1:1 Ἔτȣς δωδεϰάτȣ τῆς ϐασιλείας Ναϐȣχοδονοσοϱ, ὃς ἐϐασίλευσεν Ἀσσυϱίων ἐν Νινευη τῇ ϖόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέϱαις Αϱφαξαδ, ὃς ἐϐασίλευσεν Μήδων ἐν Ἐϰϐατάνοις,
1:2 ϗ ᾠϰοδόμησεν ἐϖ’ Ἐϰϐατάνων ϰύϰλῳ τείχη ἐϰ λίϑων λελαξευμένων εἰς ϖλάτος ϖηχῶν τϱιῶν ϗ εἰς μῆϰος ϖηχῶν ἓξ ϗ ἐϖοίησεν τὸ ὕψος τȣ̃ τείχȣς ϖηχῶν ἑϐδομήϰοντα ϗ τὸ ϖλάτος αὐτȣ̃ ϖηχῶν ϖεντήϰοντα
1:3 ϗ τȣ̀ς ϖύϱγȣς αὐτȣ̃ ἔϛησεν ἐϖὶ ταῖς ϖύλαις αὐτῆς ϖηχῶν ἑϰατὸν ϗ τὸ ϖλάτος αὐτῆς ἐϑεμελίωσεν εἰς ϖήχεις ἑξήϰοντα
1:4 ϗ ἐϖοίησεν τὰς ϖύλας αὐτῆς ϖύλας διεγειϱομένας εἰς ὕψος ϖηχῶν ἑϐδομήϰοντα ϗ τὸ ϖλάτος αὐτῆς ϖήχεις τεσσαϱάϰοντα εἰς ἐξόδȣς δυνάμεως δυνατῶν αὐτȣ̃ ϗ διατάξεις τῶν ϖεζῶν αὐτȣ̃.
1:5 ϗ ἐϖοίησεν ϖόλεμον ἐν ταῖς ἡμέϱαις ἐϰείναις ὁ ϐασιλεὺς Ναϐȣχοδονοσοϱ ϖϱὸς ϐασιλέα Αϱφαξαδ ἐν τῷ ϖεδίῳ τῷ μεγάλῳ, τȣ̃τό ἐϛιν ϖεδίον ἐν τοῖς ὁϱίοις Ραγαυ.
1:6 ϗ συνήντησαν ϖϱὸς αὐτὸν ϖάντες οἱ ϰατοιϰȣ̃ντες τὴν ὀϱεινὴν ϗ ϖάντες οἱ ϰατοιϰȣ̃ντες τὸν Εὐφϱάτην ϗ τὸν Τίγϱιν ϗ τὸν Ὑδάσϖην ϗ ϖεδία Αϱιωχ ϐασιλέως Ἐλυμαίων, ϗ συνῆλϑον ἔϑνη ϖολλὰ εἰς ϖαϱάταξιν υἱῶν Χελεȣδ.
1:7 ϗ ἀϖέϛειλεν Ναϐȣχοδονοσοϱ ϐασιλεὺς Ἀσσυϱίων ἐϖὶ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν Πεϱσίδα ϗ ἐϖὶ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας ϖϱὸς δυσμαῖς, τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν Κιλιϰίαν ϗ Δαμασϰὸν ϗ τὸν Λίϐανον ϗ Ἀντιλίϐανον, ϗ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας ϰατὰ ϖϱόσωϖον τῆς ϖαϱαλίας
1:8 ϗ τȣ̀ς ἐν τοῖς ἔϑνεσι τȣ̃ Καϱμήλȣ ϗ Γαλααδ ϗ τὴν ἄνω Γαλιλαίαν ϗ τὸ μέγα ϖεδίον Εσδϱηλων
1:9 ϗ ϖάντας τȣ̀ς ἐν Σαμαϱείᾳ ϗ ταῖς ϖόλεσιν αὐτῆς ϗ ϖέϱαν τȣ̃ Ιοϱδάνȣ ἕως Ιεϱȣσαλημ ϗ Βατανη ϗ Χελȣς ϗ Καδης ϗ τȣ̃ ϖοταμȣ̃ Αἰγύϖτȣ ϗ Ταφνας ϗ Ραμεσση ϗ ϖᾶσαν γῆν Γεσεμ
1:10 ἕως τȣ̃ ἐλϑεῖν ἐϖάνω Τάνεως ϗ Μέμφεως ϗ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν Αἴγυϖτον ἕως τȣ̃ ἐλϑεῖν ἐϖὶ τὰ ὅϱια τῆς Αἰϑιοϖίας.
1:11 ϗ ἐφαύλισαν ϖάντες οἱ ϰατοιϰȣ̃ντες ϖᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναϐȣχοδονοσοϱ ϐασιλέως Ἀσσυϱίων ϗ ȣ̓ συνῆλϑον αὐτῷ εἰς τὸν ϖόλεμον, ὅτι ȣ̓ϰ ἐφοϐήϑησαν αὐτόν, ἀλλ’ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴϱ εἷς, ϗ ἀνέϛϱεψαν τȣ̀ς ἀγγέλȣς αὐτȣ̃ ϰενȣ̀ς ἐν ἀτιμίᾳ ϖϱοσώϖȣ αὐτῶν.
1:12 ϗ ἐϑυμώϑη Ναϐȣχοδονοσοϱ ἐϖὶ ϖᾶσαν τὴν γῆν ταύτην σφόδϱα ϗ ὤμοσε ϰατὰ τȣ̃ ϑϱόνȣ ϗ τῆς ϐασιλείας αὐτȣ̃ εἰ μὴν ἐϰδιϰήσειν ϖάντα τὰ ὅϱια τῆς Κιλιϰίας ϗ Δαμασϰηνῆς ϗ Συϱίας ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτȣ̃ ϗ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας ἐν γῇ Μωαϐ ϗ τȣ̀ς υἱȣ̀ς Αμμων ϗ ϖᾶσαν τὴν Ιȣδαίαν ϗ ϖάντας τȣ̀ς ἐν Αἰγύϖτῳ ἕως τȣ̃ ἐλϑεῖν ἐϖὶ τὰ ὅϱια τῶν δύο ϑαλασσῶν.
1:13 ϗ ϖαϱετάξατο ἐν τῇ δυνάμει αὐτȣ̃ ϖϱὸς Αϱφαξαδ ϐασιλέα ἐν τῷ ἔτει τῷ ἑϖταϰαιδεϰάτῳ ϗ ἐϰϱαταιώϑη ἐν τῷ ϖολέμῳ αὐτȣ̃ ϗ ἀνέϛϱεψεν ϖᾶσαν τὴν δύναμιν Αϱφαξαδ ϗ ϖᾶσαν τὴν ἵϖϖον αὐτȣ̃ ϗ ϖάντα τὰ ἅϱματα αὐτȣ̃
1:14 ϗ ἐϰυϱίευσε τῶν ϖόλεων αὐτȣ̃ ϗ ἀφίϰετο ἕως Ἐϰϐατάνων ϗ ἐϰϱάτησε τῶν ϖύϱγων ϗ ἐϖϱονόμευσε τὰς ϖλατείας αὐτῆς ϗ τὸν ϰόσμον αὐτῆς ἔϑηϰεν εἰς ὄνειδος αὐτῆς
1:15 ϗ ἔλαϐε τὸν Αϱφαξαδ ἐν τοῖς ὄϱεσι Ραγαυ ϗ ϰατηϰόντισεν αὐτὸν ἐν ταῖς σιϐύναις αὐτȣ̃ ϗ ἐξωλέϑϱευσεν αὐτὸν ἕως τῆς ἡμέϱας ἐϰείνης.
1:16 ϗ ἀνέϛϱεψεν μετ’ αὐτῶν αὐτὸς ϗ ϖᾶς ὁ σύμμιϰτος αὐτȣ̃, ϖλῆϑος ἀνδϱῶν ϖολεμιϛῶν ϖολὺ σφόδϱα, ϗ ἦν ἐϰεῖ ῥᾳϑυμῶν ϗ εὐωχȣ́μενος αὐτὸς ϗ ἡ δύναμις αὐτȣ̃ ἐφ’ ἡμέϱας ἑϰατὸν εἴϰοσι.
2:1 Ϗ ἐν τῷ ἔτει τῷ ὀϰτωϰαιδεϰάτῳ δευτέϱᾳ ϗ εἰϰάδι τȣ̃ ϖϱώτȣ μηνὸς ἐγένετο λόγος ἐν οἴϰῳ Ναϐȣχοδονοσοϱ ϐασιλέως Ἀσσυϱίων ἐϰδιϰῆσαι ϖᾶσαν τὴν γῆν ϰαϑὼς ἐλάλησεν.
2:2 ϗ συνεϰάλεσεν ϖάντας τȣ̀ς ϑεϱάϖοντας αὐτȣ̃ ϗ ϖάντας τȣ̀ς μεγιϛᾶνας αὐτȣ̃ ϗ ἔϑετο μετ’ αὐτῶν τὸ μυϛήϱιον τῆς ϐȣλῆς αὐτȣ̃ ϗ συνετέλεσεν ϖᾶσαν τὴν ϰαϰίαν τῆς γῆς ἐϰ τȣ̃ ϛόματος αὐτȣ̃,
2:3 ϗ αὐτοὶ ἔϰϱιναν ὀλεϑϱεῦσαι ϖᾶσαν σάϱϰα οἳ ȣ̓ϰ ἠϰολȣ́ϑησαν τῷ λόγῳ τȣ̃ ϛόματος αὐτȣ̃.
2:4 ϗ ἐγένετο ὡς συνετέλεσεν τὴν ϐȣλὴν αὐτȣ̃, ἐϰάλεσεν Ναϐȣχοδονοσοϱ ϐασιλεὺς Ἀσσυϱίων τὸν Ολοφέϱνην ἀϱχιϛϱάτηγον τῆς δυνάμεως αὐτȣ̃ δεύτεϱον ὄντα μετ’ αὐτὸν ϗ εἶϖεν ϖϱὸς αὐτόν
2:5 Τάδε λέγει ὁ ϐασιλεὺς ὁ μέγας, ὁ ϰύϱιος ϖάσης τῆς γῆς Ἰδȣ̀ σὺ ἐξελεύσῃ ἐϰ τȣ̃ ϖϱοσώϖȣ μȣ ϗ λήμψῃ μετὰ σεαυτȣ̃ ἄνδϱας ϖεϖοιϑότας ἐν ἰσχύι αὐτῶν, ϖεζῶν εἰς χιλιάδας ἑϰατὸν εἴϰοσι ϗ ϖλῆϑος ἵϖϖων σὺν ἀναϐάταις χιλιάδας δέϰα δύο,
2:6 ϗ ἐξελεύσῃ εἰς συνάντησιν ϖάσῃ τῇ γῇ ἐϖὶ δυσμάς, ὅτι ἠϖείϑησαν τῷ ῥήματι τȣ̃ ϛόματός μȣ,
2:7 ϗ ἀϖαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν ϗ ὕδωϱ, ὅτι ἐξελεύσομαι ἐν ϑυμῷ μȣ ἐϖ’ αὐτȣ̀ς ϗ ϰαλύψω ϖᾶν τὸ ϖϱόσωϖον τῆς γῆς ἐν τοῖς ϖοσὶν τῆς δυνάμεώς μȣ ϗ δώσω αὐτȣ̀ς εἰς διαϱϖαγὴν αὐτοῖς,
2:8 ϗ οἱ τϱαυματίαι αὐτῶν ϖληϱώσȣσιν τὰς φάϱαγγας αὐτῶν, ϗ ϖᾶς χειμάϱϱȣς ϗ ϖοταμὸς ἐϖιϰλύζων τοῖς νεϰϱοῖς αὐτῶν ϖληϱωϑήσεται·
2:9 ϗ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐϖὶ τὰ ἄϰϱα ϖάσης τῆς γῆς.
2:10 σὺ δὲ ἐξελϑὼν ϖϱοϰαταλήμψῃ μοι ϖᾶν ὅϱιον αὐτῶν, ϗ ἐϰδώσȣσίν σοι ἑαυτȣ́ς, ϗ διατηϱήσεις ἐμοὶ αὐτȣ̀ς εἰς ἡμέϱαν ἐλεγμȣ̃ αὐτῶν·
2:11 ἐϖὶ δὲ τȣ̀ς ἀϖειϑȣ̃ντας ȣ̓ φείσεται ὁ ὀφϑαλμός σȣ τȣ̃ δȣ̃ναι αὐτȣ̀ς εἰς φόνον ϗ ἁϱϖαγὴν ἐν ϖάσῃ τῇ γῇ σȣ.
2:12 ὅτι ζῶν ἐγὼ ϗ τὸ ϰϱάτος τῆς ϐασιλείας μȣ, λελάληϰα ϗ ϖοιήσω ταῦτα ἐν χειϱί μȣ.
2:13 ϗ σὺ δὲ ȣ̓ ϖαϱαϐήσῃ ἕν τι τῶν ῥημάτων τȣ̃ ϰυϱίȣ σȣ, ἀλλὰ ἐϖιτελῶν ἐϖιτελέσεις ϰαϑότι ϖϱοϛέταχά σοι, ϗ ȣ̓ μαϰϱυνεῖς τȣ̃ ϖοιῆσαι αὐτά.
2:14 ϗ ἐξῆλϑεν Ολοφέϱνης ἀϖὸ ϖϱοσώϖȣ τȣ̃ ϰυϱίȣ αὐτȣ̃ ϗ ἐϰάλεσεν ϖάντας τȣ̀ς δυνάϛας ϗ τȣ̀ς ϛϱατηγȣ̀ς ϗ ἐϖιϛάτας τῆς δυνάμεως Ασσȣϱ
2:15 ϗ ἠϱίϑμησεν ἐϰλεϰτȣ̀ς ἄνδϱας εἰς ϖαϱάταξιν, ϰαϑότι ἐϰέλευσεν αὐτῷ ὁ ϰύϱιος αὐτȣ̃, εἰς μυϱιάδας δέϰα δύο ϗ ἱϖϖεῖς τοξότας μυϱίȣς δισχιλίȣς,
2:16 ϗ διέταξεν αὐτȣ̀ς ὃν τϱόϖον ϖολέμȣ ϖλῆϑος συντάσσεται.
2:17 ϗ ἔλαϐεν ϰαμήλȣς ϗ ὄνȣς ϗ ἡμιόνȣς εἰς τὴν ἀϖαϱτίαν αὐτῶν, ϖλῆϑος ϖολὺ σφόδϱα, ϗ ϖϱόϐατα ϗ ϐόας ϗ αἶγας εἰς τὴν ϖαϱασϰευὴν αὐτῶν, ὧν ȣ̓ϰ ἦν ἀϱιϑμός,
2:18 ϗ ἐϖισιτισμὸν ϖαντὶ ἀνδϱὶ εἰς ϖλῆϑος ϗ χϱυσίον ϗ ἀϱγύϱιον ἐξ οἴϰȣ ϐασιλέως ϖολὺ σφόδϱα.
2:19 ϗ ἐξῆλϑεν αὐτὸς ϗ ϖᾶσα ἡ δύναμις αὐτȣ̃ εἰς ϖοϱείαν τȣ̃ ϖϱοελϑεῖν ϐασιλέως Ναϐȣχοδονοσοϱ ϗ ϰαλύψαι ϖᾶν τὸ ϖϱόσωϖον τῆς γῆς ϖϱὸς δυσμαῖς ἐν ἅϱμασι ϗ ἱϖϖεῦσι ϗ ϖεζοῖς ἐϖιλέϰτοις αὐτῶν·
2:20 ϗ ϖολὺς ὁ ἐϖίμιϰτος ὡς ἀϰϱὶς συνεξῆλϑον αὐτοῖς ϗ ὡς ἡ ἄμμος τῆς γῆς, ȣ̓ γὰϱ ἦν ἀϱιϑμὸς ἀϖὸ ϖλήϑȣς αὐτῶν.
2:21 ϗ ἀϖῆλϑον ἐϰ Νινευη ὁδὸν τϱιῶν ἡμεϱῶν ἐϖὶ ϖϱόσωϖον τȣ̃ ϖεδίȣ Βεϰτιλεϑ ϗ ἐϖεϛϱατοϖέδευσαν ἀϖὸ Βεϰτιλεϑ ϖλησίον τȣ̃ ὄϱȣς τȣ̃ ἐϖ’ ἀϱιϛεϱᾷ τῆς ἄνω Κιλιϰίας.
2:22 ϗ ἔλαϐεν ϖᾶσαν τὴν δύναμιν αὐτȣ̃, τȣ̀ς ϖεζȣ̀ς ϗ τȣ̀ς ἱϖϖεῖς ϗ τὰ ἅϱματα αὐτȣ̃, ϗ ἀϖῆλϑεν ἐϰεῖϑεν εἰς τὴν ὀϱεινήν.
2:23 ϗ διέϰοψεν τὸ Φȣδ ϗ Λȣδ ϗ ἐϖϱονόμευσεν υἱȣ̀ς ϖάντας Ρασσις ϗ υἱȣ̀ς Ισμαηλ τȣ̀ς ϰατὰ ϖϱόσωϖον τῆς ἐϱήμȣ ϖϱὸς νότον τῆς Χελεων.
2:24 ϗ ϖαϱῆλϑεν τὸν Εὐφϱάτην ϗ διῆλϑεν τὴν Μεσοϖοταμίαν ϗ ϰατέσϰαψεν ϖάσας τὰς ϖόλεις τὰς ὑψηλὰς τὰς ἐϖὶ τȣ̃ χειμάϱϱȣ Αϐϱωνα ἕως τȣ̃ ἐλϑεῖν ἐϖὶ ϑάλασσαν.
2:25 ϗ ϰατελάϐετο τὰ ὅϱια τῆς Κιλιϰίας ϗ ϰατέϰοψε ϖάντας τȣ̀ς ἀντιϛάντας αὐτῷ ϗ ἦλϑεν ἕως ὁϱίων Ιαφεϑ τὰ ϖϱὸς νότον ϰατὰ ϖϱόσωϖον τῆς Ἀϱαϐίας.
2:26 ϗ ἐϰύϰλωσεν ϖάντας τȣ̀ς υἱȣ̀ς Μαδιαμ ϗ ἐνέϖϱησεν τὰ σϰηνώματα αὐτῶν ϗ ἐϖϱονόμευσεν τὰς μάνδϱας αὐτῶν.
2:27 ϗ ϰατέϐη εἰς ϖεδίον Δαμασϰȣ̃ ἐν ἡμέϱαις ϑεϱισμȣ̃ ϖυϱῶν ϗ ἐνέϖϱησεν ϖάντας τȣ̀ς ἀγϱȣ̀ς αὐτῶν ϗ τὰ ϖοίμνια ϗ τὰ ϐȣϰόλια ἔδωϰεν εἰς ἀφανισμὸν ϗ τὰς ϖόλεις αὐτῶν ἐσϰύλευσεν ϗ τὰ ϖεδία αὐτῶν ἐξελίϰμησεν ϗ ἐϖάταξεν ϖάντας τȣ̀ς νεανίσϰȣς αὐτῶν ἐν ϛόματι ῥομφαίας. –
2:28 ϗ ἐϖέϖεσεν φόϐος ϗ τϱόμος αὐτȣ̃ ἐϖὶ τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν ϖαϱαλίαν τȣ̀ς ὄντας ἐν Σιδῶνι ϗ ἐν Τύϱῳ ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας Σȣϱ ϗ Οϰινα ϗ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας Ιεμνααν, ϗ οἱ ϰατοιϰȣ̃ντες ἐν Ἀζώτῳ ϗ Ἀσϰαλῶνι ἐφοϐήϑησαν αὐτὸν σφόδϱα.
3:1 ϗ ἀϖέϛειλαν ϖϱὸς αὐτὸν ἀγγέλȣς λόγοις εἰϱηνιϰοῖς λέγοντες
3:2 Ἰδȣ̀ ἡμεῖς οἱ ϖαῖδες Ναϐȣχοδονοσοϱ ϐασιλέως μεγάλȣ ϖαϱαϰείμεϑα ἐνώϖιόν σȣ, χϱῆσαι ἡμῖν ϰαϑὼς ἀϱεϛόν ἐϛιν τῷ ϖϱοσώϖῳ σȣ·
3:3 ἰδȣ̀ αἱ ἐϖαύλεις ἡμῶν ϗ ϖᾶς τόϖος ἡμῶν ϗ ϖᾶν ϖεδίον ϖυϱῶν ϗ τὰ ϖοίμνια ϗ τὰ ϐȣϰόλια ϗ ϖᾶσαι αἱ μάνδϱαι τῶν σϰηνῶν ἡμῶν ϖαϱάϰεινται ϖϱὸ ϖϱοσώϖȣ σȣ, χϱῆσαι ϰαϑὸ ἂν ἀϱέσϰῃ σοι·
3:4 ἰδȣ̀ ϗ αἱ ϖόλεις ἡμῶν ϗ οἱ ϰατοιϰȣ̃ντες ἐν αὐταῖς δȣ̃λοι σοί εἰσιν, ἐλϑὼν ἀϖάντησον αὐταῖς ὡς ἔϛιν ἀγαϑὸν ἐν ὀφϑαλμοῖς σȣ.
3:5 ϗ ϖαϱεγένοντο οἱ ἄνδϱες ϖϱὸς Ολοφέϱνην ϗ ἀϖήγγειλαν αὐτῷ ϰατὰ τὰ ῥήματα ταῦτα.
3:6 ϗ ϰατέϐη ἐϖὶ τὴν ϖαϱαλίαν αὐτὸς ϗ ἡ δύναμις αὐτȣ̃ ϗ ἐφϱȣ́ϱωσε τὰς ϖόλεις τὰς ὑψηλὰς ϗ ἔλαϐεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδϱας ἐϖιλέϰτȣς·
3:7 ϗ ἐδέξαντο αὐτὸν αὐτοὶ ϗ ϖᾶσα ἡ ϖεϱίχωϱος αὐτῶν μετὰ ϛεφάνων ϗ χοϱῶν ϗ τυμϖάνων.
3:8 ϗ ϰατέσϰαψεν ϖάντα τὰ ὅϱια αὐτῶν ϗ τὰ ἄλση αὐτῶν ἐξέϰοψεν, ϗ ἦν δεδομένον αὐτῷ ἐξολεϑϱεῦσαι ϖάντας τȣ̀ς ϑεȣ̀ς τῆς γῆς, ὅϖως αὐτῷ μόνῳ τῷ Ναϐȣχοδονοσοϱ λατϱεύσωσι ϖάντα τὰ ἔϑνη, ϗ ϖᾶσαι αἱ γλῶσσαι ϗ αἱ φυλαὶ αὐτῶν ἐϖιϰαλέσωνται αὐτὸν εἰς ϑεόν.
3:9 ϗ ἦλϑεν ϰατὰ ϖϱόσωϖον Εσδϱηλων ϖλησίον τῆς Δωταιας, ἥ ἐϛιν ἀϖέναντι τȣ̃ ϖϱίονος τȣ̃ μεγάλȣ τῆς Ιȣδαίας,
3:10 ϗ ϰατεϛϱατοϖέδευσαν ἀνὰ μέσον Γαιϐαι ϗ Σϰυϑῶν ϖόλεως, ϗ ἦν ἐϰεῖ μῆνα ἡμεϱῶν εἰς τὸ συλλέξαι ϖᾶσαν τὴν ἀϖαϱτίαν τῆς δυνάμεως αὐτȣ̃.
4:1 Ϗ ἤϰȣσαν οἱ υἱοὶ Ισϱαηλ οἱ ϰατοιϰȣ̃ντες ἐν τῇ Ιȣδαίᾳ ϖάντα, ὅσα ἐϖοίησεν Ολοφέϱνης τοῖς ἔϑνεσιν ὁ ἀϱχιϛϱάτηγος Ναϐȣχοδονοσοϱ ϐασιλέως Ἀσσυϱίων, ϗ ὃν τϱόϖον ἐσϰύλευσεν ϖάντα τὰ ἱεϱὰ αὐτῶν ϗ ἔδωϰεν αὐτὰ εἰς ἀφανισμόν,
4:2 ϗ ἐφοϐήϑησαν σφόδϱα σφόδϱα ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ϗ ϖεϱὶ Ιεϱȣσαλημ ϗ τȣ̃ ναȣ̃ ϰυϱίȣ ϑεȣ̃ αὐτῶν ἐταϱάχϑησαν.
4:3 ὅτι ϖϱοσφάτως ἦσαν ἀναϐεϐηϰότες ἐϰ τῆς αἰχμαλωσίας, ϗ νεωϛὶ ϖᾶς ὁ λαὸς συνελέλεϰτο τῆς Ιȣδαίας, ϗ τὰ σϰεύη ϗ τὸ ϑυσιαϛήϱιον ϗ ὁ οἶϰος ἐϰ τῆς ϐεϐηλώσεως ἡγιασμένα ἦν.
4:4 ϗ ἀϖέϛειλαν εἰς ϖᾶν ὅϱιον Σαμαϱείας ϗ Κωνα ϗ Βαιϑωϱων ϗ Βελμαιν ϗ Ιεϱιχω ϗ εἰς Χωϐα ϗ Αισωϱα ϗ τὸν αὐλῶνα Σαλημ
4:5 ϗ ϖϱοϰατελάϐοντο ϖάσας τὰς ϰοϱυφὰς τῶν ὀϱέων τῶν ὑψηλῶν ϗ ἐτείχισαν τὰς ἐν αὐτοῖς ϰώμας ϗ ϖαϱέϑεντο εἰς ἐϖισιτισμὸν εἰς ϖαϱασϰευὴν ϖολέμȣ, ὅτι ϖϱοσφάτως ἦν τὰ ϖεδία αὐτῶν τεϑεϱισμένα.
4:6 ϗ ἔγϱαψεν Ιωαϰιμ ὁ ἱεϱεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέϱαις ἐν Ιεϱȣσαλημ, τοῖς ϰατοιϰȣ̃σι Βαιτυλȣα ϗ Βαιτομεσϑαιμ, ἥ ἐϛιν ἀϖέναντι Εσδϱηλων ϰατὰ ϖϱόσωϖον τȣ̃ ϖεδίȣ τȣ̃ ϖλησίον Δωϑαιμ,
4:7 λέγων διαϰατασχεῖν τὰς ἀναϐάσεις τῆς ὀϱεινῆς, ὅτι δι’ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ιȣδαίαν, ϗ ἦν εὐχεϱῶς διαϰωλῦσαι αὐτȣ̀ς ϖϱοσϐαίνοντας ϛενῆς τῆς ϖϱοσϐάσεως ȣ̓́σης ἐϖ’ ἄνδϱας τȣ̀ς ϖάντας δύο.
4:8 ϗ ἐϖοίησαν οἱ υἱοὶ Ισϱαηλ ϰαϑὰ συνέταξεν αὐτοῖς Ιωαϰιμ ὁ ἱεϱεὺς ὁ μέγας ϗ ἡ γεϱȣσία ϖαντὸς δήμȣ Ισϱαηλ, οἳ ἐϰάϑηντο ἐν Ιεϱȣσαλημ. –
4:9 ϗ ἀνεϐόησαν ϖᾶς ἀνὴϱ Ισϱαηλ ϖϱὸς τὸν ϑεὸν ἐν ἐϰτενείᾳ μεγάλῃ ϗ ἐταϖείνωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐϰτενείᾳ μεγάλῃ.
4:10 αὐτοὶ ϗ αἱ γυναῖϰες αὐτῶν ϗ τὰ νήϖια αὐτῶν ϗ τὰ ϰτήνη αὐτῶν ϗ ϖᾶς ϖάϱοιϰος ϗ μισϑωτὸς ϗ ἀϱγυϱώνητος αὐτῶν ἐϖέϑεντο σάϰϰȣς ἐϖὶ τὰς ὀσφύας αὐτῶν.
4:11 ϗ ϖᾶς ἀνὴϱ Ισϱαηλ ϗ γυνὴ ϗ τὰ ϖαιδία οἱ ϰατοιϰȣ̃ντες ἐν Ιεϱȣσαλημ ἔϖεσον ϰατὰ ϖϱόσωϖον τȣ̃ ναȣ̃ ϗ ἐσϖοδώσαντο τὰς ϰεφαλὰς αὐτῶν ϗ ἐξέτειναν τȣ̀ς σάϰϰȣς αὐτῶν ϰατὰ ϖϱόσωϖον ϰυϱίȣ·
4:12 ϗ τὸ ϑυσιαϛήϱιον σάϰϰῳ ϖεϱιέϐαλον ϗ ἐϐόησαν ϖϱὸς τὸν ϑεὸν Ισϱαηλ ὁμοϑυμαδὸν ἐϰτενῶς τȣ̃ μὴ δȣ̃ναι εἰς διαϱϖαγὴν τὰ νήϖια αὐτῶν ϗ τὰς γυναῖϰας εἰς ϖϱονομὴν ϗ τὰς ϖόλεις τῆς ϰληϱονομίας αὐτῶν εἰς ἀφανισμὸν ϗ τὰ ἅγια εἰς ϐεϐήλωσιν ϗ ὀνειδισμὸν ἐϖίχαϱμα τοῖς ἔϑνεσιν.
4:13 ϗ εἰσήϰȣσεν ϰύϱιος τῆς φωνῆς αὐτῶν ϗ εἰσεῖδεν τὴν ϑλῖψιν αὐτῶν· ϗ ἦν ὁ λαὸς νηϛεύων ἡμέϱας ϖλείȣς ἐν ϖάσῃ τῇ Ιȣδαίᾳ ϗ Ιεϱȣσαλημ ϰατὰ ϖϱόσωϖον τῶν ἁγίων ϰυϱίȣ ϖαντοϰϱάτοϱος.
4:14 ϗ Ιωαϰιμ ὁ ἱεϱεὺς ὁ μέγας ϗ ϖάντες οἱ ϖαϱεϛηϰότες ἐνώϖιον ϰυϱίȣ ἱεϱεῖς ϗ οἱ λειτȣϱγȣ̃ντες ϰυϱίῳ σάϰϰȣς ϖεϱιεζωσμένοι τὰς ὀσφύας αὐτῶν ϖϱοσέφεϱον τὴν ὁλοϰαύτωσιν τȣ̃ ἐνδελεχισμȣ̃ ϗ τὰς εὐχὰς ϗ τὰ ἑϰȣ́σια δόματα τȣ̃ λαȣ̃,
4:15 ϗ ἦν σϖοδὸς ἐϖὶ τὰς ϰιδάϱεις αὐτῶν, ϗ ἐϐόων ϖϱὸς ϰύϱιον ἐϰ ϖάσης δυνάμεως εἰς ἀγαϑὸν ἐϖισϰέψασϑαι ϖᾶν οἶϰον Ισϱαηλ.
5:1 Ϗ ἀνηγγέλη Ολοφέϱνῃ ἀϱχιϛϱατήγῳ δυνάμεως Ασσȣϱ διότι οἱ υἱοὶ Ισϱαηλ ϖαϱεσϰευάσαντο εἰς ϖόλεμον ϗ τὰς διόδȣς τῆς ὀϱεινῆς συνέϰλεισαν ϗ ἐτείχισαν ϖᾶσαν ϰοϱυφὴν ὄϱȣς ὑψηλȣ̃ ϗ ἔϑηϰαν ἐν τοῖς ϖεδίοις σϰάνδαλα.
5:2 ϗ ὠϱγίσϑη ϑυμῷ σφόδϱα ϗ ἐϰάλεσεν ϖάντας τȣ̀ς ἄϱχοντας Μωαϐ ϗ τȣ̀ς ϛϱατηγȣ̀ς Αμμων ϗ ϖάντας σατϱάϖας τῆς ϖαϱαλίας
5:3 ϗ εἶϖεν αὐτοῖς Ἀναγγείλατε δή μοι, υἱοὶ Χανααν, τίς ὁ λαὸς ȣ̔͂τος ὁ ϰαϑήμενος ἐν τῇ ὀϱεινῇ, ϗ τίνες ἃς ϰατοιϰȣ̃σιν ϖόλεις, ϗ τὸ ϖλῆϑος τῆς δυνάμεως αὐτῶν, ϗ ἐν τίνι τὸ ϰϱάτος αὐτῶν ϗ ἡ ἰσχὺς αὐτῶν, ϗ τίς ἀνέϛηϰεν ἐϖ’ αὐτῶν ϐασιλεὺς ἡγȣ́μενος ϛϱατιᾶς αὐτῶν,
5:4 ϗ διὰ τί ϰατενωτίσαντο τȣ̃ μὴ ἐλϑεῖν εἰς ἀϖάντησίν μοι ϖαϱὰ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας ἐν δυσμαῖς. –
5:5 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Αχιωϱ ὁ ἡγȣ́μενος ϖάντων υἱῶν Αμμων Ἀϰȣσάτω δὴ λόγον ὁ ϰύϱιός μȣ ἐϰ ϛόματος τȣ̃ δȣ́λȣ σȣ, ϗ ἀναγγελῶ σοι τὴν ἀλήϑειαν ϖεϱὶ τȣ̃ λαȣ̃ τȣ́τȣ, ὃς ϰατοιϰεῖ τὴν ὀϱεινὴν ταύτην, ϖλησίον σȣ̃ οἰϰȣ̃ντος, ϗ ȣ̓ϰ ἐξελεύσεται ψεῦδος ἐϰ τȣ̃ ϛόματος τȣ̃ δȣ́λȣ σȣ.
5:6 ὁ λαὸς ȣ̔͂τός εἰσιν ἀϖόγονοι Χαλδαίων.
5:7 ϗ ϖαϱῴϰησαν τὸ ϖϱότεϱον ἐν τῇ Μεσοϖοταμίᾳ, ὅτι ȣ̓ϰ ἐϐȣλήϑησαν ἀϰολȣϑῆσαι τοῖς ϑεοῖς τῶν ϖατέϱων αὐτῶν, οἳ ἐγένοντο ἐν γῇ Χαλδαίων·
5:8 ϗ ἐξέϐησαν ἐξ ὁδȣ̃ τῶν γονέων αὐτῶν ϗ ϖϱοσεϰύνησαν τῷ ϑεῷ τȣ̃ ȣ̓ϱανȣ̃, ϑεῷ ᾧ ἐϖέγνωσαν, ϗ ἐξέϐαλον αὐτȣ̀ς ἀϖὸ ϖϱοσώϖȣ τῶν ϑεῶν αὐτῶν, ϗ ἔφυγον εἰς Μεσοϖοταμίαν ϗ ϖαϱῴϰησαν ἐϰεῖ ἡμέϱας ϖολλάς.
5:9 ϗ εἶϖεν ὁ ϑεὸς αὐτῶν ἐξελϑεῖν ἐϰ τῆς ϖαϱοιϰίας αὐτῶν ϗ ϖοϱευϑῆναι εἰς γῆν Χανααν, ϗ ϰατῴϰησαν ἐϰεῖ ϗ ἐϖληϑύνϑησαν χϱυσίῳ ϗ ἀϱγυϱίῳ ϗ ἐν ϰτήνεσιν ϖολλοῖς σφόδϱα.
5:10 ϗ ϰατέϐησαν εἰς Αἴγυϖτον, ἐϰάλυψεν γὰϱ τὸ ϖϱόσωϖον τῆς γῆς Χανααν λιμός, ϗ ϖαϱῴϰησαν ἐϰεῖ μέχϱις ȣ̔͂ διετϱάφησαν· ϗ ἐγένοντο ἐϰεῖ εἰς ϖλῆϑος ϖολύ, ϗ ȣ̓ϰ ἦν ἀϱιϑμὸς τȣ̃ γένȣς αὐτῶν.
5:11 ϗ ἐϖανέϛη αὐτοῖς ὁ ϐασιλεὺς Αἰγύϖτȣ ϗ ϰατεσοφίσατο αὐτȣ̀ς ἐν ϖόνῳ ϗ ϖλίνϑῳ, ἐταϖείνωσαν αὐτȣ̀ς ϗ ἔϑεντο αὐτȣ̀ς εἰς δȣ́λȣς.
5:12 ϗ ἀνεϐόησαν ϖϱὸς τὸν ϑεὸν αὐτῶν, ϗ ἐϖάταξεν ϖᾶσαν τὴν γῆν Αἰγύϖτȣ ϖληγαῖς, ἐν αἷς ȣ̓ϰ ἦν ἴασις· ϗ ἐξέϐαλον αὐτȣ̀ς οἱ Αἰγύϖτιοι ἀϖὸ ϖϱοσώϖȣ αὐτῶν.
5:13 ϗ ϰατεξήϱανεν ὁ ϑεὸς τὴν ἐϱυϑϱὰν ϑάλασσαν ἔμϖϱοσϑεν αὐτῶν
5:14 ϗ ἤγαγεν αὐτȣ̀ς εἰς ὁδὸν τȣ̃ Σινα ϗ Καδης Βαϱνη· ϗ ἐξέϐαλον ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας ἐν τῇ ἐϱήμῳ
5:15 ϗ ᾤϰησαν ἐν γῇ Αμοϱϱαίων ϗ ϖάντας τȣ̀ς Εσεϐωνίτας ἐξωλέϑϱευσαν ἐν τῇ ἰσχύι αὐτῶν. ϗ διαϐάντες τὸν Ιοϱδάνην ἐϰληϱονόμησαν ϖᾶσαν τὴν ὀϱεινὴν
5:16 ϗ ἐξέϐαλον ἐϰ ϖϱοσώϖȣ αὐτῶν τὸν Χαναναῖον ϗ τὸν Φεϱεζαῖον ϗ τὸν Ιεϐȣσαῖον ϗ τὸν Συχεμ ϗ ϖάντας τȣ̀ς Γεϱγεσαίȣς ϗ ϰατῴϰησαν ἐν αὐτῇ ἡμέϱας ϖολλάς.
5:17 ϗ ἕως ȣ̓χ ἥμαϱτον ἐνώϖιον τȣ̃ ϑεȣ̃ αὐτῶν, ἦν μετ’ αὐτῶν τὰ ἀγαϑά, ὅτι ϑεὸς μισῶν ἀδιϰίαν μετ’ αὐτῶν ἐϛιν.
5:18 ὅτε δὲ ἀϖέϛησαν ἀϖὸ τῆς ὁδȣ̃, ἧς διέϑετο αὐτοῖς, ἐξωλεϑϱεύϑησαν ἐν ϖολλοῖς ϖολέμοις ἐϖὶ ϖολὺ σφόδϱα ϗ ᾐχμαλωτεύϑησαν εἰς γῆν ȣ̓ϰ ἰδίαν, ϗ ὁ ναὸς τȣ̃ ϑεȣ̃ αὐτῶν ἐγενήϑη εἰς ἔδαφος, ϗ αἱ ϖόλεις αὐτῶν ἐϰϱατήϑησαν ὑϖὸ τῶν ὑϖεναντίων.
5:19 ϗ νῦν ἐϖιϛϱέψαντες ἐϖὶ τὸν ϑεὸν αὐτῶν ἀνέϐησαν ἐϰ τῆς διασϖοϱᾶς, ȣ̔͂ διεσϖάϱησαν ἐϰεῖ, ϗ ϰατέσχον τὴν Ιεϱȣσαλημ, ȣ̔͂ τὸ ἁγίασμα αὐτῶν, ϗ ϰατῳϰίσϑησαν ἐν τῇ ὀϱεινῇ, ὅτι ἦν ἔϱημος.
5:20 ϗ νῦν, δέσϖοτα ϰύϱιε, εἰ μὲν ἔϛιν ἀγνόημα ἐν τῷ λαῷ τȣ́τῳ ϗ ἁμαϱτάνȣσιν εἰς τὸν ϑεὸν αὐτῶν ϗ ἐϖισϰεψόμεϑα ὅτι ἔϛιν ἐν αὐτοῖς σϰάνδαλον τȣ̃το, ϗ ἀναϐησόμεϑα ϗ ἐϰϖολεμήσομεν αὐτȣ́ς·
5:21 εἰ δ’ ȣ̓ϰ ἔϛιν ἀνομία ἐν τῷ ἔϑνει αὐτῶν, ϖαϱελϑέτω δὴ ὁ ϰύϱιός μȣ, μήϖοτε ὑϖεϱασϖίσῃ ὁ ϰύϱιος αὐτῶν ϗ ὁ ϑεὸς αὐτῶν ὑϖὲϱ αὐτῶν, ϗ ἐσόμεϑα εἰς ὀνειδισμὸν ἐναντίον ϖάσης τῆς γῆς. –
5:22 ϗ ἐγένετο ὡς ἐϖαύσατο Αχιωϱ λαλῶν τȣ̀ς λόγȣς τȣ́τȣς, ϗ ἐγόγγυσεν ϖᾶς ὁ λαὸς ὁ ϰυϰλῶν τὴν σϰηνὴν ϗ ϖεϱιεϛώς, ϗ εἶϖαν οἱ μεγιϛᾶνες Ολοφέϱνȣ ϗ ϖάντες οἱ ϰατοιϰȣ̃ντες τὴν ϖαϱαλίαν ϗ τὴν Μωαϐ συγϰόψαι αὐτόν
5:23 Ȣ̓ γὰϱ φοϐηϑησόμεϑα ἀϖὸ υἱῶν Ισϱαηλ, ἰδȣ̀ γὰϱ λαὸς ἐν ᾧ ȣ̓ϰ ἔϛιν δύναμις ȣ̓δὲ ϰϱάτος εἰς ϖαϱάταξιν ἰσχυϱάν·
5:24 διὸ δὴ ἀναϐησόμεϑα, ϗ ἔσονται εἰς ϰατάϐϱωσιν ϖάσης τῆς ϛϱατιᾶς σȣ, δέσϖοτα Ολοφέϱνη. –
6:1 ϗ ὡς ϰατέϖαυσεν ὁ ϑόϱυϐος τῶν ἀνδϱῶν τῶν ϰύϰλῳ τῆς συνεδϱίας, ϗ εἶϖεν Ολοφέϱνης ἀϱχιϛϱάτηγος δυνάμεως Ασσȣϱ ϖϱὸς Αχιωϱ ἐναντίον ϖαντὸς τȣ̃ δήμȣ ἀλλοφύλων ϗ ϖϱὸς ϖάντας υἱȣ̀ς Μωαϐ
6:2 Ϗ τίς εἶ σύ, Αχιωϱ ϗ οἱ μισϑωτοὶ τȣ̃ Εφϱαιμ, ὅτι ἐϖϱοφήτευσας ἐν ἡμῖν ϰαϑὼς σήμεϱον ϗ εἶϖας τὸ γένος Ισϱαηλ μὴ ϖολεμῆσαι, ὅτι ὁ ϑεὸς αὐτῶν ὑϖεϱασϖιεῖ αὐτῶν; ϗ τίς ϑεὸς εἰ μὴ Ναϐȣχοδονοσοϱ; ȣ̔͂τος ἀϖοϛελεῖ τὸ ϰϱάτος αὐτȣ̃ ϗ ἐξολεϑϱεύσει αὐτȣ̀ς ἀϖὸ ϖϱοσώϖȣ τῆς γῆς, ϗ ȣ̓ ῥύσεται αὐτȣ̀ς ὁ ϑεὸς αὐτῶν·
6:3 ἀλλ’ ἡμεῖς οἱ δȣ̃λοι αὐτȣ̃ ϖατάξομεν αὐτȣ̀ς ὡς ἄνϑϱωϖον ἕνα, ϗ ȣ̓χ ὑϖοϛήσονται τὸ ϰϱάτος τῶν ἵϖϖων ἡμῶν.
6:4 ϰαταϰαύσομεν γὰϱ αὐτȣ̀ς ἐν αὐτοῖς, ϗ τὰ ὄϱη αὐτῶν μεϑυσϑήσεται ἐν τῷ αἵματι αὐτῶν, ϗ τὰ ϖεδία αὐτῶν ϖληϱωϑήσεται τῶν νεϰϱῶν αὐτῶν, ϗ ȣ̓ϰ ἀντιϛήσεται τὸ ἴχνος τῶν ϖοδῶν αὐτῶν ϰατὰ ϖϱόσωϖον ἡμῶν, ἀλλὰ ἀϖωλείᾳ ἀϖολȣ̃νται, λέγει ὁ ϐασιλεὺς Ναϐȣχοδονοσοϱ ὁ ϰύϱιος ϖάσης τῆς γῆς· εἶϖεν γάϱ, ȣ̓ ματαιωϑήσεται τὰ ῥήματα τῶν λόγων αὐτȣ̃.
6:5 σὺ δέ, Αχιωϱ μισϑωτὲ τȣ̃ Αμμων, ὃς ἐλάλησας τȣ̀ς λόγȣς τȣ́τȣς ἐν ἡμέϱᾳ ἀδιϰίας σȣ, ȣ̓ϰ ὄψει ἔτι τὸ ϖϱόσωϖόν μȣ ἀϖὸ τῆς ἡμέϱας ταύτης, ἕως ȣ̔͂ ἐϰδιϰήσω τὸ γένος τῶν ἐξ Αἰγύϖτȣ·
6:6 ϗ τότε διελεύσεται ὁ σίδηϱος τῆς ϛϱατιᾶς μȣ ϗ ὁ λαὸς τῶν ϑεϱαϖόντων μȣ τὰς ϖλευϱάς σȣ, ϗ ϖεσῇ ἐν τοῖς τϱαυματίαις αὐτῶν, ὅταν ἐϖιϛϱέψω.
6:7 ϗ ἀϖοϰαταϛήσȣσίν σε οἱ δȣ̃λοί μȣ εἰς τὴν ὀϱεινὴν ϗ ϑήσȣσίν σε ἐν μιᾷ τῶν ϖόλεων τῶν ἀναϐάσεων,
6:8 ϗ ȣ̓ϰ ἀϖολῇ ἕως ȣ̔͂ ἐξολεϑϱευϑῇς μετ’ αὐτῶν.
6:9 ϗ εἴϖεϱ ἐλϖίζεις τῇ ϰαϱδίᾳ σȣ ὅτι ȣ̓ συλλημφϑήσονται, μὴ συμϖεσέτω σȣ τὸ ϖϱόσωϖον· ἐλάλησα, ϗ ȣ̓δὲν διαϖεσεῖται τῶν ῥημάτων μȣ. –
6:10 ϗ ϖϱοσέταξεν Ολοφέϱνης τοῖς δȣ́λοις αὐτȣ̃, οἳ ἦσαν ϖαϱεϛηϰότες ἐν τῇ σϰηνῇ αὐτȣ̃, συλλαϐεῖν τὸν Αχιωϱ ϗ ἀϖοϰαταϛῆσαι αὐτὸν εἰς Βαιτυλȣα ϗ ϖαϱαδȣ̃ναι εἰς χεῖϱας υἱῶν Ισϱαηλ.
6:11 ϗ συνέλαϐον αὐτὸν οἱ δȣ̃λοι αὐτȣ̃ ϗ ἤγαγον αὐτὸν ἔξω τῆς ϖαϱεμϐολῆς εἰς τὸ ϖεδίον ϗ ἀϖῆϱαν ἐϰ μέσȣ τῆς ϖεδινῆς εἰς τὴν ὀϱεινὴν ϗ ϖαϱεγένοντο ἐϖὶ τὰς ϖηγάς, αἳ ἦσαν ὑϖοϰάτω Βαιτυλȣα.
6:12 ϗ ὡς εἶδαν αὐτȣ̀ς οἱ ἄνδϱες τῆς ϖόλεως ἐϖὶ τὴν ϰοϱυφὴν τȣ̃ ὄϱȣς, ἀνέλαϐον τὰ ὅϖλα αὐτῶν ϗ ἀϖῆλϑον ἔξω τῆς ϖόλεως ἐϖὶ τὴν ϰοϱυφὴν τȣ̃ ὄϱȣς, ϗ ϖᾶς ἀνὴϱ σφενδονήτης διεϰϱάτησαν τὴν ἀνάϐασιν αὐτῶν ϗ ἔϐαλλον ἐν λίϑοις ἐϖ’ αὐτȣ́ς.
6:13 ϗ ὑϖοδύσαντες ὑϖοϰάτω τȣ̃ ὄϱȣς ἔδησαν τὸν Αχιωϱ ϗ ἀφῆϰαν ἐϱϱιμμένον ὑϖὸ τὴν ῥίζαν τȣ̃ ὄϱȣς ϗ ἀϖῴχοντο ϖϱὸς τὸν ϰύϱιον αὐτῶν.
6:14 ϰαταϐάντες δὲ οἱ υἱοὶ Ισϱαηλ ἐϰ τῆς ϖόλεως αὐτῶν ἐϖέϛησαν αὐτῷ ϗ λύσαντες αὐτὸν ἀϖήγαγον εἰς τὴν Βαιτυλȣα ϗ ϰατέϛησαν αὐτὸν ἐϖὶ τȣ̀ς ἄϱχοντας τῆς ϖόλεως αὐτῶν,
6:15 οἳ ἦσαν ἐν ταῖς ἡμέϱαις ἐϰείναις, Οζιας ὁ τȣ̃ Μιχα ἐϰ τῆς φυλῆς Συμεων ϗ Χαϐϱις ὁ τȣ̃ Γοϑονιηλ ϗ Χαϱμις υἱὸς Μελχιηλ.
6:16 ϗ συνεϰάλεσαν ϖάντας τȣ̀ς ϖϱεσϐυτέϱȣς τῆς ϖόλεως, ϗ συνέδϱαμον ϖᾶς νεανίσϰος αὐτῶν ϗ αἱ γυναῖϰες εἰς τὴν ἐϰϰλησίαν, ϗ ἔϛησαν τὸν Αχιωϱ ἐν μέσῳ ϖαντὸς τȣ̃ λαȣ̃ αὐτῶν, ϗ ἐϖηϱώτησεν αὐτὸν Οζιας τὸ συμϐεϐηϰός.
6:17 ϗ ἀϖοϰϱιϑεὶς ἀϖήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδϱίας Ολοφέϱνȣ ϗ ϖάντα τὰ ῥήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀϱχόντων υἱῶν Ασσȣϱ, ϗ ὅσα ἐμεγαλοϱϱημόνησεν Ολοφέϱνης εἰς τὸν οἶϰον Ισϱαηλ.
6:18 ϗ ϖεσόντες ὁ λαὸς ϖϱοσεϰύνησαν τῷ ϑεῷ ϗ ἐϐόησαν λέγοντες
6:19 Κύϱιε ὁ ϑεὸς τȣ̃ ȣ̓ϱανȣ̃, ϰάτιδε ἐϖὶ τὰς ὑϖεϱηφανίας αὐτῶν ϗ ἐλέησον τὴν ταϖείνωσιν τȣ̃ γένȣς ἡμῶν ϗ ἐϖίϐλεψον ἐϖὶ τὸ ϖϱόσωϖον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέϱᾳ ταύτῃ.
6:20 ϗ ϖαϱεϰάλεσαν τὸν Αχιωϱ ϗ ἐϖῄνεσαν αὐτὸν σφόδϱα,
6:21 ϗ ϖαϱέλαϐεν αὐτὸν Οζιας ἐϰ τῆς ἐϰϰλησίας εἰς οἶϰον αὐτȣ̃ ϗ ἐϖοίησεν ϖότον τοῖς ϖϱεσϐυτέϱοις, ϗ ἐϖεϰαλέσαντο τὸν ϑεὸν Ισϱαηλ εἰς ϐοήϑειαν ὅλην τὴν νύϰτα ἐϰείνην.
7:1 Τῇ δὲ ἐϖαύϱιον ϖαϱήγγειλεν Ολοφέϱνης ϖάσῃ τῇ ϛϱατιᾷ αὐτȣ̃ ϗ ϖαντὶ τῷ λαῷ αὐτȣ̃, οἳ ϖαϱεγένοντο ἐϖὶ τὴν συμμαχίαν αὐτȣ̃, ἀναζευγνύειν ἐϖὶ Βαιτυλȣα ϗ τὰς ἀναϐάσεις τῆς ὀϱεινῆς ϖϱοϰαταλαμϐάνεσϑαι ϗ ϖοιεῖν ϖόλεμον ϖϱὸς τȣ̀ς υἱȣ̀ς Ισϱαηλ.
7:2 ϗ ἀνέζευξεν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϖᾶς ἀνὴϱ δυνατὸς αὐτῶν· ϗ ἡ δύναμις αὐτῶν ἀνδϱῶν ϖολεμιϛῶν χιλιάδες ϖεζῶν ἑϰατὸν ἑϐδομήϰοντα ϗ ἱϖϖέων χιλιάδες δέϰα δύο χωϱὶς τῆς ἀϖοσϰευῆς ϗ τῶν ἀνδϱῶν, οἳ ἦσαν ϖεζοὶ ἐν αὐτοῖς, ϖλῆϑος ϖολὺ σφόδϱα.
7:3 ϗ ϖαϱενέϐαλον ἐν τῷ αὐλῶνι ϖλησίον Βαιτυλȣα ἐϖὶ τῆς ϖηγῆς ϗ ϖαϱέτειναν εἰς εὖϱος ἐϖὶ Δωϑαιμ ἕως Βελϐαιμ ϗ εἰς μῆϰος ἀϖὸ Βαιτυλȣα ἕως Κυαμωνος, ἥ ἐϛιν ἀϖέναντι τȣ̃ Εσδϱηλων.
7:4 οἱ δὲ υἱοὶ Ισϱαηλ, ὡς εἶδον αὐτῶν τὸ ϖλῆϑος, ἐταϱάχϑησαν σφόδϱα ϗ εἶϖαν ἕϰαϛος ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃ Νῦν ἐϰλείξȣσιν ȣ̔͂τοι τὸ ϖϱόσωϖον τῆς γῆς ϖάσης, ϗ ȣ̓́τε τὰ ὄϱη τὰ ὑψηλὰ ȣ̓́τε αἱ φάϱαγγες ȣ̓́τε οἱ ϐȣνοὶ ὑϖοϛήσονται τὸ ϐάϱος αὐτῶν.
7:5 ϗ ἀναλαϐόντες ἕϰαϛος τὰ σϰεύη τὰ ϖολεμιϰὰ αὐτῶν ϗ ἀναϰαύσαντες ϖυϱὰς ἐϖὶ τȣ̀ς ϖύϱγȣς αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύϰτα ἐϰείνην.
7:6 τῇ δὲ ἡμέϱᾳ τῇ δευτέϱᾳ ἐξήγαγεν Ολοφέϱνης ϖᾶσαν τὴν ἵϖϖον αὐτȣ̃ ϰατὰ ϖϱόσωϖον τῶν υἱῶν Ισϱαηλ, οἳ ἦσαν ἐν Βαιτυλȣα,
7:7 ϗ ἐϖεσϰέψατο τὰς ἀναϐάσεις τῆς ϖόλεως αὐτῶν ϗ τὰς ϖηγὰς τῶν ὑδάτων ἐφώδευσεν ϗ ϖϱοϰατελάϐετο αὐτὰς ϗ ἐϖέϛησεν αὐταῖς ϖαϱεμϐολὰς ἀνδϱῶν ϖολεμιϛῶν, ϗ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτȣ̃. –
7:8 ϗ ϖϱοσελϑόντες αὐτῷ ϖάντες ἄϱχοντες υἱῶν Ησαυ ϗ ϖάντες οἱ ἡγȣ́μενοι τȣ̃ λαȣ̃ Μωαϐ ϗ οἱ ϛϱατηγοὶ τῆς ϖαϱαλίας εἶϖαν
7:9 Ἀϰȣσάτω δὴ λόγον ὁ δεσϖότης ἡμῶν, ἵνα μὴ γένηται ϑϱαῦσμα ἐν τῇ δυνάμει σȣ.
7:10 ὁ γὰϱ λαὸς ȣ̔͂τος τῶν υἱῶν Ισϱαηλ ȣ̓ ϖέϖοιϑαν ἐϖὶ τοῖς δόϱασιν αὐτῶν, ἀλλ’ ἐϖὶ τοῖς ὕψεσι τῶν ὀϱέων, ἐν οἷς αὐτοὶ ἐνοιϰȣ̃σιν ἐν αὐτοῖς· ȣ̓ γάϱ ἐϛιν εὐχεϱὲς ϖϱοσϐῆναι ταῖς ϰοϱυφαῖς τῶν ὀϱέων αὐτῶν.
7:11 ϗ νῦν, δέσϖοτα, μὴ ϖολέμει ϖϱὸς αὐτȣ̀ς ϰαϑὼς γίνεται ϖόλεμος ϖαϱατάξεως, ϗ ȣ̓ ϖεσεῖται ἐϰ τȣ̃ λαȣ̃ σȣ ἀνὴϱ εἷς.
7:12 ἀνάμεινον ἐϖὶ τῆς ϖαϱεμϐολῆς σȣ διαφυλάσσων ϖάντα ἄνδϱα ἐϰ τῆς δυνάμεώς σȣ, ϗ ἐϖιϰϱατησάτωσαν οἱ ϖαῖδές σȣ τῆς ϖηγῆς τȣ̃ ὕδατος, ἣ ἐϰϖοϱεύεται ἐϰ τῆς ῥίζης τȣ̃ ὄϱȣς,
7:13 διότι ἐϰεῖϑεν ὑδϱεύονται ϖάντες οἱ ϰατοιϰȣ̃ντες Βαιτυλȣα, ϗ ἀνελεῖ αὐτȣ̀ς ἡ δίψα, ϗ ἐϰδώσȣσι τὴν ϖόλιν αὐτῶν· ϗ ἡμεῖς ϗ ὁ λαὸς ἡμῶν ἀναϐησόμεϑα ἐϖὶ τὰς ϖλησίον ϰοϱυφὰς τῶν ὀϱέων ϗ ϖαϱεμϐαλȣ̃μεν ἐϖ’ αὐταῖς εἰς ϖϱοφυλαϰὴν τȣ̃ μὴ ἐξελϑεῖν ἐϰ τῆς ϖόλεως ἄνδϱα ἕνα.
7:14 ϗ ταϰήσονται ἐν τῷ λιμῷ αὐτοὶ ϗ αἱ γυναῖϰες αὐτῶν ϗ τὰ τέϰνα αὐτῶν, ϗ ϖϱὶν ἐλϑεῖν τὴν ῥομφαίαν ἐϖ’ αὐτȣ̀ς ϰαταϛϱωϑήσονται ἐν ταῖς ϖλατείαις τῆς οἰϰήσεως αὐτῶν.
7:15 ϗ ἀνταϖοδώσεις αὐτοῖς ἀνταϖόδομα ϖονηϱὸν ἀνϑ’ ὧν ἐϛασίασαν ϗ ȣ̓ϰ ἀϖήντησαν τῷ ϖϱοσώϖῳ σȣ ἐν εἰϱήνῃ. –
7:16 ϗ ἤϱεσαν οἱ λόγοι αὐτῶν ἐνώϖιον Ολοφέϱνȣ ϗ ἐνώϖιον ϖάντων τῶν ϑεϱαϖόντων αὐτȣ̃, ϗ συνέταξε ϖοιεῖν ϰαϑὰ ἐλάλησαν.
7:17 ϗ ἀϖῆϱεν ϖαϱεμϐολὴ υἱῶν Αμμων ϗ μετ’ αὐτῶν χιλιάδες ϖέντε υἱῶν Ασσȣϱ ϗ ϖαϱενέϐαλον ἐν τῷ αὐλῶνι ϗ ϖϱοϰατελάϐοντο τὰ ὕδατα ϗ τὰς ϖηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισϱαηλ.
7:18 ϗ ἀνέϐησαν οἱ υἱοὶ Ησαυ ϗ οἱ υἱοὶ Αμμων ϗ ϖαϱενέϐαλον ἐν τῇ ὀϱεινῇ ἀϖέναντι Δωϑαιμ. ϗ ἀϖέϛειλαν ἐξ αὐτῶν ϖϱὸς νότον ϗ ἀϖηλιώτην ἀϖέναντι Εγϱεϐηλ, ἥ ἐϛιν ϖλησίον Χȣς, ἥ ἐϛιν ἐϖὶ τȣ̃ χειμάϱϱȣ Μοχμȣϱ. ϗ ἡ λοιϖὴ ϛϱατιὰ τῶν Ἀσσυϱίων ϖαϱενέϐαλον ἐν τῷ ϖεδίῳ ϗ ἐϰάλυψαν ϖᾶν τὸ ϖϱόσωϖον τῆς γῆς, ϗ αἱ σϰηναὶ ϗ αἱ ἀϖαϱτίαι αὐτῶν ϰατεϛϱατοϖέδευσαν ἐν ὄχλῳ ϖολλῷ ϗ ἦσαν εἰς ϖλῆϑος ϖολὺ σφόδϱα.
7:19 Ϗ οἱ υἱοὶ Ισϱαηλ ἀνεϐόησαν ϖϱὸς ϰύϱιον ϑεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησεν τὸ ϖνεῦμα αὐτῶν, ὅτι ἐϰύϰλωσαν ϖάντες οἱ ἐχϑϱοὶ αὐτῶν ϗ ȣ̓ϰ ἦν διαφυγεῖν ἐϰ μέσȣ αὐτῶν.
7:20 ϗ ἔμεινεν ϰύϰλῳ αὐτῶν ϖᾶσα ϖαϱεμϐολὴ Ασσȣϱ, οἱ ϖεζοὶ ϗ ἅϱματα ϗ οἱ ἱϖϖεῖς αὐτῶν, ἡμέϱας τϱιάϰοντα τέσσαϱας. ϗ ἐξέλιϖεν ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας Βαιτυλȣα ϖάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων,
7:21 ϗ οἱ λάϰϰοι ἐξεϰενȣ̃ντο, ϗ ȣ̓ϰ εἶχον ϖιεῖν εἰς ϖλησμονὴν ὕδωϱ ἡμέϱαν μίαν, ὅτι ἐν μέτϱῳ ἐδίδοσαν αὐτοῖς ϖιεῖν.
7:22 ϗ ἠϑύμησεν τὰ νήϖια αὐτῶν, ϗ αἱ γυναῖϰες ϗ οἱ νεανίσϰοι ἐξέλιϖον ἀϖὸ τῆς δίψης ϗ ἔϖιϖτον ἐν ταῖς ϖλατείαις τῆς ϖόλεως ϗ ἐν ταῖς διόδοις τῶν ϖυλῶν, ϗ ȣ̓ϰ ἦν ϰϱαταίωσις ἔτι ἐν αὐτοῖς. –
7:23 ϗ ἐϖισυνήχϑησαν ϖᾶς ὁ λαὸς ἐϖὶ Οζιαν ϗ τȣ̀ς ἄϱχοντας τῆς ϖόλεως, οἱ νεανίσϰοι ϗ αἱ γυναῖϰες ϗ τὰ ϖαιδία, ϗ ἀνεϐόησαν φωνῇ μεγάλῃ ϗ εἶϖαν ἐναντίον ϖάντων τῶν ϖϱεσϐυτέϱων
7:24 Κϱίναι ὁ ϑεὸς ἀνὰ μέσον ὑμῶν ϗ ἡμῶν, ὅτι ἐϖοιήσατε ἐν ἡμῖν ἀδιϰίαν μεγάλην ȣ̓ λαλήσαντες εἰϱηνιϰὰ μετὰ υἱῶν Ασσȣϱ.
7:25 ϗ νῦν ȣ̓ϰ ἔϛιν ὁ ϐοηϑὸς ἡμῶν, ἀλλὰ ϖέϖϱαϰεν ἡμᾶς ὁ ϑεὸς εἰς τὰς χεῖϱας αὐτῶν τȣ̃ ϰαταϛϱωϑῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ ϗ ἀϖωλείᾳ μεγάλῃ.
7:26 ϗ νῦν ἐϖιϰαλέσασϑε αὐτȣ̀ς ϗ ἔϰδοσϑε τὴν ϖόλιν ϖᾶσαν εἰς ϖϱονομὴν τῷ λαῷ Ολοφέϱνȣ ϗ ϖάσῃ τῇ δυνάμει αὐτȣ̃.
7:27 ϰϱεῖσσον γὰϱ ἡμῖν γενηϑῆναι αὐτοῖς εἰς διαϱϖαγήν· ἐσόμεϑα γὰϱ εἰς δȣ́λȣς, ϗ ζήσεται ἡ ψυχὴ ἡμῶν, ϗ ȣ̓ϰ ὀψόμεϑα τὸν ϑάνατον τῶν νηϖίων ἡμῶν ἐν ὀφϑαλμοῖς ἡμῶν ϗ τὰς γυναῖϰας ϗ τὰ τέϰνα ἡμῶν ἐϰλειϖȣ́σας τὰς ψυχὰς αὐτῶν.
7:28 μαϱτυϱόμεϑα ὑμῖν τὸν ȣ̓ϱανὸν ϗ τὴν γῆν ϗ τὸν ϑεὸν ἡμῶν ϗ ϰύϱιον τῶν ϖατέϱων ἡμῶν, ὃς ἐϰδιϰεῖ ἡμᾶς ϰατὰ τὰς ἁμαϱτίας ἡμῶν ϗ ϰατὰ τὰ ἁμαϱτήματα τῶν ϖατέϱων ἡμῶν, ἵνα μὴ ϖοιήσῃ ϰατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέϱᾳ τῇ σήμεϱον.
7:29 ϗ ἐγένετο ϰλαυϑμὸς μέγας ἐν μέσῳ τῆς ἐϰϰλησίας ϖάντων ὁμοϑυμαδόν, ϗ ἐϐόησαν ϖϱὸς ϰύϱιον τὸν ϑεὸν φωνῇ μεγάλῃ. –
7:30 ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς Οζιας Θαϱσεῖτε, ἀδελφοί, διαϰαϱτεϱήσωμεν ἔτι ϖέντε ἡμέϱας, ἐν αἷς ἐϖιϛϱέψει ϰύϱιος ὁ ϑεὸς ἡμῶν τὸ ἔλεος αὐτȣ̃ ἐφ’ ἡμᾶς, ȣ̓ γὰϱ ἐγϰαταλείψει ἡμᾶς εἰς τέλος·
7:31 ἐὰν δὲ διέλϑωσιν αὗται ϗ μὴ ἔλϑῃ ἐφ’ ἡμᾶς ϐοήϑεια, ϖοιήσω ϰατὰ τὰ ῥήματα ὑμῶν.
7:32 ϗ ἐσϰόϱϖισεν τὸν λαὸν εἰς τὴν ἑαυτȣ̃ ϖαϱεμϐολήν, ϗ ἐϖὶ τὰ τείχη ϗ τȣ̀ς ϖύϱγȣς τῆς ϖόλεως αὐτῶν ἀϖῆλϑον ϗ τὰς γυναῖϰας ϗ τὰ τέϰνα εἰς τȣ̀ς οἴϰȣς αὐτῶν ἀϖέϛειλαν· ϗ ἦσαν ἐν ταϖεινώσει ϖολλῇ ἐν τῇ ϖόλει.
8:1 Ϗ ἤϰȣσεν ἐν ἐϰείναις ταῖς ἡμέϱαις Ιȣδιϑ ϑυγάτηϱ Μεϱαϱι υἱȣ̃ Ωξ υἱȣ̃ Ιωσηφ υἱȣ̃ Οζιηλ υἱȣ̃ Ελϰια υἱȣ̃ Ανανιȣ υἱȣ̃ Γεδεων υἱȣ̃ Ραφαιν υἱȣ̃ Αχιτωϐ υἱȣ̃ Ηλιȣ υἱȣ̃ Χελϰιȣ υἱȣ̃ Ελιαϐ υἱȣ̃ Ναϑαναηλ υἱȣ̃ Σαλαμιηλ υἱȣ̃ Σαϱασαδαι υἱȣ̃ Ισϱαηλ.
8:2 ϗ ὁ ἀνὴϱ αὐτῆς Μανασσης τῆς φυλῆς αὐτῆς ϗ τῆς ϖατϱιᾶς αὐτῆς· ϗ ἀϖέϑανεν ἐν ἡμέϱαις ϑεϱισμȣ̃ ϰϱιϑῶν·
8:3 ἐϖέϛη γὰϱ ἐϖὶ τȣ̀ς δεσμεύοντας τὰ δϱάγματα ἐν τῷ ϖεδίῳ, ϗ ὁ ϰαύσων ἦλϑεν ἐϖὶ τὴν ϰεφαλὴν αὐτȣ̃, ϗ ἔϖεσεν ἐϖὶ τὴν ϰλίνην αὐτȣ̃ ϗ ἐτελεύτησεν ἐν Βαιτυλȣα τῇ ϖόλει αὐτȣ̃, ϗ ἔϑαψαν αὐτὸν μετὰ τῶν ϖατέϱων αὐτȣ̃ ἐν τῷ ἀγϱῷ τῷ ἀνὰ μέσον Δωϑαιμ ϗ Βαλαμων.
8:4 ϗ ἦν Ιȣδιϑ ἐν τῷ οἴϰῳ αὐτῆς χηϱεύȣσα ἔτη τϱία ϗ μῆνας τέσσαϱας.
8:5 ϗ ἐϖοίησεν ἑαυτῇ σϰηνὴν ἐϖὶ τȣ̃ δώματος τȣ̃ οἴϰȣ αὐτῆς ϗ ἐϖέϑηϰεν ἐϖὶ τὴν ὀσφὺν αὐτῆς σάϰϰον, ϗ ἦν ἐϖ’ αὐτῆς τὰ ἱμάτια τῆς χηϱεύσεως αὐτῆς.
8:6 ϗ ἐνήϛευε ϖάσας τὰς ἡμέϱας τῆς χηϱεύσεως αὐτῆς χωϱὶς ϖϱοσαϐϐάτων ϗ σαϐϐάτων ϗ ϖϱονȣμηνιῶν ϗ νȣμηνιῶν ϗ ἑοϱτῶν ϗ χαϱμοσυνῶν οἴϰȣ Ισϱαηλ.
8:7 ϗ ἦν ϰαλὴ τῷ εἴδει ϗ ὡϱαία τῇ ὄψει σφόδϱα· ϗ ὑϖελίϖετο αὐτῇ Μανασσης ὁ ἀνὴϱ αὐτῆς χϱυσίον ϗ ἀϱγύϱιον ϗ ϖαῖδας ϗ ϖαιδίσϰας ϗ ϰτήνη ϗ ἀγϱȣ́ς, ϗ ἔμενεν ἐϖ’ αὐτῶν.
8:8 ϗ ȣ̓ϰ ἦν ὃς ἐϖήνεγϰεν αὐτῇ ῥῆμα ϖονηϱόν, ὅτι ἐφοϐεῖτο τὸν ϑεὸν σφόδϱα. –
8:9 ϗ ἤϰȣσεν τὰ ῥήματα τȣ̃ λαȣ̃ τὰ ϖονηϱὰ ἐϖὶ τὸν ἄϱχοντα, ὅτι ὠλιγοψύχησαν ἐν τῇ σϖάνει τῶν ὑδάτων, ϗ ἤϰȣσεν ϖάντας τȣ̀ς λόγȣς Ιȣδιϑ, ȣ̔̀ς ἐλάλησεν ϖϱὸς αὐτȣ̀ς Οζιας, ὡς ὤμοσεν αὐτοῖς ϖαϱαδώσειν τὴν ϖόλιν μετὰ ἡμέϱας ϖέντε τοῖς Ἀσσυϱίοις·
8:10 ϗ ἀϖοϛείλασα τὴν ἅϐϱαν αὐτῆς τὴν ἐφεϛῶσαν ϖᾶσιν τοῖς ὑϖάϱχȣσιν αὐτῆς ἐϰάλεσεν Χαϐϱιν ϗ Χαϱμιν τȣ̀ς ϖϱεσϐυτέϱȣς τῆς ϖόλεως αὐτῆς,
8:11 ϗ ἦλϑον ϖϱὸς αὐτήν, ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Ἀϰȣ́σατε δή μȣ, ἄϱχοντες τῶν ϰατοιϰȣ́ντων ἐν Βαιτυλȣα· ὅτι ȣ̓ϰ εὐϑὴς ὁ λόγος ὑμῶν, ὃν ἐλαλήσατε ἐναντίον τȣ̃ λαȣ̃ ἐν τῇ ἡμέϱᾳ ταύτῃ ϗ ἐϛήσατε τὸν ὅϱϰον τȣ̃τον, ὃν ἐλαλήσατε ἀνὰ μέσον τȣ̃ ϑεȣ̃ ϗ ὑμῶν ϗ εἴϖατε ἐϰδώσειν τὴν ϖόλιν τοῖς ἐχϑϱοῖς ἡμῶν, ἐὰν μὴ ἐν αὐταῖς ἐϖιϛϱέψῃ ϰύϱιος ϐοήϑειαν ὑμῖν.
8:12 ϗ νῦν τίνες ἐϛὲ ὑμεῖς, οἳ ἐϖειϱάσατε τὸν ϑεὸν ἐν τῇ ἡμέϱᾳ τῇ σήμεϱον ϗ ἵϛατε ὑϖὲϱ τȣ̃ ϑεȣ̃ ἐν μέσῳ υἱῶν ἀνϑϱώϖων;
8:13 ϗ νῦν ϰύϱιον ϖαντοϰϱάτοϱα ἐξετάζετε ϗ ȣ̓ϑὲν ἐϖιγνώσεσϑε ἕως τȣ̃ αἰῶνος.
8:14 ὅτι ϐάϑος ϰαϱδίας ἀνϑϱώϖȣ ȣ̓χ εὑϱήσετε ϗ λόγȣς τῆς διανοίας αὐτȣ̃ ȣ̓ διαλήμψεσϑε· ϗ ϖῶς τὸν ϑεόν, ὃς ἐϖοίησεν ϖάντα ταῦτα, ἐϱευνήσετε ϗ τὸν νȣ̃ν αὐτȣ̃ ἐϖιγνώσεσϑε ϗ τὸν λογισμὸν αὐτȣ̃ ϰατανοήσετε; μηδαμῶς, ἀδελφοί, μὴ ϖαϱοϱγίζετε ϰύϱιον τὸν ϑεὸν ἡμῶν.
8:15 ὅτι ἐὰν μὴ ϐȣ́ληται ἐν ταῖς ϖέντε ἡμέϱαις ϐοηϑῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξȣσίαν ἐν αἷς ϑέλει σϰεϖάσαι ἡμέϱαις ἢ ϗ ὀλεϑϱεῦσαι ἡμᾶς ϖϱὸ ϖϱοσώϖȣ τῶν ἐχϑϱῶν ἡμῶν.
8:16 ὑμεῖς δὲ μὴ ἐνεχυϱάζετε τὰς ϐȣλὰς ϰυϱίȣ τȣ̃ ϑεȣ̃ ἡμῶν, ὅτι ȣ̓χ ὡς ἄνϑϱωϖος ὁ ϑεὸς ἀϖειληϑῆναι ȣ̓δ’ ὡς υἱὸς ἀνϑϱώϖȣ διαιτηϑῆναι.
8:17 διόϖεϱ ἀναμένοντες τὴν ϖαϱ’ αὐτȣ̃ σωτηϱίαν ἐϖιϰαλεσώμεϑα αὐτὸν εἰς ϐοήϑειαν ἡμῶν, ϗ εἰσαϰȣ́σεται τῆς φωνῆς ἡμῶν, ἐὰν ᾖ αὐτῷ ἀϱεϛόν.
8:18 ὅτι ȣ̓ϰ ἀνέϛη ἐν ταῖς γενεαῖς ἡμῶν ȣ̓δέ ἐϛιν ἐν τῇ ἡμέϱᾳ τῇ σήμεϱον ȣ̓́τε φυλὴ ȣ̓́τε ϖατϱιὰ ȣ̓́τε δῆμος ȣ̓́τε ϖόλις ἐξ ἡμῶν, οἳ ϖϱοσϰυνȣ̃σι ϑεοῖς χειϱοϖοιήτοις, ϰαϑάϖεϱ ἐγένετο ἐν ταῖς ϖϱότεϱον ἡμέϱαις·
8:19 ὧν χάϱιν ἐδόϑησαν εἰς ῥομφαίαν ϗ εἰς διαϱϖαγὴν οἱ ϖατέϱες ἡμῶν ϗ ἔϖεσον ϖτῶμα μέγα ἐνώϖιον τῶν ἐχϑϱῶν ἡμῶν.
8:20 ἡμεῖς δὲ ἕτεϱον ϑεὸν ȣ̓ϰ ἔγνωμεν ϖλὴν αὐτȣ̃· ὅϑεν ἐλϖίζομεν ὅτι ȣ̓χ ὑϖεϱόψεται ἡμᾶς ȣ̓δ’ ἀϖὸ τȣ̃ γένȣς ἡμῶν.
8:21 ὅτι ἐν τῷ λημφϑῆναι ἡμᾶς ȣ̔́τως ϗ λημφϑήσεται ϖᾶσα ἡ Ιȣδαία, ϗ ϖϱονομευϑήσεται τὰ ἅγια ἡμῶν, ϗ ἐϰζητήσει τὴν ϐεϐήλωσιν αὐτῶν ἐϰ τȣ̃ αἵματος ἡμῶν
8:22 ϗ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν ϗ τὴν αἰχμαλωσίαν τῆς γῆς ϗ τὴν ἐϱήμωσιν τῆς ϰληϱονομίας ἡμῶν ἐϖιϛϱέψει εἰς ϰεφαλὴν ἡμῶν ἐν τοῖς ἔϑνεσιν, ȣ̔͂ ἐὰν δȣλεύσωμεν ἐϰεῖ, ϗ ἐσόμεϑα εἰς ϖϱόσϰομμα ϗ εἰς ὄνειδος ἐναντίον τῶν ϰτωμένων ἡμᾶς.
8:23 ὅτι ȣ̓ ϰατευϑυνϑήσεται ἡ δȣλεία ἡμῶν εἰς χάϱιν, ἀλλ’ εἰς ἀτιμίαν ϑήσει αὐτὴν ϰύϱιος ὁ ϑεὸς ἡμῶν.
8:24 ϗ νῦν, ἀδελφοί, ἐϖιδειξώμεϑα τοῖς ἀδελφοῖς ἡμῶν, ὅτι ἐξ ἡμῶν ϰϱέμαται ἡ ψυχὴ αὐτῶν, ϗ τὰ ἅγια ϗ ὁ οἶϰος ϗ τὸ ϑυσιαϛήϱιον ἐϖεϛήϱιϛαι ἐφ’ ἡμῖν.
8:25 ϖαϱὰ ταῦτα ϖάντα εὐχαϱιϛήσωμεν ϰυϱίῳ τῷ ϑεῷ ἡμῶν, ὃς ϖειϱάζει ἡμᾶς ϰαϑὰ ϗ τȣ̀ς ϖατέϱας ἡμῶν.
8:26 μνήσϑητε ὅσα ἐϖοίησεν μετὰ Αϐϱααμ ϗ ὅσα ἐϖείϱασεν τὸν Ισααϰ ϗ ὅσα ἐγένετο τῷ Ιαϰωϐ ἐν Μεσοϖοταμίᾳ τῆς Συϱίας ϖοιμαίνοντι τὰ ϖϱόϐατα Λαϐαν τȣ̃ ἀδελφȣ̃ τῆς μητϱὸς αὐτȣ̃.
8:27 ὅτι ȣ̓ ϰαϑὼς ἐϰείνȣς ἐϖύϱωσεν εἰς ἐτασμὸν τῆς ϰαϱδίας αὐτῶν, ϗ ἡμᾶς ȣ̓ϰ ἐξεδίϰησεν, ἀλλ’ εἰς νȣϑέτησιν μαϛιγοῖ ϰύϱιος τȣ̀ς ἐγγίζοντας αὐτῷ. –
8:28 ϗ εἶϖεν ϖϱὸς αὐτὴν Οζιας Πάντα, ὅσα εἶϖας, ἐν ἀγαϑῇ ϰαϱδίᾳ ἐλάλησας, ϗ ȣ̓ϰ ἔϛιν ὃς ἀντιϛήσεται τοῖς λόγοις σȣ·
8:29 ὅτι ȣ̓ϰ ἐν τῇ σήμεϱον ἡ σοφία σȣ ϖϱόδηλός ἐϛιν, ἀλλ’ ἀϖ’ ἀϱχῆς ἡμεϱῶν σȣ ἔγνω ϖᾶς ὁ λαὸς τὴν σύνεσίν σȣ, ϰαϑότι ἀγαϑόν ἐϛιν τὸ ϖλάσμα τῆς ϰαϱδίας σȣ.
8:30 ἀλλὰ ὁ λαὸς δεδίψηϰεν σφόδϱα ϗ ἠνάγϰασαν ἡμᾶς ϖοιῆσαι ϰαϑὰ ἐλαλήσαμεν αὐτοῖς ϗ ἐϖαγαγεῖν ἐφ’ ἡμᾶς ὅϱϰον, ὃν ȣ̓ ϖαϱαϐησόμεϑα.
8:31 ϗ νῦν δεήϑητι ϖεϱὶ ἡμῶν, ὅτι γυνὴ εὐσεϐὴς εἶ, ϗ ἀϖοϛελεῖ ϰύϱιος τὸν ὑετὸν εἰς ϖλήϱωσιν τῶν λάϰϰων ἡμῶν, ϗ ȣ̓ϰ ἐϰλείψομεν ἔτι.
8:32 ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς Ιȣδιϑ Ἀϰȣ́σατέ μȣ, ϗ ϖοιήσω ϖϱᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τȣ̃ γένȣς ἡμῶν.
8:33 ὑμεῖς ϛήσεσϑε ἐϖὶ τῆς ϖύλης τὴν νύϰτα ταύτην, ϗ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅϐϱας μȣ, ϗ ἐν ταῖς ἡμέϱαις, μεϑ’ ἃς εἴϖατε ϖαϱαδώσειν τὴν ϖόλιν τοῖς ἐχϑϱοῖς ἡμῶν, ἐϖισϰέψεται ϰύϱιος τὸν Ισϱαηλ ἐν χειϱί μȣ·
8:34 ὑμεῖς δὲ ȣ̓ϰ ἐξεϱευνήσετε τὴν ϖϱᾶξίν μȣ, ȣ̓ γὰϱ ἐϱῶ ὑμῖν ἕως τȣ̃ τελεσϑῆναι ἃ ἐγὼ ϖοιῶ.
8:35 ϗ εἶϖεν Οζιας ϗ οἱ ἄϱχοντες ϖϱὸς αὐτήν Ποϱεύȣ εἰς εἰϱήνην, ϗ ϰύϱιος ὁ ϑεὸς ἔμϖϱοσϑέν σȣ εἰς ἐϰδίϰησιν τῶν ἐχϑϱῶν ἡμῶν.
8:36 ϗ ἀϖοϛϱέψαντες ἐϰ τῆς σϰηνῆς ἐϖοϱεύϑησαν ἐϖὶ τὰς διατάξεις αὐτῶν.
9:1 Ιȣδιϑ δὲ ἔϖεσεν ἐϖὶ ϖϱόσωϖον ϗ ἐϖέϑετο σϖοδὸν ἐϖὶ τὴν ϰεφαλὴν αὐτῆς ϗ ἐγύμνωσεν ὃν ἐνεδεδύϰει σάϰϰον, ϗ ἦν ἄϱτι ϖϱοσφεϱόμενον ἐν Ιεϱȣσαλημ εἰς τὸν οἶϰον τȣ̃ ϑεȣ̃ τὸ ϑυμίαμα τῆς ἑσϖέϱας ἐϰείνης, ϗ ἐϐόησεν φωνῇ μεγάλῃ Ιȣδιϑ ϖϱὸς ϰύϱιον ϗ εἶϖεν
9:2 Κύϱιε ὁ ϑεὸς τȣ̃ ϖατϱός μȣ Συμεων, ᾧ ἔδωϰας ἐν χειϱὶ ῥομφαίαν εἰς ἐϰδίϰησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτϱαν ϖαϱϑένȣ εἰς μίασμα ϗ ἐγύμνωσαν μηϱὸν εἰς αἰσχύνην ϗ ἐϐεϐήλωσαν μήτϱαν εἰς ὄνειδος· εἶϖας γάϱ Ȣ̓χ ȣ̔́τως ἔϛαι, ϗ ἐϖοίησαν·
9:3 ἀνϑ’ ὧν ἔδωϰας ἄϱχοντας αὐτῶν εἰς φόνον ϗ τὴν ϛϱωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀϖάτην αὐτῶν, ἀϖατηϑεῖσαν εἰς αἷμα ϗ ἐϖάταξας δȣ́λȣς ἐϖὶ δυνάϛαις ϗ δυνάϛας ἐϖὶ ϑϱόνȣς αὐτῶν
9:4 ϗ ἔδωϰας γυναῖϰας αὐτῶν εἰς ϖϱονομὴν ϗ ϑυγατέϱας αὐτῶν εἰς αἰχμαλωσίαν ϗ ϖάντα τὰ σϰῦλα αὐτῶν εἰς διαίϱεσιν υἱῶν ἠγαϖημένων ὑϖὸ σȣ̃, οἳ ϗ ἐζήλωσαν τὸν ζῆλόν σȣ ϗ ἐϐδελύξαντο μίασμα αἵματος αὐτῶν ϗ ἐϖεϰαλέσαντό σε εἰς ϐοηϑόν· ὁ ϑεὸς ὁ ϑεὸς ὁ ἐμός, ϗ εἰσάϰȣσον ἐμȣ̃ τῆς χήϱας.
9:5 σὺ γὰϱ ἐϖοίησας τὰ ϖϱότεϱα ἐϰείνων ϗ ἐϰεῖνα ϗ τὰ μετέϖειτα ϗ τὰ νῦν ϗ τὰ ἐϖεϱχόμενα διενοήϑης, ϗ ἐγενήϑησαν ἃ ἐνενοήϑης,
9:6 ϗ ϖαϱέϛησαν ἃ ἐϐȣλεύσω ϗ εἶϖαν Ἰδȣ̀ ϖάϱεσμεν· ϖᾶσαι γὰϱ αἱ ὁδοί σȣ ἕτοιμοι, ϗ ἡ ϰϱίσις σȣ ἐν ϖϱογνώσει.
9:7 ἰδȣ̀ γὰϱ Ἀσσύϱιοι ἐϖληϑύνϑησαν ἐν δυνάμει αὐτῶν, ὑψώϑησαν ἐφ’ ἵϖϖῳ ϗ ἀναϐάτῃ, ἐγαυϱίασαν ἐν ϐϱαχίονι ϖεζῶν, ἤλϖισαν ἐν ἀσϖίδι ϗ ἐν γαίσῳ ϗ τόξῳ ϗ σφενδόνῃ ϗ ȣ̓ϰ ἔγνωσαν ὅτι σὺ εἶ ϰύϱιος συντϱίϐων ϖολέμȣς.
9:8 ϰύϱιος ὄνομά σοι· σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σȣ ϗ ϰάταξον τὸ ϰϱάτος αὐτῶν ἐν τῷ ϑυμῷ σȣ· ἐϐȣλεύσαντο γὰϱ ϐεϐηλῶσαι τὰ ἅγιά σȣ, μιᾶναι τὸ σϰήνωμα τῆς ϰαταϖαύσεως τȣ̃ ὀνόματος τῆς δόξης σȣ, ϰαταϐαλεῖν σιδήϱῳ ϰέϱας ϑυσιαϛηϱίȣ σȣ.
9:9 ϐλέψον εἰς ὑϖεϱηφανίαν αὐτῶν, ἀϖόϛειλον τὴν ὀϱγήν σȣ εἰς ϰεφαλὰς αὐτῶν, δὸς ἐν χειϱί μȣ τῆς χήϱας ὃ διενοήϑην ϰϱάτος.
9:10 ϖάταξον δȣ̃λον ἐϰ χειλέων ἀϖάτης μȣ ἐϖ’ ἄϱχοντι ϗ ἄϱχοντα ἐϖὶ ϑεϱάϖοντι αὐτȣ̃, ϑϱαῦσον αὐτῶν τὸ ἀνάϛεμα ἐν χειϱὶ ϑηλείας.
9:11 ȣ̓ γὰϱ ἐν ϖλήϑει τὸ ϰϱάτος σȣ, ȣ̓δὲ ἡ δυναϛεία σȣ ἐν ἰσχύȣσιν, ἀλλὰ ταϖεινῶν εἶ ϑεός, ἐλαττόνων εἶ ϐοηϑός, ἀντιλήμϖτωϱ ἀσϑενȣ́ντων, ἀϖεγνωσμένων σϰεϖαϛής, ἀϖηλϖισμένων σωτήϱ.
9:12 ναὶ ναὶ ὁ ϑεὸς τȣ̃ ϖατϱός μȣ ϗ ϑεὸς ϰληϱονομίας Ισϱαηλ, δέσϖοτα τῶν ȣ̓ϱανῶν ϗ τῆς γῆς, ϰτίϛα τῶν ὑδάτων, ϐασιλεῦ ϖάσης ϰτίσεώς σȣ, σὺ εἰσάϰȣσον τῆς δεήσεώς μȣ
9:13 ϗ δὸς λόγον μȣ ϗ ἀϖάτην εἰς τϱαῦμα ϗ μώλωϖα αὐτῶν, οἳ ϰατὰ τῆς διαϑήϰης σȣ ϗ οἴϰȣ ἡγιασμένȣ σȣ ϗ ϰοϱυφῆς Σιων ϗ οἴϰȣ ϰατασχέσεως υἱῶν σȣ ἐϐȣλεύσαντο σϰληϱά.
9:14 ϗ ϖοίησον ἐϖὶ ϖαντὸς ἔϑνȣς σȣ ϗ ϖάσης φυλῆς ἐϖίγνωσιν τȣ̃ εἰδῆσαι ὅτι σὺ εἶ ὁ ϑεὸς ϑεὸς ϖάσης δυνάμεως ϗ ϰϱάτȣς ϗ ȣ̓ϰ ἔϛιν ἄλλος ὑϖεϱασϖίζων τȣ̃ γένȣς Ισϱαηλ εἰ μὴ σύ.
10:1 Ϗ ἐγένετο ὡς ἐϖαύσατο ϐοῶσα ϖϱὸς τὸν ϑεὸν Ισϱαηλ ϗ συνετέλεσεν ϖάντα τὰ ῥήματα ταῦτα,
10:2 ϗ ἀνέϛη ἀϖὸ τῆς ϖτώσεως ϗ ἐϰάλεσεν τὴν ἅϐϱαν αὐτῆς ϗ ϰατέϐη εἰς τὸν οἶϰον, ἐν ᾧ διέτϱιϐεν ἐν αὐτῷ ἐν ταῖς ἡμέϱαις τῶν σαϐϐάτων ϗ ἐν ταῖς ἑοϱταῖς αὐτῆς,
10:3 ϗ ϖεϱιείλατο τὸν σάϰϰον, ὃν ἐνεδεδύϰει, ϗ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηϱεύσεως αὐτῆς ϗ ϖεϱιεϰλύσατο τὸ σῶμα ὕδατι ϗ ἐχϱίσατο μύϱῳ ϖαχεῖ ϗ διέξανε τὰς τϱίχας τῆς ϰεφαλῆς αὐτῆς ϗ ἐϖέϑετο μίτϱαν ἐϖ’ αὐτῆς ϗ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφϱοσύνης αὐτῆς, ἐν οἷς ἐϛολίζετο ἐν ταῖς ἡμέϱαις τῆς ζωῆς τȣ̃ ἀνδϱὸς αὐτῆς Μανασση,
10:4 ϗ ἔλαϐεν σανδάλια εἰς τȣ̀ς ϖόδας αὐτῆς ϗ ϖεϱιέϑετο τȣ̀ς χλιδῶνας ϗ τὰ ψέλια ϗ τȣ̀ς δαϰτυλίȣς ϗ τὰ ἐνώτια ϗ ϖάντα τὸν ϰόσμον αὐτῆς ϗ ἐϰαλλωϖίσατο σφόδϱα εἰς ἀϖάτησιν ὀφϑαλμῶν ἀνδϱῶν, ὅσοι ἂν ἴδωσιν αὐτήν.
10:5 ϗ ἔδωϰεν τῇ ἅϐϱᾳ αὐτῆς ἀσϰοϖυτίνην οἴνȣ ϗ ϰαψάϰην ἐλαίȣ ϗ ϖήϱαν ἐϖλήϱωσεν ἀλφίτων ϗ ϖαλάϑης ϗ ἄϱτων ϰαϑαϱῶν ϗ ϖεϱιεδίϖλωσε ϖάντα τὰ ἀγγεῖα αὐτῆς ϗ ἐϖέϑηϰεν αὐτῇ.
10:6 ϗ ἐξήλϑοσαν ἐϖὶ τὴν ϖύλην τῆς ϖόλεως Βαιτυλȣα ϗ εὕϱοσαν ἐφεϛῶτα ἐϖ’ αὐτῇ Οζιαν ϗ τȣ̀ς ϖϱεσϐυτέϱȣς τῆς ϖόλεως Χαϐϱιν ϗ Χαϱμιν·
10:7 ὡς δὲ εἶδον αὐτὴν ϗ ἦν ἠλλοιωμένον τὸ ϖϱόσωϖον αὐτῆς ϗ τὴν ϛολὴν μεταϐεϐληϰυῖαν αὐτῆς, ϗ ἐϑαύμασαν ἐϖὶ τῷ ϰάλλει αὐτῆς ἐϖὶ ϖολὺ σφόδϱα ϗ εἶϖαν αὐτῇ
10:8 Ὁ ϑεὸς τῶν ϖατέϱων ἡμῶν δῴη σε εἰς χάϱιν ϗ τελειώσαι τὰ ἐϖιτηδεύματά σȣ εἰς γαυϱίαμα υἱῶν Ισϱαηλ ϗ ὕψωμα Ιεϱȣσαλημ.
10:9 ϗ ϖϱοσεϰύνησεν τῷ ϑεῷ ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Ἐϖιτάξατε ἀνοῖξαί μοι τὴν ϖύλην τῆς ϖόλεως, ϗ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετ’ ἐμȣ̃· ϗ συνέταξαν τοῖς νεανίσϰοις ἀνοῖξαι αὐτῇ ϰαϑότι ἐλάλησεν.
10:10 ϗ ἐϖοίησαν ȣ̔́τως. ϗ ἐξῆλϑεν Ιȣδιϑ, αὐτὴ ϗ ἡ ϖαιδίσϰη αὐτῆς μετ’ αὐτῆς· ἀϖεσϰόϖευον δὲ αὐτὴν οἱ ἄνδϱες τῆς ϖόλεως ἕως ȣ̔͂ ϰατέϐη τὸ ὄϱος, ἕως διῆλϑεν τὸν αὐλῶνα ϗ ȣ̓ϰέτι ἐϑεώϱȣν αὐτήν. –
10:11 ϗ ἐϖοϱεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐϑεῖαν, ϗ συνήντησεν αὐτῇ ϖϱοφυλαϰὴ τῶν Ἀσσυϱίων.
10:12 ϗ συνέλαϐον αὐτὴν ϗ ἐϖηϱώτησαν Τίνων εἶ ϗ ϖόϑεν ἔϱχῃ ϗ ϖȣ̃ ϖοϱεύῃ; ϗ εἶϖεν Θυγάτηϱ εἰμὶ τῶν Εϐϱαίων ϗ ἀϖοδιδϱάσϰω ἀϖὸ ϖϱοσώϖȣ αὐτῶν, ὅτι μέλλȣσιν δίδοσϑαι ὑμῖν εἰς ϰατάϐϱωμα·
10:13 ϰἀγὼ ἔϱχομαι εἰς τὸ ϖϱόσωϖον Ολοφέϱνȣ ἀϱχιϛϱατήγȣ δυνάμεως ὑμῶν τȣ̃ ἀϖαγγεῖλαι ῥήματα ἀληϑείας ϗ δείξω ϖϱὸ ϖϱοσώϖȣ αὐτȣ̃ ὁδὸν ϰαϑ’ ἣν ϖοϱεύσεται ϗ ϰυϱιεύσει ϖάσης τῆς ὀϱεινῆς, ϗ ȣ̓ διαφωνήσει τῶν ἀνδϱῶν αὐτȣ̃ σὰϱξ μία ȣ̓δὲ ϖνεῦμα ζωῆς.
10:14 ὡς δὲ ἤϰȣσαν οἱ ἄνδϱες τὰ ῥήματα αὐτῆς ϗ ϰατενόησαν τὸ ϖϱόσωϖον αὐτῆς – ϗ ἦν ἐναντίον αὐτῶν ϑαυμάσιον τῷ ϰάλλει σφόδϱα – , ϗ εἶϖαν ϖϱὸς αὐτήν
10:15 Σέσωϰας τὴν ψυχήν σȣ σϖεύσασα ϰαταϐῆναι εἰς ϖϱόσωϖον τȣ̃ ϰυϱίȣ ἡμῶν· ϗ νῦν ϖϱόσελϑε ἐϖὶ τὴν σϰηνὴν αὐτȣ̃, ϗ ἀφ’ ἡμῶν ϖϱοϖέμψȣσίν σε, ἕως ϖαϱαδώσȣσίν σε εἰς χεῖϱας αὐτȣ̃·
10:16 ἐὰν δὲ ϛῇς ἐναντίον αὐτȣ̃, μὴ φοϐηϑῇς τῇ ϰαϱδίᾳ σȣ, ἀλλὰ ἀνάγγειλον ϰατὰ τὰ ῥήματά σȣ, ϗ εὖ σε ϖοιήσει.
10:17 ϗ ἐϖέλεξαν ἐξ αὐτῶν ἄνδϱας ἑϰατὸν ϗ ϖαϱέζευξαν αὐτῇ ϗ τῇ ἅϐϱᾳ αὐτῆς, ϗ ἤγαγον αὐτὰς ἐϖὶ τὴν σϰηνὴν Ολοφέϱνȣ.
10:18 ϗ ἐγένετο συνδϱομὴ ἐν ϖάσῃ τῇ ϖαϱεμϐολῇ, διεϐοήϑη γὰϱ εἰς τὰ σϰηνώματα ἡ ϖαϱȣσία αὐτῆς· ϗ ἐλϑόντες ἐϰύϰλȣν αὐτήν, ὡς εἱϛήϰει ἔξω τῆς σϰηνῆς Ολοφέϱνȣ, ἕως ϖϱοσήγγειλαν αὐτῷ ϖεϱὶ αὐτῆς.
10:19 ϗ ἐϑαύμαζον ἐϖὶ τῷ ϰάλλει αὐτῆς ϗ ἐϑαύμαζον τȣ̀ς υἱȣ̀ς Ισϱαηλ ἀϖ’ αὐτῆς, ϗ εἶϖεν ἕϰαϛος ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃ Τίς ϰαταφϱονήσει τȣ̃ λαȣ̃ τȣ́τȣ, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖϰας τοιαύτας; ὅτι ȣ̓ ϰαλόν ἐϛιν ὑϖολείϖεσϑαι ἐξ αὐτῶν ἄνδϱα ἕνα, οἳ ἀφεϑέντες δυνήσονται ϰατασοφίσασϑαι ϖᾶσαν τὴν γῆν,
10:20 ϗ ἐξῆλϑον οἱ ϖαϱαϰαϑεύδοντες Ολοφέϱνῃ ϗ ϖάντες οἱ ϑεϱάϖοντες αὐτȣ̃ ϗ εἰσήγαγον αὐτὴν εἰς τὴν σϰηνήν.
10:21 ϗ ἦν Ολοφέϱνης ἀναϖαυόμενος ἐϖὶ τῆς ϰλίνης αὐτȣ̃ ἐν τῷ ϰωνωϖίῳ, ὃ ἦν ἐϰ ϖοϱφύϱας ϗ χϱυσίȣ ϗ σμαϱάγδȣ ϗ λίϑων ϖολυτελῶν ϰαϑυφασμένων.
10:22 ϗ ἀνήγγειλαν αὐτῷ ϖεϱὶ αὐτῆς, ϗ ἐξῆλϑεν εἰς τὸ ϖϱοσϰήνιον, ϗ λαμϖάδες ἀϱγυϱαῖ ϖϱοάγȣσαι αὐτȣ̃.
10:23 ὡς δὲ ἦλϑεν ϰατὰ ϖϱόσωϖον αὐτȣ̃ Ιȣδιϑ ϗ τῶν ϑεϱαϖόντων αὐτȣ̃, ἐϑαύμασαν ϖάντες ἐϖὶ τῷ ϰάλλει τȣ̃ ϖϱοσώϖȣ αὐτῆς· ϗ ϖεσȣ̃σα ἐϖὶ ϖϱόσωϖον ϖϱοσεϰύνησεν αὐτῷ, ϗ ἤγειϱαν αὐτὴν οἱ δȣ̃λοι αὐτȣ̃.
11:1 Ϗ εἶϖεν ϖϱὸς αὐτὴν Ολοφέϱνης Θάϱσησον, γύναι, μὴ φοϐηϑῇς τῇ ϰαϱδίᾳ σȣ, ὅτι ἐγὼ ȣ̓ϰ ἐϰάϰωσα ἄνϑϱωϖον ὅϛις ᾑϱέτιϰεν δȣλεύειν ϐασιλεῖ Ναϐȣχοδονοσοϱ ϖάσης τῆς γῆς.
11:2 ϗ νῦν ὁ λαός σȣ ὁ ϰατοιϰῶν τὴν ὀϱεινὴν εἰ μὴ ἐφαύλισάν με, ȣ̓ϰ ἂν ἦϱα τὸ δόϱυ μȣ ἐϖ’ αὐτȣ́ς· ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐϖοίησαν ταῦτα.
11:3 ϗ νῦν λέγε μοι τίνος ἕνεϰεν ἀϖέδϱας ἀϖ’ αὐτῶν ϗ ἦλϑες ϖϱὸς ἡμᾶς· ἥϰεις γὰϱ εἰς σωτηϱίαν· ϑάϱσει, ἐν τῇ νυϰτὶ ταύτῃ ζήσῃ ϗ εἰς τὸ λοιϖόν·
11:4 ȣ̓ γὰϱ ἔϛιν ὃς ἀδιϰήσει σε, ἀλλ’ εὖ σε ϖοιήσει, ϰαϑὰ γίνεται τοῖς δȣ́λοις τȣ̃ ϰυϱίȣ μȣ ϐασιλέως Ναϐȣχοδονοσοϱ.
11:5 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Ιȣδιϑ Δέξαι τὰ ῥήματα τῆς δȣ́λης σȣ, ϗ λαλησάτω ἡ ϖαιδίσϰη σȣ ϰατὰ ϖϱόσωϖόν σȣ, ϗ ȣ̓ϰ ἀναγγελῶ ψεῦδος τῷ ϰυϱίῳ μȣ ἐν τῇ νυϰτὶ ταύτῃ.
11:6 ϗ ἐὰν ϰαταϰολȣϑήσῃς τοῖς λόγοις τῆς ϖαιδίσϰης σȣ, τελείως ϖϱᾶγμα ϖοιήσει μετὰ σȣ̃ ὁ ϑεός, ϗ ȣ̓ϰ ἀϖοϖεσεῖται ὁ ϰύϱιός μȣ τῶν ἐϖιτηδευμάτων αὐτȣ̃.
11:7 ζῇ γὰϱ ϐασιλεὺς Ναϐȣχοδονοσοϱ ϖάσης τῆς γῆς ϗ ζῇ τὸ ϰϱάτος αὐτȣ̃, ὃς ἀϖέϛειλέν σε εἰς ϰατόϱϑωσιν ϖάσης ψυχῆς, ὅτι ȣ̓ μόνον ἄνϑϱωϖοι διὰ σὲ δȣλεύȣσιν αὐτῷ, ἀλλὰ ϗ τὰ ϑηϱία τȣ̃ ἀγϱȣ̃ ϗ τὰ ϰτήνη ϗ τὰ ϖετεινὰ τȣ̃ ȣ̓ϱανȣ̃ διὰ τῆς ἰσχύος σȣ ζήσονται ἐϖὶ Ναϐȣχοδονοσοϱ ϗ ϖάντα τὸν οἶϰον αὐτȣ̃.
11:8 ἠϰȣ́σαμεν γὰϱ τὴν σοφίαν σȣ ϗ τὰ ϖανȣϱγεύματα τῆς ψυχῆς σȣ, ϗ ἀνηγγέλη ϖάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαϑὸς ἐν ϖάσῃ ϐασιλείᾳ ϗ δυνατὸς ἐν ἐϖιϛήμῃ ϗ ϑαυμαϛὸς ἐν ϛϱατεύμασιν ϖολέμȣ.
11:9 ϗ νῦν ὁ λόγος, ὃν ἐλάλησεν Αχιωϱ ἐν τῇ συνεδϱίᾳ σȣ, ἠϰȣ́σαμεν τὰ ῥήματα αὐτȣ̃, ὅτι ϖεϱιεϖοιήσαντο αὐτὸν οἱ ἄνδϱες Βαιτυλȣα, ϗ ἀνήγγειλεν αὐτοῖς ϖάντα, ὅσα ἐξελάλησεν ϖαϱὰ σοί.
11:10 διό, δέσϖοτα ϰύϱιε, μὴ ϖαϱέλϑῃς τὸν λόγον αὐτȣ̃, ἀλλὰ ϰατάϑȣ αὐτὸν ἐν τῇ ϰαϱδίᾳ σȣ, ὅτι ἐϛὶν ἀληϑής· ȣ̓ γὰϱ ἐϰδιϰᾶται τὸ γένος ἡμῶν, ȣ̓ ϰατισχύει ῥομφαία ἐϖ’ αὐτȣ́ς, ἐὰν μὴ ἁμάϱτωσιν εἰς τὸν ϑεὸν αὐτῶν.
11:11 ϗ νῦν ἵνα μὴ γένηται ὁ ϰύϱιός μȣ ἔϰϐολος ϗ ἄϖϱαϰτος ϗ ἐϖιϖεσεῖται ϑάνατος ἐϖὶ ϖϱόσωϖον αὐτῶν, ϗ ϰατελάϐετο αὐτȣ̀ς ἁμάϱτημα, ἐν ᾧ ϖαϱοϱγιȣ̃σιν τὸν ϑεὸν αὐτῶν, ὁϖηνίϰα ἂν ϖοιήσωσιν ἀτοϖίαν.
11:12 ἐϖεὶ ϖαϱεξέλιϖεν αὐτȣ̀ς τὰ ϐϱώματα ϗ ἐσϖανίσϑη ϖᾶν ὕδωϱ, ἐϐȣλεύσαντο ἐϖιϐαλεῖν τοῖς ϰτήνεσιν αὐτῶν ϗ ϖάντα, ὅσα διεϛείλατο αὐτοῖς ὁ ϑεὸς τοῖς νόμοις αὐτȣ̃ μὴ φαγεῖν, διέγνωσαν δαϖανῆσαι.
11:13 ϗ τὰς ἀϖαϱχὰς τȣ̃ σίτȣ ϗ τὰς δεϰάτας τȣ̃ οἴνȣ ϗ τȣ̃ ἐλαίȣ, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱεϱεῦσιν τοῖς ϖαϱεϛηϰόσιν ἐν Ιεϱȣσαλημ ἀϖέναντι τȣ̃ ϖϱοσώϖȣ τȣ̃ ϑεȣ̃ ἡμῶν, ϰεϰϱίϰασιν ἐξαναλῶσαι, ὧν ȣ̓δὲ ταῖς χεϱσὶν ϰαϑῆϰεν ἅψασϑαι ȣ̓δένα τῶν ἐϰ τȣ̃ λαȣ̃.
11:14 ϗ ἀϖεϛάλϰασιν εἰς Ιεϱȣσαλημ, ὅτι ϗ οἱ ἐϰεῖ ϰατοιϰȣ̃ντες ἐϖοίησαν ταῦτα, τȣ̀ς μεταϰομίσοντας αὐτοῖς τὴν ἄφεσιν ϖαϱὰ τῆς γεϱȣσίας.
11:15 ϗ ἔϛαι ὡς ἂν ἀναγγείλῃ αὐτοῖς ϗ ϖοιήσωσιν, δοϑήσονταί σοι εἰς ὄλεϑϱον ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ.
11:16 ὅϑεν ἐγὼ ἡ δȣ́λη σȣ ἐϖιγνȣ̃σα ταῦτα ϖάντα ἀϖέδϱων ἀϖὸ ϖϱοσώϖȣ αὐτῶν, ϗ ἀϖέϛειλέν με ὁ ϑεὸς ϖοιῆσαι μετὰ σȣ̃ ϖϱάγματα, ἐφ’ οἷς ἐϰϛήσεται ϖᾶσα ἡ γῆ, ὅσοι ἐὰν ἀϰȣ́σωσιν αὐτά.
11:17 ὅτι ἡ δȣ́λη σȣ ϑεοσεϐής ἐϛιν ϗ ϑεϱαϖεύȣσα νυϰτὸς ϗ ἡμέϱας τὸν ϑεὸν τȣ̃ ȣ̓ϱανȣ̃· ϗ νῦν μενῶ ϖαϱὰ σοί, ϰύϱιέ μȣ, ϗ ἐξελεύσεται ἡ δȣ́λη σȣ ϰατὰ νύϰτα εἰς τὴν φάϱαγγα ϗ ϖϱοσεύξομαι ϖϱὸς τὸν ϑεόν, ϗ ἐϱεῖ μοι ϖότε ἐϖοίησαν τὰ ἁμαϱτήματα αὐτῶν.
11:18 ϗ ἐλϑȣ̃σα ϖϱοσανοίσω σοι, ϗ ἐξελεύσῃ σὺν ϖάσῃ τῇ δυνάμει σȣ, ϗ ȣ̓ϰ ἔϛιν ὃς ἀντιϛήσεταί σοι ἐξ αὐτῶν.
11:19 ϗ ἄξω σε διὰ μέσȣ τῆς Ιȣδαίας ἕως τȣ̃ ἐλϑεῖν ἀϖέναντι Ιεϱȣσαλημ ϗ ϑήσω τὸν δίφϱον σȣ ἐν μέσῳ αὐτῆς, ϗ ἄξεις αὐτȣ̀ς ὡς ϖϱόϐατα, οἷς ȣ̓ϰ ἔϛιν ϖοιμήν, ϗ ȣ̓ γϱύξει ϰύων τῇ γλώσσῃ αὐτȣ̃ ἀϖέναντί σȣ· ὅτι ταῦτα ἐλαλήϑη μοι ϰατὰ ϖϱόγνωσίν μȣ ϗ ἀϖηγγέλη μοι, ϗ ἀϖεϛάλην ἀναγγεῖλαί σοι. –
11:20 ϗ ἤϱεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέϱνȣ ϗ ἐναντίον ϖάντων τῶν ϑεϱαϖόντων αὐτȣ̃, ϗ ἐϑαύμασαν ἐϖὶ τῇ σοφίᾳ αὐτῆς ϗ εἶϖαν
11:21 Ȣ̓ϰ ἔϛιν τοιαύτη γυνὴ ἀϖ’ ἄϰϱȣ ἕως ἄϰϱȣ τῆς γῆς ἐν ϰαλῷ ϖϱοσώϖῳ ϗ συνέσει λόγων.
11:22 ϗ εἶϖεν ϖϱὸς αὐτὴν Ολοφέϱνης Εὖ ἐϖοίησεν ὁ ϑεὸς ἀϖοϛείλας σε ἔμϖϱοσϑεν τȣ̃ λαȣ̃ τȣ̃ γενηϑῆναι ἐν χεϱσὶν ἡμῶν ϰϱάτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν ϰύϱιόν μȣ ἀϖώλειαν.
11:23 ϗ νῦν ἀϛεία εἶ σὺ ἐν τῷ εἴδει σȣ ϗ ἀγαϑὴ ἐν τοῖς λόγοις σȣ· ὅτι ἐὰν ϖοιήσῃς ϰαϑὰ ἐλάλησας, ὁ ϑεός σȣ ἔϛαι μȣ ϑεός, ϗ σὺ ἐν οἴϰῳ ϐασιλέως Ναϐȣχοδονοσοϱ ϰαϑήσῃ ϗ ἔσῃ ὀνομαϛὴ ϖαϱὰ ϖᾶσαν τὴν γῆν.
12:1 Ϗ ἐϰέλευσεν εἰσαγαγεῖν αὐτὴν ȣ̔͂ ἐτίϑετο τὰ ἀϱγυϱώματα αὐτȣ̃ ϗ συνέταξεν ϰαταϛϱῶσαι αὐτῇ ἀϖὸ τῶν ὀψοϖοιημάτων αὐτȣ̃ ϗ τȣ̃ οἴνȣ αὐτȣ̃ ϖίνειν.
12:2 ϗ εἶϖεν Ιȣδιϑ Ȣ̓ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σϰάνδαλον, ἀλλ’ ἐϰ τῶν ἠϰολȣϑηϰότων μοι χοϱηγηϑήσεται.
12:3 ϗ εἶϖεν ϖϱὸς αὐτὴν Ολοφέϱνης Ἐὰν δὲ ἐϰλίϖῃ τὰ ὄντα μετὰ σȣ̃, ϖόϑεν ἐξοίσομέν σοι δȣ̃ναι ὅμοια αὐτοῖς; ȣ̓ γάϱ ἐϛιν μεϑ’ ἡμῶν ἐϰ τȣ̃ γένȣς σȣ.
12:4 ϗ εἶϖεν Ιȣδιϑ ϖϱὸς αὐτόν Ζῇ ἡ ψυχή σȣ, ϰύϱιέ μȣ, ὅτι ȣ̓ δαϖανήσει ἡ δȣ́λη σȣ τὰ ὄντα μετ’ ἐμȣ̃, ἕως ἂν ϖοιήσῃ ϰύϱιος ἐν χειϱί μȣ ἃ ἐϐȣλεύσατο.
12:5 ϗ ἠγάγοσαν αὐτὴν οἱ ϑεϱάϖοντες Ολοφέϱνȣ εἰς τὴν σϰηνήν, ϗ ὕϖνωσεν μέχϱι μεσȣ́σης τῆς νυϰτός· ϗ ἀνέϛη ϖϱὸς τὴν ἑωϑινὴν φυλαϰήν.
12:6 ϗ ἀϖέϛειλεν ϖϱὸς Ολοφέϱνην λέγȣσα Ἐϖιταξάτω δὴ ὁ ϰύϱιός μȣ ἐᾶσαι τὴν δȣ́λην σȣ ἐϖὶ ϖϱοσευχὴν ἐξελϑεῖν·
12:7 ϗ ϖϱοσέταξεν Ολοφέϱνης τοῖς σωματοφύλαξιν μὴ διαϰωλύειν αὐτήν. ϗ ϖαϱέμεινεν ἐν τῇ ϖαϱεμϐολῇ ἡμέϱας τϱεῖς· ϗ ἐξεϖοϱεύετο ϰατὰ νύϰτα εἰς τὴν φάϱαγγα Βαιτυλȣα ϗ ἐϐαϖτίζετο ἐν τῇ ϖαϱεμϐολῇ ἐϖὶ τῆς ϖηγῆς τȣ̃ ὕδατος·
12:8 ϗ ὡς ἀνέϐη, ἐδέετο τȣ̃ ϰυϱίȣ ϑεȣ̃ Ισϱαηλ ϰατευϑῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάϛημα τῶν υἱῶν τȣ̃ λαȣ̃ αὐτȣ̃·
12:9 ϗ εἰσϖοϱευομένη ϰαϑαϱὰ ϖαϱέμενεν ἐν τῇ σϰηνῇ, μέχϱι ȣ̔͂ ϖϱοσηνέγϰατο τὴν τϱοφὴν αὐτῆς ϖϱὸς ἑσϖέϱαν.
12:10 Ϗ ἐγένετο ἐν τῇ ἡμέϱᾳ τῇ τετάϱτῃ ἐϖοίησεν Ολοφέϱνης ϖότον τοῖς δȣ́λοις αὐτȣ̃ μόνοις ϗ ȣ̓ϰ ἐϰάλεσεν εἰς τὴν ϰλῆσιν ȣ̓δένα τῶν ϖϱὸς ταῖς χϱείαις.
12:11 ϗ εἶϖεν Βαγώᾳ τῷ εὐνȣ́χῳ, ὃς ἦν ἐφεϛηϰὼς ἐϖὶ ϖάντων τῶν αὐτȣ̃ Πεῖσον δὴ ϖοϱευϑεὶς τὴν γυναῖϰα τὴν Εϐϱαίαν, ἥ ἐϛιν ϖαϱὰ σοί, τȣ̃ ἐλϑεῖν ϖϱὸς ἡμᾶς ϗ φαγεῖν ϗ ϖιεῖν μεϑ’ ἡμῶν·
12:12 ἰδȣ̀ γὰϱ αἰσχϱὸν τῷ ϖϱοσώϖῳ ἡμῶν εἰ γυναῖϰα τοιαύτην ϖαϱήσομεν ȣ̓χ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐϖισϖασώμεϑα, ϰαταγελάσεται ἡμῶν.
12:13 ϗ ἐξῆλϑεν Βαγώας ἀϖὸ ϖϱοσώϖȣ Ολοφέϱνȣ ϗ εἰσῆλϑεν ϖϱὸς αὐτὴν ϗ εἶϖεν Μὴ ὀϰνησάτω δὴ ἡ ϖαιδίσϰη ἡ ϰαλὴ αὕτη ἐλϑȣ̃σα ϖϱὸς τὸν ϰύϱιόν μȣ δοξασϑῆναι ϰατὰ ϖϱόσωϖον αὐτȣ̃ ϗ ϖίεσαι μεϑ’ ἡμῶν εἰς εὐφϱοσύνην οἶνον ϗ γενηϑῆναι ἐν τῇ ἡμέϱᾳ ταύτῃ ὡς ϑυγάτηϱ μία τῶν υἱῶν Ασσȣϱ, αἳ ϖαϱεϛήϰασιν ἐν οἴϰῳ Ναϐȣχοδονοσοϱ.
12:14 ϗ εἶϖεν ϖϱὸς αὐτὸν Ιȣδιϑ Ϗ τίς εἰμι ἐγὼ ἀντεϱȣ̃σα τῷ ϰυϱίῳ μȣ; ὅτι ϖᾶν, ὃ ἔϛαι ἐν τοῖς ὀφϑαλμοῖς αὐτȣ̃ ἀϱεϛόν, σϖεύσασα ϖοιήσω, ϗ ἔϛαι τȣ̃τό μοι ἀγαλλίαμα ἕως ἡμέϱας ϑανάτȣ μȣ.
12:15 ϗ διαναϛᾶσα ἐϰοσμήϑη τῷ ἱματισμῷ ϗ ϖαντὶ τῷ ϰόσμῳ τῷ γυναιϰείῳ, ϗ ϖϱοσῆλϑεν ἡ δȣ́λη αὐτῆς ϗ ἔϛϱωσεν αὐτῇ ϰατέναντι Ολοφέϱνȣ χαμαὶ τὰ ϰώδια, ἃ ἔλαϐεν ϖαϱὰ Βαγώȣ εἰς τὴν ϰαϑημεϱινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσϑίειν ϰαταϰλινομένην ἐϖ’ αὐτῶν.
12:16 ϗ εἰσελϑȣ̃σα ἀνέϖεσεν Ιȣδιϑ, ϗ ἐξέϛη ἡ ϰαϱδία Ολοφέϱνȣ ἐϖ’ αὐτήν, ϗ ἐσαλεύϑη ἡ ψυχὴ αὐτȣ̃, ϗ ἦν ϰατεϖίϑυμος σφόδϱα τȣ̃ συγγενέσϑαι μετ’ αὐτῆς· ϗ ἐτήϱει ϰαιϱὸν τȣ̃ ἀϖατῆσαι αὐτὴν ἀφ’ ἧς ἡμέϱας εἶδεν αὐτήν.
12:17 ϗ εἶϖεν ϖϱὸς αὐτὴν Ολοφέϱνης Πίε δὴ ϗ γενήϑητι μεϑ’ ἡμῶν εἰς εὐφϱοσύνην.
12:18 ϗ εἶϖεν Ιȣδιϑ Πίομαι δή, ϰύϱιε, ὅτι ἐμεγαλύνϑη τὸ ζῆν μȣ ἐν ἐμοὶ σήμεϱον ϖαϱὰ ϖάσας τὰς ἡμέϱας τῆς γενέσεώς μȣ.
12:19 ϗ λαϐȣ̃σα ἔφαγεν ϗ ἔϖιεν ϰατέναντι αὐτȣ̃ ἃ ἡτοίμασεν ἡ δȣ́λη αὐτῆς.
12:20 ϗ ηὐφϱάνϑη Ολοφέϱνης ἀϖ’ αὐτῆς ϗ ἔϖιεν οἶνον ϖολὺν σφόδϱα, ὅσον ȣ̓ϰ ἔϖιεν ϖώϖοτε ἐν ἡμέϱᾳ μιᾷ ἀφ’ ȣ̔͂ ἐγεννήϑη.
13:1 Ὡς δὲ ὀψία ἐγένετο, ἐσϖȣ́δασαν οἱ δȣ̃λοι αὐτȣ̃ ἀναλύειν. ϗ Βαγώας συνέϰλεισεν τὴν σϰηνὴν ἔξωϑεν ϗ ἀϖέϰλεισεν τȣ̀ς ϖαϱεϛῶτας ἐϰ ϖϱοσώϖȣ τȣ̃ ϰυϱίȣ αὐτȣ̃, ϗ ἀϖῴχοντο εἰς τὰς ϰοίτας αὐτῶν· ἦσαν γὰϱ ϖάντες ϰεϰοϖωμένοι διὰ τὸ ἐϖὶ ϖλεῖον γεγονέναι τὸν ϖότον.
13:2 ὑϖελείφϑη δὲ Ιȣδιϑ μόνη ἐν τῇ σϰηνῇ, ϗ Ολοφέϱνης ϖϱοϖεϖτωϰὼς ἐϖὶ τὴν ϰλίνην αὐτȣ̃· ἦν γὰϱ ϖεϱιϰεχυμένος αὐτῷ ὁ οἶνος.
13:3 ϗ εἶϖεν Ιȣδιϑ τῇ δȣ́λῃ αὐτῆς ϛῆναι ἔξω τȣ̃ ϰοιτῶνος αὐτῆς ϗ ἐϖιτηϱεῖν τὴν ἔξοδον αὐτῆς ϰαϑάϖεϱ ϰαϑ’ ἡμέϱαν, ἐξελεύσεσϑαι γὰϱ ἔφη ἐϖὶ τὴν ϖϱοσευχὴν αὐτῆς· ϗ τῷ Βαγώᾳ ἐλάλησεν ϰατὰ τὰ ῥήματα ταῦτα.
13:4 ϗ ἀϖήλϑοσαν ϖάντες ἐϰ ϖϱοσώϖȣ, ϗ ȣ̓δεὶς ϰατελείφϑη ἐν τῷ ϰοιτῶνι ἀϖὸ μιϰϱȣ̃ ἕως μεγάλȣ· ϗ ϛᾶσα Ιȣδιϑ ϖαϱὰ τὴν ϰλίνην αὐτȣ̃ εἶϖεν ἐν τῇ ϰαϱδίᾳ αὐτῆς Κύϱιε ὁ ϑεὸς ϖάσης δυνάμεως, ἐϖίϐλεψον ἐν τῇ ὥϱᾳ ταύτῃ ἐϖὶ τὰ ἔϱγα τῶν χειϱῶν μȣ εἰς ὕψωμα Ιεϱȣσαλημ·
13:5 ὅτι νῦν ϰαιϱὸς ἀντιλαϐέσϑαι τῆς ϰληϱονομίας σȣ ϗ ϖοιῆσαι τὸ ἐϖιτήδευμά μȣ εἰς ϑϱαῦσμα ἐχϑϱῶν, οἳ ἐϖανέϛησαν ἡμῖν.
13:6 ϗ ϖϱοσελϑȣ̃σα τῷ ϰανόνι τῆς ϰλίνης, ὃς ἦν ϖϱὸς ϰεφαλῆς Ολοφέϱνȣ, ϰαϑεῖλεν τὸν ἀϰινάϰην αὐτȣ̃ ἀϖ’ αὐτȣ̃
13:7 ϗ ἐγγίσασα τῆς ϰλίνης ἐδϱάξατο τῆς ϰόμης τῆς ϰεφαλῆς αὐτȣ̃ ϗ εἶϖεν Κϱαταίωσόν με, ϰύϱιε ὁ ϑεὸς Ισϱαηλ, ἐν τῇ ἡμέϱᾳ ταύτῃ.
13:8 ϗ ἐϖάταξεν εἰς τὸν τϱάχηλον αὐτȣ̃ δὶς ἐν τῇ ἰσχύι αὐτῆς ϗ ἀφεῖλεν τὴν ϰεφαλὴν αὐτȣ̃ ἀϖ’ αὐτȣ̃.
13:9 ϗ ἀϖεϰύλισε τὸ σῶμα αὐτȣ̃ ἀϖὸ τῆς ϛϱωμνῆς ϗ ἀφεῖλε τὸ ϰωνώϖιον ἀϖὸ τῶν ϛύλων· ϗ μετ’ ὀλίγον ἐξῆλϑεν ϗ ϖαϱέδωϰεν τῇ ἅϐϱᾳ αὐτῆς τὴν ϰεφαλὴν Ολοφέϱνȣ,
13:10 ϗ ἐνέϐαλεν αὐτὴν εἰς τὴν ϖήϱαν τῶν ϐϱωμάτων αὐτῆς. ϗ ἐξῆλϑον αἱ δύο ἅμα ϰατὰ τὸν ἐϑισμὸν αὐτῶν ἐϖὶ τὴν ϖϱοσευχήν· ϗ διελϑȣ̃σαι τὴν ϖαϱεμϐολὴν ἐϰύϰλωσαν τὴν φάϱαγγα ἐϰείνην ϗ ϖϱοσανέϐησαν τὸ ὄϱος Βαιτυλȣα ϗ ἤλϑοσαν ϖϱὸς τὰς ϖύλας αὐτῆς.
13:11 Ϗ εἶϖεν Ιȣδιϑ μαϰϱόϑεν τοῖς φυλάσσȣσιν ἐϖὶ τῶν ϖυλῶν Ἀνοίξατε ἀνοίξατε δὴ τὴν ϖύλην· μεϑ’ ἡμῶν ὁ ϑεὸς ὁ ϑεὸς ἡμῶν ϖοιῆσαι ἔτι ἰσχὺν ἐν Ισϱαηλ ϗ ϰϱάτος ϰατὰ τῶν ἐχϑϱῶν, ϰαϑὰ ϗ σήμεϱον ἐϖοίησεν.
13:12 ϗ ἐγένετο ὡς ἤϰȣσαν οἱ ἄνδϱες τῆς ϖόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσϖȣ́δασαν τȣ̃ ϰαταϐῆναι ἐϖὶ τὴν ϖύλην τῆς ϖόλεως αὐτῶν ϗ συνεϰάλεσαν τȣ̀ς ϖϱεσϐυτέϱȣς τῆς ϖόλεως.
13:13 ϗ συνέδϱαμον ϖάντες ἀϖὸ μιϰϱȣ̃ ἕως μεγάλȣ αὐτῶν, ὅτι ϖαϱάδοξον ἦν αὐτοῖς τὸ ἐλϑεῖν αὐτήν, ϗ ἤνοιξαν τὴν ϖύλην ϗ ὑϖεδέξαντο αὐτὰς ϗ ἅψαντες ϖῦϱ εἰς φαῦσιν ϖεϱιεϰύϰλωσαν αὐτάς.
13:14 ἡ δὲ εἶϖεν ϖϱὸς αὐτȣ̀ς φωνῇ μεγάλῃ Αἰνεῖτε τὸν ϑεόν, αἰνεῖτε· αἰνεῖτε τὸν ϑεόν, ὃς ȣ̓ϰ ἀϖέϛησεν τὸ ἔλεος αὐτȣ̃ ἀϖὸ τȣ̃ οἴϰȣ Ισϱαηλ, ἀλλ’ ἔϑϱαυσε τȣ̀ς ἐχϑϱȣ̀ς ἡμῶν διὰ χειϱός μȣ ἐν τῇ νυϰτὶ ταύτῃ.
13:15 ϗ ϖϱοελȣ̃σα τὴν ϰεφαλὴν ἐϰ τῆς ϖήϱας ἔδειξεν ϗ εἶϖεν αὐτοῖς Ἰδȣ̀ ἡ ϰεφαλὴ Ολοφέϱνȣ ἀϱχιϛϱατήγȣ δυνάμεως Ασσȣϱ, ϗ ἰδȣ̀ τὸ ϰωνώϖιον, ἐν ᾧ ϰατέϰειτο ἐν ταῖς μέϑαις αὐτȣ̃· ϗ ἐϖάταξεν αὐτὸν ὁ ϰύϱιος ἐν χειϱὶ ϑηλείας·
13:16 ϗ ζῇ ϰύϱιος, ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μȣ, ᾗ ἐϖοϱεύϑην, ὅτι ἠϖάτησεν αὐτὸν τὸ ϖϱόσωϖόν μȣ εἰς ἀϖώλειαν αὐτȣ̃, ϗ ȣ̓ϰ ἐϖοίησεν ἁμάϱτημα μετ’ ἐμȣ̃ εἰς μίασμα ϗ αἰσχύνην.
13:17 ϗ ἐξέϛη ϖᾶς ὁ λαὸς σφόδϱα ϗ ϰύψαντες ϖϱοσεϰύνησαν τῷ ϑεῷ ϗ εἶϖαν ὁμοϑυμαδόν Εὐλογητὸς εἶ, ὁ ϑεὸς ἡμῶν ὁ ἐξȣδενώσας ἐν τῇ ἡμέϱᾳ τῇ σήμεϱον τȣ̀ς ἐχϑϱȣ̀ς τȣ̃ λαȣ̃ σȣ.
13:18 ϗ εἶϖεν αὐτῇ Οζιας Εὐλογητὴ σύ, ϑύγατεϱ, τῷ ϑεῷ τῷ ὑψίϛῳ ϖαϱὰ ϖάσας τὰς γυναῖϰας τὰς ἐϖὶ τῆς γῆς, ϗ εὐλογημένος ϰύϱιος ὁ ϑεός, ὃς ἔϰτισεν τȣ̀ς ȣ̓ϱανȣ̀ς ϗ τὴν γῆν, ὃς ϰατεύϑυνέν σε εἰς τϱαῦμα ϰεφαλῆς ἄϱχοντος ἐχϑϱῶν ἡμῶν·
13:19 ὅτι ȣ̓ϰ ἀϖοϛήσεται ἡ ἐλϖίς σȣ ἀϖὸ ϰαϱδίας ἀνϑϱώϖων μνημονευόντων ἰσχὺν ϑεȣ̃ ἕως αἰῶνος·
13:20 ϗ ϖοιήσαι σοι αὐτὰ ὁ ϑεὸς εἰς ὕψος αἰώνιον τȣ̃ ἐϖισϰέψασϑαί σε ἐν ἀγαϑοῖς, ἀνϑ’ ὧν ȣ̓ϰ ἐφείσω τῆς ψυχῆς σȣ διὰ τὴν ταϖείνωσιν τȣ̃ γένȣς ἡμῶν, ἀλλ’ ἐϖεξῆλϑες τῷ ϖτώματι ἡμῶν ἐϖ’ εὐϑεῖαν ϖοϱευϑεῖσα ἐνώϖιον τȣ̃ ϑεȣ̃ ἡμῶν. ϗ εἶϖαν ϖᾶς ὁ λαός Γένοιτο γένοιτο.
14:1 Ϗ εἶϖεν ϖϱὸς αὐτȣ̀ς Ιȣδιϑ Ἀϰȣ́σατε δή μȣ, ἀδελφοί, ϗ λαϐόντες τὴν ϰεφαλὴν ταύτην ϰϱεμάσατε αὐτὴν ἐϖὶ τῆς ἐϖάλξεως τȣ̃ τείχȣς ὑμῶν.
14:2 ϗ ἔϛαι ἡνίϰα ἐὰν διαφαύσῃ ὁ ὄϱϑϱος ϗ ἐξέλϑῃ ὁ ἥλιος ἐϖὶ τὴν γῆν, ἀναλήμψεσϑε ἕϰαϛος τὰ σϰεύη τὰ ϖολεμιϰὰ ὑμῶν ϗ ἐξελεύσεσϑε ϖᾶς ἀνὴϱ ἰσχύων ἔξω τῆς ϖόλεως ϗ δώσετε ἀϱχηγὸν εἰς αὐτȣ̀ς ὡς ϰαταϐαίνοντες ἐϖὶ τὸ ϖεδίον εἰς τὴν ϖϱοφυλαϰὴν υἱῶν Ασσȣϱ, ϗ ȣ̓ ϰαταϐήσεσϑε.
14:3 ϗ ἀναλαϐόντες ȣ̔͂τοι τὰς ϖανοϖλίας αὐτῶν ϖοϱεύσονται εἰς τὴν ϖαϱεμϐολὴν αὐτῶν ϗ ἐγεϱȣ̃σι τȣ̀ς ϛϱατηγȣ̀ς τῆς δυνάμεως Ασσȣϱ· ϗ συνδϱαμȣ̃νται ἐϖὶ τὴν σϰηνὴν Ολοφέϱνȣ ϗ ȣ̓χ εὑϱήσȣσιν αὐτόν, ϗ ἐϖιϖεσεῖται ἐϖ’ αὐτȣ̀ς φόϐος, ϗ φεύξονται ἀϖὸ ϖϱοσώϖȣ ὑμῶν.
14:4 ϗ ἐϖαϰολȣϑήσαντες ὑμεῖς ϗ ϖάντες οἱ ϰατοιϰȣ̃ντες ϖᾶν ὅϱιον Ισϱαηλ ϰαταϛϱώσατε αὐτȣ̀ς ἐν ταῖς ὁδοῖς αὐτῶν.
14:5 ϖϱὸ δὲ τȣ̃ ϖοιῆσαι ταῦτα ϰαλέσατέ μοι Αχιωϱ τὸν Αμμανίτην, ἵνα ἰδὼν ἐϖιγνοῖ τὸν ἐϰφαυλίσαντα τὸν οἶϰον τȣ̃ Ισϱαηλ ϗ αὐτὸν ὡς εἰς ϑάνατον ἀϖοϛείλαντα εἰς ἡμᾶς.
14:6 ϗ ἐϰάλεσαν τὸν Αχιωϱ ἐϰ τȣ̃ οἴϰȣ Οζια· ὡς δὲ ἦλϑεν ϗ εἶδεν τὴν ϰεφαλὴν Ολοφέϱνȣ ἐν χειϱὶ ἀνδϱὸς ἑνὸς ἐν τῇ ἐϰϰλησίᾳ τȣ̃ λαȣ̃, ἔϖεσεν ἐϖὶ ϖϱόσωϖον, ϗ ἐξελύϑη τὸ ϖνεῦμα αὐτȣ̃.
14:7 ὡς δὲ ἀνέλαϐον αὐτόν, ϖϱοσέϖεσεν τοῖς ϖοσὶν Ιȣδιϑ ϗ ϖϱοσεϰύνησεν τῷ ϖϱοσώϖῳ αὐτῆς ϗ εἶϖεν Εὐλογημένη σὺ ἐν ϖαντὶ σϰηνώματι Ιȣδα ϗ ἐν ϖαντὶ ἔϑνει, οἵτινες ἀϰȣ́σαντες τὸ ὄνομά σȣ ταϱαχϑήσονται·
14:8 ϗ νῦν ἀνάγγειλόν μοι ὅσα ἐϖοίησας ἐν ταῖς ἡμέϱαις ταύταις. ϗ ἀϖήγγειλεν αὐτῷ Ιȣδιϑ ἐν μέσῳ τȣ̃ λαȣ̃ ϖάντα, ὅσα ἦν ϖεϖοιηϰυῖα ἀφ’ ἧς ἡμέϱας ἐξῆλϑεν ἕως ȣ̔͂ ἐλάλει αὐτοῖς.
14:9 ὡς δὲ ἐϖαύσατο λαλȣ̃σα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ ϗ ἔδωϰεν φωνὴν εὐφϱόσυνον ἐν τῇ ϖόλει αὐτῶν.
14:10 ἰδὼν δὲ Αχιωϱ ϖάντα, ὅσα ἐϖοίησεν ὁ ϑεὸς τȣ̃ Ισϱαηλ, ἐϖίϛευσεν τῷ ϑεῷ σφόδϱα ϗ ϖεϱιετέμετο τὴν σάϱϰα τῆς ἀϰϱοϐυϛίας αὐτȣ̃ ϗ ϖϱοσετέϑη εἰς τὸν οἶϰον Ισϱαηλ ἕως τῆς ἡμέϱας ταύτης.
14:11 Ἡνίϰα δὲ ὁ ὄϱϑϱος ἀνέϐη, ϗ ἐϰϱέμασαν τὴν ϰεφαλὴν Ολοφέϱνȣ ἐϰ τȣ̃ τείχȣς, ϗ ἀνέλαϐεν ϖᾶς ἀνὴϱ τὰ ὅϖλα αὐτȣ̃ ϗ ἐξήλϑοσαν ϰατὰ σϖείϱας ἐϖὶ τὰς ἀναϐάσεις τȣ̃ ὄϱȣς.
14:12 οἱ δὲ υἱοὶ Ασσȣϱ ὡς εἶδον αὐτȣ́ς, διέϖεμψαν ἐϖὶ τȣ̀ς ἡγȣμένȣς αὐτῶν· οἱ δὲ ἦλϑον ἐϖὶ τȣ̀ς ϛϱατηγȣ̀ς ϗ χιλιάϱχȣς ϗ ἐϖὶ ϖάντα ἄϱχοντα αὐτῶν.
14:13 ϗ ϖαϱεγένοντο ἐϖὶ τὴν σϰηνὴν Ολοφέϱνȣ ϗ εἶϖαν τῷ ὄντι ἐϖὶ ϖάντων τῶν αὐτȣ̃ Ἔγειϱον δὴ τὸν ϰύϱιον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δȣ̃λοι ϰαταϐαίνειν ἐφ’ ἡμᾶς εἰς ϖόλεμον, ἵνα ἐξολεϑϱευϑῶσιν εἰς τέλος.
14:14 ϗ εἰσῆλϑεν Βαγώας ϗ ἔϰϱȣσε τὴν αὐλαίαν τῆς σϰηνῆς· ὑϖενόει γὰϱ ϰαϑεύδειν αὐτὸν μετὰ Ιȣδιϑ.
14:15 ὡς δ’ ȣ̓ϑεὶς ἐϖήϰȣσεν, διαϛείλας εἰσῆλϑεν εἰς τὸν ϰοιτῶνα ϗ εὗϱεν αὐτὸν ἐϖὶ τῆς χελωνίδος ἐϱϱιμμένον νεϰϱόν, ϗ ἡ ϰεφαλὴ αὐτȣ̃ ἀφῄϱητο ἀϖ’ αὐτȣ̃.
14:16 ϗ ἐϐόησεν φωνῇ μεγάλῃ μετὰ ϰλαυϑμȣ̃ ϗ ϛεναγμȣ̃ ϗ ϐοῆς ἰσχυϱᾶς ϗ διέϱϱηξεν τὰ ἱμάτια αὐτȣ̃.
14:17 ϗ εἰσῆλϑεν εἰς τὴν σϰηνήν, ȣ̔͂ ἦν Ιȣδιϑ ϰαταλύȣσα, ϗ ȣ̓χ εὗϱεν αὐτήν· ϗ ἐξεϖήδησεν εἰς τὸν λαὸν ϗ ἐϐόησεν
14:18 Ἠϑέτησαν οἱ δȣ̃λοι, ἐϖοίησεν αἰσχύνην μία γυνὴ τῶν Εϐϱαίων εἰς τὸν οἶϰον τȣ̃ ϐασιλέως Ναϐȣχοδονοσοϱ· ὅτι ἰδȣ̀ Ολοφέϱνης χαμαί, ϗ ἡ ϰεφαλὴ ȣ̓ϰ ἔϛιν ἐϖ’ αὐτῷ.
14:19 ὡς δὲ ἤϰȣσαν ταῦτα τὰ ῥήματα οἱ ἄϱχοντες τῆς δυνάμεως Ασσȣϱ, τȣ̀ς χιτῶνας αὐτῶν διέϱϱηξαν, ϗ ἐταϱάχϑη αὐτῶν ἡ ψυχὴ σφόδϱα, ϗ ἐγένετο αὐτῶν ϰϱαυγὴ ϗ ϐοὴ μεγάλη σφόδϱα ἐν μέσῳ τῆς ϖαϱεμϐολῆς.
15:1 ϗ ὡς ἤϰȣσαν οἱ ἐν τοῖς σϰηνώμασιν ὄντες, ἐξέϛησαν ἐϖὶ τὸ γεγονός,
15:2 ϗ ἐϖέϖεσεν ἐϖ’ αὐτȣ̀ς τϱόμος ϗ φόϐος, ϗ ȣ̓ϰ ἦν ἄνϑϱωϖος μένων ϰατὰ ϖϱόσωϖον τȣ̃ ϖλησίον ἔτι, ἀλλ’ ἐϰχυϑέντες ὁμοϑυμαδὸν ἔφευγον ἐϖὶ ϖᾶσαν ὁδὸν τȣ̃ ϖεδίȣ ϗ τῆς ὀϱεινῆς·
15:3 ϗ οἱ ϖαϱεμϐεϐληϰότες ἐν τῇ ὀϱεινῇ ϰύϰλῳ Βαιτυλȣα ϗ ἐτϱάϖησαν εἰς φυγήν. ϗ τότε οἱ υἱοὶ Ισϱαηλ, ϖᾶς ἀνὴϱ ϖολεμιϛὴς ἐξ αὐτῶν, ἐξεχύϑησαν ἐϖ’ αὐτȣ́ς.
15:4 ϗ ἀϖέϛειλεν Οζιας εἰς Βαιτομασϑαιμ ϗ Βηϐαι ϗ Χωϐαι ϗ Κωλα ϗ εἰς ϖᾶν ὅϱιον Ισϱαηλ τȣ̀ς ἀϖαγγέλλοντας ὑϖὲϱ τῶν συντετελεσμένων ϗ ἵνα ϖάντες ἐϖεϰχυϑῶσιν τοῖς ϖολεμίοις εἰς τὴν ἀναίϱεσιν αὐτῶν.
15:5 ὡς δὲ ἤϰȣσαν οἱ υἱοὶ Ισϱαηλ, ϖάντες ὁμοϑυμαδὸν ἐϖέϖεσον ἐϖ’ αὐτȣ̀ς ϗ ἔϰοϖτον αὐτȣ̀ς ἕως Χωϐα. ὡσαύτως δὲ ϗ οἱ ἐξ Ιεϱȣσαλημ ϖαϱεγενήϑησαν ϗ ἐϰ ϖάσης τῆς ὀϱεινῆς, ἀνήγγειλαν γὰϱ αὐτοῖς τὰ γεγονότα τῇ ϖαϱεμϐολῇ τῶν ἐχϑϱῶν αὐτῶν· ϗ οἱ ἐν Γαλααδ ϗ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑϖεϱεϰέϱασαν αὐτȣ̀ς ϖληγῇ μεγάλῃ, ἕως ȣ̔͂ ϖαϱῆλϑον Δαμασϰὸν ϗ τὰ ὅϱια αὐτῆς.
15:6 οἱ δὲ λοιϖοὶ οἱ ϰατοιϰȣ̃ντες Βαιτυλȣα ἐϖέϖεσαν τῇ ϖαϱεμϐολῇ Ασσȣϱ ϗ ἐϖϱονόμευσαν αὐτȣ̀ς ϗ ἐϖλȣ́τησαν σφόδϱα.
15:7 οἱ δὲ υἱοὶ Ισϱαηλ ἀναϛϱέψαντες ἀϖὸ τῆς ϰοϖῆς ἐϰυϱίευσαν τῶν λοιϖῶν, ϗ αἱ ϰῶμαι ϗ ἐϖαύλεις ἐν τῇ ὀϱεινῇ ϗ ϖεδινῇ ἐϰϱάτησαν ϖολλῶν λαφύϱων, ἦν γὰϱ ϖλῆϑος ϖολὺ σφόδϱα.
15:8 Ϗ Ιωαϰιμ ὁ ἱεϱεὺς ὁ μέγας ϗ ἡ γεϱȣσία τῶν υἱῶν Ισϱαηλ οἱ ϰατοιϰȣ̃ντες ἐν Ιεϱȣσαλημ ἦλϑον τȣ̃ ϑεάσασϑαι τὰ ἀγαϑά, ἃ ἐϖοίησεν ϰύϱιος τῷ Ισϱαηλ, ϗ τȣ̃ ἰδεῖν τὴν Ιȣδιϑ ϗ λαλῆσαι μετ’ αὐτῆς εἰϱήνην.
15:9 ὡς δὲ εἰσῆλϑον ϖϱὸς αὐτήν, εὐλόγησαν αὐτὴν ϖάντες ὁμοϑυμαδὸν ϗ εἶϖαν ϖϱὸς αὐτήν Σὺ ὕψωμα Ιεϱȣσαλημ, σὺ γαυϱίαμα μέγα τȣ̃ Ισϱαηλ, σὺ ϰαύχημα μέγα τȣ̃ γένȣς ἡμῶν·
15:10 ἐϖοίησας ταῦτα ϖάντα ἐν χειϱί σȣ, ἐϖοίησας τὰ ἀγαϑὰ μετὰ Ισϱαηλ, ϗ εὐδόϰησεν ἐϖ’ αὐτοῖς ὁ ϑεός· εὐλογημένη γίνȣ ϖαϱὰ τῷ ϖαντοϰϱάτοϱι ϰυϱίῳ εἰς τὸν αἰῶνα χϱόνον. ϗ εἶϖεν ϖᾶς ὁ λαός Γένοιτο.
15:11 ϗ ἐλαφύϱευσεν ϖᾶς ὁ λαὸς τὴν ϖαϱεμϐολὴν ἐφ’ ἡμέϱας τϱιάϰοντα· ϗ ἔδωϰαν τῇ Ιȣδιϑ τὴν σϰηνὴν Ολοφέϱνȣ ϗ ϖάντα τὰ ἀϱγυϱώματα ϗ τὰς ϰλίνας ϗ τὰ ὁλϰεῖα ϗ ϖάντα τὰ ϰατασϰευάσματα αὐτȣ̃, ϗ λαϐȣ̃σα αὐτὴ ἐϖέϑηϰεν ἐϖὶ τὴν ἡμίονον αὐτῆς ϗ ἔζευξεν τὰς ἁμάξας αὐτῆς ϗ ἐσώϱευσεν αὐτὰ ἐϖ’ αὐτῶν.
15:12 ϗ συνέδϱαμεν ϖᾶσα γυνὴ Ισϱαηλ τȣ̃ ἰδεῖν αὐτὴν ϗ εὐλόγησαν αὐτὴν ϗ ἐϖοίησαν αὐτῇ χοϱὸν ἐξ αὐτῶν, ϗ ἔλαϐεν ϑύϱσȣς ἐν ταῖς χεϱσὶν αὐτῆς ϗ ἔδωϰεν ταῖς γυναιξὶν ταῖς μετ’ αὐτῆς·
15:13 ϗ ἐϛεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ ϗ αἱ μετ’ αὐτῆς, ϗ ϖϱοῆλϑεν ϖαντὸς τȣ̃ λαȣ̃ ἐν χοϱείᾳ ἡγȣμένη ϖασῶν τῶν γυναιϰῶν, ϗ ἠϰολȣ́ϑει ϖᾶς ἀνὴϱ Ισϱαηλ ἐνωϖλισμένοι μετὰ ϛεφάνων ϗ ὕμνȣν ἐν τῷ ϛόματι αὐτῶν.
15:14 ϗ ἐξῆϱχεν Ιȣδιϑ τὴν ἐξομολόγησιν ταύτην ἐν ϖαντὶ Ισϱαηλ, ϗ ὑϖεϱεφώνει ϖᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην
16:1 ϗ εἶϖεν Ιȣδιϑ Ἐξάϱχετε τῷ ϑεῷ μȣ ἐν τυμϖάνοις, ᾄσατε τῷ ϰυϱίῳ ἐν ϰυμϐάλοις, ἐναϱμόσασϑε αὐτῷ ψαλμὸν ϗ αἶνον, ὑψȣ̃τε ϗ ἐϖιϰαλεῖσϑε τὸ ὄνομα αὐτȣ̃,
16:2 ὅτι ϑεὸς συντϱίϐων ϖολέμȣς ϰύϱιος, ὅτι εἰς ϖαϱεμϐολὰς αὐτȣ̃ ἐν μέσῳ λαȣ̃ ἐξείλατό με ἐϰ χειϱὸς ϰαταδιωϰόντων με.
16:3 ἦλϑεν Ασσȣϱ ἐξ ὀϱέων ἀϖὸ ϐοϱϱᾶ, ἦλϑεν ἐν μυϱιάσι δυνάμεως αὐτȣ̃, ὧν τὸ ϖλῆϑος αὐτῶν ἐνέφϱαξεν χειμάϱϱȣς, ϗ ἡ ἵϖϖος αὐτῶν ἐϰάλυψεν ϐȣνȣ́ς·
16:4 εἶϖεν ἐμϖϱήσειν τὰ ὅϱιά μȣ ϗ τȣ̀ς νεανίσϰȣς μȣ ἀνελεῖν ἐν ῥομφαίᾳ ϗ τὰ ϑηλάζοντά μȣ ϑήσειν εἰς ἔδαφος ϗ τὰ νήϖιά μȣ δώσειν εἰς ϖϱονομὴν ϗ τὰς ϖαϱϑένȣς μȣ σϰυλεῦσαι.
16:5 ϰύϱιος ϖαντοϰϱάτωϱ ἠϑέτησεν αὐτȣ̀ς ἐν χειϱὶ ϑηλείας.
16:6 ȣ̓ γὰϱ ὑϖέϖεσεν ὁ δυνατὸς αὐτῶν ὑϖὸ νεανίσϰων, ȣ̓δὲ υἱοὶ τιτάνων ἐϖάταξαν αὐτόν, ȣ̓δὲ ὑψηλοὶ γίγαντες ἐϖέϑεντο αὐτῷ, ἀλλὰ Ιȣδιϑ ϑυγάτηϱ Μεϱαϱι ἐν ϰάλλει ϖϱοσώϖȣ αὐτῆς ϖαϱέλυσεν αὐτόν,
16:7 ἐξεδύσατο γὰϱ ϛολὴν χηϱεύσεως αὐτῆς εἰς ὕψος τῶν ϖονȣ́ντων ἐν Ισϱαηλ, ἠλείψατο τὸ ϖϱόσωϖον αὐτῆς ἐν μυϱισμῷ
16:8 ϗ ἐδήσατο τὰς τϱίχας αὐτῆς ἐν μίτϱᾳ ϗ ἔλαϐεν ϛολὴν λινῆν εἰς ἀϖάτην αὐτȣ̃·
16:9 τὸ σανδάλιον αὐτῆς ἥϱϖασεν ὀφϑαλμὸν αὐτȣ̃, ϗ τὸ ϰάλλος αὐτῆς ᾐχμαλώτισεν ψυχὴν αὐτȣ̃, διῆλϑεν ὁ ἀϰινάϰης τὸν τϱάχηλον αὐτȣ̃.
16:10 ἔφϱιξαν Πέϱσαι τὴν τόλμαν αὐτῆς, ϗ Μῆδοι τὸ ϑϱάσος αὐτῆς ἐταϱάχϑησαν·
16:11 τότε ἠλάλαξαν οἱ ταϖεινοί μȣ, ϗ ἐφοϐήϑησαν οἱ ἀσϑενȣ̃ντές μȣ ϗ ἐϖτοήϑησαν, ὕψωσαν τὴν φωνὴν αὐτῶν ϗ ἀνετϱάϖησαν·
16:12 υἱοὶ ϰοϱασίων ϰατεϰέντησαν αὐτȣ̀ς ϗ ὡς ϖαῖδας αὐτομολȣ́ντων ἐτίτϱωσϰον αὐτȣ́ς, ἀϖώλοντο ἐϰ ϖαϱατάξεως ϰυϱίȣ μȣ.
16:13 ὑμνήσω τῷ ϑεῷ μȣ ὕμνον ϰαινόν Κύϱιε, μέγας εἶ ϗ ἔνδοξος, ϑαυμαϛὸς ἐν ἰσχύι, ἀνυϖέϱϐλητος.
16:14 σοὶ δȣλευσάτω ϖᾶσα ἡ ϰτίσις σȣ· ὅτι εἶϖας, ϗ ἐγενήϑησαν· ἀϖέϛειλας τὸ ϖνεῦμά σȣ, ϗ ᾠϰοδόμησεν· ϗ ȣ̓ϰ ἔϛιν ὃς ἀντιϛήσεται τῇ φωνῇ σȣ.
16:15 ὄϱη γὰϱ ἐϰ ϑεμελίων σὺν ὕδασιν σαλευϑήσεται, ϖέτϱαι δ’ ἀϖὸ ϖϱοσώϖȣ σȣ ὡς ϰηϱὸς ταϰήσονται· ἔτι δὲ τοῖς φοϐȣμένοις σε, σὺ εὐιλατεύσεις αὐτοῖς.
16:16 ὅτι μιϰϱὸν ϖᾶσα ϑυσία εἰς ὀσμὴν εὐωδίας, ϗ ἐλάχιϛον ϖᾶν ϛέαϱ εἰς ὁλοϰαύτωμά σοι· ὁ δὲ φοϐȣ́μενος τὸν ϰύϱιον μέγας διὰ ϖαντός.
16:17 ȣ̓αὶ ἔϑνεσιν ἐϖανιϛανομένοις τῷ γένει μȣ· ϰύϱιος ϖαντοϰϱάτωϱ ἐϰδιϰήσει αὐτȣ̀ς ἐν ἡμέϱᾳ ϰϱίσεως δȣ̃ναι ϖῦϱ ϗ σϰώληϰας εἰς σάϱϰας αὐτῶν, ϗ ϰλαύσονται ἐν αἰσϑήσει ἕως αἰῶνος.
16:18 Ὡς δὲ ἤλϑοσαν εἰς Ιεϱȣσαλημ, ϖϱοσεϰύνησαν τῷ ϑεῷ, ϗ ἡνίϰα ἐϰαϑαϱίσϑη ὁ λαός, ἀνήνεγϰαν τὰ ὁλοϰαυτώματα αὐτῶν ϗ τὰ ἑϰȣ́σια αὐτῶν ϗ τὰ δόματα.
16:19 ϗ ἀνέϑηϰεν Ιȣδιϑ ϖάντα τὰ σϰεύη Ολοφέϱνȣ, ὅσα ἔδωϰεν ὁ λαὸς αὐτῇ, ϗ τὸ ϰωνώϖιον, ὃ ἔλαϐεν ἑαυτῇ ἐϰ τȣ̃ ϰοιτῶνος αὐτȣ̃, εἰς ἀνάϑημα τῷ ϑεῷ ἔδωϰεν.
16:20 ϗ ἦν ὁ λαὸς εὐφϱαινόμενος ἐν Ιεϱȣσαλημ ϰατὰ ϖϱόσωϖον τῶν ἁγίων ἐϖὶ μῆνας τϱεῖς, ϗ Ιȣδιϑ μετ’ αὐτῶν ϰατέμεινεν.
16:21 Μετὰ δὲ τὰς ἡμέϱας ταύτας ἀνέζευξεν ἕϰαϛος εἰς τὴν ϰληϱονομίαν αὐτȣ̃, ϗ Ιȣδιϑ ἀϖῆλϑεν εἰς Βαιτυλȣα ϗ ϰατέμεινεν ἐϖὶ τῆς ὑϖάϱξεως αὐτῆς· ϗ ἐγένετο ϰατὰ τὸν ϰαιϱὸν αὐτῆς ἔνδοξος ἐν ϖάσῃ τῇ γῇ.
16:22 ϗ ϖολλοὶ ἐϖεϑύμησαν αὐτήν, ϗ ȣ̓ϰ ἔγνω ἀνὴϱ αὐτὴν ϖάσας τὰς ἡμέϱας τῆς ζωῆς αὐτῆς, ἀφ’ ἧς ἡμέϱας ἀϖέϑανεν Μανασσης ὁ ἀνὴϱ αὐτῆς ϗ ϖϱοσετέϑη ϖϱὸς τὸν λαὸν αὐτȣ̃.
16:23 ϗ ἦν ϖϱοϐαίνȣσα μεγάλη σφόδϱα ϗ ἐγήϱασεν ἐν τῷ οἴϰῳ τȣ̃ ἀνδϱὸς αὐτῆς ἔτη ἑϰατὸν ϖέντε· ϗ ἀφῆϰεν τὴν ἅϐϱαν αὐτῆς ἐλευϑέϱαν. ϗ ἀϖέϑανεν εἰς Βαιτυλȣα, ϗ ἔϑαψαν αὐτὴν ἐν τῷ σϖηλαίῳ τȣ̃ ἀνδϱὸς αὐτῆς Μανασση,
16:24 ϗ ἐϖένϑησεν αὐτὴν οἶϰος Ισϱαηλ ἡμέϱας ἑϖτά. ϗ διεῖλεν τὰ ὑϖάϱχοντα αὐτῆς ϖϱὸ τȣ̃ ἀϖοϑανεῖν αὐτὴν ϖᾶσι τοῖς ἔγγιϛα Μανασση τȣ̃ ἀνδϱὸς αὐτῆς ϗ τοῖς ἔγγιϛα τȣ̃ γένȣς αὐτῆς.
16:25 ϗ ȣ̓ϰ ἦν ἔτι ὁ ἐϰφοϐῶν τȣ̀ς υἱȣ̀ς Ισϱαηλ ἐν ταῖς ἡμέϱαις Ιȣδιϑ ϗ μετὰ τὸ ἀϖοϑανεῖν αὐτὴν ἡμέϱας ϖολλάς.