛιν; ἔϛω δή σοι ἀντὶ αὐτῆς.
15:3 ϗ εἶϖεν αὐτῷ Σαμψων Ἀϑῷός εἰμι τὸ ἅϖαξ ἀϖὸ τῶν ἀλλοφύλων, ὅτι ἐγὼ ϖοιῶ μεϑ’ ὑμῶν ϰαϰά.
15:4 ϗ ἐϖοϱεύϑη Σαμψων ϗ συνέλαϐεν τϱιαϰοσίας ἀλώϖεϰας ϗ ἔλαϐεν λαμϖάδας ϗ συνέδησεν ϰέϱϰον ϖϱὸς ϰέϱϰον ϗ ἔϑηϰεν λαμϖάδα μίαν ἀνὰ μέσον τῶν δύο ϰέϱϰων ἐν τῷ μέσῳ·
15:5 ϗ ἐξῆψεν ϖῦϱ ἐν ταῖς λαμϖάσιν ϗ ἐξαϖέϛειλεν εἰς τὰ δϱάγματα τῶν ἀλλοφύλων ϗ ἐνεϖύϱισεν τȣ̀ς ϛάχυας ϗ τὰ ϖϱοτεϑεϱισμένα ἀϖὸ ϛοιϐῆς ϗ ἕως ἑϛῶτος ϗ ἕως ἀμϖελῶνος ϗ ἐλαίας.
15:6 ϗ εἶϖαν οἱ ἀλλόφυλοι Τίς ἐϖοίησεν ταῦτα; ϗ εἶϖαν Σαμψων ὁ γαμϐϱὸς τȣ̃ Θαμναϑαίȣ, ὅτι ἔλαϐεν τὴν γυναῖϰα αὐτȣ̃ ϗ ἔδωϰεν αὐτὴν τῷ συνεταίϱῳ αὐτȣ̃· ϗ ἀνέϐησαν οἱ ἀλλόφυλοι ϗ ἐνεϖύϱισαν τὴν οἰϰίαν τȣ̃ ϖατϱὸς αὐτῆς ϗ αὐτὴν ϗ τὸν ϖατέϱα αὐτῆς ἐν ϖυϱί.
15:7 ϗ εἶϖεν αὐτοῖς Σαμψων Ἐὰν ϖοιήσητε ȣ̔́τως, ȣ̓ϰ εὐδοϰήσω, ἀλλὰ τὴν ἐϰδίϰησίν μȣ ἐξ ἑνὸς ϗ ἑϰάϛȣ ὑμῶν ϖοιήσομαι.
15:8 ϗ ἐϖάταξεν αὐτȣ̀ς ἐϖὶ μηϱὸν ϖληγὴν μεγάλην· ϗ ϰατέϐη ϗ ϰατῴϰει ϖαϱὰ τῷ χειμάϱϱῳ ἐν τῷ σϖηλαίῳ Ηταμ.
15:9 Ϗ ἀνέϐησαν οἱ ἀλλόφυλοι ϗ ϖαϱενεϐάλοσαν ἐϖὶ τὸν Ιȣδαν ϗ ἐξεϱϱίφησαν ἐν Λεχι.
15:10 ϗ εἶϖαν αὐτοῖς ϖᾶς ἀνὴϱ Ιȣδα Ἵνα τί ἀνέϐητε ἐφ’ ἡμᾶς; ϗ εἶϖαν οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψων ϗ ϖοιῆσαι αὐτῷ ὃν τϱόϖον ἐϖοίησεν ἡμῖν.
15:11 ϗ ϰατέϐησαν τϱεῖς χιλιάδες ἀνδϱῶν ἐξ Ιȣδα ἐϖὶ τὴν ὀϖὴν τῆς ϖέτϱας Ηταμ ϗ εἶϖαν ϖϱὸς Σαμψων Ȣ̓ϰ οἶδας ὅτι ἄϱχȣσιν ἡμῶν οἱ ἀλλόφυλοι, ϗ ἵνα τί ταῦτα ἐϖοίησας ἡμῖν; ϗ εἶϖεν αὐτοῖς Σαμψων Καϑὼς ἐϖοίησαν ἡμῖν, ȣ̔́τως ἐϖοίησα αὐτοῖς.
15:12 ϗ εἶϖαν αὐτῷ Τȣ̃ δῆσαί σε ϰατέϐημεν ϗ ϖαϱαδȣ̃ναί σε εἰς χεῖϱας ἀλλοφύλων. ϗ εἶϖεν αὐτοῖς Σαμψων Ὀμόσατέ μοι μὴ ἀϖοϰτεῖναί με ὑμεῖς ϗ ϖαϱάδοτέ με αὐτοῖς, μήϖοτε ἀϖαντήσητε ὑμεῖς ἐν ἐμοί.
15:13 ϗ ὤμοσαν αὐτῷ λέγοντες Ȣ̓χί, ἀλλὰ δεσμῷ δήσομέν σε ϗ ϖαϱαδώσομέν σε εἰς χεῖϱας αὐτῶν, ϑανάτῳ δὲ ȣ̓ ϑανατώσομέν σε· ϗ ἔδησαν αὐτὸν δύο ϰαλωδίοις ϰαινοῖς ϗ ἀνήγαγον αὐτὸν ἐϰ τῆς ϖέτϱας.
15:14 ϗ αὐτὸς ἦλϑεν ἕως Σιαγόνος· ϗ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀϖάντησιν αὐτȣ̃ ϗ ἔδϱαμον εἰς συνάντησιν αὐτȣ̃· ϗ ϰατηύϑυνεν ἐϖ’ αὐτὸν ϖνεῦμα ϰυϱίȣ, ϗ ἐγένοντο τὰ ϰαλώδια τὰ ἐν τοῖς ϐϱαχίοσιν αὐτȣ̃ ὡσεὶ ϛιϖϖύον, ἡνίϰα ἂν ὀσφϱανϑῇ ϖυϱός, ϗ διελύϑησαν οἱ δεσμοὶ ἀϖὸ τῶν ϐϱαχιόνων αὐτȣ̃.
15:15 ϗ εὗϱεν σιαγόνα ὄνȣ ἐϱϱιμμένην ἐν τῇ ὁδῷ ϗ ἐξέτεινεν τὴν χεῖϱα αὐτȣ̃ ϗ ἔλαϐεν αὐτὴν ϗ ἐϖάταξεν ἐν αὐτῇ χιλίȣς ἄνδϱας.
15:16 ϗ εἶϖεν Σαμψων Ἐν σιαγόνι ὄνȣ ἐξαλείφων ἐξήλειψα αὐτȣ́ς, ὅτι ἐν σιαγόνι ὄνȣ ἐϖάταξα χιλίȣς ἄνδϱας.
15:17 ϗ ἐγένετο ἡνίϰα συνετέλεσεν λαλῶν, ϗ ἔϱϱιψεν τὴν σιαγόνα ἀϖὸ τῆς χειϱὸς αὐτȣ̃· ϗ ἐϰάλεσεν τὸν τόϖον ἐϰεῖνον Ἀναίϱεσις σιαγόνος.
15:18 ϗ ἐδίψησεν σφόδϱα· ϗ ἐϐόησεν ϖϱὸς ϰύϱιον ϗ εἶϖεν Σὺ ἔδωϰας ἐν χειϱὶ τȣ̃ δȣ́λȣ σȣ τὴν σωτηϱίαν τὴν μεγάλην ταύτην, ϗ νῦν ἀϖοϑανȣ̃μαι ἐν δίψει ϗ ἐμϖεσȣ̃μαι ἐν χειϱὶ τῶν ἀϖεϱιτμήτων.
15:19 ϗ ἤνοιξεν ὁ ϑεὸς τὸ τϱαῦμα τῆς σιαγόνος, ϗ ἐξῆλϑεν ἐξ αὐτȣ̃ ὕδατα, ϗ ἔϖιεν, ϗ ἐϖέϛϱεψεν τὸ ϖνεῦμα αὐτȣ̃ ἐν αὐτῷ, ϗ ἀνέψυξεν. διὰ τȣ̃το ἐϰλήϑη τὸ ὄνομα αὐτῆς Πηγὴ ἐϖίϰλητος σιαγόνος ἕως τῆς ἡμέϱας ταύτης. –
15:20 ϗ ἔϰϱινεν τὸν Ισϱαηλ ἐν ἡμέϱαις ἀλλοφύλων ἔτη εἴϰοσι.
16:1 Ϗ ἐϖοϱεύϑη Σαμψων ἐϰεῖϑεν εἰς Γάζαν· ϗ εἶδεν ἐϰεῖ γυναῖϰα ϖόϱνην ϗ εἰσῆλϑεν ϖϱὸς αὐτήν.
16:2 ϗ ἀϖηγγέλη τοῖς Γαζαίοις λέγοντες Ἥϰει Σαμψων ἐνταῦϑα. ϗ ἐϰύϰλωσαν ϗ ἐνήδϱευσαν αὐτὸν ὅλην τὴν νύϰτα ἐϖὶ τῆς ϖύλης τῆς ϖόλεως ϗ ἐϰώφευσαν ὅλην τὴν νύϰτα λέγοντες Ἕως φωτὸς ϖϱωῒ μείνωμεν ϗ ἀϖοϰτείνωμεν αὐτόν.
16:3 ϗ ἐϰοιμήϑη Σαμψων ἕως τȣ̃ μεσονυϰτίȣ· ϗ ἀνέϛη ϖεϱὶ τὸ μεσονύϰτιον ϗ ἐϖελάϐετο τῶν ϑυϱῶν τῆς ϖύλης τῆς ϖόλεως ϗ τῶν δύο ϛαϑμῶν ϗ ἀνεϐάϛασεν αὐτὰς σὺν τῷ μοχλῷ ϗ ἐϖέϑηϰεν ἐϖὶ τῷ ὤμῳ αὐτȣ̃ ϗ ἀνήνεγϰεν αὐτὰ ἐϖὶ τὴν ϰοϱυφὴν τȣ̃ ὄϱȣς, ὅ ἐϛιν ἐϖὶ ϖϱόσωϖον Χεϐϱων, ϗ ἔϑηϰεν αὐτὰ ἐϰεῖ.
16:4 Ϗ ἐγένετο μετὰ ταῦτα ϗ ἠγάϖησεν γυναῖϰα ἐϖὶ τȣ̃ χειμάϱϱȣ Σωϱηχ, ϗ ὄνομα αὐτῇ Δαλιλα.
16:5 ϗ ἀνέϐησαν ϖϱὸς αὐτὴν οἱ σατϱάϖαι τῶν ἀλλοφύλων ϗ εἶϖαν αὐτῇ Ἀϖάτησον αὐτὸν ϗ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτȣ̃ ἐϛιν ἡ μεγάλη ϗ ἐν τίνι δυνησόμεϑα ϖϱὸς αὐτὸν ϗ δήσομεν αὐτὸν ὥϛε ταϖεινῶσαι αὐτόν, ϗ ἡμεῖς δώσομέν σοι ἀνὴϱ χιλίȣς ϗ ἑϰατὸν ἀϱγυϱίȣ.
16:6 ϗ εἶϖεν Δαλιλα ϖϱὸς Σαμψων Ἀνάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σȣ ἡ μεγάλη ϗ ἐν τίνι δεϑήσῃ τȣ̃ ταϖεινωϑῆναί σε.
16:7 ϗ εἶϖεν ϖϱὸς αὐτὴν Σαμψων Ἐὰν δήσωσίν με ἐν ἑϖτὰ νευϱαῖς ὑγϱαῖς μὴ ἠϱημωμέναις, ϗ ἀσϑενήσω ϗ ἔσομαι ὡς εἷς τῶν ἀνϑϱώϖων.
16:8 ϗ ἀνήνεγϰαν αὐτῇ οἱ σατϱάϖαι τῶν ἀλλοφύλων ἑϖτὰ νευϱὰς ὑγϱὰς μὴ ἠϱημωμένας, ϗ ἔδησεν αὐτὸν ἐν αὐταῖς·
16:9 ϗ τὸ ἔνεδϱον αὐτȣ̃ ἐϰάϑητο ἐν τῷ ταμιείῳ· ϗ εἶϖεν ϖϱὸς αὐτόν Ἀλλόφυλοι ἐϖὶ σέ, Σαμψων· ϗ διέϱϱηξεν τὰς νευϱάς, ὃν τϱόϖον διασϖᾶται ϰλῶσμα τȣ̃ ἀϖοτινάγματος ἐν τῷ ὀσφϱανϑῆναι ϖυϱός· ϗ ȣ̓ϰ ἐγνώσϑη ἡ ἰσχὺς αὐτȣ̃.
16:10 ϗ εἶϖεν Δαλιλα ϖϱὸς Σαμψων Ἰδȣ̀ ϖαϱελογίσω με ϗ ἐλάλησας ϖϱός με ψευδῆ· νῦν ȣ̓͂ν ἀνάγγειλον δή μοι ἐν τίνι δεϑήσῃ.
16:11 ϗ εἶϖεν ϖϱὸς αὐτήν Ἐὰν δεσμῷ δήσωσίν με ἐν ἑϖτὰ ϰαλωδίοις ϰαινοῖς, ἐν οἷς ȣ̓ϰ ἐγενήϑη ἔϱγον, ϗ ἀσϑενήσω ϗ ἔσομαι ὡς εἷς τῶν ἀνϑϱώϖων.
16:12 ϗ ἔλαϐεν αὐτῷ Δαλιλα ϰαλώδια ϰαινὰ ϗ ἔδησεν αὐτὸν ἐν αὐτοῖς ϗ εἶϖεν ϖϱὸς αὐτόν Οἱ ἀλλόφυλοι ἐϖὶ σέ, Σαμψων· ϗ τὸ ἔνεδϱον ἐϰάϑητο ἐν τῷ ταμιείῳ· ϗ διέσϖασεν αὐτὰ ἀϖὸ τῶν ϐϱαχιόνων αὐτȣ̃ ὡς ῥάμμα.
16:13 ϗ εἶϖεν Δαλιλα ϖϱὸς Σαμψων Ἕως νῦν ϖαϱελογίσω με ϗ ἐλάλησας ϖϱός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεϑήσῃ. ϗ εἶϖεν ϖϱὸς αὐτήν Ἐὰν ὑφάνῃς τὰς ἑϖτὰ σειϱὰς τῆς ϰεφαλῆς μȣ μετὰ τȣ̃ διάσματος ϗ ἐγϰϱȣ́σῃς ἐν τῷ ϖασσάλῳ εἰς τὸν τοῖχον, ϗ ἔσομαι ἀσϑενὴς ὡς εἷς τῶν ἀνϑϱώϖων.
16:14 ϗ ἐϰοίμισεν αὐτὸν Δαλιλα ϗ ἐδιάσατο τȣ̀ς ἑϖτὰ ϐοϛϱύχȣς τῆς ϰεφαλῆς αὐτȣ̃ μετὰ τῆς ἐϰτάσεως ϗ ϰατέϰϱȣσεν ἐν τοῖς ϖασσάλοις εἰς τὸν τοῖχον ϗ εἶϖεν ϖϱὸς αὐτόν Οἱ ἀλλόφυλοι ἐϖὶ σέ, Σαμψων· ϗ ἐξηγέϱϑη ἐϰ τȣ̃ ὕϖνȣ αὐτȣ̃ ϗ ἐξέσϖασεν τȣ̀ς ϖασσάλȣς σὺν τῷ ὑφάσματι ἐϰ τȣ̃ τοίχȣ ϗ τὸ δίασμα, ϗ ȣ̓ϰ ἐγνώσϑη ἡ ἰσχὺς αὐτȣ̃.
16:15 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Δαλιλα Πῶς ἐϱεῖς Ἠγάϖηϰά σε, ϗ ἡ ϰαϱδία σȣ ȣ̓ϰ ἔϛιν μετ’ ἐμȣ̃; τȣ̃το τϱίτον ϖαϱελογίσω με ϗ ȣ̓ϰ ἀϖήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σȣ ἡ μεγάλη.
16:16 ϗ ἐγένετο ὅτε ϰατειϱγάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύϰτα ϗ ϖαϱηνώχλησεν αὐτόν, ϗ ὠλιγοψύχησεν ἕως εἰς ϑάνατον·
16:17 ϗ ἀϖήγγειλεν αὐτῇ ϖάντα τὰ ἀϖὸ ϰαϱδίας αὐτȣ̃ ϗ εἶϖεν αὐτῇ Ξυϱὸν ȣ̓ϰ ἀναϐήσεται ἐϖὶ τὴν ϰεφαλήν μȣ, ὅτι ναζιϱαῖος ϑεȣ̃ ἐγώ εἰμι ἐϰ ϰοιλίας μητϱός μȣ, ϗ ἐὰν ξυϱήσωμαι, ἀϖοϛήσεται ἀϖ’ ἐμȣ̃ ἡ ἰσχύς μȣ, ϗ ἀσϑενήσω ϗ ἔσομαι ϰατὰ ϖάντας τȣ̀ς ἀνϑϱώϖȣς.
16:18 ϗ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ ϖάντα τὰ ἀϖὸ ϰαϱδίας αὐτȣ̃, ϗ ἀϖέϛειλεν ϗ ἐϰάλεσεν ϖάντας τȣ̀ς σατϱάϖας τῶν ἀλλοφύλων λέγȣσα Ἀνάϐητε τὸ ἅϖαξ, ὅτι ἀνήγγειλέν μοι ϖᾶσαν τὴν ϰαϱδίαν αὐτȣ̃· ϗ ἀνέϐησαν ϖϱὸς αὐτὴν ϖᾶσαι αἱ σατϱαϖίαι τῶν ἀλλοφύλων ϗ ἤνεγϰαν τὸ ἀϱγύϱιον ἐν ταῖς χεϱσὶν αὐτῶν.
16:19 ϗ ἐϰοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς· ϗ ἐϰάλεσεν τὸν ϰȣϱέα, ϗ ἐξύϱησεν τȣ̀ς ἑϖτὰ ϐοϛϱύχȣς τῆς ϰεφαλῆς αὐτȣ̃· ϗ ἤϱξατο ταϖεινȣ̃σϑαι, ϗ ἀϖέϛη ἡ ἰσχὺς αὐτȣ̃ ἀϖ’ αὐτȣ̃.
16:20 ϗ εἶϖεν αὐτῷ Δαλιλα Οἱ ἀλλόφυλοι ἐϖὶ σέ, Σαμψων. ϗ ἐξηγέϱϑη ἐϰ τȣ̃ ὕϖνȣ αὐτȣ̃ ϗ εἶϖεν Ἐξελεύσομαι ϗ ϖοιήσω ϰαϑὼς ἀεὶ ϗ ἀϖοτινάξομαι· ϗ αὐτὸς ȣ̓ϰ ἔγνω ὅτι ϰύϱιος ἀϖέϛη ἀϖ’ αὐτȣ̃.
16:21 ϗ ἐϖελάϐοντο αὐτȣ̃ οἱ ἀλλόφυλοι ϗ ἐξώϱυξαν τȣ̀ς ὀφϑαλμȣ̀ς αὐτȣ̃· ϗ ϰατήγαγον αὐτὸν εἰς Γάζαν ϗ ἔδησαν αὐτὸν ἐν ϖέδαις χαλϰαῖς, ϗ ἦν ἀλήϑων ἐν οἴϰῳ τῆς φυλαϰῆς.
16:22 Ϗ ἤϱξατο ἡ ϑϱὶξ τῆς ϰεφαλῆς αὐτȣ̃ ἀνατεῖλαι, ἡνίϰα ἐξυϱήϑη.
16:23 ϗ οἱ σατϱάϖαι τῶν ἀλλοφύλων συνήχϑησαν τȣ̃ ϑῦσαι ϑυσίαν μεγάλην Δαγων τῷ ϑεῷ αὐτῶν ϗ τȣ̃ εὐφϱανϑῆναι ϗ εἶϖαν Παϱέδωϰεν ὁ ϑεὸς ἡμῶν ἐν χειϱὶ ἡμῶν Σαμψων τὸν ἐχϑϱὸν ἡμῶν.
16:24 ϗ εἶδεν αὐτὸν ὁ λαὸς ϗ ᾔνεσαν τȣ̀ς ϑεȣ̀ς αὐτῶν ϗ εἶϖαν Παϱέδωϰεν ὁ ϑεὸς ἡμῶν τὸν ἐχϑϱὸν ἡμῶν ἐν χειϱὶ ἡμῶν ϗ τὸν ἐξεϱημȣ̃ντα τὴν γῆν ἡμῶν, ὅϛις ἐϖλήϑυνεν τȣ̀ς τϱαυματίας ἡμῶν.
16:25 ϗ ἐγένετο ὅτε ἠγαϑύνϑη ἡ ϰαϱδία αὐτῶν, ϗ εἶϖαν Καλέσατε τὸν Σαμψων ἐξ οἴϰȣ φυλαϰῆς, ϗ ϖαιξάτω ἐνώϖιον ἡμῶν. ϗ ἐϰάλεσαν τὸν Σαμψων ἐξ οἴϰȣ τῆς φυλαϰῆς ϗ ἐνέϖαιζον αὐτῷ ϗ ἔϛησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο ϛύλων.
16:26 ϗ εἶϖεν Σαμψων ϖϱὸς τὸ ϖαιδάϱιον τὸν χειϱαγωγȣ̃ντα αὐτόν Ἐϖανάϖαυσόν με δὴ ϗ ϖοίησον ψηλαφῆσαί με ἐϖὶ τȣ̀ς ϛύλȣς, ἐφ’ ὧν ὁ οἶϰος ἐϖεϛήϱιϰται ἐϖ’ αὐτῶν, ϗ ἐϖιϛηϱίσομαι ἐϖ’ αὐτȣ́ς· ὁ δὲ ϖαῖς ἐϖοίησεν ȣ̔́τως.
16:27 ὁ δὲ οἶϰος ἦν ϖλήϱης ἀνδϱῶν ϗ γυναιϰῶν, ϗ ἐϰεῖ ϖάντες οἱ σατϱάϖαι τῶν ἀλλοφύλων, ϗ ἐϖὶ τȣ̃ δώματος ὡσεὶ τϱισχίλιοι ἄνδϱες ϗ γυναῖϰες ἐμϐλέϖοντες ἐμϖαιζόμενον τὸν Σαμψων.
16:28 ϗ ἐϐόησεν Σαμψων ϖϱὸς ϰύϱιον ϗ εἶϖεν Κύϱιε ϰύϱιε, μνήσϑητί μȣ ϗ ἐνίσχυσόν με δὴ ϖλὴν ἔτι τὸ ἅϖαξ τȣ̃το, ϗ ἐϰδιϰήσω ἐϰδίϰησιν μίαν ἀντὶ τῶν δύο ὀφϑαλμῶν μȣ ἐϰ τῶν ἀλλοφύλων.
16:29 ϗ ϖεϱιέλαϐεν Σαμψων τȣ̀ς δύο ϛύλȣς τȣ̀ς μέσȣς, ἐφ’ ὧν ὁ οἶϰος ἐϖεϛήϱιϰτο ἐϖ’ αὐτῶν, ϗ ἐϖεϛηϱίσατο ἐϖ’ αὐτοῖς, ἕνα ἐν τῇ δεξιᾷ αὐτȣ̃ ϗ ἕνα ἐν τῇ ἀϱιϛεϱᾷ αὐτȣ̃.
16:30 ϗ εἶϖεν Σαμψων Ἀϖοϑανέτω ἡ ψυχή μȣ μετὰ τῶν ἀλλοφύλων· ϗ ἔϰλινεν ἐν ἰσχύι, ϗ ἔϖεσεν ὁ οἶϰος ἐϖὶ τȣ̀ς σατϱάϖας ϗ ἐϖὶ ϖάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· ϗ ἐγένοντο οἱ τεϑνηϰότες, ȣ̔̀ς ἐϑανάτωσεν Σαμψων ἐν τῷ ϑανάτῳ αὐτȣ̃, ϖλείȣς ὑϖὲϱ ȣ̔̀ς ἐϑανάτωσεν ἐν τῇ ζωῇ αὐτȣ̃.
16:31 ϗ ϰατέϐησαν οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ ϖᾶς ὁ οἶϰος τȣ̃ ϖατϱὸς αὐτȣ̃ ϗ ἔλαϐον αὐτὸν ϗ ἀνέϐησαν ϗ ἔϑαψαν αὐτὸν ἀνὰ μέσον Σαϱαα ϗ ἀνὰ μέσον Εσϑαολ ἐν τῷ τάφῳ Μανωε τȣ̃ ϖατϱὸς αὐτȣ̃. ϗ αὐτὸς ἔϰϱινεν τὸν Ισϱαηλ εἴϰοσι ἔτη.
17:1 Ϗ ἐγένετο ἀνὴϱ ἐξ ὄϱȣς Εφϱαιμ, ϗ ὄνομα αὐτῷ Μιχα.
17:2 ϗ εἶϖεν τῇ μητϱὶ αὐτȣ̃ Χιλίȣς ϗ ἑϰατὸν ἀϱγυϱίȣ τȣ̀ς λημφϑέντας σοι ϗ ἐξώϱϰισας ϗ εἶϖας ἐν τοῖς ὠσίν μȣ, ἰδȣ̀ τὸ ἀϱγύϱιον ϖαϱ’ ἐμοί, ἐγὼ ἔλαϐον αὐτό. ϗ εἶϖεν ἡ μήτηϱ αὐτȣ̃ Εὐλογημένος ὁ υἱός μȣ τῷ ϰυϱίῳ.
17:3 ϗ ἀϖέδωϰεν τȣ̀ς χιλίȣς ϗ ἑϰατὸν τȣ̃ ἀϱγυϱίȣ τῇ μητϱὶ αὐτȣ̃, ϗ εἶϖεν ἡ μήτηϱ αὐτȣ̃ Ἁγιασμῷ ἡγίασα τὸ ἀϱγύϱιον τῷ ϰυϱίῳ ἐϰ τῆς χειϱός μȣ ϰατὰ μόνας τȣ̃ ϖοιῆσαι γλυϖτὸν ϗ χωνευτόν, ϗ νῦν ἐϖιϛϱέψω αὐτά σοι ϗ ἀϖοδώσω σοι αὐτό.
17:4 ϗ ἀϖέδωϰεν τὸ ἀϱγύϱιον τῇ μητϱὶ αὐτȣ̃· ϗ ἔλαϐεν ἡ μήτηϱ αὐτȣ̃ διαϰοσίȣς τȣ̃ ἀϱγυϱίȣ ϗ ἔδωϰεν αὐτὸ τῷ χωνευτῇ, ϗ ἐϖοίησεν αὐτὸ γλυϖτὸν ϗ χωνευτόν, ϗ ἐγένετο ἐν τῷ οἴϰῳ Μιχα.
17:5 ϗ ὁ ἀνὴϱ Μιχα, αὐτῷ οἶϰος ϑεȣ̃· ϗ ἐϖοίησεν εφȣδ ϗ ϑεϱαφιν ϗ ἐνέϖλησεν τὴν χεῖϱα ἑνὸς τῶν υἱῶν αὐτȣ̃, ϗ ἐγενήϑη αὐτῷ εἰς ἱεϱέα. –
17:6 ἐν ταῖς ἡμέϱαις ἐϰείναις ȣ̓ϰ ἦν ϐασιλεὺς ἐν Ισϱαηλ· ἀνὴϱ τὸ ἀγαϑὸν ἐν ὀφϑαλμοῖς αὐτȣ̃ ἐϖοίει.
17:7 Ϗ ἐγένετο ϖαιδάϱιον ἐϰ Βηϑλεεμ δήμȣ Ιȣδα ἐϰ τῆς συγγενείας Ιȣδα, ϗ αὐτὸς Λευίτης, ϗ αὐτὸς ϖαϱῴϰει ἐϰεῖ.
17:8 ϗ ἐϖοϱεύϑη ὁ ἀνὴϱ ἐϰ τῆς ϖόλεως Ιȣδα ἐϰ Βηϑλεεμ ϖαϱοιϰεῖν ȣ̔͂ ἐὰν εὕϱῃ, ϗ ἐγενήϑη εἰς ὄϱος Εφϱαιμ ἕως οἴϰȣ Μιχα τȣ̃ ϖοιῆσαι τὴν ὁδὸν αὐτȣ̃.
17:9 ϗ εἶϖεν αὐτῷ Μιχα Πόϑεν ἔϱχῃ; ϗ εἶϖεν ϖϱὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐϰ Βηϑλεεμ Ιȣδα, ϗ ἐγὼ ϖοϱεύομαι ϖαϱοιϰεῖν ȣ̔͂ ἐὰν εὕϱω.
17:10 ϗ εἶϖεν αὐτῷ Μιχα Κάϑȣ μετ’ ἐμȣ̃ ϗ γενȣ̃ μοι εἰς ϖατέϱα ϗ εἰς ἱεϱέα, ϗ ἐγὼ δώσω σοι δέϰα ἀϱγυϱίȣ εἰς ἡμέϱας ϗ ζεῦγος ἱματίων ϗ τὰ ϖϱὸς τὸ ζῆν σȣ. ϗ ἐϖοϱεύϑη ὁ Λευίτης
17:11 ϗ ἤϱξατο ϖαϱοιϰεῖν ϖαϱὰ τῷ ἀνδϱί, ϗ ἐγενήϑη αὐτῷ τὸ ϖαιδάϱιον ὡς εἷς τῶν υἱῶν αὐτȣ̃.
17:12 ϗ ἐνέϖλησεν Μιχα τὴν χεῖϱα τȣ̃ Λευίτȣ, ϗ ἐγενήϑη αὐτῷ τὸ ϖαιδάϱιον εἰς ἱεϱέα ϗ ἦν ἐν τῷ οἴϰῳ Μιχα.
17:13 ϗ εἶϖεν Μιχα Νῦν ἔγνων ὅτι ἠγαϑοϖοίησέν με ϰύϱιος, ὅτι ἐγενήϑη μοι ὁ Λευίτης εἰς ἱεϱέα.
18:1 Ἐν ταῖς ἡμέϱαις ἐϰείναις ȣ̓ϰ ἦν ϐασιλεὺς ἐν Ισϱαηλ. ϗ ἐν ταῖς ἡμέϱαις ἐϰείναις ἐζήτει ἡ φυλὴ τȣ̃ Δαν ἑαυτῇ ϰληϱονομίαν τȣ̃ ϰατοιϰεῖν, ὅτι ȣ̓ϰ ἔϖεσεν αὐτῇ ἕως τῶν ἡμεϱῶν ἐϰείνων ἐν μέσῳ φυλῶν Ισϱαηλ ϰληϱονομία.
18:2 ϗ ἐξαϖέϛειλαν οἱ υἱοὶ Δαν ἐϰ τῶν συγγενειῶν αὐτῶν ϖέντε ἄνδϱας ἀϖὸ μέϱȣς αὐτῶν υἱȣ̀ς δυνάμεως ἐϰ Σαϱαα ϗ Εσϑαολ τȣ̃ ϰατασϰέψασϑαι τὴν γῆν ϗ ἐξιχνιάσαι αὐτὴν ϗ εἶϖαν ϖϱὸς αὐτȣ́ς Ποϱεύεσϑε ϗ ἐξεϱαυνήσατε τὴν γῆν. ϗ ϖαϱεγένοντο εἰς ὄϱος Εφϱαιμ ἕως οἴϰȣ Μιχα ϗ ϰατέϖαυσαν ἐϰεῖ.
18:3 αὐτῶν ὄντων ϖαϱὰ τῷ οἴϰῳ Μιχα ϗ αὐτοὶ ἐϖέγνωσαν τὴν φωνὴν τȣ̃ ϖαιδαϱίȣ τȣ̃ νεωτέϱȣ τȣ̃ Λευίτȣ ϗ ἐξέϰλιναν ἐϰεῖ ϗ εἶϖαν αὐτῷ Τίς ἤγαγέν σε ὧδε, ϗ τί ϖοιεῖς ἐνταῦϑα, ϗ τί σοί ἐϛιν ὧδε;
18:4 ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς ȣ̔́τως ϗ ȣ̔́τως ἐϖοίησέν μοι Μιχα ϗ ἐμισϑώσατό με, ϗ ἐγενήϑην αὐτῷ εἰς ἱεϱέα.
18:5 ϗ εἶϖαν αὐτῷ Ἐϖεϱώτησον δὴ ἐν τῷ ϑεῷ, ϗ γνωσόμεϑα εἰ ϰατευοδοῖ ἡ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς ϖοϱευόμεϑα ἐϖ’ αὐτήν.
18:6 ϗ εἶϖεν αὐτοῖς ὁ ἱεϱεύς Ποϱεύεσϑε εἰς εἰϱήνην· ἐνώϖιον ϰυϱίȣ ἡ ὁδὸς ὑμῶν, ϰαϑ’ ἣν ὑμεῖς ϖοϱεύεσϑε ἐν αὐτῇ.
18:7 ϗ ἐϖοϱεύϑησαν οἱ ϖέντε ἄνδϱες ϗ ϖαϱεγένοντο εἰς Λαισα· ϗ εἶδον τὸν λαὸν τὸν ϰατοιϰȣ̃ντα ἐν αὐτῇ ϰαϑήμενον ἐν ἐλϖίδι ϰατὰ τὴν σύγϰϱισιν τῶν Σιδωνίων, ἡσυχάζοντας ἐν ἐλϖίδι ϗ μὴ δυναμένȣς λαλῆσαι ῥῆμα, ὅτι μαϰϱάν εἰσιν ἀϖὸ Σιδῶνος, ϗ λόγος ȣ̓ϰ ἦν αὐτοῖς μετὰ Συϱίας.
18:8 ϗ ϖαϱεγένοντο οἱ ϖέντε ἄνδϱες ϖϱὸς τȣ̀ς ἀδελφȣ̀ς αὐτῶν εἰς Σαϱαα ϗ Εσϑαολ, ϗ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν Τί ὑμεῖς ϰάϑησϑε;
18:9 ϗ εἶϖαν Ἀνάϛητε ϗ ἀναϐῶμεν ἐϖ’ αὐτȣ́ς· ὅτι εἰσήλϑαμεν ϗ ἐνεϖεϱιεϖατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα ϗ εἴδομεν τὸν λαὸν τὸν ϰατοιϰȣ̃ντα ἐν αὐτῇ ἐν ἐλϖίδι ϰατὰ τὸ σύγϰϱιμα τῶν Σιδωνίων, ϗ μαϰϱὰν ἀϖέχοντες ἐϰ Σιδῶνος, ϗ λόγος ȣ̓ϰ ἦν αὐτοῖς μετὰ Συϱίας· ἀλλὰ ἀνάϛητε ϗ ἀναϐῶμεν ἐϖ’ αὐτȣ́ς, ὅτι εὑϱήϰαμεν τὴν γῆν ϗ ἰδȣ̀ ἀγαϑὴ σφόδϱα. ϗ ὑμεῖς σιωϖᾶτε; μὴ ὀϰνήσητε τȣ̃ ϖοϱευϑῆναι τȣ̃ ἐλϑεῖν ϗ ϰαταϰληϱονομῆσαι τὴν γῆν.
18:10 ἡνίϰα ἂν εἰσέλϑητε, ἥξετε ϖϱὸς λαὸν ϖεϖοιϑότα, ϗ ἡ γῆ εὐϱύχωϱος, ὅτι ϖαϱέδωϰεν αὐτὴν ὁ ϑεὸς ἐν χειϱὶ ὑμῶν, τόϖος, ȣ̔͂ ȣ̓ϰ ἔϛιν ἐϰεῖ ὑϛέϱημα ϖαντὸς ῥήματος, ὅσα ἐν τῇ γῇ.
18:11 Ϗ ἀϖῆϱαν ἐϰ συγγενείας τȣ̃ Δαν ἐϰ Σαϱαα ϗ Εσϑαολ ἑξαϰόσιοι ἄνδϱες ϖεϱιεζωσμένοι σϰεύη ϖολεμιϰά.
18:12 ϗ ἀνέϐησαν ϗ ϖαϱενεϐάλοσαν ἐν Καϱιαϑιαϱιμ ἐν Ιȣδα· διὰ τȣ̃το ἐϰλήϑη τῷ τόϖῳ ἐϰείνῳ Παϱεμϐολὴ Δαν ἕως τῆς ἡμέϱας ταύτης, ἰδȣ̀ ϰατόϖισϑεν Καϱιαϑιαϱιμ.
18:13 ϖαϱῆλϑαν ἐϰεῖϑεν ϗ ἦλϑαν ἕως τȣ̃ ὄϱȣς Εφϱαιμ ϗ ἦλϑον ἕως οἴϰȣ Μιχα.
18:14 ϗ ἀϖεϰϱίϑησαν οἱ ϖέντε ἄνδϱες οἱ ϖοϱευόμενοι ϰατασϰέψασϑαι τὴν γῆν ϗ εἶϖαν ϖϱὸς τȣ̀ς ἀδελφȣ̀ς αὐτῶν Εἰ οἴδατε ὅτι ἐν τοῖς οἴϰοις τȣ́τοις εφȣδ ϗ ϑεϱαφιν ϗ γλυϖτὸν ϗ χωνευτόν; ϗ νῦν γνῶτε τί ϖοιήσετε.
18:15 ϗ ἐξέϰλιναν ἐϰεῖ ϗ εἰσήλϑοσαν εἰς τὸν οἶϰον τȣ̃ ϖαιδαϱίȣ τȣ̃ Λευίτȣ εἰς τὸν οἶϰον Μιχα ϗ ἠσϖάσαντο αὐτόν.
18:16 ϗ οἱ ἑξαϰόσιοι ἄνδϱες ϖεϱιεζωσμένοι σϰεύη ϖολεμιϰὰ ἐϛηλωμένοι ϖαϱὰ τὴν ϑύϱαν τȣ̃ ϖυλῶνος, οἱ ἐϰ τῶν υἱῶν Δαν.
18:17 ϗ ἀνέϐησαν οἱ ϖέντε ἄνδϱες οἱ ϖοϱευόμενοι ϰατασϰέψασϑαι τὴν γῆν· ἐϖελϑόντες ἐϰεῖ ἔλαϐον τὸ γλυϖτὸν ϗ τὸ εφȣδ ϗ τὸ ϑεϱαφιν ϗ τὸ χωνευτόν, ϗ ὁ ἱεϱεὺς ἐϛηλωμένος ϖαϱὰ τῇ ϑύϱᾳ τȣ̃ ϖυλῶνος ϗ οἱ ἑξαϰόσιοι ἄνδϱες οἱ ϖεϱιεζωσμένοι σϰεύη ϖολεμιϰά.
18:18 ϗ ȣ̔͂τοι εἰσῆλϑον εἰς οἶϰον Μιχα ϗ ἔλαϐον τὸ γλυϖτὸν ϗ τὸ εφȣδ ϗ τὸ ϑεϱαφιν ϗ τὸ χωνευτόν. ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς ὁ ἱεϱεύς Τί ὑμεῖς ϖοιεῖτε;
18:19 ϗ εἶϖαν ϖϱὸς αὐτόν Κώφευσον, ἐϖίϑες τὴν χεῖϱά σȣ ἐϖὶ τὸ ϛόμα σȣ ϗ ἐλϑὲ μεϑ’ ἡμῶν, ϗ ἔσῃ ἡμῖν εἰς ϖατέϱα ϗ εἰς ἱεϱέα· μὴ ϐέλτιον εἶναί σε ἱεϱέα οἴϰȣ ἀνδϱὸς ἑνὸς ἢ γίνεσϑαί σε ἱεϱέα φυλῆς ϗ συγγενείας ἐν Ισϱαηλ;
18:20 ϗ ἠγαϑύνϑη ἡ ϰαϱδία τȣ̃ ἱεϱέως, ϗ ἔλαϐεν τὸ εφȣδ ϗ τὸ ϑεϱαφιν ϗ τὸ γλυϖτὸν ϗ τὸ χωνευτὸν ϗ εἰσῆλϑεν ἐν μέσῳ τȣ̃ λαȣ̃.
18:21 ϗ ἐϖέϛϱεψαν ϗ ἀϖῆλϑαν· ϗ ἔταξαν τὴν ϖανοιϰίαν ϗ τὴν ϰτῆσιν αὐτȣ̃ τὴν ἔνδοξον ἔμϖϱοσϑεν αὐτῶν.
18:22 αὐτῶν δὲ μεμαϰϱυγϰότων ἀϖὸ τȣ̃ οἴϰȣ Μιχα ϗ ἰδȣ̀ Μιχα ϗ οἱ ἄνδϱες οἱ σὺν τῷ οἴϰῳ μετὰ Μιχα ἔϰϱαζον ϰατοϖίσω υἱῶν Δαν.
18:23 ϗ ἐϖέϛϱεψαν οἱ υἱοὶ Δαν τὰ ϖϱόσωϖα αὐτῶν ϗ εἶϖαν ϖϱὸς Μιχα Τί ἐϛίν σοι, ὅτι ἔϰϱαξας;
18:24 ϗ εἶϖεν Μιχα Ὅτι τὸ γλυϖτόν μȣ, ὃ ἐϖοίησα ἐμαυτῷ, ἐλάϐετε ϗ τὸν ἱεϱέα ϗ ἀϖήλϑατε· ϗ τί ἐμοὶ ἔτι; ϗ τί τȣ̃το λέγετέ μοι Τί τȣ̃το ϰϱάζεις;
18:25 ϗ εἶϖον ϖϱὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀϰȣσϑήτω δὴ ἡ φωνή σȣ μεϑ’ ἡμῶν, μήϖοτε ἀϖαντήσωσιν ὑμῖν ἄνδϱες ϰατώδυνοι ψυχῇ, ϗ ϖϱοσϑήσεις τὴν ψυχήν σȣ ϗ τὴν ψυχὴν τȣ̃ οἴϰȣ σȣ.
18:26 ϗ ἐϖοϱεύϑησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν· ϗ εἶδεν Μιχα ὅτι ἰσχυϱότεϱοί εἰσιν αὐτȣ̃, ϗ ἐξένευσεν ϗ ἀνέϛϱεψεν εἰς τὸν οἶϰον αὐτȣ̃.
18:27 Ϗ αὐτοὶ ἔλαϐον ὅσα ἐϖοίησεν Μιχα, ϗ τὸν ἱεϱέα, ὃς ἦν αὐτῷ, ϗ ἦλϑον ἕως Λαισα ἐϖὶ λαὸν ἡσυχάζοντα ϗ ϖεϖοιϑότα ϗ ἐϖάταξαν αὐτȣ̀ς ἐν ϛόματι ῥομφαίας ϗ τὴν ϖόλιν ἐνέϖϱησαν·
18:28 ϗ ȣ̓ϰ ἔϛιν ἐξαιϱȣ́μενος, ὅτι μαϰϱάν ἐϛιν ἀϖὸ Σιδωνίων, ϗ λόγος ȣ̓ϰ ἔϛιν αὐτοῖς μετὰ ἀνϑϱώϖων, ϗ αὐτὴ ἐν ϰοιλάδι, ἥ ἐϛιν τȣ̃ οἴϰȣ Ροωϐ. ϗ ᾠϰοδόμησαν τὴν ϖόλιν ϗ ϰατῴϰησαν ἐν αὐτῇ
18:29 ϗ ἐϰάλεσαν τὸ ὄνομα τῆς ϖόλεως Δαν ϰατὰ τὸ ὄνομα τȣ̃ ϖατϱὸς αὐτῶν, ὃς ἐγενήϑη τῷ Ισϱαηλ· ϗ ἦν Λαις ὄνομα τῇ ϖόλει τὸ ϖϱότεϱον.
18:30 ϗ ἀνέϛησαν ἑαυτοῖς οἱ υἱοὶ τȣ̃ Δαν τὸ γλυϖτὸν Μιχα· ϗ Ιωναϑαν υἱὸς Γηϱσωμ υἱȣ̃ Μωυσῆ, αὐτὸς ϗ οἱ υἱοὶ αὐτȣ̃ ἦσαν ἱεϱεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέϱας τῆς μετοιϰεσίας τῆς γῆς.
18:31 ϗ ἔταξαν ἑαυτοῖς τὸ γλυϖτὸν Μιχα, ὃ ἐϖοίησεν, ϖάσας τὰς ἡμέϱας, ὅσας ἦν ὁ οἶϰος τȣ̃ ϑεȣ̃ ἐν Σηλω.
19:1 Ϗ ἐγένετο ἐν ταῖς ἡμέϱαις ἐϰείναις ϗ ϐασιλεὺς ȣ̓ϰ ἦν ἐν Ισϱαηλ. ϗ ἐγένετο ἀνὴϱ Λευίτης ϖαϱοιϰῶν ἐν μηϱοῖς ὄϱȣς Εφϱαιμ, ϗ ἔλαϐεν ὁ ἀνὴϱ ἑαυτῷ γυναῖϰα ϖαλλαϰὴν ἐϰ Βηϑλεεμ Ιȣδα.
19:2 ϗ ὠϱγίσϑη αὐτῷ ἡ ϖαλλαϰὴ αὐτȣ̃ ϗ ἀϖῆλϑεν ἀϖ’ αὐτȣ̃ εἰς τὸν οἶϰον τȣ̃ ϖατϱὸς αὐτῆς εἰς Βηϑλεεμ Ιȣδα ϗ ἐγένετο ἐϰεῖ ἡμέϱας τετϱάμηνον.
19:3 ϗ ἀνέϛη ὁ ἀνὴϱ αὐτῆς ϗ ἐϖοϱεύϑη ϰατόϖισϑεν αὐτῆς τȣ̃ λαλῆσαι ἐϖὶ τὴν ϰαϱδίαν αὐτῆς τȣ̃ διαλλάξαι αὐτὴν ἑαυτῷ ϗ ἀϖαγαγεῖν αὐτὴν ϖάλιν ϖϱὸς αὐτόν, ϗ τὸ ϖαιδάϱιον αὐτȣ̃ μετ’ αὐτȣ̃ ϗ ζεῦγος ὑϖοζυγίων· ϗ ἐϖοϱεύϑη ἕως οἴϰȣ τȣ̃ ϖατϱὸς αὐτῆς, ϗ εἶδεν αὐτὸν ὁ ϖατὴϱ τῆς νεάνιδος ϗ ϖαϱῆν εἰς ἀϖάντησιν αὐτȣ̃.
19:4 ϗ εἰσήγαγεν αὐτὸν ὁ γαμϐϱὸς αὐτȣ̃ ὁ ϖατὴϱ τῆς νεάνιδος ϗ ἐϰάϑισεν μετ’ αὐτȣ̃ ἡμέϱας τϱεῖς, ϗ ἔφαγον ϗ ἔϖιον ϗ ὕϖνωσαν ἐϰεῖ.
19:5 ϗ ἐγενήϑη τῇ ἡμέϱᾳ τῇ τετάϱτῃ ϗ ὤϱϑϱισαν τὸ ϖϱωί, ϗ ἀνέϛη τȣ̃ ἀϖελϑεῖν· ϗ εἶϖεν ὁ ϖατὴϱ τῆς νεάνιδος ϖϱὸς τὸν γαμϐϱὸν αὐτȣ̃ Ϛήϱισον τὴν ϰαϱδίαν σȣ ϰλάσματι ἄϱτȣ, ϗ μετὰ τȣ̃το ϖοϱεύεσϑε.
19:6 ϗ ἐϰάϑισαν ϗ ἔφαγον ἀμφότεϱοι ἐϖὶ τὸ αὐτὸ ϗ ἔϖιον· ϗ εἶϖεν ὁ ϖατὴϱ τῆς νεάνιδος ϖϱὸς τὸν ἄνδϱα Ἀϱξάμενος αὐλίσϑητι, ϗ ἀγαϑυνϑήτω ἡ ϰαϱδία σȣ.
19:7 ϗ ἀνέϛη ὁ ἀνὴϱ ἀϖελϑεῖν· ϗ ἐϐιάσατο αὐτὸν ὁ γαμϐϱὸς αὐτȣ̃, ϗ ϖάλιν ηὐλίσϑη ἐϰεῖ.
19:8 ϗ ὤϱϑϱισεν τὸ ϖϱωῒ τῇ ἡμέϱᾳ τῇ ϖέμϖτῃ τȣ̃ ἀϖελϑεῖν· ϗ εἶϖεν ὁ ϖατὴϱ τῆς νεάνιδος Ϛήϱισον τὴν ϰαϱδίαν σȣ ἄϱτῳ ϗ ϛϱατεύϑητι, ἕως ϰλίνῃ ἡ ἡμέϱα· ϗ ἔφαγον ϗ ἔϖιον ἀμφότεϱοι.
19:9 ϗ ἀνέϛη ὁ ἀνὴϱ τȣ̃ ἀϖελϑεῖν, αὐτὸς ϗ ἡ ϖαλλαϰὴ αὐτȣ̃ ϗ τὸ ϖαιδάϱιον αὐτȣ̃· ϗ εἶϖεν αὐτῷ ὁ γαμϐϱὸς αὐτȣ̃ ὁ ϖατὴϱ τῆς νεάνιδος Ἰδȣ̀ δὴ εἰς ἑσϖέϱαν ϰέϰλιϰεν ἡ ἡμέϱα· ϰατάλυσον ὧδε ἔτι σήμεϱον, ϗ ἀγαϑυνϑήτω ἡ ϰαϱδία σȣ, ϗ ὀϱϑϱιεῖτε αὔϱιον εἰς τὴν ὁδὸν ὑμῶν, ϗ ἀϖελεύσῃ εἰς τὸ σϰήνωμά σȣ.
19:10 ϗ ȣ̓ϰ ἠϑέλησεν ὁ ἀνὴϱ αὐλισϑῆναι ϗ ἀνέϛη ϗ ἀϖῆλϑεν, ϗ ϖαϱεγένοντο ἕως ϰατέναντι Ιεϐȣς [αὕτη ἐϛὶν Ιεϱȣσαλημ], ϗ μετ’ αὐτȣ̃ ζεῦγος ὑϖοζυγίων ἐϖισεσαγμένων, ϗ ἡ ϖαλλαϰὴ αὐτȣ̃ μετ’ αὐτȣ̃.
19:11 ἔτι αὐτῶν ὄντων ϰατὰ Ιεϐȣς ϗ ἡ ἡμέϱα ϰεϰλιϰυῖα σφόδϱα· ϗ εἶϖεν τὸ ϖαιδάϱιον ϖϱὸς τὸν ϰύϱιον αὐτȣ̃ Δεῦϱο δὴ ϗ ἐϰϰλίνωμεν εἰς τὴν ϖόλιν τȣ̃ Ιεϐȣσαίȣ ταύτην ϗ αὐλισϑῶμεν ἐν αὐτῇ.
19:12 ϗ εἶϖεν ὁ ϰύϱιος αὐτȣ̃ ϖϱὸς αὐτόν Ȣ̓ μὴ ἐϰϰλίνω εἰς ϖόλιν ἀλλοτϱίȣ, ἣ ȣ̓ϰ ἔϛιν ἐϰ τῶν υἱῶν Ισϱαηλ, ϗ ϖαϱελευσόμεϑα ἕως Γαϐαα.
19:13 ϗ εἶϖεν τῷ ϖαιδαϱίῳ αὐτȣ̃ Δεῦϱο ϗ εἰσέλϑωμεν εἰς ἕνα τῶν τόϖων ϗ αὐλισϑῶμεν ἐν Γαϐαα ἢ ἐν Ραμα.
19:14 ϗ ϖαϱῆλϑον ϗ ἀϖῆλϑον· ἔδυ γὰϱ ὁ ἥλιος ἐχόμενα τῆς Γαϐαα, ἥ ἐϛιν τȣ̃ Βενιαμιν.
19:15 ϗ ἐξέϰλιναν ἐϰεῖ τȣ̃ εἰσελϑεῖν ϰαταλῦσαι ἐν Γαϐαα· ϗ εἰσῆλϑον ϗ ἐϰάϑισαν ἐν τῇ ϖλατείᾳ τῆς ϖόλεως, ϗ ȣ̓ϰ ἔϛιν ἀνὴϱ ὁ συνάγων αὐτȣ̀ς εἰς τὸν οἶϰον ϰαταλῦσαι.
19:16 ϗ ἰδȣ̀ ἀνὴϱ ϖϱεσϐύτης εἰσῆλϑεν ἀϖὸ τῶν ἔϱγων αὐτȣ̃ ἐϰ τȣ̃ ἀγϱȣ̃ ἑσϖέϱας· ϗ ὁ ἀνὴϱ ἐξ ὄϱȣς Εφϱαιμ, ϗ αὐτὸς ϖαϱῴϰει ἐν Γαϐαα, ϗ οἱ ἄνδϱες τȣ̃ τόϖȣ υἱοὶ Βενιαμιν.
19:17 ϗ ἀναϐλέψας τοῖς ὀφϑαλμοῖς εἶδεν τὸν ἄνδϱα τὸν ὁδοιϖόϱον ἐν τῇ ϖλατείᾳ τῆς ϖόλεως· ϗ εἶϖεν ὁ ἀνὴϱ ὁ ϖϱεσϐύτης Πȣ̃ ϖοϱεύῃ ϗ ϖόϑεν ἔϱχῃ;
19:18 ϗ εἶϖεν ϖϱὸς αὐτόν Διαϐαίνομεν ἡμεῖς ἐϰ Βηϑλεεμ τῆς Ιȣδα ἕως μηϱῶν ὄϱȣς τȣ̃ Εφϱαιμ· ἐγὼ δὲ ἐϰεῖϑέν εἰμι ϗ ἐϖοϱεύϑην ἕως Βηϑλεεμ Ιȣδα, ϗ εἰς τὸν οἶϰόν μȣ ἐγὼ ἀϖοτϱέχω, ϗ ȣ̓ϰ ἔϛιν ἀνὴϱ συνάγων με εἰς τὴν οἰϰίαν·
19:19 ϰαί γε ἄχυϱα ϗ χοϱτάσματα ὑϖάϱχει τοῖς ὄνοις ἡμῶν, ϰαί γε ἄϱτος ϗ οἶνος ὑϖάϱχει μοι ϗ τῇ δȣ́λῃ σȣ ϗ τῷ ϖαιδαϱίῳ τοῖς δȣ́λοις σȣ, ȣ̓ϰ ἔϛιν ὑϛέϱημα ϖαντὸς ϖϱάγματος.
19:20 ϗ εἶϖεν ὁ ἀνὴϱ ὁ ϖϱεσϐύτης Εἰϱήνη σοι, ϖλὴν ϖᾶν τὸ ὑϛέϱημά σȣ ἐϖ’ ἐμέ· ϖλὴν ἐν τῇ ϖλατείᾳ μὴ ϰαταλύσῃς.
19:21 ϗ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰϰίαν αὐτȣ̃ ϗ ϖαϱέϐαλεν τοῖς ὑϖοζυγίοις αὐτȣ̃, ϗ ἐνίψαντο τȣ̀ς ϖόδας αὐτῶν ϗ ἔφαγον ϗ ἔϖιον.
19:22 αὐτῶν δὲ ἀγαϑυνϑέντων τῇ ϰαϱδίᾳ αὐτῶν ϗ ἰδȣ̀ οἱ ἄνδϱες τῆς ϖόλεως υἱοὶ ϖαϱανόμων ϖεϱιεϰύϰλωσαν τὴν οἰϰίαν ϗ ἔϰϱȣσαν τὴν ϑύϱαν ϗ εἶϖαν ϖϱὸς τὸν ἄνδϱα τὸν ϰύϱιον τῆς οἰϰίας τὸν ϖϱεσϐύτην λέγοντες Ἐξάγαγε τὸν ἄνδϱα τὸν εἰσελϑόντα εἰς τὴν οἰϰίαν σȣ, ἵνα γνῶμεν αὐτόν.
19:23 ϗ ἐξῆλϑεν ϖϱὸς αὐτȣ̀ς ὁ ἀνὴϱ ὁ ϰύϱιος τῆς οἰϰίας ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Μηδαμῶς, ἀδελφοί, μὴ ϖονηϱεύσησϑε δή· μετὰ τὸ εἰσεληλυϑέναι τὸν ἄνδϱα τȣ̃τον εἰς τὴν οἰϰίαν μȣ μὴ ϖοιήσητε τὴν ἀφϱοσύνην ταύτην·
19:24 ἰδȣ̀ ἡ ϑυγάτηϱ μȣ ἡ ϖαϱϑένος ϗ ἡ ϖαλλαϰὴ αὐτȣ̃, ἐξάξω δὴ αὐτάς, ϗ ταϖεινώσατε αὐτὰς ϗ ϖοιήσατε αὐταῖς τὸ ἀγαϑὸν ἐν ὀφϑαλμοῖς ὑμῶν· ϗ τῷ ἀνδϱὶ τȣ́τῳ μὴ ϖοιήσητε τὸ ῥῆμα τῆς ἀφϱοσύνης ταύτης.
19:25 ϗ ȣ̓ϰ ἠϑέλησαν οἱ ἄνδϱες ἀϰȣ̃σαι αὐτȣ̃. ϗ ἐϖελάϐετο ὁ ἀνὴϱ τῆς ϖαλλαϰῆς αὐτȣ̃ ϗ ἐξήγαγεν αὐτὴν ϖϱὸς αὐτȣ̀ς ἔξω, ϗ ἔγνωσαν αὐτὴν ϗ ἐνέϖαιξαν αὐτῇ ὅλην τὴν νύϰτα ἕως τὸ ϖϱωί· ϗ ἐξαϖέϛειλαν αὐτὴν ἅμα τῷ ἀναϐαίνειν τὸν ὄϱϑϱον.
19:26 ϗ ἦλϑεν ἡ γυνὴ τὸ ϖϱὸς ϖϱωῒ ϗ ἔϖεσεν ϖαϱὰ τὴν ϑύϱαν τȣ̃ ϖυλῶνος τȣ̃ οἴϰȣ τȣ̃ ἀνδϱός, ȣ̔͂ ἦν ὁ ϰύϱιος αὐτῆς ἐϰεῖ, ἕως ȣ̔͂ διέφαυσεν.
19:27 ϗ ἀνέϛη ὁ ϰύϱιος αὐτῆς τὸ ϖϱωῒ ϗ ἤνοιξεν τὰς ϑύϱας τȣ̃ οἴϰȣ ϗ ἐξῆλϑεν τȣ̃ ἀϖελϑεῖν τὴν ὁδὸν αὐτȣ̃, ϗ ἰδȣ̀ ἡ γυνὴ ἡ ϖαλλαϰὴ αὐτȣ̃ ϖεϖτωϰυῖα ϖαϱὰ τὴν ϑύϱαν, ϗ αἱ χεῖϱες αὐτῆς ἐϖὶ τὸ ϖϱόϑυϱον.
19:28 ϗ εἶϖεν ϖϱὸς αὐτήν Ἀνάϛηϑι ϗ ἀϖέλϑωμεν· ϗ ȣ̓ϰ ἀϖεϰϱίϑη αὐτῷ, ἀλλὰ τεϑνήϰει. ϗ ἀνέλαϐεν αὐτὴν ἐϖὶ τὸ ὑϖοζύγιον ϗ ἀνέϛη ὁ ἀνὴϱ ϗ ἀϖῆλϑεν εἰς τὸν τόϖον αὐτȣ̃.
19:29 ϗ εἰσῆλϑεν εἰς τὸν οἶϰον αὐτȣ̃ ϗ ἔλαϐεν τὴν μάχαιϱαν ϗ ἐϖελάϐετο τῆς ϖαλλαϰῆς αὐτȣ̃ ϗ ἐμέλισεν αὐτὴν ϰατὰ τὰ ὀϛᾶ αὐτῆς εἰς δώδεϰα μεϱίδας ϗ ἐξαϖέϛειλεν αὐτὰς εἰς ϖάσας τὰς φυλὰς Ισϱαηλ.
19:30 ϗ ἐγένετο ϖᾶς ὁ ὁϱῶν ἔλεγεν Ȣ̓́τε ἐγενήϑη ȣ̓́τε ὤφϑη ȣ̔́τως ἀϖὸ τῆς ἡμέϱας ἀναϐάσεως υἱῶν Ισϱαηλ ἐξ Αἰγύϖτȣ ἕως τῆς ἡμέϱας ταύτης. ϗ ἐνετείλατο τοῖς ἀνδϱάσιν, οἷς ἐξαϖέϛειλεν, λέγων Τάδε ἐϱεῖτε ϖϱὸς ϖάντα ἄνδϱα Ισϱαηλ Εἰ γέγονεν ϰατὰ τὸ ῥῆμα τȣ̃το ἀϖὸ τῆς ἡμέϱας ἀναϐάσεως υἱῶν Ισϱαηλ ἐξ Αἰγύϖτȣ ἕως τῆς ἡμέϱας ταύτης; ϑέσϑε δὴ ἑαυτοῖς ϐȣλὴν ϖεϱὶ αὐτῆς ϗ λαλήσατε.
20:1 Ϗ ἐξῆλϑον ϖάντες οἱ υἱοὶ Ισϱαηλ, ϗ ἐξεϰϰλησιάσϑη ϖᾶσα ἡ συναγωγὴ ὡς ἀνὴϱ εἷς ἀϖὸ Δαν ϗ ἕως Βηϱσαϐεε ϗ γῆ Γαλααδ ϖϱὸς ϰύϱιον εἰς Μασσηφα.
20:2 ϗ ἔϛη τὸ ϰλίμα ϖαντὸς τȣ̃ λαȣ̃, ϖᾶσαι αἱ φυλαὶ Ισϱαηλ, ἐν τῇ ἐϰϰλησίᾳ τȣ̃ λαȣ̃ τȣ̃ ϑεȣ̃, τετϱαϰόσιαι χιλιάδες ἀνδϱῶν ϖεζῶν σϖωμένων ῥομφαίαν.
20:3 ϗ ἤϰȣσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέϐησαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς ϰύϱιον εἰς Μασσηφα. ϗ εἶϖαν οἱ υἱοὶ Ισϱαηλ Λαλήσατε ϖȣ̃ ἐγένετο ἡ ϰαϰία αὕτη.
20:4 ϗ ἀϖεϰϱίϑη ὁ ἀνὴϱ ὁ Λευίτης ὁ ἀνὴϱ τῆς γυναιϰὸς τῆς ϖεφονευμένης ϗ εἶϖεν Εἰς Γαϐαα τῆς Βενιαμιν ἦλϑον ἐγὼ ϗ ἡ ϖαλλαϰή μȣ ϰαταλῦσαι.
20:5 ϗ ἀνέϛησαν ἐϖ’ ἐμὲ οἱ ἄνδϱες οἱ ϖαϱὰ τῆς Γαϐαα ϗ ϖεϱιεϰύϰλωσαν ἐϖ’ ἐμὲ τὴν οἰϰίαν νυϰτὸς ϗ ἐμὲ ἠϑέλησαν ἀϖοϰτεῖναι ϗ τὴν ϖαλλαϰήν μȣ ἐταϖείνωσαν ϗ ἐνέϖαιξαν αὐτῇ ϗ ἀϖέϑανεν.
20:6 ϗ ἐϖελαϐόμην τῆς ϖαλλαϰῆς μȣ ϗ ἐμέλισα αὐτὴν ϗ ἐξαϖέϛειλα ἐν ϖαντὶ ὁϱίῳ ϰληϱονομίας Ισϱαηλ, ὅτι ἐϖοίησαν ἀφϱοσύνην ἐν τῷ Ισϱαηλ.
20:7 ἰδȣ̀ ϖάντες ὑμεῖς, οἱ υἱοὶ Ισϱαηλ, δότε ἑαυτοῖς λόγον ϗ ϐȣλήν.
20:8 ϗ ἀνέϛη ϖᾶς ὁ λαὸς ὡς ἀνὴϱ εἷς λέγων Ȣ̓ϰ εἰσελευσόμεϑα ἀνὴϱ εἰς τὸ σϰήνωμα αὐτȣ̃ ϗ ȣ̓ϰ ἐϰϰλινȣ̃μεν ἀνὴϱ εἰς τὸν οἶϰον αὐτȣ̃.
20:9 ϗ νῦν τȣ̃το τὸ ῥῆμα, ὃ ϖοιήσομεν τῇ Γαϐαα· ἀναϐησόμεϑα ἐϖ’ αὐτὴν ἐν ϰλήϱῳ
20:10 ϗ λημψόμεϑα δέϰα ἄνδϱας τοῖς ἑϰατὸν ϗ ἑϰατὸν τοῖς χιλίοις ϗ χιλίȣς τοῖς μυϱίοις λαϐεῖν ἐϖισιτισμὸν τῷ λαῷ τοῖς εἰσϖοϱευομένοις ἐϖιτελέσαι τῇ Γαϐαα τȣ̃ Βενιαμιν ϰατὰ ϖᾶσαν τὴν ἀφϱοσύνην, ἣν ἐϖοίησαν ἐν Ισϱαηλ.
20:11 ϗ συνήχϑη ϖᾶς ἀνὴϱ Ισϱαηλ ἐϰ τῶν ϖόλεων ὡς ἀνὴϱ εἷς ἐϱχόμενοι.
20:12 Ϗ ἐξαϖέϛειλαν αἱ φυλαὶ Ισϱαηλ ἄνδϱας ἐν ϖάσῃ φυλῇ Βενιαμιν λέγοντες Τίς ἡ ϰαϰία αὕτη ἡ γενομένη ἐν ὑμῖν;
20:13 ϗ νῦν δότε τȣ̀ς ἄνδϱας τȣ̀ς ἀσεϐεῖς τȣ̀ς ἐν Γαϐαα τȣ̀ς υἱȣ̀ς Βελιαλ, ϗ ϑανατώσομεν αὐτȣ̀ς ϗ ἐξαϱȣ̃μεν ϰαϰίαν ἐξ Ισϱαηλ. ϗ ȣ̓ϰ ἠϑέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσαϰȣ̃σαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ισϱαηλ.
20:14 ϗ συνήχϑησαν οἱ υἱοὶ Βενιαμιν ἐϰ τῶν ϖόλεων αὐτῶν εἰς Γαϐαα ἐξελϑεῖν τȣ̃ ϖολεμῆσαι μετὰ υἱῶν Ισϱαηλ.
20:15 ϗ ἐϖεσϰέϖησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἐϰ τῶν ϖόλεων εἴϰοσι ϗ ϖέντε χιλιάδες ἀνδϱῶν σϖωμένων ῥομφαίαν χωϱὶς τῶν ϰατοιϰȣ́ντων τὴν Γαϐαα· ȣ̔͂τοι ἐϖεσϰέϖησαν ἑϖταϰόσιοι ἄνδϱες νεανίσϰοι ἐϰλεϰτοὶ
20:16 ἀμφοτεϱοδέξιοι· ϖάντες ȣ̔͂τοι σφενδονῆται ϐάλλοντες λίϑȣς ϖϱὸς τὴν τϱίχα ϗ ȣ̓ διαμαϱτάνοντες.
20:17 ϗ ϖᾶς ἀνὴϱ Ισϱαηλ ἐϖεσϰέϖησαν χωϱὶς τῶν υἱῶν Βενιαμιν τετϱαϰόσιαι χιλιάδες ἀνδϱῶν σϖωμένων ῥομφαίαν· ϖάντες ȣ̔͂τοι ἄνδϱες ϖολεμιϛαί.
20:18 ϗ ἀνέϛησαν ϗ ἀνέϐησαν εἰς Βαιϑηλ ϗ ἐϖηϱώτησαν ἐν τῷ ϑεῷ ϗ εἶϖαν οἱ υἱοὶ Ισϱαηλ Τίς ἀναϐήσεται ἡμῖν ἀφηγȣ́μενος ϖολεμῆσαι μετὰ Βενιαμιν; ϗ εἶϖεν ϰύϱιος Ιȣδας ἀναϐήσεται ἀφηγȣ́μενος.
20:19 ϗ ἀνέϛησαν οἱ υἱοὶ Ισϱαηλ ϗ ϖαϱενέϐαλον ἐϖὶ τὴν Γαϐαα.
20:20 ϗ ἐξῆλϑεν ϖᾶς ἀνὴϱ Ισϱαηλ εἰς ϖόλεμον μετὰ Βενιαμιν, ϗ ϖαϱετάξαντο μετ’ αὐτῶν εἰς ϖόλεμον ἀνὴϱ Ισϱαηλ ϖϱὸς τὴν Γαϐαα.
20:21 ϗ ἐξῆλϑον οἱ υἱοὶ Βενιαμιν ἐϰ τῆς ϖόλεως ϗ διέφϑειϱαν ἐν Ισϱαηλ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ δύο ϗ εἴϰοσι χιλιάδας ἀνδϱῶν ἐϖὶ τὴν γῆν.
20:22 ϗ ἐνίσχυσεν ἀνὴϱ Ισϱαηλ ϗ ϖϱοσέϑεντο ϖαϱατάξασϑαι ϖόλεμον ἐν τῷ τόϖῳ, ᾧ ϖαϱετάξαντο ἐϰεῖ ἐν τῇ ἡμέϱᾳ τῇ ϖϱώτῃ.
20:23 ϗ ἀνέϐησαν οἱ υἱοὶ Ισϱαηλ ϗ ἔϰλαυσαν ἐνώϖιον ϰυϱίȣ ἕως ἑσϖέϱας ϗ ἐϖηϱώτησαν ἐν ϰυϱίῳ λέγοντες Εἰ ϖϱοσϑῶ ϖϱοσεγγίσαι εἰς ϖόλεμον μετὰ Βενιαμιν τȣ̃ ἀδελφȣ̃ μȣ; ϗ εἶϖεν ϰύϱιος Ἀνάϐητε ϖϱὸς αὐτόν.
20:24 Ϗ ϖϱοσήλϑοσαν οἱ υἱοὶ Ισϱαηλ ϖϱὸς Βενιαμιν ἐν τῇ ἡμέϱᾳ τῇ δευτέϱᾳ.
20:25 ϗ ἐξῆλϑεν Βενιαμιν εἰς ἀϖάντησιν αὐτῶν ἐϰ τῆς Γαϐαα ἐν τῇ ἡμέϱᾳ τῇ δευτέϱᾳ ϗ διέφϑειϱεν ἐϰ τȣ̃ λαȣ̃ ὀϰτωϰαίδεϰα χιλιάδας ἀνδϱῶν ἐϖὶ τὴν γῆν· ϖάντες ȣ̔͂τοι ἐσϖασμένοι ῥομφαίαν.
20:26 ϗ ἀνέϐησαν ϖάντες οἱ υἱοὶ Ισϱαηλ ϗ ϖᾶς ὁ λαὸς ϗ ἤλϑοσαν εἰς Βαιϑηλ ϗ ἔϰλαυσαν ἔναντι ϰυϱίȣ ϗ ἐνήϛευσαν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϗ ἀνήνεγϰαν ὁλοϰαυτώματα σωτηϱίȣ ἔναντι ϰυϱίȣ,
20:27 ϗ ἐϖηϱώτησαν οἱ υἱοὶ Ισϱαηλ ἐν ϰυϱίῳ· ϗ ἐϰεῖ ἡ ϰιϐωτὸς διαϑήϰης ϰυϱίȣ ἐν ταῖς ἡμέϱαις ἐϰείναις,
20:28 ϗ Φινεες υἱὸς Ελεαζαϱ υἱȣ̃ Ααϱων ϖαϱεϛηϰὼς ἐνώϖιον αὐτῆς ἐν ταῖς ἡμέϱαις ἐϰείναις λέγων Εἰ ϖϱοσϑῶ ἔτι ἐξελϑεῖν εἰς ϖόλεμον μετὰ υἱῶν Βενιαμιν τȣ̃ ἀδελφȣ̃ μȣ ἢ ϰοϖάσω; ϗ εἶϖεν ϰύϱιος Ἀνάϐητε, ὅτι αὔϱιον ϖαϱαδώσω αὐτὸν ἐν χειϱί σȣ.
20:29 Ϗ ἔϑηϰαν οἱ υἱοὶ Ισϱαηλ ἔνεδϱα ἐν τῇ Γαϐαα ϰύϰλῳ.
20:30 ϗ ἔταξεν Ισϱαηλ ϖϱὸς τὸν Βενιαμιν ἐν τῇ ἡμέϱᾳ τῇ τϱίτῃ ϗ ϖαϱετάξαντο ϖϱὸς Γαϐαα ϰαϑὼς ἅϖαξ ϗ ἅϖαξ.
20:31 ϗ ἐξῆλϑον οἱ υἱοὶ Βενιαμιν εἰς ἀϖάντησιν τȣ̃ λαȣ̃ ϗ ἐξειλϰύσϑησαν ἐϰ τῆς ϖόλεως ϗ ἤϱξαντο τύϖτειν ἐϰ τȣ̃ λαȣ̃ ϰαϑὼς ἅϖαξ ϗ ἅϖαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐϛιν μία ἀναϐαίνȣσα εἰς Βαιϑηλ ϗ μία ἀναϐαίνȣσα εἰς Γαϐαα ἐν τῷ ἀγϱῷ, ὡσεὶ τϱιάϰοντα ἄνδϱας ἐν τῷ Ισϱαηλ.
20:32 ϗ εἶϖαν οἱ υἱοὶ Βενιαμιν Πϱοσϰόϖτȣσιν ἐνώϖιον ἡμῶν ϰαϑὼς ἔμϖϱοσϑεν. ϗ οἱ υἱοὶ Ισϱαηλ εἶϖαν Φύγωμεν ϗ ἐϰσϖάσωμεν αὐτȣ̀ς ἐϰ τῆς ϖόλεως εἰς τὰς ὁδȣ́ς.
20:33 ϗ ϖᾶς ἀνὴϱ Ισϱαηλ ἀνέϛη ἐϰ τȣ̃ τόϖȣ αὐτȣ̃ ϗ ϖαϱετάξαντο ἐν Βααλϑαμαϱ, ϗ τὸ ἔνεδϱον Ισϱαηλ ἐϖάλαιεν ἐϰ τȣ̃ τόϖȣ αὐτȣ̃ ἀϖὸ δυσμῶν τῆς Γαϐαα.
20:34 ϗ ϖαϱεγένοντο ἐξ ἐναντίας τῆς Γαϐαα δέϰα χιλιάδες ἀνδϱῶν ἐϰλεϰτῶν ἐϰ ϖαντὸς Ισϱαηλ, ϗ ὁ ϖόλεμος ἐϐαϱύνϑη· ϗ αὐτοὶ ȣ̓ϰ ἔγνωσαν ὅτι ἀφῆϖται αὐτῶν ἡ ϰαϰία.
20:35 ϗ ἐτϱόϖωσεν ϰύϱιος τὸν Βενιαμιν ϰατὰ ϖϱόσωϖον Ισϱαηλ, ϗ διέφϑειϱαν οἱ υἱοὶ Ισϱαηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ εἴϰοσι ϗ ϖέντε χιλιάδας ϗ ἑϰατὸν ἄνδϱας· ϖάντες ȣ̔͂τοι σϖώμενοι ῥομφαίαν.
20:36 ϗ εἶδεν Βενιαμιν ὅτι τετϱόϖωται· ϗ ἔδωϰεν ἀνὴϱ Ισϱαηλ τῷ Βενιαμιν τόϖον, ὅτι ἤλϖισαν ἐϖὶ τὸ ἔνεδϱον, ὃ ἔταξαν ϖϱὸς τὴν Γαϐαα.
20:37 ϗ τὸ ἔνεδϱον ὥϱμησεν ϗ ἐξεχύϑησαν ϖϱὸς τὴν Γαϐαα, ϗ ἐϖοϱεύϑη τὸ ἔνεδϱον ϗ ἐϖάταξαν ὅλην τὴν ϖόλιν ἐν ϛόματι ῥομφαίας.
20:38 ϗ ἡ συνταγὴ ἦν ἀνδϱὶ Ισϱαηλ ϖϱὸς τὸ ἔνεδϱον τȣ̃ ἀνενέγϰαι αὐτȣ̀ς ϖυϱσὸν τȣ̃ ϰαϖνȣ̃ τῆς ϖόλεως.
20:39 ϗ ἀνέϛϱεψαν ἀνὴϱ Ισϱαηλ ἐν τῷ ϖολέμῳ, ϗ Βενιαμιν ἦϱϰται τȣ̃ τύϖτειν τϱαυματίας ἐν τῷ ἀνδϱὶ Ισϱαηλ ὡσεὶ τϱιάϰοντα ἄνδϱας, ὅτι εἶϖαν Πλὴν τϱοϖȣ́μενος τϱοϖȣ̃ται ἐναντίον ἡμῶν ϰαϑὼς ὁ ϖόλεμος ὁ ἔμϖϱοσϑεν.
20:40 ϗ ὁ ϖυϱσὸς ἤϱξατο ἀναϐαίνειν ἐϰ τῆς ϖόλεως ϛῦλος ϰαϖνȣ̃· ϗ ἐϖέϐλεψεν Βενιαμιν ὀϖίσω αὐτȣ̃, ϗ ἰδȣ̀ ἀνέϐη συντέλεια τῆς ϖόλεως εἰς τὸν ȣ̓ϱανόν.
20:41 ϗ ἀνὴϱ Ισϱαηλ ἀϖέϛϱεψεν, ϗ ἔσϖευσεν ἀνὴϱ Βενιαμιν ϗ εἶδεν ὅτι ἧϖται αὐτȣ̃ ἡ ϰαϰία.
20:42 ϗ ἔϰλιναν ἐνώϖιον ἀνδϱὸς Ισϱαηλ εἰς τὴν ὁδὸν τῆς ἐϱήμȣ, ϗ ὁ ϖόλεμος ϰατέφϑασεν αὐτόν, ϗ οἱ ἀϖὸ τῶν ϖόλεων διέφϑειϱαν αὐτὸν ἐν μέσῳ αὐτῶν.
20:43 ϗ ἔϰοψαν τὸν Βενιαμιν ϰαταϖαῦσαι αὐτὸν ϰατάϖαυσιν ϗ ϰατεϖάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς Γαϐαα ἀϖὸ ἀνατολῶν ἡλίȣ.
20:44 ϗ ἔϖεσαν ἐϰ τȣ̃ Βενιαμιν ὀϰτωϰαίδεϰα χιλιάδες ἀνδϱῶν· σὺν ϖᾶσιν τȣ́τοις ἄνδϱες δυνατοί.
20:45 ϗ ἐξέϰλιναν ϗ ἔφυγον εἰς τὴν ἔϱημον ϖϱὸς τὴν ϖέτϱαν τὴν Ρεμμων, ϗ ἐϰαλαμήσαντο ἐν ταῖς ὁδοῖς ϖέντε χιλιάδας ἀνδϱῶν· ϗ ϖϱοσεϰολλήϑησαν ὀϖίσω αὐτȣ̃ ἕως Γαδααμ ϗ ἐϖάταξαν ἐξ αὐτῶν δισχιλίȣς ἄνδϱας.
20:46 ϗ ἐγένοντο ϖάντες οἱ ϖεϖτωϰότες ἐν τῷ Βενιαμιν εἴϰοσι ϗ ϖέντε χιλιάδες ἀνδϱῶν σϖωμένων ῥομφαίαν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ· σὺν ϖᾶσι τȣ́τοις ἄνδϱες δυνατοί.
20:47 ϗ ἐξέϰλιναν ϗ ἔφυγον εἰς τὴν ἔϱημον ϖϱὸς τὴν ϖέτϱαν τὴν Ρεμμων ἑξαϰόσιοι ἄνδϱες ϗ ἐϰάϑισαν ἐν τῇ ϖέτϱᾳ Ρεμμων τετϱάμηνον.
20:48 ϗ ἀνὴϱ Ισϱαηλ ἀϖέϰλεισεν τȣ̀ς υἱȣ̀ς Βενιαμιν ϗ ἐϖάταξαν αὐτȣ̀ς ἐν ϛόματι ῥομφαίας ἀϖὸ ϖόλεως ἑξῆς ἕως ϰτήνȣς ἕως ϖαντὸς τȣ̃ εὑϱεϑέντος εἰς ϖάσας τὰς ϖόλεις· ϗ τὰς ϖόλεις τὰς εὑϱεϑείσας ἐξαϖέϛειλαν ἐν ϖυϱί.
21:1 Ϗ ἀνὴϱ Ισϱαηλ ὤμοσεν ἐν Μασσηφα λέγων Ἀνὴϱ ἐξ ἡμῶν ȣ̓ δώσει τὴν ϑυγατέϱα αὐτȣ̃ τῷ Βενιαμιν εἰς γυναῖϰα.
21:2 ϗ ϖαϱεγένοντο ϖᾶς ὁ λαὸς εἰς Μασσηφα ϗ Βαιϑηλ ϗ ἐϰάϑισαν ἐϰεῖ ἕως ἑσϖέϱας ἐνώϖιον τȣ̃ ϑεȣ̃ ϗ ἐϖῆϱαν τὴν φωνὴν αὐτῶν ϗ ἔϰλαυσαν ϰλαυϑμὸν μέγαν
21:3 ϗ εἶϖαν Ἵνα τί, ϰύϱιε ὁ ϑεὸς Ισϱαηλ, ἐγενήϑη αὕτη ἐν τῷ Ισϱαηλ, τȣ̃ ἐϖισϰεϖῆναι σήμεϱον ἐν τῷ Ισϱαηλ φυλὴν μίαν;
21:4 ϗ ἐγένετο ἐν τῇ ἐϖαύϱιον ϗ ὤϱϑϱισεν ὁ λαὸς ϗ ᾠϰοδόμησαν ἐϰεῖ ϑυσιαϛήϱιον ϗ ἀνήνεγϰαν ὁλοϰαυτώματα σωτηϱίȣ.
21:5 ϗ εἶϖαν οἱ υἱοὶ Ισϱαηλ Τίς ὁ μὴ ἀναϐὰς ἐν τῇ ἐϰϰλησίᾳ ἐϰ ϖασῶν φυλῶν Ισϱαηλ ϖϱὸς ϰύϱιον; ὅτι ὅϱϰος μέγας ἦν τῷ μὴ ἀναϐάντι ϖϱὸς ϰύϱιον εἰς Μασσηφα λέγοντες Θανάτῳ ἀϖοϑανεῖται.
21:6 ϗ ϖαϱεϰλήϑησαν οἱ υἱοὶ Ισϱαηλ ϖεϱὶ Βενιαμιν τȣ̃ ἀδελφȣ̃ αὐτῶν ϗ εἶϖαν Ἀφῄϱηται σήμεϱον φυλὴ μία ἐξ Ισϱαηλ·
21:7 τί ϖοιήσωμεν αὐτοῖς τοῖς ὑϖολειφϑεῖσιν εἰς γυναῖϰας; ϗ ἡμεῖς ὠμόσαμεν ἐν ϰυϱίῳ τȣ̃ μὴ δȣ̃ναι αὐτοῖς ἀϖὸ τῶν ϑυγατέϱων ἡμῶν εἰς γυναῖϰας.
21:8 ϗ εἶϖαν Τίς μία τῶν φυλῶν Ισϱαηλ, ἥτις ȣ̓ϰ ἀνέϐη ϖϱὸς ϰύϱιον εἰς Μασσηφα; ϗ ἰδȣ̀ ȣ̓ϰ ἦλϑεν ἀνὴϱ εἰς τὴν ϖαϱεμϐολὴν ἀϖὸ Ιαϐις Γαλααδ εἰς τὴν ἐϰϰλησίαν.
21:9 ϗ ἐϖεσϰέϖη ὁ λαός, ϗ ἰδȣ̀ ȣ̓ϰ ἔϛιν ἐϰεῖ ἀνὴϱ ἀϖὸ τῶν ϰατοιϰȣ́ντων Ιαϐις Γαλααδ.
21:10 ϗ ἀϖέϛειλαν ἐϰεῖ ἡ συναγωγὴ δώδεϰα χιλιάδας ἀνδϱῶν ἀϖὸ τῶν υἱῶν τῆς δυνάμεως ϗ ἐνετείλαντο αὐτοῖς λέγοντες Ποϱεύϑητε ϗ ϖατάξατε ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας Ιαϐις Γαλααδ ἐν ϛόματι ῥομφαίας ϗ τὰς γυναῖϰας ϗ τὸν λαόν.
21:11 ϗ ȣ̔͂τος ὁ λόγος, ὃν ϖοιήσετε· ϖᾶν ἀϱσενιϰὸν ϗ ϖᾶσαν γυναῖϰα γινώσϰȣσαν ϰοίτην ἄϱσενος ἀναϑεματιεῖτε.
21:12 ϗ εὗϱον ἀϖὸ τῶν ϰατοιϰȣ́ντων Ιαϐις Γαλααδ τετϱαϰοσίας νεάνιδας ϖαϱϑένȣς, αἳ ȣ̓ϰ ἔγνωσαν ἄνδϱα εἰς ϰοίτην ἄϱσενος, ϗ ἦγον αὐτὰς εἰς τὴν ϖαϱεμϐολὴν εἰς Σηλω, ἥ ἐϛιν ἐν γῇ Χανααν.
21:13 ϗ ἀϖέϛειλεν ϖᾶσα ἡ συναγωγὴ ϗ ἐλάλησαν ϖϱὸς Βενιαμιν τὸν ἐν τῇ ϖέτϱᾳ Ρεμμων ϗ ἐϰάλεσαν αὐτȣ̀ς εἰς εἰϱήνην.
21:14 ϗ ἀϖέϛϱεψεν Βενιαμιν ϖϱὸς τȣ̀ς υἱȣ̀ς Ισϱαηλ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ, ϗ ἔδωϰαν αὐτοῖς τὰς γυναῖϰας, αἵτινες ἦσαν ἐϰ τῶν γυναιϰῶν Ιαϐις Γαλααδ· ϗ ἤϱεσεν αὐτοῖς ȣ̔́τως.
21:15 Ϗ ὁ λαὸς ϖαϱεϰλήϑη τῷ Βενιαμιν, ὅτι ἐϖοίησεν ϰύϱιος διαϰοϖὴν ἐν ταῖς φυλαῖς Ισϱαηλ.
21:16 ϗ εἶϖαν οἱ ϖϱεσϐύτεϱοι τῆς συναγωγῆς Τί ϖοιήσωμεν τοῖς ἐϖιλοίϖοις εἰς γυναῖϰας; ὅτι ἠφάνιϛαι ἐϰ τȣ̃ Βενιαμιν γυνή.
21:17 ϗ εἶϖαν Κληϱονομία διασεσῳσμένη τῷ Βενιαμιν, ϗ ȣ̓ μὴ ἐξαλειφϑῇ φυλὴ ἐξ Ισϱαηλ·
21:18 ϗ ἡμεῖς ȣ̓ δυνησόμεϑα δȣ̃ναι αὐτοῖς γυναῖϰας ἀϖὸ τῶν ϑυγατέϱων ἡμῶν, ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισϱαηλ λέγοντες Ἐϖιϰατάϱατος ὁ διδȣ̀ς γυναῖϰα τῷ Βενιαμιν.
21:19 ϗ εἶϖαν Ἑοϱτὴ τῷ ϰυϱίῳ ἐν Σηλω ἀφ’ ἡμεϱῶν εἰς ἡμέϱας, ἥ ἐϛιν ἀϖὸ ϐοϱϱᾶ τῆς Βαιϑηλ ϰατ’ ἀνατολὰς ἡλίȣ ἐν τῇ ὁδῷ τῇ ἀναϐαινȣ́σῃ ἐϰ Βαιϑηλ εἰς Σιϰιμα ϗ ἀϖὸ νότȣ τȣ̃ Λιϐάνȣ τῆς Λεϐωνα.
21:20 ϗ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες Διέλϑατε ϗ ἐνεδϱεύσατε ἐν τοῖς ἀμϖελῶσιν·
21:21 ϗ ὄψεσϑε ϗ ἰδȣ̀ ὡς ἂν ἐξέλϑωσιν αἱ ϑυγατέϱες τῶν ϰατοιϰȣ́ντων Σηλω ἐν Σηλω χοϱεῦσαι ἐν χοϱοῖς, ϗ ἐξελεύσεσϑε ἀϖὸ τῶν ἀμϖελώνων ϗ ἁϱϖάσετε ἀνὴϱ ἑαυτῷ γυναῖϰα ἀϖὸ τῶν ϑυγατέϱων Σηλω ϗ ἀϖελεύσεσϑε εἰς γῆν Βενιαμιν.
21:22 ϗ ἔϛαι ὅταν ἔλϑωσιν οἱ ϖατέϱες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν ϰϱίνεσϑαι ϖϱὸς ὑμᾶς, ϗ ἐϱȣ̃μεν ϖϱὸς αὐτȣ́ς Ἐλεήσατε αὐτȣ́ς, ὅτι ȣ̓ϰ ἔλαϐον ἀνὴϱ γυναῖϰα αὐτȣ̃ ἐν τῷ ϖολέμῳ· ȣ̓ γὰϱ ὑμεῖς δεδώϰατε αὐτοῖς· ϰατὰ τὸν ϰαιϱὸν ἐϖλημμελήσατε.
21:23 ϗ ἐϖοίησαν ȣ̔́τως οἱ υἱοὶ Βενιαμιν ϗ ἔλαϐον γυναῖϰας ϰατὰ τὸν ἀϱιϑμὸν αὐτῶν ἀϖὸ τῶν χοϱευȣσῶν, ἃς διήϱϖασαν· ϗ ἀϖῆλϑον ϗ ἀϖέϛϱεψαν ἐϖὶ τὴν ϰληϱονομίαν αὐτῶν ϗ ᾠϰοδόμησαν ἑαυτοῖς ϖόλεις ϗ ϰατῴϰησαν ἐν αὐταῖς.
21:24 ϗ ϖεϱιεϖάτησαν ἐϰεῖϑεν οἱ υἱοὶ Ισϱαηλ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ, ἀνὴϱ εἰς τὴν φυλὴν αὐτȣ̃ ϗ εἰς τὴν συγγένειαν αὐτȣ̃, ϗ ἀϖῆλϑον ἐϰεῖϑεν, ἀνὴϱ εἰς τὴν ϰληϱονομίαν αὐτȣ̃. –
21:25 ἐν ταῖς ἡμέϱαις ἐϰείναις ȣ̓ϰ ἦν ϐασιλεὺς ἐν Ισϱαηλ· ἀνὴϱ ἕϰαϛος τὸ εὐϑὲς ἐν ὀφϑαλμοῖς αὐτȣ̃ ἐϖοίει.
Ῥȣ̀ϑ
1:1 Ϗ ἐγένετο ἐν τῷ ϰϱίνειν τȣ̀ς ϰϱιτὰς ϗ ἐγένετο λιμὸς ἐν τῇ γῇ, ϗ ἐϖοϱεύϑη ἀνὴϱ ἀϖὸ Βαιϑλεεμ τῆς Ιȣδα τȣ̃ ϖαϱοιϰῆσαι ἐν ἀγϱῷ Μωαϐ, αὐτὸς ϗ ἡ γυνὴ αὐτȣ̃ ϗ οἱ υἱοὶ αὐτȣ̃.
1:2 ϗ ὄνομα τῷ ἀνδϱὶ Αϐιμελεχ, ϗ ὄνομα τῇ γυναιϰὶ αὐτȣ̃ Νωεμιν, ϗ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτȣ̃ Μααλων ϗ Χελαιων, Εφϱαϑαῖοι ἐϰ Βαιϑλεεμ τῆς Ιȣδα· ϗ ἤλϑοσαν εἰς ἀγϱὸν Μωαϐ ϗ ἦσαν ἐϰεῖ.
1:3 ϗ ἀϖέϑανεν Αϐιμελεχ ὁ ἀνὴϱ τῆς Νωεμιν, ϗ ϰατελείφϑη αὐτὴ ϗ οἱ δύο υἱοὶ αὐτῆς.
1:4 ϗ ἐλάϐοσαν ἑαυτοῖς γυναῖϰας Μωαϐίτιδας, ὄνομα τῇ μιᾷ Οϱφα, ϗ ὄνομα τῇ δευτέϱᾳ Ρȣϑ· ϗ ϰατῴϰησαν ἐϰεῖ ὡς δέϰα ἔτη.
1:5 ϗ ἀϖέϑανον ϰαί γε ἀμφότεϱοι, Μααλων ϗ Χελαιων, ϗ ϰατελείφϑη ἡ γυνὴ ἀϖὸ τȣ̃ ἀνδϱὸς αὐτῆς ϗ ἀϖὸ τῶν δύο υἱῶν αὐτῆς.
1:6 ϗ ἀνέϛη αὐτὴ ϗ αἱ δύο νύμφαι αὐτῆς ϗ ἀϖέϛϱεψαν ἐξ ἀγϱȣ̃ Μωαϐ, ὅτι ἤϰȣσαν ἐν ἀγϱῷ Μωαϐ ὅτι ἐϖέσϰεϖται ϰύϱιος τὸν λαὸν αὐτȣ̃ δȣ̃ναι αὐτοῖς ἄϱτȣς.
1:7 ϗ ἐξῆλϑεν ἐϰ τȣ̃ τόϖȣ, ȣ̔͂ ἦν ἐϰεῖ, ϗ αἱ δύο νύμφαι αὐτῆς μετ’ αὐτῆς· ϗ ἐϖοϱεύοντο ἐν τῇ ὁδῷ τȣ̃ ἐϖιϛϱέψαι εἰς τὴν γῆν Ιȣδα.
1:8 ϗ εἶϖεν Νωεμιν ταῖς νύμφαις αὐτῆς Ποϱεύεσϑε δὴ ἀϖοϛϱάφητε ἑϰάϛη εἰς οἶϰον μητϱὸς αὐτῆς· ϖοιήσαι ϰύϱιος μεϑ’ ὑμῶν ἔλεος, ϰαϑὼς ἐϖοιήσατε μετὰ τῶν τεϑνηϰότων ϗ μετ’ ἐμȣ̃·
1:9 δῴη ϰύϱιος ὑμῖν ϗ εὕϱοιτε ἀνάϖαυσιν ἑϰάϛη ἐν οἴϰῳ ἀνδϱὸς αὐτῆς. ϗ ϰατεφίλησεν αὐτάς, ϗ ἐϖῆϱαν τὴν φωνὴν αὐτῶν ϗ ἔϰλαυσαν.
1:10 ϗ εἶϖαν αὐτῇ Μετὰ σȣ̃ ἐϖιϛϱέφομεν εἰς τὸν λαόν σȣ.
1:11 ϗ εἶϖεν Νωεμιν Ἐϖιϛϱάφητε δή, ϑυγατέϱες μȣ· ϗ ἵνα τί ϖοϱεύεσϑε μετ’ ἐμȣ̃; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ ϰοιλίᾳ μȣ ϗ ἔσονται ὑμῖν εἰς ἄνδϱας;
1:12 ἐϖιϛϱάφητε δή, ϑυγατέϱες μȣ, διότι γεγήϱαϰα τȣ̃ μὴ εἶναι ἀνδϱί· ὅτι εἶϖα ὅτι ἔϛιν μοι ὑϖόϛασις τȣ̃ γενηϑῆναί με ἀνδϱὶ ϗ τέξομαι υἱȣ́ς,
1:13 μὴ αὐτȣ̀ς ϖϱοσδέξεσϑε ἕως ȣ̔͂ ἁδϱυνϑῶσιν; ἢ αὐτοῖς ϰατασχεϑήσεσϑε τȣ̃ μὴ γενέσϑαι ἀνδϱί; μὴ δή, ϑυγατέϱες μȣ, ὅτι ἐϖιϰϱάνϑη μοι ὑϖὲϱ ὑμᾶς ὅτι ἐξῆλϑεν ἐν ἐμοὶ χεὶϱ ϰυϱίȣ.
1:14 ϗ ἐϖῆϱαν τὴν φωνὴν αὐτῶν ϗ ἔϰλαυσαν ἔτι· ϗ ϰατεφίλησεν Οϱφα τὴν ϖενϑεϱὰν αὐτῆς ϗ ἐϖέϛϱεψεν εἰς τὸν λαὸν αὐτῆς, Ρȣϑ δὲ ἠϰολȣ́ϑησεν αὐτῇ.
1:15 ϗ εἶϖεν Νωεμιν ϖϱὸς Ρȣϑ Ἰδȣ̀ ἀνέϛϱεψεν ἡ σύννυμφός σȣ ϖϱὸς λαὸν αὐτῆς ϗ ϖϱὸς τȣ̀ς ϑεȣ̀ς αὐτῆς· ἐϖιϛϱάφητι δὴ ϗ σὺ ὀϖίσω τῆς συννύμφȣ σȣ.
1:16 εἶϖεν δὲ Ρȣϑ Μὴ ἀϖαντήσαι ἐμοὶ τȣ̃ ϰαταλιϖεῖν σε ἢ ἀϖοϛϱέψαι ὄϖισϑέν σȣ· ὅτι σὺ ὅϖȣ ἐὰν ϖοϱευϑῇς, ϖοϱεύσομαι, ϗ ȣ̔͂ ἐὰν αὐλισϑῇς, αὐλισϑήσομαι· ὁ λαός σȣ λαός μȣ, ϗ ὁ ϑεός σȣ ϑεός μȣ·
1:17 ϗ ȣ̔͂ ἐὰν ἀϖοϑάνῃς, ἀϖοϑανȣ̃μαι ϰἀϰεῖ ταφήσομαι· τάδε ϖοιήσαι μοι ϰύϱιος ϗ τάδε ϖϱοσϑείη, ὅτι ϑάνατος διαϛελεῖ ἀνὰ μέσον ἐμȣ̃ ϗ σȣ̃.
1:18 ἰδȣ̃σα δὲ Νωεμιν ὅτι ϰϱαταιȣ̃ται αὐτὴ τȣ̃ ϖοϱεύεσϑαι μετ’ αὐτῆς, ἐϰόϖασεν τȣ̃ λαλῆσαι ϖϱὸς αὐτὴν ἔτι.
1:19 ἐϖοϱεύϑησαν δὲ ἀμφότεϱαι ἕως τȣ̃ ϖαϱαγενέσϑαι αὐτὰς εἰς Βαιϑλεεμ. ϗ ἤχησεν ϖᾶσα ἡ ϖόλις ἐϖ’ αὐταῖς ϗ εἶϖον Αὕτη ἐϛὶν Νωεμιν;
1:20 ϗ εἶϖεν ϖϱὸς αὐτάς Μὴ δὴ ϰαλεῖτέ με Νωεμιν, ϰαλέσατέ με Πιϰϱάν, ὅτι ἐϖιϰϱάνϑη ἐν ἐμοὶ ὁ ἱϰανὸς σφόδϱα·
1:21 ἐγὼ ϖλήϱης ἐϖοϱεύϑην, ϗ ϰενὴν ἀϖέϛϱεψέν με ὁ ϰύϱιος· ϗ ἵνα τί ϰαλεῖτέ με Νωεμιν; ϗ ϰύϱιος ἐταϖείνωσέν με, ϗ ὁ ἱϰανὸς ἐϰάϰωσέν με.
1:22 ϗ ἐϖέϛϱεψεν Νωεμιν ϗ Ρȣϑ ἡ Μωαϐῖτις ἡ νύμφη αὐτῆς ἐϖιϛϱέφȣσα ἐξ ἀγϱȣ̃ Μωαϐ· αὐταὶ δὲ ϖαϱεγενήϑησαν εἰς Βαιϑλεεμ ἐν ἀϱχῇ ϑεϱισμȣ̃ ϰϱιϑῶν.
2:1 Ϗ τῇ Νωεμιν ἀνὴϱ γνώϱιμος τῷ ἀνδϱὶ αὐτῆς· ὁ δὲ ἀνὴϱ δυνατὸς ἰσχύι ἐϰ τῆς συγγενείας Αϐιμελεχ, ϗ ὄνομα αὐτῷ Βοος.
2:2 ϗ εἶϖεν Ρȣϑ ἡ Μωαϐῖτις ϖϱὸς Νωεμιν Ποϱευϑῶ δὴ εἰς ἀγϱὸν ϗ συνάξω ἐν τοῖς ϛάχυσιν ϰατόϖισϑεν ȣ̔͂ ἐὰν εὕϱω χάϱιν ἐν ὀφϑαλμοῖς αὐτȣ̃. εἶϖεν δὲ αὐτῇ Ποϱεύȣ, ϑύγατεϱ.
2:3 ϗ ἐϖοϱεύϑη ϗ συνέλεξεν ἐν τῷ ἀγϱῷ ϰατόϖισϑεν τῶν ϑεϱιζόντων· ϗ ϖεϱιέϖεσεν ϖεϱιϖτώματι τῇ μεϱίδι τȣ̃ ἀγϱȣ̃ Βοος τȣ̃ ἐϰ συγγενείας Αϐιμελεχ.
2:4 ϗ ἰδȣ̀ Βοος ἦλϑεν ἐϰ Βαιϑλεεμ ϗ εἶϖεν τοῖς ϑεϱίζȣσιν Κύϱιος μεϑ’ ὑμῶν· ϗ εἶϖον αὐτῷ Εὐλογήσαι σε ϰύϱιος.
2:5 ϗ εἶϖεν Βοος τῷ ϖαιδαϱίῳ αὐτȣ̃ τῷ ἐφεϛῶτι ἐϖὶ τȣ̀ς ϑεϱίζοντας Τίνος ἡ νεᾶνις αὕτη;
2:6 ϗ ἀϖεϰϱίϑη τὸ ϖαιδάϱιον τὸ ἐφεϛὸς ἐϖὶ τȣ̀ς ϑεϱίζοντας ϗ εἶϖεν Ἡ ϖαῖς ἡ Μωαϐῖτίς ἐϛιν ἡ ἀϖοϛϱαφεῖσα μετὰ Νωεμιν ἐξ ἀγϱȣ̃ Μωαϐ
2:7 ϗ εἶϖεν Συλλέξω δὴ ϗ συνάξω ἐν τοῖς δϱάγμασιν ὄϖισϑεν τῶν ϑεϱιζόντων· ϗ ἦλϑεν ϗ ἔϛη ἀϖὸ ϖϱωίϑεν ϗ ἕως ἑσϖέϱας, ȣ̓ ϰατέϖαυσεν ἐν τῷ ἀγϱῷ μιϰϱόν.
2:8 ϗ εἶϖεν Βοος ϖϱὸς Ρȣϑ Ȣ̓ϰ ἤϰȣσας, ϑύγατεϱ; μὴ ϖοϱευϑῇς ἐν ἀγϱῷ συλλέξαι ἑτέϱῳ, ϗ σὺ ȣ̓ ϖοϱεύσῃ ἐντεῦϑεν· ὧδε ϰολλήϑητι μετὰ τῶν ϰοϱασίων μȣ·
2:9 οἱ ὀφϑαλμοί σȣ εἰς τὸν ἀγϱόν, ȣ̔͂ ἐὰν ϑεϱίζωσιν, ϗ ϖοϱεύσῃ ϰατόϖισϑεν αὐτῶν· ἰδȣ̀ ἐνετειλάμην τοῖς ϖαιδαϱίοις τȣ̃ μὴ ἅψασϑαί σȣ· ϗ ὅ τι διψήσεις, ϗ ϖοϱευϑήσῃ εἰς τὰ σϰεύη ϗ ϖίεσαι ὅϑεν ἂν ὑδϱεύωνται τὰ ϖαιδάϱια.
2:10 ϗ ἔϖεσεν ἐϖὶ ϖϱόσωϖον αὐτῆς ϗ ϖϱοσεϰύνησεν ἐϖὶ τὴν γῆν ϗ εἶϖεν ϖϱὸς αὐτόν Τί ὅτι εὗϱον χάϱιν ἐν ὀφϑαλμοῖς σȣ τȣ̃ ἐϖιγνῶναί με; ϗ ἐγώ εἰμι ξένη.
2:11 ϗ ἀϖεϰϱίϑη Βοος ϗ εἶϖεν αὐτῇ Ἀϖαγγελίᾳ ἀϖηγγέλη μοι ὅσα ϖεϖοίηϰας μετὰ τῆς ϖενϑεϱᾶς σȣ μετὰ τὸ ἀϖοϑανεῖν τὸν ἄνδϱα σȣ ϗ ϖῶς ϰατέλιϖες τὸν ϖατέϱα σȣ ϗ τὴν μητέϱα σȣ ϗ τὴν γῆν γενέσεώς σȣ ϗ ἐϖοϱεύϑης ϖϱὸς λαὸν ὃν ȣ̓ϰ ᾔδεις ἐχϑὲς ϗ τϱίτης·
2:12 ἀϖοτείσαι ϰύϱιος τὴν ἐϱγασίαν σȣ, ϗ γένοιτο ὁ μισϑός σȣ ϖλήϱης ϖαϱὰ ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ, ϖϱὸς ὃν ἦλϑες ϖεϖοιϑέναι ὑϖὸ τὰς ϖτέϱυγας αὐτȣ̃.
2:13 ἡ δὲ εἶϖεν Εὕϱοιμι χάϱιν ἐν ὀφϑαλμοῖς σȣ, ϰύϱιε, ὅτι ϖαϱεϰάλεσάς με ϗ ὅτι ἐλάλησας ἐϖὶ ϰαϱδίαν τῆς δȣ́λης σȣ, ϗ ἰδȣ̀ ἐγὼ ἔσομαι ὡς μία τῶν ϖαιδισϰῶν σȣ.
2:14 ϗ εἶϖεν αὐτῇ Βοος Ἤδη ὥϱᾳ τȣ̃ φαγεῖν ϖϱόσελϑε ὧδε ϗ φάγεσαι τῶν ἄϱτων ϗ ϐάψεις τὸν ψωμόν σȣ ἐν τῷ ὄξει. ϗ ἐϰάϑισεν Ρȣϑ ἐϰ ϖλαγίων τῶν ϑεϱιζόντων, ϗ ἐϐȣ́νισεν αὐτῇ Βοος ἄλφιτον, ϗ ἔφαγεν ϗ ἐνεϖλήσϑη ϗ ϰατέλιϖεν.
2:15 ϗ ἀνέϛη τȣ̃ συλλέγειν, ϗ ἐνετείλατο Βοος τοῖς ϖαιδαϱίοις αὐτȣ̃ λέγων Καί γε ἀνὰ μέσον τῶν δϱαγμάτων συλλεγέτω, ϗ μὴ ϰαταισχύνητε αὐτήν·
2:16 ϗ ϐαϛάζοντες ϐαϛάξατε αὐτῇ ϰαί γε ϖαϱαϐάλλοντες ϖαϱαϐαλεῖτε αὐτῇ ἐϰ τῶν ϐεϐȣνισμένων, ϗ ἄφετε ϗ συλλέξει, ϗ ȣ̓ϰ ἐϖιτιμήσετε αὐτῇ.
2:17 ϗ συνέλεξεν ἐν τῷ ἀγϱῷ ἕως ἑσϖέϱας· ϗ ἐϱϱάϐδισεν ἃ συνέλεξεν, ϗ ἐγενήϑη ὡς οιφι ϰϱιϑῶν.
2:18 ϗ ἦϱεν ϗ εἰσῆλϑεν εἰς τὴν ϖόλιν, ϗ εἶδεν ἡ ϖενϑεϱὰ αὐτῆς ἃ συνέλεξεν, ϗ ἐξενέγϰασα Ρȣϑ ἔδωϰεν αὐτῇ ἃ ϰατέλιϖεν ἐξ ὧν ἐνεϖλήσϑη.
2:19 ϗ εἶϖεν αὐτῇ ἡ ϖενϑεϱὰ αὐτῆς Πȣ̃ συνέλεξας σήμεϱον ϗ ϖȣ̃ ἐϖοίησας; εἴη ὁ ἐϖιγνȣ́ς σε εὐλογημένος. ϗ ἀϖήγγειλεν Ρȣϑ τῇ ϖενϑεϱᾷ αὐτῆς ϖȣ̃ ἐϖοίησεν, ϗ εἶϖεν Τὸ ὄνομα τȣ̃ ἀνδϱός, μεϑ’ ȣ̔͂ ἐϖοίησα σήμεϱον, Βοος.
2:20 ϗ εἶϖεν Νωεμιν τῇ νύμφῃ αὐτῆς Εὐλογητός ἐϛιν τῷ ϰυϱίῳ, ὅτι ȣ̓ϰ ἐγϰατέλιϖεν τὸ ἔλεος αὐτȣ̃ μετὰ τῶν ζώντων ϗ μετὰ τῶν τεϑνηϰότων. ϗ εἶϖεν αὐτῇ Νωεμιν Ἐγγίζει ἡμῖν ὁ ἀνὴϱ, ἐϰ τῶν ἀγχιϛευόντων ἡμᾶς ἐϛιν.
2:21 ϗ εἶϖεν Ρȣϑ ϖϱὸς τὴν ϖενϑεϱὰν αὐτῆς Καί γε ὅτι εἶϖεν ϖϱός με Μετὰ τῶν ϖαιδαϱίων μȣ ϖϱοσϰολλήϑητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑϖάϱχει μοι.
2:22 ϗ εἶϖεν Νωεμιν ϖϱὸς Ρȣϑ τὴν νύμφην αὐτῆς Ἀγαϑόν, ϑύγατεϱ, ὅτι ἐϖοϱεύϑης μετὰ τῶν ϰοϱασίων αὐτȣ̃, ϗ ȣ̓ϰ ἀϖαντήσονταί σοι ἐν ἀγϱῷ ἑτέϱῳ.
2:23 ϗ ϖϱοσεϰολλήϑη Ρȣϑ τοῖς ϰοϱασίοις Βοος συλλέγειν ἕως ȣ̔͂ συνετέλεσεν τὸν ϑεϱισμὸν τῶν ϰϱιϑῶν ϗ τῶν ϖυϱῶν. ϗ ἐϰάϑισεν μετὰ τῆς ϖενϑεϱᾶς αὐτῆς.
3:1 Εἶϖεν δὲ αὐτῇ Νωεμιν ἡ ϖενϑεϱὰ αὐτῆς Θύγατεϱ, ȣ̓ μὴ ζητήσω σοι ἀνάϖαυσιν, ἵνα εὖ γένηταί σοι;
3:2 ϗ νῦν ȣ̓χὶ Βοος γνώϱιμος ἡμῶν, ȣ̔͂ ἦς μετὰ τῶν ϰοϱασίων αὐτȣ̃; ἰδȣ̀ αὐτὸς λιϰμᾷ τὸν ἅλωνα τῶν ϰϱιϑῶν ταύτῃ τῇ νυϰτί.
3:3 σὺ δὲ λȣ́σῃ ϗ ἀλείψῃ ϗ ϖεϱιϑήσεις τὸν ἱματισμόν σȣ ἐϖὶ σεαυτῇ ϗ ἀναϐήσῃ ἐϖὶ τὸν ἅλω· μὴ γνωϱισϑῇς τῷ ἀνδϱὶ ἕως ȣ̔͂ συντελέσαι αὐτὸν ϖιεῖν ϗ φαγεῖν·
3:4 ϗ ἔϛαι ἐν τῷ ϰοιμηϑῆναι αὐτόν, ϗ γνώσῃ τὸν τόϖον, ὅϖȣ ϰοιμᾶται ἐϰεῖ, ϗ ἐλεύσῃ ϗ ἀϖοϰαλύψεις τὰ ϖϱὸς ϖοδῶν αὐτȣ̃ ϗ ϰοιμηϑήσῃ, ϗ αὐτὸς ἀϖαγγελεῖ σοι ἃ ϖοιήσεις.
3:5 εἶϖεν δὲ Ρȣϑ ϖϱὸς αὐτήν Πάντα, ὅσα ἐὰν εἴϖῃς, ϖοιήσω.
3:6 ϗ ϰατέϐη εἰς τὸν ἅλω ϗ ἐϖοίησεν ϰατὰ ϖάντα, ὅσα ἐνετείλατο αὐτῇ ἡ ϖενϑεϱὰ αὐτῆς.
3:7 ϗ ἔφαγεν Βοος, ϗ ἠγαϑύνϑη ἡ ϰαϱδία αὐτȣ̃, ϗ ἦλϑεν ϰοιμηϑῆναι ἐν μεϱίδι τῆς ϛοιϐῆς· ἡ δὲ ἦλϑεν ϰϱυφῇ ϗ ἀϖεϰάλυψεν τὰ ϖϱὸς ϖοδῶν αὐτȣ̃.
3:8 ἐγένετο δὲ ἐν τῷ μεσονυϰτίῳ ϗ ἐξέϛη ὁ ἀνὴϱ ϗ ἐταϱάχϑη, ϗ ἰδȣ̀ γυνὴ ϰοιμᾶται ϖϱὸς ϖοδῶν αὐτȣ̃.
3:9 εἶϖεν δέ Τίς εἶ σύ; ἡ δὲ εἶϖεν Ἐγώ εἰμι Ρȣϑ ἡ δȣ́λη σȣ, ϗ ϖεϱιϐαλεῖς τὸ ϖτεϱύγιόν σȣ ἐϖὶ τὴν δȣ́λην σȣ, ὅτι ἀγχιϛεὺς εἶ σύ.
3:10 ϗ εἶϖεν Βοος Εὐλογημένη σὺ τῷ ϰυϱίῳ ϑεῷ, ϑύγατεϱ, ὅτι ἠγάϑυνας τὸ ἔλεός σȣ τὸ ἔσχατον ὑϖὲϱ τὸ ϖϱῶτον, τὸ μὴ ϖοϱευϑῆναί σε ὀϖίσω νεανιῶν, εἴτοι ϖτωχὸς εἴτοι ϖλȣ́σιος.
3:11 ϗ νῦν, ϑύγατεϱ, μὴ φοϐȣ̃· ϖάντα, ὅσα ἐὰν εἴϖῃς, ϖοιήσω σοι· οἶδεν γὰϱ ϖᾶσα φυλὴ λαȣ̃ μȣ ὅτι γυνὴ δυνάμεως εἶ σύ,
3:12 ϗ ὅτι ἀληϑῶς ἀγχιϛεὺς ἐγώ εἰμι, ϰαί γε ἔϛιν ἀγχιϛεὺς ἐγγίων ὑϖὲϱ ἐμέ.
3:13 αὐλίσϑητι τὴν νύϰτα, ϗ ἔϛαι τὸ ϖϱωί, ἐὰν ἀγχιϛεύσῃ σε, ἀγαϑόν, ἀγχιϛευέτω· ἐὰν δὲ μὴ ϐȣ́ληται ἀγχιϛεῦσαί σε, ἀγχιϛεύσω σε ἐγώ, ζῇ ϰύϱιος· ϰοιμήϑητι ἕως ϖϱωί.
3:14 ϗ ἐϰοιμήϑη ϖϱὸς ϖοδῶν αὐτȣ̃ ἕως ϖϱωί. ἡ δὲ ἀνέϛη ϖϱὸ τȣ̃ ἐϖιγνῶναι ἄνδϱα τὸν ϖλησίον αὐτȣ̃· ϗ εἶϖεν Βοος Μὴ γνωσϑήτω ὅτι ἦλϑεν γυνὴ εἰς τὸν ἅλωνα.
3:15 ϗ εἶϖεν αὐτῇ Φέϱε τὸ ϖεϱίζωμα τὸ ἐϖάνω σȣ. ϗ ἐϰϱάτησεν αὐτό, ϗ ἐμέτϱησεν ἓξ ϰϱιϑῶν ϗ ἐϖέϑηϰεν ἐϖ’ αὐτήν· ϗ εἰσῆλϑεν εἰς τὴν ϖόλιν.
3:16 ϗ Ρȣϑ εἰσῆλϑεν ϖϱὸς τὴν ϖενϑεϱὰν αὐτῆς· ἡ δὲ εἶϖεν Τίς εἶ, ϑύγατεϱ· ϗ εἶϖεν αὐτῇ ϖάντα, ὅσα ἐϖοίησεν αὐτῇ ὁ ἀνήϱ.
3:17 ϗ εἶϖεν αὐτῇ Τὰ ἓξ τῶν ϰϱιϑῶν ταῦτα ἔδωϰέν μοι, ὅτι εἶϖεν ϖϱός με Μὴ εἰσέλϑῃς ϰενὴ ϖϱὸς τὴν ϖενϑεϱάν σȣ.
3:18 ἡ δὲ εἶϖεν Κάϑȣ, ϑύγατεϱ, ἕως τȣ̃ ἐϖιγνῶναί σε ϖῶς ȣ̓ ϖεσεῖται ῥῆμα· ȣ̓ γὰϱ μὴ ἡσυχάσῃ ὁ ἀνήϱ, ἕως ἂν τελέσῃ τὸ ῥῆμα σήμεϱον.
4:1 Ϗ Βοος ἀνέϐη ἐϖὶ τὴν ϖύλην ϗ ἐϰάϑισεν ἐϰεῖ, ϗ ἰδȣ̀ ὁ ἀγχιϛευτὴς ϖαϱεϖοϱεύετο, ὃν εἶϖεν Βοος. ϗ εἶϖεν ϖϱὸς αὐτὸν Βοος Ἐϰϰλίνας ϰάϑισον ὧδε, ϰϱύφιε· ϗ ἐξέϰλινεν ϗ ἐϰάϑισεν.
4:2 ϗ ἔλαϐεν Βοος δέϰα ἄνδϱας ἀϖὸ τῶν ϖϱεσϐυτέϱων τῆς ϖόλεως ϗ εἶϖεν Καϑίσατε ὧδε· ϗ ἐϰάϑισαν.
4:3 ϗ εἶϖεν Βοος τῷ ἀγχιϛεῖ Τὴν μεϱίδα τȣ̃ ἀγϱȣ̃, ἥ ἐϛιν τȣ̃ ἀδελφȣ̃ ἡμῶν τȣ̃ Αϐιμελεχ, ἣ δέδοται Νωεμιν τῇ ἐϖιϛϱεφȣ́σῃ ἐξ ἀγϱȣ̃ Μωαϐ,
4:4 ϰἀγὼ εἶϖα Ἀϖοϰαλύψω τὸ ȣ̓͂ς σȣ λέγων Κτῆσαι ἐναντίον τῶν ϰαϑημένων ϗ ἐναντίον τῶν ϖϱεσϐυτέϱων τȣ̃ λαȣ̃ μȣ· εἰ ἀγχιϛεύεις, ἀγχίϛευε· εἰ δὲ μὴ ἀγχιϛεύεις, ἀνάγγειλόν μοι ϗ γνώσομαι· ὅτι ȣ̓ϰ ἔϛιν ϖάϱεξ σȣ̃ τȣ̃ ἀγχιϛεῦσαι, ϰἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶϖεν Ἐγώ εἰμι ἀγχιϛεύσω.
4:5 ϗ εἶϖεν Βοος Ἐν ἡμέϱᾳ τȣ̃ ϰτήσασϑαί σε τὸν ἀγϱὸν ἐϰ χειϱὸς Νωεμιν ϗ ϖαϱὰ Ρȣϑ τῆς Μωαϐίτιδος γυναιϰὸς τȣ̃ τεϑνηϰότος, ϗ αὐτὴν ϰτήσασϑαί σε δεῖ ὥϛε ἀναϛῆσαι τὸ ὄνομα τȣ̃ τεϑνηϰότος ἐϖὶ τῆς ϰληϱονομίας αὐτȣ̃.
4:6 ϗ εἶϖεν ὁ ἀγχιϛεύς Ȣ̓ δυνήσομαι ἀγχιϛεῦσαι ἐμαυτῷ, μήϖοτε διαφϑείϱω τὴν ϰληϱονομίαν μȣ· ἀγχίϛευσον σεαυτῷ τὴν ἀγχιϛείαν μȣ, ὅτι ȣ̓ δυνήσομαι ἀγχιϛεῦσαι.
4:7 ϗ τȣ̃το τὸ διϰαίωμα ἔμϖϱοσϑεν ἐν τῷ Ισϱαηλ ἐϖὶ τὴν ἀγχιϛείαν ϗ ἐϖὶ τὸ ἀντάλλαγμα τȣ̃ ϛῆσαι ϖᾶν λόγον, ϗ ὑϖελύετο ὁ ἀνὴϱ τὸ ὑϖόδημα αὐτȣ̃ ϗ ἐδίδȣ τῷ ϖλησίον αὐτȣ̃ τῷ ἀγχιϛεύοντι τὴν ἀγχιϛείαν αὐτȣ̃, ϗ τȣ̃το ἦν μαϱτύϱιον ἐν Ισϱαηλ.
4:8 ϗ εἶϖεν ὁ ἀγχιϛεὺς τῷ Βοος Κτῆσαι σεαυτῷ τὴν ἀγχιϛείαν μȣ· ϗ ὑϖελύσατο τὸ ὑϖόδημα αὐτȣ̃ ϗ ἔδωϰεν αὐτῷ.
4:9 ϗ εἶϖεν Βοος τοῖς ϖϱεσϐυτέϱοις ϗ ϖαντὶ τῷ λαῷ Μάϱτυϱες ὑμεῖς σήμεϱον ὅτι ϰέϰτημαι ϖάντα τὰ τȣ̃ Αϐιμελεχ ϗ ϖάντα, ὅσα ὑϖάϱχει τῷ Χελαιων ϗ τῷ Μααλων, ἐϰ χειϱὸς Νωεμιν·
4:10 ϰαί γε Ρȣϑ τὴν Μωαϐῖτιν τὴν γυναῖϰα Μααλων ϰέϰτημαι ἐμαυτῷ εἰς γυναῖϰα τȣ̃ ἀναϛῆσαι τὸ ὄνομα τȣ̃ τεϑνηϰότος ἐϖὶ τῆς ϰληϱονομίας αὐτȣ̃, ϗ ȣ̓ϰ ἐξολεϑϱευϑήσεται τὸ ὄνομα τȣ̃ τεϑνηϰότος ἐϰ τῶν ἀδελφῶν αὐτȣ̃ ϗ ἐϰ τῆς φυλῆς λαȣ̃ αὐτȣ̃· μάϱτυϱες ὑμεῖς σήμεϱον.
4:11 ϗ εἴϖοσαν ϖᾶς ὁ λαὸς οἱ ἐν τῇ ϖύλῃ Μάϱτυϱες. ϗ οἱ ϖϱεσϐύτεϱοι εἴϖοσαν Δῴη ϰύϱιος τὴν γυναῖϰά σȣ τὴν εἰσϖοϱευομένην εἰς τὸν οἶϰόν σȣ ὡς Ραχηλ ϗ ὡς Λειαν, αἳ ᾠϰοδόμησαν ἀμφότεϱαι τὸν οἶϰον Ισϱαηλ ϗ ἐϖοίησαν δύναμιν ἐν Εφϱαϑα, ϗ ἔϛαι ὄνομα ἐν Βαιϑλεεμ·
4:12 ϗ γένοιτο ὁ οἶϰός σȣ ὡς ὁ οἶϰος Φαϱες, ὃν ἔτεϰεν Θαμαϱ τῷ Ιȣδα, ἐϰ τȣ̃ σϖέϱματος, ȣ̔͂ δώσει ϰύϱιός σοι ἐϰ τῆς ϖαιδίσϰης ταύτης.
4:13 ϗ ἔλαϐεν Βοος τὴν Ρȣϑ, ϗ ἐγενήϑη αὐτῷ εἰς γυναῖϰα, ϗ εἰσῆλϑεν ϖϱὸς αὐτήν, ϗ ἔδωϰεν αὐτῇ ϰύϱιος ϰύησιν, ϗ ἔτεϰεν υἱόν.
4:14 ϗ εἶϖαν αἱ γυναῖϰες ϖϱὸς Νωεμιν Εὐλογητὸς ϰύϱιος, ὃς ȣ̓ ϰατέλυσέ σοι σήμεϱον τὸν ἀγχιϛέα, ϗ ϰαλέσαι τὸ ὄνομά σȣ ἐν Ισϱαηλ,
4:15 ϗ ἔϛαι σοι εἰς ἐϖιϛϱέφοντα ψυχὴν ϗ τȣ̃ διαϑϱέψαι τὴν ϖολιάν σȣ, ὅτι ἡ νύμφη σȣ ἡ ἀγαϖήσασά σε ἔτεϰεν αὐτόν, ἥ ἐϛιν ἀγαϑή σοι ὑϖὲϱ ἑϖτὰ υἱȣ́ς.
4:16 ϗ ἔλαϐεν Νωεμιν τὸ ϖαιδίον ϗ ἔϑηϰεν εἰς τὸν ϰόλϖον αὐτῆς ϗ ἐγενήϑη αὐτῷ εἰς τιϑηνόν.
4:17 ϗ ἐϰάλεσαν αὐτȣ̃ αἱ γείτονες ὄνομα λέγȣσαι Ἐτέχϑη υἱὸς τῇ Νωεμιν· ϗ ἐϰάλεσαν τὸ ὄνομα αὐτȣ̃ Ωϐηδ· ȣ̔͂τος ϖατὴϱ Ιεσσαι ϖατϱὸς Δαυιδ.
4:18 Ϗ αὗται αἱ γενέσεις Φαϱες· Φαϱες ἐγέννησεν τὸν Εσϱων,
4:19 Εσϱων δὲ ἐγέννησεν τὸν Αϱϱαν, ϗ Αϱϱαν ἐγέννησεν τὸν Αμιναδαϐ,
4:20 ϗ Αμιναδαϐ ἐγέννησεν τὸν Ναασσων, ϗ Ναασσων ἐγέννησεν τὸν Σαλμαν,
4:21 ϗ Σαλμαν ἐγέννησεν τὸν Βοος, ϗ Βοος ἐγέννησεν τὸν Ωϐηδ,
4:22 ϗ Ωϐηδ ἐγέννησεν τὸν Ιεσσαι, ϗ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ.