Μαϰϰαϐαίων Αʹ
1:1 Ϗ ἐγένετο μετὰ τὸ ϖατάξαι Ἀλέξανδϱον τὸν Φιλίϖϖȣ Μαϰεδόνα, ὃς ἐξῆλϑεν ἐϰ γῆς Χεττιιμ, ϗ ἐϖάταξεν τὸν Δαϱεῖον ϐασιλέα Πεϱσῶν ϗ Μήδων ϗ ἐϐασίλευσεν ἀντ αὐτȣ̃, ϖϱότεϱον ἐϖὶ τὴν Ἑλλάδα.
1:2 ϗ συνεϛήσατο ϖολέμȣς ϖολλȣ̀ς ϗ ἐϰϱάτησεν ὀχυϱωμάτων ϗ ἔσφαξεν ϐασιλεῖς τῆς γῆς·
1:3 ϗ διῆλϑεν ἕως ἄϰϱων τῆς γῆς ϗ ἔλαϐεν σϰῦλα ϖλήϑȣς ἐϑνῶν. ϗ ἡσύχασεν ἡ γῆ ἐνώϖιον αὐτȣ̃, ϗ ὑψώϑη, ϗ ἐϖήϱϑη ἡ ϰαϱδία αὐτȣ̃.
1:4 ϗ συνῆξεν δύναμιν ἰσχυϱὰν σφόδϱα ϗ ἦϱξεν χωϱῶν ἐϑνῶν ϗ τυϱάννων, ϗ ἐγένοντο αὐτῷ εἰς φόϱον.
1:5 ϗ μετὰ ταῦτα ἔϖεσεν ἐϖὶ τὴν ϰοίτην ϗ ἔγνω ὅτι ἀϖοϑνῄσϰει.
1:6 ϗ ἐϰάλεσεν τȣ̀ς ϖαῖδας αὐτȣ̃ τȣ̀ς ἐνδόξȣς τȣ̀ς συνεϰτϱόφȣς αὐτȣ̃ ἐϰ νεότητος ϗ διεῖλεν αὐτοῖς τὴν ϐασιλείαν αὐτȣ̃ ἔτι αὐτȣ̃ ζῶντος.
1:7 ϗ ἐϐασίλευσεν Ἀλέξανδϱος ἔτη δώδεϰα ϗ ἀϖέϑανεν.
1:8 ϗ ἐϖεϰϱάτησαν οἱ ϖαῖδες αὐτȣ̃, ἕϰαϛος ἐν τῷ τόϖῳ αὐτȣ̃.
1:9 ϗ ἐϖέϑεντο ϖάντες διαδήματα μετὰ τὸ ἀϖοϑανεῖν αὐτὸν ϗ οἱ υἱοὶ αὐτῶν ὀϖίσω αὐτῶν ἔτη ϖολλὰ ϗ ἐϖλήϑυναν ϰαϰὰ ἐν τῇ γῇ.
1:10 ϗ ἐξῆλϑεν ἐξ αὐτῶν ῥίζα ἁμαϱτωλὸς Ἀντίοχος Ἐϖιφανὴς υἱὸς Ἀντιόχȣ τȣ̃ ϐασιλέως, ὃς ἦν ὅμηϱα ἐν Ῥώμῃ· ϗ ἐϐασίλευσεν ἐν ἔτει ἑϰατοϛῷ ϗ τϱιαϰοϛῷ ϗ ἑϐδόμῳ ϐασιλείας Ἑλλήνων.
1:11 Ἐν ταῖς ἡμέϱαις ἐϰείναις ἐξῆλϑον ἐξ Ισϱαηλ υἱοὶ ϖαϱάνομοι ϗ ἀνέϖεισαν ϖολλȣ̀ς λέγοντες Ποϱευϑῶμεν ϗ διαϑώμεϑα διαϑήϰην μετὰ τῶν ἐϑνῶν τῶν ϰύϰλῳ ἡμῶν, ὅτι ἀφ’ ἧς ἐχωϱίσϑημεν ἀϖ’ αὐτῶν, εὗϱεν ἡμᾶς ϰαϰὰ ϖολλά.
1:12 ϗ ἠγαϑύνϑη ὁ λόγος ἐν ὀφϑαλμοῖς αὐτῶν,
1:13 ϗ ϖϱοεϑυμήϑησάν τινες ἀϖὸ τȣ̃ λαȣ̃ ϗ ἐϖοϱεύϑησαν ϖϱὸς τὸν ϐασιλέα, ϗ ἔδωϰεν αὐτοῖς ἐξȣσίαν ϖοιῆσαι τὰ διϰαιώματα τῶν ἐϑνῶν.
1:14 ϗ ᾠϰοδόμησαν γυμνάσιον ἐν Ιεϱοσολύμοις ϰατὰ τὰ νόμιμα τῶν ἐϑνῶν
1:15 ϗ ἐϖοίησαν ἑαυτοῖς ἀϰϱοϐυϛίας ϗ ἀϖέϛησαν ἀϖὸ διαϑήϰης ἁγίας ϗ ἐζευγίσϑησαν τοῖς ἔϑνεσιν ϗ ἐϖϱάϑησαν τȣ̃ ϖοιῆσαι τὸ ϖονηϱόν.
1:16 Ϗ ἡτοιμάσϑη ἡ ϐασιλεία ἐνώϖιον Ἀντιόχȣ, ϗ ὑϖέλαϐεν ϐασιλεῦσαι γῆς Αἰγύϖτȣ, ὅϖως ϐασιλεύσῃ ἐϖὶ τὰς δύο ϐασιλείας.
1:17 ϗ εἰσῆλϑεν εἰς Αἴγυϖτον ἐν ὄχλῳ ϐαϱεῖ, ἐν ἅϱμασιν ϗ ἐλέφασιν ϗ ἐν ἱϖϖεῦσιν ϗ ἐν ϛόλῳ μεγάλῳ
1:18 ϗ συνεϛήσατο ϖόλεμον ϖϱὸς Πτολεμαῖον ϐασιλέα Αἰγύϖτȣ· ϗ ἐνετϱάϖη Πτολεμαῖος ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ϗ ἔφυγεν, ϗ ἔϖεσον τϱαυματίαι ϖολλοί.
1:19 ϗ ϰατελάϐοντο τὰς ϖόλεις τὰς ὀχυϱὰς ἐν γῇ Αἰγύϖτῳ, ϗ ἔλαϐεν τὰ σϰῦλα γῆς Αἰγύϖτȣ.
1:20 ϗ ἐϖέϛϱεψεν Ἀντίοχος μετὰ τὸ ϖατάξαι Αἴγυϖτον ἐν τῷ ἑϰατοϛῷ ϗ τεσσαϱαϰοϛῷ ϗ τϱίτῳ ἔτει ϗ ἀνέϐη ἐϖὶ Ισϱαηλ ϗ ἀνέϐη εἰς Ιεϱοσόλυμα ἐν ὄχλῳ ϐαϱεῖ.
1:21 ϗ εἰσῆλϑεν εἰς τὸ ἁγίασμα ἐν ὑϖεϱηφανίᾳ ϗ ἔλαϐεν τὸ ϑυσιαϛήϱιον τὸ χϱυσȣ̃ν ϗ τὴν λυχνίαν τȣ̃ φωτὸς ϗ ϖάντα τὰ σϰεύη αὐτῆς
1:22 ϗ τὴν τϱάϖεζαν τῆς ϖϱοϑέσεως ϗ τὰ σϖονδεῖα ϗ τὰς φιάλας ϗ τὰς ϑυίσϰας τὰς χϱυσᾶς ϗ τὸ ϰαταϖέτασμα ϗ τȣ̀ς ϛεφάνȣς ϗ τὸν ϰόσμον τὸν χϱυσȣ̃ν τὸν ϰατὰ ϖϱόσωϖον τȣ̃ ναȣ̃ ϗ ἐλέϖισεν ϖάντα·
1:23 ϗ ἔλαϐεν τὸ ἀϱγύϱιον ϗ τὸ χϱυσίον ϗ τὰ σϰεύη τὰ ἐϖιϑυμητὰ ϗ ἔλαϐεν τȣ̀ς ϑησαυϱȣ̀ς τȣ̀ς ἀϖοϰϱύφȣς, ȣ̔̀ς εὗϱεν·
1:24 ϗ λαϐὼν ϖάντα ἀϖῆλϑεν εἰς τὴν γῆν αὐτȣ̃. ϗ ἐϖοίησεν φονοϰτονίαν ϗ ἐλάλησεν ὑϖεϱηφανίαν μεγάλην.
1:25 ϗ ἐγένετο ϖένϑος μέγα ἐϖὶ Ισϱαηλ ἐν ϖαντὶ τόϖῳ αὐτῶν.
1:26 ϗ ἐϛέναξαν ἄϱχοντες ϗ ϖϱεσϐύτεϱοι, ϖαϱϑένοι ϗ νεανίσϰοι ἠσϑένησαν, ϗ τὸ ϰάλλος τῶν γυναιϰῶν ἠλλοιώϑη.
1:27 ϖᾶς νυμφίος ἀνέλαϐεν ϑϱῆνον, ϗ ϰαϑημένη ἐν ϖαϛῷ ἐϖένϑει.
1:28 ϗ ἐσείσϑη ἡ γῆ ἐϖὶ τȣ̀ς ϰατοιϰȣ̃ντας αὐτήν, ϗ ϖᾶς ὁ οἶϰος Ιαϰωϐ ἐνεδύσατο αἰσχύνην.
1:29 Μετὰ δύο ἔτη ἡμεϱῶν ἀϖέϛειλεν ὁ ϐασιλεὺς ἄϱχοντα φοϱολογίας εἰς τὰς ϖόλεις Ιȣδα, ϗ ἦλϑεν εἰς Ιεϱȣσαλημ ἐν ὄχλῳ ϐαϱεῖ.
1:30 ϗ ἐλάλησεν αὐτοῖς λόγȣς εἰϱηνιϰȣ̀ς ἐν δόλῳ, ϗ ἐνεϖίϛευσαν αὐτῷ. ϗ ἐϖέϖεσεν ἐϖὶ τὴν ϖόλιν ἐξάϖινα ϗ ἐϖάταξεν αὐτὴν ϖληγὴν μεγάλην ϗ ἀϖώλεσεν λαὸν ϖολὺν ἐξ Ισϱαηλ.
1:31 ϗ ἔλαϐεν τὰ σϰῦλα τῆς ϖόλεως ϗ ἐνέϖϱησεν αὐτὴν ϖυϱὶ ϗ ϰαϑεῖλεν τȣ̀ς οἴϰȣς αὐτῆς ϗ τὰ τείχη ϰύϰλῳ.
1:32 ϗ ᾐχμαλώτισαν τὰς γυναῖϰας ϗ τὰ τέϰνα, ϗ τὰ ϰτήνη ἐϰληϱονόμησαν.
1:33 ϗ ᾠϰοδόμησαν τὴν ϖόλιν Δαυιδ τείχει μεγάλῳ ϗ ὀχυϱῷ, ϖύϱγοις ὀχυϱοῖς, ϗ ἐγένετο αὐτοῖς εἰς ἄϰϱαν.
1:34 ϗ ἔϑηϰαν ἐϰεῖ ἔϑνος ἁμαϱτωλόν, ἄνδϱας ϖαϱανόμȣς, ϗ ἐνίσχυσαν ἐν αὐτῇ.
1:35 ϗ ϖαϱέϑεντο ὅϖλα ϗ τϱοφὴν ϗ συναγαγόντες τὰ σϰῦλα Ιεϱȣσαλημ ἀϖέϑεντο ἐϰεῖ ϗ ἐγένοντο εἰς μεγάλην ϖαγίδα.
1:36 ϗ ἐγένετο εἰς ἔνεδϱον τῷ ἁγιάσματι ϗ εἰς διάϐολον ϖονηϱὸν τῷ Ισϱαηλ διὰ ϖαντός.
1:37 ϗ ἐξέχεαν αἷμα ἀϑῷον ϰύϰλῳ τȣ̃ ἁγιάσματος ϗ ἐμόλυναν τὸ ἁγίασμα.
1:38 ϗ ἔφυγον οἱ ϰάτοιϰοι Ιεϱȣσαλημ δι’ αὐτȣ́ς, ϗ ἐγένετο ϰατοιϰία ἀλλοτϱίων· ϗ ἐγένετο ἀλλοτϱία τοῖς γενήμασιν αὐτῆς, ϗ τὰ τέϰνα αὐτῆς ἐγϰατέλιϖον αὐτήν.
1:39 τὸ ἁγίασμα αὐτῆς ἠϱημώϑη ὡς ἔϱημος, αἱ ἑοϱταὶ αὐτῆς ἐϛϱάφησαν εἰς ϖένϑος, τὰ σάϐϐατα αὐτῆς εἰς ὀνειδισμόν, ἡ τιμὴ αὐτῆς εἰς ἐξȣδένωσιν.
1:40 ϰατὰ τὴν δόξαν αὐτῆς ἐϖληϑύνϑη ἡ ἀτιμία αὐτῆς, ϗ τὸ ὕψος αὐτῆς ἐϛϱάφη εἰς ϖένϑος.
1:41 Ϗ ἔγϱαψεν ὁ ϐασιλεὺς ϖάσῃ τῇ ϐασιλείᾳ αὐτȣ̃ εἶναι ϖάντας εἰς λαὸν ἕνα
1:42 ϗ ἐγϰαταλιϖεῖν ἕϰαϛον τὰ νόμιμα αὐτȣ̃. ϗ ἐϖεδέξαντο ϖάντα τὰ ἔϑνη ϰατὰ τὸν λόγον τȣ̃ ϐασιλέως.
1:43 ϗ ϖολλοὶ ἀϖὸ Ισϱαηλ εὐδόϰησαν τῇ λατϱείᾳ αὐτȣ̃ ϗ ἔϑυσαν τοῖς εἰδώλοις ϗ ἐϐεϐήλωσαν τὸ σάϐϐατον.
1:44 ϗ ἀϖέϛειλεν ὁ ϐασιλεὺς ϐιϐλία ἐν χειϱὶ ἀγγέλων εἰς Ιεϱȣσαλημ ϗ τὰς ϖόλεις Ιȣδα ϖοϱευϑῆναι ὀϖίσω νομίμων ἀλλοτϱίων τῆς γῆς
1:45 ϗ ϰωλῦσαι ὁλοϰαυτώματα ϗ ϑυσίαν ϗ σϖονδὴν ἐϰ τȣ̃ ἁγιάσματος ϗ ϐεϐηλῶσαι σάϐϐατα ϗ ἑοϱτὰς
1:46 ϗ μιᾶναι ἁγίασμα ϗ ἁγίȣς,
1:47 οἰϰοδομῆσαι ϐωμȣ̀ς ϗ τεμένη ϗ εἰδώλια ϗ ϑύειν ὕεια ϗ ϰτήνη ϰοινὰ
1:48 ϗ ἀφιέναι τȣ̀ς υἱȣ̀ς αὐτῶν ἀϖεϱιτμήτȣς ϐδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν ϖαντὶ ἀϰαϑάϱτῳ ϗ ϐεϐηλώσει
1:49 ὥϛε ἐϖιλαϑέσϑαι τȣ̃ νόμȣ ϗ ἀλλάξαι ϖάντα τὰ διϰαιώματα·
1:50 ϗ ὃς ἂν μὴ ϖοιήσῃ ϰατὰ τὸν λόγον τȣ̃ ϐασιλέως, ἀϖοϑανεῖται.
1:51 ϰατὰ ϖάντας τȣ̀ς λόγȣς τȣ́τȣς ἔγϱαψεν ϖάσῃ τῇ ϐασιλείᾳ αὐτȣ̃ ϗ ἐϖοίησεν ἐϖισϰόϖȣς ἐϖὶ ϖάντα τὸν λαὸν ϗ ἐνετείλατο ταῖς ϖόλεσιν Ιȣδα ϑυσιάζειν ϰατὰ ϖόλιν ϗ ϖόλιν.
1:52 ϗ συνηϑϱοίσϑησαν ἀϖὸ τȣ̃ λαȣ̃ ϖολλοὶ ϖϱὸς αὐτȣ́ς, ϖᾶς ὁ ἐγϰαταλείϖων τὸν νόμον, ϗ ἐϖοίησαν ϰαϰὰ ἐν τῇ γῇ
1:53 ϗ ἔϑεντο τὸν Ισϱαηλ ἐν ϰϱύφοις ἐν ϖαντὶ φυγαδευτηϱίῳ αὐτῶν.
1:54 ϗ τῇ ϖεντεϰαιδεϰάτῃ ἡμέϱᾳ Χασελευ τῷ ϖέμϖτῳ ϗ τεσσαϱαϰοϛῷ ϗ ἑϰατοϛῷ ἔτει ᾠϰοδόμησεν ϐδέλυγμα ἐϱημώσεως ἐϖὶ τὸ ϑυσιαϛήϱιον. ϗ ἐν ϖόλεσιν Ιȣδα ϰύϰλῳ ᾠϰοδόμησαν ϐωμȣ́ς·
1:55 ϗ ἐϖὶ τῶν ϑυϱῶν τῶν οἰϰιῶν ϗ ἐν ταῖς ϖλατείαις ἐϑυμίων.
1:56 ϗ τὰ ϐιϐλία τȣ̃ νόμȣ, ἃ εὗϱον, ἐνεϖύϱισαν ἐν ϖυϱὶ ϰατασχίσαντες.
1:57 ϗ ὅϖȣ εὑϱίσϰετο ϖαϱά τινι ϐιϐλίον διαϑήϰης, ϗ εἴ τις συνευδόϰει τῷ νόμῳ, τὸ σύγϰϱιμα τȣ̃ ϐασιλέως ἐϑανάτȣ αὐτόν.
1:58 ἐν ἰσχύι αὐτῶν ἐϖοίȣν τῷ Ισϱαηλ τοῖς εὑϱισϰομένοις ἐν ϖαντὶ μηνὶ ϗ μηνὶ ἐν ταῖς ϖόλεσιν.
1:59 ϗ τῇ ϖέμϖτῃ ϗ εἰϰάδι τȣ̃ μηνὸς ϑυσιάζοντες ἐϖὶ τὸν ϐωμόν, ὃς ἦν ἐϖὶ τȣ̃ ϑυσιαϛηϱίȣ.
1:60 ϗ τὰς γυναῖϰας τὰς ϖεϱιτετμηϰυίας τὰ τέϰνα αὐτῶν ἐϑανάτωσαν ϰατὰ τὸ ϖϱόϛαγμα
1:61 ϗ ἐϰϱέμασαν τὰ ϐϱέφη ἐϰ τῶν τϱαχήλων αὐτῶν, ϗ τȣ̀ς οἴϰȣς αὐτῶν ϗ τȣ̀ς ϖεϱιτετμηϰότας αὐτȣ́ς.
1:62 ϗ ϖολλοὶ ἐν Ισϱαηλ ἐϰϱαταιώϑησαν ϗ ὠχυϱώϑησαν ἐν αὑτοῖς τȣ̃ μὴ φαγεῖν ϰοινὰ
1:63 ϗ ἐϖεδέξαντο ἀϖοϑανεῖν, ἵνα μὴ μιανϑῶσιν τοῖς ϐϱώμασιν ϗ μὴ ϐεϐηλώσωσιν διαϑήϰην ἁγίαν, ϗ ἀϖέϑανον.
1:64 ϗ ἐγένετο ὀϱγὴ μεγάλη ἐϖὶ Ισϱαηλ σφόδϱα.
2:1 Ἐν ταῖς ἡμέϱαις ἐϰείναις ἀνέϛη Ματταϑιας υἱὸς Ιωαννȣ τȣ̃ Συμεων ἱεϱεὺς τῶν υἱῶν Ιωαϱιϐ ἀϖὸ Ιεϱȣσαλημ ϗ ἐϰάϑισεν ἐν Μωδειν.
2:2 ϗ αὐτῷ υἱοὶ ϖέντε, Ιωαννης ὁ ἐϖιϰαλȣ́μενος Γαδδι,
2:3 Σιμων ὁ ϰαλȣ́μενος Θασσι,
2:4 Ιȣδας ὁ ϰαλȣ́μενος Μαϰϰαϐαῖος,
2:5 Ελεαζαϱ ὁ ϰαλȣ́μενος Αυαϱαν, Ιωναϑης ὁ ϰαλȣ́μενος Αϖφȣς.
2:6 ϗ εἶδεν τὰς ϐλασφημίας τὰς γινομένας ἐν Ιȣδα ϗ ἐν Ιεϱȣσαλημ
2:7 ϗ εἶϖεν Οἴμμοι, ἵνα τί τȣ̃το ἐγεννήϑην ἰδεῖν τὸ σύντϱιμμα τȣ̃ λαȣ̃ μȣ ϗ τὸ σύντϱιμμα τῆς ἁγίας ϖόλεως ϗ ϰαϑίσαι ἐϰεῖ ἐν τῷ δοϑῆναι αὐτὴν ἐν χειϱὶ ἐχϑϱῶν, τὸ ἁγίασμα ἐν χειϱὶ ἀλλοτϱίων;
2:8 ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴϱ ἄδοξος,
2:9 τὰ σϰεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀϖήχϑη, ἀϖεϰτάνϑη τὰ νήϖια αὐτῆς ἐν ταῖς ϖλατείαις αὐτῆς, οἱ νεανίσϰοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχϑϱȣ̃.
2:10 ϖοῖον ἔϑνος ȣ̓ϰ ἐϰληϱονόμησεν ϐασίλεια ϗ ȣ̓ϰ ἐϰϱάτησεν τῶν σϰύλων αὐτῆς;
2:11 ϖᾶς ὁ ϰόσμος αὐτῆς ἀφῃϱέϑη, ἀντὶ ἐλευϑέϱας ἐγένετο εἰς δȣ́λην.
2:12 ϗ ἰδȣ̀ τὰ ἅγια ἡμῶν ϗ ἡ ϰαλλονὴ ἡμῶν ϗ ἡ δόξα ἡμῶν ἠϱημώϑη, ϗ ἐϐεϐήλωσαν αὐτὰ τὰ ἔϑνη.
2:13 ἵνα τί ἡμῖν ἔτι ζωή;
2:14 ϗ διέϱϱηξεν Ματταϑιας ϗ οἱ υἱοὶ αὐτȣ̃ τὰ ἱμάτια αὐτῶν ϗ ϖεϱιεϐάλοντο σάϰϰȣς ϗ ἐϖένϑησαν σφόδϱα.
2:15 Ϗ ἦλϑον οἱ ϖαϱὰ τȣ̃ ϐασιλέως οἱ ϰαταναγϰάζοντες τὴν ἀϖοϛασίαν εἰς Μωδειν τὴν ϖόλιν, ἵνα ϑυσιάσωσιν.
2:16 ϗ ϖολλοὶ ἀϖὸ Ισϱαηλ ϖϱὸς αὐτȣ̀ς ϖϱοσῆλϑον· ϗ Ματταϑιας ϗ οἱ υἱοὶ αὐτȣ̃ συνήχϑησαν.
2:17 ϗ ἀϖεϰϱίϑησαν οἱ ϖαϱὰ τȣ̃ ϐασιλέως ϗ εἶϖον τῷ Ματταϑια λέγοντες Ἄϱχων ϗ ἔνδοξος ϗ μέγας εἶ ἐν τῇ ϖόλει ταύτῃ ϗ ἐϛηϱισμένος υἱοῖς ϗ ἀδελφοῖς·
2:18 νῦν ϖϱόσελϑε ϖϱῶτος ϗ ϖοίησον τὸ ϖϱόϛαγμα τȣ̃ ϐασιλέως, ὡς ἐϖοίησαν ϖάντα τὰ ἔϑνη ϗ οἱ ἄνδϱες Ιȣδα ϗ οἱ ϰαταλειφϑέντες ἐν Ιεϱȣσαλημ, ϗ ἔσῃ σὺ ϗ οἱ υἱοί σȣ τῶν φίλων τȣ̃ ϐασιλέως, ϗ σὺ ϗ οἱ υἱοί σȣ δοξασϑήσεσϑε ἀϱγυϱίῳ ϗ χϱυσίῳ ϗ ἀϖοϛολαῖς ϖολλαῖς.
2:19 ϗ ἀϖεϰϱίϑη Ματταϑιας ϗ εἶϖεν φωνῇ μεγάλῃ Εἰ ϖάντα τὰ ἔϑνη τὰ ἐν οἴϰῳ τῆς ϐασιλείας τȣ̃ ϐασιλέως ἀϰȣ́ȣσιν αὐτȣ̃ ἀϖοϛῆναι ἕϰαϛος ἀϖὸ λατϱείας ϖατέϱων αὐτȣ̃ ϗ ᾑϱετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτȣ̃,
2:20 ϰἀγὼ ϗ οἱ υἱοί μȣ ϗ οἱ ἀδελφοί μȣ ϖοϱευσόμεϑα ἐν διαϑήϰῃ ϖατέϱων ἡμῶν·
2:21 ἵλεως ἡμῖν ϰαταλιϖεῖν νόμον ϗ διϰαιώματα·
2:22 τῶν λόγων τȣ̃ ϐασιλέως ȣ̓ϰ ἀϰȣσόμεϑα ϖαϱελϑεῖν τὴν λατϱείαν ἡμῶν δεξιὰν ἢ ἀϱιϛεϱάν.
2:23 ϗ ὡς ἐϖαύσατο λαλῶν τȣ̀ς λόγȣς τȣ́τȣς, ϖϱοσῆλϑεν ἀνὴϱ Ιȣδαῖος ἐν ὀφϑαλμοῖς ϖάντων ϑυσιάσαι ἐϖὶ τȣ̃ ϐωμȣ̃ ἐν Μωδειν ϰατὰ τὸ ϖϱόϛαγμα τȣ̃ ϐασιλέως.
2:24 ϗ εἶδεν Ματταϑιας ϗ ἐζήλωσεν, ϗ ἐτϱόμησαν οἱ νεφϱοὶ αὐτȣ̃, ϗ ἀνήνεγϰεν ϑυμὸν ϰατὰ τὸ ϰϱίμα ϗ δϱαμὼν ἔσφαξεν αὐτὸν ἐϖὶ τὸν ϐωμόν·
2:25 ϗ τὸν ἄνδϱα τȣ̃ ϐασιλέως τὸν ἀναγϰάζοντα ϑύειν ἀϖέϰτεινεν ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ϗ τὸν ϐωμὸν ϰαϑεῖλεν.
2:26 ϗ ἐζήλωσεν τῷ νόμῳ, ϰαϑὼς ἐϖοίησεν Φινεες τῷ Ζαμϐϱι υἱῷ Σαλωμ.
2:27 ϗ ἀνέϰϱαξεν Ματταϑιας ἐν τῇ ϖόλει φωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ ϗ ἱϛῶν διαϑήϰην ἐξελϑέτω ὀϖίσω μȣ.
2:28 ϗ ἔφυγεν αὐτὸς ϗ οἱ υἱοὶ αὐτȣ̃ εἰς τὰ ὄϱη ϗ ἐγϰατέλιϖον ὅσα εἶχον ἐν τῇ ϖόλει.
2:29 Τότε ϰατέϐησαν ϖολλοὶ ζητȣ̃ντες διϰαιοσύνην ϗ ϰϱίμα εἰς τὴν ἔϱημον ϰαϑίσαι ἐϰεῖ,
2:30 αὐτοὶ ϗ οἱ υἱοὶ αὐτῶν ϗ αἱ γυναῖϰες αὐτῶν ϗ τὰ ϰτήνη αὐτῶν, ὅτι ἐσϰληϱύνϑη ἐϖ’ αὐτȣ̀ς τὰ ϰαϰά.
2:31 ϗ ἀνηγγέλη τοῖς ἀνδϱάσιν τȣ̃ ϐασιλέως ϗ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιεϱȣσαλημ ϖόλει Δαυιδ ὅτι ϰατέϐησαν ἄνδϱες, οἵτινες διεσϰέδασαν τὴν ἐντολὴν τȣ̃ ϐασιλέως, εἰς τȣ̀ς ϰϱύφȣς ἐν τῇ ἐϱήμῳ.
2:32 ϗ ἔδϱαμον ὀϖίσω αὐτῶν ϖολλοὶ ϗ ϰατελάϐοντο αὐτȣ̀ς ϗ ϖαϱενέϐαλον ἐϖ’ αὐτȣ̀ς ϗ συνεϛήσαντο ϖϱὸς αὐτȣ̀ς ϖόλεμον ἐν τῇ ἡμέϱᾳ τῶν σαϐϐάτων
2:33 ϗ εἶϖον ϖϱὸς αὐτȣ́ς Ἕως τȣ̃ νῦν· ἐξελϑόντες ϖοιήσατε ϰατὰ τὸν λόγον τȣ̃ ϐασιλέως, ϗ ζήσεσϑε.
2:34 ϗ εἶϖον Ȣ̓ϰ ἐξελευσόμεϑα ȣ̓δὲ ϖοιήσομεν τὸν λόγον τȣ̃ ϐασιλέως ϐεϐηλῶσαι τὴν ἡμέϱαν τῶν σαϐϐάτων.
2:35 ϗ ἐτάχυναν ἐϖ’ αὐτȣ̀ς ϖόλεμον.
2:36 ϗ ȣ̓ϰ ἀϖεϰϱίϑησαν αὐτοῖς ȣ̓δὲ λίϑον ἐνετίναξαν αὐτοῖς ȣ̓δὲ ἐνέφϱαξαν τȣ̀ς ϰϱύφȣς
2:37 λέγοντες Ἀϖοϑάνωμεν ϖάντες ἐν τῇ ἁϖλότητι ἡμῶν· μαϱτυϱεῖ ἐφ’ ἡμᾶς ὁ ȣ̓ϱανὸς ϗ ἡ γῆ ὅτι ἀϰϱίτως ἀϖόλλυτε ἡμᾶς.
2:38 ϗ ἀνέϛησαν ἐϖ’ αὐτȣ̀ς ἐν ϖολέμῳ τοῖς σάϐϐασιν, ϗ ἀϖέϑανον αὐτοὶ ϗ αἱ γυναῖϰες αὐτῶν ϗ τὰ τέϰνα αὐτῶν ϗ τὰ ϰτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνϑϱώϖων.
2:39 Ϗ ἔγνω Ματταϑιας ϗ οἱ φίλοι αὐτȣ̃ ϗ ἐϖένϑησαν ἐϖ’ αὐτȣ̀ς σφόδϱα.
2:40 ϗ εἶϖεν ἀνὴϱ τῷ ϖλησίον αὐτȣ̃ Ἐὰν ϖάντες ϖοιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐϖοίησαν ϗ μὴ ϖολεμήσωμεν ϖϱὸς τὰ ἔϑνη ὑϖὲϱ τῆς ψυχῆς ἡμῶν ϗ τῶν διϰαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεϑϱεύσȣσιν ἡμᾶς ἀϖὸ τῆς γῆς.
2:41 ϗ ἐϐȣλεύσαντο τῇ ἡμέϱᾳ ἐϰείνῃ λέγοντες Πᾶς ἄνϑϱωϖος, ὃς ἐὰν ἔλϑῃ ἐφ’ ἡμᾶς εἰς ϖόλεμον τῇ ἡμέϱᾳ τῶν σαϐϐάτων, ϖολεμήσωμεν ϰατέναντι αὐτȣ̃ ϗ ȣ̓ μὴ ἀϖοϑάνωμεν ϖάντες ϰαϑὼς ἀϖέϑανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς ϰϱύφοις.
2:42 τότε συνήχϑησαν ϖϱὸς αὐτȣ̀ς συναγωγὴ Ασιδαίων, ἰσχυϱοὶ δυνάμει ἀϖὸ Ισϱαηλ, ϖᾶς ὁ ἑϰȣσιαζόμενος τῷ νόμῳ·
2:43 ϗ ϖάντες οἱ φυγαδεύοντες ἀϖὸ τῶν ϰαϰῶν ϖϱοσετέϑησαν αὐτοῖς ϗ ἐγένοντο αὐτοῖς εἰς ϛήϱιγμα.
2:44 ϗ συνεϛήσαντο δύναμιν ϗ ἐϖάταξαν ἁμαϱτωλȣ̀ς ἐν ὀϱγῇ αὐτῶν ϗ ἄνδϱας ἀνόμȣς ἐν ϑυμῷ αὐτῶν· ϗ οἱ λοιϖοὶ ἔφυγον εἰς τὰ ἔϑνη σωϑῆναι.
2:45 ϗ ἐϰύϰλωσεν Ματταϑιας ϗ οἱ φίλοι αὐτȣ̃ ϗ ϰαϑεῖλον τȣ̀ς ϐωμȣ̀ς
2:46 ϗ ϖεϱιέτεμον τὰ ϖαιδάϱια τὰ ἀϖεϱίτμητα, ὅσα εὗϱον ἐν ὁϱίοις Ισϱαηλ, ἐν ἰσχύι
2:47 ϗ ἐδίωξαν τȣ̀ς υἱȣ̀ς τῆς ὑϖεϱηφανίας, ϗ ϰατευοδώϑη τὸ ἔϱγον ἐν χειϱὶ αὐτῶν·
2:48 ϗ ἀντελάϐοντο τȣ̃ νόμȣ ἐϰ χειϱὸς τῶν ἐϑνῶν ϗ τῶν ϐασιλέων ϗ ȣ̓ϰ ἔδωϰαν ϰέϱας τῷ ἁμαϱτωλῷ.
2:49 Ϗ ἤγγισαν αἱ ἡμέϱαι Ματταϑιȣ ἀϖοϑανεῖν, ϗ εἶϖεν τοῖς υἱοῖς αὐτȣ̃ Νῦν ἐϛηϱίσϑη ὑϖεϱηφανία ϗ ἐλεγμὸς ϗ ϰαιϱὸς ϰαταϛϱοφῆς ϗ ὀϱγὴ ϑυμȣ̃.
2:50 νῦν, τέϰνα, ζηλώσατε τῷ νόμῳ ϗ δότε τὰς ψυχὰς ὑμῶν ὑϖὲϱ διαϑήϰης ϖατέϱων ἡμῶν
2:51 ϗ μνήσϑητε τὰ ἔϱγα τῶν ϖατέϱων, ἃ ἐϖοίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, ϗ δέξασϑε δόξαν μεγάλην ϗ ὄνομα αἰώνιον.
2:52 Αϐϱααμ ȣ̓χὶ ἐν ϖειϱασμῷ εὑϱέϑη ϖιϛός, ϗ ἐλογίσϑη αὐτῷ εἰς διϰαιοσύνην;
2:53 Ιωσηφ ἐν ϰαιϱῷ ϛενοχωϱίας αὐτȣ̃ ἐφύλαξεν ἐντολὴν ϗ ἐγένετο ϰύϱιος Αἰγύϖτȣ.
2:54 Φινεες ὁ ϖατὴϱ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαϐεν διαϑήϰην ἱεϱωσύνης αἰωνίας.
2:55 Ἰησȣ̃ς ἐν τῷ ϖληϱῶσαι λόγον ἐγένετο ϰϱιτὴς ἐν Ισϱαηλ.
2:56 Χαλεϐ ἐν τῷ μαϱτύϱασϑαι ἐν τῇ ἐϰϰλησίᾳ ἔλαϐεν γῆς ϰληϱονομίαν.
2:57 Δαυιδ ἐν τῷ ἐλέει αὐτȣ̃ ἐϰληϱονόμησεν ϑϱόνον ϐασιλείας εἰς αἰῶνας.
2:58 Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμȣ ἀνελήμφϑη εἰς τὸν ȣ̓ϱανόν.
2:59 Ανανιας, Αζαϱιας, Μισαηλ ϖιϛεύσαντες ἐσώϑησαν ἐϰ φλογός.
2:60 Δανιηλ ἐν τῇ ἁϖλότητι αὐτȣ̃ ἐϱϱύσϑη ἐϰ ϛόματος λεόντων.
2:61 ϗ ȣ̔́τως ἐννοήϑητε ϰατὰ γενεὰν ϗ γενεάν, ὅτι ϖάντες οἱ ἐλϖίζοντες ἐϖ’ αὐτὸν ȣ̓ϰ ἀσϑενήσȣσιν.
2:62 ϗ ἀϖὸ λόγων ἀνδϱὸς ἁμαϱτωλȣ̃ μὴ φοϐηϑῆτε, ὅτι ἡ δόξα αὐτȣ̃ εἰς ϰόϖϱια ϗ εἰς σϰώληϰας·
2:63 σήμεϱον ἐϖαϱϑήσεται ϗ αὔϱιον ȣ̓ μὴ εὑϱεϑῇ, ὅτι ἐϖέϛϱεψεν εἰς τὸν χȣ̃ν αὐτȣ̃, ϗ ὁ διαλογισμὸς αὐτȣ̃ ἀϖολεῖται.
2:64 τέϰνα, ἀνδϱίζεσϑε ϗ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασϑήσεσϑε.
2:65 ϗ ἰδȣ̀ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴϱ ϐȣλῆς ἐϛιν, αὐτȣ̃ ἀϰȣ́ετε ϖάσας τὰς ἡμέϱας, αὐτὸς ἔϛαι ὑμῶν ϖατήϱ.
2:66 ϗ Ιȣδας Μαϰϰαϐαῖος ἰσχυϱὸς δυνάμει ἐϰ νεότητος αὐτȣ̃, αὐτὸς ἔϛαι ὑμῖν ἄϱχων ϛϱατιᾶς ϗ ϖολεμήσει ϖόλεμον λαῶν.
2:67 ϗ ὑμεῖς ϖϱοσάξετε ϖϱὸς ὑμᾶς ϖάντας τȣ̀ς ϖοιητὰς τȣ̃ νόμȣ ϗ ἐϰδιϰήσατε ἐϰδίϰησιν τȣ̃ λαȣ̃ ὑμῶν·
2:68 ἀνταϖόδοτε ἀνταϖόδομα τοῖς ἔϑνεσιν ϗ ϖϱοσέχετε εἰς ϖϱόϛαγμα τȣ̃ νόμȣ. –
2:69 ϗ εὐλόγησεν αὐτȣ́ς· ϗ ϖϱοσετέϑη ϖϱὸς τȣ̀ς ϖατέϱας αὐτȣ̃.
2:70 ϗ ἀϖέϑανεν ἐν τῷ ἕϰτῳ ϗ τεσσαϱαϰοϛῷ ϗ ἑϰατοϛῷ ἔτει ϗ ἐτάφη ἐν τάφοις ϖατέϱων αὐτȣ̃ ἐν Μωδειν, ϗ ἐϰόψαντο αὐτὸν ϖᾶς Ισϱαηλ ϰοϖετὸν μέγαν.
3:1 Ϗ ἀνέϛη Ιȣδας ὁ ϰαλȣ́μενος Μαϰϰαϐαῖος υἱὸς αὐτȣ̃ ἀντ αὐτȣ̃.
3:2 ϗ ἐϐοήϑȣν αὐτῷ ϖάντες οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ ϖάντες, ὅσοι ἐϰολλήϑησαν τῷ ϖατϱὶ αὐτȣ̃, ϗ ἐϖολέμȣν τὸν ϖόλεμον Ισϱαηλ μετ’ εὐφϱοσύνης.
3:3 ϗ ἐϖλάτυνεν δόξαν τῷ λαῷ αὐτȣ̃ ϗ ἐνεδύσατο ϑώϱαϰα ὡς γίγας ϗ συνεζώσατο τὰ σϰεύη τὰ ϖολεμιϰὰ αὐτȣ̃ ϗ ϖολέμȣς συνεϛήσατο σϰεϖάζων ϖαϱεμϐολὴν ἐν ῥομφαίᾳ.
3:4 ϗ ὡμοιώϑη λέοντι ἐν τοῖς ἔϱγοις αὐτȣ̃ ϗ ὡς σϰύμνος ἐϱευγόμενος εἰς ϑήϱαν.
3:5 ϗ ἐδίωξεν ἀνόμȣς ἐξεϱευνῶν ϗ τȣ̀ς ταϱάσσοντας τὸν λαὸν αὐτȣ̃ ἐφλόγισεν.
3:6 ϗ συνεϛάλησαν ἄνομοι ἀϖὸ τȣ̃ φόϐȣ αὐτȣ̃, ϗ ϖάντες οἱ ἐϱγάται τῆς ἀνομίας συνεταϱάχϑησαν, ϗ εὐοδώϑη σωτηϱία ἐν χειϱὶ αὐτȣ̃.
3:7 ϗ ἐϖίϰϱανεν ϐασιλεῖς ϖολλȣ̀ς ϗ εὔφϱανεν τὸν Ιαϰωϐ ἐν τοῖς ἔϱγοις αὐτȣ̃, ϗ ἕως τȣ̃ αἰῶνος τὸ μνημόσυνον αὐτȣ̃ εἰς εὐλογίαν.
3:8 ϗ διῆλϑεν ἐν ϖόλεσιν Ιȣδα ϗ ἐξωλέϑϱευσεν ἀσεϐεῖς ἐξ αὐτῆς ϗ ἀϖέϛϱεψεν ὀϱγὴν ἀϖὸ Ισϱαηλ
3:9 ϗ ὠνομάσϑη ἕως ἐσχάτȣ γῆς ϗ συνήγαγεν ἀϖολλυμένȣς.
3:10 Ϗ συνήγαγεν Ἀϖολλώνιος ἔϑνη ϗ ἀϖὸ Σαμαϱείας δύναμιν μεγάλην τȣ̃ ϖολεμῆσαι ϖϱὸς τὸν Ισϱαηλ.
3:11 ϗ ἔγνω Ιȣδας ϗ ἐξῆλϑεν εἰς συνάντησιν αὐτῷ ϗ ἐϖάταξεν αὐτὸν ϗ ἀϖέϰτεινεν· ϗ ἔϖεσον τϱαυματίαι ϖολλοί, ϗ οἱ ἐϖίλοιϖοι ἔφυγον.
3:12 ϗ ἔλαϐον τὰ σϰῦλα αὐτῶν, ϗ τὴν μάχαιϱαν Ἀϖολλωνίȣ ἔλαϐεν Ιȣδας ϗ ἦν ϖολεμῶν ἐν αὐτῇ ϖάσας τὰς ἡμέϱας.
3:13 ϗ ἤϰȣσεν Σήϱων ὁ ἄϱχων τῆς δυνάμεως Συϱίας ὅτι ἤϑϱοισεν Ιȣδας ἄϑϱοισμα ϗ ἐϰϰλησίαν ϖιϛῶν μετ’ αὐτȣ̃ ϗ ἐϰϖοϱευομένων εἰς ϖόλεμον,
3:14 ϗ εἶϖεν Ποιήσω ἐμαυτῷ ὄνομα ϗ δοξασϑήσομαι ἐν τῇ ϐασιλείᾳ ϗ ϖολεμήσω τὸν Ιȣδαν ϗ τȣ̀ς σὺν αὐτῷ τȣ̀ς ἐξȣδενȣ̃ντας τὸν λόγον τȣ̃ ϐασιλέως.
3:15 ϗ ϖϱοσέϑετο ϗ ἀνέϐη μετ’ αὐτȣ̃ ϖαϱεμϐολὴ ἀσεϐῶν ἰσχυϱὰ ϐοηϑῆσαι αὐτῷ ϖοιῆσαι τὴν ἐϰδίϰησιν ἐν υἱοῖς Ισϱαηλ.
3:16 ϗ ἤγγισεν ἕως ἀναϐάσεως Βαιϑωϱων, ϗ ἐξῆλϑεν Ιȣδας εἰς συνάντησιν αὐτῷ ὀλιγοϛός.
3:17 ὡς δὲ εἶδον τὴν ϖαϱεμϐολὴν ἐϱχομένην εἰς συνάντησιν αὐτῶν, εἶϖον τῷ Ιȣδα Τί δυνησόμεϑα ὀλιγοϛοὶ ὄντες ϖολεμῆσαι ϖϱὸς ϖλῆϑος τοσȣ̃το ἰσχυϱόν; ϗ ἡμεῖς ἐϰλελύμεϑα ἀσιτȣ̃ντες σήμεϱον.
3:18 ϗ εἶϖεν Ιȣδας Εὔϰοϖόν ἐϛιν συγϰλεισϑῆναι ϖολλȣ̀ς ἐν χεϱσὶν ὀλίγων, ϗ ȣ̓ϰ ἔϛιν διαφοϱὰ ἐναντίον τȣ̃ ȣ̓ϱανȣ̃ σῴζειν ἐν ϖολλοῖς ἢ ἐν ὀλίγοις·
3:19 ὅτι ȣ̓ϰ ἐν ϖλήϑει δυνάμεως νίϰη ϖολέμȣ ἐϛίν, ἀλλ’ ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ἡ ἰσχύς.
3:20 αὐτοὶ ἔϱχονται ἐφ’ ἡμᾶς ἐν ϖλήϑει ὕϐϱεως ϗ ἀνομίας τȣ̃ ἐξᾶϱαι ἡμᾶς ϗ τὰς γυναῖϰας ἡμῶν ϗ τὰ τέϰνα ἡμῶν τȣ̃ σϰυλεῦσαι ἡμᾶς,
3:21 ἡμεῖς δὲ ϖολεμȣ̃μεν ϖεϱὶ τῶν ψυχῶν ἡμῶν ϗ τῶν νομίμων ἡμῶν.
3:22 ϗ αὐτὸς συντϱίψει αὐτȣ̀ς ϖϱὸ ϖϱοσώϖȣ ἡμῶν, ὑμεῖς δὲ μὴ φοϐεῖσϑε ἀϖ’ αὐτῶν.
3:23 ὡς δὲ ἐϖαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτȣ̀ς ἄφνω, ϗ συνετϱίϐη Σήϱων ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ἐνώϖιον αὐτȣ̃.
3:24 ϗ ἐδίωϰον αὐτὸν ἐν τῇ ϰαταϐάσει Βαιϑωϱων ἕως τȣ̃ ϖεδίȣ· ϗ ἔϖεσον ἀϖ’ αὐτῶν εἰς ἄνδϱας ὀϰταϰοσίȣς, οἱ δὲ λοιϖοὶ ἔφυγον εἰς γῆν Φυλιϛιιμ.
3:25 ϗ ἤϱξατο ὁ φόϐος Ιȣδȣ ϗ τῶν ἀδελφῶν αὐτȣ̃ ϗ ἡ ϖτόη ἐϖέϖιϖτεν ἐϖὶ τὰ ἔϑνη τὰ ϰύϰλῳ αὐτῶν·
3:26 ϗ ἤγγισεν ἕως τȣ̃ ϐασιλέως τὸ ὄνομα αὐτȣ̃, ϗ ὑϖὲϱ τῶν ϖαϱατάξεων Ιȣδȣ ἐξηγεῖτο τὰ ἔϑνη.
3:27 Ὡς δὲ ἤϰȣσεν ὁ ϐασιλεὺς Ἀντίοχος τȣ̀ς λόγȣς τȣ́τȣς, ὠϱγίσϑη ϑυμῷ ϗ ἀϖέϛειλεν ϗ συνήγαγεν τὰς δυνάμεις ϖάσας τῆς ϐασιλείας αὐτȣ̃, ϖαϱεμϐολὴν ἰσχυϱὰν σφόδϱα.
3:28 ϗ ἤνοιξεν τὸ γαζοφυλάϰιον αὐτȣ̃ ϗ ἔδωϰεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν ϗ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμȣς εἰς ϖᾶσαν χϱείαν.
3:29 ϗ εἶδεν ὅτι ἐξέλιϖεν τὸ ἀϱγύϱιον ἐϰ τῶν ϑησαυϱῶν ϗ οἱ φόϱοι τῆς χώϱας ὀλίγοι χάϱιν τῆς διχοϛασίας ϗ ϖληγῆς, ἧς ϰατεσϰεύασεν ἐν τῇ γῇ τȣ̃ ἆϱαι τὰ νόμιμα, ἃ ἦσαν ἀφ’ ἡμεϱῶν τῶν ϖϱώτων,
3:30 ϗ εὐλαϐήϑη μὴ ȣ̓ϰ ἔχῃ ὡς ἅϖαξ ϗ δὶς εἰς τὰς δαϖάνας ϗ τὰ δόματα, ἃ ἐδίδȣ ἔμϖϱοσϑεν δαψιλῇ χειϱὶ ϗ ἐϖεϱίσσευσεν ὑϖὲϱ τȣ̀ς ϐασιλεῖς τȣ̀ς ἔμϖϱοσϑεν,
3:31 ϗ ἠϖοϱεῖτο τῇ ψυχῇ αὐτȣ̃ σφόδϱα ϗ ἐϐȣλεύσατο τȣ̃ ϖοϱευϑῆναι εἰς τὴν Πεϱσίδα ϗ λαϐεῖν τȣ̀ς φόϱȣς τῶν χωϱῶν ϗ συναγαγεῖν ἀϱγύϱιον ϖολύ.
3:32 ϗ ϰατέλιϖεν Λυσίαν ἄνϑϱωϖον ἔνδοξον ϗ ἀϖὸ γένȣς τῆς ϐασιλείας ἐϖὶ τῶν ϖϱαγμάτων τȣ̃ ϐασιλέως ἀϖὸ τȣ̃ ϖοταμȣ̃ Εὐφϱάτȣ ϗ ἕως ὁϱίων Αἰγύϖτȣ
3:33 ϗ τϱέφειν Ἀντίοχον τὸν υἱὸν αὐτȣ̃ ἕως τȣ̃ ἐϖιϛϱέψαι αὐτόν·
3:34 ϗ ϖαϱέδωϰεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων ϗ τȣ̀ς ἐλέφαντας ϗ ἐνετείλατο αὐτῷ ϖεϱὶ ϖάντων, ὧν ἠϐȣ́λετο, ϗ ϖεϱὶ τῶν ϰατοιϰȣ́ντων τὴν Ιȣδαίαν ϗ Ιεϱȣσαλημ
3:35 ἀϖοϛεῖλαι ἐϖ’ αὐτȣ̀ς δύναμιν τȣ̃ ἐϰτϱῖψαι ϗ ἐξᾶϱαι τὴν ἰσχὺν Ισϱαηλ ϗ τὸ ϰατάλειμμα Ιεϱȣσαλημ ϗ ἆϱαι τὸ μνημόσυνον αὐτῶν ἀϖὸ τȣ̃ τόϖȣ
3:36 ϗ ϰατοιϰίσαι υἱȣ̀ς ἀλλογενεῖς ἐν ϖᾶσιν τοῖς ὁϱίοις αὐτῶν ϗ ϰαταϰληϱοδοτῆσαι τὴν γῆν αὐτῶν.
3:37 ϗ ὁ ϐασιλεὺς ϖαϱέλαϐεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς ϰαταλειφϑείσας ϗ ἀϖῆϱεν ἀϖὸ Ἀντιοχείας ἀϖὸ ϖόλεως ϐασιλείας αὐτȣ̃ ἔτȣς ἑϐδόμȣ ϗ τεσσαϱαϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ϗ διεϖέϱασεν τὸν Εὐφϱάτην ϖοταμὸν ϗ διεϖοϱεύετο τὰς ἐϖάνω χώϱας.
3:38 Ϗ ἐϖέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δοϱυμένȣς ϗ Νιϰάνοϱα ϗ Γοϱγίαν, ἄνδϱας δυνατȣ̀ς τῶν φίλων τȣ̃ ϐασιλέως,
3:39 ϗ ἀϖέϛειλεν μετ’ αὐτῶν τεσσαϱάϰοντα χιλιάδας ἀνδϱῶν ϗ ἑϖταϰισχιλίαν ἵϖϖον τȣ̃ ἐλϑεῖν εἰς γῆν Ιȣδα ϗ ϰαταφϑεῖϱαι αὐτὴν ϰατὰ τὸν λόγον τȣ̃ ϐασιλέως.
3:40 ϗ ἀϖῆϱεν σὺν ϖάσῃ τῇ δυνάμει αὐτῶν, ϗ ἦλϑον ϗ ϖαϱενέϐαλον ϖλησίον Αμμαȣς ἐν τῇ γῇ τῇ ϖεδινῇ.
3:41 ϗ ἤϰȣσαν οἱ ἔμϖοϱοι τῆς χώϱας τὸ ὄνομα αὐτῶν ϗ ἔλαϐον ἀϱγύϱιον ϗ χϱυσίον ϖολὺ σφόδϱα ϗ ϖέδας ϗ ἦλϑον εἰς τὴν ϖαϱεμϐολὴν τȣ̃ λαϐεῖν τȣ̀ς υἱȣ̀ς Ισϱαηλ εἰς ϖαῖδας. ϗ ϖϱοσετέϑησαν ϖϱὸς αὐτȣ̀ς δύναμις Συϱίας ϗ γῆς ἀλλοφύλων.
3:42 ϗ εἶδεν Ιȣδας ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ὅτι ἐϖληϑύνϑη τὰ ϰαϰὰ ϗ αἱ δυνάμεις ϖαϱεμϐάλλȣσιν ἐν τοῖς ὁϱίοις αὐτῶν, ϗ ἐϖέγνωσαν τȣ̀ς λόγȣς τȣ̃ ϐασιλέως, ȣ̔̀ς ἐνετείλατο ϖοιῆσαι τῷ λαῷ εἰς ἀϖώλειαν ϗ συντέλειαν,
3:43 ϗ εἶϖαν ἕϰαϛος ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃ Ἀναϛήσωμεν τὴν ϰαϑαίϱεσιν τȣ̃ λαȣ̃ ἡμῶν ϗ ϖολεμήσωμεν ϖεϱὶ τȣ̃ λαȣ̃ ἡμῶν ϗ τῶν ἁγίων.
3:44 ϗ ἠϑϱοίσϑη ἡ συναγωγὴ τȣ̃ εἶναι ἑτοίμȣς εἰς ϖόλεμον ϗ τȣ̃ ϖϱοσεύξασϑαι ϗ αἰτῆσαι ἔλεος ϗ οἰϰτιϱμȣ́ς.
3:45 ϗ Ιεϱȣσαλημ ἦν ἀοίϰητος ὡς ἔϱημος, ȣ̓ϰ ἦν ὁ εἰσϖοϱευόμενος ϗ ἐϰϖοϱευόμενος ἐϰ τῶν γενημάτων αὐτῆς, ϗ τὸ ἁγίασμα ϰαταϖατȣ́μενον, ϗ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄϰϱᾳ, ϰατάλυμα τοῖς ἔϑνεσιν· ϗ ἐξήϱϑη τέϱψις ἐξ Ιαϰωϐ, ϗ ἐξέλιϖεν αὐλὸς ϗ ϰινύϱα.
3:46 ϗ συνήχϑησαν ϗ ἤλϑοσαν εἰς Μασσηφα ϰατέναντι Ιεϱȣσαλημ, ὅτι τόϖος ϖϱοσευχῆς ἦν ἐν Μασσηφα τὸ ϖϱότεϱον τῷ Ισϱαηλ.
3:47 ϗ ἐνήϛευσαν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϗ ϖεϱιεϐάλοντο σάϰϰȣς ϗ σϖοδὸν ἐϖὶ τὴν ϰεφαλὴν αὐτῶν ϗ διέϱϱηξαν τὰ ἱμάτια αὐτῶν.
3:48 ϗ ἐξεϖέτασαν τὸ ϐιϐλίον τȣ̃ νόμȣ ϖεϱὶ ὧν ἐξηϱεύνων τὰ ἔϑνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν.
3:49 ϗ ἤνεγϰαν τὰ ἱμάτια τῆς ἱεϱωσύνης ϗ τὰ ϖϱωτογενήματα ϗ τὰς δεϰάτας ϗ ἤγειϱαν τȣ̀ς ναζιϱαίȣς, οἳ ἐϖλήϱωσαν τὰς ἡμέϱας,
3:50 ϗ ἐϐόησαν φωνῇ εἰς τὸν ȣ̓ϱανὸν λέγοντες Τί ϖοιήσωμεν τȣ́τοις ϗ ϖȣ̃ αὐτȣ̀ς ἀϖαγάγωμεν,
3:51 ϗ τὰ ἅγιά σȣ ϰαταϖεϖάτηνται ϗ ϐεϐήλωνται ϗ οἱ ἱεϱεῖς σȣ ἐν ϖένϑει ϗ ταϖεινώσει;
3:52 ϗ ἰδȣ̀ τὰ ἔϑνη συνῆϰται ἐφ’ ἡμᾶς τȣ̃ ἐξᾶϱαι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφ’ ἡμᾶς.
3:53 ϖῶς δυνησόμεϑα ὑϖοϛῆναι ϰατὰ ϖϱόσωϖον αὐτῶν, ἐὰν μὴ σὺ ϐοηϑήσῃς ἡμῖν;
3:54 ϗ ἐσάλϖισαν ταῖς σάλϖιγξιν ϗ ἐϐόησαν φωνῇ μεγάλῃ.
3:55 ϗ μετὰ τȣ̃το ϰατέϛησεν Ιȣδας ἡγȣμένȣς τȣ̃ λαȣ̃, χιλιάϱχȣς ϗ ἑϰατοντάϱχȣς ϗ ϖεντηϰοντάϱχȣς ϗ δεϰαδάϱχȣς.
3:56 ϗ εἶϖεν τοῖς οἰϰοδομȣ̃σιν οἰϰίας ϗ μνηϛευομένοις γυναῖϰας ϗ φυτεύȣσιν ἀμϖελῶνας ϗ δειλοῖς ἀϖοϛϱέφειν ἕϰαϛον εἰς τὸν οἶϰον αὐτȣ̃ ϰατὰ τὸν νόμον.
3:57 ϗ ἀϖῆϱεν ἡ ϖαϱεμϐολή, ϗ ϖαϱενέϐαλον ϰατὰ νότον Αμμαȣς.
3:58 ϗ εἶϖεν Ιȣδας Πεϱιζώσασϑε ϗ γίνεσϑε εἰς υἱȣ̀ς δυνατȣ̀ς ϗ γίνεσϑε ἕτοιμοι εἰς ϖϱωῒ τȣ̃ ϖολεμῆσαι ἐν τοῖς ἔϑνεσιν τȣ́τοις τοῖς ἐϖισυνηγμένοις ἐφ’ ἡμᾶς ἐξᾶϱαι ἡμᾶς ϗ τὰ ἅγια ἡμῶν·
3:59 ὅτι ϰϱεῖσσον ἡμᾶς ἀϖοϑανεῖν ἐν τῷ ϖολέμῳ ἢ ἐϖιδεῖν ἐϖὶ τὰ ϰαϰὰ τȣ̃ ἔϑνȣς ἡμῶν ϗ τῶν ἁγίων.
3:60 ὡς δ’ ἂν ᾖ ϑέλημα ἐν ȣ̓ϱανῷ, ȣ̔́τως ϖοιήσει.
4:1 Ϗ ϖαϱέλαϐεν Γοϱγίας ϖενταϰισχιλίȣς ἄνδϱας ϗ χιλίαν ἵϖϖον ἐϰλεϰτήν, ϗ ἀϖῆϱεν ἡ ϖαϱεμϐολὴ νυϰτὸς
4:2 ὥϛε ἐϖιϐαλεῖν ἐϖὶ τὴν ϖαϱεμϐολὴν τῶν Ιȣδαίων ϗ ϖατάξαι αὐτȣ̀ς ἄφνω· ϗ υἱοὶ τῆς ἄϰϱας ἦσαν αὐτῷ ὁδηγοί.
4:3 ϗ ἤϰȣσεν Ιȣδας ϗ ἀϖῆϱεν αὐτὸς ϗ οἱ δυνατοὶ ϖατάξαι τὴν δύναμιν τȣ̃ ϐασιλέως τὴν ἐν Αμμαȣς,
4:4 ἕως ἔτι ἐσϰοϱϖισμέναι ἦσαν αἱ δυνάμεις ἀϖὸ τῆς ϖαϱεμϐολῆς.
4:5 ϗ ἦλϑεν Γοϱγίας εἰς τὴν ϖαϱεμϐολὴν Ιȣδȣ νυϰτὸς ϗ ȣ̓δένα εὗϱεν· ϗ ἐζήτει αὐτȣ̀ς ἐν τοῖς ὄϱεσιν, ὅτι εἶϖεν Φεύγȣσιν ȣ̔͂τοι ἀφ’ ἡμῶν.
4:6 ϗ ἅμα ἡμέϱᾳ ὤφϑη Ιȣδας ἐν τῷ ϖεδίῳ ἐν τϱισχιλίοις ἀνδϱάσιν· ϖλὴν ϰαλύμματα ϗ μαχαίϱας ȣ̓ϰ εἶχον ὡς ἠϐȣ́λοντο.
4:7 ϗ εἶδον ϖαϱεμϐολὴν ἐϑνῶν ἰσχυϱὰν ϗ τεϑωϱαϰισμένην ϗ ἵϖϖον ϰυϰλȣ̃σαν αὐτήν, ϗ ȣ̔͂τοι διδαϰτοὶ ϖολέμȣ.
4:8 ϗ εἶϖεν Ιȣδας τοῖς ἀνδϱάσιν τοῖς μετ’ αὐτȣ̃ Μὴ φοϐεῖσϑε τὸ ϖλῆϑος αὐτῶν ϗ τὸ ὅϱμημα αὐτῶν μὴ δειλωϑῆτε·
4:9 μνήσϑητε ὡς ἐσώϑησαν οἱ ϖατέϱες ἡμῶν ἐν ϑαλάσσῃ ἐϱυϑϱᾷ, ὅτε ἐδίωϰεν αὐτȣ̀ς Φαϱαω ἐν δυνάμει·
4:10 ϗ νῦν ϐοήσωμεν εἰς ȣ̓ϱανόν, εἰ ϑελήσει ἡμᾶς ϗ μνησϑήσεται διαϑήϰης ϖατέϱων ϗ συντϱίψει τὴν ϖαϱεμϐολὴν ταύτην ϰατὰ ϖϱόσωϖον ἡμῶν σήμεϱον,
4:11 ϗ γνώσονται ϖάντα τὰ ἔϑνη ὅτι ἔϛιν ὁ λυτϱȣ́μενος ϗ σῴζων τὸν Ισϱαηλ.
4:12 ϗ ἦϱαν οἱ ἀλλόφυλοι τȣ̀ς ὀφϑαλμȣ̀ς αὐτῶν ϗ εἶδον αὐτȣ̀ς ἐϱχομένȣς ἐξ ἐναντίας
4:13 ϗ ἐξῆλϑον ἐϰ τῆς ϖαϱεμϐολῆς εἰς ϖόλεμον· ϗ ἐσάλϖισαν οἱ ϖαϱὰ Ιȣδȣ
4:14 ϗ συνῆψαν, ϗ συνετϱίϐησαν τὰ ἔϑνη ϗ ἔφυγον εἰς τὸ ϖεδίον,
4:15 οἱ δὲ ἔσχατοι ϖάντες ἔϖεσον ἐν ῥομφαίᾳ. ϗ ἐδίωξαν αὐτȣ̀ς ἕως Γαζηϱων ϗ ἕως τῶν ϖεδίων τῆς Ιδȣμαίας ϗ Ἀζώτȣ ϗ Ιαμνείας, ϗ ἔϖεσαν ἐξ αὐτῶν εἰς ἄνδϱας τϱισχιλίȣς.
4:16 ϗ ἀϖέϛϱεψεν Ιȣδας ϗ ἡ δύναμις ἀϖὸ τȣ̃ διώϰειν ὄϖισϑεν αὐτῶν
4:17 ϗ εἶϖεν ϖϱὸς τὸν λαόν Μὴ ἐϖιϑυμήσητε τῶν σϰύλων, ὅτι ϖόλεμος ἐξ ἐναντίας ἡμῶν,
4:18 ϗ Γοϱγίας ϗ ἡ δύναμις ἐν τῷ ὄϱει ἐγγὺς ἡμῶν· ἀλλὰ ϛῆτε νῦν ἐναντίον τῶν ἐχϑϱῶν ἡμῶν ϗ ϖολεμήσατε αὐτȣ́ς, ϗ μετὰ ταῦτα λάϐετε τὰ σϰῦλα μετὰ ϖαϱϱησίας.
4:19 ἔτι ϖληϱȣ̃ντος Ιȣδȣ ταῦτα μέϱος τι ὤφϑη ἐϰϰύϖτον ἐϰ τȣ̃ ὄϱȣς·
4:20 ϗ εἶδεν ὅτι τετϱόϖωνται, ϗ ἐμϖυϱίζȣσιν τὴν ϖαϱεμϐολήν· ὁ γὰϱ ϰαϖνὸς ὁ ϑεωϱȣ́μενος ἐνεφάνιζεν τὸ γεγονός.
4:21 οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώϑησαν σφόδϱα· συνιδόντες δὲ ϗ τὴν Ιȣδȣ ϖαϱεμϐολὴν ἐν τῷ ϖεδίῳ ἑτοίμην εἰς ϖαϱάταξιν
4:22 ἔφυγον ϖάντες εἰς γῆν ἀλλοφύλων.
4:23 ϗ Ιȣδας ἀνέϛϱεψεν ἐϖὶ τὴν σϰυλείαν τῆς ϖαϱεμϐολῆς, ϗ ἔλαϐον χϱυσίον ϖολὺ ϗ ἀϱγύϱιον ϗ ὑάϰινϑον ϗ ϖοϱφύϱαν ϑαλασσίαν ϗ ϖλȣ̃τον μέγαν.
4:24 ϗ ἐϖιϛϱαφέντες ὕμνȣν ϗ εὐλόγȣν εἰς ȣ̓ϱανὸν ὅτι ϰαλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτȣ̃.
4:25 ϗ ἐγενήϑη σωτηϱία μεγάλη τῷ Ισϱαηλ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ.
4:26 Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώϑησαν, ϖαϱαγενηϑέντες ἀϖήγγειλαν τῷ Λυσίᾳ ϖάντα τὰ συμϐεϐηϰότα.
4:27 ὁ δὲ ἀϰȣ́σας συνεχύϑη ϗ ἠϑύμει, ὅτι ȣ̓χ οἷα ἤϑελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισϱαηλ, ϗ ȣ̓χ οἷα αὐτῷ ἐνετείλατο ὁ ϐασιλεύς, ἐξέϐη.
4:28 ϗ ἐν τῷ ἐϱχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδϱῶν ἐϖιλέϰτων ἑξήϰοντα χιλιάδας ϗ ϖενταϰισχιλίαν ἵϖϖον ὥϛε ἐϰϖολεμῆσαι αὐτȣ́ς.
4:29 ϗ ἦλϑον εἰς τὴν Ιδȣμαίαν ϗ ϖαϱενέϐαλον ἐν Βαιϑσȣϱοις, ϗ συνήντησεν αὐτοῖς Ιȣδας ἐν δέϰα χιλιάσιν ἀνδϱῶν.
4:30 ϗ εἶδεν τὴν ϖαϱεμϐολὴν ἰσχυϱὰν ϗ ϖϱοσηύξατο ϗ εἶϖεν Εὐλογητὸς εἶ, ὁ σωτὴϱ Ισϱαηλ ὁ συντϱίψας τὸ ὅϱμημα τȣ̃ δυνατȣ̃ ἐν χειϱὶ τȣ̃ δȣ́λȣ σȣ Δαυιδ ϗ ϖαϱέδωϰας τὴν ϖαϱεμϐολὴν τῶν ἀλλοφύλων εἰς χεῖϱας Ιωναϑȣ υἱȣ̃ Σαȣλ ϗ τȣ̃ αἴϱοντος τὰ σϰεύη αὐτȣ̃·
4:31 ȣ̔́τως σύγϰλεισον τὴν ϖαϱεμϐολὴν ταύτην ἐν χειϱὶ λαȣ̃ σȣ Ισϱαηλ, ϗ αἰσχυνϑήτωσαν ἐϖὶ τῇ δυνάμει ϗ τῇ ἵϖϖῳ αὐτῶν·
4:32 δὸς αὐτοῖς δειλίαν ϗ τῆξον ϑϱάσος ἰσχύος αὐτῶν, ϗ σαλευϑήτωσαν τῇ συντϱιϐῇ αὐτῶν·
4:33 ϰατάϐαλε αὐτȣ̀ς ῥομφαίᾳ ἀγαϖώντων σε, ϗ αἰνεσάτωσάν σε ϖάντες οἱ εἰδότες τὸ ὄνομά σȣ ἐν ὕμνοις.
4:34 ϗ συνέϐαλλον ἀλλήλοις, ϗ ἔϖεσον ἐϰ τῆς ϖαϱεμϐολῆς Λυσίȣ εἰς ϖενταϰισχιλίȣς ἄνδϱας ϗ ἔϖεσον ἐξ ἐναντίας αὐτῶν.
4:35 ἰδὼν δὲ Λυσίας τὴν γενομένην τϱοϖὴν τῆς αὑτȣ̃ συντάξεως, τῆς δὲ Ιȣδȣ τὸ γεγενημένον ϑάϱσος ϗ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεϑνηϰέναι γενναίως, ἀϖῆϱεν εἰς Ἀντιόχειαν ϗ ἐξενολόγει ϖλεοναϛὸν ϖάλιν ϖαϱαγίνεσϑαι εἰς τὴν Ιȣδαίαν.
4:36 Εἶϖεν δὲ Ιȣδας ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ Ἰδȣ̀ συνετϱίϐησαν οἱ ἐχϑϱοὶ ἡμῶν, ἀναϐῶμεν ϰαϑαϱίσαι τὰ ἅγια ϗ ἐγϰαινίσαι.
4:37 ϗ συνήχϑη ἡ ϖαϱεμϐολὴ ϖᾶσα ϗ ἀνέϐησαν εἰς ὄϱος Σιων.
4:38 ϗ εἶδον τὸ ἁγίασμα ἠϱημωμένον ϗ τὸ ϑυσιαϛήϱιον ϐεϐηλωμένον ϗ τὰς ϑύϱας ϰαταϰεϰαυμένας ϗ ἐν ταῖς αὐλαῖς φυτὰ ϖεφυϰότα ὡς ἐν δϱυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀϱέων ϗ τὰ ϖαϛοφόϱια ϰαϑῃϱημένα.
4:39 ϗ διέϱϱηξαν τὰ ἱμάτια αὐτῶν ϗ ἐϰόψαντο ϰοϖετὸν μέγαν ϗ ἐϖέϑεντο σϖοδὸν
4:40 ϗ ἔϖεσαν ἐϖὶ ϖϱόσωϖον ἐϖὶ τὴν γῆν ϗ ἐσάλϖισαν ταῖς σάλϖιγξιν τῶν σημασιῶν ϗ ἐϐόησαν εἰς ȣ̓ϱανόν.
4:41 τότε ἐϖέταξεν Ιȣδας ἀνδϱάσιν ϖολεμεῖν τȣ̀ς ἐν τῇ ἄϰϱᾳ, ἕως ϰαϑαϱίσῃ τὰ ἅγια.
4:42 ϗ ἐϖελέξατο ἱεϱεῖς ἀμώμȣς ϑελητὰς νόμȣ,
4:43 ϗ ἐϰαϑάϱισαν τὰ ἅγια ϗ ἦϱαν τȣ̀ς λίϑȣς τȣ̃ μιασμȣ̃ εἰς τόϖον ἀϰάϑαϱτον.
4:44 ϗ ἐϐȣλεύσαντο ϖεϱὶ τȣ̃ ϑυσιαϛηϱίȣ τῆς ὁλοϰαυτώσεως τȣ̃ ϐεϐηλωμένȣ, τί αὐτῷ ϖοιήσωσιν·
4:45 ϗ ἔϖεσεν αὐτοῖς ϐȣλὴ ἀγαϑὴ ϰαϑελεῖν αὐτό, μήϖοτε γένηται αὐτοῖς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔϑνη αὐτό· ϗ ϰαϑεῖλον τὸ ϑυσιαϛήϱιον
4:46 ϗ ἀϖέϑεντο τȣ̀ς λίϑȣς ἐν τῷ ὄϱει τȣ̃ οἴϰȣ ἐν τόϖῳ ἐϖιτηδείῳ μέχϱι τȣ̃ ϖαϱαγενηϑῆναι ϖϱοφήτην τȣ̃ ἀϖοϰϱιϑῆναι ϖεϱὶ αὐτῶν.
4:47 ϗ ἔλαϐον λίϑȣς ὁλοϰλήϱȣς ϰατὰ τὸν νόμον ϗ ᾠϰοδόμησαν ϑυσιαϛήϱιον ϰαινὸν ϰατὰ τὸ ϖϱότεϱον.
4:48 ϗ ᾠϰοδόμησαν τὰ ἅγια ϗ τὰ ἐντὸς τȣ̃ οἴϰȣ ϗ τὰς αὐλὰς ἡγίασαν
4:49 ϗ ἐϖοίησαν σϰεύη ἅγια ϰαινὰ ϗ εἰσήνεγϰαν τὴν λυχνίαν ϗ τὸ ϑυσιαϛήϱιον τῶν ϑυμιαμάτων ϗ τὴν τϱάϖεζαν εἰς τὸν ναόν.
4:50 ϗ ἐϑυμίασαν ἐϖὶ τὸ ϑυσιαϛήϱιον ϗ ἐξῆψαν τȣ̀ς λύχνȣς τȣ̀ς ἐϖὶ τῆς λυχνίας, ϗ ἔφαινον ἐν τῷ ναῷ.
4:51 ϗ ἐϖέϑηϰαν ἐϖὶ τὴν τϱάϖεζαν ἄϱτȣς ϗ ἐξεϖέτασαν τὰ ϰαταϖετάσματα. ϗ ἐτέλεσαν ϖάντα τὰ ἔϱγα, ἃ ἐϖοίησαν.
4:52 ϗ ὤϱϑϱισαν τὸ ϖϱωῒ τῇ ϖέμϖτῃ ϗ εἰϰάδι τȣ̃ μηνὸς τȣ̃ ἐνάτȣ [ȣ̔͂τος ὁ μὴν Χασελευ] τȣ̃ ὀγδόȣ ϗ τεσσαϱαϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ἔτȣς
4:53 ϗ ἀνήνεγϰαν ϑυσίαν ϰατὰ τὸν νόμον ἐϖὶ τὸ ϑυσιαϛήϱιον τῶν ὁλοϰαυτωμάτων τὸ ϰαινόν, ὃ ἐϖοίησαν.
4:54 ϰατὰ τὸν ϰαιϱὸν ϗ ϰατὰ τὴν ἡμέϱαν, ἐν ᾗ ἐϐεϐήλωσαν αὐτὸ τὰ ἔϑνη, ἐν ἐϰείνῃ ἐνεϰαινίσϑη ἐν ᾠδαῖς ϗ ϰιϑάϱαις ϗ ϰινύϱαις ϗ ϰυμϐάλοις.
4:55 ϗ ἔϖεσεν ϖᾶς ὁ λαὸς ἐϖὶ ϖϱόσωϖον ϗ ϖϱοσεϰύνησαν ϗ εὐλόγησαν εἰς ȣ̓ϱανὸν τὸν εὐοδώσαντα αὐτοῖς.
4:56 ϗ ἐϖοίησαν τὸν ἐγϰαινισμὸν τȣ̃ ϑυσιαϛηϱίȣ ἡμέϱας ὀϰτὼ ϗ ϖϱοσήνεγϰαν ὁλοϰαυτώματα μετ’ εὐφϱοσύνης ϗ ἔϑυσαν ϑυσίαν σωτηϱίȣ ϗ αἰνέσεως.
4:57 ϗ ϰατεϰόσμησαν τὸ ϰατὰ ϖϱόσωϖον τȣ̃ ναȣ̃ ϛεφάνοις χϱυσοῖς ϗ ἀσϖιδίσϰαις ϗ ἐνεϰαίνισαν τὰς ϖύλας ϗ τὰ ϖαϛοφόϱια ϗ ἐϑύϱωσαν αὐτά.
4:58 ϗ ἐγενήϑη εὐφϱοσύνη μεγάλη ἐν τῷ λαῷ σφόδϱα, ϗ ἀϖεϛϱάφη ὀνειδισμὸς ἐϑνῶν.
4:59 ϗ ἔϛησεν Ιȣδας ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ ϖᾶσα ἡ ἐϰϰλησία Ισϱαηλ ἵνα ἄγωνται αἱ ἡμέϱαι τȣ̃ ἐγϰαινισμȣ̃ τȣ̃ ϑυσιαϛηϱίȣ ἐν τοῖς ϰαιϱοῖς αὐτῶν ἐνιαυτὸν ϰατ’ ἐνιαυτὸν ἡμέϱας ὀϰτὼ ἀϖὸ τῆς ϖέμϖτης ϗ εἰϰάδος τȣ̃ μηνὸς Χασελευ μετ’ εὐφϱοσύνης ϗ χαϱᾶς.
4:60 ϗ ᾠϰοδόμησαν ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ τὸ ὄϱος Σιων ϰυϰλόϑεν τείχη ὑψηλὰ ϗ ϖύϱγȣς ὀχυϱȣ́ς, μήϖοτε ϖαϱαγενηϑέντα τὰ ἔϑνη ϰαταϖατήσωσιν αὐτά, ὡς ἐϖοίησαν τὸ ϖϱότεϱον.
4:61 ϗ ἀϖέταξεν ἐϰεῖ δύναμιν τηϱεῖν αὐτὸ ϗ ὠχύϱωσεν αὐτὸ τηϱεῖν τὴν Βαιϑσȣϱαν τȣ̃ ἔχειν τὸν λαὸν ὀχύϱωμα ϰατὰ ϖϱόσωϖον τῆς Ιδȣμαίας.
5:1 Ϗ ἐγένετο ὅτε ἤϰȣσαν τὰ ἔϑνη ϰυϰλόϑεν ὅτι ᾠϰοδομήϑη τὸ ϑυσιαϛήϱιον ϗ ἐνεϰαινίσϑη τὸ ἁγίασμα ὡς τὸ ϖϱότεϱον, ϗ ὠϱγίσϑησαν σφόδϱα
5:2 ϗ ἐϐȣλεύσαντο τȣ̃ ἆϱαι τὸ γένος Ιαϰωϐ τȣ̀ς ὄντας ἐν μέσῳ αὐτῶν ϗ ἤϱξαντο τȣ̃ ϑανατȣ̃ν ἐν τῷ λαῷ ϗ ἐξαίϱειν.
5:3 ϗ ἐϖολέμει Ιȣδας ϖϱὸς τȣ̀ς υἱȣ̀ς Ησαυ ἐν τῇ Ιδȣμαίᾳ, τὴν Αϰϱαϐαττήνην, ὅτι ϖεϱιεϰάϑηντο τὸν Ισϱαηλ, ϗ ἐϖάταξεν αὐτȣ̀ς ϖληγὴν μεγάλην ϗ συνέϛειλεν αὐτȣ̀ς ϗ ἔλαϐεν τὰ σϰῦλα αὐτῶν.
5:4 ϗ ἐμνήσϑη τῆς ϰαϰίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς ϖαγίδα ϗ σϰάνδαλον ἐν τῷ ἐνεδϱεύειν αὐτȣ̀ς ἐν ταῖς ὁδοῖς·
5:5 ϗ συνεϰλείσϑησαν ὑϖ’ αὐτȣ̃ εἰς τȣ̀ς ϖύϱγȣς, ϗ ϖαϱενέϐαλεν ἐϖ’ αὐτȣ̀ς ϗ ἀνεϑεμάτισεν αὐτȣ̀ς ϗ ἐνεϖύϱισε τȣ̀ς ϖύϱγȣς αὐτῆς ἐν ϖυϱὶ σὺν ϖᾶσιν τοῖς ἐνȣ̃σιν.
5:6 ϗ διεϖέϱασεν ἐϖὶ τȣ̀ς υἱȣ̀ς Αμμων ϗ εὗϱεν χεῖϱα ϰϱαταιὰν ϗ λαὸν ϖολὺν ϗ Τιμόϑεον ἡγȣ́μενον αὐτῶν·
5:7 ϗ συνῆψεν ϖϱὸς αὐτȣ̀ς ϖολέμȣς ϖολλȣ́ς, ϗ συνετϱίϐησαν ϖϱὸ ϖϱοσώϖȣ αὐτȣ̃, ϗ ἐϖάταξεν αὐτȣ́ς.
5:8 ϗ ϖϱοϰατελάϐετο τὴν Ιαζηϱ ϗ τὰς ϑυγατέϱας αὐτῆς ϗ ἀνέϛϱεψεν εἰς τὴν Ιȣδαίαν.
5:9 Ϗ ἐϖισυνήχϑησαν τὰ ἔϑνη τὰ ἐν τῇ Γαλααδ ἐϖὶ τὸν Ισϱαηλ τȣ̀ς ὄντας ἐϖὶ τοῖς ὁϱίοις αὐτῶν τȣ̃ ἐξᾶϱαι αὐτȣ́ς, ϗ ἔφυγον εἰς Δαϑεμα τὸ ὀχύϱωμα
5:10 ϗ ἀϖέϛειλαν γϱάμματα ϖϱὸς Ιȣδαν ϗ τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ λέγοντες Ἐϖισυνηγμένα ἐϛὶν ἐφ’ ἡμᾶς τὰ ἔϑνη ϰύϰλῳ ἡμῶν τȣ̃ ἐξᾶϱαι ἡμᾶς
5:11 ϗ ἑτοιμάζονται ἐλϑεῖν ϗ ϖϱοϰαταλαϐέσϑαι τὸ ὀχύϱωμα, εἰς ὃ ϰατεφύγομεν, ϗ Τιμόϑεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·
5:12 νῦν ȣ̓͂ν ἐλϑὼν ἐξελȣ̃ ἡμᾶς ἐϰ χειϱὸς αὐτῶν, ὅτι ϖέϖτωϰεν ἐξ ἡμῶν ϖλῆϑος,
5:13 ϗ ϖάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τȣϐίȣ τεϑανάτωνται, ϗ ᾐχμαλωτίϰασιν τὰς γυναῖϰας αὐτῶν ϗ τὰ τέϰνα ϗ τὴν ἀϖοσϰευὴν ϗ ἀϖώλεσαν ἐϰεῖ ὡσεὶ μίαν χιλιαϱχίαν ἀνδϱῶν.
5:14 ἔτι αἱ ἐϖιϛολαὶ ἀνεγιγνώσϰοντο, ϗ ἰδȣ̀ ἄγγελοι ἕτεϱοι ϖαϱεγένοντο ἐϰ τῆς Γαλιλαίας διεϱϱηχότες τὰ ἱμάτια ἀϖαγγέλλοντες ϰατὰ τὰ ῥήματα ταῦτα
5:15 λέγοντες ἐϖισυνῆχϑαι ἐϖ’ αὐτȣ̀ς ἐϰ Πτολεμαίδος ϗ Τύϱȣ ϗ Σιδῶνος ϗ ϖᾶσαν Γαλιλαίαν ἀλλοφύλων τȣ̃ ἐξαναλῶσαι ἡμᾶς.
5:16 ὡς δὲ ἤϰȣσεν Ιȣδας ϗ ὁ λαὸς τȣ̀ς λόγȣς τȣ́τȣς, ἐϖισυνήχϑη ἐϰϰλησία μεγάλη ϐȣλεύσασϑαι τί ϖοιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ȣ̓͂σιν ἐν ϑλίψει ϗ ϖολεμȣμένοις ὑϖ’ αὐτῶν.
5:17 ϗ εἶϖεν Ιȣδας Σιμωνι τῷ ἀδελφῷ αὐτȣ̃ Ἐϖίλεξον σεαυτῷ ἄνδϱας ϗ ϖοϱεύȣ ϗ ῥῦσαι τȣ̀ς ἀδελφȣ́ς σȣ τȣ̀ς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ ϗ Ιωναϑαν ὁ ἀδελφός μȣ ϖοϱευσόμεϑα εἰς τὴν Γαλααδῖτιν.
5:18 ϗ ϰατέλιϖεν Ιωσηϖον τὸν τȣ̃ Ζαχαϱιȣ ϗ Αζαϱιαν ἡγȣ́μενον τȣ̃ λαȣ̃ μετὰ τῶν ἐϖιλοίϖων τῆς δυνάμεως ἐν τῇ Ιȣδαίᾳ εἰς τήϱησιν
5:19 ϗ ἐνετείλατο αὐτοῖς λέγων Πϱόϛητε τȣ̃ λαȣ̃ τȣ́τȣ ϗ μὴ συνάψητε ϖόλεμον ϖϱὸς τὰ ἔϑνη ἕως τȣ̃ ἐϖιϛϱέψαι ἡμᾶς.
5:20 ϗ ἐμεϱίσϑησαν Σιμωνι ἄνδϱες τϱισχίλιοι τȣ̃ ϖοϱευϑῆναι εἰς τὴν Γαλιλαίαν, Ιȣδα δὲ ἄνδϱες ὀϰταϰισχίλιοι εἰς τὴν Γαλααδῖτιν.
5:21 ϗ ἐϖοϱεύϑη Σιμων εἰς τὴν Γαλιλαίαν ϗ συνῆψεν ϖολέμȣς ϖολλȣ̀ς ϖϱὸς τὰ ἔϑνη, ϗ συνετϱίϐη τὰ ἔϑνη ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃,
5:22 ϗ ἐδίωξεν αὐτȣ̀ς ἕως τῆς ϖύλης Πτολεμαίδος. ϗ ἔϖεσον ἐϰ τῶν ἐϑνῶν εἰς τϱισχιλίȣς ἄνδϱας, ϗ ἔλαϐεν τὰ σϰῦλα αὐτῶν.
5:23 ϗ ϖαϱέλαϐεν τȣ̀ς ἐϰ τῆς Γαλιλαίας ϗ ἐν Αϱϐαττοις σὺν ταῖς γυναιξὶν ϗ τοῖς τέϰνοις ϗ ϖάντα, ὅσα ἦν αὐτοῖς, ϗ ἤγαγεν εἰς τὴν Ιȣδαίαν μετ’ εὐφϱοσύνης μεγάλης.
5:24 ϗ Ιȣδας ὁ Μαϰϰαϐαῖος ϗ Ιωναϑαν ὁ ἀδελφὸς αὐτȣ̃ διέϐησαν τὸν Ιοϱδάνην ϗ ἐϖοϱεύϑησαν ὁδὸν τϱιῶν ἡμεϱῶν ἐν τῇ ἐϱήμῳ.
5:25 ϗ συνήντησαν τοῖς Ναϐαταίοις, ϗ ἀϖήντησαν αὐτοῖς εἰϱηνιϰῶς ϗ διηγήσαντο αὐτοῖς ϖάντα τὰ συμϐάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι
5:26 ϗ ὅτι ϖολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσοϱϱα ϗ Βοσοϱ ἐν Αλεμοις, Χασφω, Μαϰεδ ϗ Καϱναιν, ϖᾶσαι αἱ ϖόλεις αὗται ὀχυϱαὶ ϗ μεγάλαι·
5:27 ϗ ἐν ταῖς λοιϖαῖς ϖόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔϱιον τάσσονται ϖαϱεμϐαλεῖν ἐϖὶ τὰ ὀχυϱώματα ϗ ϰαταλαϐέσϑαι ϗ ἐξᾶϱαι ϖάντας τȣ́τȣς ἐν ἡμέϱᾳ μιᾷ.
5:28 ϗ ἀϖέϛϱεψεν Ιȣδας ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ὁδὸν εἰς τὴν ἔϱημον Βοσοϱϱα ἄφνω· ϗ ϰατελάϐετο τὴν ϖόλιν ϗ ἀϖέϰτεινε ϖᾶν ἀϱσενιϰὸν ἐν ϛόματι ῥομφαίας ϗ ἔλαϐεν ϖάντα τὰ σϰῦλα αὐτῶν ϗ ἐνέϖϱησεν αὐτὴν ϖυϱί.
5:29 ϗ ἀϖῆϱεν ἐϰεῖϑεν νυϰτός, ϗ ἐϖοϱεύοντο ἕως ἐϖὶ τὸ ὀχύϱωμα·
5:30 ϗ ἐγένετο ἑωϑινῇ ἦϱαν τȣ̀ς ὀφϑαλμȣ̀ς αὐτῶν ϗ ἰδȣ̀ λαὸς ϖολύς, ȣ̔͂ ȣ̓ϰ ἦν ἀϱιϑμός, αἴϱοντες ϰλίμαϰας ϗ μηχανὰς ϰαταλαϐέσϑαι τὸ ὀχύϱωμα ϗ ἐϖολέμȣν αὐτȣ́ς.
5:31 ϗ εἶδεν Ιȣδας ὅτι ἦϱϰται ὁ ϖόλεμος ϗ ἡ ϰϱαυγὴ τῆς ϖόλεως ἀνέϐη ἕως ȣ̓ϱανȣ̃ σάλϖιγξιν ϗ ϰϱαυγῇ μεγάλῃ,
5:32 ϗ εἶϖεν τοῖς ἀνδϱάσιν τῆς δυνάμεως Πολεμήσατε σήμεϱον ὑϖὲϱ τῶν ἀδελφῶν ἡμῶν.
5:33 ϗ ἐξῆλϑεν ἐν τϱισὶν ἀϱχαῖς ἐξόϖισϑεν αὐτῶν, ϗ ἐσάλϖισαν ταῖς σάλϖιγξιν ϗ ἐϐόησαν ἐν ϖϱοσευχῇ.
5:34 ϗ ἐϖέγνω ἡ ϖαϱεμϐολὴ Τιμοϑέȣ ὅτι Μαϰϰαϐαῖός ἐϛιν, ϗ ἔφυγον ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃, ϗ ἐϖάταξεν αὐτȣ̀ς ϖληγὴν μεγάλην, ϗ ἔϖεσον ἐξ αὐτῶν ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ εἰς ὀϰταϰισχιλίȣς ἄνδϱας.
5:35 ϗ ἀϖέϰλινεν εἰς Αλεμα ϗ ἐϖολέμησεν αὐτὴν ϗ ϰατελάϐετο αὐτὴν ϗ ἀϖέϰτεινεν ϖᾶν ἀϱσενιϰὸν αὐτῆς ϗ ἔλαϐεν τὰ σϰῦλα αὐτῆς ϗ ἐνέϖϱησεν αὐτὴν ἐν ϖυϱί.
5:36 ἐϰεῖϑεν ἀϖῆϱεν ϗ ϖϱοϰατελάϐετο τὴν Χασφω, Μαϰεδ ϗ Βοσοϱ ϗ τὰς λοιϖὰς ϖόλεις τῆς Γαλααδίτιδος.
5:37 μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόϑεος ϖαϱεμϐολὴν ἄλλην ϗ ϖαϱενέϐαλεν ϰατὰ ϖϱόσωϖον Ραφων ἐϰ ϖέϱαν τȣ̃ χειμάϱϱȣ.
5:38 ϗ ἀϖέϛειλεν Ιȣδας ϰατασϰοϖεῦσαι τὴν ϖαϱεμϐολήν, ϗ ἀϖήγγειλαν αὐτῷ λέγοντες Ἐϖισυνηγμένα εἰσὶν ϖϱὸς αὐτὸν ϖάντα τὰ ἔϑνη τὰ ϰύϰλῳ ἡμῶν, δύναμις ϖολλὴ σφόδϱα·
5:39 ϗ Ἄϱαϐας μεμίσϑωνται εἰς ϐοήϑειαν αὐτοῖς ϗ ϖαϱεμϐάλλȣσιν ϖέϱαν τȣ̃ χειμάϱϱȣ ἕτοιμοι τȣ̃ ἐλϑεῖν ἐϖὶ σὲ εἰς ϖόλεμον. ϗ ἐϖοϱεύϑη Ιȣδας εἰς συνάντησιν αὐτῶν.
5:40 ϗ εἶϖεν Τιμόϑεος τοῖς ἄϱχȣσιν τῆς δυνάμεως αὐτȣ̃ ἐν τῷ ἐγγίζειν Ιȣδαν ϗ τὴν ϖαϱεμϐολὴν αὐτȣ̃ ἐϖὶ τὸν χειμάϱϱȣν τȣ̃ ὕδατος Ἐὰν διαϐῇ ϖϱὸς ἡμᾶς ϖϱότεϱος, ȣ̓ δυνησόμεϑα ὑϖοϛῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται ϖϱὸς ἡμᾶς·
5:41 ἐὰν δὲ δειλανϑῇ ϗ ϖαϱεμϐάλῃ ϖέϱαν τȣ̃ ϖοταμȣ̃, διαϖεϱάσομεν ϖϱὸς αὐτὸν ϗ δυνησόμεϑα ϖϱὸς αὐτόν.
5:42 ὡς δὲ ἤγγισεν Ιȣδας ἐϖὶ τὸν χειμάϱϱȣν τȣ̃ ὕδατος, ἔϛησεν τȣ̀ς γϱαμματεῖς τȣ̃ λαȣ̃ ἐϖὶ τȣ̃ χειμάϱϱȣ ϗ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀφῆτε ϖάντα ἄνϑϱωϖον ϖαϱεμϐαλεῖν, ἀλλὰ ἐϱχέσϑωσαν ϖάντες εἰς τὸν ϖόλεμον.
5:43 ϗ διεϖέϱασεν ἐϖ’ αὐτȣ̀ς ϖϱότεϱος ϗ ϖᾶς ὁ λαὸς ὄϖισϑεν αὐτȣ̃, ϗ συνετϱίϐησαν ϖϱὸ ϖϱοσώϖȣ αὐτῶν ϖάντα τὰ ἔϑνη ϗ ἔϱϱιψαν τὰ ὅϖλα αὐτῶν ϗ ἔφυγον εἰς τὸ τέμενος Καϱναιν.
5:44 ϗ ϖϱοϰατελάϐοντο τὴν ϖόλιν ϗ τὸ τέμενος ἐνεϖύϱισαν ἐν ϖυϱὶ σὺν ϖᾶσιν τοῖς ἐν αὐτῷ· ϗ ἐτϱοϖώϑη Καϱναιν, ϗ ȣ̓ϰ ἠδύναντο ἔτι ὑϖοϛῆναι ϰατὰ ϖϱόσωϖον Ιȣδȣ.
5:45 ϗ συνήγαγεν Ιȣδας ϖάντα Ισϱαηλ τȣ̀ς ἐν τῇ Γαλααδίτιδι ἀϖὸ μιϰϱȣ̃ ἕως μεγάλȣ ϗ τὰς γυναῖϰας αὐτῶν ϗ τὰ τέϰνα αὐτῶν ϗ τὴν ἀϖοσϰευήν, ϖαϱεμϐολὴν μεγάλην σφόδϱα, ἐλϑεῖν εἰς γῆν Ιȣδα.
5:46 ϗ ἦλϑον ἕως Εφϱων, ϗ αὕτη ϖόλις μεγάλη ἐϖὶ τῆς ὁδȣ̃ ὀχυϱὰ σφόδϱα, ȣ̓ϰ ἦν ἐϰϰλῖναι ἀϖ’ αὐτῆς δεξιὰν ἢ ἀϱιϛεϱάν, ἀλλ’ ἢ διὰ μέσȣ αὐτῆς ϖοϱεύεσϑαι·
5:47 ϗ ἀϖέϰλεισαν αὐτȣ̀ς οἱ ἐϰ τῆς ϖόλεως ϗ ἐνέφϱαξαν τὰς ϖύλας λίϑοις.
5:48 ϗ ἀϖέϛειλεν ϖϱὸς αὐτȣ̀ς Ιȣδας λόγοις εἰϱηνιϰοῖς λέγων Διελευσόμεϑα διὰ τῆς γῆς σȣ τȣ̃ ἀϖελϑεῖν εἰς τὴν γῆν ἡμῶν, ϗ ȣ̓δεὶς ϰαϰοϖοιήσει ὑμᾶς, ϖλὴν τοῖς ϖοσὶν ϖαϱελευσόμεϑα. ϗ ȣ̓ϰ ἠϐȣ́λοντο ἀνοῖξαι αὐτῷ.
5:49 ϗ ἐϖέταξεν Ιȣδας ϰηϱύξαι ἐν τῇ ϖαϱεμϐολῇ τȣ̃ ϖαϱεμϐαλεῖν ἕϰαϛον ἐν ᾧ ἐϛιν τόϖῳ·
5:50 ϗ ϖαϱενέϐαλον οἱ ἄνδϱες τῆς δυνάμεως, ϗ ἐϖολέμησεν τὴν ϖόλιν ὅλην τὴν ἡμέϱαν ἐϰείνην ϗ ὅλην τὴν νύϰτα, ϗ ϖαϱεδόϑη ἡ ϖόλις ἐν χειϱὶ αὐτȣ̃.
5:51 ϗ ἀϖώλεσεν ϖᾶν ἀϱσενιϰὸν ἐν ϛόματι ῥομφαίας ϗ ἐξεϱϱίζωσεν αὐτὴν ϗ ἔλαϐεν τὰ σϰῦλα αὐτῆς ϗ διῆλϑεν διὰ τῆς ϖόλεως ἐϖάνω τῶν ἀϖεϰταμμένων.
5:52 ϗ διέϐησαν τὸν Ιοϱδάνην εἰς τὸ ϖεδίον τὸ μέγα ϰατὰ ϖϱόσωϖον Βαιϑσαν.
5:53 ϗ ἦν Ιȣδας ἐϖισυνάγων τȣ̀ς ἐσχατίζοντας ϗ ϖαϱαϰαλῶν τὸν λαὸν ϰατὰ ϖᾶσαν τὴν ὁδόν, ἕως ἦλϑεν εἰς γῆν Ιȣδα.
5:54 ϗ ἀνέϐησαν εἰς ὄϱος Σιων ἐν εὐφϱοσύνῃ ϗ χαϱᾷ ϗ ϖϱοσήγαγον ὁλοϰαυτώματα, ὅτι ȣ̓ϰ ἔϖεσεν ἐξ αὐτῶν ȣ̓ϑεὶς ἕως τȣ̃ ἐϖιϛϱέψαι ἐν εἰϱήνῃ.
5:55 Ϗ ἐν ταῖς ἡμέϱαις, ἐν αἷς ἦν Ιȣδας ϗ Ιωναϑαν ἐν γῇ Γαλααδ ϗ Σιμων ὁ ἀδελφὸς αὐτȣ̃ ἐν τῇ Γαλιλαίᾳ ϰατὰ ϖϱόσωϖον Πτολεμαίδος,
5:56 ἤϰȣσεν Ιωσηφ ὁ τȣ̃ Ζαχαϱιȣ ϗ Αζαϱιας ἄϱχοντες τῆς δυνάμεως τῶν ἀνδϱαγαϑιῶν ϗ τȣ̃ ϖολέμȣ, οἷα ἐϖοίησαν,
5:57 ϗ εἶϖον Ποιήσωμεν ϗ αὐτοὶ ἑαυτοῖς ὄνομα ϗ ϖοϱευϑῶμεν ϖολεμῆσαι ϖϱὸς τὰ ἔϑνη τὰ ϰύϰλῳ ἡμῶν.
5:58 ϗ ϖαϱήγγειλεν τοῖς ἀϖὸ τῆς δυνάμεως τῆς μετ’ αὐτῶν, ϗ ἐϖοϱεύϑησαν ἐϖὶ Ιάμνειαν.
5:59 ϗ ἐξῆλϑεν Γοϱγίας ἐϰ τῆς ϖόλεως ϗ οἱ ἄνδϱες αὐτȣ̃ εἰς συνάντησιν αὐτοῖς εἰς ϖόλεμον.
5:60 ϗ ἐτϱοϖώϑη Ιωσηϖος ϗ Αζαϱιας, ϗ ἐδιώχϑησαν ἕως τῶν ὁϱίων τῆς Ιȣδαίας, ϗ ἔϖεσον ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἐϰ τȣ̃ λαȣ̃ Ισϱαηλ εἰς δισχιλίȣς ἄνδϱας.
5:61 ϗ ἐγενήϑη τϱοϖὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι ȣ̓ϰ ἤϰȣσαν Ιȣδȣ ϗ τῶν ἀδελφῶν αὐτȣ̃ οἰόμενοι ἀνδϱαγαϑῆσαι·
5:62 αὐτοὶ δὲ ȣ̓ϰ ἦσαν ἐϰ τȣ̃ σϖέϱματος τῶν ἀνδϱῶν ἐϰείνων, οἷς ἐδόϑη σωτηϱία Ισϱαηλ διὰ χειϱὸς αὐτῶν.
5:63 Ϗ ὁ ἀνὴϱ Ιȣδας ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ἐδοξάσϑησαν σφόδϱα ἔναντι ϖαντὸς Ισϱαηλ ϗ τῶν ἐϑνῶν ϖάντων, ȣ̔͂ ἠϰȣ́ετο τὸ ὄνομα αὐτῶν·
5:64 ϗ ἐϖισυνήγοντο ϖϱὸς αὐτȣ̀ς εὐφημȣ̃ντες.
5:65 ϗ ἐξῆλϑεν Ιȣδας ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ ἐϖολέμȣν τȣ̀ς υἱȣ̀ς Ησαυ ἐν τῇ γῇ τῇ ϖϱὸς νότον ϗ ἐϖάταξεν τὴν Χεϐϱων ϗ τὰς ϑυγατέϱας αὐτῆς ϗ ϰαϑεῖλεν τὰ ὀχυϱώματα αὐτῆς ϗ τȣ̀ς ϖύϱγȣς αὐτῆς ἐνεϖύϱισεν ϰυϰλόϑεν.
5:66 ϗ ἀϖῆϱεν τȣ̃ ϖοϱευϑῆναι εἰς γῆν ἀλλοφύλων ϗ διεϖοϱεύετο τὴν Μαϱισαν.
5:67 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϖεσον ἱεϱεῖς ἐν ϖολέμῳ ϐȣλόμενοι ἀνδϱαγαϑῆσαι ἐν τῷ αὐτȣ̀ς ἐξελϑεῖν εἰς ϖόλεμον ἀϐȣλεύτως.
5:68 ϗ ἐξέϰλινεν Ιȣδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων ϗ ϰαϑεῖλεν τȣ̀ς ϐωμȣ̀ς αὐτῶν ϗ τὰ γλυϖτὰ τῶν ϑεῶν αὐτῶν ϰατέϰαυσεν ϖυϱὶ ϗ ἐσϰύλευσεν τὰ σϰῦλα τῶν ϖόλεων ϗ ἐϖέϛϱεψεν εἰς γῆν Ιȣδα.
6:1 Ϗ ὁ ϐασιλεὺς Ἀντίοχος διεϖοϱεύετο τὰς ἐϖάνω χώϱας ϗ ἤϰȣσεν ὅτι ἐϛὶν Ἐλυμαὶς ἐν τῇ Πεϱσίδι ϖόλις ἔνδοξος ϖλȣ́τῳ, ἀϱγυϱίῳ ϗ χϱυσίῳ·
6:2 ϗ τὸ ἱεϱὸν τὸ ἐν αὐτῇ ϖλȣ́σιον σφόδϱα, ϗ ἐϰεῖ ϰαλύμματα χϱυσᾶ ϗ ϑώϱαϰες ϗ ὅϖλα, ἃ ϰατέλιϖεν ἐϰεῖ Ἀλέξανδϱος ὁ τȣ̃ Φιλίϖϖȣ ὁ ϐασιλεὺς ὁ Μαϰεδών, ὃς ἐϐασίλευσεν ϖϱῶτος ἐν τοῖς Ἕλλησι.
6:3 ϗ ἦλϑεν ϗ ἐζήτει ϰαταλαϐέσϑαι τὴν ϖόλιν ϗ ϖϱονομεῦσαι αὐτήν, ϗ ȣ̓ϰ ἠδυνάσϑη, ὅτι ἐγνώσϑη ὁ λόγος τοῖς ἐϰ τῆς ϖόλεως,
6:4 ϗ ἀντέϛησαν αὐτῷ εἰς ϖόλεμον, ϗ ἔφυγεν ϗ ἀϖῆϱεν ἐϰεῖϑεν μετὰ λύϖης μεγάλης ἀϖοϛϱέψαι εἰς Βαϐυλῶνα.
6:5 ϗ ἦλϑέν τις ἀϖαγγέλλων αὐτῷ εἰς τὴν Πεϱσίδα ὅτι τετϱόϖωνται αἱ ϖαϱεμϐολαὶ αἱ ϖοϱευϑεῖσαι εἰς γῆν Ιȣδα,
6:6 ϗ ἐϖοϱεύϑη Λυσίας δυνάμει ἰσχυϱᾷ ἐν ϖϱώτοις ϗ ἐνετϱάϖη ἀϖὸ ϖϱοσώϖȣ αὐτῶν, ϗ ἐϖίσχυσαν ὅϖλοις ϗ δυνάμει ϗ σϰύλοις ϖολλοῖς, οἷς ἔλαϐον ἀϖὸ τῶν ϖαϱεμϐολῶν, ὧν ἐξέϰοψαν,
6:7 ϗ ϰαϑεῖλον τὸ ϐδέλυγμα, ὃ ᾠϰοδόμησεν ἐϖὶ τὸ ϑυσιαϛήϱιον τὸ ἐν Ιεϱȣσαλημ, ϗ τὸ ἁγίασμα ϰαϑὼς τὸ ϖϱότεϱον ἐϰύϰλωσαν τείχεσιν ὑψηλοῖς ϗ τὴν Βαιϑσȣϱαν ϖόλιν αὐτȣ̃.
6:8 ϗ ἐγένετο ὡς ἤϰȣσεν ὁ ϐασιλεὺς τȣ̀ς λόγȣς τȣ́τȣς, ἐϑαμϐήϑη ϗ ἐσαλεύϑη σφόδϱα ϗ ἔϖεσεν ἐϖὶ τὴν ϰοίτην ϗ ἐνέϖεσεν εἰς ἀϱϱωϛίαν ἀϖὸ τῆς λύϖης, ὅτι ȣ̓ϰ ἐγένετο αὐτῷ ϰαϑὼς ἐνεϑυμεῖτο.
6:9 ϗ ἦν ἐϰεῖ ἡμέϱας ϖλείȣς, ὅτι ἀνεϰαινίσϑη ἐϖ’ αὐτὸν λύϖη μεγάλη, ϗ ἐλογίσατο ὅτι ἀϖοϑνῄσϰει.
6:10 ϗ ἐϰάλεσεν ϖάντας τȣ̀ς φίλȣς αὐτȣ̃ ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Ἀφίϛαται ὁ ὕϖνος ἀϖὸ τῶν ὀφϑαλμῶν μȣ, ϗ συμϖέϖτωϰα τῇ ϰαϱδίᾳ ἀϖὸ τῆς μεϱίμνης,
6:11 ϗ εἶϖα τῇ ϰαϱδίᾳ Ἕως τίνος ϑλίψεως ἦλϑα ϗ ϰλύδωνος μεγάλȣ, ἐν ᾧ νῦν εἰμι; ὅτι χϱηϛὸς ϗ ἀγαϖώμενος ἤμην ἐν τῇ ἐξȣσίᾳ μȣ.
6:12 νῦν δὲ μιμνῄσϰομαι τῶν ϰαϰῶν, ὧν ἐϖοίησα ἐν Ιεϱȣσαλημ ϗ ἔλαϐον ϖάντα τὰ σϰεύη τὰ ἀϱγυϱᾶ ϗ τὰ χϱυσᾶ τὰ ἐν αὐτῇ ϗ ἐξαϖέϛειλα ἐξᾶϱαι τȣ̀ς ϰατοιϰȣ̃ντας Ιȣδα διὰ ϰενῆς.
6:13 ἔγνων ὅτι χάϱιν τȣ́των εὗϱέν με τὰ ϰαϰὰ ταῦτα· ϗ ἰδȣ̀ ἀϖόλλυμαι λύϖῃ μεγάλῃ ἐν γῇ ἀλλοτϱίᾳ.
6:14 ϗ ἐϰάλεσεν Φίλιϖϖον ἕνα τῶν φίλων αὐτȣ̃ ϗ ϰατέϛησεν αὐτὸν ἐϖὶ ϖάσης τῆς ϐασιλείας αὐτȣ̃·
6:15 ϗ ἔδωϰεν αὐτῷ τὸ διάδημα ϗ τὴν ϛολὴν αὐτȣ̃ ϗ τὸν δαϰτύλιον τȣ̃ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτȣ̃ ϗ ἐϰϑϱέψαι αὐτὸν τȣ̃ ϐασιλεύειν.
6:16 ϗ ἀϖέϑανεν ἐϰεῖ Ἀντίοχος ὁ ϐασιλεὺς ἔτȣς ἐνάτȣ ϗ τεσσαϱαϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃.
6:17 ϗ ἐϖέγνω Λυσίας ὅτι τέϑνηϰεν ὁ ϐασιλεύς, ϗ ϰατέϛησεν ϐασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτȣ̃, ὃν ἐξέϑϱεψεν νεώτεϱον, ϗ ἐϰάλεσεν τὸ ὄνομα αὐτȣ̃ Εὐϖάτωϱ.
6:18 Ϗ οἱ ἐϰ τῆς ἄϰϱας ἦσαν συγϰλείοντες τὸν Ισϱαηλ ϰύϰλῳ τῶν ἁγίων ϗ ζητȣ̃ντες ϰαϰὰ δι’ ὅλȣ ϗ ϛήϱιγμα τοῖς ἔϑνεσιν.
6:19 ϗ ἐλογίσατο Ιȣδας ἐξᾶϱαι αὐτȣ̀ς ϗ ἐξεϰϰλησίασε ϖάντα τὸν λαὸν τȣ̃ ϖεϱιϰαϑίσαι ἐϖ’ αὐτȣ́ς·
6:20 ϗ συνήχϑησαν ἅμα ϗ ϖεϱιεϰάϑισαν ἐϖ’ αὐτὴν ἔτȣς ϖεντηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃, ϗ ἐϖοίησεν ϐελοϛάσεις ϗ μηχανάς.
6:21 ϗ ἐξῆλϑον ἐξ αὐτῶν ἐϰ τȣ̃ συγϰλεισμȣ̃, ϗ ἐϰολλήϑησαν αὐτοῖς τινες τῶν ἀσεϐῶν ἐξ Ισϱαηλ,
6:22 ϗ ἐϖοϱεύϑησαν ϖϱὸς τὸν ϐασιλέα ϗ εἶϖον Ἕως ϖότε ȣ̓ ϖοιήσῃ ϰϱίσιν ϗ ἐϰδιϰήσεις τȣ̀ς ἀδελφȣ̀ς ἡμῶν;
6:23 ἡμεῖς εὐδοϰȣ̃μεν δȣλεύειν τῷ ϖατϱί σȣ ϗ ϖοϱεύεσϑαι τοῖς ὑϖ’ αὐτȣ̃ λεγομένοις ϗ ϰαταϰολȣϑεῖν τοῖς ϖϱοϛάγμασιν αὐτȣ̃.
6:24 ϗ ϖεϱιεϰάϑηντο ἐϖ’ αὐτὴν οἱ υἱοὶ τȣ̃ λαȣ̃ ἡμῶν χάϱιν τȣ́τȣ ϗ ἠλλοτϱιȣ̃ντο ἀφ’ ἡμῶν· ϖλὴν ὅσοι εὑϱίσϰοντο ἐξ ἡμῶν, ἐϑανατȣ̃ντο, ϗ αἱ ϰληϱονομίαι ἡμῶν διηϱϖάζοντο.
6:25 ϗ ȣ̓ϰ ἐφ’ ἡμᾶς μόνον ἐξέτειναν χεῖϱα, ἀλλὰ ϗ ἐϖὶ ϖάντα τὰ ὅϱια αὐτῶν·
6:26 ϗ ἰδȣ̀ ϖαϱεμϐεϐλήϰασι σήμεϱον ἐϖὶ τὴν ἄϰϱαν ἐν Ιεϱȣσαλημ τȣ̃ ϰαταλαϐέσϑαι αὐτήν· ϗ τὸ ἁγίασμα ϗ τὴν Βαιϑσȣϱαν ὠχύϱωσαν·
6:27 ϗ ἐὰν μὴ ϖϱοϰαταλάϐῃ αὐτȣ̀ς διὰ τάχȣς, μείζονα τȣ́των ϖοιήσȣσιν, ϗ ȣ̓ δυνήσῃ τȣ̃ ϰατασχεῖν αὐτῶν.
6:28 Ϗ ὠϱγίσϑη ὁ ϐασιλεύς, ὅτε ἤϰȣσεν, ϗ συνήγαγεν ϖάντας τȣ̀ς φίλȣς αὐτȣ̃ ἄϱχοντας δυνάμεως αὐτȣ̃ ϗ τȣ̀ς ἐϖὶ τῶν ἡνιῶν·
6:29 ϗ ἀϖὸ ϐασιλειῶν ἑτέϱων ϗ ἀϖὸ νήσων ϑαλασσῶν ἦλϑον ϖϱὸς αὐτὸν δυνάμεις μισϑωταί·
6:30 ϗ ἦν ὁ ἀϱιϑμὸς τῶν δυνάμεων αὐτȣ̃ ἑϰατὸν χιλιάδες ϖεζῶν ϗ εἴϰοσι χιλιάδες ἱϖϖέων ϗ ἐλέφαντες δύο ϗ τϱιάϰοντα εἰδότες ϖόλεμον.
6:31 ϗ ἦλϑον διὰ τῆς Ιδȣμαίας ϗ ϖαϱενέϐαλον ἐϖὶ Βαιϑσȣϱαν ϗ ἐϖολέμησαν ἡμέϱας ϖολλὰς ϗ ἐϖοίησαν μηχανάς· ϗ ἐξῆλϑον ϗ ἐνεϖύϱισαν αὐτὰς ϖυϱὶ ϗ ἐϖολέμησαν ἀνδϱωδῶς.
6:32 ϗ ἀϖῆϱεν Ιȣδας ἀϖὸ τῆς ἄϰϱας ϗ ϖαϱενέϐαλεν εἰς Βαιϑζαχαϱια ἀϖέναντι τῆς ϖαϱεμϐολῆς τȣ̃ ϐασιλέως.
6:33 ϗ ὤϱϑϱισεν ὁ ϐασιλεὺς τὸ ϖϱωῒ ϗ ἀϖῆϱεν τὴν ϖαϱεμϐολὴν ἐν ὁϱμήματι αὐτῆς ϰατὰ τὴν ὁδὸν Βαιϑζαχαϱια, ϗ διεσϰευάσϑησαν αἱ δυνάμεις εἰς τὸν ϖόλεμον ϗ ἐσάλϖισαν ταῖς σάλϖιγξιν.
6:34 ϗ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα ϛαφυλῆς ϗ μόϱων τȣ̃ ϖαϱαϛῆσαι αὐτȣ̀ς εἰς τὸν ϖόλεμον.
6:35 ϗ διεῖλον τὰ ϑηϱία εἰς τὰς φάλαγγας ϗ ϖαϱέϛησαν ἑϰάϛῳ ἐλέφαντι χιλίȣς ἄνδϱας τεϑωϱαϰισμένȣς ἐν ἁλυσιδωτοῖς, ϗ ϖεϱιϰεφαλαῖαι χαλϰαῖ ἐϖὶ τῶν ϰεφαλῶν αὐτῶν, ϗ ϖενταϰοσία ἵϖϖος διατεταγμένη ἑϰάϛῳ ϑηϱίῳ ἐϰλελεγμένη·
6:36 ȣ̔͂τοι ϖϱὸ ϰαιϱȣ̃ ȣ̔͂ ἂν ᾖ τὸ ϑηϱίον ἦσαν ϗ ȣ̔͂ ἐὰν ἐϖοϱεύετο ἐϖοϱεύοντο ἅμα, ȣ̓ϰ ἀφίϛαντο ἀϖ’ αὐτȣ̃.
6:37 ϗ ϖύϱγοι ξύλινοι ἐϖ’ αὐτȣ̀ς ὀχυϱοὶ σϰεϖαζόμενοι ἐφ’ ἑϰάϛȣ ϑηϱίȣ ἐζωσμένοι ἐϖ’ αὐτȣ̃ μηχαναῖς, ϗ ἐφ’ ἑϰάϛȣ ἄνδϱες δυνάμεως τέσσαϱες οἱ ϖολεμȣ̃ντες ἐϖ’ αὐτοῖς ϗ ὁ Ἰνδὸς αὐτȣ̃.
6:38 ϗ τὴν ἐϖίλοιϖον ἵϖϖον ἔνϑεν ϗ ἔνϑεν ἔϛησεν ἐϖὶ τὰ δύο μέϱη τῆς ϖαϱεμϐολῆς, ϰατασείοντες ϗ ϰαταφϱασσόμενοι ἐν ταῖς φάλαγξιν.
6:39 ὡς δὲ ἔϛιλϐεν ὁ ἥλιος ἐϖὶ τὰς χϱυσᾶς ϗ χαλϰᾶς ἀσϖίδας, ἔϛιλϐεν τὰ ὄϱη ἀϖ’ αὐτῶν ϗ ϰατηύγαζεν ὡς λαμϖάδες ϖυϱός.
6:40 ϗ ἐξετάϑη μέϱος τι τῆς ϖαϱεμϐολῆς τȣ̃ ϐασιλέως ἐϖὶ τὰ ὑψηλὰ ὄϱη ϰαί τινες ἐϖὶ τὰ ταϖεινά· ϗ ἤϱχοντο ἀσφαλῶς ϗ τεταγμένως.
6:41 ϗ ἐσαλεύοντο ϖάντες οἱ ἀϰȣ́οντες φωνῆς ϖλήϑȣς αὐτῶν ϗ ὁδοιϖοϱίας τȣ̃ ϖλήϑȣς ϗ συγϰϱȣσμȣ̃ τῶν ὅϖλων· ἦν γὰϱ ἡ ϖαϱεμϐολὴ μεγάλη σφόδϱα ϗ ἰσχυϱά.
6:42 ϗ ἤγγισεν Ιȣδας ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ εἰς ϖαϱάταξιν, ϗ ἔϖεσον ἀϖὸ τῆς ϖαϱεμϐολῆς τȣ̃ ϐασιλέως ἑξαϰόσιοι ἄνδϱες.
6:43 ϗ εἶδεν Ελεαζαϱος ὁ Αυαϱαν ἓν τῶν ϑηϱίων τεϑωϱαϰισμένον ϑώϱαξιν ϐασιλιϰοῖς, ϗ ἦν ὑϖεϱάγον ϖάντα τὰ ϑηϱία, ϗ ᾠήϑη ὅτι ἐν αὐτῷ ἐϛιν ὁ ϐασιλεύς·
6:44 ϗ ἔδωϰεν ἑαυτὸν τȣ̃ σῶσαι τὸν λαὸν αὐτȣ̃ ϗ ϖεϱιϖοιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον·
6:45 ϗ ἐϖέδϱαμεν αὐτῷ ϑϱάσει εἰς μέσον τῆς φάλαγγος ϗ ἐϑανάτȣ δεξιὰ ϗ εὐώνυμα, ϗ ἐσχίζοντο ἀϖ’ αὐτȣ̃ ἔνϑα ϗ ἔνϑα·
6:46 ϗ εἰσέδυ ὑϖὸ τὸν ἐλέφαντα ϗ ὑϖέϑηϰεν αὐτῷ ϗ ἀνεῖλεν αὐτόν, ϗ ἔϖεσεν ἐϖὶ τὴν γῆν ἐϖάνω αὐτȣ̃, ϗ ἀϖέϑανεν ἐϰεῖ.
6:47 ϗ εἶδον τὴν ἰσχὺν τῆς ϐασιλείας ϗ τὸ ὅϱμημα τῶν δυνάμεων ϗ ἐξέϰλιναν ἀϖ’ αὐτῶν.
6:48 Οἱ δὲ ἐϰ τῆς ϖαϱεμϐολῆς τȣ̃ ϐασιλέως ἀνέϐαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιεϱȣσαλημ, ϗ ϖαϱενέϐαλεν ὁ ϐασιλεὺς εἰς τὴν Ιȣδαίαν ϗ εἰς τὸ ὄϱος Σιων.
6:49 ϗ ἐϖοίησεν εἰϱήνην μετὰ τῶν ἐϰ Βαιϑσȣϱων, ϗ ἐξῆλϑον ἐϰ τῆς ϖόλεως, ὅτι ȣ̓ϰ ἦν αὐτοῖς ἐϰεῖ διατϱοφὴ τȣ̃ συγϰεϰλεῖσϑαι ἐν αὐτῇ, ὅτι σάϐϐατον ἦν τῇ γῇ·
6:50 ϗ ϰατελάϐετο ὁ ϐασιλεὺς τὴν Βαιϑσȣϱαν ϗ ἀϖέταξεν ἐϰεῖ φϱȣϱὰν τηϱεῖν αὐτήν.
6:51 ϗ ϖαϱενέϐαλεν ἐϖὶ τὸ ἁγίασμα ἡμέϱας ϖολλὰς ϗ ἔϛησεν ἐϰεῖ ϐελοϛάσεις ϗ μηχανὰς ϗ ϖυϱοϐόλα ϗ λιϑοϐόλα ϗ σϰοϱϖίδια εἰς τὸ ϐάλλεσϑαι ϐέλη ϗ σφενδόνας.
6:52 ϗ ἐϖοίησαν ϗ αὐτοὶ μηχανὰς ϖϱὸς τὰς μηχανὰς αὐτῶν ϗ ἐϖολέμησαν ἡμέϱας ϖολλάς.
6:53 ϐϱώματα δὲ ȣ̓ϰ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕϐδομον ἔτος εἶναι, ϗ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιȣδαίαν ἀϖὸ τῶν ἐϑνῶν ϰατέφαγον τὸ ὑϖόλειμμα τῆς ϖαϱαϑέσεως.
6:54 ϗ ὑϖελείφϑησαν ἐν τοῖς ἁγίοις ἄνδϱες ὀλίγοι, ὅτι ϰατεϰϱάτησεν αὐτῶν ὁ λιμός, ϗ ἐσϰοϱϖίσϑησαν ἕϰαϛος εἰς τὸν τόϖον αὐτȣ̃.
6:55 Ϗ ἤϰȣσεν Λυσίας ὅτι Φίλιϖϖος, ὃν ϰατέϛησεν ὁ ϐασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτȣ̃ ἐϰϑϱέψαι Ἀντίοχον τὸν υἱὸν αὐτȣ̃ εἰς τὸ ϐασιλεῦσαι αὐτόν,
6:56 ἀϖέϛϱεψεν ἀϖὸ τῆς Πεϱσίδος ϗ Μηδίας ϗ αἱ δυνάμεις αἱ ϖοϱευϑεῖσαι μετὰ τȣ̃ ϐασιλέως μετ’ αὐτȣ̃, ϗ ὅτι ζητεῖ ϖαϱαλαϐεῖν τὰ τῶν ϖϱαγμάτων.
6:57 ϗ ϰατέσϖευδεν ϗ ἐϖένευσεν τȣ̃ ἀϖελϑεῖν ϗ εἶϖεν ϖϱὸς τὸν ϐασιλέα ϗ τȣ̀ς ἡγεμόνας τῆς δυνάμεως ϗ τȣ̀ς ἄνδϱας Ἐϰλείϖομεν ϰαϑ’ ἡμέϱαν, ϗ ἡ τϱοφὴ ἡμῖν ὀλίγη, ϗ ὁ τόϖος ȣ̔͂ ϖαϱεμϐάλλομέν ἐϛιν ὀχυϱός, ϗ ἐϖίϰειται ἡμῖν τὰ τῆς ϐασιλείας·
6:58 νῦν ȣ̓͂ν δῶμεν δεξιὰς τοῖς ἀνϑϱώϖοις τȣ́τοις ϗ ϖοιήσωμεν μετ’ αὐτῶν εἰϱήνην ϗ μετὰ ϖαντὸς ἔϑνȣς αὐτῶν
6:59 ϗ ϛήσωμεν αὐτοῖς τȣ̃ ϖοϱεύεσϑαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ ϖϱότεϱον· χάϱιν γὰϱ τῶν νομίμων αὐτῶν, ὧν διεσϰεδάσαμεν, ὠϱγίσϑησαν ϗ ἐϖοίησαν ταῦτα ϖάντα.
6:60 ϗ ἤϱεσεν ὁ λόγος ἐναντίον τȣ̃ ϐασιλέως ϗ τῶν ἀϱχόντων, ϗ ἀϖέϛειλεν ϖϱὸς αὐτȣ̀ς εἰϱηνεῦσαι, ϗ ἐϖεδέξαντο.
6:61 ϗ ὤμοσεν αὐτοῖς ὁ ϐασιλεὺς ϗ οἱ ἄϱχοντες· ἐϖὶ τȣ́τοις ἐξῆλϑον ἐϰ τȣ̃ ὀχυϱώματος.
6:62 ϗ εἰσῆλϑεν ὁ ϐασιλεὺς εἰς ὄϱος Σιων ϗ εἶδεν τὸ ὀχύϱωμα τȣ̃ τόϖȣ ϗ ἠϑέτησεν τὸν ὁϱϰισμόν, ὃν ὤμοσεν, ϗ ἐνετείλατο ϰαϑελεῖν τὸ τεῖχος ϰυϰλόϑεν.
6:63 ϗ ἀϖῆϱεν ϰατὰ σϖȣδὴν ϗ ἀϖέϛϱεψεν εἰς Ἀντιόχειαν ϗ εὗϱεν Φίλιϖϖον ϰυϱιεύοντα τῆς ϖόλεως ϗ ἐϖολέμησεν ϖϱὸς αὐτὸν ϗ ϰατελάϐετο τὴν ϖόλιν ϐίᾳ.
7:1 Ἔτȣς ἑνὸς ϗ ϖεντηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ἐξῆλϑεν Δημήτϱιος ὁ τȣ̃ Σελεύϰȣ ἐϰ Ῥώμης ϗ ἀνέϐη σὺν ἀνδϱάσιν ὀλίγοις εἰς ϖόλιν ϖαϱαϑαλασσίαν ϗ ἐϐασίλευσεν ἐϰεῖ.
7:2 ϗ ἐγένετο ὡς εἰσεϖοϱεύετο εἰς οἶϰον ϐασιλείας ϖατέϱων αὐτȣ̃, ϗ συνέλαϐον αἱ δυνάμεις τὸν Ἀντίοχον ϗ τὸν Λυσίαν ἀγαγεῖν αὐτȣ̀ς αὐτῷ.
7:3 ϗ ἐγνώσϑη αὐτῷ τὸ ϖϱᾶγμα, ϗ εἶϖεν Μή μοι δείξητε τὰ ϖϱόσωϖα αὐτῶν.
7:4 ϗ ἀϖέϰτειναν αὐτȣ̀ς αἱ δυνάμεις, ϗ ἐϰάϑισεν Δημήτϱιος ἐϖὶ ϑϱόνȣ ϐασιλείας αὐτȣ̃.
7:5 ϗ ἦλϑον ϖϱὸς αὐτὸν ϖάντες ἄνδϱες ἄνομοι ϗ ἀσεϐεῖς ἐξ Ισϱαηλ, ϗ Ἄλϰιμος ἡγεῖτο αὐτῶν ϐȣλόμενος ἱεϱατεύειν.
7:6 ϗ ϰατηγόϱησαν τȣ̃ λαȣ̃ ϖϱὸς τὸν ϐασιλέα λέγοντες Ἀϖώλεσεν Ιȣδας ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ϖάντας τȣ̀ς φίλȣς σȣ, ϗ ἡμᾶς ἐσϰόϱϖισεν ἀϖὸ τῆς γῆς ἡμῶν·
7:7 νῦν ȣ̓͂ν ἀϖόϛειλον ἄνδϱα, ᾧ ϖιϛεύεις, ϗ ϖοϱευϑεὶς ἰδέτω τὴν ἐξολέϑϱευσιν ϖᾶσαν, ἣν ἐϖοίησεν ἡμῖν ϗ τῇ χώϱᾳ τȣ̃ ϐασιλέως, ϗ ϰολασάτω αὐτȣ̀ς ϗ ϖάντας τȣ̀ς ἐϖιϐοηϑȣ̃ντας αὐτοῖς.
7:8 ϗ ἐϖέλεξεν ὁ ϐασιλεὺς τὸν Βαϰχίδην τῶν φίλων τȣ̃ ϐασιλέως ϰυϱιεύοντα ἐν τῷ ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ϗ μέγαν ἐν τῇ ϐασιλείᾳ ϗ ϖιϛὸν τῷ ϐασιλεῖ
7:9 ϗ ἀϖέϛειλεν αὐτὸν ϗ Ἄλϰιμον τὸν ἀσεϐῆ ϗ ἔϛησεν αὐτῷ τὴν ἱεϱωσύνην ϗ ἐνετείλατο αὐτῷ ϖοιῆσαι τὴν ἐϰδίϰησιν ἐν τοῖς υἱοῖς Ισϱαηλ.
7:10 ϗ ἀϖῇϱον ϗ ἦλϑον μετὰ δυνάμεως ϖολλῆς εἰς γῆν Ιȣδα· ϗ ἀϖέϛειλεν ἀγγέλȣς ϖϱὸς Ιȣδαν ϗ τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ λόγοις εἰϱηνιϰοῖς μετὰ δόλȣ.
7:11 ϗ ȣ̓ ϖϱοσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰϱ ὅτι ἦλϑαν μετὰ δυνάμεως ϖολλῆς.
7:12 ϗ ἐϖισυνήχϑησαν ϖϱὸς Ἄλϰιμον ϗ Βαϰχίδην συναγωγὴ γϱαμματέων ἐϰζητῆσαι δίϰαια,
7:13 ϗ ϖϱῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισϱαηλ ϗ ἐϖεζήτȣν ϖαϱ’ αὐτῶν εἰϱήνην·
7:14 εἶϖον γάϱ Ἄνϑϱωϖος ἱεϱεὺς ἐϰ σϖέϱματος Ααϱων ἦλϑεν ἐν ταῖς δυνάμεσιν ϗ ȣ̓ϰ ἀδιϰήσει ἡμᾶς.
7:15 ϗ ἐλάλησεν μετ’ αὐτῶν λόγȣς εἰϱηνιϰȣ̀ς ϗ ὤμοσεν αὐτοῖς λέγων Ȣ̓ϰ ἐϰζητήσομεν ὑμῖν ϰαϰὸν ϗ τοῖς φίλοις ὑμῶν.
7:16 ϗ ἐνεϖίϛευσαν αὐτῷ· ϗ συνέλαϐεν ἐξ αὐτῶν ἑξήϰοντα ἄνδϱας ϗ ἀϖέϰτεινεν αὐτȣ̀ς ἐν ἡμέϱᾳ μιᾷ ϰατὰ τὸν λόγον, ὃν ἔγϱαψεν αὐτόν
7:17 Σάϱϰας ὁσίων σȣ ϗ αἷμα αὐτῶν ἐξέχεαν ϰύϰλῳ Ιεϱȣσαλημ, ϗ ȣ̓ϰ ἦν αὐτοῖς ὁ ϑάϖτων.
7:18 ϗ ἐϖέϖεσεν αὐτῶν ὁ φόϐος ϗ ὁ τϱόμος εἰς ϖάντα τὸν λαόν, ὅτι εἶϖον Ȣ̓ϰ ἔϛιν ἐν αὐτοῖς ἀλήϑεια ϗ ϰϱίσις, ϖαϱέϐησαν γὰϱ τὴν ϛάσιν ϗ τὸν ὅϱϰον, ὃν ὤμοσαν.
7:19 ϗ ἀϖῆϱεν Βαϰχίδης ἀϖὸ Ιεϱȣσαλημ ϗ ϖαϱενέϐαλεν ἐν Βηϑζαιϑ ϗ ἀϖέϛειλεν ϗ συνέλαϐεν ϖολλȣ̀ς ἀϖὸ τῶν μετ’ αὐτȣ̃ αὐτομολησάντων ἀνδϱῶν ϰαί τινας τȣ̃ λαȣ̃ ϗ ἔϑυσεν αὐτȣ̀ς εἰς τὸ φϱέαϱ τὸ μέγα.
7:20 ϗ ϰατέϛησεν τὴν χώϱαν τῷ Ἀλϰίμῳ ϗ ἀφῆϰεν μετ’ αὐτȣ̃ δύναμιν τȣ̃ ϐοηϑεῖν αὐτῷ· ϗ ἀϖῆλϑεν Βαϰχίδης ϖϱὸς τὸν ϐασιλέα.
7:21 ϗ ἠγωνίσατο Ἄλϰιμος ϖεϱὶ τῆς ἀϱχιεϱωσύνης,
7:22 ϗ συνήχϑησαν ϖϱὸς αὐτὸν ϖάντες οἱ ταϱάσσοντες τὸν λαὸν αὐτῶν ϗ ϰατεϰϱάτησαν γῆν Ιȣδα ϗ ἐϖοίησαν ϖληγὴν μεγάλην ἐν Ισϱαηλ.
7:23 ϗ εἶδεν Ιȣδας ϖᾶσαν τὴν ϰαϰίαν, ἣν ἐϖοίησεν Ἄλϰιμος ϗ οἱ μετ’ αὐτȣ̃ ἐν υἱοῖς Ισϱαηλ ὑϖὲϱ τὰ ἔϑνη,
7:24 ϗ ἐξῆλϑεν εἰς ϖάντα τὰ ὅϱια τῆς Ιȣδαίας ϰυϰλόϑεν ϗ ἐϖοίησεν ἐϰδίϰησιν ἐν τοῖς ἀνδϱάσιν τοῖς αὐτομολήσασιν, ϗ ἀνεϛάλησαν τȣ̃ ἐϰϖοϱεύεσϑαι εἰς τὴν χώϱαν.
7:25 ὡς δὲ εἶδεν Ἄλϰιμος ὅτι ἐνίσχυσεν Ιȣδας ϗ οἱ μετ’ αὐτȣ̃, ϗ ἔγνω ὅτι ȣ̓ δύναται ὑϖοϛῆναι αὐτȣ́ς, ϗ ἐϖέϛϱεψεν ϖϱὸς τὸν ϐασιλέα ϗ ϰατηγόϱησεν αὐτῶν ϖονηϱά.
7:26 Ϗ ἀϖέϛειλεν ὁ ϐασιλεὺς Νιϰάνοϱα ἕνα τῶν ἀϱχόντων αὐτȣ̃ τῶν ἐνδόξων ϗ μισȣ̃ντα ϗ ἐχϑϱαίνοντα τῷ Ισϱαηλ ϗ ἐνετείλατο αὐτῷ ἐξᾶϱαι τὸν λαόν.
7:27 ϗ ἦλϑεν Νιϰάνωϱ εἰς Ιεϱȣσαλημ δυνάμει ϖολλῇ, ϗ ἀϖέϛειλεν ϖϱὸς Ιȣδαν ϗ τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ μετὰ δόλȣ λόγοις εἰϱηνιϰοῖς λέγων
7:28 Μὴ ἔϛω μάχη ἀνὰ μέσον ἐμȣ̃ ϗ ὑμῶν· ἥξω ἐν ἀνδϱάσιν ὀλίγοις, ἵνα ἴδω ὑμῶν τὰ ϖϱόσωϖα μετ’ εἰϱήνης.
7:29 ϗ ἦλϑεν ϖϱὸς Ιȣδαν, ϗ ἠσϖάσαντο ἀλλήλȣς εἰϱηνιϰῶς· ϗ οἱ ϖολέμιοι ἕτοιμοι ἦσαν ἐξαϱϖάσαι τὸν Ιȣδαν.
7:30 ϗ ἐγνώσϑη ὁ λόγος τῷ Ιȣδα ὅτι μετὰ δόλȣ ἦλϑεν ἐϖ’ αὐτόν, ϗ ἐϖτοήϑη ἀϖ’ αὐτȣ̃ ϗ ȣ̓ϰ ἐϐȣλήϑη ἔτι ἰδεῖν τὸ ϖϱόσωϖον αὐτȣ̃.
7:31 ϗ ἔγνω Νιϰάνωϱ ὅτι ἀϖεϰαλύφϑη ἡ ϐȣλὴ αὐτȣ̃, ϗ ἐξῆλϑεν εἰς συνάντησιν τῷ Ιȣδα ἐν ϖολέμῳ ϰατὰ Χαφαϱσαλαμα.
7:32 ϗ ἔϖεσον τῶν ϖαϱὰ Νιϰάνοϱος ὡσεὶ ϖενταϰόσιοι ἄνδϱες, ϗ ἔφυγον εἰς τὴν ϖόλιν Δαυιδ.
7:33 Ϗ μετὰ τȣ̀ς λόγȣς τȣ́τȣς ἀνέϐη Νιϰάνωϱ εἰς ὄϱος Σιων. ϗ ἐξῆλϑον ἀϖὸ τῶν ἱεϱέων ἐϰ τῶν ἁγίων ϗ ἀϖὸ τῶν ϖϱεσϐυτέϱων τȣ̃ λαȣ̃ ἀσϖάσασϑαι αὐτὸν εἰϱηνιϰῶς ϗ δεῖξαι αὐτῷ τὴν ὁλοϰαύτωσιν τὴν ϖϱοσφεϱομένην ὑϖὲϱ τȣ̃ ϐασιλέως.
7:34 ϗ ἐμυϰτήϱισεν αὐτȣ̀ς ϗ ϰατεγέλασεν αὐτῶν ϗ ἐμίανεν αὐτȣ̀ς ϗ ἐλάλησεν ὑϖεϱηφάνως·
7:35 ϗ ὤμοσεν μετὰ ϑυμȣ̃ λέγων Ἐὰν μὴ ϖαϱαδοϑῇ Ιȣδας ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ εἰς χεῖϱάς μȣ τὸ νῦν, ϗ ἔϛαι ἐὰν ἐϖιϛϱέψω ἐν εἰϱήνῃ, ἐμϖυϱιῶ τὸν οἶϰον τȣ̃τον. ϗ ἐξῆλϑεν μετὰ ϑυμȣ̃ μεγάλȣ.
7:36 ϗ εἰσῆλϑον οἱ ἱεϱεῖς ϗ ἔϛησαν ϰατὰ ϖϱόσωϖον τȣ̃ ϑυσιαϛηϱίȣ ϗ τȣ̃ ναȣ̃ ϗ ἔϰλαυσαν ϗ εἶϖον
7:37 Σὺ ἐξελέξω τὸν οἶϰον τȣ̃τον ἐϖιϰληϑῆναι τὸ ὄνομά σȣ ἐϖ’ αὐτȣ̃ εἶναι οἶϰον ϖϱοσευχῆς ϗ δεήσεως τῷ λαῷ σȣ·
7:38 ϖοίησον ἐϰδίϰησιν ἐν τῷ ἀνϑϱώϖῳ τȣ́τῳ ϗ ἐν τῇ ϖαϱεμϐολῇ αὐτȣ̃, ϗ ϖεσέτωσαν ἐν ῥομφαίᾳ· μνήσϑητι τῶν δυσφημιῶν αὐτῶν ϗ μὴ δῷς αὐτοῖς μονήν.
7:39 ϗ ἐξῆλϑεν Νιϰάνωϱ ἐξ Ιεϱȣσαλημ ϗ ϖαϱενέϐαλεν ἐν Βαιϑωϱων, ϗ συνήντησεν αὐτῷ δύναμις Συϱίας.
7:40 ϗ Ιȣδας ϖαϱενέϐαλεν ἐν Αδασα ἐν τϱισχιλίοις ἀνδϱάσιν· ϗ ϖϱοσηύξατο Ιȣδας ϗ εἶϖεν
7:41 Οἱ ϖαϱὰ τȣ̃ ϐασιλέως ὅτε ἐδυσφήμησαν, ἐξῆλϑεν ὁ ἄγγελός σȣ ϗ ἐϖάταξεν ἐν αὐτοῖς ἑϰατὸν ὀγδοήϰοντα ϖέντε χιλιάδας·
7:42 ȣ̔́τως σύντϱιψον τὴν ϖαϱεμϐολὴν ταύτην ἐνώϖιον ἡμῶν σήμεϱον, ϗ γνώτωσαν οἱ ἐϖίλοιϖοι ὅτι ϰαϰῶς ἐλάλησεν ἐϖὶ τὰ ἅγιά σȣ, ϗ ϰϱῖνον αὐτὸν ϰατὰ τὴν ϰαϰίαν αὐτȣ̃.
7:43 ϗ συνῆψαν αἱ ϖαϱεμϐολαὶ εἰς ϖόλεμον τῇ τϱισϰαιδεϰάτῃ τȣ̃ μηνὸς Αδαϱ, ϗ συνετϱίϐη ἡ ϖαϱεμϐολὴ Νιϰάνοϱος, ϗ ἔϖεσεν αὐτὸς ϖϱῶτος ἐν τῷ ϖολέμῳ.
7:44 ὡς δὲ εἶδεν ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ὅτι ἔϖεσεν Νιϰάνωϱ, ῥίψαντες τὰ ὅϖλα ἔφυγον.
7:45 ϗ ϰατεδίωϰον αὐτȣ̀ς ὁδὸν ἡμέϱας μιᾶς ἀϖὸ Αδασα ἕως τȣ̃ ἐλϑεῖν εἰς Γαζηϱα ϗ ἐσάλϖιζον ὀϖίσω αὐτῶν ταῖς σάλϖιγξιν τῶν σημασιῶν.
7:46 ϗ ἐξῆλϑον ἐϰ ϖασῶν τῶν ϰωμῶν τῆς Ιȣδαίας ϰυϰλόϑεν ϗ ὑϖεϱεϰέϱων αὐτȣ́ς, ϗ ἀϖέϛϱεφον ȣ̔͂τοι ϖϱὸς τȣ́τȣς, ϗ ἔϖεσον ϖάντες ῥομφαίᾳ, ϗ ȣ̓ ϰατελείφϑη ἐξ αὐτῶν ȣ̓δὲ εἷς.
7:47 ϗ ἔλαϐον τὰ σϰῦλα ϗ τὴν ϖϱονομήν, ϗ τὴν ϰεφαλὴν Νιϰάνοϱος ἀφεῖλον ϗ τὴν δεξιὰν αὐτȣ̃, ἣν ἐξέτεινεν ὑϖεϱηφάνως, ϗ ἤνεγϰαν ϗ ἐξέτειναν ϖαϱὰ τῇ Ιεϱȣσαλημ.
7:48 ϗ ηὐφϱάνϑη ὁ λαὸς σφόδϱα ϗ ἤγαγον τὴν ἡμέϱαν ἐϰείνην ἡμέϱαν εὐφϱοσύνης μεγάλην·
7:49 ϗ ἔϛησαν τȣ̃ ἄγειν ϰατ’ ἐνιαυτὸν τὴν ἡμέϱαν ταύτην τῇ τϱισϰαιδεϰάτῃ τȣ̃ Αδαϱ.
7:50 ϗ ἡσύχασεν ἡ γῆ Ιȣδα ἡμέϱας ὀλίγας.
8:1 Ϗ ἤϰȣσεν Ιȣδας τὸ ὄνομα τῶν Ῥωμαίων, ὅτι εἰσὶν δυνατοὶ ἰσχύι ϗ αὐτοὶ εὐδοϰȣ̃σιν ἐν ϖᾶσιν τοῖς ϖϱοϛιϑεμένοις αὐτοῖς, ϗ ὅσοι ἂν ϖϱοσέλϑωσιν αὐτοῖς, ἱϛῶσιν αὐτοῖς φιλίαν, ϗ ὅτι εἰσὶ δυνατοὶ ἰσχύι.
8:2 ϗ διηγήσαντο αὐτῷ τȣ̀ς ϖολέμȣς αὐτῶν ϗ τὰς ἀνδϱαγαϑίας, ἃς ϖοιȣ̃σιν ἐν τοῖς Γαλάταις, ϗ ὅτι ϰατεϰϱάτησαν αὐτῶν ϗ ἤγαγον αὐτȣ̀ς ὑϖὸ φόϱον,
8:3 ϗ ὅσα ἐϖοίησαν ἐν χώϱᾳ Σϖανίας τȣ̃ ϰαταϰϱατῆσαι τῶν μετάλλων τȣ̃ ἀϱγυϱίȣ ϗ τȣ̃ χϱυσίȣ τȣ̃ ἐϰεῖ·
8:4 ϗ ϰατεϰϱάτησαν τȣ̃ τόϖȣ ϖαντὸς τῇ ϐȣλῇ αὐτῶν ϗ τῇ μαϰϱοϑυμίᾳ, ϗ ὁ τόϖος ἦν ἀϖέχων μαϰϱὰν ἀϖ’ αὐτῶν σφόδϱα, ϗ τῶν ϐασιλέων τῶν ἐϖελϑόντων ἐϖ’ αὐτȣ̀ς ἀϖ’ ἄϰϱȣ τῆς γῆς, ἕως συνέτϱιψαν αὐτȣ̀ς ϗ ἐϖάταξαν ἐν αὐτοῖς ϖληγὴν μεγάλην, ϗ οἱ ἐϖίλοιϖοι διδόασιν αὐτοῖς φόϱον ϰατ’ ἐνιαυτόν·
8:5 ϗ τὸν Φίλιϖϖον ϗ τὸν Πεϱσέα Κιτιέων ϐασιλέα ϗ τȣ̀ς ἐϖηϱμένȣς ἐϖ’ αὐτȣ̀ς συνέτϱιψαν αὐτȣ̀ς ἐν ϖολέμῳ ϗ ϰατεϰϱάτησαν αὐτῶν·
8:6 ϗ Ἀντίοχον τὸν μέγαν ϐασιλέα τῆς Ἀσίας τὸν ϖοϱευϑέντα ἐϖ’ αὐτȣ̀ς εἰς ϖόλεμον ἔχοντα ἑϰατὸν εἴϰοσι ἐλέφαντας ϗ ἵϖϖον ϗ ἅϱματα ϗ δύναμιν ϖολλὴν σφόδϱα, ϗ συνετϱίϐη ὑϖ’ αὐτῶν,
8:7 ϗ ἔλαϐον αὐτὸν ζῶντα ϗ ἔϛησαν αὐτοῖς διδόναι αὐτόν τε ϗ τȣ̀ς ϐασιλεύοντας μετ’ αὐτὸν φόϱον μέγαν ϗ διδόναι ὅμηϱα ϗ διαϛολὴν
8:8 ϗ χώϱαν τὴν Ἰνδιϰὴν ϗ Μηδίαν ϗ Λυδίαν ἀϖὸ τῶν ϰαλλίϛων χωϱῶν αὐτῶν, ϗ λαϐόντες αὐτὰς ϖαϱ’ αὐτȣ̃ ἔδωϰαν αὐτὰς Εὐμένει τῷ ϐασιλεῖ·
8:9 ϗ ὅτι οἱ ἐϰ τῆς Ἑλλάδος ἐϐȣλεύσαντο ἐλϑεῖν ϗ ἐξᾶϱαι αὐτȣ́ς,
8:10 ϗ ἐγνώσϑη ὁ λόγος αὐτοῖς, ϗ ἀϖέϛειλαν ἐϖ’ αὐτȣ̀ς ϛϱατηγὸν ἕνα ϗ ἐϖολέμησαν ϖϱὸς αὐτȣ́ς, ϗ ἔϖεσον ἐξ αὐτῶν τϱαυματίαι ϖολλοί, ϗ ᾐχμαλώτισαν τὰς γυναῖϰας αὐτῶν ϗ τὰ τέϰνα αὐτῶν ϗ ἐϖϱονόμευσαν αὐτȣ̀ς ϗ ϰατεϰϱάτησαν τῆς γῆς ϗ ϰαϑεῖλον τὰ ὀχυϱώματα αὐτῶν ϗ ϰατεδȣλώσαντο αὐτȣ̀ς ἕως τῆς ἡμέϱας ταύτης·
8:11 ϗ τὰς ἐϖιλοίϖȣς ϐασιλείας ϗ τὰς νήσȣς, ὅσοι ϖοτὲ ἀντέϛησαν αὐτοῖς, ϰατέφϑειϱαν ϗ ἐδȣ́λωσαν αὐτȣ́ς, μετὰ δὲ τῶν φίλων αὐτῶν ϗ τῶν ἐϖαναϖαυομένων αὐτοῖς συνετήϱησαν φιλίαν·
8:12 ϗ ϰατεϰϱάτησαν τῶν ϐασιλέων τῶν ἐγγὺς ϗ τῶν μαϰϱάν, ϗ ὅσοι ἤϰȣον τὸ ὄνομα αὐτῶν, ἐφοϐȣ̃ντο ἀϖ’ αὐτῶν.
8:13 οἷς δ’ ἂν ϐȣ́λωνται ϐοηϑεῖν ϗ ϐασιλεύειν, ϐασιλεύȣσιν· ȣ̔̀ς δ’ ἂν ϐȣ́λωνται, μεϑιϛῶσιν· ϗ ὑψώϑησαν σφόδϱα.
8:14 ϗ ἐν ϖᾶσιν τȣ́τοις ȣ̓ϰ ἐϖέϑεντο αὐτῶν ȣ̓δὲ εἷς διάδημα, ȣ̓δὲ ϖεϱιεϐάλοντο ϖοϱφύϱαν ὥϛε ἁδϱυνϑῆναι ἐν αὐτῇ·
8:15 ϗ ϐȣλευτήϱιον ἐϖοίησαν ἑαυτοῖς, ϗ ϰαϑ’ ἡμέϱαν ἐϐȣλεύοντο τϱιαϰόσιοι ϗ εἴϰοσι ϐȣλευόμενοι διὰ ϖαντὸς ϖεϱὶ τȣ̃ ϖλήϑȣς τȣ̃ εὐϰοσμεῖν αὐτȣ́ς·
8:16 ϗ ϖιϛεύȣσιν ἑνὶ ἀνϑϱώϖῳ ἄϱχειν αὐτῶν ϰατ’ ἐνιαυτὸν ϗ ϰυϱιεύειν ϖάσης τῆς γῆς αὐτῶν, ϗ ϖάντες ἀϰȣ́ȣσιν τȣ̃ ἑνός, ϗ ȣ̓ϰ ἔϛιν φϑόνος ȣ̓δὲ ζῆλος ἐν αὐτοῖς.
8:17 Ϗ ἐϖελέξατο Ιȣδας τὸν Εὐϖόλεμον υἱὸν Ιωαννȣ τȣ̃ Αϰϰως ϗ Ἰάσονα υἱὸν Ελεαζαϱȣ ϗ ἀϖέϛειλεν αὐτȣ̀ς εἰς Ῥώμην ϛῆσαι φιλίαν ϗ συμμαχίαν
8:18 ϗ τȣ̃ ἆϱαι τὸν ζυγὸν ἀϖ’ αὐτῶν, ὅτι εἶδον τὴν ϐασιλείαν τῶν Ἑλλήνων ϰαταδȣλȣμένȣς τὸν Ισϱαηλ δȣλείᾳ.
8:19 ϗ ἐϖοϱεύϑησαν εἰς Ῥώμην, ϗ ἡ ὁδὸς ϖολλὴ σφόδϱα, ϗ εἰσήλϑοσαν εἰς τὸ ϐȣλευτήϱιον ϗ ἀϖεϰϱίϑησαν ϗ εἶϖον
8:20 Ιȣδας ὁ ϗ Μαϰϰαϐαῖος ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ τὸ ϖλῆϑος τῶν Ιȣδαίων ἀϖέϛειλαν ἡμᾶς ϖϱὸς ὑμᾶς ϛῆσαι μεϑ’ ὑμῶν συμμαχίαν ϗ εἰϱήνην ϗ γϱαφῆναι ἡμᾶς συμμάχȣς ϗ φίλȣς ὑμῶν.
8:21 ϗ ἤϱεσεν ὁ λόγος ἐνώϖιον αὐτῶν.
8:22 ϗ τȣ̃το τὸ ἀντίγϱαφον τῆς ἐϖιϛολῆς, ἧς ἀντέγϱαψαν ἐϖὶ δέλτοις χαλϰαῖς ϗ ἀϖέϛειλαν εἰς Ιεϱȣσαλημ εἶναι ϖαϱ’ αὐτοῖς ἐϰεῖ μνημόσυνον εἰϱήνης ϗ συμμαχίας
8:23 Καλῶς γένοιτο Ῥωμαίοις ϗ τῷ ἔϑνει Ιȣδαίων ἐν τῇ ϑαλάσσῃ ϗ ἐϖὶ τῆς ξηϱᾶς εἰς τὸν αἰῶνα, ϗ ῥομφαία ϗ ἐχϑϱὸς μαϰϱυνϑείη ἀϖ’ αὐτῶν.
8:24 ἐὰν δὲ ἐνϛῇ ϖόλεμος Ῥώμῃ ϖϱοτέϱᾳ ἢ ϖᾶσιν τοῖς συμμάχοις αὐτῶν ἐν ϖάσῃ τῇ ϰυϱιείᾳ αὐτῶν,
8:25 συμμαχήσει τὸ ἔϑνος τῶν Ιȣδαίων, ὡς ἂν ὁ ϰαιϱὸς ὑϖογϱάφῃ αὐτοῖς, ϰαϱδίᾳ ϖλήϱει·
8:26 ϗ τοῖς ϖολεμȣ̃σιν ȣ̓ δώσȣσιν ȣ̓δὲ ἐϖαϱϰέσȣσιν σῖτον, ὅϖλα, ἀϱγύϱιον, ϖλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· ϗ φυλάξονται τὰ φυλάγματα αὐτῶν ȣ̓ϑὲν λαϐόντες.
8:27 ϰατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔϑνει Ιȣδαίων συμϐῇ ϖϱοτέϱοις ϖόλεμος, συμμαχήσȣσιν οἱ Ῥωμαῖοι ἐϰ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ ϰαιϱὸς ὑϖογϱάφῃ;
8:28 ϗ τοῖς συμμαχȣ̃σιν ȣ̓ δοϑήσεται σῖτος, ὅϖλα, ἀϱγύϱιον, ϖλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· ϗ φυλάξονται τὰ φυλάγματα ταῦτα ϗ ȣ̓ μετὰ δόλȣ. –
8:29 ϰατὰ τȣ̀ς λόγȣς τȣ́τȣς ȣ̔́τως ἔϛησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ιȣδαίων.
8:30 ἐὰν δὲ μετὰ τȣ̀ς λόγȣς τȣ́τȣς ϐȣλεύσωνται ȣ̔͂τοι ϗ ȣ̔͂τοι ϖϱοσϑεῖναι ἢ ἀφελεῖν, ϖοιήσονται ἐξ αἱϱέσεως αὐτῶν, ϗ ὃ ἂν ϖϱοσϑῶσιν ἢ ἀφέλωσιν, ἔϛαι ϰύϱια.
8:31 ϗ ϖεϱὶ τῶν ϰαϰῶν, ὧν ὁ ϐασιλεὺς Δημήτϱιος συντελεῖται εἰς αὐτȣ́ς, ἐγϱάψαμεν αὐτῷ λέγοντες Διὰ τί ἐϐάϱυνας τὸν ζυγόν σȣ ἐϖὶ τȣ̀ς φίλȣς ἡμῶν τȣ̀ς συμμάχȣς Ιȣδαίȣς;
8:32 ἐὰν ȣ̓͂ν ἔτι ἐντύχωσιν ϰατὰ σȣ̃, ϖοιήσομεν αὐτοῖς τὴν ϰϱίσιν ϗ ϖολεμήσομέν σε διὰ τῆς ϑαλάσσης ϗ διὰ τῆς ξηϱᾶς.
9:1 Ϗ ἤϰȣσεν Δημήτϱιος ὅτι ἔϖεσεν Νιϰάνωϱ ϗ ἡ δύναμις αὐτȣ̃ ἐν ϖολέμῳ, ϗ ϖϱοσέϑετο τὸν Βαϰχίδην ϗ τὸν Ἄλϰιμον ἐϰ δευτέϱȣ ἀϖοϛεῖλαι εἰς γῆν Ιȣδα ϗ τὸ δεξιὸν ϰέϱας μετ’ αὐτῶν.
9:2 ϗ ἐϖοϱεύϑησαν ὁδὸν τὴν εἰς Γαλγαλα ϗ ϖαϱενέϐαλον ἐϖὶ Μαισαλωϑ τὴν ἐν Αϱϐηλοις ϗ ϖϱοϰατελάϐοντο αὐτὴν ϗ ἀϖώλεσαν ψυχὰς ἀνϑϱώϖων ϖολλάς.
9:3 ϗ τȣ̃ μηνὸς τȣ̃ ϖϱώτȣ ἔτȣς τȣ̃ δευτέϱȣ ϗ ϖεντηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ϖαϱενέϐαλον ἐϖὶ Ιεϱȣσαλημ·
9:4 ϗ ἀϖῆϱαν ϗ ἐϖοϱεύϑησαν εἰς Βεϱεαν ἐν εἴϰοσι χιλιάσιν ἀνδϱῶν ϗ δισχιλίᾳ ἵϖϖῳ.
9:5 ϗ Ιȣδας ἦν ϖαϱεμϐεϐληϰὼς ἐν Ελασα, ϗ τϱισχίλιοι ἄνδϱες μετ’ αὐτȣ̃ ἐϰλεϰτοί.
9:6 ϗ εἶδον τὸ ϖλῆϑος τῶν δυνάμεων ὅτι ϖολλοί εἰσιν, ϗ ἐφοϐήϑησαν σφόδϱα· ϗ ἐξεϱϱύησαν ϖολλοὶ ἀϖὸ τῆς ϖαϱεμϐολῆς, ȣ̓ ϰατελείφϑησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀϰταϰόσιοι ἄνδϱες.
9:7 ϗ εἶδεν Ιȣδας ὅτι ἀϖεϱϱύη ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ϗ ὁ ϖόλεμος ἔϑλιϐεν αὐτόν, ϗ συνετϱίϐη τῇ ϰαϱδίᾳ, ὅτι ȣ̓ϰ εἶχεν ϰαιϱὸν συναγαγεῖν αὐτȣ́ς,
9:8 ϗ ἐξελύϑη ϗ εἶϖεν τοῖς ϰαταλειφϑεῖσιν Ἀναϛῶμεν ϗ ἀναϐῶμεν ἐϖὶ τȣ̀ς ὑϖεναντίȣς ἡμῶν, ἐὰν ἄϱα δυνώμεϑα ϖολεμῆσαι ϖϱὸς αὐτȣ́ς.
9:9 ϗ ἀϖέϛϱεφον αὐτὸν λέγοντες Ȣ̓ μὴ δυνώμεϑα, ἀλλ’ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐϖιϛϱέψωμεν ϗ οἱ ἀδελφοὶ ἡμῶν ϗ ϖολεμήσωμεν ϖϱὸς αὐτȣ́ς, ἡμεῖς δὲ ὀλίγοι.
9:10 ϗ εἶϖεν Ιȣδας Μὴ γένοιτο ϖοιῆσαι τὸ ϖϱᾶγμα τȣ̃το, φυγεῖν ἀϖ’ αὐτῶν, ϗ εἰ ἤγγιϰεν ὁ ϰαιϱὸς ἡμῶν, ϗ ἀϖοϑάνωμεν ἐν ἀνδϱείᾳ χάϱιν τῶν ἀδελφῶν ἡμῶν ϗ μὴ ϰαταλίϖωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
9:11 ϗ ἀϖῆϱεν ἡ δύναμις ἀϖὸ τῆς ϖαϱεμϐολῆς ϗ ἔϛησαν εἰς συνάντησιν αὐτοῖς, ϗ ἐμεϱίσϑη ἡ ἵϖϖος εἰς δύο μέϱη, ϗ οἱ σφενδονῆται ϗ οἱ τοξόται ϖϱοεϖοϱεύοντο τῆς δυνάμεως, ϗ οἱ ϖϱωταγωνιϛαὶ ϖάντες οἱ δυνατοί, Βαϰχίδης δὲ ἦν ἐν τῷ δεξιῷ ϰέϱατι.
9:12 ϗ ἤγγισεν ἡ φάλαγξ ἐϰ τῶν δύο μεϱῶν ϗ ἐφώνȣν ταῖς σάλϖιγξιν, ϗ ἐσάλϖισαν οἱ ϖαϱὰ Ιȣδȣ ϗ αὐτοὶ ταῖς σάλϖιγξιν·
9:13 ϗ ἐσαλεύϑη ἡ γῆ ἀϖὸ τῆς φωνῆς τῶν ϖαϱεμϐολῶν, ϗ ἐγένετο ὁ ϖόλεμος συνημμένος ἀϖὸ ϖϱωίϑεν ἕως ἑσϖέϱας.
9:14 ϗ εἶδεν Ιȣδας ὅτι Βαϰχίδης ϗ τὸ ϛεϱέωμα τῆς ϖαϱεμϐολῆς ἐν τοῖς δεξιοῖς, ϗ συνῆλϑον αὐτῷ ϖάντες οἱ εὔψυχοι τῇ ϰαϱδίᾳ,
9:15 ϗ συνετϱίϐη τὸ δεξιὸν μέϱος ἀϖ’ αὐτῶν, ϗ ἐδίωϰεν ὀϖίσω αὐτῶν ἕως Αζωτȣ ὄϱȣς.
9:16 ϗ οἱ εἰς τὸ ἀϱιϛεϱὸν ϰέϱας εἶδον ὅτι συνετϱίϐη τὸ δεξιὸν ϰέϱας, ϗ ἐϖέϛϱεψαν ϰατὰ ϖόδας Ιȣδȣ ϗ τῶν μετ’ αὐτȣ̃ ἐϰ τῶν ὄϖισϑεν.
9:17 ϗ ἐϐαϱύνϑη ὁ ϖόλεμος, ϗ ἔϖεσον τϱαυματίαι ϖολλοὶ ἐϰ τȣ́των ϗ ἐϰ τȣ́των,
9:18 ϗ Ιȣδας ἔϖεσεν, ϗ οἱ λοιϖοὶ ἔφυγον.
9:19 ϗ ἦϱεν Ιωναϑαν ϗ Σιμων Ιȣδαν τὸν ἀδελφὸν αὐτῶν ϗ ἔϑαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν ϖατέϱων αὐτȣ̃ ἐν Μωδειν.
9:20 ϗ ἔϰλαυσαν αὐτὸν ϗ ἐϰόψαντο αὐτὸν ϖᾶς Ισϱαηλ ϰοϖετὸν μέγαν ϗ ἐϖένϑȣν ἡμέϱας ϖολλὰς ϗ εἶϖον
9:21 Πῶς ἔϖεσεν δυνατὸς σῴζων τὸν Ισϱαηλ.
9:22 ϗ τὰ ϖεϱισσὰ τῶν λόγων Ιȣδȣ ϗ τῶν ϖολέμων ϗ τῶν ἀνδϱαγαϑιῶν, ὧν ἐϖοίησεν, ϗ τῆς μεγαλωσύνης αὐτȣ̃ ȣ̓ ϰατεγϱάφη· ϖολλὰ γὰϱ ἦν σφόδϱα.
9:23 Ϗ ἐγένετο μετὰ τὴν τελευτὴν Ιȣδȣ ἐξέϰυψαν οἱ ἄνομοι ἐν ϖᾶσιν τοῖς ὁϱίοις Ισϱαηλ, ϗ ἀνέτειλαν ϖάντες οἱ ἐϱγαζόμενοι τὴν ἀδιϰίαν.
9:24 ἐν ταῖς ἡμέϱαις ἐϰείναις ἐγενήϑη λιμὸς μέγας σφόδϱα, ϗ αὐτομόλησεν ἡ χώϱα μετ’ αὐτῶν.
9:25 ϗ ἐξέλεξεν Βαϰχίδης τȣ̀ς ἀσεϐεῖς ἄνδϱας ϗ ϰατέϛησεν αὐτȣ̀ς ϰυϱίȣς τῆς χώϱας.
9:26 ϗ ἐξεζήτȣν ϗ ἠϱεύνων τȣ̀ς φίλȣς Ιȣδȣ ϗ ἦγον αὐτȣ̀ς ϖϱὸς Βαϰχίδην, ϗ ἐξεδίϰα αὐτȣ̀ς ϗ ἐνέϖαιζεν αὐτοῖς.
9:27 ϗ ἐγένετο ϑλῖψις μεγάλη ἐν τῷ Ισϱαηλ, ἥτις ȣ̓ϰ ἐγένετο ἀφ’ ἧς ἡμέϱας ȣ̓ϰ ὤφϑη ϖϱοφήτης αὐτοῖς.
9:28 ϗ ἠϑϱοίσϑησαν ϖάντες οἱ φίλοι Ιȣδȣ ϗ εἶϖον τῷ Ιωναϑαν
9:29 Ἀφ ȣ̔͂ ὁ ἀδελφός σȣ Ιȣδας τετελεύτηϰεν, ϗ ἀνὴϱ ὅμοιος αὐτῷ ȣ̓ϰ ἔϛιν ἐξελϑεῖν ϗ εἰσελϑεῖν ϖϱὸς τȣ̀ς ἐχϑϱȣ̀ς ϗ Βαϰχίδην ϗ ἐν τοῖς ἐχϑϱαίνȣσιν τȣ̃ ἔϑνȣς ἡμῶν·
9:30 νῦν ȣ̓͂ν σὲ ᾑϱετισάμεϑα σήμεϱον τȣ̃ εἶναι ἀντ αὐτȣ̃ ἡμῖν εἰς ἄϱχοντα ϗ ἡγȣ́μενον τȣ̃ ϖολεμῆσαι τὸν ϖόλεμον ἡμῶν.
9:31 ϗ ἐϖεδέξατο Ιωναϑαν ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ τὴν ἥγησιν ϗ ἀνέϛη ἀντὶ Ιȣδȣ τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃.
9:32 Ϗ ἔγνω Βαϰχίδης ϗ ἐζήτει αὐτὸν ἀϖοϰτεῖναι.
9:33 ϗ ἔγνω Ιωναϑαν ϗ Σιμων ὁ ἀδελφὸς αὐτȣ̃ ϗ ϖάντες οἱ μετ’ αὐτȣ̃ ϗ ἔφυγον εἰς τὴν ἔϱημον Θεϰωε ϗ ϖαϱενέϐαλον ἐϖὶ τὸ ὕδωϱ λάϰϰȣ Ασφαϱ.
9:34 ϗ ἔγνω Βαϰχίδης τῇ ἡμέϱᾳ τῶν σαϐϐάτων ϗ ἦλϑεν αὐτὸς ϗ ϖᾶν τὸ ϛϱάτευμα αὐτȣ̃ ϖέϱαν τȣ̃ Ιοϱδάνȣ. –
9:35 ϗ ἀϖέϛειλεν τὸν ἀδελφὸν αὐτȣ̃ ἡγȣ́μενον τȣ̃ ὄχλȣ ϗ ϖαϱεϰάλεσεν τȣ̀ς Ναϐαταίȣς φίλȣς αὐτȣ̃ τȣ̃ ϖαϱαϑέσϑαι αὐτοῖς τὴν ἀϖοσϰευὴν αὐτῶν τὴν ϖολλήν.
9:36 ϗ ἐξῆλϑον οἱ υἱοὶ Ιαμϐϱι οἱ ἐϰ Μηδαϐα ϗ συνέλαϐον Ιωαννην ϗ ϖάντα, ὅσα εἶχεν, ϗ ἀϖῆλϑον ἔχοντες.
9:37 μετὰ τȣ̀ς λόγȣς τȣ́τȣς ἀϖήγγειλαν Ιωναϑαν ϗ Σιμωνι τῷ ἀδελφῷ αὐτȣ̃ ὅτι ϒἱοὶ Ιαμϐϱι ϖοιȣ̃σιν γάμον μέγαν ϗ ἄγȣσιν τὴν νύμφην ἀϖὸ Ναδαϐαϑ, ϑυγατέϱα ἑνὸς τῶν μεγάλων μεγιϛάνων Χανααν, μετὰ ϖαϱαϖομϖῆς μεγάλης.
9:38 ϗ ἐμνήσϑησαν τȣ̃ αἵματος Ιωαννȣ τȣ̃ ἀδελφȣ̃ αὐτῶν ϗ ἀνέϐησαν ϗ ἐϰϱύϐησαν ὑϖὸ τὴν σϰέϖην τȣ̃ ὄϱȣς.
9:39 ϗ ἦϱαν τȣ̀ς ὀφϑαλμȣ̀ς αὐτῶν ϗ εἶδον ϗ ἰδȣ̀ ϑϱȣ̃ς ϗ ἀϖοσϰευὴ ϖολλή, ϗ ὁ νυμφίος ἐξῆλϑεν ϗ οἱ φίλοι αὐτȣ̃ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ εἰς συνάντησιν αὐτῶν μετὰ τυμϖάνων ϗ μȣσιϰῶν ϗ ὅϖλων ϖολλῶν.
9:40 ϗ ἐξανέϛησαν ἐϖ’ αὐτȣ̀ς ἀϖὸ τȣ̃ ἐνέδϱȣ ϗ ἀϖέϰτειναν αὐτȣ́ς, ϗ ἔϖεσον τϱαυματίαι ϖολλοί, ϗ οἱ ἐϖίλοιϖοι ἔφυγον εἰς τὸ ὄϱος· ϗ ἔλαϐον ϖάντα τὰ σϰῦλα αὐτῶν.
9:41 ϗ μετεϛϱάφη ὁ γάμος εἰς ϖένϑος ϗ φωνὴ μȣσιϰῶν αὐτῶν εἰς ϑϱῆνον.
9:42 ϗ ἐξεδίϰησαν τὴν ἐϰδίϰησιν αἵματος ἀδελφȣ̃ αὐτῶν ϗ ἀϖέϛϱεψαν εἰς τὸ ἕλος τȣ̃ Ιοϱδάνȣ. –
9:43 ϗ ἤϰȣσεν Βαϰχίδης ϗ ἦλϑεν τῇ ἡμέϱᾳ τῶν σαϐϐάτων ἕως τῶν ϰϱηϖίδων τȣ̃ Ιοϱδάνȣ ἐν δυνάμει ϖολλῇ.
9:44 ϗ εἶϖεν Ιωναϑαν τοῖς ϖαϱ’ αὐτȣ̃ Ἀναϛῶμεν δὴ ϗ ϖολεμήσωμεν ϖεϱὶ τῶν ψυχῶν ἡμῶν, ȣ̓ γάϱ ἐϛιν σήμεϱον ὡς ἐχϑὲς ϗ τϱίτην ἡμέϱαν·
9:45 ἰδȣ̀ γὰϱ ὁ ϖόλεμος ἐξ ἐναντίας ϗ ἐξόϖισϑεν ἡμῶν, τὸ δὲ ὕδωϱ τȣ̃ Ιοϱδάνȣ ἔνϑεν ϗ ἔνϑεν ϗ ἕλος ϗ δϱυμός, ȣ̓ϰ ἔϛιν τόϖος τȣ̃ ἐϰϰλῖναι·
9:46 νῦν ȣ̓͂ν ϰεϰϱάξατε εἰς τὸν ȣ̓ϱανόν, ὅϖως διασωϑῆτε ἐϰ χειϱὸς τῶν ἐχϑϱῶν ἡμῶν.
9:47 ϗ συνῆψεν ὁ ϖόλεμος· ϗ ἐξέτεινεν Ιωναϑαν τὴν χεῖϱα αὐτȣ̃ ϖατάξαι τὸν Βαϰχίδην, ϗ ἐξέϰλινεν ἀϖ’ αὐτȣ̃ εἰς τὰ ὀϖίσω.
9:48 ϗ ἐνεϖήδησεν Ιωναϑαν ϗ οἱ μετ’ αὐτȣ̃ εἰς τὸν Ιοϱδάνην ϗ διεϰολύμϐησαν εἰς τὸ ϖέϱαν, ϗ ȣ̓ διέϐησαν ἐϖ’ αὐτȣ̀ς τὸν Ιοϱδάνην.
9:49 ἔϖεσον δὲ ϖαϱὰ Βαϰχίδȣ τῇ ἡμέϱᾳ ἐϰείνῃ εἰς χιλίȣς ἄνδϱας.
9:50 ϗ ἐϖέϛϱεψεν εἰς Ιεϱȣσαλημ, ϗ ᾠϰοδόμησαν ϖόλεις ὀχυϱὰς ἐν τῇ Ιȣδαίᾳ, τὸ ὀχύϱωμα τὸ ἐν Ιεϱιχω ϗ τὴν Αμμαȣς ϗ τὴν Βαιϑωϱων ϗ τὴν Βαιϑηλ ϗ τὴν Θαμναϑα Φαϱαϑων ϗ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς ϗ ϖύλαις ϗ μοχλοῖς·
9:51 ϗ ἔϑετο φϱȣϱὰν ἐν αὐτοῖς τȣ̃ ἐχϑϱαίνειν τῷ Ισϱαηλ.
9:52 ϗ ὠχύϱωσεν τὴν ϖόλιν τὴν Βαιϑσȣϱαν ϗ Γαζαϱα ϗ τὴν ἄϰϱαν ϗ ἔϑετο ἐν αὐταῖς δυνάμεις ϗ ϖαϱαϑέσεις ϐϱωμάτων.
9:53 ϗ ἔλαϐεν τȣ̀ς υἱȣ̀ς τῶν ἡγȣμένων τῆς χώϱας ὅμηϱα ϗ ἔϑετο αὐτȣ̀ς ἐν τῇ ἄϰϱᾳ ἐν Ιεϱȣσαλημ ἐν φυλαϰῇ.
9:54 Ϗ ἐν ἔτει τϱίτῳ ϗ ϖεντηϰοϛῷ ϗ ἑϰατοϛῷ τῷ μηνὶ τῷ δευτέϱῳ ἐϖέταξεν Ἄλϰιμος ϰαϑαιϱεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέϱας· ϗ ϰαϑεῖλεν τὰ ἔϱγα τῶν ϖϱοφητῶν ϗ ἐνήϱξατο τȣ̃ ϰαϑαιϱεῖν.
9:55 ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ἐϖλήγη Ἄλϰιμος, ϗ ἐνεϖοδίσϑη τὰ ἔϱγα αὐτȣ̃, ϗ ἀϖεφϱάγη τὸ ϛόμα αὐτȣ̃, ϗ ϖαϱελύϑη ϗ ȣ̓ϰ ἠδύνατο ἔτι λαλῆσαι λόγον ϗ ἐντείλασϑαι ϖεϱὶ τȣ̃ οἴϰȣ αὐτȣ̃.
9:56 ϗ ἀϖέϑανεν Ἄλϰιμος ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ μετὰ ϐασάνȣ μεγάλης.
9:57 ϗ εἶδεν Βαϰχίδης ὅτι ἀϖέϑανεν Ἄλϰιμος, ϗ ἐϖέϛϱεψεν ϖϱὸς τὸν ϐασιλέα. ϗ ἡσύχασεν ἡ γῆ Ιȣδα ἔτη δύο.
9:58 Ϗ ἐϐȣλεύσαντο ϖάντες οἱ ἄνομοι λέγοντες Ἰδȣ̀ Ιωναϑαν ϗ οἱ ϖαϱ’ αὐτȣ̃ ἐν ἡσυχίᾳ ϰατοιϰȣ̃σιν ϖεϖοιϑότες· νῦν ȣ̓͂ν ἀνάξομεν τὸν Βαϰχίδην, ϗ συλλήμψεται αὐτȣ̀ς ϖάντας ἐν νυϰτὶ μιᾷ.
9:59 ϗ ϖοϱευϑέντες συνεϐȣλεύσαντο αὐτῷ.
9:60 ϗ ἀϖῆϱεν τȣ̃ ἐλϑεῖν μετὰ δυνάμεως ϖολλῆς ϗ ἀϖέϛειλεν λάϑϱᾳ ἐϖιϛολὰς ϖᾶσιν τοῖς συμμάχοις αὐτȣ̃ τοῖς ἐν τῇ Ιȣδαίᾳ, ὅϖως συλλάϐωσιν τὸν Ιωναϑαν ϗ τȣ̀ς μετ’ αὐτȣ̃· ϗ ȣ̓ϰ ἠδύναντο, ὅτι ἐγνώσϑη ἡ ϐȣλὴ αὐτῶν.
9:61 ϗ συνέλαϐον ἀϖὸ τῶν ἀνδϱῶν τῆς χώϱας τῶν ἀϱχηγῶν τῆς ϰαϰίας εἰς ϖεντήϰοντα ἄνδϱας ϗ ἀϖέϰτειναν αὐτȣ́ς.
9:62 ϗ ἐξεχώϱησεν Ιωναϑαν ϗ Σιμων ϗ οἱ μετ’ αὐτȣ̃ εἰς Βαιϑϐασι τὴν ἐν τῇ ἐϱήμῳ ϗ ᾠϰοδόμησεν τὰ ϰαϑῃϱημένα αὐτῆς, ϗ ἐϛεϱέωσαν αὐτήν.
9:63 ϗ ἔγνω Βαϰχίδης ϗ συνήγαγεν ϖᾶν τὸ ϖλῆϑος αὐτȣ̃ ϗ τοῖς ἐϰ τῆς Ιȣδαίας ϖαϱήγγειλεν·
9:64 ϗ ἐλϑὼν ϖαϱενέϐαλεν ἐϖὶ Βαιϑϐασι ϗ ἐϖολέμησεν αὐτὴν ἡμέϱας ϖολλὰς ϗ ἐϖοίησεν μηχανάς.
9:65 ϗ ἀϖέλιϖεν Ιωναϑαν Σιμωνα τὸν ἀδελφὸν αὐτȣ̃ ἐν τῇ ϖόλει ϗ ἐξῆλϑεν εἰς τὴν χώϱαν ϗ ἦλϑεν ἐν ἀϱιϑμῷ.
9:66 ϗ ἐϖάταξεν Οδομηϱα ϗ τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ ϗ τȣ̀ς υἱȣ̀ς Φασιϱων ἐν τῷ σϰηνώματι αὐτῶν, ϗ ἤϱξαντο τύϖτειν ϗ ἀνέϐαινον ἐν ταῖς δυνάμεσιν.
9:67 ϗ Σιμων ϗ οἱ μετ’ αὐτȣ̃ ἐξῆλϑον ἐϰ τῆς ϖόλεως ϗ ἐνεϖύϱισαν τὰς μηχανάς·
9:68 ϗ ἐϖολέμησαν ϖϱὸς τὸν Βαϰχίδην, ϗ συνετϱίϐη ὑϖ’ αὐτῶν, ϗ ἔϑλιϐον αὐτὸν σφόδϱα, ὅτι ἦν ἡ ϐȣλὴ αὐτȣ̃ ϗ ἡ ἔφοδος αὐτȣ̃ ϰενή.
9:69 ϗ ὠϱγίσϑη ἐν ϑυμῷ τοῖς ἀνδϱάσιν τοῖς ἀνόμοις τοῖς συμϐȣλεύσασιν αὐτῷ ἐλϑεῖν εἰς τὴν χώϱαν ϗ ἀϖέϰτεινεν ἐξ αὐτῶν ϖολλȣ̀ς ϗ ἐϐȣλεύσατο τȣ̃ ἀϖελϑεῖν εἰς τὴν γῆν αὐτȣ̃.
9:70 ϗ ἐϖέγνω Ιωναϑαν ϗ ἀϖέϛειλεν ϖϱὸς αὐτὸν ϖϱέσϐεις τȣ̃ συνϑέσϑαι ϖϱὸς αὐτὸν εἰϱήνην ϗ ἀϖοδȣ̃ναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
9:71 ϗ ἐϖεδέξατο ϗ ἐϖοίησεν ϰατὰ τȣ̀ς λόγȣς αὐτȣ̃ ϗ ὤμοσεν αὐτῷ μὴ ἐϰζητῆσαι αὐτῷ ϰαϰὸν ϖάσας τὰς ἡμέϱας τῆς ζωῆς αὐτȣ̃·
9:72 ϗ ἀϖέδωϰεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσεν τὸ ϖϱότεϱον ἐϰ γῆς Ιȣδα, ϗ ἀϖοϛϱέψας ἀϖῆλϑεν εἰς τὴν γῆν αὐτȣ̃ ϗ ȣ̓ ϖϱοσέϑετο ἔτι ἐλϑεῖν εἰς τὰ ὅϱια αὐτῶν.
9:73 ϗ ϰατέϖαυσεν ῥομφαία ἐξ Ισϱαηλ· ϗ ᾤϰησεν Ιωναϑαν ἐν Μαχμας, ϗ ἤϱξατο Ιωναϑαν ϰϱίνειν τὸν λαὸν ϗ ἠφάνισεν τȣ̀ς ἀσεϐεῖς ἐξ Ισϱαηλ.
10:1 Ϗ ἐν ἔτει ἑξηϰοϛῷ ϗ ἑϰατοϛῷ ἀνέϐη Ἀλέξανδϱος ὁ τȣ̃ Ἀντιόχȣ ὁ Ἐϖιφανὴς ϗ ϰατελάϐετο Πτολεμαίδα, ϗ ἐϖεδέξαντο αὐτόν, ϗ ἐϐασίλευσεν ἐϰεῖ.
10:2 ϗ ἤϰȣσεν Δημήτϱιος ὁ ϐασιλεὺς ϗ συνήγαγεν δυνάμεις ϖολλὰς σφόδϱα ϗ ἐξῆλϑεν εἰς συνάντησιν αὐτῷ εἰς ϖόλεμον.
10:3 ϗ ἀϖέϛειλεν Δημήτϱιος ϖϱὸς Ιωναϑαν ἐϖιϛολὰς λόγοις εἰϱηνιϰοῖς ὥϛε μεγαλῦναι αὐτόν·
10:4 εἶϖεν γάϱ Πϱοφϑάσωμεν τȣ̃ εἰϱήνην ϑεῖναι μετ’ αὐτῶν ϖϱὶν ἢ ϑεῖναι αὐτὸν μετὰ Ἀλεξάνδϱȣ ϰαϑ’ ἡμῶν·
10:5 μνησϑήσεται γὰϱ ϖάντων τῶν ϰαϰῶν, ὧν συνετελέσαμεν ϖϱὸς αὐτὸν ϗ εἰς τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ ϗ εἰς τὸ ἔϑνος.
10:6 ϗ ἔδωϰεν αὐτῷ ἐξȣσίαν συναγαγεῖν δυνάμεις ϗ ϰατασϰευάζειν ὅϖλα ϗ εἶναι αὐτὸν σύμμαχον αὐτȣ̃, ϗ τὰ ὅμηϱα τὰ ἐν τῇ ἄϰϱᾳ εἶϖεν ϖαϱαδȣ̃ναι αὐτῷ.
10:7 ϗ ἦλϑεν Ιωναϑαν εἰς Ιεϱȣσαλημ ϗ ἀνέγνω τὰς ἐϖιϛολὰς εἰς τὰ ὦτα ϖαντὸς τȣ̃ λαȣ̃ ϗ τῶν ἐϰ τῆς ἄϰϱας.
10:8 ϗ ἐφοϐήϑησαν φόϐον μέγαν, ὅτε ἤϰȣσαν ὅτι ἔδωϰεν αὐτῷ ὁ ϐασιλεὺς ἐξȣσίαν συναγαγεῖν δύναμιν.
10:9 ϗ ϖαϱέδωϰαν οἱ ἐϰ τῆς ἄϰϱας Ιωναϑαν τὰ ὅμηϱα, ϗ ἀϖέδωϰεν αὐτȣ̀ς τοῖς γονεῦσιν αὐτῶν.
10:10 ϗ ᾤϰησεν Ιωναϑαν ἐν Ιεϱȣσαλημ ϗ ἤϱξατο οἰϰοδομεῖν ϗ ϰαινίζειν τὴν ϖόλιν.
10:11 ϗ εἶϖεν ϖϱὸς τȣ̀ς ϖοιȣ̃ντας τὰ ἔϱγα οἰϰοδομεῖν τὰ τείχη ϗ τὸ ὄϱος Σιων ϰυϰλόϑεν ἐϰ λίϑων τετϱαϖόδων εἰς ὀχύϱωσιν, ϗ ἐϖοίησαν ȣ̔́τως.
10:12 ϗ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυϱώμασιν, οἷς ᾠϰοδόμησεν Βαϰχίδης,
10:13 ϗ ϰατέλιϖεν ἕϰαϛος τὸν τόϖον αὐτȣ̃ ϗ ἀϖῆλϑεν εἰς τὴν γῆν αὐτȣ̃·
10:14 ϖλὴν ἐν Βαιϑσȣϱοις ὑϖελείφϑησάν τινες τῶν ϰαταλιϖόντων τὸν νόμον ϗ τὰ ϖϱοϛάγματα· ἦν γὰϱ εἰς φυγαδευτήϱιον.
10:15 Ϗ ἤϰȣσεν Ἀλέξανδϱος ὁ ϐασιλεὺς τὰς ἐϖαγγελίας, ὅσας ἀϖέϛειλεν Δημήτϱιος τῷ Ιωναϑαν, ϗ διηγήσαντο αὐτῷ τȣ̀ς ϖολέμȣς ϗ τὰς ἀνδϱαγαϑίας, ἃς ἐϖοίησεν αὐτὸς ϗ οἱ ἀδελφοὶ αὐτȣ̃, ϗ τȣ̀ς ϰόϖȣς, ȣ̔̀ς ἔσχον,
10:16 ϗ εἶϖεν Μὴ εὑϱήσομεν ἄνδϱα τοιȣ̃τον ἕνα; ϗ νῦν ϖοιήσομεν αὐτὸν φίλον ϗ σύμμαχον ἡμῶν.
10:17 ϗ ἔγϱαψεν ἐϖιϛολὰς ϗ ἀϖέϛειλεν αὐτῷ ϰατὰ τȣ̀ς λόγȣς τȣ́τȣς λέγων
10:18 Βασιλεὺς Ἀλέξανδϱος τῷ ἀδελφῷ Ιωναϑαν χαίϱειν.
10:19 ἀϰηϰόαμεν ϖεϱὶ σȣ̃ ὅτι ἀνὴϱ δυνατὸς ἰσχύι ϗ ἐϖιτήδειος εἶ τȣ̃ εἶναι ἡμῶν φίλος.
10:20 ϗ νῦν ϰαϑεϛάϰαμέν σε σήμεϱον ἀϱχιεϱέα τȣ̃ ἔϑνȣς σȣ ϗ φίλον ϐασιλέως ϰαλεῖσϑαί σε [ϰαὶ ἀϖέϛειλεν αὐτῷ ϖοϱφύϱαν ϗ ϛέφανον χϱυσȣ̃ν] ϗ φϱονεῖν τὰ ἡμῶν ϗ συντηϱεῖν φιλίας ϖϱὸς ἡμᾶς.
10:21 Ϗ ἐνεδύσατο Ιωναϑαν τὴν ἁγίαν ϛολὴν τῷ ἑϐδόμῳ μηνὶ ἔτȣς ἑξηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ἐν ἑοϱτῇ σϰηνοϖηγίας ϗ συνήγαγεν δυνάμεις ϗ ϰατεσϰεύασεν ὅϖλα ϖολλά.
10:22 Ϗ ἤϰȣσεν Δημήτϱιος τȣ̀ς λόγȣς τȣ́τȣς ϗ ἐλυϖήϑη ϗ εἶϖεν
10:23 Τί τȣ̃το ἐϖοιήσαμεν ὅτι ϖϱοέφϑαϰεν ἡμᾶς Ἀλέξανδϱος τȣ̃ φιλίαν ϰαταλαϐέσϑαι τοῖς Ιȣδαίοις εἰς ϛήϱιγμα;
10:24 γϱάψω αὐτοῖς ϰἀγὼ λόγȣς ϖαϱαϰλήσεως ϗ ὕψȣς ϗ δομάτων, ὅϖως ὦσιν σὺν ἐμοὶ εἰς ϐοήϑειαν.
10:25 ϗ ἀϖέϛειλεν αὐτοῖς ϰατὰ τȣ̀ς λόγȣς τȣ́τȣς Βασιλεὺς Δημήτϱιος τῷ ἔϑνει τῶν Ιȣδαίων χαίϱειν.
10:26 ἐϖεὶ συνετηϱήσατε τὰς ϖϱὸς ἡμᾶς συνϑήϰας ϗ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν ϗ ȣ̓ ϖϱοσεχωϱήσατε τοῖς ἐχϑϱοῖς ἡμῶν, ἠϰȣ́σαμεν ϗ ἐχάϱημεν.
10:27 ϗ νῦν ἐμμείνατε ἔτι τȣ̃ συντηϱῆσαι ϖϱὸς ἡμᾶς ϖίϛιν, ϗ ἀνταϖοδώσομεν ὑμῖν ἀγαϑὰ ἀνϑ’ ὧν ϖοιεῖτε μεϑ’ ἡμῶν.
10:28 ϗ ἀφήσομεν ὑμῖν ἀφέματα ϖολλὰ ϗ δώσομεν ὑμῖν δόματα.
10:29 ϗ νῦν ἀϖολύω ὑμᾶς ϗ ἀφίημι ϖάντας τȣ̀ς Ιȣδαίȣς ἀϖὸ τῶν φόϱων ϗ τῆς τιμῆς τȣ̃ ἁλὸς ϗ ἀϖὸ τῶν ϛεφάνων,
10:30 ϗ ἀντὶ τȣ̃ τϱίτȣ τῆς σϖοϱᾶς ϗ ἀντὶ τȣ̃ ἡμίσȣς τȣ̃ ϰαϱϖȣ̃ τȣ̃ ξυλίνȣ τȣ̃ ἐϖιϐάλλοντός μοι λαϐεῖν ἀφίημι ἀϖὸ τῆς σήμεϱον ϗ ἐϖέϰεινα τȣ̃ λαϐεῖν ἀϖὸ γῆς Ιȣδα ϗ ἀϖὸ τῶν τϱιῶν νομῶν τῶν ϖϱοϛιϑεμένων αὐτῇ ἀϖὸ τῆς Σαμαϱίτιδος ϗ Γαλιλαίας ἀϖὸ τῆς σήμεϱον ἡμέϱας ϗ εἰς τὸν ἅϖαντα χϱόνον.
10:31 ϗ Ιεϱȣσαλημ ἔϛω ἁγία ϗ ἀφειμένη ϗ τὰ ὅϱια αὐτῆς, αἱ δεϰάται ϗ τὰ τέλη.
10:32 ἀφίημι ϗ τὴν ἐξȣσίαν τῆς ἄϰϱας τῆς ἐν Ιεϱȣσαλημ ϗ δίδωμι τῷ ἀϱχιεϱεῖ, ὅϖως ἂν ϰαταϛήσῃ ἐν αὐτῇ ἄνδϱας, ȣ̔̀ς ἂν αὐτὸς ἐϰλέξηται, τȣ̃ φυλάσσειν αὐτήν.
10:33 ϗ ϖᾶσαν ψυχὴν Ιȣδαίων τὴν αἰχμαλωτισϑεῖσαν ἀϖὸ γῆς Ιȣδα εἰς ϖᾶσαν ϐασιλείαν μȣ ἀφίημι ἐλευϑέϱαν δωϱεάν· ϗ ϖάντες ἀφιέτωσαν τȣ̀ς φόϱȣς ϗ τῶν ϰτηνῶν αὐτῶν.
10:34 ϗ ϖᾶσαι αἱ ἑοϱταὶ ϗ τὰ σάϐϐατα ϗ νȣμηνίαι ϗ ἡμέϱαι ἀϖοδεδειγμέναι ϗ τϱεῖς ἡμέϱαι ϖϱὸ ἑοϱτῆς ϗ τϱεῖς μετὰ ἑοϱτὴν ἔϛωσαν ϖᾶσαι ἡμέϱαι ἀτελείας ϗ ἀφέσεως ϖᾶσιν τοῖς Ιȣδαίοις τοῖς ȣ̓͂σιν ἐν τῇ ϐασιλείᾳ μȣ,
10:35 ϗ ȣ̓χ ἕξει ἐξȣσίαν ȣ̓δεὶς ϖϱάσσειν ϗ ϖαϱενοχλεῖν τινα αὐτῶν ϖεϱὶ ϖαντὸς ϖϱάγματος.
10:36 ϗ ϖϱογϱαφήτωσαν τῶν Ιȣδαίων εἰς τὰς δυνάμεις τȣ̃ ϐασιλέως εἰς τϱιάϰοντα χιλιάδας ἀνδϱῶν, ϗ δοϑήσεται αὐτοῖς ξένια, ὡς ϰαϑήϰει ϖάσαις ταῖς δυνάμεσιν τȣ̃ ϐασιλέως.
10:37 ϗ ϰαταϛαϑήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυϱώμασιν τȣ̃ ϐασιλέως τοῖς μεγάλοις, ϗ ἐϰ τȣ́των ϰαταϛαϑήσονται ἐϖὶ χϱειῶν τῆς ϐασιλείας τῶν ȣ̓σῶν εἰς ϖίϛιν· ϗ οἱ ἐϖ’ αὐτῶν ϗ οἱ ἄϱχοντες ἔϛωσαν ἐξ αὐτῶν ϗ ϖοϱευέσϑωσαν τοῖς νόμοις αὐτῶν, ϰαϑὰ ϗ ϖϱοσέταξεν ὁ ϐασιλεὺς ἐν γῇ Ιȣδα.
10:38 ϗ τȣ̀ς τϱεῖς νομȣ̀ς τȣ̀ς ϖϱοϛεϑέντας τῇ Ιȣδαίᾳ ἀϖὸ τῆς χώϱας Σαμαϱείας ϖϱοϛεϑήτω τῇ Ιȣδαίᾳ ϖϱὸς τὸ λογισϑῆναι τȣ̃ γενέσϑαι ὑφ’ ἕνα τȣ̃ μὴ ὑϖαϰȣ̃σαι ἄλλης ἐξȣσίας ἀλλ’ ἢ τȣ̃ ἀϱχιεϱέως.
10:39 Πτολεμαίδα ϗ τὴν ϖϱοσϰυϱȣ̃σαν αὐτῇ δέδωϰα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιεϱȣσαλημ εἰς τὴν ϰαϑήϰȣσαν δαϖάνην τοῖς ἁγίοις.
10:40 ϰἀγὼ δίδωμι ϰατ’ ἐνιαυτὸν δέϰα ϖέντε χιλιάδας σίϰλων ἀϱγυϱίȣ ἀϖὸ τῶν λόγων τȣ̃ ϐασιλέως ἀϖὸ τῶν τόϖων τῶν ἀνηϰόντων.
10:41 ϗ ϖᾶν τὸ ϖλεονάζον, ὃ ȣ̓ϰ ἀϖεδίδοσαν ἀϖὸ τῶν χϱειῶν ὡς ἐν τοῖς ϖϱώτοις ἔτεσιν, ἀϖὸ τȣ̃ νῦν δώσȣσιν εἰς τὰ ἔϱγα τȣ̃ οἴϰȣ.
10:42 ϗ ἐϖὶ τȣ́τοις ϖενταϰισχιλίȣς σίϰλȣς ἀϱγυϱίȣ, ȣ̔̀ς ἐλάμϐανον ἀϖὸ τῶν χϱειῶν τȣ̃ ἁγίȣ ἀϖὸ τȣ̃ λόγȣ ϰατ’ ἐνιαυτόν, ϗ ταῦτα ἀφίεται διὰ τὸ ἀνήϰειν αὐτὰ τοῖς ἱεϱεῦσιν τοῖς λειτȣϱγȣ̃σιν.
10:43 ϗ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱεϱὸν τὸ ἐν Ιεϱοσολύμοις ϗ ἐν ϖᾶσιν τοῖς ὁϱίοις αὐτȣ̃ ὀφείλων ϐασιλιϰὰ ϗ ϖᾶν ϖϱᾶγμα, ἀϖολελύσϑωσαν ϗ ϖάντα, ὅσα ἐϛὶν αὐτοῖς ἐν τῇ ϐασιλείᾳ μȣ.
10:44 ϗ τȣ̃ οἰϰοδομηϑῆναι ϗ ἐϖιϰαινισϑῆναι τὰ ἔϱγα τῶν ἁγίων, ϗ ἡ δαϖάνη δοϑήσεται ἐϰ τȣ̃ λόγȣ τȣ̃ ϐασιλέως.
10:45 ϗ τȣ̃ οἰϰοδομηϑῆναι τὰ τείχη Ιεϱȣσαλημ ϗ ὀχυϱῶσαι ϰυϰλόϑεν, ϗ ἡ δαϖάνη δοϑήσεται ἐϰ τȣ̃ λόγȣ τȣ̃ ϐασιλέως, ϗ τȣ̃ οἰϰοδομηϑῆναι τὰ τείχη ἐν τῇ Ιȣδαίᾳ.
10:46 Ὡς δὲ ἤϰȣσεν Ιωναϑαν ϗ ὁ λαὸς τȣ̀ς λόγȣς τȣ́τȣς, ȣ̓ϰ ἐϖίϛευσαν αὐτοῖς ȣ̓δὲ ἐϖεδέξαντο, ὅτι ἐϖεμνήσϑησαν τῆς ϰαϰίας τῆς μεγάλης, ἧς ἐϖοίησεν ἐν Ισϱαηλ ϗ ἔϑλιψεν αὐτȣ̀ς σφόδϱα.
10:47 ϗ εὐδόϰησαν ἐν Ἀλεξάνδϱῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀϱχηγὸς λόγων εἰϱηνιϰῶν, ϗ συνεμάχȣν αὐτῷ ϖάσας τὰς ἡμέϱας.
10:48 Ϗ συνήγαγεν Ἀλέξανδϱος ὁ ϐασιλεὺς δυνάμεις μεγάλας ϗ ϖαϱενέϐαλεν ἐξ ἐναντίας Δημητϱίȣ.
10:49 ϗ συνῆψαν ϖόλεμον οἱ δύο ϐασιλεῖς, ϗ ἔφυγεν ἡ ϖαϱεμϐολὴ Δημητϱίȣ, ϗ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδϱος ϗ ἴσχυσεν ἐϖ’ αὐτȣ́ς·
10:50 ϗ ἐϛεϱέωσεν τὸν ϖόλεμον σφόδϱα, ἕως ἔδυ ὁ ἥλιος, ϗ ἔϖεσεν ὁ Δημήτϱιος ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ.
10:51 Ϗ ἀϖέϛειλεν Ἀλέξανδϱος ϖϱὸς Πτολεμαῖον ϐασιλέα Αἰγύϖτȣ ϖϱέσϐεις ϰατὰ τȣ̀ς λόγȣς τȣ́τȣς λέγων
10:52 Ἐϖεὶ ἀνέϛϱεψα εἰς τὴν ϐασιλείαν μȣ ϗ ἐνεϰάϑισα ἐϖὶ ϑϱόνȣ ϖατέϱων μȣ ϗ ἐϰϱάτησα τῆς ἀϱχῆς, ϗ συνέτϱιψα τὸν Δημήτϱιον ϗ ἐϖεϰϱάτησα τῆς χώϱας ἡμῶν
10:53 ϗ συνῆψα ϖϱὸς αὐτὸν μάχην, ϗ συνετϱίϐη αὐτὸς ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ὑφ’ ἡμῶν, ϗ ἐϰαϑίσαμεν ἐϖὶ ϑϱόνȣ ϐασιλείας αὐτȣ̃·
10:54 ϗ νῦν ϛήσωμεν ϖϱὸς αὑτȣ̀ς φιλίαν, ϗ νῦν δός μοι τὴν ϑυγατέϱα σȣ εἰς γυναῖϰα, ϗ ἐϖιγαμϐϱεύσω σοι ϗ δώσω σοι δόματα ϗ αὐτῇ ἄξιά σȣ.
10:55 Ϗ ἀϖεϰϱίϑη Πτολεμαῖος ὁ ϐασιλεὺς λέγων Ἀγαϑὴ ἡμέϱα, ἐν ᾗ ἐϖέϛϱεψας εἰς γῆν ϖατέϱων σȣ ϗ ἐϰάϑισας ἐϖὶ ϑϱόνȣ ϐασιλείας αὐτῶν.
10:56 ϗ νῦν ϖοιήσω σοι ἃ ἔγϱαψας, ἀλλὰ ἀϖάντησον εἰς Πτολεμαίδα, ὅϖως ἴδωμεν ἀλλήλȣς, ϗ ἐϖιγαμϐϱεύσω σοι, ϰαϑὼς εἴϱηϰας.
10:57 Ϗ ἐξῆλϑεν Πτολεμαῖος ἐξ Αἰγύϖτȣ, αὐτὸς ϗ Κλεοϖάτϱα ἡ ϑυγάτηϱ αὐτȣ̃, ϗ ἦλϑεν εἰς Πτολεμαίδα ἔτȣς δευτέϱȣ ϗ ἑξηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃.
10:58 ϗ ἀϖήντησεν αὐτῷ Ἀλέξανδϱος ὁ ϐασιλεύς, ϗ ἐξέδετο αὐτῷ Κλεοϖάτϱαν τὴν ϑυγατέϱα αὐτȣ̃ ϗ ἐϖοίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι ϰαϑὼς οἱ ϐασιλεῖς ἐν δόξῃ μεγάλῃ. –
10:59 ϗ ἔγϱαψεν Ἀλέξανδϱος ὁ ϐασιλεὺς Ιωναϑη ἐλϑεῖν εἰς συνάντησιν αὐτῷ.
10:60 ϗ ἐϖοϱεύϑη μετὰ δόξης εἰς Πτολεμαίδα ϗ ἀϖήντησεν τοῖς δυσὶν ϐασιλεῦσι· ϗ ἔδωϰεν αὐτοῖς ἀϱγύϱιον ϗ χϱυσίον ϗ τοῖς φίλοις αὐτῶν ϗ δόματα ϖολλὰ ϗ εὗϱεν χάϱιν ἐνώϖιον αὐτῶν.
10:61 ϗ ἐϖισυνήχϑησαν ἐϖ’ αὐτὸν ἄνδϱες λοιμοὶ ἐξ Ισϱαηλ, ἄνδϱες ϖαϱάνομοι, ἐντυχεῖν ϰατ’ αὐτȣ̃, ϗ ȣ̓ ϖϱοσέσχεν αὐτοῖς ὁ ϐασιλεύς.
10:62 ϗ ϖϱοσέταξεν ὁ ϐασιλεὺς ϗ ἐξέδυσαν Ιωναϑαν τὰ ἱμάτια αὐτȣ̃ ϗ ἐνέδυσαν αὐτὸν ϖοϱφύϱαν, ϗ ἐϖοίησαν ȣ̔́τως.
10:63 ϗ ἐϰάϑισεν αὐτὸν ὁ ϐασιλεὺς μετ’ αὐτȣ̃ ϗ εἶϖεν τοῖς ἄϱχȣσιν αὐτȣ̃ Ἐξέλϑατε μετ’ αὐτȣ̃ εἰς μέσον τῆς ϖόλεως ϗ ϰηϱύξατε τȣ̃ μηδένα ἐντυγχάνειν ϰατ’ αὐτȣ̃ ϖεϱὶ μηδενὸς ϖϱάγματος, ϗ μηδεὶς αὐτῷ ϖαϱενοχλείτω ϖεϱὶ ϖαντὸς λόγȣ.
10:64 ϗ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτȣ̃, ϰαϑὼς ἐϰήϱυξεν, ϗ ϖεϱιϐεϐλημένον αὐτὸν ϖοϱφύϱαν, ϗ ἔφυγον ϖάντες.
10:65 ϗ ἐδόξασεν αὐτὸν ὁ ϐασιλεὺς ϗ ἔγϱαψεν αὐτὸν τῶν ϖϱώτων φίλων ϗ ἔϑετο αὐτὸν ϛϱατηγὸν ϗ μεϱιδάϱχην.
10:66 ϗ ἐϖέϛϱεψεν Ιωναϑαν εἰς Ιεϱȣσαλημ μετ’ εἰϱήνης ϗ εὐφϱοσύνης.
10:67 Ϗ ἐν ἔτει ϖέμϖτῳ ϗ ἑξηϰοϛῷ ϗ ἑϰατοϛῷ ἦλϑεν Δημήτϱιος υἱὸς Δημητϱίȣ ἐϰ Κϱήτης εἰς τὴν γῆν τῶν ϖατέϱων αὐτȣ̃.
10:68 ϗ ἤϰȣσεν Ἀλέξανδϱος ὁ ϐασιλεὺς ϗ ἐλυϖήϑη σφόδϱα ϗ ὑϖέϛϱεψεν εἰς Ἀντιόχειαν.
10:69 ϗ ϰατέϛησεν Δημήτϱιος Ἀϖολλώνιον τὸν ὄντα ἐϖὶ Κοίλης Συϱίας, ϗ συνήγαγεν δύναμιν μεγάλην ϗ ϖαϱενέϐαλεν ἐϖὶ Ιάμνειαν· ϗ ἀϖέϛειλεν ϖϱὸς Ιωναϑαν τὸν ἀϱχιεϱέα λέγων
10:70 Σὺ μονώτατος ἐϖαίϱῃ ἐφ’ ἡμᾶς, ἐγὼ δὲ ἐγενήϑην εἰς ϰαταγέλωτα ϗ εἰς ὀνειδισμὸν διὰ σέ· ϗ διὰ τί σὺ ἐξȣσιάζῃ ἐφ’ ἡμᾶς ἐν τοῖς ὄϱεσι;
10:71 νῦν ȣ̓͂ν εἰ ϖέϖοιϑας ἐϖὶ ταῖς δυνάμεσίν σȣ, ϰατάϐηϑι ϖϱὸς ἡμᾶς εἰς τὸ ϖεδίον, ϗ συγϰϱιϑῶμεν ἑαυτοῖς ἐϰεῖ, ὅτι μετ’ ἐμȣ̃ ἐϛιν δύναμις τῶν ϖόλεων.
10:72 ἐϱώτησον ϗ μάϑε τίς εἰμι ϗ οἱ λοιϖοὶ οἱ ϐοηϑȣ̃ντες ἡμῖν, ϗ λέγȣσιν Ȣ̓ϰ ἔϛιν ὑμῖν ϛάσις ϖοδὸς ϰατὰ ϖϱόσωϖον ἡμῶν, ὅτι δὶς ἐτϱοϖώϑησαν οἱ ϖατέϱες σȣ ἐν τῇ γῇ αὐτῶν.
10:73 ϗ νῦν ȣ̓ δυνήσῃ ὑϖοϛῆναι τὴν ἵϖϖον ϗ δύναμιν τοιαύτην ἐν τῷ ϖεδίῳ, ὅϖȣ ȣ̓ϰ ἔϛιν λίϑος ȣ̓δὲ ϰόχλαξ ȣ̓δὲ τόϖος τȣ̃ φυγεῖν.
10:74 Ὡς δὲ ἤϰȣσεν Ιωναϑαν τῶν λόγων Ἀϖολλωνίȣ, ἐϰινήϑη τῇ διανοίᾳ ϗ ἐϖέλεξεν δέϰα χιλιάδας ἀνδϱῶν ϗ ἐξῆλϑεν ἐξ Ιεϱȣσαλημ, ϗ συνήντησεν αὐτῷ Σιμων ὁ ἀδελφὸς αὐτȣ̃ ἐϖὶ ϐοήϑειαν αὐτῷ.
10:75 ϗ ϖαϱενέϐαλεν ἐϖὶ Ιοϖϖην, ϗ ἀϖέϰλεισαν αὐτὴν οἱ ἐϰ τῆς ϖόλεως, ὅτι φϱȣϱὰ Ἀϖολλωνίȣ ἐν Ιοϖϖη· ϗ ἐϖολέμησαν αὐτήν,
10:76 ϗ φοϐηϑέντες ἤνοιξαν οἱ ἐϰ τῆς ϖόλεως, ϗ ἐϰυϱίευσεν Ιωναϑαν Ιοϖϖης.
10:77 ϗ ἤϰȣσεν Ἀϖολλώνιος ϗ ϖαϱενέϐαλεν τϱισχιλίαν ἵϖϖον ϗ δύναμιν ϖολλὴν ϗ ἐϖοϱεύϑη εἰς Ἄζωτον ὡς διοδεύων ϗ ἅμα ϖϱοῆγεν εἰς τὸ ϖεδίον διὰ τὸ ἔχειν αὐτὸν ϖλῆϑος ἵϖϖȣ ϗ ϖεϖοιϑέναι ἐϖ’ αὐτῇ.
10:78 ϗ ϰατεδίωξεν ὀϖίσω αὐτȣ̃ εἰς Ἄζωτον, ϗ συνῆψαν αἱ ϖαϱεμϐολαὶ εἰς ϖόλεμον.
10:79 ϗ ἀϖέλιϖεν Αϖολλώνιος χιλίαν ἵϖϖον ϰϱυϖτῶς ϰατόϖισϑεν αὐτῶν.
10:80 ϗ ἔγνω Ιωναϑαν ὅτι ἔϛιν ἔνεδϱον ϰατόϖισϑεν αὐτȣ̃, ϗ ἐϰύϰλωσαν αὐτȣ̃ τὴν ϖαϱεμϐολὴν ϗ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐϰ ϖϱωίϑεν ἕως δείλης·
10:81 ὁ δὲ λαὸς εἱϛήϰει, ϰαϑὼς ἐϖέταξεν Ιωναϑαν, ϗ ἐϰοϖίασαν οἱ ἵϖϖοι αὐτῶν.
10:82 ϗ εἵλϰυσεν Σιμων τὴν δύναμιν αὐτȣ̃ ϗ συνῆψεν ϖϱὸς τὴν φάλαγγα, ἡ γὰϱ ἵϖϖος ἐξελύϑη, ϗ συνετϱίϐησαν ὑϖ’ αὐτȣ̃ ϗ ἔφυγον,
10:83 ϗ ἡ ἵϖϖος ἐσϰοϱϖίσϑη ἐν τῷ ϖεδίῳ. ϗ ἔφυγον εἰς Ἄζωτον ϗ εἰσῆλϑον εἰς Βηϑδαγων τὸ εἰδώλιον αὐτῶν τȣ̃ σωϑῆναι.
10:84 ϗ ἐνεϖύϱισεν Ιωναϑαν τὴν Ἄζωτον ϗ τὰς ϖόλεις τὰς ϰύϰλῳ αὐτῆς ϗ ἔλαϐεν τὰ σϰῦλα αὐτῶν ϗ τὸ ἱεϱὸν Δαγων ϗ τȣ̀ς συμφυγόντας εἰς αὐτὸ ἐνεϖύϱισεν ϖυϱί.
10:85 ϗ ἐγένοντο οἱ ϖεϖτωϰότες μαχαίϱᾳ σὺν τοῖς ἐμϖυϱισϑεῖσιν εἰς ἄνδϱας ὀϰταϰισχιλίȣς.
10:86 ϗ ἀϖῆϱεν ἐϰεῖϑεν Ιωναϑαν ϗ ϖαϱενέϐαλεν ἐϖὶ Ἀσϰαλῶνα, ϗ ἐξῆλϑον οἱ ἐϰ τῆς ϖόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.
10:87 ϗ ἐϖέϛϱεψεν Ιωναϑαν εἰς Ιεϱȣσαλημ σὺν τοῖς ϖαϱ’ αὐτȣ̃ ἔχοντες σϰῦλα ϖολλά.
10:88 ϗ ἐγένετο ὡς ἤϰȣσεν Ἀλέξανδϱος ὁ ϐασιλεὺς τȣ̀ς λόγȣς τȣ́τȣς, ϗ ϖϱοσέϑετο ἔτι δοξάσαι τὸν Ιωναϑαν·
10:89 ϗ ἀϖέϛειλεν αὐτῷ ϖόϱϖην χϱυσῆν, ὡς ἔϑος ἐϛὶν δίδοσϑαι τοῖς συγγενέσιν τῶν ϐασιλέων, ϗ ἔδωϰεν αὐτῷ τὴν Αϰϰαϱων ϗ ϖάντα τὰ ὅϱια αὐτῆς εἰς ϰληϱοδοσίαν.
11:1 Ϗ ϐασιλεὺς Αἰγύϖτȣ ἤϑϱοισεν δυνάμεις ϖολλὰς ὡς ἡ ἄμμος ἡ ϖαϱὰ τὸ χεῖλος τῆς ϑαλάσσης ϗ ϖλοῖα ϖολλὰ ϗ ἐζήτησε ϰαταϰϱατῆσαι τῆς ϐασιλείας Ἀλεξάνδϱȣ δόλῳ ϗ ϖϱοσϑεῖναι αὐτὴν τῇ ϐασιλείᾳ αὐτȣ̃.
11:2 ϗ ἐξῆλϑεν εἰς Συϱίαν λόγοις εἰϱηνιϰοῖς, ϗ ἤνοιγον αὐτῷ οἱ ἀϖὸ τῶν ϖόλεων ϗ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν Ἀλεξάνδϱȣ τȣ̃ ϐασιλέως συναντᾶν αὐτῷ διὰ τὸ ϖενϑεϱὸν αὐτȣ̃ εἶναι·
11:3 ὡς δὲ εἰσεϖοϱεύετο εἰς τὰς ϖόλεις Πτολεμαῖος, ἀϖέτασσε τὰς δυνάμεις φϱȣϱὰν ἐν ἑϰάϛῃ ϖόλει.
11:4 ὡς δὲ ἤγγισαν Αζώτȣ, ἔδειξαν αὐτῷ τὸ ἱεϱὸν Δαγων ἐμϖεϖυϱισμένον ϗ Ἄζωτον ϗ τὰ ϖεϱιϖόλια αὐτῆς ϰαϑῃϱημένα ϗ τὰ σώματα ἐϱϱιμμένα ϗ τȣ̀ς ἐμϖεϖυϱισμένȣς, ȣ̔̀ς ἐνεϖύϱισεν ἐν τῷ ϖολέμῳ· ἐϖοίησαν γὰϱ ϑιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτȣ̃.
11:5 ϗ διηγήσαντο τῷ ϐασιλεῖ ἃ ἐϖοίησεν Ιωναϑαν εἰς τὸ ψογίσαι αὐτόν· ϗ ἐσίγησεν ὁ ϐασιλεύς.
11:6 ϗ συνήντησεν Ιωναϑαν τῷ ϐασιλεῖ εἰς Ιοϖϖην μετὰ δόξης, ϗ ἠσϖάσαντο ἀλλήλȣς ϗ ἐϰοιμήϑησαν ἐϰεῖ.
11:7 ϗ ἐϖοϱεύϑη Ιωναϑαν μετὰ τȣ̃ ϐασιλέως ἕως τȣ̃ ϖοταμȣ̃ τȣ̃ ϰαλȣμένȣ Ἐλευϑέϱȣ ϗ ἐϖέϛϱεψεν εἰς Ιεϱȣσαλημ.
11:8 ὁ δὲ ϐασιλεὺς Πτολεμαῖος ἐϰυϱίευσεν τῶν ϖόλεων τῆς ϖαϱαλίας ἕως Σελευϰείας τῆς ϖαϱαϑαλασσίας ϗ διελογίζετο ϖεϱὶ Ἀλεξάνδϱȣ λογισμȣ̀ς ϖονηϱȣ́ς.
11:9 ϗ ἀϖέϛειλεν ϖϱέσϐεις ϖϱὸς Δημήτϱιον τὸν ϐασιλέα λέγων Δεῦϱο συνϑώμεϑα ϖϱὸς ἑαυτȣ̀ς διαϑήϰην, ϗ δώσω σοι τὴν ϑυγατέϱα μȣ, ἣν εἶχεν Ἀλέξανδϱος, ϗ ϐασιλεύσεις τῆς ϐασιλείας τȣ̃ ϖατϱός σȣ·
11:10 μεταμεμέλημαι γὰϱ δȣ̀ς αὐτῷ τὴν ϑυγατέϱα μȣ, ἐζήτησεν γὰϱ ἀϖοϰτεῖναί με.
11:11 ϗ ἐψόγισεν αὐτὸν χάϱιν τȣ̃ ἐϖιϑυμῆσαι αὐτὸν τῆς ϐασιλείας αὐτȣ̃·
11:12 ϗ ἀφελόμενος αὐτȣ̃ τὴν ϑυγατέϱα ἔδωϰεν αὐτὴν τῷ Δημητϱίῳ ϗ ἠλλοιώϑη τῷ Ἀλεξάνδϱῳ, ϗ ἐφάνη ἡ ἔχϑϱα αὐτῶν.
11:13 ϗ εἰσῆλϑεν Πτολεμαῖος εἰς Ἀντιόχειαν ϗ ϖεϱιέϑετο τὸ διάδημα τῆς Ἀσίας· ϗ ϖεϱιέϑετο δύο διαδήματα ϖεϱὶ τὴν ϰεφαλὴν αὐτȣ̃, τὸ τῆς Αἰγύϖτȣ ϗ Ἀσίας.
11:14 Ἀλέξανδϱος δὲ ὁ ϐασιλεὺς ἦν ἐν Κιλιϰίᾳ ϰατὰ τȣ̀ς ϰαιϱȣ̀ς ἐϰείνȣς, ὅτι ἀϖεϛάτȣν οἱ ἀϖὸ τῶν τόϖων ἐϰείνων.
11:15 ϗ ἤϰȣσεν Ἀλέξανδϱος ϗ ἦλϑεν ἐϖ’ αὐτὸν ἐν ϖολέμῳ. ϗ ἐξήγαγεν Πτολεμαῖος ϗ ἀϖήντησεν αὐτῷ ἐν χειϱὶ ἰσχυϱᾷ ϗ ἐτϱοϖώσατο αὐτόν·
11:16 ϗ ἔφυγεν Ἀλέξανδϱος εἰς τὴν Ἀϱαϐίαν τȣ̃ σϰεϖασϑῆναι αὐτὸν ἐϰεῖ, ὁ δὲ ϐασιλεὺς Πτολεμαῖος ὑψώϑη.
11:17 ϗ ἀφεῖλεν Ζαϐδιηλ ὁ Ἄϱαψ τὴν ϰεφαλὴν Ἀλεξάνδϱȣ ϗ ἀϖέϛειλεν τῷ Πτολεμαίῳ.
11:18 ϗ ὁ ϐασιλεὺς Πτολεμαῖος ἀϖέϑανεν ἐν τῇ ἡμέϱᾳ τῇ τϱίτῃ, ϗ οἱ ὄντες ἐν τοῖς ὀχυϱώμασιν αὐτȣ̃ ἀϖώλοντο ὑϖὸ τῶν ἐν τοῖς ὀχυϱώμασιν.
11:19 ϗ ἐϐασίλευσεν Δημήτϱιος ἔτȣς ἑϐδόμȣ ϗ ἑξηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃.
11:20 Ἐν ταῖς ἡμέϱαις ἐϰείναις συνήγαγεν Ιωναϑαν τȣ̀ς ἐϰ τῆς Ιȣδαίας τȣ̃ ἐϰϖολεμῆσαι τὴν ἄϰϱαν τὴν ἐν Ιεϱȣσαλημ ϗ ἐϖοίησεν ἐϖ’ αὐτὴν μηχανὰς ϖολλάς.
11:21 ϗ ἐϖοϱεύϑησάν τινες μισȣ̃ντες τὸ ἔϑνος αὐτῶν ἄνδϱες ϖαϱάνομοι ϖϱὸς τὸν ϐασιλέα ϗ ἀϖήγγειλαν αὐτῷ ὅτι Ιωναϑαν ϖεϱιϰάϑηται τὴν ἄϰϱαν.
11:22 ϗ ἀϰȣ́σας ὠϱγίσϑη· ὡς δὲ ἤϰȣσεν, εὐϑέως ἀναζεύξας ἦλϑεν εἰς Πτολεμαίδα ϗ ἔγϱαψεν Ιωναϑαν τȣ̃ μὴ ϖεϱιϰαϑῆσϑαι ϗ τȣ̃ ἀϖαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίϛην.
11:23 ὡς δὲ ἤϰȣσεν Ιωναϑαν, ἐϰέλευσεν ϖεϱιϰαϑῆσϑαι ϗ ἐϖέλεξεν τῶν ϖϱεσϐυτέϱων Ισϱαηλ ϗ τῶν ἱεϱέων ϗ ἔδωϰεν ἑαυτὸν τῷ ϰινδύνῳ·
11:24 ϗ λαϐὼν ἀϱγύϱιον ϗ χϱυσίον ϗ ἱματισμὸν ϗ ἕτεϱα ξένια ϖλείονα ϗ ἐϖοϱεύϑη ϖϱὸς τὸν ϐασιλέα εἰς Πτολεμαίδα ϗ εὗϱεν χάϱιν ἐναντίον αὐτȣ̃.
11:25 ϗ ἐνετύγχανον ϰατ’ αὐτȣ̃ τινες ἄνομοι τῶν ἐϰ τȣ̃ ἔϑνȣς.
11:26 ϗ ἐϖοίησεν αὐτῷ ὁ ϐασιλεὺς ϰαϑὼς ἐϖοίησαν αὐτῷ οἱ ϖϱὸ αὐτȣ̃, ϗ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτȣ̃ ϖάντων.
11:27 ϗ ἔϛησεν αὐτῷ τὴν ἀϱχιεϱωσύνην ϗ ὅσα ἄλλα εἶχεν τίμια τὸ ϖϱότεϱον ϗ ἐϖοίησεν αὐτὸν τῶν ϖϱώτων φίλων ἡγεῖσϑαι.
11:28 ϗ ἠξίωσεν Ιωναϑαν τὸν ϐασιλέα ϖοιῆσαι τὴν Ιȣδαίαν ἀφοϱολόγητον ϗ τὰς τϱεῖς τοϖαϱχίας ϗ τὴν Σαμαϱῖτιν ϗ ἐϖηγγείλατο αὐτῷ τάλαντα τϱιαϰόσια.
11:29 ϗ εὐδόϰησεν ὁ ϐασιλεὺς ϗ ἔγϱαψεν τῷ Ιωναϑαν ἐϖιϛολὰς ϖεϱὶ ϖάντων τȣ́των ἐχȣ́σας τὸν τϱόϖον τȣ̃τον
11:30 Βασιλεὺς Δημήτϱιος Ιωναϑαν τῷ ἀδελφῷ χαίϱειν ϗ ἔϑνει Ιȣδαίων.
11:31 τὸ ἀντίγϱαφον τῆς ἐϖιϛολῆς, ἧς ἐγϱάψαμεν Λασϑένει τῷ συγγενεῖ ἡμῶν ϖεϱὶ ὑμῶν, γεγϱάφαμεν ϗ ϖϱὸς ὑμᾶς, ὅϖως εἰδῆτε.
11:32 Βασιλεὺς Δημήτϱιος Λασϑένει τῷ ϖατϱὶ χαίϱειν.
11:33 τῷ ἔϑνει τῶν Ιȣδαίων φίλοις ἡμῶν ϗ συντηϱȣ̃σιν τὰ ϖϱὸς ἡμᾶς δίϰαια ἐϰϱίναμεν ἀγαϑὸν ϖοιῆσαι χάϱιν τῆς ἐξ αὐτῶν εὐνοίας ϖϱὸς ἡμᾶς.
11:34 ἑϛάϰαμεν αὐτοῖς τά τε ὅϱια τῆς Ιȣδαίας ϗ τȣ̀ς τϱεῖς νομȣ̀ς Αφαιϱεμα ϗ Λυδδα ϗ Ραϑαμιν· ϖϱοσετέϑησαν τῇ Ιȣδαίᾳ ἀϖὸ τῆς Σαμαϱίτιδος ϗ ϖάντα τὰ συγϰυϱȣ̃ντα αὐτοῖς ϖᾶσιν τοῖς ϑυσιάζȣσιν εἰς Ιεϱοσόλυμα ἀντὶ τῶν ϐασιλιϰῶν, ὧν ἐλάμϐανεν ὁ ϐασιλεὺς ϖαϱ’ αὐτῶν τὸ ϖϱότεϱον ϰατ’ ἐνιαυτὸν ἀϖὸ τῶν γενημάτων τῆς γῆς ϗ τῶν ἀϰϱοδϱύων.
11:35 ϗ τὰ ἄλλα τὰ ἀνήϰοντα ἡμῖν ἀϖὸ τȣ̃ νῦν τῶν δεϰατῶν ϗ τῶν τελῶν τῶν ἀνηϰόντων ἡμῖν ϗ τὰς τȣ̃ ἁλὸς λίμνας ϗ τȣ̀ς ἀνήϰοντας ἡμῖν ϛεφάνȣς, ϖάντα ἐϖαϱϰέσομεν αὐτοῖς.
11:36 ϗ ȣ̓ϰ ἀϑετηϑήσεται ȣ̓δὲ ἓν τȣ́των ἀϖὸ τȣ̃ νῦν εἰς τὸν ἅϖαντα χϱόνον.
11:37 νῦν ȣ̓͂ν ἐϖιμέλεσϑε τȣ̃ ϖοιῆσαι τȣ́των ἀντίγϱαφον, ϗ δοϑήτω Ιωναϑαν ϗ τεϑήτω ἐν τῷ ὄϱει τῷ ἁγίῳ ἐν τόϖῳ ἐϖισήμῳ.
11:38 Ϗ εἶδεν Δημήτϱιος ὁ ϐασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώϖιον αὐτȣ̃ ϗ ȣ̓δὲν αὐτῷ ἀνϑειϛήϰει, ϗ ἀϖέλυσεν ϖάσας τὰς δυνάμεις αὐτȣ̃, ἕϰαϛον εἰς τὸν ἴδιον τόϖον, ϖλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀϖὸ τῶν νήσων τῶν ἐϑνῶν· ϗ ἤχϑϱαναν αὐτῷ ϖᾶσαι αἱ δυνάμεις αἱ ἀϖὸ τῶν ϖατέϱων.
11:39 Τϱύφων δὲ ἦν τῶν ϖαϱὰ Ἀλεξάνδϱȣ τὸ ϖϱότεϱον ϗ εἶδεν ὅτι ϖᾶσαι αἱ δυνάμεις ϰαταγογγύζȣσιν ϰατὰ τȣ̃ Δημητϱίȣ, ϗ ἐϖοϱεύϑη ϖϱὸς Ιμαλϰȣε τὸν Ἄϱαϐα, ὃς ἔτϱεφεν Ἀντίοχον τὸ ϖαιδάϱιον τὸν τȣ̃ Ἀλεξάνδϱȣ.
11:40 ϗ ϖϱοσήδϱευεν αὐτῷ, ὅϖως ϖαϱαδοῖ αὐτὸν αὐτῷ, ὅϖως ϐασιλεύσῃ ἀντὶ τȣ̃ ϖατϱὸς αὐτȣ̃· ϗ ἀϖήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν ὁ Δημήτϱιος ϗ τὴν ἔχϑϱαν, ἣν ἐχϑϱαίνȣσιν αὐτῷ αἱ δυνάμεις αὐτȣ̃, ϗ ἔμεινεν ἐϰεῖ ἡμέϱας ϖολλάς.
11:41 ϗ ἀϖέϛειλεν Ιωναϑαν ϖϱὸς Δημήτϱιον τὸν ϐασιλέα, ἵνα ἐϰϐάλῃ τȣ̀ς ἐϰ τῆς ἄϰϱας ἐξ Ιεϱȣσαλημ ϗ τȣ̀ς ἐν τοῖς ὀχυϱώμασιν· ἦσαν γὰϱ ϖολεμȣ̃ντες τὸν Ισϱαηλ.
11:42 ϗ ἀϖέϛειλεν Δημήτϱιος ϖϱὸς Ιωναϑαν λέγων Ȣ̓ ταῦτα μόνον ϖοιήσω σοι ϗ τῷ ἔϑνει σȣ, ἀλλὰ δόξῃ δοξάσω σε ϗ τὸ ἔϑνος σȣ, ἐὰν εὐϰαιϱίας τύχω·
11:43 νῦν ȣ̓͂ν ὀϱϑῶς ϖοιήσεις ἀϖοϛείλας μοι ἄνδϱας, οἳ συμμαχήσȣσίν μοι, ὅτι ἀϖέϛησαν ϖᾶσαι αἱ δυνάμεις μȣ.
11:44 ϗ ἀϖέϛειλεν Ιωναϑαν ἄνδϱας τϱισχιλίȣς δυνατȣ̀ς ἰσχύι αὐτῷ εἰς Ἀντιόχειαν, ϗ ἦλϑον ϖϱὸς τὸν ϐασιλέα, ϗ ηὐφϱάνϑη ὁ ϐασιλεὺς ἐϖὶ τῇ ἐφόδῳ αὐτῶν.
11:45 ϗ ἐϖισυνήχϑησαν οἱ ἀϖὸ τῆς ϖόλεως εἰς μέσον τῆς ϖόλεως εἰς ἀνδϱῶν δώδεϰα μυϱιάδας ϗ ἠϐȣ́λοντο ἀνελεῖν τὸν ϐασιλέα.
11:46 ϗ ἔφυγεν ὁ ϐασιλεὺς εἰς τὴν αὐλήν, ϗ ϰατελάϐοντο οἱ ἐϰ τῆς ϖόλεως τὰς διόδȣς τῆς ϖόλεως ϗ ἤϱξαντο ϖολεμεῖν.
11:47 ϗ ἐϰάλεσεν ὁ ϐασιλεὺς τȣ̀ς Ιȣδαίȣς ἐϖὶ ϐοήϑειαν, ϗ ἐϖισυνήχϑησαν ϖϱὸς αὐτὸν ϖάντες ἅμα ϗ διεσϖάϱησαν ἐν τῇ ϖόλει ϗ ἀϖέϰτειναν ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ εἰς μυϱιάδας δέϰα·
11:48 ϗ ἐνεϖύϱισαν τὴν ϖόλιν ϗ ἔλαϐον σϰῦλα ϖολλὰ ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ ϗ ἔσωσαν τὸν ϐασιλέα.
11:49 ϗ εἶδον οἱ ἀϖὸ τῆς ϖόλεως ὅτι ϰατεϰϱάτησαν οἱ Ιȣδαῖοι τῆς ϖόλεως ὡς ἠϐȣ́λοντο, ϗ ἠσϑένησαν ταῖς διανοίαις αὐτῶν ϗ ἐϰέϰϱαξαν ϖϱὸς τὸν ϐασιλέα μετὰ δεήσεως λέγοντες
11:50 Δὸς ἡμῖν δεξιὰς ϗ ϖαυσάσϑωσαν οἱ Ιȣδαῖοι ϖολεμȣ̃ντες ἡμᾶς ϗ τὴν ϖόλιν.
11:51 ϗ ἔϱϱιψαν τὰ ὅϖλα ϗ ἐϖοίησαν εἰϱήνην. ϗ ἐδοξάσϑησαν οἱ Ιȣδαῖοι ἐναντίον τȣ̃ ϐασιλέως ϗ ἐνώϖιον ϖάντων τῶν ἐν τῇ ϐασιλείᾳ αὐτȣ̃ ϗ ἐϖέϛϱεψαν εἰς Ιεϱȣσαλημ ἔχοντες σϰῦλα ϖολλά.
11:52 ϗ ἐϰάϑισεν Δημήτϱιος ὁ ϐασιλεὺς ἐϖὶ ϑϱόνȣ τῆς ϐασιλείας αὐτȣ̃, ϗ ἡσύχασεν ἡ γῆ ἐνώϖιον αὐτȣ̃.
11:53 ϗ ἐψεύσατο ϖάντα, ὅσα εἶϖεν, ϗ ἠλλοτϱιώϑη τῷ Ιωναϑαν ϗ ȣ̓ϰ ἀνταϖέδωϰεν τὰς εὐνοίας, ἃς ἀνταϖέδωϰεν αὐτῷ, ϗ ἔϑλιϐεν αὐτὸν σφόδϱα.
11:54 Μετὰ δὲ ταῦτα ἀϖέϛϱεψεν Τϱύφων ϗ Ἀντίοχος μετ’ αὐτȣ̃ ϖαιδάϱιον νεώτεϱον· ϗ ἐϐασίλευσεν ϗ ἐϖέϑετο διάδημα.
11:55 ϗ ἐϖισυνήχϑησαν ϖϱὸς αὐτὸν ϖᾶσαι αἱ δυνάμεις, ἃς ἀϖεσϰοϱάϰισεν Δημήτϱιος, ϗ ἐϖολέμησαν ϖϱὸς αὐτόν, ϗ ἔφυγεν ϗ ἐτϱοϖώϑη.
11:56 ϗ ἔλαϐεν Τϱύφων τὰ ϑηϱία ϗ ϰατεϰϱάτησεν τῆς Ἀντιοχείας.
11:57 ϗ ἔγϱαψεν Ἀντίοχος ὁ νεώτεϱος Ιωναϑη λέγων Ἵϛημί σοι τὴν ἀϱχιεϱωσύνην ϗ ϰαϑίϛημί σε ἐϖὶ τῶν τεσσάϱων νομῶν ϗ εἶναί σε τῶν φίλων τȣ̃ ϐασιλέως.
11:58 ϗ ἀϖέϛειλεν αὐτῷ χϱυσώματα ϗ διαϰονίαν ϗ ἔδωϰεν αὐτῷ ἐξȣσίαν ϖίνειν ἐν χϱυσώμασιν ϗ εἶναι ἐν ϖοϱφύϱᾳ ϗ ἔχειν ϖόϱϖην χϱυσῆν·
11:59 ϗ Σιμωνα τὸν ἀδελφὸν αὐτȣ̃ ϰατέϛησεν ϛϱατηγὸν ἀϖὸ τῆς ϰλίμαϰος Τύϱȣ ἕως τῶν ὁϱίων Αἰγύϖτȣ.
11:60 ϗ ἐξῆλϑεν Ιωναϑαν ϗ διεϖοϱεύετο ϖέϱαν τȣ̃ ϖοταμȣ̃ ϗ ἐν ταῖς ϖόλεσιν, ϗ ἠϑϱοίσϑησαν ϖϱὸς αὐτὸν ϖᾶσα δύναμις Συϱίας εἰς συμμαχίαν· ϗ ἦλϑεν εἰς Ἀσϰαλῶνα, ϗ ἀϖήντησαν αὐτῷ οἱ ἐϰ τῆς ϖόλεως ἐνδόξως.
11:61 ϗ ἀϖῆλϑεν ἐϰεῖϑεν εἰς Γάζαν, ϗ ἀϖέϰλεισαν οἱ ἀϖὸ Γάζης, ϗ ϖεϱιεϰάϑισεν ϖεϱὶ αὐτὴν ϗ ἐνεϖύϱισεν τὰ ϖεϱιϖόλια αὐτῆς ἐν ϖυϱὶ ϗ ἐσϰύλευσεν αὐτά.
11:62 ϗ ἠξίωσαν οἱ ἀϖὸ Γάζης Ιωναϑαν, ϗ ἔδωϰεν αὐτοῖς δεξιὰς ϗ ἔλαϐεν τȣ̀ς υἱȣ̀ς τῶν ἀϱχόντων αὐτῶν εἰς ὅμηϱα ϗ ἐξαϖέϛειλεν αὐτȣ̀ς εἰς Ιεϱȣσαλημ· ϗ διῆλϑεν τὴν χώϱαν ἕως Δαμασϰȣ̃.
11:63 ϗ ἤϰȣσεν Ιωναϑαν ὅτι ϖαϱῆσαν οἱ ἄϱχοντες Δημητϱίȣ εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως ϖολλῆς ϐȣλόμενοι μεταϛῆσαι αὐτὸν τῆς χϱείας.
11:64 ϗ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτȣ̃ Σιμωνα ϰατέλιϖεν ἐν τῇ χώϱᾳ.
11:65 ϗ ϖαϱενέϐαλεν Σιμων ἐϖὶ Βαιϑσȣϱα ϗ ἐϖολέμει αὐτὴν ἡμέϱας ϖολλὰς ϗ συνέϰλεισεν αὐτήν.
11:66 ϗ ἠξίωσαν αὐτὸν τȣ̃ δεξιὰς λαϐεῖν, ϗ ἔδωϰεν αὐτοῖς· ϗ ἐξέϐαλεν αὐτȣ̀ς ἐϰεῖϑεν ϗ ϰατελάϐετο τὴν ϖόλιν ϗ ἔϑετο ἐϖ’ αὐτὴν φϱȣϱάν.
11:67 ϗ Ιωναϑαν ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ϖαϱενέϐαλον ἐϖὶ τὸ ὕδωϱ τȣ̃ Γεννησαϱ· ϗ ὤϱϑϱισαν τὸ ϖϱωῒ εἰς τὸ ϖεδίον Ασωϱ.
11:68 ϗ ἰδȣ̀ ἡ ϖαϱεμϐολὴ ἀλλοφύλων ἀϖήντα αὐτῷ ἐν τῷ ϖεδίῳ ϗ ἐξέϐαλον ἔνεδϱον ἐϖ’ αὐτὸν ἐν τοῖς ὄϱεσιν, αὐτοὶ δὲ ἀϖήντησαν ἐξ ἐναντίας.
11:69 τὰ δὲ ἔνεδϱα ἐξανέϛησαν ἐϰ τῶν τόϖων αὐτῶν ϗ συνῆψαν ϖόλεμον.
11:70 ϗ ἔφυγον οἱ ϖαϱὰ Ιωναϑȣ ϖάντες, ȣ̓δὲ εἷς ϰατελείφϑη ἀϖ’ αὐτῶν ϖλὴν Ματταϑιας ὁ τȣ̃ Αψαλωμȣ ϗ Ιȣδας ὁ τȣ̃ Χαλφι ἄϱχοντες τῆς ϛϱατιᾶς τῶν δυνάμεων.
11:71 ϗ διέϱϱηξεν Ιωναϑαν τὰ ἱμάτια αὐτȣ̃ ϗ ἐϖέϑετο γῆν ἐϖὶ τὴν ϰεφαλὴν αὐτȣ̃ ϗ ϖϱοσηύξατο.
11:72 ϗ ὑϖέϛϱεψεν ϖϱὸς αὐτȣ̀ς ϖολέμῳ ϗ ἐτϱοϖώσατο αὐτȣ́ς, ϗ ἔφυγον.
11:73 ϗ εἶδον οἱ φεύγοντες ϖαϱ’ αὐτȣ̃ ϗ ἐϖέϛϱεψαν ἐϖ’ αὐτὸν ϗ ἐδίωϰον μετ’ αὐτȣ̃ ἕως Κεδες ἕως τῆς ϖαϱεμϐολῆς αὐτῶν ϗ ϖαϱενέϐαλον ἐϰεῖ.
11:74 ϗ ἔϖεσον ἐϰ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ εἰς ἄνδϱας τϱισχιλίȣς. ϗ ἐϖέϛϱεψεν Ιωναϑαν εἰς Ιεϱȣσαλημ.
12:1 Ϗ εἶδεν Ιωναϑαν ὅτι ὁ ϰαιϱὸς αὐτῷ συνεϱγεῖ, ϗ ἐϖελέξατο ἄνδϱας ϗ ἀϖέϛειλεν εἰς Ῥώμην ϛῆσαι ϗ ἀνανεώσασϑαι τὴν ϖϱὸς αὐτȣ̀ς φιλίαν.
12:2 ϗ ϖϱὸς Σϖαϱτιάτας ϗ τόϖȣς ἑτέϱȣς ἀϖέϛειλεν ἐϖιϛολὰς ϰατὰ τὰ αὐτά.
12:3 ϗ ἐϖοϱεύϑησαν εἰς Ῥώμην ϗ εἰσῆλϑον εἰς τὸ ϐȣλευτήϱιον ϗ εἶϖον Ιωναϑαν ὁ ἀϱχιεϱεὺς ϗ τὸ ἔϑνος τῶν Ιȣδαίων ἀϖέϛειλεν ἡμᾶς ἀνανεώσασϑαι τὴν φιλίαν ἑαυτοῖς ϗ τὴν συμμαχίαν ϰατὰ τὸ ϖϱότεϱον.
12:4 ϗ ἔδωϰαν ἐϖιϛολὰς αὐτοῖς ϖϱὸς αὐτȣ̀ς ϰατὰ τόϖον, ὅϖως ϖϱοϖέμϖωσιν αὐτȣ̀ς εἰς γῆν Ιȣδα μετ’ εἰϱήνης.
12:5 Ϗ τȣ̃το τὸ ἀντίγϱαφον τῶν ἐϖιϛολῶν, ὧν ἔγϱαψεν Ιωναϑαν τοῖς Σϖαϱτιάταις
12:6 Ιωναϑαν ἀϱχιεϱεὺς ϗ ἡ γεϱȣσία τȣ̃ ἔϑνȣς ϗ οἱ ἱεϱεῖς ϗ ὁ λοιϖὸς δῆμος τῶν Ιȣδαίων Σϖαϱτιάταις τοῖς ἀδελφοῖς χαίϱειν.
12:7 ἔτι ϖϱότεϱον ἀϖεϛάλησαν ἐϖιϛολαὶ ϖϱὸς Ονιαν τὸν ἀϱχιεϱέα ϖαϱὰ Ἀϱείȣ τȣ̃ ϐασιλεύοντος ἐν ὑμῖν ὅτι ἐϛὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγϱαφον ὑϖόϰειται.
12:8 ϗ ἐϖεδέξατο ὁ Ονιας τὸν ἄνδϱα τὸν ἀϖεϛαλμένον ἐνδόξως ϗ ἔλαϐεν τὰς ἐϖιϛολάς, ἐν αἷς διεσαφεῖτο ϖεϱὶ συμμαχίας ϗ φιλίας.
12:9 ἡμεῖς ȣ̓͂ν ἀϖϱοσδεεῖς τȣ́των ὄντες ϖαϱάϰλησιν ἔχοντες τὰ ϐιϐλία τὰ ἅγια τὰ ἐν ταῖς χεϱσὶν ἡμῶν
12:10 ἐϖειϱάϑημεν ἀϖοϛεῖλαι τὴν ϖϱὸς ὑμᾶς ἀδελφότητα ϗ φιλίαν ἀνανεώσασϑαι ϖϱὸς τὸ μὴ ἐξαλλοτϱιωϑῆναι ὑμῶν· ϖολλοὶ γὰϱ ϰαιϱοὶ διῆλϑον ἀφ’ ȣ̔͂ ἀϖεϛείλατε ϖϱὸς ἡμᾶς.
12:11 ἡμεῖς ȣ̓͂ν ἐν ϖαντὶ ϰαιϱῷ ἀδιαλείϖτως ἔν τε ταῖς ἑοϱταῖς ϗ ταῖς λοιϖαῖς ϰαϑηϰȣ́σαις ἡμέϱαις μιμνῃσϰόμεϑα ὑμῶν ἐφ’ ὧν ϖϱοσφέϱομεν ϑυσιῶν ϗ ἐν ταῖς ϖϱοσευχαῖς, ὡς δέον ἐϛὶν ϗ ϖϱέϖον μνημονεύειν ἀδελφῶν.
12:12 εὐφϱαινόμεϑα δὲ ἐϖὶ τῇ δόξῃ ὑμῶν.
12:13 ἡμᾶς δὲ ἐϰύϰλωσαν ϖολλαὶ ϑλίψεις ϗ ϖόλεμοι ϖολλοί, ϗ ἐϖολέμησαν ἡμᾶς οἱ ϐασιλεῖς οἱ ϰύϰλῳ ἡμῶν.
12:14 ȣ̓ϰ ἠϐȣλόμεϑα ȣ̓͂ν ϖαϱενοχλῆσαι ὑμῖν ϗ τοῖς λοιϖοῖς συμμάχοις ϗ φίλοις ἡμῶν ἐν τοῖς ϖολέμοις τȣ́τοις·
12:15 ἔχομεν γὰϱ τὴν ἐξ ȣ̓ϱανȣ̃ ϐοήϑειαν ϐοηϑȣ̃σαν ἡμῖν ϗ ἐϱϱύσϑημεν ἀϖὸ τῶν ἐχϑϱῶν, ϗ ἐταϖεινώϑησαν οἱ ἐχϑϱοὶ ἡμῶν.
12:16 ἐϖελέξαμεν ȣ̓͂ν Νȣμήνιον Ἀντιόχȣ ϗ Ἀντίϖατϱον Ἰάσονος ϗ ἀϖεϛάλϰαμεν ϖϱὸς Ῥωμαίȣς ἀνανεώσασϑαι τὴν ϖϱὸς αὐτȣ̀ς φιλίαν ϗ συμμαχίαν τὴν ϖϱότεϱον.
12:17 ἐνετειλάμεϑα ȣ̓͂ν αὐτοῖς ϗ ϖϱὸς ὑμᾶς ϖοϱευϑῆναι ϗ ἀσϖάσασϑαι ὑμᾶς ϗ ἀϖοδȣ̃ναι ὑμῖν τὰς ϖαϱ’ ἡμῶν ἐϖιϛολὰς ϖεϱὶ τῆς ἀνανεώσεως ϗ τῆς ἀδελφότητος ἡμῶν.
12:18 ϗ νῦν ϰαλῶς ϖοιήσετε ἀντιφωνήσαντες ἡμῖν ϖϱὸς ταῦτα.
12:19 Ϗ τȣ̃το τὸ ἀντίγϱαφον τῶν ἐϖιϛολῶν, ὧν ἀϖέϛειλαν Ονια
12:20 Ἄϱειος ϐασιλεὺς Σϖαϱτιατῶν Ονια ἱεϱεῖ μεγάλῳ χαίϱειν.
12:21 εὑϱέϑη ἐν γϱαφῇ ϖεϱί τε τῶν Σϖαϱτιατῶν ϗ Ιȣδαίων ὅτι εἰσὶν ἀδελφοὶ ϗ ὅτι εἰσὶν ἐϰ γένȣς Αϐϱααμ.
12:22 ϗ νῦν ἀφ’ ȣ̔͂ ἔγνωμεν ταῦτα, ϰαλῶς ϖοιήσετε γϱάφοντες ἡμῖν ϖεϱὶ τῆς εἰϱήνης ὑμῶν,
12:23 ϗ ἡμεῖς δὲ ἀντιγϱάφομεν ὑμῖν τὰ ϰτήνη ὑμῶν ϗ ἡ ὕϖαϱξις ὑμῶν ἡμῖν ἐϛιν, ϗ τὰ ἡμῶν ὑμῖν ἐϛιν. ἐντελλόμεϑα ȣ̓͂ν ὅϖως ἀϖαγγείλωσιν ὑμῖν ϰατὰ ταῦτα.
12:24 Ϗ ἤϰȣσεν Ιωναϑαν ὅτι ἐϖέϛϱεψαν οἱ ἄϱχοντες Δημητϱίȣ μετὰ δυνάμεως ϖολλῆς ὑϖὲϱ τὸ ϖϱότεϱον τȣ̃ ϖολεμῆσαι ϖϱὸς αὐτόν.
12:25 ϗ ἀϖῆϱεν ἐξ Ιεϱȣσαλημ ϗ ἀϖήντησεν αὐτοῖς εἰς τὴν Αμαϑῖτιν χώϱαν· ȣ̓ γὰϱ ἔδωϰεν αὐτοῖς ἀνοχὴν τȣ̃ ἐμϐατεῦσαι εἰς τὴν χώϱαν αὐτȣ̃.
12:26 ϗ ἀϖέϛειλεν ϰατασϰόϖȣς εἰς τὴν ϖαϱεμϐολὴν αὐτῶν, ϗ ἐϖέϛϱεψαν ϗ ἀϖήγγειλαν αὐτῷ ὅτι ȣ̔́τως τάσσονται ἐϖιϖεσεῖν ἐϖ’ αὐτȣ̀ς τὴν νύϰτα.
12:27 ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐϖέταξεν Ιωναϑαν τοῖς ϖαϱ’ αὐτȣ̃ γϱηγοϱεῖν ϗ εἶναι ἐϖὶ τοῖς ὅϖλοις ἑτοιμάζεσϑαι εἰς ϖόλεμον δι’ ὅλης τῆς νυϰτὸς ϗ ἐξέϐαλεν ϖϱοφύλαϰας ϰύϰλῳ τῆς ϖαϱεμϐολῆς.
12:28 ϗ ἤϰȣσαν οἱ ὑϖεναντίοι ὅτι ἡτοίμαϛαι Ιωναϑαν ϗ οἱ ϖαϱ’ αὐτȣ̃ εἰς ϖόλεμον, ϗ ἐφοϐήϑησαν ϗ ἔϖτηξαν τῇ ϰαϱδίᾳ αὐτῶν ϗ ἀνέϰαυσαν ϖυϱὰς ἐν τῇ ϖαϱεμϐολῇ αὐτῶν.
12:29 Ιωναϑαν δὲ ϗ οἱ ϖαϱ’ αὐτȣ̃ ȣ̓ϰ ἔγνωσαν ἕως ϖϱωί, ἔϐλεϖον γὰϱ τὰ φῶτα ϰαιόμενα.
12:30 ϗ ϰατεδίωξεν Ιωναϑαν ὀϖίσω αὐτῶν ϗ ȣ̓ ϰατέλαϐεν αὐτȣ́ς, διέϐησαν γὰϱ τὸν Ἐλεύϑεϱον ϖοταμόν.
12:31 ϗ ἐξέϰλινεν Ιωναϑαν ἐϖὶ τȣ̀ς Ἄϱαϐας τȣ̀ς ϰαλȣμένȣς Ζαϐαδαίȣς ϗ ἐϖάταξεν αὐτȣ̀ς ϗ ἔλαϐεν τὰ σϰῦλα αὐτῶν.
12:32 ϗ ἀναζεύξας ἦλϑεν εἰς Δαμασϰὸν ϗ διώδευσεν ἐν ϖάσῃ τῇ χώϱᾳ.
12:33 ϗ Σιμων ἐξῆλϑεν ϗ διώδευσεν ἕως Ἀσϰαλῶνος ϗ τὰ ϖλησίον ὀχυϱώματα ϗ ἐξέϰλινεν εἰς Ιοϖϖην ϗ ϖϱοϰατελάϐετο αὐτήν·
12:34 ἤϰȣσεν γὰϱ ὅτι ϐȣ́λονται τὸ ὀχύϱωμα ϖαϱαδȣ̃ναι τοῖς ϖαϱὰ Δημητϱίȣ· ϗ ἔϑετο ἐϰεῖ φϱȣϱάν, ὅϖως φυλάσσωσιν αὐτήν.
12:35 ϗ ἐϖέϛϱεψεν Ιωναϑαν ϗ ἐξεϰϰλησίασεν τȣ̀ς ϖϱεσϐυτέϱȣς τȣ̃ λαȣ̃ ϗ ἐϐȣλεύετο μετ’ αὐτῶν τȣ̃ οἰϰοδομῆσαι ὀχυϱώματα ἐν τῇ Ιȣδαίᾳ
12:36 ϗ ϖϱοσυψῶσαι τὰ τείχη Ιεϱȣσαλημ ϗ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄϰϱας ϗ τῆς ϖόλεως εἰς τὸ διαχωϱίζειν αὐτὴν τῆς ϖόλεως, ἵνα ᾖ αὕτη ϰατὰ μόνας, ὅϖως μήτε ἀγοϱάζωσιν μήτε ϖωλῶσιν.
12:37 ϗ συνήχϑησαν τȣ̃ οἰϰοδομεῖν τὴν ϖόλιν, ϗ ἔϖεσεν τȣ̃ τείχȣς τȣ̃ χειμάϱϱȣ τȣ̃ ἐξ ἀϖηλιώτȣ, ϗ ἐϖεσϰεύασεν τὸ ϰαλȣ́μενον Χαφεναϑα.
12:38 ϗ Σιμων ᾠϰοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα ϗ ὠχύϱωσεν αὐτὴν ϗ ἐϖέϛησεν ϑύϱας ϗ μοχλȣ́ς.
12:39 Ϗ ἐζήτησεν Τϱύφων ϐασιλεῦσαι τῆς Ἀσίας ϗ ϖεϱιϑέσϑαι τὸ διάδημα ϗ ἐϰτεῖναι χεῖϱα ἐϖ’ Ἀντίοχον τὸν ϐασιλέα.
12:40 ϗ εὐλαϐήϑη μήϖοτε ȣ̓ϰ ἐάσῃ αὐτὸν Ιωναϑαν ϗ μήϖοτε ϖολεμήσῃ ϖϱὸς αὐτόν, ϗ ἐζήτει συλλαϐεῖν αὐτὸν τȣ̃ ἀϖολέσαι, ϗ ἀϖάϱας ἦλϑεν εἰς Βαιϑσαν.
12:41 ϗ ἐξῆλϑεν Ιωναϑαν εἰς ἀϖάντησιν αὐτῷ ἐν τεσσαϱάϰοντα χιλιάσιν ἀνδϱῶν ἐϖιλελεγμέναις εἰς ϖαϱάταξιν ϗ ἦλϑεν εἰς Βαιϑσαν.
12:42 ϗ εἶδεν Τϱύφων ὅτι ἦλϑεν μετὰ δυνάμεως ϖολλῆς, ϗ ἐϰτεῖναι χεῖϱας ἐϖ’ αὐτὸν εὐλαϐήϑη.
12:43 ϗ ἐϖεδέξατο αὐτὸν ἐνδόξως ϗ συνέϛησεν αὐτὸν ϖᾶσιν τοῖς φίλοις αὐτȣ̃ ϗ ἔδωϰεν αὐτῷ δόματα ϗ ἐϖέταξεν τοῖς φίλοις αὐτȣ̃ ϗ ταῖς δυνάμεσιν αὐτȣ̃ ὑϖαϰȣ́ειν αὐτȣ̃ ὡς αὑτȣ̃.
12:44 ϗ εἶϖεν τῷ Ιωναϑαν Ἵνα τί ἐϰόϖωσας ϖάντα τὸν λαὸν τȣ̃τον ϖολέμȣ μὴ ἐνεϛηϰότος ἡμῖν;
12:45 ϗ νῦν ἀϖόϛειλον αὐτȣ̀ς εἰς τȣ̀ς οἴϰȣς αὐτῶν, ἐϖίλεξαι δὲ σεαυτῷ ἄνδϱας ὀλίγȣς, οἵτινες ἔσονται μετὰ σȣ̃, ϗ δεῦϱο μετ’ ἐμȣ̃ εἰς Πτολεμαίδα, ϗ ϖαϱαδώσω σοι αὐτὴν ϗ τὰ λοιϖὰ ὀχυϱώματα ϗ τὰς δυνάμεις τὰς λοιϖὰς ϗ ϖάντας τȣ̀ς ἐϖὶ τῶν χϱειῶν, ϗ ἐϖιϛϱέψας ἀϖελεύσομαι· τȣ́τȣ γὰϱ χάϱιν ϖάϱειμι.
12:46 ϗ ἐμϖιϛεύσας αὐτῷ ἐϖοίησεν ϰαϑὼς εἶϖεν, ϗ ἐξαϖέϛειλεν τὰς δυνάμεις, ϗ ἀϖῆλϑον εἰς γῆν Ιȣδα.
12:47 ϰατέλιϖεν δὲ μεϑ’ ἑαυτȣ̃ ἄνδϱας τϱισχιλίȣς, ὧν δισχιλίȣς ἀφῆϰεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλϑον αὐτῷ.
12:48 ὡς δὲ εἰσῆλϑεν Ιωναϑαν εἰς Πτολεμαίδα, ἀϖέϰλεισαν οἱ Πτολεμαεῖς τὰς ϖύλας ϗ συνέλαϐον αὐτόν, ϗ ϖάντας τȣ̀ς συνεισελϑόντας μετ’ αὐτȣ̃ ἀϖέϰτειναν ἐν ῥομφαίᾳ.
12:49 ϗ ἀϖέϛειλεν Τϱύφων δυνάμεις ϗ ἵϖϖον εἰς τὴν Γαλιλαίαν ϗ τὸ ϖεδίον τὸ μέγα τȣ̃ ἀϖολέσαι ϖάντας τȣ̀ς ϖαϱὰ Ιωναϑȣ.
12:50 ϗ ἐϖέγνωσαν ὅτι συνελήμφϑη ϗ ἀϖόλωλεν ϗ οἱ μετ’ αὐτȣ̃, ϗ ϖαϱεϰάλεσαν ἑαυτȣ̀ς ϗ ἐϖοϱεύοντο συνεϛϱαμμένοι ἕτοιμοι εἰς ϖόλεμον.
12:51 ϗ εἶδον οἱ διώϰοντες ὅτι ϖεϱὶ ψυχῆς αὐτοῖς ἐϛιν, ϗ ἐϖέϛϱεψαν.
12:52 ϗ ἦλϑον ϖάντες μετ’ εἰϱήνης εἰς γῆν Ιȣδα ϗ ἐϖένϑησαν τὸν Ιωναϑαν ϗ τȣ̀ς μετ’ αὐτȣ̃ ϗ ἐφοϐήϑησαν σφόδϱα· ϗ ἐϖένϑησεν ϖᾶς Ισϱαηλ ϖένϑος μέγα.
12:53 ϗ ἐζήτησαν ϖάντα τὰ ἔϑνη τὰ ϰύϰλῳ αὐτῶν ἐϰτϱῖψαι αὐτȣ́ς· εἶϖον γάϱ Ȣ̓ϰ ἔχȣσιν ἄϱχοντα ϗ ϐοηϑȣ̃ντα· νῦν ȣ̓͂ν ϖολεμήσωμεν αὐτȣ̀ς ϗ ἐξάϱωμεν ἐξ ἀνϑϱώϖων τὸ μνημόσυνον αὐτῶν.
13:1 Ϗ ἤϰȣσεν Σιμων ὅτι συνήγαγεν Τϱύφων δύναμιν ϖολλὴν τȣ̃ ἐλϑεῖν εἰς γῆν Ιȣδα ϗ ἐϰτϱῖψαι αὐτήν.
13:2 ϗ εἶδεν τὸν λαόν, ὅτι ἔντϱομός ἐϛιν ϗ ἔϰφοϐος, ϗ ἀνέϐη εἰς Ιεϱȣσαλημ ϗ ἤϑϱοισεν τὸν λαὸν
13:3 ϗ ϖαϱεϰάλεσεν αὐτȣ̀ς ϗ εἶϖεν αὐτοῖς Αὐτοὶ οἴδατε ὅσα ἐγὼ ϗ οἱ ἀδελφοί μȣ ϗ ὁ οἶϰος τȣ̃ ϖατϱός μȣ ἐϖοιήσαμεν ϖεϱὶ τῶν νόμων ϗ τῶν ἁγίων, ϗ τȣ̀ς ϖολέμȣς ϗ τὰς ϛενοχωϱίας, ἃς εἴδομεν.
13:4 τȣ́τȣ χάϱιν ἀϖώλοντο οἱ ἀδελφοί μȣ ϖάντες χάϱιν τȣ̃ Ισϱαηλ, ϗ ϰατελείφϑην ἐγὼ μόνος.
13:5 ϗ νῦν μή μοι γένοιτο φείσασϑαί μȣ τῆς ψυχῆς ἐν ϖαντὶ ϰαιϱῷ ϑλίψεως· ȣ̓ γάϱ εἰμι ϰϱείσσων τῶν ἀδελφῶν μȣ.
13:6 ϖλὴν ἐϰδιϰήσω ϖεϱὶ τȣ̃ ἔϑνȣς μȣ ϗ ϖεϱὶ τῶν ἁγίων ϗ ϖεϱὶ τῶν γυναιϰῶν ϗ τέϰνων ὑμῶν, ὅτι συνήχϑησαν ϖάντα τὰ ἔϑνη ἐϰτϱῖψαι ἡμᾶς ἔχϑϱας χάϱιν.
13:7 ϗ ἀνεζωϖύϱησεν τὸ ϖνεῦμα τȣ̃ λαȣ̃ ἅμα τȣ̃ ἀϰȣ̃σαι τῶν λόγων τȣ́των,
13:8 ϗ ἀϖεϰϱίϑησαν φωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγȣ́μενος ἀντὶ Ιȣδȣ ϗ Ιωναϑȣ τȣ̃ ἀδελφȣ̃ σȣ·
13:9 ϖολέμησον τὸν ϖόλεμον ἡμῶν, ϗ ϖάντα, ὅσα ἂν εἴϖῃς ἡμῖν, ϖοιήσομεν.
13:10 ϗ συνήγαγεν ϖάντας τȣ̀ς ἄνδϱας τȣ̀ς ϖολεμιϛὰς ϗ ἐτάχυνεν τȣ̃ τελέσαι τὰ τείχη Ιεϱȣσαλημ ϗ ὠχύϱωσεν αὐτὴν ϰυϰλόϑεν.
13:11 ϗ ἀϖέϛειλεν Ιωναϑαν τὸν τȣ̃ Αψαλωμȣ ϗ μετ’ αὐτȣ̃ δύναμιν ἱϰανὴν εἰς Ιοϖϖην, ϗ ἐξέϐαλεν τȣ̀ς ὄντας ἐν αὐτῇ ϗ ἔμεινεν ἐϰεῖ ἐν αὐτῇ.
13:12 Ϗ ἀϖῆϱεν Τϱύφων ἀϖὸ Πτολεμαίδος μετὰ δυνάμεως ϖολλῆς ἐλϑεῖν εἰς γῆν Ιȣδα, ϗ Ιωναϑαν μετ’ αὐτȣ̃ ἐν φυλαϰῇ.
13:13 Σιμων δὲ ϖαϱενέϐαλεν ἐν Αδιδοις ϰατὰ ϖϱόσωϖον τȣ̃ ϖεδίȣ.
13:14 ϗ ἐϖέγνω Τϱύφων ὅτι ἀνέϛη Σιμων ἀντὶ Ιωναϑȣ τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃ ϗ ὅτι συνάϖτειν αὐτῷ μέλλει ϖόλεμον, ϗ ἀϖέϛειλεν ϖϱὸς αὐτὸν ϖϱέσϐεις λέγων
13:15 Πεϱὶ ἀϱγυϱίȣ, ȣ̔͂ ὤφειλεν Ιωναϑαν ὁ ἀδελφός σȣ εἰς τὸ ϐασιλιϰὸν δι’ ἃς εἶχεν χϱείας, συνέχομεν αὐτόν·
13:16 ϗ νῦν ἀϖόϛειλον ἀϱγυϱίȣ τάλαντα ἑϰατὸν ϗ δύο τῶν υἱῶν αὐτȣ̃ ὅμηϱα, ὅϖως μὴ ἀφεϑεὶς ἀϖοϛατήσῃ ἀφ’ ἡμῶν, ϗ ἀφήσομεν αὐτόν.
13:17 ϗ ἔγνω Σιμων ὅτι δόλῳ λαλȣ̃σιν ϖϱὸς αὐτόν, ϗ ϖέμϖει τȣ̃ λαϐεῖν τὸ ἀϱγύϱιον ϗ τὰ ϖαιδάϱια, μήϖοτε ἔχϑϱαν ἄϱῃ μεγάλην ϖϱὸς τὸν λαὸν
13:18 λέγοντες Ὅτι ȣ̓ϰ ἀϖέϛειλα αὐτῷ τὸ ἀϱγύϱιον ϗ τὰ ϖαιδάϱια, ἀϖώλετο.
13:19 ϗ ἀϖέϛειλεν τὰ ϖαιδάϱια ϗ τὰ ἑϰατὸν τάλαντα, ϗ διεψεύσατο ϗ ȣ̓ϰ ἀφῆϰεν τὸν Ιωναϑαν.
13:20 ϗ μετὰ ταῦτα ἦλϑεν Τϱύφων τȣ̃ ἐμϐατεῦσαι εἰς τὴν χώϱαν ϗ ἐϰτϱῖψαι αὐτήν, ϗ ἐϰύϰλωσαν ὁδὸν τὴν εἰς Αδωϱα. ϗ Σιμων ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃ ἀντιϖαϱῆγεν αὐτῷ εἰς ϖάντα τόϖον, ȣ̔͂ ἂν ἐϖοϱεύετο.
13:21 οἱ δὲ ἐϰ τῆς ἄϰϱας ἀϖέϛελλον ϖϱὸς Τϱύφωνα ϖϱεσϐευτὰς ϰατασϖεύδοντας αὐτὸν τȣ̃ ἐλϑεῖν ϖϱὸς αὐτȣ̀ς διὰ τῆς ἐϱήμȣ ϗ ἀϖοϛεῖλαι αὐτοῖς τϱοφάς.
13:22 ϗ ἡτοίμασεν Τϱύφων ϖᾶσαν τὴν ἵϖϖον αὐτȣ̃ ἐλϑεῖν, ϗ ἐν τῇ νυϰτὶ ἐϰείνῃ ἦν χιὼν ϖολλὴ σφόδϱα, ϗ ȣ̓ϰ ἦλϑεν διὰ τὴν χιόνα. ϗ ἀϖῆϱεν ϗ ἦλϑεν εἰς τὴν Γαλααδῖτιν.
13:23 ὡς δὲ ἤγγισεν τῆς Βασϰαμα, ἀϖέϰτεινεν τὸν Ιωναϑαν, ϗ ἐτάφη ἐϰεῖ.
13:24 ϗ ἐϖέϛϱεψεν Τϱύφων ϗ ἀϖῆλϑεν εἰς τὴν γῆν αὐτȣ̃.
13:25 Ϗ ἀϖέϛειλεν Σιμων ϗ ἔλαϐεν τὰ ὀϛᾶ Ιωναϑȣ τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃ ϗ ἔϑαψεν αὐτὸν ἐν Μωδειν ϖόλει τῶν ϖατέϱων αὐτȣ̃.
13:26 ϗ ἐϰόψαντο αὐτὸν ϖᾶς Ισϱαηλ ϰοϖετὸν μέγαν ϗ ἐϖένϑησαν αὐτὸν ἡμέϱας ϖολλάς.
13:27 ϗ ᾠϰοδόμησεν Σιμων ἐϖὶ τὸν τάφον τȣ̃ ϖατϱὸς αὐτȣ̃ ϗ τῶν ἀδελφῶν αὐτȣ̃ ϗ ὕψωσεν αὐτὸν τῇ ὁϱάσει λίϑῳ ξεϛῷ ἐϰ τῶν ὄϖισϑεν ϗ ἔμϖϱοσϑεν.
13:28 ϗ ἔϛησεν ἑϖτὰ ϖυϱαμίδας, μίαν ϰατέναντι τῆς μιᾶς, τῷ ϖατϱὶ ϗ τῇ μητϱὶ ϗ τοῖς τέσσαϱσιν ἀδελφοῖς.
13:29 ϗ ταύταις ἐϖοίησεν μηχανήματα ϖεϱιϑεὶς ϛύλȣς μεγάλȣς ϗ ἐϖοίησεν ἐϖὶ τοῖς ϛύλοις ϖανοϖλίας εἰς ὄνομα αἰώνιον ϗ ϖαϱὰ ταῖς ϖανοϖλίαις ϖλοῖα ἐγγεγλυμμένα εἰς τὸ ϑεωϱεῖσϑαι ὑϖὸ ϖάντων τῶν ϖλεόντων τὴν ϑάλασσαν.
13:30 ȣ̔͂τος ὁ τάφος, ὃν ἐϖοίησεν ἐν Μωδειν, ἕως τῆς ἡμέϱας ταύτης.
13:31 Ὁ δὲ Τϱύφων ἐϖοϱεύετο δόλῳ μετὰ Ἀντιόχȣ τȣ̃ ϐασιλέως τȣ̃ νεωτέϱȣ ϗ ἀϖέϰτεινεν αὐτὸν
13:32 ϗ ἐϐασίλευσεν ἀντ αὐτȣ̃ ϗ ϖεϱιέϑετο τὸ διάδημα τῆς Ἀσίας ϗ ἐϖοίησεν ϖληγὴν μεγάλην ἐϖὶ τῆς γῆς.
13:33 ϗ ᾠϰοδόμησεν Σιμων τὰ ὀχυϱώματα τῆς Ιȣδαίας ϗ ϖεϱιετείχισεν ϖύϱγοις ὑψηλοῖς ϗ τείχεσιν μεγάλοις ϗ ϖύλαις ϗ μοχλοῖς ϗ ἔϑετο ϐϱώματα ἐν τοῖς ὀχυϱώμασιν.
13:34 ϗ ἐϖέλεξεν Σιμων ἄνδϱας ϗ ἀϖέϛειλεν ϖϱὸς Δημήτϱιον τὸν ϐασιλέα τȣ̃ ϖοιῆσαι ἄφεσιν τῇ χώϱᾳ, ὅτι ϖᾶσαι αἱ ϖϱάξεις Τϱύφωνος ἦσαν ἁϱϖαγαί.
13:35 ϗ ἀϖέϛειλεν αὐτῷ Δημήτϱιος ὁ ϐασιλεὺς ϰατὰ τȣ̀ς λόγȣς τȣ́τȣς ϗ ἀϖεϰϱίϑη αὐτῷ ϗ ἔγϱαψεν αὐτῷ ἐϖιϛολὴν τοιαύτην
13:36 Βασιλεὺς Δημήτϱιος Σιμωνι ἀϱχιεϱεῖ ϗ φίλῳ ϐασιλέων ϗ ϖϱεσϐυτέϱοις ϗ ἔϑνει Ιȣδαίων χαίϱειν.
13:37 τὸν ϛέφανον τὸν χϱυσȣ̃ν ϗ τὴν ϐαίνην, ἣν ἀϖεϛείλατε, ϰεϰομίσμεϑα ϗ ἕτοιμοί ἐσμεν τȣ̃ ϖοιεῖν ὑμῖν εἰϱήνην μεγάλην ϗ γϱάφειν τοῖς ἐϖὶ τῶν χϱειῶν τȣ̃ ἀφιέναι ὑμῖν τὰ ἀφέματα.
13:38 ϗ ὅσα ἐϛήσαμεν ϖϱὸς ὑμᾶς, ἕϛηϰεν, ϗ τὰ ὀχυϱώματα, ἃ ᾠϰοδομήσατε, ὑϖαϱχέτω ὑμῖν.
13:39 ἀφίεμεν δὲ ἀγνοήματα ϗ τὰ ἁμαϱτήματα ἕως τῆς σήμεϱον ἡμέϱας ϗ τὸν ϛέφανον, ὃν ὠφείλετε, ϗ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιεϱȣσαλημ, μηϰέτι τελωνείσϑω.
13:40 ϗ εἴ τινες ἐϖιτήδειοι ὑμῶν γϱαφῆναι εἰς τȣ̀ς ϖεϱὶ ἡμᾶς, ἐγγϱαφέσϑωσαν, ϗ γινέσϑω ἀνὰ μέσον ἡμῶν εἰϱήνη.
13:41 Ἔτȣς ἑϐδομηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ἤϱϑη ὁ ζυγὸς τῶν ἐϑνῶν ἀϖὸ τȣ̃ Ισϱαηλ,
13:42 ϗ ἤϱξατο ὁ λαὸς γϱάφειν ἐν ταῖς συγγϱαφαῖς ϗ συναλλάγμασιν Ἔτȣς ϖϱώτȣ ἐϖὶ Σιμωνος ἀϱχιεϱέως μεγάλȣ ϗ ϛϱατηγȣ̃ ϗ ἡγȣμένȣ Ιȣδαίων.
13:43 Ἐν ταῖς ἡμέϱαις ἐϰείναις ϖαϱενέϐαλεν ἐϖὶ Γαζαϱα ϗ ἐϰύϰλωσεν αὐτὴν ϖαϱεμϐολαῖς ϗ ἐϖοίησεν ἑλεόϖολιν ϗ ϖϱοσήγαγεν τῇ ϖόλει ϗ ἐϖάταξεν ϖύϱγον ἕνα ϗ ϰατελάϐετο.
13:44 ϗ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοϖόλει εἰς τὴν ϖόλιν, ϗ ἐγένετο ϰίνημα μέγα ἐν τῇ ϖόλει.
13:45 ϗ ἀνέϐησαν οἱ ἐν τῇ ϖόλει σὺν γυναιξὶν ϗ τοῖς τέϰνοις ἐϖὶ τὸ τεῖχος διεϱϱηχότες τὰ ἱμάτια αὐτῶν ϗ ἐϐόησαν φωνῇ μεγάλῃ ἀξιȣ̃ντες Σιμωνα δεξιὰς αὐτοῖς δȣ̃ναι
13:46 ϗ εἶϖαν Μὴ ἡμῖν χϱήσῃ ϰατὰ τὰς ϖονηϱίας ἡμῶν, ἀλλὰ ϰατὰ τὸ ἔλεός σȣ.
13:47 ϗ συνελύϑη αὐτοῖς Σιμων ϗ ȣ̓ϰ ἐϖολέμησεν αὐτȣ́ς· ϗ ἐξέϐαλεν αὐτȣ̀ς ἐϰ τῆς ϖόλεως, ϗ ἐϰαϑάϱισεν τὰς οἰϰίας, ἐν αἷς ἦν τὰ εἴδωλα, ϗ ȣ̔́τως εἰσῆλϑεν εἰς αὐτὴν ὑμνῶν ϗ εὐλογῶν.
13:48 ϗ ἐξέϐαλεν ἐξ αὐτῆς ϖᾶσαν ἀϰαϑαϱσίαν ϗ ϰατῴϰισεν ἐν αὐτῇ ἄνδϱας, οἵτινες τὸν νόμον ϖοιήσωσιν, ϗ ϖϱοσωχύϱωσεν αὐτὴν ϗ ᾠϰοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴϰησιν.
13:49 Οἱ δὲ ἐϰ τῆς ἄϰϱας ἐν Ιεϱȣσαλημ ἐϰωλύοντο ἐϰϖοϱεύεσϑαι ϗ εἰσϖοϱεύεσϑαι εἰς τὴν χώϱαν ἀγοϱάζειν ϗ ϖωλεῖν ϗ ἐϖείνασαν σφόδϱα, ϗ ἀϖώλοντο ἐξ αὐτῶν ἱϰανοὶ τῷ λιμῷ.
13:50 ϗ ἐϐόησαν ϖϱὸς Σιμωνα δεξιὰς λαϐεῖν, ϗ ἔδωϰεν αὐτοῖς· ϗ ἐξέϐαλεν αὐτȣ̀ς ἐϰεῖϑεν ϗ ἐϰαϑάϱισεν τὴν ἄϰϱαν ἀϖὸ τῶν μιασμάτων.
13:51 ϗ εἰσῆλϑον εἰς αὐτὴν τῇ τϱίτῃ ϗ εἰϰάδι τȣ̃ δευτέϱȣ μηνὸς ἔτȣς ϖϱώτȣ ϗ ἑϐδομηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ μετὰ αἰνέσεως ϗ ϐαίων ϗ ἐν ϰινύϱαις ϗ ἐν ϰυμϐάλοις ϗ ἐν νάϐλαις ϗ ἐν ὕμνοις ϗ ἐν ᾠδαῖς, ὅτι συνετϱίϐη ἐχϑϱὸς μέγας ἐξ Ισϱαηλ.
13:52 ϗ ἔϛησεν ϰατ’ ἐνιαυτὸν τȣ̃ ἄγειν τὴν ἡμέϱαν ταύτην μετὰ εὐφϱοσύνης. ϗ ϖϱοσωχύϱωσεν τὸ ὄϱος τȣ̃ ἱεϱȣ̃ τὸ ϖαϱὰ τὴν ἄϰϱαν· ϗ ᾤϰει ἐϰεῖ αὐτὸς ϗ οἱ ϖαϱ’ αὐτȣ̃.
13:53 ϗ εἶδεν Σιμων τὸν Ιωαννην υἱὸν αὐτȣ̃ ὅτι ἀνήϱ ἐϛιν, ϗ ἔϑετο αὐτὸν ἡγȣ́μενον τῶν δυνάμεων ϖασῶν· ϗ ᾤϰει ἐν Γαζαϱοις.
14:1 Ϗ ἐν ἔτει δευτέϱῳ ϗ ἑϐδομηϰοϛῷ ϗ ἑϰατοϛῷ συνήγαγεν Δημήτϱιος ὁ ϐασιλεὺς τὰς δυνάμεις αὐτȣ̃ ϗ ἐϖοϱεύϑη εἰς Μηδίαν τȣ̃ ἐϖισϖάσασϑαι ϐοήϑειαν ἑαυτῷ, ὅϖως ϖολεμήσῃ τὸν Τϱύφωνα.
14:2 ϗ ἤϰȣσεν Ἀϱσάϰης ὁ ϐασιλεὺς τῆς Πεϱσίδος ϗ Μηδίας ὅτι εἰσῆλϑεν Δημήτϱιος εἰς τὰ ὅϱια αὐτȣ̃, ϗ ἀϖέϛειλεν ἕνα τῶν ἀϱχόντων αὐτȣ̃ συλλαϐεῖν αὐτὸν ζῶντα.
14:3 ϗ ἐϖοϱεύϑη ϗ ἐϖάταξεν τὴν ϖαϱεμϐολὴν Δημητϱίȣ ϗ συνέλαϐεν αὐτὸν ϗ ἤγαγεν αὐτὸν ϖϱὸς Ἀϱσάϰην, ϗ ἔϑετο αὐτὸν ἐν φυλαϰῇ.
14:4 Ϗ ἡσύχασεν ἡ γῆ Ιȣδα ϖάσας τὰς ἡμέϱας Σιμωνος, ϗ ἐζήτησεν ἀγαϑὰ τῷ ἔϑνει αὐτȣ̃, ϗ ἤϱεσεν αὐτοῖς ἡ ἐξȣσία αὐτȣ̃ ϗ ἡ δόξα αὐτȣ̃ ϖάσας τὰς ἡμέϱας.
14:5 ϗ μετὰ ϖάσης τῆς δόξης αὐτȣ̃ ἔλαϐεν τὴν Ιοϖϖην εἰς λιμένα ϗ ἐϖοίησεν εἴσοδον ταῖς νήσοις τῆς ϑαλάσσης.
14:6 ϗ ἐϖλάτυνεν τὰ ὅϱια τῷ ἔϑνει αὐτȣ̃ ϗ ἐϰϱάτησεν τῆς χώϱας.
14:7 ϗ συνήγαγεν αἰχμαλωσίαν ϖολλὴν ϗ ἐϰυϱίευσεν Γαζαϱων ϗ Βαιϑσȣϱων ϗ τῆς ἄϰϱας· ϗ ἐξῆϱεν τὰς ἀϰαϑαϱσίας ἐξ αὐτῆς, ϗ ȣ̓ϰ ἦν ὁ ἀντιϰείμενος αὐτῷ.
14:8 ϗ ἦσαν γεωϱγȣ̃ντες τὴν γῆν αὐτῶν μετ’ εἰϱήνης, ϗ ἡ γῆ ἐδίδȣ τὰ γενήματα αὐτῆς ϗ τὰ ξύλα τῶν ϖεδίων τὸν ϰαϱϖὸν αὐτῶν.
14:9 ϖϱεσϐύτεϱοι ἐν ταῖς ϖλατείαις ἐϰάϑηντο, ϖάντες ϖεϱὶ ἀγαϑῶν ἐϰοινολογȣ̃ντο, ϗ οἱ νεανίσϰοι ἐνεδύσαντο δόξας ϗ ϛολὰς ϖολέμȣ.
14:10 ταῖς ϖόλεσιν ἐχοϱήγησεν ϐϱώματα ϗ ἔταξεν αὐτὰς ἐν σϰεύεσιν ὀχυϱώσεως, ἕως ὅτȣ ὠνομάσϑη τὸ ὄνομα τῆς δόξης αὐτȣ̃ ἕως ἄϰϱȣ γῆς.
14:11 ἐϖοίησεν εἰϱήνην ἐϖὶ τῆς γῆς, ϗ εὐφϱάνϑη Ισϱαηλ εὐφϱοσύνην μεγάλην.
14:12 ϗ ἐϰάϑισεν ἕϰαϛος ὑϖὸ τὴν ἄμϖελον αὐτȣ̃ ϗ τὴν συϰῆν αὐτȣ̃, ϗ ȣ̓ϰ ἦν ὁ ἐϰφοϐῶν αὐτȣ́ς.
14:13 ϗ ἐξέλιϖεν ϖολεμῶν αὐτȣ̀ς ἐϖὶ τῆς γῆς, ϗ οἱ ϐασιλεῖς συνετϱίϐησαν ἐν ταῖς ἡμέϱαις ἐϰείναις.
14:14 ϗ ἐϛήϱισεν ϖάντας τȣ̀ς ταϖεινȣ̀ς τȣ̃ λαȣ̃ αὐτȣ̃· τὸν νόμον ἐξεζήτησεν ϗ ἐξῆϱεν ϖάντα ἄνομον ϗ ϖονηϱόν·
14:15 τὰ ἅγια ἐδόξασεν ϗ ἐϖλήϑυνεν τὰ σϰεύη τῶν ἁγίων.
14:16 Ϗ ἠϰȣ́σϑη ἐν Ῥώμῃ ὅτι ἀϖέϑανεν Ιωναϑαν ϗ ἕως Σϖάϱτης, ϗ ἐλυϖήϑησαν σφόδϱα.
14:17 ὡς δὲ ἤϰȣσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτȣ̃ γέγονεν ἀϱχιεϱεὺς ἀντ αὐτȣ̃ ϗ αὐτὸς ἐϖιϰϱατεῖ τῆς χώϱας ϗ τῶν ϖόλεων τῶν ἐν αὐτῇ,
14:18 ἔγϱαψαν ϖϱὸς αὐτὸν δέλτοις χαλϰαῖς τȣ̃ ἀνανεώσασϑαι ϖϱὸς αὐτὸν φιλίαν ϗ συμμαχίαν, ἣν ἔϛησαν ϖϱὸς Ιȣδαν ϗ Ιωναϑαν τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃.
14:19 ϗ ἀνεγνώσϑησαν ἐνώϖιον τῆς ἐϰϰλησίας ἐν Ιεϱȣσαλημ.
14:20 ϗ τȣ̃το τὸ ἀντίγϱαφον τῶν ἐϖιϛολῶν, ὧν ἀϖέϛειλαν οἱ Σϖαϱτιᾶται Σϖαϱτιατῶν ἄϱχοντες ϗ ἡ ϖόλις Σιμωνι ἱεϱεῖ μεγάλῳ ϗ τοῖς ϖϱεσϐυτέϱοις ϗ τοῖς ἱεϱεῦσιν ϗ τῷ λοιϖῷ δήμῳ τῶν Ιȣδαίων ἀδελφοῖς χαίϱειν.
14:21 οἱ ϖϱεσϐευταὶ οἱ ἀϖοϛαλέντες ϖϱὸς τὸν δῆμον ἡμῶν ἀϖήγγειλαν ἡμῖν ϖεϱὶ τῆς δόξης ὑμῶν ϗ τιμῆς, ϗ ηὐφϱάνϑημεν ἐϖὶ τῇ ἐφόδῳ αὐτῶν.
14:22 ϗ ἀνεγϱάψαμεν τὰ ὑϖ’ αὐτῶν εἰϱημένα ἐν ταῖς ϐȣλαῖς τȣ̃ δήμȣ ȣ̔́τως Νȣμήνιος Ἀντιόχȣ ϗ Ἀντίϖατϱος Ἰάσονος ϖϱεσϐευταὶ Ιȣδαίων ἦλϑον ϖϱὸς ἡμᾶς ἀνανεȣ́μενοι τὴν ϖϱὸς ἡμᾶς φιλίαν.
14:23 ϗ ἤϱεσεν τῷ δήμῳ ἐϖιδέξασϑαι τȣ̀ς ἄνδϱας ἐνδόξως ϗ τȣ̃ ϑέσϑαι τὸ ἀντίγϱαφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀϖοδεδειγμένοις τῷ δήμῳ ϐιϐλίοις τȣ̃ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σϖαϱτιατῶν. τὸ δὲ ἀντίγϱαφον τȣ́των ἔγϱαψαν Σιμωνι τῷ ἀϱχιεϱεῖ.
14:24 Μετὰ ταῦτα ἀϖέϛειλεν Σιμων τὸν Νȣμήνιον εἰς Ῥώμην ἔχοντα ἀσϖίδα χϱυσῆν μεγάλην ὁλϰὴν μνῶν χιλίων εἰς τὸ ϛῆσαι ϖϱὸς αὐτȣ̀ς τὴν συμμαχίαν.
14:25 Ὡς δὲ ἤϰȣσεν ὁ δῆμος τῶν λόγων τȣ́των, εἶϖαν Τίνα χάϱιν ἀϖοδώσομεν Σιμωνι ϗ τοῖς υἱοῖς αὐτȣ̃;
14:26 ἐϛήϱισεν γὰϱ αὐτὸς ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ϗ ὁ οἶϰος τȣ̃ ϖατϱὸς αὐτȣ̃ ϗ ἐϖολέμησεν τȣ̀ς ἐχϑϱȣ̀ς Ισϱαηλ ἀϖ’ αὐτῶν ϗ ἔϛησαν αὐτῷ ἐλευϑεϱίαν. ϗ ϰατέγϱαψαν ἐν δέλτοις χαλϰαῖς ϗ ἔϑεντο ἐν ϛήλαις ἐν ὄϱει Σιων.
14:27 ϗ τȣ̃το τὸ ἀντίγϱαφον τῆς γϱαφῆς Ὀϰτωϰαιδεϰάτῃ Ελȣλ ἔτȣς δευτέϱȣ ϗ ἑϐδομηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ – ϗ τȣ̃το τϱίτον ἔτος ἐϖὶ Σιμωνος ἀϱχιεϱέως μεγάλȣ ἐν ασαϱαμελ –
14:28 ἐϖὶ συναγωγῆς μεγάλης ἱεϱέων ϗ λαȣ̃ ϗ ἀϱχόντων ἔϑνȣς ϗ τῶν ϖϱεσϐυτέϱων τῆς χώϱας ἐγνώϱισεν ἡμῖν·
14:29 ἐϖεὶ ϖολλάϰις ἐγενήϑησαν ϖόλεμοι ἐν τῇ χώϱᾳ, Σιμων δὲ υἱὸς Ματταϑιȣ ἱεϱεὺς τῶν υἱῶν Ιωαϱιϐ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃ ἔδωϰαν αὑτȣ̀ς τῷ ϰινδύνῳ ϗ ἀντέϛησαν τοῖς ὑϖεναντίοις τȣ̃ ἔϑνȣς αὐτῶν, ὅϖως ϛαϑῇ τὰ ἅγια αὐτῶν ϗ ὁ νόμος, ϗ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔϑνος αὐτῶν.
14:30 ϗ ἤϑϱοισεν Ιωναϑαν τὸ ἔϑνος αὐτῶν ϗ ἐγενήϑη αὐτοῖς ἀϱχιεϱεὺς ϗ ϖϱοσετέϑη ϖϱὸς τὸν λαὸν αὐτȣ̃,
14:31 ϗ ἐϐȣλήϑησαν οἱ ἐχϑϱοὶ αὐτῶν ἐμϐατεῦσαι εἰς τὴν χώϱαν αὐτῶν ϗ ἐϰτεῖναι χεῖϱας ἐϖὶ τὰ ἅγια αὐτῶν·
14:32 τότε ἀντέϛη Σιμων ϗ ἐϖολέμησε ϖεϱὶ τȣ̃ ἔϑνȣς αὐτȣ̃ ϗ ἐδαϖάνησεν χϱήματα ϖολλὰ τῶν ἑαυτȣ̃ ϗ ὁϖλοδότησεν τȣ̀ς ἄνδϱας τῆς δυνάμεως τȣ̃ ἔϑνȣς αὐτȣ̃ ϗ ἔδωϰεν αὐτοῖς ὀψώνια
14:33 ϗ ὠχύϱωσεν τὰς ϖόλεις τῆς Ιȣδαίας ϗ τὴν Βαιϑσȣϱαν τὴν ἐϖὶ τῶν ὁϱίων τῆς Ιȣδαίας, ȣ̔͂ ἦν τὰ ὅϖλα τῶν ϖολεμίων τὸ ϖϱότεϱον, ϗ ἔϑετο ἐϰεῖ φϱȣϱὰν ἄνδϱας Ιȣδαίȣς.
14:34 ϗ Ιοϖϖην ὠχύϱωσεν τὴν ἐϖὶ τῆς ϑαλάσσης ϗ τὴν Γαζαϱαν τὴν ἐϖὶ τῶν ὁϱίων Ἀζώτȣ, ἐν ᾗ ᾤϰȣν οἱ ϖολέμιοι τὸ ϖϱότεϱον, ϗ ϰατῴϰισεν ἐϰεῖ Ιȣδαίȣς, ϗ ὅσα ἐϖιτήδεια ἦν ϖϱὸς τῇ τȣ́των ἐϖανοϱϑώσει, ἔϑετο ἐν αὐτοῖς.
14:35 ϗ εἶδεν ὁ λαὸς τὴν ϖίϛιν τȣ̃ Σιμωνος ϗ τὴν δόξαν, ἣν ἐϐȣλεύσατο ϖοιῆσαι τῷ ἔϑνει αὐτȣ̃, ϗ ἔϑεντο αὐτὸν ἡγȣ́μενον αὐτῶν ϗ ἀϱχιεϱέα διὰ τὸ αὐτὸν ϖεϖοιηϰέναι ϖάντα ταῦτα ϗ τὴν διϰαιοσύνην ϗ τὴν ϖίϛιν, ἣν συνετήϱησεν τῷ ἔϑνει αὐτȣ̃, ϗ ἐξεζήτησεν ϖαντὶ τϱόϖῳ ὑψῶσαι τὸν λαὸν αὐτȣ̃.
14:36 ϗ ἐν ταῖς ἡμέϱαις αὐτȣ̃ εὐοδώϑη ἐν ταῖς χεϱσὶν αὐτȣ̃ τȣ̃ ἐξαϱϑῆναι τὰ ἔϑνη ἐϰ τῆς χώϱας αὐτῶν ϗ τȣ̀ς ἐν τῇ ϖόλει Δαυιδ τȣ̀ς ἐν Ιεϱȣσαλημ, οἳ ἐϖοίησαν αὑτοῖς ἄϰϱαν, ἐξ ἧς ἐξεϖοϱεύοντο ϗ ἐμίαινον ϰύϰλῳ τῶν ἁγίων ϗ ἐϖοίȣν ϖληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ.
14:37 ϗ ϰατῴϰισεν ἐν αὐτῇ ἄνδϱας Ιȣδαίȣς ϗ ὠχύϱωσεν αὐτὴν ϖϱὸς ἀσφάλειαν τῆς χώϱας ϗ τῆς ϖόλεως ϗ ὕψωσεν τὰ τείχη τῆς Ιεϱȣσαλημ.
14:38 ϗ ὁ ϐασιλεὺς Δημήτϱιος ἔϛησεν αὐτῷ τὴν ἀϱχιεϱωσύνην ϰατὰ ταῦτα
14:39 ϗ ἐϖοίησεν αὐτὸν τῶν φίλων αὐτȣ̃ ϗ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ.
14:40 ἤϰȣσεν γὰϱ ὅτι ϖϱοσηγόϱευνται οἱ Ιȣδαῖοι ὑϖὸ Ῥωμαίων φίλοι ϗ σύμμαχοι ϗ ἀδελφοί, ϗ ὅτι ἀϖήντησαν τοῖς ϖϱεσϐευταῖς Σιμωνος ἐνδόξως,
14:41 ϗ ὅτι οἱ Ιȣδαῖοι ϗ οἱ ἱεϱεῖς εὐδόϰησαν τȣ̃ εἶναι αὐτῶν Σιμωνα ἡγȣ́μενον ϗ ἀϱχιεϱέα εἰς τὸν αἰῶνα ἕως τȣ̃ ἀναϛῆναι ϖϱοφήτην ϖιϛὸν
14:42 ϗ τȣ̃ εἶναι ἐϖ’ αὐτῶν ϛϱατηγόν, ϗ ὅϖως μέλῃ αὐτῷ ϖεϱὶ τῶν ἁγίων ϰαϑιϛάναι δι’ αὐτȣ̃ ἐϖὶ τῶν ἔϱγων αὐτῶν ϗ ἐϖὶ τῆς χώϱας ϗ ἐϖὶ τῶν ὅϖλων ϗ ἐϖὶ τῶν ὀχυϱωμάτων,
14:43 ϗ ὅϖως μέλῃ αὐτῷ ϖεϱὶ τῶν ἁγίων, ϗ ὅϖως ἀϰȣ́ηται ὑϖὸ ϖάντων, ϗ ὅϖως γϱάφωνται ἐϖὶ τῷ ὀνόματι αὐτȣ̃ ϖᾶσαι συγγϱαφαὶ ἐν τῇ χώϱᾳ, ϗ ὅϖως ϖεϱιϐάλληται ϖοϱφύϱαν ϗ χϱυσοφοϱῇ·
14:44 ϗ ȣ̓ϰ ἐξέϛαι ȣ̓ϑενὶ τȣ̃ λαȣ̃ ϗ τῶν ἱεϱέων ἀϑετῆσαί τι τȣ́των ϗ ἀντειϖεῖν τοῖς ὑϖ’ αὐτȣ̃ ῥηϑησομένοις ϗ ἐϖισυϛϱέψαι συϛϱοφὴν ἐν τῇ χώϱᾳ ἄνευ αὐτȣ̃ ϗ ϖεϱιϐάλλεσϑαι ϖοϱφύϱαν ϗ ἐμϖοϱϖȣ̃σϑαι ϖόϱϖην χϱυσῆν·
14:45 ὃς δ’ ἂν ϖαϱὰ ταῦτα ϖοιήσῃ ἢ ἀϑετήσῃ τι τȣ́των, ἔνοχος ἔϛαι.
14:46 ϗ εὐδόϰησεν ϖᾶς ὁ λαὸς ϑέσϑαι Σιμωνι ϖοιῆσαι ϰατὰ τȣ̀ς λόγȣς τȣ́τȣς.
14:47 ϗ ἐϖεδέξατο Σιμων ϗ εὐδόϰησεν ἀϱχιεϱατεύειν ϗ εἶναι ϛϱατηγὸς ϗ ἐϑνάϱχης τῶν Ιȣδαίων ϗ ἱεϱέων ϗ τȣ̃ ϖϱοϛατῆσαι ϖάντων.
14:48 ϗ τὴν γϱαφὴν ταύτην εἶϖον ϑέσϑαι ἐν δέλτοις χαλϰαῖς ϗ ϛῆσαι αὐτὰς ἐν ϖεϱιϐόλῳ τῶν ἁγίων ἐν τόϖῳ ἐϖισήμῳ,
14:49 τὰ δὲ ἀντίγϱαφα αὐτῶν ϑέσϑαι ἐν τῷ γαζοφυλαϰίῳ, ὅϖως ἔχῃ Σιμων ϗ οἱ υἱοὶ αὐτȣ̃.
15:1 Ϗ ἀϖέϛειλεν Ἀντίοχος υἱὸς Δημητϱίȣ τȣ̃ ϐασιλέως ἐϖιϛολὰς ἀϖὸ τῶν νήσων τῆς ϑαλάσσης Σιμωνι ἱεϱεῖ ϗ ἐϑνάϱχῃ τῶν Ιȣδαίων ϗ ϖαντὶ τῷ ἔϑνει,
15:2 ϗ ἦσαν ϖεϱιέχȣσαι τὸν τϱόϖον τȣ̃τον Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱεϱεῖ μεγάλῳ ϗ ἐϑνάϱχῃ ϗ ἔϑνει Ιȣδαίων χαίϱειν.
15:3 ἐϖεί τινες λοιμοὶ ϰατεϰϱάτησαν τῆς ϐασιλείας τῶν ϖατέϱων ἡμῶν, ϐȣ́λομαι δὲ ἀντιϖοιήσασϑαι τῆς ϐασιλείας, ὅϖως ἀϖοϰαταϛήσω αὐτὴν ὡς ἦν τὸ ϖϱότεϱον, ἐξενολόγησα δὲ ϖλῆϑος δυνάμεων ϗ ϰατεσϰεύασα ϖλοῖα ϖολεμιϰά,
15:4 ϐȣ́λομαι δὲ ἐϰϐῆναι ϰατὰ τὴν χώϱαν, ὅϖως μετέλϑω τȣ̀ς ϰατεφϑαϱϰότας τὴν χώϱαν ἡμῶν ϗ τȣ̀ς ἠϱημωϰότας ϖόλεις ϖολλὰς ἐν τῇ ϐασιλείᾳ μȣ,
15:5 νῦν ȣ̓͂ν ἵϛημί σοι ϖάντα τὰ ἀφέματα, ἃ ἀφῆϰάν σοι οἱ ϖϱὸ ἐμȣ̃ ϐασιλεῖς, ϗ ὅσα ἄλλα δόματα ἀφῆϰάν σοι.
15:6 ϗ ἐϖέτϱεψά σοι ϖοιῆσαι ϰόμμα ἴδιον, νόμισμα τῇ χώϱᾳ σȣ,
15:7 Ιεϱȣσαλημ δὲ ϗ τὰ ἅγια εἶναι ἐλεύϑεϱα· ϗ ϖάντα τὰ ὅϖλα, ὅσα ϰατεσϰεύασας, ϗ τὰ ὀχυϱώματα, ἃ ᾠϰοδόμησας, ὧν ϰϱατεῖς, μενέτω σοι.
15:8 ϗ ϖᾶν ὀφείλημα ϐασιλιϰὸν ϗ τὰ ἐσόμενα ϐασιλιϰὰ ἀϖὸ τȣ̃ νῦν ϗ εἰς τὸν ἅϖαντα χϱόνον ἀφιέσϑω σοι·
15:9 ὡς δ’ ἂν ϰϱατήσωμεν τῆς ϐασιλείας ἡμῶν, δοξάσομέν σε ϗ τὸ ἔϑνος σȣ ϗ τὸ ἱεϱὸν δόξῃ μεγάλῃ ὥϛε φανεϱὰν γενέσϑαι τὴν δόξαν ὑμῶν ἐν ϖάσῃ τῇ γῇ.
15:10 Ἔτȣς τετάϱτȣ ϗ ἑϐδομηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ἐξῆλϑεν Ἀντίοχος εἰς τὴν γῆν τῶν ϖατέϱων αὐτȣ̃, ϗ συνῆλϑον ϖϱὸς αὐτὸν ϖᾶσαι αἱ δυνάμεις ὥϛε ὀλίγȣς εἶναι σὺν Τϱύφωνι.
15:11 ϗ ἐδίωξεν αὐτὸν Ἀντίοχος, ϗ ἦλϑεν εἰς Δωϱα φεύγων τὴν ἐϖὶ ϑαλάσσης·
15:12 ᾔδει γὰϱ ὅτι ἐϖισυνῆϰται ἐϖ’ αὐτὸν τὰ ϰαϰά, ϗ ἀφῆϰαν αὐτὸν αἱ δυνάμεις.
15:13 ϗ ϖαϱενέϐαλεν Ἀντίοχος ἐϖὶ Δωϱα, ϗ σὺν αὐτῷ δώδεϰα μυϱιάδες ἀνδϱῶν ϖολεμιϛῶν ϗ ὀϰταϰισχιλία ἵϖϖος.
15:14 ϗ ἐϰύϰλωσεν τὴν ϖόλιν, ϗ τὰ ϖλοῖα ἀϖὸ ϑαλάσσης συνῆψαν, ϗ ἔϑλιϐε τὴν ϖόλιν ἀϖὸ τῆς γῆς ϗ τῆς ϑαλάσσης, ϗ ȣ̓ϰ εἴασεν ȣ̓δένα ἐϰϖοϱεύεσϑαι ȣ̓δὲ εἰσϖοϱεύεσϑαι.
15:15 Ϗ ἦλϑεν Νȣμήνιος ϗ οἱ ϖαϱ’ αὐτȣ̃ ἐϰ Ῥώμης ἔχοντες ἐϖιϛολὰς τοῖς ϐασιλεῦσιν ϗ ταῖς χώϱαις, ἐν αἷς ἐγέγϱαϖτο τάδε
15:16 Λεύϰιος ὕϖατος Ῥωμαίων Πτολεμαίῳ ϐασιλεῖ χαίϱειν.
15:17 οἱ ϖϱεσϐευταὶ τῶν Ιȣδαίων ἦλϑον ϖϱὸς ἡμᾶς φίλοι ἡμῶν ϗ σύμμαχοι ἀνανεȣ́μενοι τὴν ἐξ ἀϱχῆς φιλίαν ϗ συμμαχίαν ἀϖεϛαλμένοι ἀϖὸ Σιμωνος τȣ̃ ἀϱχιεϱέως ϗ τȣ̃ δήμȣ τῶν Ιȣδαίων,
15:18 ἤνεγϰαν δὲ ἀσϖίδα χϱυσῆν ἀϖὸ μνῶν χιλίων.
15:19 ἤϱεσεν ȣ̓͂ν ἡμῖν γϱάψαι τοῖς ϐασιλεῦσιν ϗ ταῖς χώϱαις ὅϖως μὴ ἐϰζητήσωσιν αὐτοῖς ϰαϰὰ ϗ μὴ ϖολεμήσωσιν αὐτȣ̀ς ϗ τὰς ϖόλεις αὐτῶν ϗ τὴν χώϱαν αὐτῶν ϗ ἵνα μὴ συμμαχῶσιν τοῖς ϖολεμȣ̃σιν ϖϱὸς αὐτȣ́ς.
15:20 ἔδοξεν δὲ ἡμῖν δέξασϑαι τὴν ἀσϖίδα ϖαϱ’ αὐτῶν.
15:21 εἴ τινες ȣ̓͂ν λοιμοὶ διαϖεφεύγασιν ἐϰ τῆς χώϱας αὐτῶν ϖϱὸς ὑμᾶς, ϖαϱάδοτε αὐτȣ̀ς Σιμωνι τῷ ἀϱχιεϱεῖ, ὅϖως ἐϰδιϰήσῃ αὐτȣ̀ς ϰατὰ τὸν νόμον αὐτῶν.
15:22 Ϗ ταὐτὰ ἔγϱαψεν Δημητϱίῳ τῷ ϐασιλεῖ ϗ Ἀττάλῳ ϗ Ἀϱιαϱάϑῃ ϗ Ἀϱσάϰῃ
15:23 ϗ εἰς ϖάσας τὰς χώϱας ϗ Σαμψάμῃ ϗ Σϖαϱτιάταις ϗ εἰς Δῆλον ϗ εἰς Μύνδον ϗ εἰς Σιϰυῶνα ϗ εἰς τὴν Καϱίαν ϗ εἰς Σάμον ϗ εἰς τὴν Παμφυλίαν ϗ εἰς Λυϰίαν ϗ εἰς Ἁλιϰαϱνασσὸν ϗ εἰς Ῥόδον ϗ εἰς Φασηλίδα ϗ εἰς Κῶ ϗ εἰς Σίδην ϗ εἰς Ἄϱαδον ϗ Γόϱτυναν ϗ Κνίδον ϗ Κύϖϱον ϗ Κυϱήνην.
15:24 τὸ δὲ ἀντίγϱαφον τȣ́των ἔγϱαψαν Σιμωνι τῷ ἀϱχιεϱεῖ.
15:25 Ἀντίοχος δὲ ὁ ϐασιλεὺς ϖαϱενέϐαλεν ἐϖὶ Δωϱα ἐν τῇ δευτέϱᾳ ϖϱοσάγων διὰ ϖαντὸς αὐτῇ τὰς χεῖϱας ϗ μηχανὰς ϖοιȣ́μενος ϗ συνέϰλεισεν τὸν Τϱύφωνα τȣ̃ ἐϰϖοϱεύεσϑαι ϗ εἰσϖοϱεύεσϑαι.
15:26 ϗ ἀϖέϛειλεν αὐτῷ Σιμων δισχιλίȣς ἄνδϱας ἐϰλεϰτȣ̀ς συμμαχῆσαι αὐτῷ ϗ ἀϱγύϱιον ϗ χϱυσίον ϗ σϰεύη ἱϰανά.
15:27 ϗ ȣ̓ϰ ἠϐȣ́λετο αὐτὰ δέξασϑαι, ἀλλὰ ἠϑέτησεν ϖάντα, ὅσα συνέϑετο αὐτῷ τὸ ϖϱότεϱον, ϗ ἠλλοτϱιȣ̃το αὐτῷ.
15:28 ϗ ἀϖέϛειλεν ϖϱὸς αὐτὸν Ἀϑηνόϐιον ἕνα τῶν φίλων αὐτȣ̃ ϰοινολογησόμενον αὐτῷ λέγων Ὑμεῖς ϰαταϰϱατεῖτε τῆς Ιοϖϖης ϗ Γαζαϱων ϗ τῆς ἄϰϱας τῆς ἐν Ιεϱȣσαλημ, ϖόλεις τῆς ϐασιλείας μȣ.
15:29 τὰ ὅϱια αὐτῶν ἠϱημώσατε ϗ ἐϖοιήσατε ϖληγὴν μεγάλην ἐϖὶ τῆς γῆς ϗ ἐϰυϱιεύσατε τόϖων ϖολλῶν ἐν τῇ ϐασιλείᾳ μȣ.
15:30 νῦν ȣ̓͂ν ϖαϱάδοτε τὰς ϖόλεις, ἃς ϰατελάϐεσϑε, ϗ τȣ̀ς φόϱȣς τῶν τόϖων, ὧν ϰατεϰυϱιεύσατε ἐϰτὸς τῶν ὁϱίων τῆς Ιȣδαίας.
15:31 εἰ δὲ μή, δότε ἀντ αὐτῶν ϖενταϰόσια τάλαντα ἀϱγυϱίȣ ϗ τῆς ϰαταφϑοϱᾶς, ἧς ϰατεφϑάϱϰατε, ϗ τῶν φόϱων τῶν ϖόλεων ἄλλα τάλαντα ϖενταϰόσια· εἰ δὲ μή, ϖαϱαγενόμενοι ἐϰϖολεμήσομεν ὑμᾶς.
15:32 ϗ ἦλϑεν Ἀϑηνόϐιος ὁ φίλος τȣ̃ ϐασιλέως εἰς Ιεϱȣσαλημ ϗ εἶδεν τὴν δόξαν Σιμωνος ϗ ϰυλιϰεῖον μετὰ χϱυσωμάτων ϗ ἀϱγυϱωμάτων ϗ ϖαϱάϛασιν ἱϰανὴν ϗ ἐξίϛατο ϗ ἀϖήγγειλεν αὐτῷ τȣ̀ς λόγȣς τȣ̃ ϐασιλέως.
15:33 ϗ ἀϖοϰϱιϑεὶς Σιμων εἶϖεν αὐτῷ Ȣ̓́τε γῆν ἀλλοτϱίαν εἰλήφαμεν ȣ̓́τε ἀλλοτϱίων ϰεϰϱατήϰαμεν, ἀλλὰ τῆς ϰληϱονομίας τῶν ϖατέϱων ἡμῶν, ὑϖὸ δὲ ἐχϑϱῶν ἡμῶν ἀϰϱίτως ἔν τινι ϰαιϱῷ ϰατεϰϱατήϑη·
15:34 ἡμεῖς δὲ ϰαιϱὸν ἔχοντες ἀντεχόμεϑα τῆς ϰληϱονομίας τῶν ϖατέϱων ἡμῶν.
15:35 ϖεϱὶ δὲ Ιοϖϖης ϗ Γαζαϱων, ὧν αἰτεῖς, αὗται ἐϖοίȣν ἐν τῷ λαῷ ϖληγὴν μεγάλην ϗ τὴν χώϱαν ἡμῶν, τȣ́των δώσομεν τάλαντα ἑϰατόν.
15:36 ϗ ȣ̓ϰ ἀϖεϰϱίϑη αὐτῷ λόγον, ἀϖέϛϱεψεν δὲ μετὰ ϑυμȣ̃ ϖϱὸς τὸν ϐασιλέα ϗ ἀϖήγγειλεν αὐτῷ τȣ̀ς λόγȣς τȣ́τȣς ϗ τὴν δόξαν Σιμωνος ϗ ϖάντα, ὅσα εἶδεν, ϗ ὠϱγίσϑη ὁ ϐασιλεὺς ὀϱγὴν μεγάλην.
15:37 Τϱύφων δὲ ἐμϐὰς εἰς ϖλοῖον ἔφυγεν εἰς Ὀϱϑωσίαν.
15:38 ϗ ϰατέϛησεν ὁ ϐασιλεὺς τὸν Κενδεϐαῖον ἐϖιϛϱάτηγον τῆς ϖαϱαλίας ϗ δυνάμεις ϖεζιϰὰς ϗ ἱϖϖιϰὰς ἔδωϰεν αὐτῷ·
15:39 ϗ ἐνετείλατο αὐτῷ ϖαϱεμϐάλλειν ϰατὰ ϖϱόσωϖον τῆς Ιȣδαίας ϗ ἐνετείλατο αὐτῷ οἰϰοδομῆσαι τὴν Κεδϱων ϗ ὀχυϱῶσαι τὰς ϖύλας ϗ ὅϖως ϖολεμῇ τὸν λαόν· ὁ δὲ ϐασιλεὺς ἐδίωϰε τὸν Τϱύφωνα.
15:40 ϗ ϖαϱεγενήϑη Κενδεϐαῖος εἰς Ιάμνειαν ϗ ἤϱξατο τȣ̃ ἐϱεϑίζειν τὸν λαὸν ϗ ἐμϐατεύειν εἰς τὴν Ιȣδαίαν ϗ αἰχμαλωτίζειν τὸν λαὸν ϗ φονεύειν.
15:41 ϗ ᾠϰοδόμησεν τὴν Κεδϱων ϗ ἀϖέταξεν ἐϰεῖ ἱϖϖεῖς ϗ δυνάμεις, ὅϖως ἐϰϖοϱευόμενοι ἐξοδεύωσιν τὰς ὁδȣ̀ς τῆς Ιȣδαίας, ϰαϑὰ συνέταξεν αὐτῷ ὁ ϐασιλεύς.
16:1 Ϗ ἀνέϐη Ιωαννης ἐϰ Γαζαϱων ϗ ἀϖήγγειλεν Σιμωνι τῷ ϖατϱὶ αὐτȣ̃ ἃ συνετέλεσεν Κενδεϐαῖος.
16:2 ϗ ἐϰάλεσεν Σιμων τȣ̀ς δύο υἱȣ̀ς αὐτȣ̃ τȣ̀ς ϖϱεσϐυτέϱȣς Ιȣδαν ϗ Ιωαννην ϗ εἶϖεν αὐτοῖς Ἐγὼ ϗ οἱ ἀδελφοί μȣ ϗ ὁ οἶϰος τȣ̃ ϖατϱός μȣ ἐϖολεμήσαμεν τȣ̀ς ϖολέμȣς Ισϱαηλ ἀϖὸ νεότητος ἕως τῆς σήμεϱον ἡμέϱας, ϗ εὐοδώϑη ἐν ταῖς χεϱσὶν ἡμῶν ῥύσασϑαι τὸν Ισϱαηλ ϖλεονάϰις·
16:3 νυνὶ δὲ γεγήϱαϰα, ϗ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱϰανοί ἐϛε ἐν τοῖς ἔτεσιν· γίνεσϑε ἀντ ἐμȣ̃ ϗ τȣ̃ ἀδελφȣ̃ μȣ ϗ ἐξελϑόντες ὑϖεϱμαχεῖτε ὑϖὲϱ τȣ̃ ἔϑνȣς ἡμῶν, ἡ δὲ ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ϐοήϑεια ἔϛω μεϑ’ ὑμῶν.
16:4 ϗ ἐϖέλεξεν ἐϰ τῆς χώϱας εἴϰοσι χιλιάδας ἀνδϱῶν ϖολεμιϛῶν ϗ ἱϖϖεῖς, ϗ ἐϖοϱεύϑησαν ἐϖὶ τὸν Κενδεϐαῖον ϗ ἐϰοιμήϑησαν ἐν Μωδειν.
16:5 ϗ ἀναϛάντες τὸ ϖϱωῒ ἐϖοϱεύϑησαν εἰς τὸ ϖεδίον, ϗ ἰδȣ̀ δύναμις ϖολλὴ εἰς συνάντησιν αὐτοῖς, ϖεζιϰὴ ϗ ἱϖϖεῖς, ϗ χειμάϱϱȣς ἦν ἀνὰ μέσον αὐτῶν.
16:6 ϗ ϖαϱενέϐαλε ϰατὰ ϖϱόσωϖον αὐτῶν αὐτὸς ϗ ὁ λαὸς αὐτȣ̃. ϗ εἶδεν τὸν λαὸν δειλȣ́μενον διαϖεϱᾶσαι τὸν χειμάϱϱȣν ϗ διεϖέϱασεν ϖϱῶτος· ϗ εἶδον αὐτὸν οἱ ἄνδϱες ϗ διεϖέϱασαν ϰατόϖισϑεν αὐτȣ̃.
16:7 ϗ διεῖλεν τὸν λαὸν ϗ τȣ̀ς ἱϖϖεῖς ἐν μέσῳ τῶν ϖεζῶν· ἦν δὲ ἵϖϖος τῶν ὑϖεναντίων ϖολλὴ σφόδϱα.
16:8 ϗ ἐσάλϖισαν ταῖς σάλϖιγξιν, ϗ ἐτϱοϖώϑη Κενδεϐαῖος ϗ ἡ ϖαϱεμϐολὴ αὐτȣ̃, ϗ ἔϖεσον ἐξ αὐτῶν τϱαυματίαι ϖολλοί· οἱ δὲ ϰαταλειφϑέντες ἔφυγον εἰς τὸ ὀχύϱωμα.
16:9 τότε ἐτϱαυματίσϑη Ιȣδας ὁ ἀδελφὸς Ιωαννȣ· Ιωαννης δὲ ϰατεδίωξεν αὐτȣ́ς, ἕως ἦλϑεν εἰς Κεδϱων, ἣν ᾠϰοδόμησεν.
16:10 ϗ ἔφυγον εἰς τȣ̀ς ϖύϱγȣς τȣ̀ς ἐν τοῖς ἀγϱοῖς Ἀζώτȣ, ϗ ἐνεϖύϱισεν αὐτὴν ἐν ϖυϱί, ϗ ἔϖεσον ἐξ αὐτῶν εἰς ἄνδϱας δισχιλίȣς. ϗ ἀϖέϛϱεψεν εἰς τὴν Ιȣδαίαν μετὰ εἰϱήνης.
16:11 Ϗ Πτολεμαῖος ὁ τȣ̃ Ἀϐȣ́ϐȣ ἦν ϰαϑεϛαμένος ϛϱατηγὸς εἰς τὸ ϖεδίον Ιεϱιχω ϗ ἔσχεν ἀϱγύϱιον ϗ χϱυσίον ϖολύ·
16:12 ἦν γὰϱ γαμϐϱὸς τȣ̃ ἀϱχιεϱέως.
16:13 ϗ ὑψώϑη ἡ ϰαϱδία αὐτȣ̃, ϗ ἐϐȣλήϑη ϰαταϰϱατῆσαι τῆς χώϱας ϗ ἐϐȣλεύετο δόλῳ ϰατὰ Σιμωνος ϗ τῶν υἱῶν αὐτȣ̃ ἆϱαι αὐτȣ́ς.
16:14 Σιμων δὲ ἦν ἐφοδεύων τὰς ϖόλεις τὰς ἐν τῇ χώϱᾳ ϗ φϱοντίζων τῆς ἐϖιμελείας αὐτῶν· ϗ ϰατέϐη εἰς Ιεϱιχω αὐτὸς ϗ Ματταϑιας ϗ Ιȣδας οἱ υἱοὶ αὐτȣ̃ ἔτȣς ἑϐδόμȣ ϗ ἑϐδομηϰοϛȣ̃ ϗ ἑϰατοϛȣ̃ ἐν μηνὶ ἑνδεϰάτῳ [ȣ̔͂τος ὁ μὴν Σαϐατ].
16:15 ϗ ὑϖεδέξατο αὐτȣ̀ς ὁ τȣ̃ Ἀϐȣ́ϐȣ εἰς τὸ ὀχυϱωμάτιον τὸ ϰαλȣ́μενον Δωϰ μετὰ δόλȣ, ὃ ᾠϰοδόμησεν, ϗ ἐϖοίησεν αὐτοῖς ϖότον μέγαν ϗ ἐνέϰϱυψεν ἐϰεῖ ἄνδϱας.
16:16 ϗ ὅτε ἐμεϑύσϑη Σιμων ϗ οἱ υἱοὶ αὐτȣ̃, ἐξανέϛη Πτολεμαῖος ϗ οἱ ϖαϱ’ αὐτȣ̃ ϗ ἔλαϐον τὰ ὅϖλα αὐτῶν ϗ ἐϖεισῆλϑον τῷ Σιμωνι εἰς τὸ συμϖόσιον ϗ ἀϖέϰτειναν αὐτὸν ϗ τȣ̀ς δύο υἱȣ̀ς αὐτȣ̃ ϰαί τινας τῶν ϖαιδαϱίων αὐτȣ̃.
16:17 ϗ ἐϖοίησεν ἀϑεσίαν μεγάλην ϗ ἀϖέδωϰεν ϰαϰὰ ἀντὶ ἀγαϑῶν.
16:18 ϗ ἔγϱαψεν ταῦτα Πτολεμαῖος ϗ ἀϖέϛειλεν τῷ ϐασιλεῖ, ὅϖως ἀϖοϛείλῃ αὐτῷ δυνάμεις εἰς ϐοήϑειαν ϗ ϖαϱαδῷ τὴν χώϱαν αὐτῶν ϗ τὰς ϖόλεις.
16:19 ϗ ἀϖέϛειλεν ἑτέϱȣς εἰς Γαζαϱα ἆϱαι τὸν Ιωαννην, ϗ τοῖς χιλιάϱχοις ἀϖέϛειλεν ἐϖιϛολὰς ϖαϱαγενέσϑαι ϖϱὸς αὐτόν, ὅϖως δῷ αὐτοῖς ἀϱγύϱιον ϗ χϱυσίον ϗ δόματα,
16:20 ϗ ἑτέϱȣς ἀϖέϛειλεν ϰαταλαϐέσϑαι τὴν Ιεϱȣσαλημ ϗ τὸ ὄϱος τȣ̃ ἱεϱȣ̃.
16:21 ϗ ϖϱοδϱαμών τις ἀϖήγγειλεν Ιωαννη εἰς Γαζαϱα ὅτι ἀϖώλετο ὁ ϖατὴϱ αὐτȣ̃ ϗ οἱ ἀδελφοὶ αὐτȣ̃, ϗ ὅτι Ἀϖέϛαλϰεν ϗ σὲ ἀϖοϰτεῖναι.
16:22 ϗ ἀϰȣ́σας ἐξέϛη σφόδϱα ϗ συνέλαϐεν τȣ̀ς ἄνδϱας τȣ̀ς ἐλϑόντας ἀϖολέσαι αὐτὸν ϗ ἀϖέϰτεινεν αὐτȣ́ς· ἐϖέγνω γὰϱ ὅτι ἐζήτȣν αὐτὸν ἀϖολέσαι.
16:23 Ϗ τὰ λοιϖὰ τῶν λόγων Ιωαννȣ ϗ τῶν ϖολέμων αὐτȣ̃ ϗ τῶν ἀνδϱαγαϑιῶν αὐτȣ̃, ὧν ἠνδϱαγάϑησεν, ϗ τῆς οἰϰοδομῆς τῶν τειχῶν, ὧν ᾠϰοδόμησεν, ϗ τῶν ϖϱάξεων αὐτȣ̃,
16:24 ἰδȣ̀ ταῦτα γέγϱαϖται ἐϖὶ ϐιϐλίῳ ἡμεϱῶν ἀϱχιεϱωσύνης αὐτȣ̃, ἀφ’ ȣ̔͂ ἐγενήϑη ἀϱχιεϱεὺς μετὰ τὸν ϖατέϱα αὐτȣ̃.
Μαϰϰαϐαίων Βʹ
1:1 Τοῖς ἀδελφοῖς τοῖς ϰατ’ Αἴγυϖτον Ιȣδαίοις χαίϱειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεϱοσολύμοις Ιȣδαῖοι ϗ οἱ ἐν τῇ χώϱᾳ τῆς Ιȣδαίας εἰϱήνην ἀγαϑήν·
1:2 ϗ ἀγαϑοϖοιήσαι ὑμῖν ὁ ϑεὸς ϗ μνησϑείη τῆς διαϑήϰης αὐτȣ̃ τῆς ϖϱὸς Αϐϱααμ ϗ Ισααϰ ϗ Ιαϰωϐ τῶν δȣ́λων αὐτȣ̃ τῶν ϖιϛῶν·
1:3 ϗ δῴη ὑμῖν ϰαϱδίαν ϖᾶσιν εἰς τὸ σέϐεσϑαι αὐτὸν ϗ ϖοιεῖν αὐτȣ̃ τὰ ϑελήματα ϰαϱδίᾳ μεγάλῃ ϗ ψυχῇ ϐȣλομένῃ·
1:4 ϗ διανοίξαι τὴν ϰαϱδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτȣ̃ ϗ ἐν τοῖς ϖϱοϛάγμασιν ϗ εἰϱήνην ϖοιήσαι
1:5 ϗ ἐϖαϰȣ́σαι ὑμῶν τῶν δεήσεων ϗ ϰαταλλαγείη ὑμῖν ϗ μὴ ὑμᾶς ἐγϰαταλίϖοι ἐν ϰαιϱῷ ϖονηϱῷ.
1:6 ϗ νῦν ὧδέ ἐσμεν ϖϱοσευχόμενοι ϖεϱὶ ὑμῶν.
1:7 ϐασιλεύοντος Δημητϱίȣ ἔτȣς ἑϰατοϛȣ̃ ἑξηϰοϛȣ̃ ἐνάτȣ ἡμεῖς οἱ Ιȣδαῖοι γεγϱάφαμεν ὑμῖν ἐν τῇ ϑλίψει ϗ ἐν τῇ ἀϰμῇ τῇ ἐϖελϑȣ́σῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τȣ́τοις ἀφ’ ȣ̔͂ ἀϖέϛη Ἰάσων ϗ οἱ μετ’ αὐτȣ̃ ἀϖὸ τῆς ἁγίας γῆς ϗ τῆς ϐασιλείας
1:8 ϗ ἐνεϖύϱισαν τὸν ϖυλῶνα ϗ ἐξέχεαν αἷμα ἀϑῶον· ϗ ἐδεήϑημεν τȣ̃ ϰυϱίȣ ϗ εἰσηϰȣ́σϑημεν ϗ ϖϱοσηνέγϰαμεν ϑυσίαν ϗ σεμίδαλιν ϗ ἐξήψαμεν τȣ̀ς λύχνȣς ϗ ϖϱοεϑήϰαμεν τȣ̀ς ἄϱτȣς.
1:9 ϗ νῦν ἵνα ἄγητε τὰς ἡμέϱας τῆς σϰηνοϖηγίας τȣ̃ Χασελευ μηνός. ἔτȣς ἑϰατοϛȣ̃ ὀγδοηϰοϛȣ̃ ϗ ὀγδόȣ.
1:10 Οἱ ἐν Ιεϱοσολύμοις ϗ οἱ ἐν τῇ Ιȣδαίᾳ ϗ ἡ γεϱȣσία ϗ Ιȣδας Ἀϱιϛοϐȣ́λῳ διδασϰάλῳ Πτολεμαίȣ τȣ̃ ϐασιλέως, ὄντι δὲ ἀϖὸ τȣ̃ τῶν χϱιϛῶν ἱεϱέων γένȣς, ϗ τοῖς ἐν Αἰγύϖτῳ Ιȣδαίοις χαίϱειν ϗ ὑγιαίνειν.
1:11 ἐϰ μεγάλων ϰινδύνων ὑϖὸ τȣ̃ ϑεȣ̃ σεσῳσμένοι μεγάλως εὐχαϱιϛȣ̃μεν αὐτῷ ὡς ἂν ϖϱὸς ϐασιλέα ϖαϱατασσόμενοι·
1:12 αὐτὸς γὰϱ ἐξέϐϱασεν τȣ̀ς ϖαϱαταξαμένȣς ἐν τῇ ἁγίᾳ ϖόλει.
1:13 εἰς τὴν Πεϱσίδα γενόμενος γὰϱ ὁ ἡγεμὼν ϗ ἡ ϖεϱὶ αὐτὸν ἀνυϖόϛατος δοϰȣ̃σα εἶναι δύναμις ϰατεϰόϖησαν ἐν τῷ τῆς Ναναίας ἱεϱῷ, ϖαϱαλογισμῷ χϱησαμένων τῶν ϖεϱὶ τὴν Ναναίαν ἱεϱέων.
1:14 ὡς γὰϱ συνοιϰήσων αὐτῇ ϖαϱεγένετο εἰς τὸν τόϖον ὅ τε Ἀντίοχος ϗ οἱ σὺν αὐτῷ φίλοι χάϱιν τȣ̃ λαϐεῖν τὰ χϱήματα ϖλείονα εἰς φεϱνῆς λόγον
1:15 ϗ ϖϱοϑέντων αὐτὰ τῶν ἱεϱέων τȣ̃ Ναναίȣ ϰἀϰείνȣ ϖϱοσελϑόντος μετ’ ὀλίγων εἰς τὸν ϖεϱίϐολον τȣ̃ τεμένȣς, συγϰλείσαντες τὸ ἱεϱόν, ὡς εἰσῆλϑεν Ἀντίοχος,
1:16 ἀνοίξαντες τὴν τȣ̃ φατνώματος ϰϱυϖτὴν ϑύϱαν ϐάλλοντες ϖέτϱȣς συνεϰεϱαύνωσαν τὸν ἡγεμόνα ϗ μέλη ϖοιήσαντες ϗ τὰς ϰεφαλὰς ἀφελόντες τοῖς ἔξω ϖαϱέϱϱιψαν.
1:17 ϰατὰ ϖάντα εὐλογητὸς ἡμῶν ὁ ϑεός, ὃς ϖαϱέδωϰεν τȣ̀ς ἀσεϐήσαντας.
1:18 μέλλοντες ἄγειν ἐν τῷ Χασελευ ϖέμϖτῃ ϗ εἰϰάδι τὸν ϰαϑαϱισμὸν τȣ̃ ἱεϱȣ̃ δέον ἡγησάμεϑα διασαφῆσαι ὑμῖν, ἵνα ϗ αὐτοὶ ἄγητε σϰηνοϖηγίας ϗ τȣ̃ ϖυϱός, ὅτε Νεεμιας ὁ οἰϰοδομήσας τό τε ἱεϱὸν ϗ τὸ ϑυσιαϛήϱιον ἀνήνεγϰεν ϑυσίας.
1:19 ϗ γὰϱ ὅτε εἰς τὴν Πεϱσιϰὴν ἤγοντο ἡμῶν οἱ ϖατέϱες, οἱ τότε εὐσεϐεῖς ἱεϱεῖς λαϐόντες ἀϖὸ τȣ̃ ϖυϱὸς τȣ̃ ϑυσιαϛηϱίȣ λαϑϱαίως ϰατέϰϱυψαν ἐν ϰοιλώματι φϱέατος τάξιν ἔχοντος ἄνυδϱον, ἐν ᾧ ϰατησφαλίσαντο ὥϛε ϖᾶσιν ἄγνωϛον εἶναι τὸν τόϖον.
1:20 διελϑόντων δὲ ἐτῶν ἱϰανῶν, ὅτε ἔδοξεν τῷ ϑεῷ, ἀϖοϛαλεὶς Νεεμιας ὑϖὸ τȣ̃ ϐασιλέως τῆς Πεϱσίδος τȣ̀ς ἐϰγόνȣς τῶν ἱεϱέων τῶν ἀϖοϰϱυψάντων ἔϖεμψεν ἐϖὶ τὸ ϖῦϱ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑϱηϰέναι ϖῦϱ, ἀλλὰ ὕδωϱ ϖαχύ, ἐϰέλευσεν αὐτȣ̀ς ἀϖοϐάψαντας φέϱειν.
1:21 ὡς δὲ ἀνηνέχϑη τὰ τῶν ϑυσιῶν, ἐϰέλευσεν τȣ̀ς ἱεϱεῖς Νεεμιας ἐϖιϱϱᾶναι τῷ ὕδατι τά τε ξύλα ϗ τὰ ἐϖιϰείμενα.
1:22 ὡς δὲ ἐγένετο τȣ̃το ϗ χϱόνος διῆλϑεν ὅ τε ἥλιος ἀνέλαμψεν ϖϱότεϱον ἐϖινεφὴς ὤν, ἀνήφϑη ϖυϱὰ μεγάλη ὥϛε ϑαυμάσαι ϖάντας.
1:23 ϖϱοσευχὴν δὲ ἐϖοιήσαντο οἱ ἱεϱεῖς δαϖανωμένης τῆς ϑυσίας, οἵ τε ἱεϱεῖς ϗ ϖάντες, ϰαταϱχομένȣ Ιωναϑȣ, τῶν δὲ λοιϖῶν ἐϖιφωνȣ́ντων ὡς Νεεμιȣ·
1:24 ἦν δὲ ἡ ϖϱοσευχὴ τὸν τϱόϖον ἔχȣσα τȣ̃τον Κύϱιε ϰύϱιε ὁ ϑεός, ὁ ϖάντων ϰτίϛης, ὁ φοϐεϱὸς ϗ ἰσχυϱὸς ϗ δίϰαιος ϗ ἐλεήμων, ὁ μόνος ϐασιλεὺς ϗ χϱηϛός,
1:25 ὁ μόνος χοϱηγός, ὁ μόνος δίϰαιος ϗ ϖαντοϰϱάτωϱ ϗ αἰώνιος, ὁ διασῴζων τὸν Ισϱαηλ ἐϰ ϖαντὸς ϰαϰȣ̃, ὁ ϖοιήσας τȣ̀ς ϖατέϱας ἐϰλεϰτȣ̀ς ϗ ἁγιάσας αὐτȣ́ς,
1:26 ϖϱόσδεξαι τὴν ϑυσίαν ὑϖὲϱ ϖαντὸς τȣ̃ λαȣ̃ σȣ Ισϱαηλ ϗ διαφύλαξον τὴν μεϱίδα σȣ ϗ ϰαϑαγίασον.
1:27 ἐϖισυνάγαγε τὴν διασϖοϱὰν ἡμῶν, ἐλευϑέϱωσον τȣ̀ς δȣλεύοντας ἐν τοῖς ἔϑνεσιν, τȣ̀ς ἐξȣϑενημένȣς ϗ ϐδελυϰτȣ̀ς ἔϖιδε, ϗ γνώτωσαν τὰ ἔϑνη ὅτι σὺ εἶ ὁ ϑεὸς ἡμῶν.
1:28 ϐασάνισον τȣ̀ς ϰαταδυναϛεύοντας ϗ ἐξυϐϱίζοντας ἐν ὑϖεϱηφανίᾳ.
1:29 ϰαταφύτευσον τὸν λαόν σȣ εἰς τὸν τόϖον τὸν ἅγιόν σȣ, ϰαϑὼς εἶϖεν Μωϋσῆς.
1:30 Οἱ δὲ ἱεϱεῖς ἐϖέψαλλον τȣ̀ς ὕμνȣς.
1:31 ϰαϑὼς δὲ ἀνηλώϑη τὰ τῆς ϑυσίας, ϗ τὸ ϖεϱιλειϖόμενον ὕδωϱ ὁ Νεεμιας ἐϰέλευσεν λίϑȣς μείζονας ϰαταχεῖν.
1:32 ὡς δὲ τȣ̃το ἐγενήϑη, φλὸξ ἀνήφϑη· τȣ̃ δὲ ἀϖὸ τȣ̃ ϑυσιαϛηϱίȣ ἀντιλάμψαντος φωτὸς ἐδαϖανήϑη.
1:33 ὡς δὲ φανεϱὸν ἐγενήϑη τὸ ϖϱᾶγμα, ϗ διηγγέλη τῷ ϐασιλεῖ τῶν Πεϱσῶν ὅτι εἰς τὸν τόϖον, ȣ̔͂ τὸ ϖῦϱ ἔϰϱυψαν οἱ μεταχϑέντες ἱεϱεῖς, τὸ ὕδωϱ ἐφάνη, ἀφ’ ȣ̔͂ ϗ οἱ ϖεϱὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς ϑυσίας,
1:34 ϖεϱιφϱάξας δὲ ὁ ϐασιλεὺς ἱεϱὸν ἐϖοίησεν δοϰιμάσας τὸ ϖϱᾶγμα.
1:35 ϗ οἷς ἐχαϱίζετο ὁ ϐασιλεύς, ϖολλὰ διάφοϱα ἐλάμϐανεν ϗ μετεδίδȣ.
1:36 ϖϱοσηγόϱευσαν δὲ οἱ ϖεϱὶ τὸν Νεεμιαν τȣ̃το νεφϑαϱ, ὃ διεϱμηνεύεται ϰαϑαϱισμός· ϰαλεῖται δὲ ϖαϱὰ τοῖς ϖολλοῖς νεφϑαι.
2:1 Εὑϱίσϰεται δὲ ἐν ταῖς ἀϖογϱαφαῖς Ιεϱεμιας ὁ ϖϱοφήτης ὅτι ἐϰέλευσεν τȣ̃ ϖυϱὸς λαϐεῖν τȣ̀ς μεταγενομένȣς, ὡς σεσήμανται,
2:2 ϗ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ ϖϱοφήτης δȣ̀ς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐϖιλάϑωνται τῶν ϖϱοϛαγμάτων τȣ̃ ϰυϱίȣ, ϗ ἵνα μὴ ἀϖοϖλανηϑῶσιν ταῖς διανοίαις ϐλέϖοντες ἀγάλματα χϱυσᾶ ϗ ἀϱγυϱᾶ ϗ τὸν ϖεϱὶ αὐτὰ ϰόσμον·
2:3 ϗ ἕτεϱα τοιαῦτα λέγων ϖαϱεϰάλει μὴ ἀϖοϛῆναι τὸν νόμον ἀϖὸ τῆς ϰαϱδίας αὐτῶν.
2:4 ἦν δὲ ἐν τῇ γϱαφῇ ὡς τὴν σϰηνὴν ϗ τὴν ϰιϐωτὸν ἐϰέλευσεν ὁ ϖϱοφήτης χϱηματισμȣ̃ γενηϑέντος αὐτῷ συναϰολȣϑεῖν· ὡς δὲ ἐξῆλϑεν εἰς τὸ ὄϱος, ȣ̔͂ ὁ Μωϋσῆς ἀναϐὰς ἐϑεάσατο τὴν τȣ̃ ϑεȣ̃ ϰληϱονομίαν.
2:5 ϗ ἐλϑὼν ὁ Ιεϱεμιας εὗϱεν οἶϰον ἀντϱώδη ϗ τὴν σϰηνὴν ϗ τὴν ϰιϐωτὸν ϗ τὸ ϑυσιαϛήϱιον τȣ̃ ϑυμιάματος εἰσήνεγϰεν ἐϰεῖ ϗ τὴν ϑύϱαν ἐνέφϱαξεν.
2:6 ϗ ϖϱοσελϑόντες τινὲς τῶν συναϰολȣϑȣ́ντων ὥϛε ἐϖισημάνασϑαι τὴν ὁδὸν ϗ ȣ̓ϰ ἐδυνήϑησαν εὑϱεῖν.
2:7 ὡς δὲ ὁ Ιεϱεμιας ἔγνω, μεμψάμενος αὐτοῖς εἶϖεν ὅτι Ϗ ἄγνωϛος ὁ τόϖος ἔϛαι, ἕως ἂν συναγάγῃ ὁ ϑεὸς ἐϖισυναγωγὴν τȣ̃ λαȣ̃ ϗ ἵλεως γένηται·
2:8 ϗ τότε ὁ ϰύϱιος ἀναδείξει ταῦτα, ϗ ὀφϑήσεται ἡ δόξα τȣ̃ ϰυϱίȣ ϗ ἡ νεφέλη, ὡς ἐϖὶ Μωυσῇ ἐδηλȣ̃το, ὡς ϗ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόϖος ϰαϑαγιασϑῇ μεγάλως.
2:9 διεσαφεῖτο δὲ ϗ ὡς σοφίαν ἔχων ἀνήνεγϰεν ϑυσίαν ἐγϰαινισμȣ̃ ϗ τῆς τελειώσεως τȣ̃ ἱεϱȣ̃.
2:10 ϰαϑὼς ϗ Μωϋσῆς ϖϱοσηύξατο ϖϱὸς ϰύϱιον, ϗ ϰατέϐη ϖῦϱ ἐϰ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ τὰ τῆς ϑυσίας ἐδαϖάνησεν, ȣ̔́τως ϗ Σαλωμων ϖϱοσηύξατο, ϗ ϰαταϐὰν τὸ ϖῦϱ ἀνήλωσεν τὰ ὁλοϰαυτώματα.
2:11 ϗ εἶϖεν Μωϋσῆς Διὰ τὸ μὴ ϐεϐϱῶσϑαι τὸ ϖεϱὶ τῆς ἁμαϱτίας ἀνηλώϑη.
2:12 ὡσαύτως ϗ ὁ Σαλωμων τὰς ὀϰτὼ ἡμέϱας ἤγαγεν.
2:13 ἐξηγȣ̃ντο δὲ ϗ ἐν ταῖς ἀναγϱαφαῖς ϗ ἐν τοῖς ὑϖομνηματισμοῖς τοῖς ϰατὰ τὸν Νεεμιαν τὰ αὐτὰ ϗ ὡς ϰαταϐαλλόμενος ϐιϐλιοϑήϰην ἐϖισυνήγαγεν τὰ ϖεϱὶ τῶν ϐασιλέων ϐιϐλία ϗ ϖϱοφητῶν ϗ τὰ τȣ̃ Δαυιδ ϗ ἐϖιϛολὰς ϐασιλέων ϖεϱὶ ἀναϑεμάτων.
2:14 ὡσαύτως δὲ ϗ Ιȣδας τὰ διαϖεϖτωϰότα διὰ τὸν γεγονότα ϖόλεμον ἡμῖν ἐϖισυνήγαγεν ϖάντα, ϗ ἔϛιν ϖαϱ’ ἡμῖν·
2:15 ὧν ȣ̓͂ν ἐὰν χϱείαν ἔχητε, τȣ̀ς ἀϖοϰομιȣ̃ντας ὑμῖν ἀϖοϛέλλετε.
2:16 Μέλλοντες ȣ̓͂ν ἄγειν τὸν ϰαϑαϱισμὸν ἐγϱάψαμεν ὑμῖν· ϰαλώς ȣ̓͂ν ϖοιήσετε ἄγοντες τὰς ἡμέϱας.
2:17 ὁ δὲ ϑεὸς ὁ σώσας τὸν ϖάντα λαὸν αὐτȣ̃ ϗ ἀϖοδȣ̀ς τὴν ϰληϱονομίαν ϖᾶσιν ϗ τὸ ϐασίλειον ϗ τὸ ἱεϱάτευμα ϗ τὸν ἁγιασμόν,
2:18 ϰαϑὼς ἐϖηγγείλατο διὰ τȣ̃ νόμȣ· ἐλϖίζομεν γὰϱ ἐϖὶ τῷ ϑεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει ϗ ἐϖισυνάξει ἐϰ τῆς ὑϖὸ τὸν ȣ̓ϱανὸν εἰς τὸν ἅγιον τόϖον· ἐξείλετο γὰϱ ἡμᾶς ἐϰ μεγάλων ϰαϰῶν ϗ τὸν τόϖον ἐϰαϑάϱισεν.
2:19 Τὰ δὲ ϰατὰ τὸν Ιȣδαν τὸν Μαϰϰαϐαῖον ϗ τȣ̀ς τȣ́τȣ ἀδελφȣ̀ς ϗ τὸν τȣ̃ ἱεϱȣ̃ τȣ̃ μεγίϛȣ ϰαϑαϱισμὸν ϗ τὸν τȣ̃ ϐωμȣ̃ ἐγϰαινισμὸν
2:20 ἔτι τε τȣ̀ς ϖϱὸς Ἀντίοχον τὸν Ἐϖιφανῆ ϗ τὸν τȣ́τȣ υἱὸν Εὐϖάτοϱα ϖολέμȣς
2:21 ϗ τὰς ἐξ ȣ̓ϱανȣ̃ γενομένας ἐϖιφανείας τοῖς ὑϖὲϱ τȣ̃ Ιȣδαισμȣ̃ φιλοτίμως ἀνδϱαγαϑήσασιν, ὥϛε τὴν ὅλην χώϱαν ὀλίγȣς ὄντας λεηλατεῖν ϗ τὰ ϐάϱϐαϱα ϖλήϑη διώϰειν,
2:22 ϗ τὸ ϖεϱιϐόητον ϰαϑ’ ὅλην τὴν οἰϰȣμένην ἱεϱὸν ἀναϰομίσασϑαι ϗ τὴν ϖόλιν ἐλευϑεϱῶσαι ϗ τȣ̀ς μέλλοντας ϰαταλύεσϑαι νόμȣς ἐϖανοϱϑῶσαι, τȣ̃ ϰυϱίȣ μετὰ ϖάσης ἐϖιειϰείας ἵλεω γενομένȣ αὐτοῖς,
2:23 ὑϖὸ Ἰάσωνος τȣ̃ Κυϱηναίȣ δεδηλωμένα διὰ ϖέντε ϐιϐλίων ϖειϱασόμεϑα δι’ ἑνὸς συντάγματος ἐϖιτεμεῖν.
2:24 συνοϱῶντες γὰϱ τὸ χύμα τῶν ἀϱιϑμῶν ϗ τὴν ȣ̓͂σαν δυσχέϱειαν τοῖς ϑέλȣσιν εἰσϰυϰλεῖσϑαι τοῖς τῆς ἱϛοϱίας διηγήμασιν διὰ τὸ ϖλῆϑος τῆς ὕλης
2:25 ἐφϱοντίσαμεν τοῖς μὲν ϐȣλομένοις ἀναγινώσϰειν ψυχαγωγίαν, τοῖς δὲ φιλοφϱονȣ̃σιν εἰς τὸ διὰ μνήμης ἀναλαϐεῖν εὐϰοϖίαν, ϖᾶσιν δὲ τοῖς ἐντυγχάνȣσιν ὠφέλειαν.
2:26 ϗ ἡμῖν μὲν τοῖς τὴν ϰαϰοϖάϑειαν ἐϖιδεδεγμένοις τῆς ἐϖιτομῆς ȣ̓ ῥᾴδιον, ἱδϱῶτος δὲ ϗ ἀγϱυϖνίας τὸ ϖϱᾶγμα,
2:27 ϰαϑάϖεϱ τῷ ϖαϱασϰευάζοντι συμϖόσιον ϗ ζητȣ̃ντι τὴν ἑτέϱων λυσιτέλειαν ȣ̓ϰ εὐχεϱές, ὅμως διὰ τὴν τῶν ϖολλῶν εὐχαϱιϛίαν ἡδέως τὴν ϰαϰοϖάϑειαν ὑϖοίσομεν
2:28 τὸ μὲν διαϰϱιϐȣ̃ν ϖεϱὶ ἑϰάϛων τῷ συγγϱαφεῖ ϖαϱαχωϱήσαντες, τὸ δὲ ἐϖιϖοϱεύεσϑαι τοῖς ὑϖογϱαμμοῖς τῆς ἐϖιτομῆς διαϖονȣ̃ντες.
2:29 ϰαϑάϖεϱ γὰϱ τῆς ϰαινῆς οἰϰίας ἀϱχιτέϰτονι τῆς ὅλης ϰαταϐολῆς φϱοντιϛέον, τῷ δὲ ἐγϰαίειν ϗ Ζωγϱαφεῖν ἐϖιχειϱȣ̃ντι τὰ ἐϖιτήδεια ϖϱὸς διαϰόσμησιν ἐξεταϛέον, ȣ̔́τως δοϰῶ ϗ ἐϖὶ ἡμῶν.
2:30 τὸ μὲν ἐμϐατεύειν ϗ ϖεϱίϖατον ϖοιεῖσϑαι λόγων ϗ ϖολυϖϱαγμονεῖν ἐν τοῖς ϰατὰ μέϱος τῷ τῆς ἱϛοϱίας ἀϱχηγέτῃ ϰαϑήϰει·
2:31 τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώϰειν ϗ τὸ ἐξεϱγαϛιϰὸν τῆς ϖϱαγματείας ϖαϱαιτεῖσϑαι τῷ τὴν μετάφϱασιν ϖοιȣμένῳ συγχωϱητέον.
2:32 ἐντεῦϑεν ȣ̓͂ν ἀϱξώμεϑα τῆς διηγήσεως τοῖς ϖϱοειϱημένοις τοσȣ̃τον ἐϖιζεύξαντες· εὔηϑες γὰϱ τὸ μὲν ϖϱὸ τῆς ἱϛοϱίας ϖλεονάζειν, τὴν δὲ ἱϛοϱίαν ἐϖιτεμεῖν.
3:1 Τῆς ἁγίας ϖόλεως ϰατοιϰȣμένης μετὰ ϖάσης εἰϱήνης ϗ τῶν νόμων ὅτι ϰάλλιϛα συντηϱȣμένων διὰ τὴν Ονιȣ τȣ̃ ἀϱχιεϱέως εὐσέϐειάν τε ϗ μισοϖονηϱίαν
3:2 συνέϐαινεν ϗ αὐτȣ̀ς τȣ̀ς ϐασιλεῖς τιμᾶν τὸν τόϖον ϗ τὸ ἱεϱὸν ἀϖοϛολαῖς ταῖς ϰϱατίϛαις δοξάζειν
3:3 ὥϛε ϗ Σέλευϰον τὸν τῆς Ἀσίας ϐασιλέα χοϱηγεῖν ἐϰ τῶν ἰδίων ϖϱοσόδων ϖάντα τὰ ϖϱὸς τὰς λειτȣϱγίας τῶν ϑυσιῶν ἐϖιϐάλλοντα δαϖανήματα.
3:4 Σιμων δέ τις ἐϰ τῆς Βενιαμιν φυλῆς ϖϱοϛάτης τȣ̃ ἱεϱȣ̃ ϰαϑεϛαμένος διηνέχϑη τῷ ἀϱχιεϱεῖ ϖεϱὶ τῆς ϰατὰ τὴν ϖόλιν ἀγοϱανομίας·
3:5 ϗ νιϰῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλϑεν ϖϱὸς Ἀϖολλώνιον Θαϱσεȣ τὸν ϰατ’ ἐϰεῖνον τὸν ϰαιϱὸν Κοίλης Συϱίας ϗ Φοινίϰης ϛϱατηγὸν
3:6 ϗ ϖϱοσήγγειλεν ϖεϱὶ τȣ̃ χϱημάτων ἀμυϑήτων γέμειν τὸ ἐν Ιεϱοσολύμοις γαζοφυλάϰιον ὥϛε τὸ ϖλῆϑος τῶν διαφόϱων ἀναϱίϑμητον εἶναι, ϗ μὴ ϖϱοσήϰειν αὐτὰ ϖϱὸς τὸν τῶν ϑυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑϖὸ τὴν τȣ̃ ϐασιλέως ἐξȣσίαν ϖεσεῖν ταῦτα.
3:7 συμμείξας δὲ ὁ Ἀϖολλώνιος τῷ ϐασιλεῖ ϖεϱὶ τῶν μηνυϑέντων αὐτῷ χϱημάτων ἐνεφάνισεν· ὁ δὲ ϖϱοχειϱισάμενος Ἡλιόδωϱον τὸν ἐϖὶ τῶν ϖϱαγμάτων ἀϖέϛειλεν δȣ̀ς ἐντολὰς τὴν τῶν ϖϱοειϱημένων χϱημάτων ἐϰϰομιδὴν ϖοιήσασϑαι.
3:8 εὐϑέως δὲ ὁ Ἡλιόδωϱος ἐϖοιεῖτο τὴν ϖοϱείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς ϰατὰ Κοίλην Συϱίαν ϗ Φοινίϰην ϖόλεις ἐφοδεῦσαι, τῷ ϖϱάγματι δὲ τὴν τȣ̃ ϐασιλέως ϖϱόϑεσιν ἐϖιτελεῖν.
3:9 ϖαϱαγενηϑεὶς δὲ εἰς Ιεϱοσόλυμα ϗ φιλοφϱόνως ὑϖὸ τȣ̃ ἀϱχιεϱέως τῆς ϖόλεως ἀϖοδεχϑεὶς ἀνέϑετο ϖεϱὶ τȣ̃ γεγονότος ἐμφανισμȣ̃, ϗ τίνος ἕνεϰεν ϖάϱεϛιν διεσάφησεν· ἐϖυνϑάνετο δὲ εἰ ταῖς ἀληϑείαις ταῦτα ȣ̔́τως ἔχοντα τυγχάνει.
3:10 τȣ̃ δὲ ἀϱχιεϱέως ὑϖοδείξαντος ϖαϱαϰαταϑήϰας εἶναι χηϱῶν τε ϗ ὀϱφανῶν,
3:11 τινὰ δὲ ϗ Ὑϱϰανȣ̃ τȣ̃ Τωϐιȣ σφόδϱα ἀνδϱὸς ἐν ὑϖεϱοχῇ ϰειμένȣ – ȣ̔́τως ἦν διαϐάλλων ὁ δυσσεϐὴς Σιμων – , τὰ δὲ ϖάντα ἀϱγυϱίȣ τετϱαϰόσια τάλαντα, χϱυσίȣ δὲ διαϰόσια·
3:12 ἀδιϰηϑῆναι δὲ τȣ̀ς ϖεϖιϛευϰότας τῇ τȣ̃ τόϖȣ ἁγιωσύνῃ ϗ τῇ τȣ̃ τετιμημένȣ ϰατὰ τὸν σύμϖαντα ϰόσμον ἱεϱȣ̃ σεμνότητι ϗ ἀσυλίᾳ ϖαντελῶς ἀμήχανον εἶναι.
3:13 ὁ δὲ Ἡλιόδωϱος, δι’ ἃς εἶχεν ϐασιλιϰὰς ἐντολάς, ϖάντως ἔλεγεν εἰς τὸ ϐασιλιϰὸν ἀναλημϖτέα ταῦτα εἶναι.
3:14 ταξάμενος δὲ ἡμέϱαν εἰσῄει τὴν ϖεϱὶ τȣ́των ἐϖίσϰεψιν οἰϰονομήσων· ἦν δὲ ȣ̓ μιϰϱὰ ϰαϑ’ ὅλην τὴν ϖόλιν ἀγωνία.
3:15 οἱ δὲ ἱεϱεῖς ϖϱὸ τȣ̃ ϑυσιαϛηϱίȣ ἐν ταῖς ἱεϱατιϰαῖς ϛολαῖς ῥίψαντες ἑαυτȣ̀ς ἐϖεϰαλȣ̃ντο εἰς ȣ̓ϱανὸν τὸν ϖεϱὶ ϖαϱαϰαταϑήϰης νομοϑετήσαντα τοῖς ϖαϱαϰαταϑεμένοις ταῦτα σῶα διαφυλάξαι.
3:16 ἦν δὲ ὁϱῶντα τὴν τȣ̃ ἀϱχιεϱέως ἰδέαν τιτϱώσϰεσϑαι τὴν διάνοιαν· ἡ γὰϱ ὄψις ϗ τὸ τῆς χϱόας ϖαϱηλλαγμένον ἐνέφαινεν τὴν ϰατὰ ψυχὴν ἀγωνίαν·
3:17 ϖεϱιεϰέχυτο γὰϱ ϖεϱὶ τὸν ἄνδϱα δέος τι ϗ φϱιϰασμὸς σώματος, δι’ ὧν ϖϱόδηλον ἐγίνετο τοῖς ϑεωϱȣ̃σιν τὸ ϰατὰ ϰαϱδίαν ἐνεϛὸς ἄλγος.
3:18 ἔτι δὲ ἐϰ τῶν οἰϰιῶν ἀγεληδὸν ἐξεϖήδων ἐϖὶ ϖάνδημον ἱϰετείαν διὰ τὸ μέλλειν εἰς ϰαταφϱόνησιν ἔϱχεσϑαι τὸν τόϖον.
3:19 ὑϖεζωσμέναι δὲ ὑϖὸ τȣ̀ς μαϛȣ̀ς αἱ γυναῖϰες σάϰϰȣς ϰατὰ τὰς ὁδȣ̀ς ἐϖλήϑυνον· αἱ δὲ ϰατάϰλειϛοι τῶν ϖαϱϑένων, αἱ μὲν συνέτϱεχον ἐϖὶ τȣ̀ς ϖυλῶνας, αἱ δὲ ἐϖὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν ϑυϱίδων διεξέϰυϖτον·
3:20 ϖᾶσαι δὲ ϖϱοτείνȣσαι τὰς χεῖϱας εἰς τὸν ȣ̓ϱανὸν ἐϖοιȣ̃ντο τὴν λιτανείαν·
3:21 ἐλεεῖν δ’ ἦν τὴν τȣ̃ ϖλήϑȣς ϖαμμιγῆ ϖϱόϖτωσιν τήν τε τȣ̃ μεγάλως ἀγωνιῶντος ἀϱχιεϱέως ϖϱοσδοϰίαν.
3:22 οἱ μὲν ȣ̓͂ν ἐϖεϰαλȣ̃ντο τὸν ϖαγϰϱατῆ ϰύϱιον τὰ ϖεϖιϛευμένα τοῖς ϖεϖιϛευϰόσιν σῶα διαφυλάσσειν μετὰ ϖάσης ἀσφαλείας.
3:23 ὁ δὲ Ἡλιόδωϱος τὸ διεγνωσμένον ἐϖετέλει.
3:24 αὐτόϑι δὲ αὐτȣ̃ σὺν τοῖς δοϱυφόϱοις ϰατὰ τὸ γαζοφυλάϰιον ἤδη ϖαϱόντος ὁ τῶν ϖνευμάτων ϗ ϖάσης ἐξȣσίας δυνάϛης ἐϖιφάνειαν μεγάλην ἐϖοίησεν ὥϛε ϖάντας τȣ̀ς ϰατατολμήσαντας συνελϑεῖν ϰαταϖλαγέντας τὴν τȣ̃ ϑεȣ̃ δύναμιν εἰς ἔϰλυσιν ϗ δειλίαν τϱαϖῆναι·
3:25 ὤφϑη γάϱ τις ἵϖϖος αὐτοῖς φοϐεϱὸν ἔχων τὸν ἐϖιϐάτην ϗ ϰαλλίϛῃ σαγῇ διαϰεϰοσμημένος, φεϱόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώϱῳ τὰς ἐμϖϱοσϑίȣς ὁϖλάς· ὁ δὲ ἐϖιϰαϑήμενος ἐφαίνετο χϱυσῆν ϖανοϖλίαν ἔχων.
3:26 ἕτεϱοι δὲ δύο ϖϱοσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐϰϖϱεϖεῖς, ϰάλλιϛοι δὲ τὴν δόξαν, διαϖϱεϖεῖς δὲ τὴν ϖεϱιϐολήν, οἳ ϗ ϖεϱιϛάντες ἐξ ἑϰατέϱȣ μέϱȣς ἐμαϛίγȣν αὐτὸν ἀδιαλείϖτως ϖολλὰς ἐϖιϱϱιϖτȣ̃ντες αὐτῷ ϖληγάς.
3:27 ἄφνω δὲ ϖεσόντα ϖϱὸς τὴν γῆν ϗ ϖολλῷ σϰότει ϖεϱιχυϑέντα συναϱϖάσαντες ϗ εἰς φοϱεῖον ἐνϑέντες
3:28 τὸν ἄϱτι μετὰ ϖολλῆς ϖαϱαδϱομῆς ϗ ϖάσης δοϱυφοϱίας εἰς τὸ ϖϱοειϱημένον εἰσελϑόντα γαζοφυλάϰιον ἔφεϱον ἀϐοήϑητον ἑαυτῷ ϰαϑεϛῶτα φανεϱῶς τὴν τȣ̃ ϑεȣ̃ δυναϛείαν ἐϖεγνωϰότες.
3:29 ϗ ὁ μὲν διὰ τὴν ϑείαν ἐνέϱγειαν ἄφωνος ϗ ϖάσης ἐϛεϱημένος ἐλϖίδος ϗ σωτηϱίας ἔϱϱιϖτο,
3:30 οἱ δὲ τὸν ϰύϱιον εὐλόγȣν τὸν ϖαϱαδοξάζοντα τὸν ἑαυτȣ̃ τόϖον, ϗ τὸ μιϰϱῷ ϖϱότεϱον δέȣς ϗ ταϱαχῆς γέμον ἱεϱὸν τȣ̃ ϖαντοϰϱάτοϱος ἐϖιφανέντος ϰυϱίȣ χαϱᾶς ϗ εὐφϱοσύνης ἐϖεϖλήϱωτο.
3:31 ταχὺ δέ τινες τῶν τȣ̃ Ἡλιοδώϱȣ συνήϑων ἠξίȣν τὸν Ονιαν ἐϖιϰαλέσασϑαι τὸν ὕψιϛον ϗ τὸ ζῆν χαϱίσασϑαι τῷ ϖαντελῶς ἐν ἐσχάτῃ ϖνοῇ ϰειμένῳ.
3:32 ὕϖοϖτος δὲ γενόμενος ὁ ἀϱχιεϱεὺς μήϖοτε διάλημψιν ὁ ϐασιλεὺς σχῇ ϰαϰȣϱγίαν τινὰ ϖεϱὶ τὸν Ἡλιόδωϱον ὑϖὸ τῶν Ιȣδαίων συντετελέσϑαι ϖϱοσήγαγεν ϑυσίαν ὑϖὲϱ τῆς τȣ̃ ἀνδϱὸς σωτηϱίας.
3:33 ϖοιȣμένȣ δὲ τȣ̃ ἀϱχιεϱέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι ϖάλιν ἐφάνησαν τῷ Ἡλιοδώϱῳ ἐν ταῖς αὐταῖς ἐσϑήσεσιν ἐϛολισμένοι ϗ ϛάντες εἶϖον Πολλὰς Ονια τῷ ἀϱχιεϱεῖ χάϱιτας ἔχε, διὰ γὰϱ αὐτόν σοι ϰεχάϱιϛαι τὸ ζῆν ὁ ϰύϱιος·
3:34 σὺ δὲ ἐξ ȣ̓ϱανȣ̃ μεμαϛιγωμένος διάγγελλε ϖᾶσι τὸ μεγαλεῖον τȣ̃ ϑεȣ̃ ϰϱάτος. ταῦτα δὲ εἰϖόντες ἀφανεῖς ἐγένοντο.
3:35 ὁ δὲ Ἡλιόδωϱος ϑυσίαν ἀνενέγϰας τῷ ϰυϱίῳ ϗ εὐχὰς μεγίϛας εὐξάμενος τῷ τὸ ζῆν ϖεϱιϖοιήσαντι ϗ τὸν Ονιαν ἀϖοδεξάμενος ἀνεϛϱατοϖέδευσεν ϖϱὸς τὸν ϐασιλέα.
3:36 ἐξεμαϱτύϱει δὲ ϖᾶσιν ἅϖεϱ ἦν ὑϖ’ ὄψιν τεϑεαμένος ἔϱγα τȣ̃ μεγίϛȣ ϑεȣ̃.
3:37 τȣ̃ δὲ ϐασιλέως ἐϖεϱωτήσαντος τὸν Ἡλιόδωϱον ϖοῖός τις εἴη ἐϖιτήδειος ἔτι ἅϖαξ διαϖεμφϑῆναι εἰς Ιεϱοσόλυμα, ἔφησεν
3:38 Εἴ τινα ἔχεις ϖολέμιον ἢ ϖϱαγμάτων ἐϖίϐȣλον, ϖέμψον αὐτὸν ἐϰεῖ, ϗ μεμαϛιγωμένον αὐτὸν ϖϱοσδέξῃ, ἐάνϖεϱ ϗ διασωϑῇ, διὰ τὸ ϖεϱὶ τὸν τόϖον ἀληϑῶς εἶναί τινα ϑεȣ̃ δύναμιν·
3:39 αὐτὸς γὰϱ ὁ τὴν ϰατοιϰίαν ἐϖȣϱάνιον ἔχων ἐϖόϖτης ἐϛὶν ϗ ϐοηϑὸς ἐϰείνȣ τȣ̃ τόϖȣ ϗ τȣ̀ς ϖαϱαγινομένȣς ἐϖὶ ϰαϰώσει τύϖτων ἀϖολλύει.
3:40 ϗ τὰ μὲν ϰατὰ Ἡλιόδωϱον ϗ τὴν τȣ̃ γαζοφυλαϰίȣ τήϱησιν ȣ̔́τως ἐχώϱησεν.
4:1 Ὁ δὲ ϖϱοειϱημένος Σιμων ὁ τῶν χϱημάτων ϗ τῆς ϖατϱίδος ἐνδείϰτης γεγονὼς ἐϰαϰολόγει τὸν Ονιαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωϱον ἐϖισεσειϰὼς ϗ τῶν ϰαϰῶν δημιȣϱγὸς ϰαϑεϛηϰώς,
4:2 ϗ τὸν εὐεϱγέτην τῆς ϖόλεως ϗ τὸν ϰηδεμόνα τῶν ὁμοεϑνῶν ϗ ζηλωτὴν τῶν νόμων ἐϖίϐȣλον τῶν ϖϱαγμάτων ἐτόλμα λέγειν.
4:3 τῆς δὲ ἔχϑϱας ἐϖὶ τοσȣ̃τον ϖϱοϐαινȣ́σης ὥϛε ϗ διά τινος τῶν ὑϖὸ τȣ̃ Σιμωνος δεδοϰιμασμένων φόνȣς συντελεῖσϑαι,
4:4 συνοϱῶν ὁ Ονιας τὸ χαλεϖὸν τῆς φιλονειϰίας ϗ Ἀϖολλώνιον Μενεσϑέως τὸν Κοίλης Συϱίας ϗ Φοινίϰης ϛϱατηγὸν συναύξοντα τὴν ϰαϰίαν τȣ̃ Σιμωνος,
4:5 ϖϱὸς τὸν ϐασιλέα διεϰομίσϑη ȣ̓ γινόμενος τῶν ϖολιτῶν ϰατήγοϱος, τὸ δὲ σύμφοϱον ϰοινῇ ϗ ϰατ’ ἰδίαν ϖαντὶ τῷ ϖλήϑει σϰοϖῶν·
4:6 ἑώϱα γὰϱ ἄνευ ϐασιλιϰῆς ϖϱονοίας ἀδύνατον εἶναι τυχεῖν εἰϱήνης ἔτι τὰ ϖϱάγματα ϗ τὸν Σιμωνα ϖαῦλαν ȣ̓ λημψόμενον τῆς ἀνοίας.
4:7 Μεταλλάξαντος δὲ τὸν ϐίον Σελεύϰȣ ϗ ϖαϱαλαϐόντος τὴν ϐασιλείαν Ἀντιόχȣ τȣ̃ ϖϱοσαγοϱευϑέντος Ἐϖιφανȣ̃ς ὑϖενόϑευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιȣ τὴν ἀϱχιεϱωσύνην
4:8 ἐϖαγγειλάμενος τῷ ϐασιλεῖ δι’ ἐντεύξεως ἀϱγυϱίȣ τάλαντα ἑξήϰοντα ϖϱὸς τοῖς τϱιαϰοσίοις ϗ ϖϱοσόδȣ τινὸς ἄλλης τάλαντα ὀγδοήϰοντα.
4:9 ϖϱὸς δὲ τȣ́τοις ὑϖισχνεῖτο ϗ ἕτεϱα διαγϱάφειν ϖεντήϰοντα ϖϱὸς τοῖς ἑϰατόν, ἐὰν ἐϖιχωϱηϑῇ διὰ τῆς ἐξȣσίας αὐτȣ̃ γυμνάσιον ϗ ἐφηϐεῖον αὐτῷ συϛήσασϑαι ϗ τȣ̀ς ἐν Ιεϱοσολύμοις Ἀντιοχεῖς ἀναγϱάψαι.
4:10 ἐϖινεύσαντος δὲ τȣ̃ ϐασιλέως ϗ τῆς ἀϱχῆς ϰϱατήσας εὐϑέως ϖϱὸς τὸν Ἑλληνιϰὸν χαϱαϰτῆϱα τȣ̀ς ὁμοφύλȣς μετέϛησε.
4:11 ϗ τὰ ϰείμενα τοῖς Ιȣδαίοις φιλάνϑϱωϖα ϐασιλιϰὰ διὰ Ιωάννȣ τȣ̃ ϖατϱὸς Εὐϖολέμȣ τȣ̃ ϖοιησαμένȣ τὴν ϖϱεσϐείαν ὑϖὲϱ φιλίας ϗ συμμαχίας ϖϱὸς τȣ̀ς Ῥωμαίȣς ϖαϱώσας ϗ τὰς μὲν νομίμȣς ϰαταλύων ϖολιτείας ϖαϱανόμȣς ἐϑισμȣ̀ς ἐϰαίνιζεν.
4:12 ἀσμένως γὰϱ ὑϖ’ αὐτὴν τὴν ἀϰϱόϖολιν γυμνάσιον ϰαϑίδϱυσεν ϗ τȣ̀ς ϰϱατίϛȣς τῶν ἐφήϐων ὑϖοτάσσων ὑϖὸ ϖέτασον ἤγαγεν.
4:13 ἦν δ’ ȣ̔́τως ἀϰμή τις Ἑλληνισμȣ̃ ϗ ϖϱόσϐασις ἀλλοφυλισμȣ̃ διὰ τὴν τȣ̃ ἀσεϐȣ̃ς ϗ ȣ̓ϰ ἀϱχιεϱέως Ἰάσωνος ὑϖεϱϐάλλȣσαν ἀναγνείαν
4:14 ὥϛε μηϰέτι ϖεϱὶ τὰς τȣ̃ ϑυσιαϛηϱίȣ λειτȣϱγίας ϖϱοϑύμȣς εἶναι τȣ̀ς ἱεϱεῖς, ἀλλὰ τȣ̃ μὲν νεὼ ϰαταφϱονȣ̃ντες ϗ τῶν ϑυσιῶν ἀμελȣ̃ντες ἔσϖευδον μετέχειν τῆς ἐν ϖαλαίϛϱῃ ϖαϱανόμȣ χοϱηγίας μετὰ τὴν τȣ̃ δίσϰȣ ϖϱόσϰλησιν,
4:15 ϗ τὰς μὲν ϖατϱῴȣς τιμὰς ἐν ȣ̓δενὶ τιϑέμενοι, τὰς δὲ Ἑλληνιϰὰς δόξας ϰαλλίϛας ἡγȣ́μενοι.
4:16 ὧν ϗ χάϱιν ϖεϱιέσχεν αὐτȣ̀ς χαλεϖὴ ϖεϱίϛασις, ϗ ὧν ἐζήλȣν τὰς ἀγωγὰς ϗ ϰαϑ’ ἅϖαν ἤϑελον ἐξομοιȣ̃σϑαι, τȣ́τȣς ϖολεμίȣς ϗ τιμωϱητὰς ἔσχον·
4:17 ἀσεϐεῖν γὰϱ εἰς τȣ̀ς ϑείȣς νόμȣς ȣ̓ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀϰόλȣϑος ϰαιϱὸς δηλώσει.
4:18 Ἀγομένȣ δὲ ϖενταετηϱιϰȣ̃ ἀγῶνος ἐν Τύϱῳ ϗ τȣ̃ ϐασιλέως ϖαϱόντος
4:19 ἀϖέϛειλεν Ἰάσων ὁ μιαϱὸς ϑεωϱȣ̀ς ὡς ἀϖὸ Ιεϱοσολύμων Ἀντιοχεῖς ὄντας ϖαϱαϰομίζοντας ἀϱγυϱίȣ δϱαχμὰς τϱιαϰοσίας εἰς τὴν τȣ̃ Ἡϱαϰλέȣς ϑυσίαν, ἃς ϗ ἠξίωσαν οἱ ϖαϱαϰομίσαντες μὴ χϱῆσϑαι εἰς ϑυσίαν διὰ τὸ μὴ ϰαϑήϰειν, εἰς ἑτέϱαν δὲ ϰαταϑέσϑαι δαϖάνην.
4:20 ἔϖεσε μὲν ȣ̓͂ν ταῦτα διὰ μὲν τὸν ἀϖοϛείλαντα εἰς τὴν τȣ̃ Ἡϱαϰλέȣς ϑυσίαν, ἕνεϰεν δὲ τῶν ϖαϱαϰομιζόντων εἰς τὰς τῶν τϱιηϱέων ϰατασϰευάς.
4:21 Ἀϖοϛαλέντος δὲ εἰς Αἴγυϖτον Ἀϖολλωνίȣ τȣ̃ Μενεσϑέως διὰ τὰ ϖϱωτοϰλίσια τȣ̃ Φιλομήτοϱος ϐασιλέως μεταλαϐὼν Ἀντίοχος ἀλλότϱιον αὐτὸν τῶν αὐτȣ̃ γεγονέναι ϖϱαγμάτων τῆς ϰαϑ’ αὑτὸν ἀσφαλείας ἐφϱόντιζεν· ὅϑεν εἰς Ιοϖϖην ϖαϱαγενόμενος ϰατήντησεν εἰς Ιεϱοσόλυμα.
4:22 μεγαλομεϱῶς δὲ ὑϖὸ τȣ̃ Ἰάσωνος ϗ τῆς ϖόλεως ἀϖοδεχϑεὶς μετὰ δᾳδȣχίας ϗ ϐοῶν εἰσεδέχϑη, εἶϑ ȣ̔́τως εἰς τὴν Φοινίϰην ϰατεϛϱατοϖέδευσεν.
4:23 Μετὰ δὲ τϱιετῆ χϱόνον ἀϖέϛειλεν Ἰάσων Μενέλαον τὸν τȣ̃ ϖϱοσημαινομένȣ Σιμωνος ἀδελφὸν ϖαϱαϰομίζοντα τὰ χϱήματα τῷ ϐασιλεῖ ϗ ϖεϱὶ ϖϱαγμάτων ἀναγϰαίων ὑϖομνηματισμȣ̀ς τελέσοντα.
4:24 ὁ δὲ συϛαϑεὶς τῷ ϐασιλεῖ ϗ δοξάσας αὐτὸν τῷ ϖϱοσώϖῳ τῆς ἐξȣσίας εἰς ἑαυτὸν ϰατήντησεν τὴν ἀϱχιεϱωσύνην ὑϖεϱϐαλὼν τὸν Ἰάσωνα τάλαντα ἀϱγυϱίȣ τϱιαϰόσια.
4:25 λαϐὼν δὲ τὰς ϐασιλιϰὰς ἐντολὰς ϖαϱεγένετο τῆς μὲν ἀϱχιεϱωσύνης ȣ̓δὲν ἄξιον φέϱων, ϑυμȣ̀ς δὲ ὠμȣ̃ τυϱάννȣ ϗ ϑηϱὸς ϐαϱϐάϱȣ ὀϱγὰς ἔχων.
4:26 ϗ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑϖονοϑεύσας ὑϖονοϑευϑεὶς ὑφ’ ἑτέϱȣ φυγὰς εἰς τὴν Αμμανῖτιν χώϱαν συνήλαϛο.
4:27 ὁ δὲ Μενέλαος τῆς μὲν ἀϱχῆς ἐϰϱάτει, τῶν δὲ ἐϖηγγελμένων τῷ ϐασιλεῖ χϱημάτων ȣ̓δὲν εὐτάϰτει·
4:28 ϖοιȣμένȣ δὲ τὴν ἀϖαίτησιν Σωϛϱάτȣ τȣ̃ τῆς ἀϰϱοϖόλεως ἐϖάϱχȣ, ϖϱὸς τȣ̃τον γὰϱ ἦν ἡ τῶν διαφόϱων ϖϱᾶξις· δι’ ἣν αἰτίαν οἱ δύο ὑϖὸ τȣ̃ ϐασιλέως ϖϱοσεϰλήϑησαν,
4:29 ϗ ὁ μὲν Μενέλαος ἀϖέλιϖεν τῆς ἀϱχιεϱωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτȣ̃ ἀδελφόν, Σώϛϱατος δὲ Κϱάτητα τὸν ἐϖὶ τῶν Κυϖϱίων.
4:30 Τοιȣ́των δὲ συνεϛηϰότων συνέϐη Ταϱσεῖς ϗ Μαλλώτας ϛασιάζειν διὰ τὸ Ἀντιοχίδι τῇ ϖαλλαϰῇ τȣ̃ ϐασιλέως ἐν δωϱεᾷ δεδόσϑαι.
4:31 ϑᾶττον ȣ̓͂ν ὁ ϐασιλεὺς ἧϰεν ϰαταϛεῖλαι τὰ ϖϱάγματα ϰαταλιϖὼν τὸν διαδεχόμενον Ἀνδϱόνιϰον τῶν ἐν ἀξιώματι ϰειμένων.
4:32 νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι ϰαιϱὸν εὐφυῆ χϱυσώματά τινα τῶν τȣ̃ ἱεϱȣ̃ νοσφισάμενος ἐχαϱίσατο τῷ Ἀνδϱονίϰῳ ϗ ἕτεϱα ἐτύγχανεν ϖεϖϱαϰὼς εἴς τε Τύϱον ϗ τὰς ϰύϰλῳ ϖόλεις.
4:33 ἃ ϗ σαφῶς ἐϖεγνωϰὼς ὁ Ονιας ἀϖήλεγχεν ἀϖοϰεχωϱηϰὼς εἰς ἄσυλον τόϖον ἐϖὶ Δάφνης τῆς ϖϱὸς Ἀντιόχειαν ϰειμένης.
4:34 ὅϑεν ὁ Μενέλαος λαϐὼν ἰδίᾳ τὸν Ἀνδϱόνιϰον ϖαϱεϰάλει χειϱώσασϑαι τὸν Ονιαν· ὁ δὲ ϖαϱαγενόμενος ἐϖὶ τὸν Ονιαν ϗ ϖεισϑεὶς ἐϖὶ δόλῳ ϗ δεξιασϑεὶς μεϑ’ ὅϱϰων δȣ̀ς δεξιάν, ϰαίϖεϱ ἐν ὑϖοψίᾳ ϰείμενος, ἔϖεισεν ἐϰ τȣ̃ ἀσύλȣ ϖϱοελϑεῖν, ὃν ϗ ϖαϱαχϱῆμα ϖαϱέϰλεισεν ȣ̓ϰ αἰδεσϑεὶς τὸ δίϰαιον.
4:35 δι’ ἣν αἰτίαν ȣ̓ μόνον Ιȣδαῖοι, ϖολλοὶ δὲ ϗ τῶν ἄλλων ἐϑνῶν ἐδείναζον ϗ ἐδυσφόϱȣν ἐϖὶ τῷ τȣ̃ ἀνδϱὸς ἀδίϰῳ φόνῳ.
4:36 τȣ̃ δὲ ϐασιλέως ἐϖανελϑόντος ἀϖὸ τῶν ϰατὰ Κιλιϰίαν τόϖων ἐνετύγχανον οἱ ϰατὰ ϖόλιν Ιȣδαῖοι συμμισοϖονηϱȣ́ντων ϗ τῶν Ἑλλήνων ὑϖὲϱ τȣ̃ ϖαϱὰ λόγον τὸν Ονιαν ἀϖεϰτονῆσϑαι.
4:37 ψυχιϰῶς ȣ̓͂ν ὁ Ἀντίοχος ἐϖιλυϖηϑεὶς ϗ τϱαϖεὶς ἐϖὶ ἔλεος ϗ δαϰϱύσας διὰ τὴν τȣ̃ μετηλλαχότος σωφϱοσύνην ϗ ϖολλὴν εὐταξίαν
4:38 ϗ ϖυϱωϑεὶς τοῖς ϑυμοῖς ϖαϱαχϱῆμα τὴν τȣ̃ Ἀνδϱονίϰȣ ϖοϱφύϱαν ϖεϱιελόμενος ϗ τȣ̀ς χιτῶνας ϖεϱιϱϱήξας ϖεϱιαγαγὼν ϰαϑ’ ὅλην τὴν ϖόλιν ἐϖ’ αὐτὸν τὸν τόϖον, ȣ̔͂ϖεϱ τὸν Ονιαν ἠσέϐησεν, ἐϰεῖ τὸν μιαιφόνον ἀϖεϰόσμησεν τȣ̃ ϰυϱίȣ τὴν ἀξίαν αὐτῷ ϰόλασιν ἀϖοδόντος.
4:39 Γενομένων δὲ ϖολλῶν ἱεϱοσυλημάτων ϰατὰ τὴν ϖόλιν ὑϖὸ τȣ̃ Λυσιμάχȣ μετὰ τῆς τȣ̃ Μενελάȣ γνώμης ϗ διαδοϑείσης ἔξω τῆς φήμης ἐϖισυνήχϑη τὸ ϖλῆϑος ἐϖὶ τὸν Λυσίμαχον χϱυσωμάτων ἤδη ϖολλῶν διενηνεγμένων.
4:40 ἐϖεγειϱομένων δὲ τῶν ὄχλων ϗ ταῖς ὀϱγαῖς διεμϖιϖλαμένων ϰαϑοϖλίσας ὁ Λυσίμαχος ϖϱὸς τϱισχιλίȣς ϰατήϱξατο χειϱῶν ἀδίϰων ϖϱοηγησαμένȣ τινὸς Αυϱανȣ ϖϱοϐεϐηϰότος τὴν ἡλιϰίαν, ȣ̓δὲν δὲ ἧττον ϗ τὴν ἄνοιαν·
4:41 συνιδόντες δὲ ϗ τὴν ἐϖίϑεσιν τȣ̃ Λυσιμάχȣ συναϱϖάσαντες οἱ μὲν ϖέτϱȣς, οἱ δὲ ξύλων ϖάχη, τινὲς δὲ ἐϰ τῆς ϖαϱαϰειμένης σϖοδȣ̃ δϱασσόμενοι φύϱδην ἐνετίνασσον εἰς τȣ̀ς ϖεϱὶ τὸν Λυσίμαχον·
4:42 δι’ ἣν αἰτίαν ϖολλȣ̀ς μὲν αὐτῶν τϱαυματίας ἐϖοίησαν, τινὰς δὲ ϗ ϰατέϐαλον, ϖάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱεϱόσυλον ϖαϱὰ τὸ γαζοφυλάϰιον ἐχειϱώσαντο.
4:43 ϖεϱὶ δὲ τȣ́των ἐνέϛη ϰϱίσις ϖϱὸς τὸν Μενέλαον.
4:44 ϰαταντήσαντος δὲ τȣ̃ ϐασιλέως εἰς Τύϱον ἐϖ’ αὐτȣ̃ τὴν διϰαιολογίαν ἐϖοιήσαντο οἱ ϖεμφϑέντες τϱεῖς ἄνδϱες ὑϖὸ τῆς γεϱȣσίας.
4:45 ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐϖηγγείλατο χϱήματα ἱϰανὰ τῷ Πτολεμαίῳ Δοϱυμένȣς ϖϱὸς τὸ ϖεῖσαι τὸν ϐασιλέα.
4:46 ὅϑεν ἀϖολαϐὼν ὁ Πτολεμαῖος εἴς τι ϖεϱίϛυλον ὡς ἀναψύξοντα τὸν ϐασιλέα μετέϑηϰεν,
4:47 ϗ τὸν μὲν τῆς ὅλης ϰαϰίας αἴτιον Μενέλαον ἀϖέλυσεν τῶν ϰατηγοϱημένων, τοῖς δὲ ταλαιϖώϱοις, οἵτινες, εἰ ϗ ἐϖὶ Σϰυϑῶν ἔλεγον, ἀϖελύϑησαν ἀϰατάγνωϛοι, τȣ́τοις ϑάνατον ἐϖέϰϱινεν.
4:48 ταχέως ȣ̓͂ν τὴν ἄδιϰον ζημίαν ὑϖέσχον οἱ ϖεϱὶ ϖόλεως ϗ δήμων ϗ τῶν ἱεϱῶν σϰευῶν ϖϱοηγοϱήσαντες.
4:49 δι’ ἣν αἰτίαν ϗ Τύϱιοι μισοϖονηϱήσαντες τὰ ϖϱὸς τὴν ϰηδείαν αὐτῶν μεγαλοϖϱεϖῶς ἐχοϱήγησαν.
4:50 ὁ δὲ Μενέλαος διὰ τὰς τῶν ϰϱατȣ́ντων ϖλεονεξίας ἔμενεν ἐϖὶ τῇ ἀϱχῇ ἐϖιφυόμενος τῇ ϰαϰίᾳ μέγας τῶν ϖολιτῶν ἐϖίϐȣλος ϰαϑεϛώς.
5:1 Πεϱὶ δὲ τὸν ϰαιϱὸν τȣ̃τον τὴν δευτέϱαν ἔφοδον ὁ Ἀντίοχος εἰς Αἴγυϖτον ἐϛείλατο.
5:2 συνέϐη δὲ ϰαϑ’ ὅλην τὴν ϖόλιν σχεδὸν ἐφ’ ἡμέϱας τεσσαϱάϰοντα φαίνεσϑαι διὰ τῶν ἀέϱων τϱέχοντας ἱϖϖεῖς διαχϱύσȣς ϛολὰς ἔχοντας ϗ λόγχας σϖειϱηδὸν ἐξωϖλισμένȣς ϗ μαχαιϱῶν σϖασμȣ̀ς
5:3 ϗ ἴλας ἵϖϖων διατεταγμένας ϗ ϖϱοσϐολὰς γινομένας ϗ ϰαταδϱομὰς ἑϰατέϱων ϗ ἀσϖίδων ϰινήσεις ϗ ϰαμάϰων ϖλήϑη ϗ ϐελῶν ϐολὰς ϗ χϱυσέων ϰόσμων ἐϰλάμψεις ϗ ϖαντοίȣς ϑωϱαϰισμȣ́ς.
5:4 διὸ ϖάντες ἠξίȣν ἐϖ’ ἀγαϑῷ τὴν ἐϖιφάνειαν γεγενῆσϑαι.
5:5 γενομένης δὲ λαλιᾶς ψευδȣ̃ς ὡς μετηλλαχότος Ἀντιόχȣ τὸν ϐίον ϖαϱαλαϐὼν ὁ Ἰάσων ȣ̓ϰ ἐλάττȣς τῶν χιλίων αἰφνιδίως ἐϖὶ τὴν ϖόλιν συνετελέσατο ἐϖίϑεσιν· τῶν δὲ ἐϖὶ τῷ τείχει συνελασϑέντων ϗ τέλος ἤδη ϰαταλαμϐανομένης τῆς ϖόλεως ὁ Μενέλαος εἰς τὴν ἀϰϱόϖολιν ἐφυγάδευσεν.
5:6 ὁ δὲ Ἰάσων ἐϖοιεῖτο σφαγὰς τῶν ϖολιτῶν τῶν ἰδίων ἀφειδῶς ȣ̓ συννοῶν τὴν εἰς τȣ̀ς συγγενεῖς εὐημεϱίαν δυσημεϱίαν εἶναι τὴν μεγίϛην, δοϰῶν δὲ ϖολεμίων ϗ ȣ̓χ ὁμοεϑνῶν τϱόϖαια ϰαταϐάλλεσϑαι.
5:7 τῆς μὲν ἀϱχῆς ȣ̓ϰ ἐϰϱάτησεν, τὸ δὲ τέλος τῆς ἐϖιϐȣλῆς αἰσχύνην λαϐὼν φυγὰς ϖάλιν εἰς τὴν Αμμανῖτιν ἀϖῆλϑεν.
5:8 ϖέϱας ȣ̓͂ν ϰαϰῆς ϰαταϛϱοφῆς ἔτυχεν. ἐγϰληϑεὶς ϖϱὸς Ἀϱέταν τὸν τῶν Ἀϱάϐων τύϱαννον ϖόλιν ἐϰ ϖόλεως φεύγων διωϰόμενος ὑϖὸ ϖάντων ϛυγȣ́μενος ὡς τῶν νόμων ἀϖοϛάτης ϗ ϐδελυσσόμενος ὡς ϖατϱίδος ϗ ϖολιτῶν δήμιος εἰς Αἴγυϖτον ἐξεϐϱάσϑη,
5:9 ϗ ὁ συχνȣ̀ς τῆς ϖατϱίδος ἀϖοξενώσας ἐϖὶ ξένης ἀϖώλετο ϖϱὸς Λαϰεδαιμονίȣς ἀναχϑεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σϰέϖης.
5:10 ϗ ὁ ϖλῆϑος ἀτάφων ἐϰϱίψας ἀϖένϑητος ἐγενήϑη ϗ ϰηδείας ȣ̓δ’ ἡϛινοσȣ̃ν ȣ̓́τε ϖατϱῴȣ τάφȣ μετέσχεν.
5:11 Πϱοσϖεσόντων δὲ τῷ ϐασιλεῖ ϖεϱὶ τῶν γεγονότων διέλαϐεν ἀϖοϛατεῖν τὴν Ιȣδαίαν· ὅϑεν ἀναζεύξας ἐξ Αἰγύϖτȣ τεϑηϱιωμένος τῇ ψυχῇ ἔλαϐεν τὴν μὲν ϖόλιν δοϱιάλωτον
5:12 ϗ ἐϰέλευσεν τοῖς ϛϱατιώταις ϰόϖτειν ἀφειδῶς τȣ̀ς ἐμϖίϖτοντας ϗ τȣ̀ς εἰς τὰς οἰϰίας ἀναϐαίνοντας ϰατασφάζειν.
5:13 ἐγίνετο δὲ νέων ϗ ϖϱεσϐυτέϱων ἀναίϱεσις, ἀνήϐων τε ϗ γυναιϰῶν ϗ τέϰνων ἀφανισμός, ϖαϱϑένων τε ϗ νηϖίων σφαγαί.
5:14 ὀϰτὼ δὲ μυϱιάδες ἐν ταῖς ϖάσαις ἡμέϱαις τϱισὶν ϰατεφϑάϱησαν, τέσσαϱες μὲν ἐν χειϱῶν νομαῖς, ȣ̓χ ἧττον δὲ τῶν ἐσφαγμένων ἐϖϱάϑησαν.
5:15 ȣ̓ϰ ἀϱϰεσϑεὶς δὲ τȣ́τοις ϰατετόλμησεν εἰς τὸ ϖάσης τῆς γῆς ἁγιώτατον ἱεϱὸν εἰσελϑεῖν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν ϗ τῶν νόμων ϗ τῆς ϖατϱίδος ϖϱοδότην γεγονότα
5:16 ϗ ταῖς μιαϱαῖς χεϱσὶν τὰ ἱεϱὰ σϰεύη λαμϐάνων ϗ τὰ ὑϖ’ ἄλλων ϐασιλέων ἀνατεϑέντα ϖϱὸς αὔξησιν ϗ δόξαν τȣ̃ τόϖȣ ϗ τιμὴν ταῖς ϐεϐήλοις χεϱσὶν συσσύϱων.
5:17 ϗ ἐμετεωϱίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος ȣ̓ συνοϱῶν ὅτι διὰ τὰς ἁμαϱτίας τῶν τὴν ϖόλιν οἰϰȣ́ντων ἀϖώϱγιϛαι ϐϱαχέως ὁ δεσϖότης, διὸ γέγονεν ϖεϱὶ τὸν τόϖον ϖαϱόϱασις.
5:18 εἰ δὲ μὴ συνέϐη ϖϱοσενέχεσϑαι ϖολλοῖς ἁμαϱτήμασιν, ϰαϑάϖεϱ ἦν ὁ Ἡλιόδωϱος ὁ ϖεμφϑεὶς ὑϖὸ Σελεύϰȣ τȣ̃ ϐασιλέως ἐϖὶ τὴν ἐϖίσϰεψιν τȣ̃ γαζοφυλαϰίȣ, ȣ̔͂τος ϖϱοαχϑεὶς ϖαϱαχϱῆμα μαϛιγωϑεὶς ἀνετϱάϖη τȣ̃ ϑϱάσȣς.
5:19 ἀλλ’ ȣ̓ διὰ τὸν τόϖον τὸ ἔϑνος, ἀλλὰ διὰ τὸ ἔϑνος τὸν τόϖον ὁ ϰύϱιος ἐξελέξατο.
5:20 διόϖεϱ ϗ αὐτὸς ὁ τόϖος συμμετασχὼν τῶν τȣ̃ ἔϑνȣς δυσϖετημάτων γενομένων ὕϛεϱον εὐεϱγετημάτων ἐϰοινώνησεν, ϗ ὁ ϰαταλειφϑεὶς ἐν τῇ τȣ̃ ϖαντοϰϱάτοϱος ὀϱγῇ ϖάλιν ἐν τῇ τȣ̃ μεγάλȣ δεσϖότȣ ϰαταλλαγῇ μετὰ ϖάσης δόξης ἐϖανωϱϑώϑη.
5:21 Ὁ γȣ̃ν Ἀντίοχος ὀϰταϰόσια ϖϱὸς τοῖς χιλίοις ἀϖενεγϰάμενος ἐϰ τȣ̃ ἱεϱȣ̃ τάλαντα ϑᾶττον εἰς τὴν Ἀντιόχειαν ἐχωϱίσϑη οἰόμενος ἀϖὸ τῆς ὑϖεϱηφανίας τὴν μὲν γῆν ϖλωτὴν ϗ τὸ ϖέλαγος ϖοϱευτὸν ϑέσϑαι διὰ τὸν μετεωϱισμὸν τῆς ϰαϱδίας.
5:22 ϰατέλιϖεν δὲ ϗ ἐϖιϛάτας τȣ̃ ϰαϰȣ̃ν τὸ γένος, ἐν μὲν Ιεϱοσολύμοις Φίλιϖϖον, τὸ μὲν γένος Φϱύγα, τὸν δὲ τϱόϖον ϐαϱϐαϱώτεϱον ἔχοντα τȣ̃ ϰαταϛήσαντος,
5:23 ἐν δὲ Γαϱιζιν Ἀνδϱόνιϰον, ϖϱὸς δὲ τȣ́τοις Μενέλαον, ὃς χείϱιϛα τῶν ἄλλων ὑϖεϱῄϱετο τοῖς ϖολίταις, ἀϖεχϑῆ δὲ ϖϱὸς τȣ̀ς ϖολίτας Ιȣδαίȣς ἔχων διάϑεσιν.
5:24 ἔϖεμψεν δὲ τὸν Μυσάϱχην Ἀϖολλώνιον μετὰ ϛϱατεύματος, δισμυϱίȣς δὲ ϖϱὸς τοῖς δισχιλίοις, ϖϱοϛάξας τȣ̀ς ἐν ἡλιϰίᾳ ϖάντας ϰατασφάξαι, τὰς δὲ γυναῖϰας ϗ τȣ̀ς νεωτέϱȣς ϖωλεῖν.
5:25 ȣ̔͂τος δὲ ϖαϱαγενόμενος εἰς Ιεϱοσόλυμα ϗ τὸν εἰϱηνιϰὸν ὑϖοϰϱιϑεὶς ἐϖέσχεν ἕως τῆς ἁγίας ἡμέϱας τȣ̃ σαϐϐάτȣ ϗ λαϐὼν ἀϱγȣ̃ντας τȣ̀ς Ιȣδαίȣς τοῖς ὑφ’ ἑαυτὸν ἐξοϖλησίαν ϖαϱήγγειλεν
5:26 ϗ τȣ̀ς ἐξελϑόντας ϖάντας ἐϖὶ τὴν ϑεωϱίαν συνεξεϰέντησεν ϗ εἰς τὴν ϖόλιν σὺν τοῖς ὅϖλοις εἰσδϱαμὼν ἱϰανὰ ϰατέϛϱωσεν ϖλήϑη.
5:27 Ιȣδας δὲ ὁ ϗ Μαϰϰαϐαῖος δέϰατός ϖȣ γενηϑεὶς ϗ ἀναχωϱήσας εἰς τὴν ἔϱημον ϑηϱίων τϱόϖον ἐν τοῖς ὄϱεσιν διέζη σὺν τοῖς μετ’ αὐτȣ̃, ϗ τὴν χοϱτώδη τϱοφὴν σιτȣ́μενοι διετέλȣν ϖϱὸς τὸ μὴ μετασχεῖν τȣ̃ μολυσμȣ̃.
6:1 Μετ ȣ̓ ϖολὺν δὲ χϱόνον ἐξαϖέϛειλεν ὁ ϐασιλεὺς γέϱοντα Ἀϑηναῖον ἀναγϰάζειν τȣ̀ς Ιȣδαίȣς μεταϐαίνειν ἀϖὸ τῶν ϖατϱίων νόμων ϗ τοῖς τȣ̃ ϑεȣ̃ νόμοις μὴ ϖολιτεύεσϑαι,
6:2 μολῦναι δὲ ϗ τὸν ἐν Ιεϱοσολύμοις νεὼ ϗ ϖϱοσονομάσαι Διὸς Ὀλυμϖίȣ ϗ τὸν ἐν Γαϱιζιν, ϰαϑὼς ἐτύγχανον οἱ τὸν τόϖον οἰϰȣ̃ντες, Διὸς Ξενίȣ.
6:3 χαλεϖὴ δὲ ϗ τοῖς ὅλοις ἦν δυσχεϱὴς ἡ ἐϖίτασις τῆς ϰαϰίας.
6:4 τὸ μὲν γὰϱ ἱεϱὸν ἀσωτίας ϗ ϰώμων ὑϖὸ τῶν ἐϑνῶν ἐϖεϖληϱȣ̃το ῥᾳϑυμȣ́ντων μεϑ’ ἑταιϱῶν ϗ ἐν τοῖς ἱεϱοῖς ϖεϱιϐόλοις γυναιξὶ ϖλησιαζόντων, ἔτι δὲ τὰ μὴ ϰαϑήϰοντα ἔνδον εἰσφεϱόντων.
6:5 τὸ δὲ ϑυσιαϛήϱιον τοῖς ἀϖοδιεϛαλμένοις ἀϖὸ τῶν νόμων ἀϑεμίτοις ἐϖεϖλήϱωτο.
6:6 ἦν δ’ ȣ̓́τε σαϐϐατίζειν ȣ̓́τε ϖατϱῴȣς ἑοϱτὰς διαφυλάττειν ȣ̓́τε ἁϖλῶς Ιȣδαῖον ὁμολογεῖν εἶναι,
6:7 ἤγοντο δὲ μετὰ ϖιϰϱᾶς ἀνάγϰης εἰς τὴν ϰατὰ μῆνα τȣ̃ ϐασιλέως γενέϑλιον ἡμέϱαν ἐϖὶ σϖλαγχνισμόν, γενομένης δὲ Διονυσίων ἑοϱτῆς ἠναγϰάζοντο ϰισσȣ̀ς ἔχοντες ϖομϖεύειν τῷ Διονύσῳ.
6:8 ψήφισμα δὲ ἐξέϖεσεν εἰς τὰς ἀϛυγείτονας Ἑλληνίδας ϖόλεις Πτολεμαίȣ ὑϖοϑεμένȣ τὴν αὐτὴν ἀγωγὴν ϰατὰ τῶν Ιȣδαίων ἄγειν ϗ σϖλαγχνίζειν,
6:9 τȣ̀ς δὲ μὴ ϖϱοαιϱȣμένȣς μεταϐαίνειν ἐϖὶ τὰ Ἑλληνιϰὰ ϰατασφάζειν. ϖαϱῆν ȣ̓͂ν ὁϱᾶν τὴν ἐνεϛῶσαν ταλαιϖωϱίαν.
6:10 δύο γὰϱ γυναῖϰες ἀνήχϑησαν ϖεϱιτετμηϰυῖαι τὰ τέϰνα· τȣ́των δὲ ἐϰ τῶν μαϛῶν ϰϱεμάσαντες τὰ ϐϱέφη ϗ δημοσίᾳ ϖεϱιαγαγόντες αὐτὰς τὴν ϖόλιν ϰατὰ τȣ̃ τείχȣς ἐϰϱήμνισαν.
6:11 ἕτεϱοι δὲ ϖλησίον συνδϱαμόντες εἰς τὰ σϖήλαια λεληϑότως ἄγειν τὴν ἑϐδομάδα μηνυϑέντες τῷ Φιλίϖϖῳ συνεφλογίσϑησαν διὰ τὸ εὐλαϐῶς ἔχειν ϐοηϑῆσαι ἑαυτοῖς ϰατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέϱας.
6:12 Παϱαϰαλῶ ȣ̓͂ν τȣ̀ς ἐντυγχάνοντας τῇδε τῇ ϐίϐλῳ μὴ συϛέλλεσϑαι διὰ τὰς συμφοϱάς, λογίζεσϑαι δὲ τὰς τιμωϱίας μὴ ϖϱὸς ὄλεϑϱον, ἀλλὰ ϖϱὸς ϖαιδείαν τȣ̃ γένȣς ἡμῶν εἶναι·
6:13 ϗ γὰϱ τὸ μὴ ϖολὺν χϱόνον ἐᾶσϑαι τȣ̀ς δυσσεϐȣ̃ντας, ἀλλ’ εὐϑέως ϖεϱιϖίϖτειν ἐϖιτίμοις, μεγάλης εὐεϱγεσίας σημεῖόν ἐϛιν.
6:14 ȣ̓ γὰϱ ϰαϑάϖεϱ ϗ ἐϖὶ τῶν ἄλλων ἐϑνῶν ἀναμένει μαϰϱοϑυμῶν ὁ δεσϖότης μέχϱι τȣ̃ ϰαταντήσαντας αὐτȣ̀ς ϖϱὸς ἐϰϖλήϱωσιν ἁμαϱτιῶν ϰολάσαι, ȣ̔́τως ϗ ἐφ’ ἡμῶν ἔϰϱινεν εἶναι,
6:15 ἵνα μὴ ϖϱὸς τέλος ἀφιϰομένων ἡμῶν τῶν ἁμαϱτιῶν ὕϛεϱον ἡμᾶς ἐϰδιϰᾷ.
6:16 διόϖεϱ ȣ̓δέϖοτε μὲν τὸν ἔλεον ἀφ’ ἡμῶν ἀφίϛησιν, ϖαιδεύων δὲ μετὰ συμφοϱᾶς ȣ̓ϰ ἐγϰαταλείϖει τὸν ἑαυτȣ̃ λαόν.
6:17 ϖλὴν ἕως ὑϖομνήσεως ταῦϑ ἡμῖν εἰϱήσϑω· δι’ ὀλίγων δ’ ἐλευϛέον ἐϖὶ τὴν διήγησιν.
6:18 Ελεάζαϱός τις τῶν ϖϱωτευόντων γϱαμματέων, ἀνὴϱ ἤδη ϖϱοϐεϐηϰὼς τὴν ἡλιϰίαν ϗ τὴν ϖϱόσοψιν τȣ̃ ϖϱοσώϖȣ ϰάλλιϛος, ἀναχανὼν ἠναγϰάζετο φαγεῖν ὕειον ϰϱέας.
6:19 ὁ δὲ τὸν μετ’ εὐϰλείας ϑάνατον μᾶλλον ἢ τὸν μετὰ μύσȣς ϐίον ἀναδεξάμενος, αὐϑαιϱέτως ἐϖὶ τὸ τύμϖανον ϖϱοσῆγεν,
6:20 ϖϱοϖτύσας δὲ ϰαϑ’ ὃν ἔδει τϱόϖον ϖϱοσέϱχεσϑαι τȣ̀ς ὑϖομένοντας ἀμύνασϑαι ὧν ȣ̓ ϑέμις γεύσασϑαι διὰ τὴν ϖϱὸς τὸ ζῆν φιλοϛοϱγίαν.
6:21 οἱ δὲ ϖϱὸς τῷ ϖαϱανόμῳ σϖλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐϰ τῶν ϖαλαιῶν χϱόνων ϖϱὸς τὸν ἄνδϱα γνῶσιν ἀϖολαϐόντες αὐτὸν ϰατ’ ἰδίαν ϖαϱεϰάλȣν ἐνέγϰαντα ϰϱέα, οἷς ϰαϑῆϰον αὐτῷ χϱᾶσϑαι, δι’ αὐτȣ̃ ϖαϱασϰευασϑέντα, ὑϖοϰϱιϑῆναι δὲ ὡς ἐσϑίοντα τὰ ὑϖὸ τȣ̃ ϐασιλέως ϖϱοϛεταγμένα τῶν ἀϖὸ τῆς ϑυσίας ϰϱεῶν,
6:22 ἵνα τȣ̃το ϖϱάξας ἀϖολυϑῇ τȣ̃ ϑανάτȣ ϗ διὰ τὴν ἀϱχαίαν ϖϱὸς αὐτȣ̀ς φιλίαν τύχῃ φιλανϑϱωϖίας.
6:23 ὁ δὲ λογισμὸν ἀϛεῖον ἀναλαϐὼν ϗ ἄξιον τῆς ἡλιϰίας ϗ τῆς τȣ̃ γήϱως ὑϖεϱοχῆς ϗ τῆς ἐϖιϰτήτȣ ϗ ἐϖιφανȣ̃ς ϖολιᾶς ϗ τῆς ἐϰ ϖαιδὸς ϰαλλίϛης ἀναϛϱοφῆς, μᾶλλον δὲ τῆς ἁγίας ϗ ϑεοϰτίϛȣ νομοϑεσίας ἀϰολȣ́ϑως ἀϖεφήνατο ταχέως λέγων ϖϱοϖέμϖειν εἰς τὸν ᾅδην.
6:24 Ȣ̓ γὰϱ τῆς ἡμετέϱας ἡλιϰίας ἄξιόν ἐϛιν ὑϖοϰϱιϑῆναι, ἵνα ϖολλοὶ τῶν νέων ὑϖολαϐόντες Ελεαζαϱον τὸν ἐνενηϰονταετῆ μεταϐεϐηϰέναι εἰς ἀλλοφυλισμὸν
6:25 ϗ αὐτοὶ διὰ τὴν ἐμὴν ὑϖόϰϱισιν ϗ διὰ τὸ μιϰϱὸν ϗ ἀϰαϱιαῖον ζῆν ϖλανηϑῶσιν δι’ ἐμέ, ϗ μύσος ϗ ϰηλῖδα τȣ̃ γήϱως ϰαταϰτήσωμαι.
6:26 εἰ γὰϱ ϗ ἐϖὶ τȣ̃ ϖαϱόντος ἐξελȣ̃μαι τὴν ἐξ ἀνϑϱώϖων τιμωϱίαν, ἀλλὰ τὰς τȣ̃ ϖαντοϰϱάτοϱος χεῖϱας ȣ̓́τε ζῶν ȣ̓́τε ἀϖοϑανὼν ἐϰφεύξομαι.
6:27 διόϖεϱ ἀνδϱείως μὲν νῦν διαλλάξας τὸν ϐίον τȣ̃ μὲν γήϱως ἄξιος φανήσομαι,
6:28 τοῖς δὲ νέοις ὑϖόδειγμα γενναῖον ϰαταλελοιϖὼς εἰς τὸ ϖϱοϑύμως ϗ γενναίως ὑϖὲϱ τῶν σεμνῶν ϗ ἁγίων νόμων ἀϖευϑανατίζειν. τοσαῦτα δὲ εἰϖὼν ἐϖὶ τὸ τύμϖανον εὐϑέως ἦλϑεν.
6:29 τῶν δὲ ἀγόντων ϖϱὸς αὐτὸν τὴν μιϰϱῷ ϖϱότεϱον εὐμένειαν εἰς δυσμένειαν μεταϐαλόντων διὰ τὸ τȣ̀ς ϖϱοειϱημένȣς λόγȣς, ὡς αὐτοὶ διελάμϐανον, ἀϖόνοιαν εἶναι,
6:30 μέλλων δὲ ταῖς ϖληγαῖς τελευτᾶν ἀναϛενάξας εἶϖεν Τῷ ϰυϱίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανεϱόν ἐϛιν ὅτι δυνάμενος ἀϖολυϑῆναι τȣ̃ ϑανάτȣ σϰληϱὰς ὑϖοφέϱω ϰατὰ τὸ σῶμα ἀλγηδόνας μαϛιγȣ́μενος, ϰατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτȣ̃ φόϐον ταῦτα ϖάσχω.
6:31 ϗ ȣ̔͂τος ȣ̓͂ν τȣ̃τον τὸν τϱόϖον μετήλλαξεν ȣ̓ μόνον τοῖς νέοις, ἀλλὰ ϗ τοῖς ϖλείϛοις τȣ̃ ἔϑνȣς τὸν ἑαυτȣ̃ ϑάνατον ὑϖόδειγμα γενναιότητος ϗ μνημόσυνον ἀϱετῆς ϰαταλιϖών.
7:1 Συνέϐη δὲ ϗ ἑϖτὰ ἀδελφȣ̀ς μετὰ τῆς μητϱὸς συλλημφϑέντας ἀναγϰάζεσϑαι ὑϖὸ τȣ̃ ϐασιλέως ἀϖὸ τῶν ἀϑεμίτων ὑείων ϰϱεῶν ἐφάϖτεσϑαι μάϛιξιν ϗ νευϱαῖς αἰϰιζομένȣς.
7:2 εἷς δὲ αὐτῶν γενόμενος ϖϱοήγοϱος ȣ̔́τως ἔφη Τί μέλλεις ἐϱωτᾶν ϗ μανϑάνειν ἡμῶν; ἕτοιμοι γὰϱ ἀϖοϑνῄσϰειν ἐσμὲν ἢ ϖαϱαϐαίνειν τȣ̀ς ϖατϱίȣς νόμȣς.
7:3 ἔϰϑυμος δὲ γενόμενος ὁ ϐασιλεὺς ϖϱοσέταξεν τήγανα ϗ λέϐητας ἐϰϖυϱȣ̃ν.
7:4 τῶν δὲ ϖαϱαχϱῆμα ἐϰϖυϱωϑέντων τὸν γενόμενον αὐτῶν ϖϱοήγοϱον ϖϱοσέταξεν γλωσσοτομεῖν ϗ ϖεϱισϰυϑίσαντας ἀϰϱωτηϱιάζειν τῶν λοιϖῶν ἀδελφῶν ϗ τῆς μητϱὸς συνοϱώντων.
7:5 ἄχϱηϛον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐϰέλευσεν τῇ ϖυϱᾷ ϖϱοσάγειν ἔμϖνȣν ϗ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐφ’ ἱϰανὸν διαδιδȣ́σης τȣ̃ τηγάνȣ ἀλλήλȣς ϖαϱεϰάλȣν σὺν τῇ μητϱὶ γενναίως τελευτᾶν λέγοντες ȣ̔́τως
7:6 Ὁ ϰύϱιος ὁ ϑεὸς ἐφοϱᾷ ϗ ταῖς ἀληϑείαις ἐφ’ ἡμῖν ϖαϱαϰαλεῖται, ϰαϑάϖεϱ διὰ τῆς ϰατὰ ϖϱόσωϖον ἀντιμαϱτυϱȣ́σης ᾠδῆς διεσάφησεν Μωϋσῆς λέγων Ϗ ἐϖὶ τοῖς δȣ́λοις αὐτȣ̃ ϖαϱαϰληϑήσεται.
7:7 Μεταλλάξαντος δὲ τȣ̃ ϖϱώτȣ τὸν τϱόϖον τȣ̃τον τὸν δεύτεϱον ἦγον ἐϖὶ τὸν ἐμϖαιγμὸν ϗ τὸ τῆς ϰεφαλῆς δέϱμα σὺν ταῖς ϑϱιξὶν ϖεϱισύϱαντες ἐϖηϱώτων Εἰ φάγεσαι ϖϱὸ τȣ̃ τιμωϱηϑῆναι τὸ σῶμα ϰατὰ μέλος;
7:8 ὁ δὲ ἀϖοϰϱιϑεὶς τῇ ϖατϱίῳ φωνῇ ϖϱοσεῖϖεν Ȣ̓χί. διόϖεϱ ϗ ȣ̔͂τος τὴν ἑξῆς ἔλαϐεν ϐάσανον ὡς ὁ ϖϱῶτος.
7:9 ἐν ἐσχάτῃ δὲ ϖνοῇ γενόμενος εἶϖεν Σὺ μέν, ἀλάϛωϱ, ἐϰ τȣ̃ ϖαϱόντος ἡμᾶς ζῆν ἀϖολύεις, ὁ δὲ τȣ̃ ϰόσμȣ ϐασιλεὺς ἀϖοϑανόντας ἡμᾶς ὑϖὲϱ τῶν αὐτȣ̃ νόμων εἰς αἰώνιον ἀναϐίωσιν ζωῆς ἡμᾶς ἀναϛήσει.
7:10 Μετὰ δὲ τȣ̃τον ὁ τϱίτος ἐνεϖαίζετο ϗ τὴν γλῶσσαν αἰτηϑεὶς ταχέως ϖϱοέϐαλεν ϗ τὰς χεῖϱας εὐϑαϱσῶς ϖϱοέτεινεν
7:11 ϗ γενναίως εἶϖεν Ἐξ ȣ̓ϱανȣ̃ ταῦτα ϰέϰτημαι ϗ διὰ τȣ̀ς αὐτȣ̃ νόμȣς ὑϖεϱοϱῶ ταῦτα ϗ ϖαϱ’ αὐτȣ̃ ταῦτα ϖάλιν ἐλϖίζω ϰομίσασϑαι·
7:12 ὥϛε αὐτὸν τὸν ϐασιλέα ϗ τȣ̀ς σὺν αὐτῷ ἐϰϖλήσσεσϑαι τὴν τȣ̃ νεανίσϰȣ ψυχήν, ὡς ἐν ȣ̓δενὶ τὰς ἀλγηδόνας ἐτίϑετο.
7:13 Ϗ τȣ́τȣ δὲ μεταλλάξαντος τὸν τέταϱτον ὡσαύτως ἐϐασάνιζον αἰϰιζόμενοι.
7:14 ϗ γενόμενος ϖϱὸς τὸ τελευτᾶν ȣ̔́τως ἔφη Αἱϱετὸν μεταλλάσσοντας ὑϖ’ ἀνϑϱώϖων τὰς ὑϖὸ τȣ̃ ϑεȣ̃ ϖϱοσδοϰᾶν ἐλϖίδας ϖάλιν ἀναϛήσεσϑαι ὑϖ’ αὐτȣ̃· σοὶ μὲν γὰϱ ἀνάϛασις εἰς ζωὴν ȣ̓ϰ ἔϛαι.
7:15 Ἐχομένως δὲ τὸν ϖέμϖτον ϖϱοσάγοντες ᾐϰίζοντο.
7:16 ὁ δὲ ϖϱὸς αὐτὸν ἰδὼν εἶϖεν Ἐξȣσίαν ἐν ἀνϑϱώϖοις ἔχων φϑαϱτὸς ὢν ὃ ϑέλεις ϖοιεῖς· μὴ δόϰει δὲ τὸ γένος ἡμῶν ὑϖὸ τȣ̃ ϑεȣ̃ ϰαταλελεῖφϑαι·
7:17 σὺ δὲ ϰαϱτέϱει ϗ ϑεώϱει τὸ μεγαλεῖον αὐτȣ̃ ϰϱάτος, ὡς σὲ ϗ τὸ σϖέϱμα σȣ ϐασανιεῖ.
7:18 Μετὰ δὲ τȣ̃τον ἦγον τὸν ἕϰτον, ϗ μέλλων ἀϖοϑνῄσϰειν ἔφη Μὴ ϖλανῶ μάτην, ἡμεῖς γὰϱ δι’ ἑαυτȣ̀ς ταῦτα ϖάσχομεν ἁμαϱτόντες εἰς τὸν ἑαυτῶν ϑεόν, ἄξια ϑαυμασμȣ̃ γέγονεν·
7:19 σὺ δὲ μὴ νομίσῃς ἀϑῷος ἔσεσϑαι ϑεομαχεῖν ἐϖιχειϱήσας.
7:20 Ὑϖεϱαγόντως δὲ ἡ μήτηϱ ϑαυμαϛὴ ϗ μνήμης ἀγαϑῆς ἀξία, ἥτις ἀϖολλυμένȣς υἱȣ̀ς ἑϖτὰ συνοϱῶσα μιᾶς ὑϖὸ ϰαιϱὸν ἡμέϱας εὐψύχως ἔφεϱεν διὰ τὰς ἐϖὶ ϰύϱιον ἐλϖίδας.
7:21 ἕϰαϛον δὲ αὐτῶν ϖαϱεϰάλει τῇ ϖατϱίῳ φωνῇ γενναίῳ ϖεϖληϱωμένη φϱονήματι ϗ τὸν ϑῆλυν λογισμὸν ἄϱσενι ϑυμῷ διεγείϱασα λέγȣσα ϖϱὸς αὐτȣ́ς
7:22 Ȣ̓ϰ οἶδ ὅϖως εἰς τὴν ἐμὴν ἐφάνητε ϰοιλίαν, ȣ̓δὲ ἐγὼ τὸ ϖνεῦμα ϗ τὴν ζωὴν ὑμῖν ἐχαϱισάμην, ϗ τὴν ἑϰάϛȣ ϛοιχείωσιν ȣ̓ϰ ἐγὼ διεϱϱύϑμισα·
7:23 τοιγαϱȣ̃ν ὁ τȣ̃ ϰόσμȣ ϰτίϛης ὁ ϖλάσας ἀνϑϱώϖȣ γένεσιν ϗ ϖάντων ἐξευϱὼν γένεσιν ϗ τὸ ϖνεῦμα ϗ τὴν ζωὴν ὑμῖν ϖάλιν ἀϖοδίδωσιν μετ’ ἐλέȣς, ὡς νῦν ὑϖεϱοϱᾶτε ἑαυτȣ̀ς διὰ τȣ̀ς αὐτȣ̃ νόμȣς.
7:24 Ὁ δὲ Ἀντίοχος οἰόμενος ϰαταφϱονεῖσϑαι ϗ τὴν ὀνειδίζȣσαν ὑφοϱώμενος φωνὴν ἔτι τȣ̃ νεωτέϱȣ ϖεϱιόντος ȣ̓ μόνον διὰ λόγων ἐϖοιεῖτο τὴν ϖαϱάϰλησιν, ἀλλὰ ϗ δι’ ὅϱϰων ἐϖίϛȣ ἅμα ϖλȣτιεῖν ϗ μαϰαϱιϛὸν ϖοιήσειν μεταϑέμενον ἀϖὸ τῶν ϖατϱίων ϗ φίλον ἕξειν ϗ χϱείας ἐμϖιϛεύσειν.
7:25 τȣ̃ δὲ νεανίȣ μηδαμῶς ϖϱοσέχοντος ϖϱοσϰαλεσάμενος ὁ ϐασιλεὺς τὴν μητέϱα ϖαϱῄνει γενέσϑαι τȣ̃ μειϱαϰίȣ σύμϐȣλον ἐϖὶ σωτηϱίᾳ.
7:26 ϖολλὰ δὲ αὐτȣ̃ ϖαϱαινέσαντος ἐϖεδέξατο ϖείσειν τὸν υἱόν·
7:27 ϖϱοσϰύψασα δὲ αὐτῷ χλευάσασα τὸν ὠμὸν τύϱαννον ȣ̔́τως ἔφησεν τῇ ϖατϱίῳ φωνῇ ϒἱέ, ἐλέησόν με τὴν ἐν γαϛϱὶ ϖεϱιενέγϰασάν σε μῆνας ἐννέα ϗ ϑηλάσασάν σε ἔτη τϱία ϗ ἐϰϑϱέψασάν σε ϗ ἀγαγȣ̃σαν εἰς τὴν ἡλιϰίαν ταύτην ϗ τϱοφοφοϱήσασαν.
7:28 ἀξιῶ σε, τέϰνον, ἀναϐλέψαντα εἰς τὸν ȣ̓ϱανὸν ϗ τὴν γῆν ϗ τὰ ἐν αὐτοῖς ϖάντα ἰδόντα γνῶναι ὅτι ȣ̓ϰ ἐξ ὄντων ἐϖοίησεν αὐτὰ ὁ ϑεός, ϗ τὸ τῶν ἀνϑϱώϖων γένος ȣ̔́τω γίνεται.
7:29 μὴ φοϐηϑῇς τὸν δήμιον τȣ̃τον, ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος ἐϖίδεξαι τὸν ϑάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σȣ ϰομίσωμαί σε.
7:30 Ἔτι δὲ ταύτης ϰαταληγȣ́σης ὁ νεανίας εἶϖεν Τίνα μένετε; ȣ̓χ ὑϖαϰȣ́ω τȣ̃ ϖϱοϛάγματος τȣ̃ ϐασιλέως, τȣ̃ δὲ ϖϱοϛάγματος ἀϰȣ́ω τȣ̃ νόμȣ τȣ̃ δοϑέντος τοῖς ϖατϱάσιν ἡμῶν διὰ Μωυσέως.
7:31 σὺ δὲ ϖάσης ϰαϰίας εὑϱετὴς γενόμενος εἰς τȣ̀ς Εϐϱαίȣς ȣ̓ μὴ διαφύγῃς τὰς χεῖϱας τȣ̃ ϑεȣ̃.
7:32 ἡμεῖς γὰϱ διὰ τὰς ἑαυτῶν ἁμαϱτίας ϖάσχομεν.
7:33 εἰ δὲ χάϱιν ἐϖιϖλήξεως ϗ ϖαιδείας ὁ ζῶν ϰύϱιος ἡμῶν ϐϱαχέως ἐϖώϱγιϛαι, ϗ ϖάλιν ϰαταλλαγήσεται τοῖς ἑαυτȣ̃ δȣ́λοις.
7:34 σὺ δέ, ὦ ἀνόσιε ϗ ϖάντων ἀνϑϱώϖων μιαϱώτατε, μὴ μάτην μετεωϱίζȣ φϱυαττόμενος ἀδήλοις ἐλϖίσιν ἐϖὶ τȣ̀ς ȣ̓ϱανίȣς ϖαῖδας ἐϖαιϱόμενος χεῖϱα·
7:35 ȣ̓́ϖω γὰϱ τὴν τȣ̃ ϖαντοϰϱάτοϱος ἐϖόϖτȣ ϑεȣ̃ ϰϱίσιν ἐϰϖέφευγας.
7:36 οἱ μὲν γὰϱ νῦν ἡμέτεϱοι ἀδελφοὶ ϐϱαχὺν ὑϖενέγϰαντες ϖόνον ἀενάȣ ζωῆς ὑϖὸ διαϑήϰην ϑεȣ̃ ϖεϖτώϰασιν· σὺ δὲ τῇ τȣ̃ ϑεȣ̃ ϰϱίσει δίϰαια τὰ ϖϱόϛιμα τῆς ὑϖεϱηφανίας ἀϖοίσῃ.
7:37 ἐγὼ δέ, ϰαϑάϖεϱ οἱ ἀδελφοί, ϗ σῶμα ϗ ψυχὴν ϖϱοδίδωμι ϖεϱὶ τῶν ϖατϱίων νόμων ἐϖιϰαλȣ́μενος τὸν ϑεὸν ἵλεως ταχὺ τῷ ἔϑνει γενέσϑαι ϗ σὲ μετὰ ἐτασμῶν ϗ μαϛίγων ἐξομολογήσασϑαι διότι μόνος αὐτὸς ϑεός ἐϛιν,
7:38 ἐν ἐμοὶ δὲ ϗ τοῖς ἀδελφοῖς μȣ ϛῆσαι τὴν τȣ̃ ϖαντοϰϱάτοϱος ὀϱγὴν τὴν ἐϖὶ τὸ σύμϖαν ἡμῶν γένος διϰαίως ἐϖηγμένην.
7:39 Ἔϰϑυμος δὲ γενόμενος ὁ ϐασιλεὺς τȣ́τῳ ϖαϱὰ τȣ̀ς ἄλλȣς χειϱίϛως ἀϖήντησεν ϖιϰϱῶς φέϱων ἐϖὶ τῷ μυϰτηϱισμῷ.
7:40 ϗ ȣ̔͂τος ȣ̓͂ν ϰαϑαϱὸς μετήλλαξεν ϖαντελῶς ἐϖὶ τῷ ϰυϱίῳ ϖεϖοιϑώς.
7:41 Ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηϱ ἐτελεύτησεν.
7:42 Τὰ μὲν ȣ̓͂ν ϖεϱὶ τȣ̀ς σϖλαγχνισμȣ̀ς ϗ τὰς ὑϖεϱϐαλλȣ́σας αἰϰίας ἐϖὶ τοσȣ̃τον δεδηλώσϑω.
8:1 Ιȣδας δὲ ὁ ϗ Μαϰϰαϐαῖος ϗ οἱ σὺν αὐτῷ ϖαϱεισϖοϱευόμενοι λεληϑότως εἰς τὰς ϰώμας ϖϱοσεϰαλȣ̃ντο τȣ̀ς συγγενεῖς ϗ τȣ̀ς μεμενηϰότας ἐν τῷ Ιȣδαισμῷ ϖϱοσλαμϐανόμενοι συνήγαγον εἰς ἑξαϰισχιλίȣς.
8:2 ϗ ἐϖεϰαλȣ̃ντο τὸν ϰύϱιον ἐϖιδεῖν τὸν ὑϖὸ ϖάντων ϰαταϖατȣ́μενον λαόν, οἰϰτῖϱαι δὲ ϗ τὸν ναὸν τὸν ὑϖὸ τῶν ἀσεϐῶν ἀνϑϱώϖων ϐεϐηλωϑέντα,
8:3 ἐλεῆσαι δὲ ϗ τὴν ϰαταφϑειϱομένην ϖόλιν ϗ μέλλȣσαν ἰσόϖεδον γίνεσϑαι ϗ τῶν ϰαταϐοώντων ϖϱὸς αὐτὸν αἱμάτων εἰσαϰȣ̃σαι,
8:4 μνησϑῆναι δὲ ϗ τῆς τῶν ἀναμαϱτήτων νηϖίων ϖαϱανόμȣ ἀϖωλείας ϗ ϖεϱὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτȣ̃ ϐλασφημιῶν ϗ μισοϖονηϱῆσαι.
8:5 γενόμενος δὲ ὁ Μαϰϰαϐαῖος ἐν συϛέματι ἀνυϖόϛατος ἤδη τοῖς ἔϑνεσιν ἐγίνετο τῆς ὀϱγῆς τȣ̃ ϰυϱίȣ εἰς ἔλεον τϱαϖείσης.
8:6 ϖόλεις δὲ ϗ ϰώμας ἀϖϱοσδοϰήτως ἐϱχόμενος ἐνεϖίμϖϱα ϗ τȣ̀ς ἐϖιϰαίϱȣς τόϖȣς ἀϖολαμϐάνων ȣ̓ϰ ὀλίγȣς τῶν ϖολεμίων τϱοϖȣ́μενος
8:7 μάλιϛα τὰς νύϰτας ϖϱὸς τὰς τοιαύτας ἐϖιϐολὰς συνεϱγȣ̀ς ἐλάμϐανεν. ϗ λαλιὰ τῆς εὐανδϱίας αὐτȣ̃ διηχεῖτο ϖανταχῆ.
8:8 Συνοϱῶν δὲ ὁ Φίλιϖϖος ϰατὰ μιϰϱὸν εἰς ϖϱοϰοϖὴν ἐϱχόμενον τὸν ἄνδϱα, ϖυϰνότεϱον δὲ ἐν ταῖς εὐημεϱίαις ϖϱοϐαίνοντα, ϖϱὸς Πτολεμαῖον τὸν Κοίλης Συϱίας ϗ Φοινίϰης ϛϱατηγὸν ἔγϱαψεν ἐϖιϐοηϑεῖν τοῖς τȣ̃ ϐασιλέως ϖϱάγμασιν.
8:9 ὁ δὲ ταχέως ϖϱοχειϱισάμενος Νιϰάνοϱα τὸν τȣ̃ Πατϱόϰλȣ τῶν ϖϱώτων φίλων ἀϖέϛειλεν ὑϖοτάξας ϖαμφύλων ἔϑνη ȣ̓ϰ ἐλάττȣς τῶν δισμυϱίων τὸ σύμϖαν τῆς Ιȣδαίας ἐξᾶϱαι γένος· συνέϛησεν δὲ αὐτῷ ϗ Γοϱγίαν ἄνδϱα ϛϱατηγὸν ϗ ἐν ϖολεμιϰαῖς χϱείαις ϖεῖϱαν ἔχοντα.
8:10 διεϛήσατο δὲ ὁ Νιϰάνωϱ τὸν φόϱον τῷ ϐασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐϰ τῆς τῶν Ιȣδαίων αἰχμαλωσίας ἐϰϖληϱώσειν.
8:11 εὐϑέως δὲ εἰς τὰς ϖαϱαϑαλασσίȣς ϖόλεις ἀϖέϛειλεν ϖϱοϰαλȣ́μενος ἐϖ’ ἀγοϱασμὸν Ιȣδαίων σωμάτων ὑϖισχνȣ́μενος ἐνενήϰοντα σώματα ταλάντȣ ϖαϱαχωϱήσειν ȣ̓ ϖϱοσδεχόμενος τὴν ϖαϱὰ τȣ̃ ϖαντοϰϱάτοϱος μέλλȣσαν ϖαϱαϰολȣϑήσειν ἐϖ’ αὐτῷ δίϰην.
8:12 τῷ δὲ Ιȣδα ϖϱοσέϖεσεν ϖεϱὶ τῆς τȣ̃ Νιϰάνοϱος ἐφόδȣ, ϗ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν ϖαϱȣσίαν τȣ̃ ϛϱατοϖέδȣ
8:13 οἱ δειλανδϱȣ̃ντες ϗ ἀϖιϛȣ̃ντες τὴν τȣ̃ ϑεȣ̃ δίϰην διεδίδϱασϰον ἑαυτȣ̀ς ϗ ἐξετόϖιζον.
8:14 οἱ δὲ τὰ ϖεϱιλελειμμένα ϖάντα ἐϖώλȣν, ὁμȣ̃ δὲ τὸν ϰύϱιον ἠξίȣν ῥύσασϑαι τȣ̀ς ὑϖὸ τȣ̃ δυσσεϐȣ̃ς Νιϰάνοϱος ϖϱὶν συντυχεῖν ϖεϖϱαμένȣς·
8:15 ϗ εἰ μὴ δι’ αὐτȣ́ς, ἀλλὰ διὰ τὰς ϖϱὸς τȣ̀ς ϖατέϱας αὐτῶν διαϑήϰας ϗ ἕνεϰα τῆς ἐϖ’ αὐτȣ̀ς ἐϖιϰλήσεως τȣ̃ σεμνȣ̃ ϗ μεγαλοϖϱεϖȣ̃ς ὀνόματος αὐτȣ̃.
8:16 συναγαγὼν δὲ ὁ Μαϰϰαϐαῖος τȣ̀ς ϖεϱὶ αὐτὸν ὄντας ἀϱιϑμὸν ἑξαϰισχιλίȣς ϖαϱεϰάλει μὴ ϰαταϖλαγῆναι τοῖς ϖολεμίοις μηδὲ εὐλαϐεῖσϑαι τὴν τῶν ἀδίϰως ϖαϱαγινομένων ἐϖ’ αὐτȣ̀ς ἐϑνῶν ϖολυϖλήϑειαν, ἀγωνίσασϑαι δὲ γενναίως
8:17 ϖϱὸ ὀφϑαλμῶν λαϐόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόϖον συντετελεσμένην ὑϖ’ αὐτῶν ὕϐϱιν ϗ τὸν τῆς ἐμϖεϖαιγμένης ϖόλεως αἰϰισμόν, ἔτι δὲ τὴν τῆς ϖϱογονιϰῆς ϖολιτείας ϰατάλυσιν.
8:18 οἱ μὲν γὰϱ ὅϖλοις ϖεϖοίϑασιν ἅμα ϗ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐϖὶ τῷ ϖαντοϰϱάτοϱι ϑεῷ, δυναμένῳ ϗ τȣ̀ς ἐϱχομένȣς ἐφ’ ἡμᾶς ϗ τὸν ὅλον ϰόσμον ἑνὶ νεύματι ϰαταϐαλεῖν, ϖεϖοίϑαμεν.
8:19 ϖϱοσαναλεξάμενος δὲ αὐτοῖς ϗ τὰς ἐϖὶ τῶν ϖϱογόνων γενομένας ἀντιλήμψεις ϗ τὴν ἐϖὶ Σενναχηϱιμ, ἑϰατὸν ὀγδοήϰοντα ϖέντε χιλιάδες ὡς ἀϖώλοντο,
8:20 ϗ τὴν ἐν τῇ Βαϐυλωνίᾳ τὴν ϖϱὸς τȣ̀ς Γαλάτας ϖαϱάταξιν γενομένην, ὡς οἱ ϖάντες ἐϖὶ τὴν χϱείαν ἦλϑον ὀϰταϰισχίλιοι σὺν Μαϰεδόσιν τετϱαϰισχιλίοις, τῶν Μαϰεδόνων ἀϖοϱȣμένων οἱ ὀϰταϰισχίλιοι τὰς δώδεϰα μυϱιάδας ἀϖώλεσαν διὰ τὴν γινομένην αὐτοῖς ἀϖ’ ȣ̓ϱανȣ̃ ϐοήϑειαν ϗ ὠφέλειαν ϖολλὴν ἔλαϐον.
8:21 ἐφ’ οἷς εὐϑαϱσεῖς αὐτȣ̀ς ϖαϱαϛήσας ϗ ἑτοίμȣς ὑϖὲϱ τῶν νόμων ϗ τῆς ϖατϱίδος ἀϖοϑνῄσϰειν τετϱαμεϱές τι τὸ ϛϱάτευμα ἐϖοίησεν.
8:22 τάξας ϗ τȣ̀ς ἀδελφȣ̀ς αὐτȣ̃ ϖϱοηγȣμένȣς ἑϰατέϱας τάξεως, Σιμωνα ϗ Ιωσηϖον ϗ Ιωναϑην, ὑϖοτάξας ἑϰάϛῳ χιλίȣς ϖϱὸς τοῖς ϖενταϰοσίοις,
8:23 ἔτι δὲ ϗ Ελεαζαϱον, ϖαϱαναγνȣ̀ς τὴν ἱεϱὰν ϐίϐλον ϗ δȣ̀ς σύνϑημα ϑεȣ̃ ϐοηϑείας τῆς ϖϱώτης σϖείϱας αὐτὸς ϖϱοηγȣ́μενος συνέϐαλε τῷ Νιϰάνοϱι.
8:24 γενομένȣ δὲ αὐτοῖς τȣ̃ ϖαντοϰϱάτοϱος συμμάχȣ ϰατέσφαξαν τῶν ϖολεμίων ὑϖὲϱ τȣ̀ς ἐναϰισχιλίȣς, τϱαυματίας δὲ ϗ τοῖς μέλεσιν ἀναϖείϱȣς τὸ ϖλεῖον μέϱος τῆς τȣ̃ Νιϰάνοϱος ϛϱατιᾶς ἐϖοίησαν, ϖάντας δὲ φυγεῖν ἠνάγϰασαν.
8:25 τὰ δὲ χϱήματα τῶν ϖαϱαγεγονότων ἐϖὶ τὸν ἀγοϱασμὸν αὐτῶν ἔλαϐον· συνδιώξαντες δὲ αὐτȣ̀ς ἐφ’ ἱϰανὸν ἀνέλυσαν ὑϖὸ τῆς ὥϱας συγϰλειόμενοι·
8:26 ἦν γὰϱ ἡ ϖϱὸ τȣ̃ σαϐϐάτȣ, δι’ ἣν αἰτίαν ȣ̓ϰ ἐμαϰϱοτόνησαν ϰατατϱέχοντες αὐτȣ́ς.
8:27 ὁϖλολογήσαντες δὲ αὐτȣ̀ς ϗ τὰ σϰῦλα ἐϰδύσαντες τῶν ϖολεμίων ϖεϱὶ τὸ σάϐϐατον ἐγίνοντο ϖεϱισσῶς εὐλογȣ̃ντες ϗ ἐξομολογȣ́μενοι τῷ ϰυϱίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέϱαν ταύτην, ἀϱχὴν ἐλέȣς τάξαντος αὐτοῖς.
8:28 μετὰ δὲ τὸ σάϐϐατον τοῖς ᾐϰισμένοις ϗ ταῖς χήϱαις ϗ ὀϱφανοῖς μεϱίσαντες ἀϖὸ τῶν σϰύλων τὰ λοιϖὰ αὐτοὶ ϗ τὰ ϖαιδία διεμεϱίσαντο.
8:29 ταῦτα δὲ διαϖϱαξάμενοι ϗ ϰοινὴν ἱϰετείαν ϖοιησάμενοι τὸν ἐλεήμονα ϰύϱιον ἠξίȣν εἰς τέλος ϰαταλλαγῆναι τοῖς αὑτȣ̃ δȣ́λοις.
8:30 Ϗ τοῖς ϖεϱὶ Τιμόϑεον ϗ Βαϰχίδην συνεϱίσαντες ὑϖὲϱ τȣ̀ς δισμυϱίȣς αὐτῶν ἀνεῖλον ϗ ὀχυϱωμάτων ὑψηλῶν εὖ μάλα ἐγϰϱατεῖς ἐγένοντο ϗ λάφυϱα ϖλείονα ἐμεϱίσαντο ἰσομοίϱȣς αὑτοῖς ϗ τοῖς ᾐϰισμένοις ϗ ὀϱφανοῖς ϗ χήϱαις, ἔτι δὲ ϗ ϖϱεσϐυτέϱοις ϖοιήσαντες.
8:31 ὁϖλολογήσαντες δὲ αὑτȣ̀ς ἐϖιμελῶς ϖάντα συνέϑηϰαν εἰς τȣ̀ς ἐϖιϰαίϱȣς τόϖȣς, τὰ δὲ λοιϖὰ τῶν σϰύλων ἤνεγϰαν εἰς Ιεϱοσόλυμα.
8:32 τὸν δὲ φυλάϱχην τῶν ϖεϱὶ Τιμόϑεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδϱα ϗ ϖολλὰ τȣ̀ς Ιȣδαίȣς ἐϖιλελυϖηϰότα.
8:33 ἐϖινίϰια δὲ ἄγοντες ἐν τῇ ϖατϱίδι τȣ̀ς ἐμϖϱήσαντας τȣ̀ς ἱεϱȣ̀ς ϖυλῶνας ϗ Καλλισϑένην ὑφῆψαν εἰς ἓν οἰϰίδιον ϖεφευγότα, ϗ τὸν ἄξιον τῆς δυσσεϐείας ἐϰομίσατο μισϑόν.
8:34 ὁ δὲ τϱισαλιτήϱιος Νιϰάνωϱ ὁ τȣ̀ς χιλίȣς ἐμϖόϱȣς ἐϖὶ τὴν ϖϱᾶσιν τῶν Ιȣδαίων ἀγαγὼν
8:35 ταϖεινωϑεὶς ὑϖὸ τῶν ϰατ’ αὐτὸν νομιζομένων ἐλαχίϛων εἶναι τῇ τȣ̃ ϰυϱίȣ ϐοηϑείᾳ τὴν δοξιϰὴν ἀϖοϑέμενος ἐσϑῆτα διὰ τῆς μεσογείȣ δϱαϖέτȣ τϱόϖον ἔϱημον ἑαυτὸν ϖοιήσας ἧϰεν εἰς Ἀντιόχειαν ὑϖὲϱ ἅϖαν εὐημεϱηϰὼς ἐϖὶ τῇ τȣ̃ ϛϱατȣ̃ διαφϑοϱᾷ.
8:36 ϗ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόϱον ἀϖὸ τῆς τῶν ἐν Ιεϱοσολύμοις αἰχμαλωσίας ϰατοϱϑώσασϑαι ϰατήγγελλεν ὑϖέϱμαχον ἔχειν τȣ̀ς Ιȣδαίȣς ϗ διὰ τὸν τϱόϖον τȣ̃τον ἀτϱώτȣς εἶναι τȣ̀ς Ιȣδαίȣς διὰ τὸ ἀϰολȣϑεῖν τοῖς ὑϖ’ αὐτȣ̃ ϖϱοτεταγμένοις νόμοις.
9:1 Πεϱὶ δὲ τὸν ϰαιϱὸν ἐϰεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυϰὼς ἀϰόσμως ἐϰ τῶν ϖεϱὶ τὴν Πεϱσίδα τόϖων.
9:2 εἰσεληλύϑει γὰϱ εἰς τὴν λεγομένην Πεϱσέϖολιν ϗ ἐϖεχείϱησεν ἱεϱοσυλεῖν ϗ τὴν ϖόλιν συνέχειν· διὸ δὴ τῶν ϖληϑῶν ὁϱμησάντων ἐϖὶ τὴν τῶν ὅϖλων ϐοήϑειαν ἐτϱάϖησαν, ϗ συνέϐη τϱοϖωϑέντα τὸν Ἀντίοχον ὑϖὸ τῶν ἐγχωϱίων ἀσχήμονα τὴν ἀναζυγὴν ϖοιήσασϑαι.
9:3 ὄντι δὲ αὐτῷ ϰατ’ Ἐϰϐάτανα ϖϱοσέϖεσεν τὰ ϰατὰ Νιϰάνοϱα ϗ τȣ̀ς ϖεϱὶ Τιμόϑεον γεγονότα.
9:4 ἐϖαϱϑεὶς δὲ τῷ ϑυμῷ ᾤετο ϗ τὴν τῶν ϖεφυγαδευϰότων αὐτὸν ϰαϰίαν εἰς τȣ̀ς Ιȣδαίȣς ἐναϖεϱείσασϑαι, διὸ συνέταξεν τὸν ἁϱματηλάτην ἀδιαλείϖτως ἐλαύνοντα ϰατανύειν τὴν ϖοϱείαν τῆς ἐξ ȣ̓ϱανȣ̃ δὴ ϰϱίσεως συνȣ́σης αὐτῷ· ȣ̔́τως γὰϱ ὑϖεϱηφάνως εἶϖεν Πολυάνδϱιον Ιȣδαίων Ιεϱοσόλυμα ϖοιήσω ϖαϱαγενόμενος ἐϰεῖ.
9:5 ὁ δὲ ϖαντεϖόϖτης ϰύϱιος ὁ ϑεὸς τȣ̃ Ισϱαηλ ἐϖάταξεν αὐτὸν ἀνιάτῳ ϗ ἀοϱάτῳ ϖληγῇ· ἄϱτι δὲ αὐτȣ̃ ϰαταλήξαντος τὸν λόγον ἔλαϐεν αὐτὸν ἀνήϰεϛος τῶν σϖλάγχνων ἀλγηδὼν ϗ ϖιϰϱαὶ τῶν ἔνδον ϐάσανοι
9:6 ϖάνυ διϰαίως τὸν ϖολλαῖς ϗ ξενιζȣ́σαις συμφοϱαῖς ἑτέϱων σϖλάγχνα ϐασανίσαντα.
9:7 ὁ δ’ ȣ̓δαμῶς τῆς ἀγεϱωχίας ἔληγεν, ἔτι δὲ ϗ τῆς ὑϖεϱηφανίας ἐϖεϖλήϱωτο ϖῦϱ ϖνέων τοῖς ϑυμοῖς ἐϖὶ τȣ̀ς Ιȣδαίȣς ϗ ϰελεύων ἐϖοξύνειν τὴν ϖοϱείαν. συνέϐη δὲ ϗ ϖεσεῖν αὐτὸν ἀϖὸ τȣ̃ ἅϱματος φεϱομένȣ ῥοίζῳ ϗ δυσχεϱεῖ ϖτώματι ϖεϱιϖεσόντα ϖάντα τὰ μέλη τȣ̃ σώματος ἀϖοϛϱεϐλȣ̃σϑαι.
9:8 ὁ δ’ ἄϱτι δοϰῶν τοῖς τῆς ϑαλάσσης ϰύμασιν ἐϖιτάσσειν διὰ τὴν ὑϖὲϱ ἄνϑϱωϖον ἀλαζονείαν ϗ ϖλάϛιγγι τὰ τῶν ὀϱέων οἰόμενος ὕψη ϛήσειν ϰατὰ γῆν γενόμενος ἐν φοϱείῳ ϖαϱεϰομίζετο φανεϱὰν τȣ̃ ϑεȣ̃ ϖᾶσιν τὴν δύναμιν ἐνδειϰνύμενος,
9:9 ὥϛε ϗ ἐϰ τȣ̃ σώματος τȣ̃ δυσσεϐȣ̃ς σϰώληϰας ἀναζεῖν, ϗ ζῶντος ἐν ὀδύναις ϗ ἀλγηδόσιν τὰς σάϱϰας αὐτȣ̃ διαϖίϖτειν, ὑϖὸ δὲ τῆς ὀσμῆς αὐτȣ̃ ϖᾶν τὸ ϛϱατόϖεδον ϐαϱύνεσϑαι τὴν σαϖϱίαν.
9:10 ϗ τὸν μιϰϱῷ ϖϱότεϱον τῶν ȣ̓ϱανίων ἄϛϱων ἅϖτεσϑαι δοϰȣ̃ντα ϖαϱαϰομίζειν ȣ̓δεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀφόϱητον ϐάϱος.
9:11 ἐνταῦϑα ȣ̓͂ν ἤϱξατο τὸ ϖολὺ τῆς ὑϖεϱηφανίας λήγειν τεϑϱαυσμένος ϗ εἰς ἐϖίγνωσιν ἔϱχεσϑαι ϑείᾳ μάϛιγι ϰατὰ ϛιγμὴν ἐϖιτεινόμενος ταῖς ἀλγηδόσιν.
9:12 ϗ μηδὲ τῆς ὀσμῆς αὐτȣ̃ δυνάμενος ἀνέχεσϑαι ταῦτ ἔφη Δίϰαιον ὑϖοτάσσεσϑαι τῷ ϑεῷ ϗ μὴ ϑνητὸν ὄντα ἰσόϑεα φϱονεῖν.
9:13 ηὔχετο δὲ ὁ μιαϱὸς ϖϱὸς τὸν ȣ̓ϰέτι αὐτὸν ἐλεήσοντα δεσϖότην ȣ̔́τως λέγων
9:14 τὴν μὲν ἁγίαν ϖόλιν, ἣν σϖεύδων ϖαϱεγίνετο ἰσόϖεδον ϖοιῆσαι ϗ ϖολυάνδϱιον οἰϰοδομῆσαι, ἐλευϑέϱαν ἀναδεῖξαι,
9:15 τȣ̀ς δὲ Ιȣδαίȣς, ȣ̔̀ς διεγνώϰει μηδὲ ταφῆς ἀξιῶσαι, οἰωνοϐϱώτȣς δὲ σὺν τοῖς νηϖίοις ἐϰϱίψειν ϑηϱίοις, ϖάντας αὐτȣ̀ς ἴσȣς Ἀϑηναίοις ϖοιήσειν·
9:16 ὃν δὲ ϖϱότεϱον ἐσϰύλευσεν ἅγιον νεὼ ϰαλλίϛοις ἀναϑήμασιν ϰοσμήσειν ϗ τὰ ἱεϱὰ σϰεύη ϖολυϖλάσια ϖάντα ἀϖοδώσειν, τὰς δὲ ἐϖιϐαλλȣ́σας ϖϱὸς τὰς ϑυσίας συντάξεις ἐϰ τῶν ἰδίων ϖϱοσόδων χοϱηγήσειν·
9:17 ϖϱὸς δὲ τȣ́τοις ϗ Ιȣδαῖον ἔσεσϑαι ϗ ϖάντα τόϖον οἰϰητὸν ἐϖελεύσεσϑαι ϰαταγγέλλοντα τὸ τȣ̃ ϑεȣ̃ ϰϱάτος.
9:18 ȣ̓δαμῶς δὲ ληγόντων τῶν ϖόνων, ἐϖεληλύϑει γὰϱ ἐϖ’ αὐτὸν διϰαία ἡ τȣ̃ ϑεȣ̃ ϰϱίσις, τὰ ϰατ’ αὐτὸν ἀϖελϖίσας ἔγϱαψεν ϖϱὸς τȣ̀ς Ιȣδαίȣς τὴν ὑϖογεγϱαμμένην ἐϖιϛολὴν ἱϰετηϱίας τάξιν ἔχȣσαν, ϖεϱιέχȣσαν δὲ ȣ̔́τως
9:19 Τοῖς χϱηϛοῖς Ιȣδαίοις τοῖς ϖολίταις ϖολλὰ χαίϱειν ϗ ὑγιαίνειν ϗ εὖ ϖϱάττειν ϐασιλεὺς ϗ ϛϱατηγὸς Ἀντίοχος.
9:20 εἰ ἔϱϱωσϑε ϗ τὰ τέϰνα ϗ τὰ ἴδια ϰατὰ γνώμην ἐϛὶν ὑμῖν· εἰς ȣ̓ϱανὸν τὴν ἐλϖίδα ἔχων
9:21 ὑμῶν τὴν τιμὴν ϗ τὴν εὔνοιαν ἐμνημόνευον φιλοϛόϱγως. ἐϖανάγων ἐϰ τῶν ϰατὰ τὴν Πεϱσίδα τόϖων ϗ ϖεϱιϖεσὼν ἀσϑενείᾳ δυσχέϱειαν ἐχȣ́σῃ ἀναγϰαῖον ἡγησάμην φϱοντίσαι τῆς ϰοινῆς ϖάντων ἀσφαλείας.
9:22 ȣ̓ϰ ἀϖογινώσϰων τὰ ϰατ’ ἐμαυτόν, ἀλλὰ ἔχων ϖολλὴν ἐλϖίδα ἐϰφεύξεσϑαι τὴν ἀσϑένειαν,
9:23 ϑεωϱῶν δὲ ὅτι ϗ ὁ ϖατήϱ, ϰαϑ’ ȣ̔̀ς ϰαιϱȣ̀ς εἰς τȣ̀ς ἄνω τόϖȣς ἐϛϱατοϖέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον,
9:24 ὅϖως, ἐάν τι ϖαϱάδοξον ἀϖοϐαίνῃ ἢ ϗ ϖϱοσαγγελϑῇ τι δυσχεϱές, εἰδότες οἱ ϰατὰ τὴν χώϱαν ᾧ ϰαταλέλειϖται τὰ ϖϱάγματα μὴ ἐϖιταϱάσσωνται·
9:25 ϖϱὸς δὲ τȣ́τοις ϰατανοῶν τȣ̀ς ϖαϱαϰειμένȣς δυνάϛας ϗ γειτνιῶντας τῇ ϐασιλείᾳ τοῖς ϰαιϱοῖς ἐϖέχοντας ϗ ϖϱοσδοϰῶντας τὸ ἀϖοϐησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον ϐασιλέα, ὃν ϖολλάϰις ἀνατϱέχων εἰς τὰς ἐϖάνω σατϱαϖείας τοῖς ϖλείϛοις ὑμῶν ϖαϱεϰατετιϑέμην ϗ συνίϛων· γέγϱαφα δὲ ϖϱὸς αὐτὸν τὰ ὑϖογεγϱαμμένα.
9:26 ϖαϱαϰαλῶ ȣ̓͂ν ὑμᾶς ϗ ἀξιῶ μεμνημένȣς τῶν εὐεϱγεσιῶν ϰοινῇ ϗ ϰατ’ ἰδίαν ἕϰαϛον συντηϱεῖν τὴν ȣ̓͂σαν εὔνοιαν εἰς ἐμὲ ϗ τὸν υἱόν·
9:27 ϖέϖεισμαι γὰϱ αὐτὸν ἐϖιειϰῶς ϗ φιλανϑϱώϖως ϖαϱαϰολȣϑȣ̃ντα τῇ ἐμῇ ϖϱοαιϱέσει συμϖεϱιενεχϑήσεσϑαι ὑμῖν.
9:28 Ὁ μὲν ȣ̓͂ν ἀνδϱοφόνος ϗ ϐλάσφημος τὰ χείϱιϛα ϖαϑών, ὡς ἑτέϱȣς διέϑηϰεν, ἐϖὶ ξένης ἐν τοῖς ὄϱεσιν οἰϰτίϛῳ μόϱῳ ϰατέϛϱεψεν τὸν ϐίον.
9:29 ϖαϱεϰομίζετο δὲ τὸ σῶμα Φίλιϖϖος ὁ σύντϱοφος αὐτȣ̃, ὃς ϗ διευλαϐηϑεὶς τὸν υἱὸν Ἀντιόχȣ ϖϱὸς Πτολεμαῖον τὸν Φιλομήτοϱα εἰς Αἴγυϖτον διεϰομίσϑη.
10:1 Μαϰϰαϐαῖος δὲ ϗ οἱ σὺν αὐτῷ τȣ̃ ϰυϱίȣ ϖϱοάγοντος αὐτȣ̀ς τὸ μὲν ἱεϱὸν ἐϰομίσαντο ϗ τὴν ϖόλιν,
10:2 τȣ̀ς δὲ ϰατὰ τὴν ἀγοϱὰν ϐωμȣ̀ς ὑϖὸ τῶν ἀλλοφύλων δεδημιȣϱγημένȣς, ἔτι δὲ τεμένη ϰαϑεῖλαν
10:3 ϗ τὸν νεὼ ϰαϑαϱίσαντες ἕτεϱον ϑυσιαϛήϱιον ἐϖοίησαν ϗ ϖυϱώσαντες λίϑȣς ϗ ϖῦϱ ἐϰ τȣ́των λαϐόντες ἀνήνεγϰαν ϑυσίας μετὰ διετῆ χϱόνον ϗ ϑυμίαμα ϗ λύχνȣς ϗ τῶν ἄϱτων τὴν ϖϱόϑεσιν ἐϖοιήσαντο.
10:4 ταῦτα δὲ ϖοιήσαντες ἠξίωσαν τὸν ϰύϱιον ϖεσόντες ἐϖὶ ϰοιλίαν μηϰέτι ϖεϱιϖεσεῖν τοιȣ́τοις ϰαϰοῖς, ἀλλ’ ἐάν ϖοτε ϗ ἁμάϱτωσιν, ὑϖ’ αὐτȣ̃ μετὰ ἐϖιειϰείας ϖαιδεύεσϑαι ϗ μὴ ϐλασφήμοις ϗ ϐαϱϐάϱοις ἔϑνεσιν ϖαϱαδίδοσϑαι.
10:5 ἐν ᾗ δὲ ἡμέϱᾳ ὁ νεὼς ὑϖὸ ἀλλοφύλων ἐϐεϐηλώϑη, συνέϐη ϰατὰ τὴν αὐτὴν ἡμέϱαν τὸν ϰαϑαϱισμὸν γενέσϑαι τȣ̃ ναȣ̃, τῇ ϖέμϖτῃ ϗ εἰϰάδι τȣ̃ αὐτȣ̃ μηνός, ὅς ἐϛιν Χασελευ.
10:6 ϗ μετ’ εὐφϱοσύνης ἦγον ἡμέϱας ὀϰτὼ σϰηνωμάτων τϱόϖον μνημονεύοντες ὡς ϖϱὸ μιϰϱȣ̃ χϱόνȣ τὴν τῶν σϰηνῶν ἑοϱτὴν ἐν τοῖς ὄϱεσιν ϗ ἐν τοῖς σϖηλαίοις ϑηϱίων τϱόϖον ἦσαν νεμόμενοι.
10:7 διὸ ϑύϱσȣς ϗ ϰλάδȣς ὡϱαίȣς, ἔτι δὲ ϗ φοίνιϰας ἔχοντες ὕμνȣς ἀνέφεϱον τῷ εὐοδώσαντι ϰαϑαϱισϑῆναι τὸν ἑαυτȣ̃ τόϖον.
10:8 ἐδογμάτισαν δὲ μετὰ ϰοινȣ̃ ϖϱοϛάγματος ϗ ψηφίσματος ϖαντὶ τῷ τῶν Ιȣδαίων ἔϑνει ϰατ’ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέϱας.
10:9 ϗ τὰ μὲν τῆς Ἀντιόχȣ τȣ̃ ϖϱοσαγοϱευϑέντος Ἐϖιφανȣ̃ς τελευτῆς ȣ̔́τως εἶχεν.
10:10 Νυνὶ δὲ τὰ ϰατὰ τὸν Εὐϖάτοϱα Ἀντίοχον, υἱὸν δὲ τȣ̃ ἀσεϐȣ̃ς γενόμενον, δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν ϖολέμων ϰαϰά.
10:11 ȣ̔͂τος γὰϱ ϖαϱαλαϐὼν τὴν ϐασιλείαν ἀνέδειξεν ἐϖὶ τῶν ϖϱαγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συϱίας ϗ Φοινίϰης ϛϱατηγὸν ϖϱώταϱχον.
10:12 Πτολεμαῖος γὰϱ ὁ ϰαλȣ́μενος Μάϰϱων τὸ δίϰαιον συντηϱεῖν ϖϱοηγȣ́μενος ϖϱὸς τȣ̀ς Ιȣδαίȣς διὰ τὴν γεγονυῖαν εἰς αὐτȣ̀ς ἀδιϰίαν ἐϖειϱᾶτο τὰ ϖϱὸς αὐτȣ̀ς εἰϱηνιϰῶς διεξάγειν·
10:13 ὅϑεν ϰατηγοϱȣ́μενος ὑϖὸ τῶν φίλων ϖϱὸς τὸν Εὐϖάτοϱα ϗ ϖϱοδότης ϖαϱ’ ἕϰαϛα ἀϰȣ́ων διὰ τὸ τὴν Κύϖϱον ἐμϖιϛευϑέντα ὑϖὸ τȣ̃ Φιλομήτοϱος ἐϰλιϖεῖν ϗ ϖϱὸς Ἀντίοχον τὸν Ἐϖιφανῆ ἀναχωϱῆσαι μήτε εὐγενῆ τὴν ἐξȣσίαν εὐγενίσας φαϱμαϰεύσας ἑαυτὸν ἐξέλιϖεν τὸν ϐίον.
10:14 Γοϱγίας δὲ γενόμενος ϛϱατηγὸς τῶν τόϖων ἐξενοτϱόφει ϗ ϖαϱ’ ἕϰαϛα ϖϱὸς τȣ̀ς Ιȣδαίȣς ἐϖολεμοτϱόφει.
10:15 ὁμȣ̃ δὲ τȣ́τῳ ϗ οἱ Ιδȣμαῖοι ἐγϰϱατεῖς ἐϖιϰαίϱων ὀχυϱωμάτων ὄντες ἐγύμναζον τȣ̀ς Ιȣδαίȣς ϗ τȣ̀ς φυγαδεύσαντας ἀϖὸ Ιεϱοσολύμων ϖϱοσλαϐόμενοι ϖολεμοτϱοφεῖν ἐϖεχείϱȣν.
10:16 οἱ δὲ ϖεϱὶ τὸν Μαϰϰαϐαῖον ϖοιησάμενοι λιτανείαν ϗ ἀξιώσαντες τὸν ϑεὸν σύμμαχον αὐτοῖς γενέσϑαι ἐϖὶ τὰ τῶν Ιδȣμαίων ὀχυϱώματα ὥϱμησαν,
10:17 οἷς ϗ ϖϱοσϐαλόντες εὐϱώϛως ἐγϰϱατεῖς ἐγένοντο τῶν τόϖων ϖάντας τε τȣ̀ς ἐϖὶ τῷ τείχει μαχομένȣς ἠμύναντο ϰατέσφαζόν τε τȣ̀ς ἐμϖίϖτοντας, ἀνεῖλον δὲ ȣ̓χ ἧττον τῶν δισμυϱίων.
10:18 συμφυγόντων δὲ ȣ̓ϰ ἔλαττον τῶν ἐναϰισχιλίων εἰς δύο ϖύϱγȣς ὀχυϱȣ̀ς εὖ μάλα ϗ ϖάντα τὰ ϖϱὸς ϖολιοϱϰίαν ἔχοντας
10:19 ὁ Μαϰϰαϐαῖος εἰς ἐϖείγοντας τόϖȣς ἀϖολιϖὼν Σιμωνα ϗ Ιωσηϖον, ἔτι δὲ ϗ Ζαϰχαῖον ϗ τȣ̀ς σὺν αὐτῷ ἱϰανȣ̀ς ϖϱὸς τὴν τȣ́των ϖολιοϱϰίαν αὐτὸς ἐχωϱίσϑη.
10:20 οἱ δὲ ϖεϱὶ τὸν Σιμωνα φιλαϱγυϱήσαντες ὑϖό τινων τῶν ἐν τοῖς ϖύϱγοις ἐϖείσϑησαν ἀϱγυϱίῳ, ἑϖτάϰις δὲ μυϱίας δϱαχμὰς λαϐόντες εἴασάν τινας διαϱϱυῆναι.
10:21 ϖϱοσαγγελέντος δὲ τῷ Μαϰϰαϐαίῳ ϖεϱὶ τȣ̃ γεγονότος συναγαγὼν τȣ̀ς ἡγȣμένȣς τȣ̃ λαȣ̃ ϰατηγόϱησεν ὡς ἀϱγυϱίȣ ϖέϖϱαϰαν τȣ̀ς ἀδελφȣ̀ς τȣ̀ς ϖολεμίȣς ϰατ’ αὐτῶν ἀϖολύσαντες.
10:22 τȣ́τȣς μὲν ȣ̓͂ν ϖϱοδότας γενομένȣς ἀϖέϰτεινεν, ϗ ϖαϱαχϱῆμα τȣ̀ς δύο ϖύϱγȣς ϰατελάϐετο.
10:23 τοῖς δὲ ὅϖλοις τὰ ϖάντα ἐν ταῖς χεϱσὶν εὐοδȣ́μενος ἀϖώλεσεν ἐν τοῖς δυσὶν ὀχυϱώμασιν ϖλείȣς τῶν δισμυϱίων.
10:24 Τιμόϑεος δὲ ὁ ϖϱότεϱον ἡττηϑεὶς ὑϖὸ τῶν Ιȣδαίων συναγαγὼν ξένας δυνάμεις ϖαμϖληϑεῖς ϗ τȣ̀ς τῆς Ἀσίας γενομένȣς ἵϖϖȣς συναϑϱοίσας ȣ̓ϰ ὀλίγȣς ϖαϱῆν ὡς δοϱιάλωτον λημψόμενος τὴν Ιȣδαίαν.
10:25 οἱ δὲ ϖεϱὶ τὸν Μαϰϰαϐαῖον συνεγγίζοντος αὐτȣ̃ ϖϱὸς ἱϰετείαν τȣ̃ ϑεȣ̃ γῇ τὰς ϰεφαλὰς ϰαταϖάσαντες ϗ τὰς ὀσφύας σάϰϰοις ζώσαντες
10:26 ἐϖὶ τὴν ἀϖέναντι τȣ̃ ϑυσιαϛηϱίȣ ϰϱηϖῖδα ϖϱοσϖεσόντες ἠξίȣν ἵλεως αὐτοῖς γενόμενον ἐχϑϱεῦσαι τοῖς ἐχϑϱοῖς αὐτῶν ϗ ἀντιϰεῖσϑαι τοῖς ἀντιϰειμένοις, ϰαϑὼς ὁ νόμος διασαφεῖ.
10:27 γενόμενοι δὲ ἀϖὸ τῆς δεήσεως ἀναλαϐόντες τὰ ὅϖλα ϖϱοῆγον ἀϖὸ τῆς ϖόλεως ἐϖὶ ϖλεῖον· συνεγγίσαντες δὲ τοῖς ϖολεμίοις ἐφ’ ἑαυτῶν ἦσαν.
10:28 ἄϱτι δὲ τῆς ἀνατολῆς διαχεομένης ϖϱοσέϐαλον ἑϰάτεϱοι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημεϱίας ϗ νίϰης μετὰ ἀϱετῆς τὴν ἐϖὶ τὸν ϰύϱιον ϰαταφυγήν, οἱ δὲ ϰαϑηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν ϑυμόν.
10:29 γενομένης δὲ ϰαϱτεϱᾶς μάχης ἐφάνησαν τοῖς ὑϖεναντίοις ἐξ ȣ̓ϱανȣ̃ ἐφ’ ἵϖϖων χϱυσοχαλίνων ἄνδϱες ϖέντε διαϖϱεϖεῖς, ϗ ἀφηγȣ́μενοι τῶν Ιȣδαίων,
10:30 οἳ ϗ τὸν Μαϰϰαϐαῖον μέσον λαϐόντες ϗ σϰεϖάζοντες ταῖς ἑαυτῶν ϖανοϖλίαις ἄτϱωτον διεφύλαττον, εἰς δὲ τȣ̀ς ὑϖεναντίȣς τοξεύματα ϗ ϰεϱαυνȣ̀ς ἐξεϱϱίϖτȣν, διὸ συγχυϑέντες ἀοϱασίᾳ διεϰόϖτοντο ταϱαχῆς ϖεϖληϱωμένοι.
10:31 ϰατεσφάγησαν δὲ δισμύϱιοι ϖϱὸς τοῖς ϖενταϰοσίοις, ἱϖϖεῖς δὲ ἑξαϰόσιοι.
10:32 αὐτὸς δὲ ὁ Τιμόϑεος συνέφυγεν εἰς Γαζαϱα λεγόμενον ὀχύϱωμα, εὖ μάλα φϱȣ́ϱιον, ϛϱατηγȣ̃ντος ἐϰεῖ Χαιϱεȣ.
10:33 οἱ δὲ ϖεϱὶ τὸν Μαϰϰαϐαῖον ἄσμενοι ϖεϱιεϰάϑισαν τὸ φϱȣ́ϱιον ἡμέϱας τέσσαϱας.
10:34 οἱ δὲ ἔνδον τῇ ἐϱυμνότητι τȣ̃ τόϖȣ ϖεϖοιϑότες ὑϖεϱάγαν ἐϐλασφήμȣν ϗ λόγȣς ἀϑεμίτȣς ϖϱοίεντο.
10:35 ὑϖοφαινȣ́σης δὲ τῆς ϖέμϖτης ἡμέϱας εἴϰοσι νεανίαι τῶν ϖεϱὶ τὸν Μαϰϰαϐαῖον ϖυϱωϑέντες τοῖς ϑυμοῖς διὰ τὰς ϐλασφημίας ϖϱοσϐαλόντες τῷ τείχει ἀϱϱενωδῶς ϗ ϑηϱιώδει ϑυμῷ τὸν ἐμϖίϖτοντα ἔϰοϖτον·
10:36 ἕτεϱοι δὲ ὁμοίως ϖϱοσαναϐάντες ἐν τῷ ϖεϱισϖασμῷ ϖϱὸς τȣ̀ς ἔνδον ἐνεϖίμϖϱων τȣ̀ς ϖύϱγȣς ϗ ϖυϱὰς ἀνάϖτοντες ζῶντας τȣ̀ς ϐλασφήμȣς ϰατέϰαιον· οἱ δὲ τὰς ϖύλας διέϰοϖτον, εἰσδεξάμενοι δὲ τὴν λοιϖὴν τάξιν ϖϱοϰατελάϐοντο τὴν ϖόλιν.
10:37 ϗ τὸν Τιμόϑεον ἀϖοϰεϰϱυμμένον ἔν τινι λάϰϰῳ ϰατέσφαξαν ϗ τὸν τȣ́τȣ ἀδελφὸν Χαιϱέαν ϗ τὸν Ἀϖολλοφάνην.
10:38 ταῦτα δὲ διαϖϱαξάμενοι μεϑ’ ὕμνων ϗ ἐξομολογήσεων εὐλόγȣν τῷ ϰυϱίῳ τῷ μεγάλως εὐεϱγετȣ̃ντι τὸν Ισϱαηλ ϗ τὸ νῖϰος αὐτοῖς διδόντι.
11:1 Μετ ὀλίγον δὲ ϖαντελῶς χϱονίσϰον Λυσίας ἐϖίτϱοϖος τȣ̃ ϐασιλέως ϗ συγγενὴς ϗ ἐϖὶ τῶν ϖϱαγμάτων λίαν ϐαϱέως φέϱων ἐϖὶ τοῖς γεγονόσι
11:2 συναϑϱοίσας ϖεϱὶ τὰς ὀϰτὼ μυϱιάδας ϗ τὴν ἵϖϖον ἅϖασαν ϖαϱεγίνετο ἐϖὶ τȣ̀ς Ιȣδαίȣς λογιζόμενος τὴν μὲν ϖόλιν Ἕλλησιν οἰϰητήϱιον ϖοιήσειν,
11:3 τὸ δὲ ἱεϱὸν ἀϱγυϱολόγητον, ϰαϑὼς τὰ λοιϖὰ τῶν ἐϑνῶν τεμένη, ϖϱατὴν δὲ ϰατὰ ἔτος τὴν ἀϱχιεϱωσύνην ϖοιήσειν,
11:4 ȣ̓δαμῶς ἐϖιλογιζόμενος τὸ τȣ̃ ϑεȣ̃ ϰϱάτος, ϖεφϱενωμένος δὲ ταῖς μυϱιάσιν τῶν ϖεζῶν ϗ ταῖς χιλιάσιν τῶν ἱϖϖέων ϗ τοῖς ἐλέφασιν τοῖς ὀγδοήϰοντα.
11:5 εἰσελϑὼν δὲ εἰς τὴν Ιȣδαίαν ϗ συνεγγίσας Βαιϑσȣϱα ὄντι μὲν ἐϱυμνῷ χωϱίῳ, Ιεϱοσολύμων δὲ ἀϖέχοντι ὡσεὶ ϛαδίȣς ϖέντε τȣ̃το ἔϑλιϐεν.
11:6 ὡς δὲ μετέλαϐον οἱ ϖεϱὶ τὸν Μαϰϰαϐαῖον ϖολιοϱϰȣ̃ντα αὐτὸν τὰ ὀχυϱώματα, μετὰ ὀδυϱμῶν ϗ δαϰϱύων ἱϰέτευον σὺν τοῖς ὄχλοις τὸν ϰύϱιον ἀγαϑὸν ἄγγελον ἀϖοϛεῖλαι ϖϱὸς σωτηϱίαν τῷ Ισϱαηλ.
11:7 αὐτὸς δὲ ϖϱῶτος ὁ Μαϰϰαϐαῖος ἀναλαϐὼν τὰ ὅϖλα ϖϱοετϱέψατο τȣ̀ς ἄλλȣς ἅμα αὐτῷ διαϰινδυνεύοντας ἐϖιϐοηϑεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμȣ̃ δὲ ϗ ϖϱοϑύμως ἐξώϱμησαν.
11:8 αὐτόϑι δὲ ϖϱὸς τοῖς Ιεϱοσολύμοις ὄντων ἐφάνη ϖϱοηγȣ́μενος αὐτῶν ἔφιϖϖος ἐν λευϰῇ ἐσϑῆτι ϖανοϖλίαν χϱυσῆν ϰϱαδαίνων.
11:9 ὁμȣ̃ δὲ ϖάντες εὐλόγησαν τὸν ἐλεήμονα ϑεὸν ϗ ἐϖεϱϱώσϑησαν ταῖς ψυχαῖς ȣ̓ μόνον ἀνϑϱώϖȣς, ϑῆϱας δὲ τȣ̀ς ἀγϱιωτάτȣς ϗ σιδηϱᾶ τείχη τιτϱώσϰειν ὄντες ἕτοιμοι.
11:10 ϖϱοῆγον ἐν διασϰευῇ τὸν ἀϖ’ ȣ̓ϱανȣ̃ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτȣ̀ς τȣ̃ ϰυϱίȣ.
11:11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τȣ̀ς ϖολεμίȣς ϰατέϛϱωσαν αὐτῶν χιλίȣς ϖϱὸς τοῖς μυϱίοις, ἱϖϖεῖς δὲ ἑξαϰοσίȣς ϖϱὸς τοῖς χιλίοις· τȣ̀ς δὲ ϖάντας ἠνάγϰασαν φεύγειν.
11:12 οἱ ϖλείονες δὲ αὐτῶν τϱαυματίαι γυμνοὶ διεσώϑησαν· ϗ αὐτὸς δὲ ὁ Λυσίας αἰσχϱῶς φεύγων διεσώϑη.
11:13 ȣ̓ϰ ἄνȣς δὲ ὑϖάϱχων ϖϱὸς ἑαυτὸν ἀντιϐάλλων τὸ γεγονὸς ϖεϱὶ αὐτὸν ἐλάττωμα ϗ συννοήσας ἀνιϰήτȣς εἶναι τȣ̀ς Εϐϱαίȣς τȣ̃ δυναμένȣ ϑεȣ̃ συμμαχȣ̃ντος αὐτοῖς
11:14 ϖϱοσαϖοϛείλας ἔϖεισεν συλλύεσϑαι ἐϖὶ ϖᾶσι τοῖς διϰαίοις, ϗ διότι ϗ τὸν ϐασιλέα ϖείσει φίλον αὐτοῖς ἀναγϰάζων γενέσϑαι.
11:15 ἐϖένευσεν δὲ ὁ Μαϰϰαϐαῖος ἐϖὶ ϖᾶσιν, οἷς ὁ Λυσίας ϖαϱεϰάλει, τȣ̃ συμφέϱοντος φϱοντίζων· ὅσα γὰϱ ὁ Μαϰϰαϐαῖος ἐϖέδωϰεν τῷ Λυσίᾳ διὰ γϱαϖτῶν ϖεϱὶ τῶν Ιȣδαίων, συνεχώϱησεν ὁ ϐασιλεύς.
11:16 Ἦσαν γὰϱ αἱ γεγϱαμμέναι τοῖς Ιȣδαίοις ἐϖιϛολαὶ ϖαϱὰ μὲν Λυσίȣ ϖεϱιέχȣσαι τὸν τϱόϖον τȣ̃τον Λυσίας τῷ ϖλήϑει τῶν Ιȣδαίων χαίϱειν.
11:17 Ιωαννης ϗ Αϐεσσαλωμ οἱ ϖεμφϑέντες ϖαϱ’ ὑμῶν ἐϖιδόντες τὸν ὑϖογεγϱαμμένον χϱηματισμὸν ἠξίȣν ϖεϱὶ τῶν δι’ αὐτȣ̃ σημαινομένων.
11:18 ὅσα μὲν ȣ̓͂ν ἔδει ϗ τῷ ϐασιλεῖ ϖϱοσενεχϑῆναι, διεσάφησα· ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώϱησεν.
11:19 ἐὰν μὲν ȣ̓͂ν συντηϱήσητε τὴν εἰς τὰ ϖϱάγματα εὔνοιαν, ϗ εἰς τὸ λοιϖὸν ϖειϱάσομαι ϖαϱαίτιος ἀγαϑῶν γενέσϑαι.
11:20 ὑϖὲϱ δὲ τȣ́των ϗ τῶν ϰατὰ μέϱος ἐντέταλμαι τȣ́τοις τε ϗ τοῖς ϖαϱ’ ἐμȣ̃ διαλεχϑῆναι ὑμῖν.
11:21 ἔϱϱωσϑε. ἔτȣς ἑϰατοϛȣ̃ τεσσαϱαϰοϛȣ̃ ὀγδόȣ, Διὸς Κοϱινϑίȣ τετϱάδι ϗ εἰϰάδι.
11:22 Ἡ δὲ τȣ̃ ϐασιλέως ἐϖιϛολὴ ϖεϱιεῖχεν ȣ̔́τως Βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίϱειν.
11:23 τȣ̃ ϖατϱὸς ἡμῶν εἰς ϑεȣ̀ς μεταϛάντος ϐȣλόμενοι τȣ̀ς ἐϰ τῆς ϐασιλείας ἀταϱάχȣς ὄντας γενέσϑαι ϖϱὸς τὴν τῶν ἰδίων ἐϖιμέλειαν
11:24 ἀϰηϰοότες τȣ̀ς Ιȣδαίȣς μὴ συνευδοϰȣ̃ντας τῇ τȣ̃ ϖατϱὸς ἐϖὶ τὰ Ἑλληνιϰὰ μεταϑέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱϱετίζοντας ἀξιȣ̃ντας συγχωϱηϑῆναι αὐτοῖς τὰ νόμιμα,
11:25 αἱϱȣ́μενοι ȣ̓͂ν ϗ τȣ̃το τὸ ἔϑνος ἐϰτὸς ταϱαχῆς εἶναι ϰϱίνομεν τό τε ἱεϱὸν ἀϖοϰαταϛαϑῆναι αὐτοῖς ϗ ϖολιτεύεσϑαι ϰατὰ τὰ ἐϖὶ τῶν ϖϱογόνων αὐτῶν ἔϑη.
11:26 εὖ ȣ̓͂ν ϖοιήσεις διαϖεμψάμενος ϖϱὸς αὐτȣ̀ς ϗ δȣ̀ς δεξιάς, ὅϖως εἰδότες τὴν ἡμετέϱαν ϖϱοαίϱεσιν εὔϑυμοί τε ὦσιν ϗ ἡδέως διαγίνωνται ϖϱὸς τῇ τῶν ἰδίων ἀντιλήμψει.
11:27 Πϱὸς δὲ τὸ ἔϑνος ἡ τȣ̃ ϐασιλέως ἐϖιϛολὴ τοιάδε ἦν Βασιλεὺς Ἀντίοχος τῇ γεϱȣσίᾳ τῶν Ιȣδαίων ϗ τοῖς ἄλλοις Ιȣδαίοις χαίϱειν.
11:28 εἰ ἔϱϱωσϑε, εἴη ἂν ὡς ϐȣλόμεϑα· ϗ αὐτοὶ δὲ ὑγιαίνομεν.
11:29 ἐνεφάνισεν ἡμῖν Μενέλαος ϐȣ́λεσϑαι ϰατελϑόντας ὑμᾶς γίνεσϑαι ϖϱὸς τοῖς ἰδίοις.
11:30 τοῖς ȣ̓͂ν ϰαταϖοϱευομένοις μέχϱι τϱιαϰάδος Ξανϑιϰȣ̃ ὑϖάϱξει δεξιὰ μετὰ τῆς ἀδείας
11:31 χϱῆσϑαι τȣ̀ς Ιȣδαίȣς τοῖς ἑαυτῶν δαϖανήμασιν ϗ νόμοις, ϰαϑὰ ϗ τὸ ϖϱότεϱον, ϗ ȣ̓δεὶς αὐτῶν ϰατ’ ȣ̓δένα τϱόϖον ϖαϱενοχληϑήσεται ϖεϱὶ τῶν ἠγνοημένων.
11:32 ϖέϖομφα δὲ ϗ τὸν Μενέλαον ϖαϱαϰαλέσοντα ὑμᾶς.
11:33 ἔϱϱωσϑε. ἔτȣς ἑϰατοϛȣ̃ τεσσαϱαϰοϛȣ̃ ὀγδόȣ, Ξανϑιϰȣ̃ ϖεντεϰαιδεϰάτῃ.
11:34 Ἔϖεμψαν δὲ ϗ οἱ Ῥωμαῖοι ϖϱὸς αὐτȣ̀ς ἐϖιϛολὴν ἔχȣσαν ȣ̔́τως Κόιντος Μέμμιος, Τίτος Μάνιος, ϖϱεσϐῦται Ῥωμαίων, τῷ δήμῳ τῶν Ιȣδαίων χαίϱειν.
11:35 ὑϖὲϱ ὧν Λυσίας ὁ συγγενὴς τȣ̃ ϐασιλέως συνεχώϱησεν ὑμῖν, ϗ ἡμεῖς συνευδοϰȣ̃μεν.
11:36 ἃ δὲ ἔϰϱινεν ϖϱοσανενεχϑῆναι τῷ ϐασιλεῖ, ϖέμψατέ τινα ϖαϱαχϱῆμα ἐϖισϰεψάμενοι ϖεϱὶ τȣ́των, ἵνα ἐϰϑῶμεν ὡς ϰαϑήϰει ὑμῖν· ἡμεῖς γὰϱ ϖϱοσάγομεν ϖϱὸς Ἀντιόχειαν.
11:37 διὸ σϖεύσατε ϗ ϖέμψατέ τινας, ὅϖως ϗ ἡμεῖς ἐϖιγνῶμεν ὁϖοίας ἐϛὲ γνώμης.
11:38 ὑγιαίνετε. ἔτȣς ἑϰατοϛȣ̃ τεσσαϱαϰοϛȣ̃ ὀγδόȣ, Ξανϑιϰȣ̃ ϖεντεϰαιδεϰάτῃ.
12:1 Γενομένων δὲ τῶν συνϑηϰῶν τȣ́των ὁ μὲν Λυσίας ἀϖῄει ϖϱὸς τὸν ϐασιλέα, οἱ δὲ Ιȣδαῖοι ϖεϱὶ τὴν γεωϱγίαν ἐγίνοντο.
12:2 τῶν δὲ ϰατὰ τόϖον ϛϱατηγῶν Τιμόϑεος ϗ Ἀϖολλώνιος ὁ τȣ̃ Γενναίȣ, ἔτι δὲ Ἱεϱώνυμος ϗ Δημοφών, ϖϱὸς δὲ τȣ́τοις Νιϰάνωϱ ὁ Κυϖϱιάϱχης ȣ̓ϰ εἴων αὐτȣ̀ς εὐϛαϑεῖν ϗ τὰ τῆς ἡσυχίας ἄγειν.
12:3 Ἰοϖϖῖται δὲ τηλιϰȣ̃το συνετέλεσαν τὸ δυσσέϐημα· ϖαϱαϰαλέσαντες τȣ̀ς σὺν αὐτοῖς οἰϰȣ̃ντας Ιȣδαίȣς ἐμϐῆναι εἰς τὰ ϖαϱαϰαταϛαϑέντα ὑϖ’ αὐτῶν σϰάφη σὺν γυναιξὶν ϗ τέϰνοις ὡς μηδεμιᾶς ἐνεϛώσης ϖϱὸς αὐτȣ̀ς δυσμενείας,
12:4 ϰατὰ δὲ τὸ ϰοινὸν τῆς ϖόλεως ψήφισμα· ϗ τȣ́των ἐϖιδεξαμένων ὡς ἂν εἰϱηνεύειν ϑελόντων ϗ μηδὲν ὕϖοϖτον ἐχόντων ἐϖαναχϑέντας αὐτȣ̀ς ἐϐύϑισαν ὄντας ȣ̓ϰ ἔλαττον τῶν διαϰοσίων.
12:5 μεταλαϐὼν δὲ Ιȣδας τὴν γεγονυῖαν εἰς τȣ̀ς ὁμοεϑνεῖς ὠμότητα ϖαϱαγγείλας τοῖς ϖεϱὶ αὐτὸν ἀνδϱάσιν
12:6 ϗ ἐϖιϰαλεσάμενος τὸν δίϰαιον ϰϱιτὴν ϑεὸν ϖαϱεγένετο ἐϖὶ τȣ̀ς μιαιφόνȣς τῶν ἀδελφῶν ϗ τὸν μὲν λιμένα νύϰτωϱ ἐνέϖϱησεν ϗ τὰ σϰάφη ϰατέφλεξεν, τȣ̀ς δὲ ἐϰεῖ συμφυγόντας ἐξεϰέντησεν.
12:7 τȣ̃ δὲ χωϱίȣ συγϰλεισϑέντος ἀνέλυσεν ὡς ϖάλιν ἥξων ϗ τὸ σύμϖαν τῶν Ιοϖϖιτῶν ἐϰϱιζῶσαι ϖολίτευμα.
12:8 μεταλαϐὼν δὲ ϗ τȣ̀ς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐϖιτελεῖν ϐȣλομένȣς τϱόϖον τοῖς ϖαϱοιϰȣ̃σιν Ιȣδαίοις,
12:9 ϗ τοῖς Ιαμνίταις νυϰτὸς ἐϖιϐαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ ϛόλῳ ὥϛε φαίνεσϑαι τὰς αὐγὰς τȣ̃ φέγγȣς εἰς τὰ Ιεϱοσόλυμα ϛαδίων ὄντων διαϰοσίων τεσσαϱάϰοντα.
12:10 Ἐϰεῖϑεν δὲ ἀϖοσϖάσαντες ϛαδίȣς ἐννέα, ϖοιȣμένων τὴν ϖοϱείαν ἐϖὶ τὸν Τιμόϑεον, ϖϱοσέϐαλον Ἄϱαϐες αὐτῷ ȣ̓ϰ ἐλάττȣς τῶν ϖενταϰισχιλίων, ἱϖϖεῖς δὲ ϖενταϰόσιοι.
12:11 γενομένης δὲ ϰαϱτεϱᾶς μάχης ϗ τῶν ϖεϱὶ τὸν Ιȣδαν διὰ τὴν ϖαϱὰ τȣ̃ ϑεȣ̃ ϐοήϑειαν εὐημεϱησάντων ἐλαττονωϑέντες οἱ νομάδες ἠξίȣν δȣ̃ναι τὸν Ιȣδαν δεξιὰς αὐτοῖς ὑϖισχνȣ́μενοι ϗ ϐοσϰήματα δώσειν ϗ ἐν τοῖς λοιϖοῖς ὠφελήσειν αὐτȣ́ς.
12:12 Ιȣδας δὲ ὑϖολαϐὼν ὡς ἀληϑῶς ἐν ϖολλοῖς αὐτȣ̀ς χϱησίμȣς ἐϖεχώϱησεν εἰϱήνην ἄξειν ϖϱὸς αὐτȣ́ς· ϗ λαϐόντες δεξιὰς εἰς τὰς σϰηνὰς ἐχωϱίσϑησαν.
12:13 Ἐϖέϐαλεν δὲ ϗ ἐϖί τινα ϖόλιν γεφύϱαις ὀχυϱὰν ϗ τείχεσιν ϖεϱιϖεφϱαγμένην ϗ ϖαμμειγέσιν ἔϑνεσιν ϰατοιϰȣμένην, ὄνομα δὲ Κασϖιν.
12:14 οἱ δὲ ἔνδον ϖεϖοιϑότες τῇ τῶν τειχέων ἐϱυμνότητι τῇ τε τῶν ϐϱωμάτων ϖαϱαϑέσει ἀναγωγότεϱον ἐχϱῶντο τοῖς ϖεϱὶ τὸν Ιȣδαν λοιδοϱȣ̃ντες ϗ ϖϱοσέτι ϐλασφημȣ̃ντες ϗ λαλȣ̃ντες ἃ μὴ ϑέμις.
12:15 οἱ δὲ ϖεϱὶ τὸν Ιȣδαν ἐϖιϰαλεσάμενοι τὸν μέγαν τȣ̃ ϰόσμȣ δυνάϛην τὸν ἄτεϱ ϰϱιῶν ϗ μηχανῶν ὀϱγανιϰῶν ϰαταϰϱημνίσαντα τὴν Ιεϱιχω ϰατὰ τȣ̀ς Ἰησȣ̃ χϱόνȣς ἐνέσεισαν ϑηϱιωδῶς τῷ τείχει.
12:16 ϰαταλαϐόμενοί τε τὴν ϖόλιν τῇ τȣ̃ ϑεȣ̃ ϑελήσει ἀμυϑήτȣς ἐϖοιήσαντο σφαγὰς ὥϛε τὴν ϖαϱαϰειμένην λίμνην τὸ ϖλάτος ἔχȣσαν ϛαδίȣς δύο ϰατάϱϱυτον αἵματι ϖεϖληϱωμένην φαίνεσϑαι.
12:17 Ἐϰεῖϑεν δὲ ἀϖοσϖάσαντες ϛαδίȣς ἑϖταϰοσίȣς ϖεντήϰοντα διήνυσαν εἰς τὸν Χάϱαϰα ϖϱὸς τȣ̀ς λεγομένȣς Τȣϐιανȣ̀ς Ιȣδαίȣς.
12:18 ϗ Τιμόϑεον μὲν ἐϖὶ τῶν τόϖων ȣ̓ ϰατέλαϐον ἄϖϱαϰτον τότε ἀϖὸ τῶν τόϖων ἐϰλελυϰότα, ϰαταλελοιϖότα δὲ φϱȣϱὰν ἔν τινι τόϖῳ ϗ μάλα ὀχυϱάν.
12:19 Δοσίϑεος δὲ ϗ Σωσίϖατϱος τῶν ϖεϱὶ τὸν Μαϰϰαϐαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀϖώλεσαν τȣ̀ς ὑϖὸ Τιμοϑέȣ ϰαταλειφϑέντας ἐν τῷ ὀχυϱώματι ϖλείȣς τῶν μυϱίων ἀνδϱῶν.
12:20 ὁ δὲ Μαϰϰαϐαῖος διατάξας τὴν ϖεϱὶ αὐτὸν ϛϱατιὰν σϖειϱηδὸν ϰατέϛησεν αὐτȣ̀ς ἐϖὶ τῶν σϖειϱῶν ϗ ἐϖὶ τὸν Τιμόϑεον ὥϱμησεν ἔχοντα ϖεϱὶ αὐτὸν μυϱιάδας δώδεϰα ϖεζῶν, ἱϖϖεῖς δὲ δισχιλίȣς ϖϱὸς τοῖς ϖενταϰοσίοις.
12:21 τὴν δὲ ἔφοδον μεταλαϐὼν Ιȣδȣ ϖϱοεξαϖέϛειλεν ὁ Τιμόϑεος τὰς γυναῖϰας ϗ τὰ τέϰνα ϗ τὴν ἄλλην ἀϖοσϰευὴν εἰς τὸ λεγόμενον Καϱνιον· ἦν γὰϱ δυσϖολιόϱϰητον ϗ δυσϖϱόσιτον τὸ χωϱίον διὰ τὴν ϖάντων τῶν τόϖων ϛενότητα.
12:22 ἐϖιφανείσης δὲ τῆς Ιȣδȣ σϖείϱας ϖϱώτης ϗ γενομένȣ δέȣς ἐϖὶ τȣ̀ς ϖολεμίȣς φόϐȣ τε ἐϰ τῆς τȣ̃ τὰ ϖάντα ἐφοϱῶντος ἐϖιφανείας γενομένης ἐϖ’ αὐτȣ̀ς εἰς φυγὴν ὥϱμησαν ἄλλος ἀλλαχῇ φεϱόμενος ὥϛε ϖολλάϰις ὑϖὸ τῶν ἰδίων ϐλάϖτεσϑαι ϗ ταῖς τῶν ξιφῶν ἀϰμαῖς ἀναϖείϱεσϑαι.
12:23 ἐϖοιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτεϱον ὁ Ιȣδας συγϰεντῶν τȣ̀ς ἀλιτηϱίȣς διέφϑειϱέν τε εἰς μυϱιάδας τϱεῖς ἀνδϱῶν.
12:24 αὐτὸς δὲ ὁ Τιμόϑεος ἐμϖεσὼν τοῖς ϖεϱὶ τὸν Δοσίϑεον ϗ Σωσίϖατϱον ἠξίȣ μετὰ ϖολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ ϖλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφȣ̀ς ἔχειν ϗ τȣ́τȣς ἀλογηϑῆναι συμϐήσεται.
12:25 ϖιϛώσαντος δὲ αὐτȣ̃ διὰ ϖλειόνων τὸν ὁϱισμὸν ἀϖοϰαταϛῆσαι τȣ́τȣς ἀϖημάντȣς ἀϖέλυσαν αὐτὸν ἕνεϰα τῆς τῶν ἀδελφῶν σωτηϱίας.
12:26 Ἐξελϑὼν δὲ ἐϖὶ τὸ Καϱνιον ϗ τὸ Ατεϱγατειον ϰατέσφαξεν μυϱιάδας σωμάτων δύο ϗ ϖενταϰισχιλίȣς.
12:27 μετὰ δὲ τὴν τȣ́των τϱοϖὴν ϗ ἀϖώλειαν ἐϖεϛϱάτευσεν ϗ ἐϖὶ Εφϱων ϖόλιν ὀχυϱάν, ἐν ᾗ ϰατῴϰει Λυσίας ϗ ϖάμφυλα ϖλήϑη, νεανίαι δὲ ῥωμαλέοι ϖϱὸ τῶν τειχέων ϰαϑεϛῶτες εὐϱώϛως ἀϖεμάχοντο, ἔνϑα δὲ ὀϱγάνων ϗ ϐελῶν ϖολλαὶ ϖαϱαϑέσεις ὑϖῆϱχον.
12:28 ἐϖιϰαλεσάμενοι δὲ τὸν δυνάϛην τὸν μετὰ ϰϱάτȣς συντϱίϐοντα τὰς τῶν ϖολεμίων ἀλϰὰς ἔλαϐον τὴν ϖόλιν ὑϖοχείϱιον, ϰατέϛϱωσαν δὲ τῶν ἔνδον εἰς μυϱιάδας δύο ϖενταϰισχιλίȣς.
12:29 ἀναζεύξαντες δὲ ἐϰεῖϑεν ὥϱμησαν ἐϖὶ Σϰυϑῶν ϖόλιν ἀϖέχȣσαν ἀϖὸ Ιεϱοσολύμων ϛαδίȣς ἑξαϰοσίȣς.
12:30 ἀϖομαϱτυϱησάντων δὲ τῶν ἐϰεῖ ϰαϑεϛώτων Ιȣδαίων, ἣν οἱ Σϰυϑοϖολῖται ἔσχον ϖϱὸς αὐτȣ̀ς εὔνοιαν ϗ ἐν τοῖς τῆς ἀτυχίας ϰαιϱοῖς ἥμεϱον ἀϖάντησιν,
12:31 εὐχαϱιϛήσαντες ϗ ϖϱοσϖαϱαϰαλέσαντες ϗ εἰς τὰ λοιϖὰ ϖϱὸς τὸ γένος εὐμενεῖς εἶναι ϖαϱεγενήϑησαν εἰς Ιεϱοσόλυμα τῆς τῶν ἑϐδομάδων ἑοϱτῆς ȣ̓́σης ὑϖογύȣ.
12:32 Μετὰ δὲ τὴν λεγομένην ϖεντηϰοϛὴν ὥϱμησαν ἐϖὶ Γοϱγίαν τὸν τῆς Ιδȣμαίας ϛϱατηγόν.
12:33 ἐξῆλϑεν δὲ μετὰ ϖεζῶν τϱισχιλίων, ἱϖϖέων δὲ τετϱαϰοσίων.
12:34 ϖαϱαταξαμένȣς δὲ συνέϐη ϖεσεῖν ὀλίγȣς τῶν Ιȣδαίων.
12:35 Δοσίϑεος δέ τις τῶν τȣ̃ Βαϰήνοϱος, ἔφιϖϖος ἀνὴϱ ϗ ϰαϱτεϱός, εἴχετο τȣ̃ Γοϱγίȣ ϗ λαϐόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐϱώϛως ϗ ϐȣλόμενος τὸν ϰατάϱατον λαϐεῖν ζωγϱίαν, τῶν ἱϖϖέων τινὸς Θϱᾳϰῶν ἐϖενεχϑέντος αὐτῷ ϗ τὸν ὦμον ϰαϑελόντος διέφυγεν ὁ Γοϱγίας εἰς Μαϱισα.
12:36 τῶν δὲ ϖεϱὶ τὸν Εσδϱιν ἐϖὶ ϖλεῖον μαχομένων ϗ ϰαταϰόϖων ὄντων ἐϖιϰαλεσάμενος Ιȣδας τὸν ϰύϱιον σύμμαχον φανῆναι ϗ ϖϱοοδηγὸν τȣ̃ ϖολέμȣ·
12:37 ϰαταϱξάμενος τῇ ϖατϱίῳ φωνῇ τὴν μεϑ’ ὕμνων ϰϱαυγὴν ἐνσείσας ἀϖϱοσδοϰήτως τοῖς ϖεϱὶ τὸν Γοϱγίαν, τϱοϖὴν αὐτῶν ἐϖοιήσατο.
12:38 Ιȣδας δὲ ἀναλαϐὼν τὸ ϛϱάτευμα ἧϰεν εἰς Οδολλαμ ϖόλιν· τῆς δὲ ἑϐδομάδος ἐϖιϐαλλȣ́σης ϰατὰ τὸν ἐϑισμὸν ἁγνισϑέντες αὐτόϑι τὸ σάϐϐατον διήγαγον.
12:39 τῇ δὲ ἐχομένῃ ἦλϑον οἱ ϖεϱὶ τὸν Ιȣδαν ϰαϑ’ ὃν χϱόνον τὸ τῆς χϱείας ἐγεγόνει, τὰ σώματα τῶν ϖϱοϖεϖτωϰότων ἀναϰομίσασϑαι ϗ μετὰ τῶν συγγενῶν ἀϖοϰαταϛῆσαι εἰς τȣ̀ς ϖατϱῴȣς τάφȣς.
12:40 εὗϱον δὲ ἑϰάϛȣ τῶν τεϑνηϰότων ὑϖὸ τȣ̀ς χιτῶνας ἱεϱώματα τῶν ἀϖὸ Ιαμνείας εἰδώλων, ἀφ’ ὧν ὁ νόμος ἀϖείϱγει τȣ̀ς Ιȣδαίȣς· τοῖς δὲ ϖᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τȣ́σδε ϖεϖτωϰέναι.
12:41 ϖάντες ȣ̓͂ν εὐλογήσαντες τὰ τȣ̃ διϰαιοϰϱίτȣ ϰυϱίȣ τὰ ϰεϰϱυμμένα φανεϱὰ ϖοιȣ̃ντος
12:42 εἰς ἱϰετείαν ἐτϱάϖησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάϱτημα τελείως ἐξαλειφϑῆναι. ὁ δὲ γενναῖος Ιȣδας ϖαϱεϰάλεσε τὸ ϖλῆϑος συντηϱεῖν αὑτȣ̀ς ἀναμαϱτήτȣς εἶναι ὑϖ’ ὄψιν ἑωϱαϰότας τὰ γεγονότα διὰ τὴν τῶν ϖϱοϖεϖτωϰότων ἁμαϱτίαν.
12:43 ϖοιησάμενός τε ϰατ’ ἀνδϱολογίαν εἰς ἀϱγυϱίȣ δϱαχμὰς δισχιλίας ἀϖέϛειλεν εἰς Ιεϱοσόλυμα ϖϱοσαγαγεῖν ϖεϱὶ ἁμαϱτίας ϑυσίαν ϖάνυ ϰαλῶς ϗ ἀϛείως ϖϱάττων ὑϖὲϱ ἀναϛάσεως διαλογιζόμενος·
12:44 εἰ μὴ γὰϱ τȣ̀ς ϖϱοϖεϖτωϰότας ἀναϛῆναι ϖϱοσεδόϰα, ϖεϱισσὸν ϗ ληϱῶδες ὑϖὲϱ νεϰϱῶν εὔχεσϑαι·
12:45 εἶτε ἐμϐλέϖων τοῖς μετ’ εὐσεϐείας ϰοιμωμένοις ϰάλλιϛον ἀϖοϰείμενον χαϱιϛήϱιον, ὁσία ϗ εὐσεϐὴς ἡ ἐϖίνοια· ὅϑεν ϖεϱὶ τῶν τεϑνηϰότων τὸν ἐξιλασμὸν ἐϖοιήσατο τῆς ἁμαϱτίας ἀϖολυϑῆναι.
13:1 Τῷ δὲ ἐνάτῳ ϗ τεσσαϱαϰοϛῷ ϗ ἑϰατοϛῷ ἔτει ϖϱοσέϖεσεν τοῖς ϖεϱὶ τὸν Ιȣδαν Ἀντίοχον τὸν Εὐϖάτοϱα ϖαϱαγενέσϑαι σὺν ϖλήϑεσιν ἐϖὶ τὴν Ιȣδαίαν
13:2 ϗ σὺν αὐτῷ Λυσίαν τὸν ἐϖίτϱοϖον ϗ ἐϖὶ τῶν ϖϱαγμάτων, ἕϰαϛον ἔχοντα δύναμιν Ἑλληνιϰὴν ϖεζῶν μυϱιάδας ἕνδεϰα ϗ ἱϖϖέων ϖενταϰισχιλίȣς τϱιαϰοσίȣς ϗ ἐλέφαντας εἴϰοσι δύο, ἅϱματα δὲ δϱεϖανηφόϱα τϱιαϰόσια.
13:3 συνέμειξεν δὲ αὐτοῖς ϗ Μενέλαος ϗ ϖαϱεϰάλει μετὰ ϖολλῆς εἰϱωνείας τὸν Ἀντίοχον, ȣ̓ϰ ἐϖὶ σωτηϱίᾳ τῆς ϖατϱίδος, οἰόμενος δὲ ἐϖὶ τῆς ἀϱχῆς ϰαταϛαϑήσεσϑαι.
13:4 ὁ δὲ ϐασιλεὺς τῶν ϐασιλέων ἐξήγειϱεν τὸν ϑυμὸν τȣ̃ Ἀντιόχȣ ἐϖὶ τὸν ἀλιτήϱιον, ϗ Λυσίȣ ὑϖοδείξαντος τȣ̃τον αἴτιον εἶναι ϖάντων τῶν ϰαϰῶν, ϖϱοσέταξεν, ὡς ἔϑος ἐϛὶν ἐν τῷ τόϖῳ, ϖϱοσαϖολέσαι ἀγαγόντας εἰς Βέϱοιαν.
13:5 ἔϛιν δὲ ἐν τῷ τόϖῳ ϖύϱγος ϖεντήϰοντα ϖήχεων ϖλήϱης σϖοδȣ̃, ȣ̔͂τος δὲ ὄϱγανον εἶχεν ϖεϱιφεϱὲς ϖάντοϑεν ἀϖόϰϱημνον εἰς τὴν σϖοδόν.
13:6 ἐνταῦϑα τὸν ἱεϱοσυλίας ἔνοχον ἢ ϰαί τινων ἄλλων ϰαϰῶν ὑϖεϱοχὴν ϖεϖοιημένον ἅϖαντες ϖϱοσωϑȣ̃σιν εἰς ὄλεϑϱον.
13:7 τοιȣ́τῳ μόϱῳ τὸν ϖαϱάνομον συνέϐη ϑανεῖν μηδὲ τῆς γῆς τυχόντα Μενέλαον·
13:8 ϖάνυ διϰαίως· ἐϖεὶ γὰϱ συνετελέσατο ϖολλὰ ϖεϱὶ τὸν ϐωμὸν ἁμαϱτήματα, ȣ̔͂ τὸ ϖῦϱ ἁγνὸν ἦν ϗ ἡ σϖοδός, ἐν σϖοδῷ τὸν ϑάνατον ἐϰομίσατο.
13:9 Τοῖς δὲ φϱονήμασιν ὁ ϐασιλεὺς ϐεϐαϱϐαϱωμένος ἤϱχετο τὰ χείϱιϛα τῶν ἐϖὶ τȣ̃ ϖατϱὸς αὐτȣ̃ γεγονότων ἐνδειξόμενος τοῖς Ιȣδαίοις.
13:10 μεταλαϐὼν δὲ Ιȣδας ταῦτα ϖαϱήγγειλεν τῷ ϖλήϑει δι’ ἡμέϱας ϗ νυϰτὸς ἐϖιϰαλεῖσϑαι τὸν ϰύϱιον, εἴ ϖοτε ϗ ἄλλοτε, ϗ νῦν ἐϖιϐοηϑεῖν τοῖς τȣ̃ νόμȣ ϗ ϖατϱίδος ϗ ἱεϱȣ̃ ἁγίȣ ϛεϱεῖσϑαι μέλλȣσιν
13:11 ϗ τὸν ἄϱτι ϐϱαχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔϑνεσιν ὑϖοχειϱίȣς γενέσϑαι.
13:12 ϖάντων δὲ τὸ αὐτὸ ϖοιησάντων ὁμȣ̃ ϗ ϰαταξιωσάντων τὸν ἐλεήμονα ϰύϱιον μετὰ ϰλαυϑμȣ̃ ϗ νηϛειῶν ϗ ϖϱοϖτώσεως ἐϖὶ ἡμέϱας τϱεῖς ἀδιαλείϖτως ϖαϱαϰαλέσας αὐτȣ̀ς ὁ Ιȣδας ἐϰέλευσεν ϖαϱαγίνεσϑαι.
13:13 ϰαϑ’ ἑαυτὸν δὲ σὺν τοῖς ϖϱεσϐυτέϱοις γενόμενος ἐϐȣλεύσατο ϖϱὶν εἰσϐαλεῖν τȣ̃ ϐασιλέως τὸ ϛϱάτευμα εἰς τὴν Ιȣδαίαν ϗ γενέσϑαι τῆς ϖόλεως ἐγϰϱατεῖς ἐξελϑόντας ϰϱῖναι τὰ ϖϱάγματα τῇ τȣ̃ ϑεȣ̃ ϐοηϑείᾳ.
13:14 δȣ̀ς δὲ τὴν ἐϖιτϱοϖὴν τῷ ϰτίϛῃ τȣ̃ ϰόσμȣ ϖαϱαϰαλέσας τȣ̀ς σὺν αὐτῷ γενναίως ἀγωνίσασϑαι μέχϱι ϑανάτȣ ϖεϱὶ νόμων, ἱεϱȣ̃, ϖόλεως, ϖατϱίδος, ϖολιτείας· ϖεϱὶ δὲ Μωδειν ἐϖοιήσατο τὴν ϛϱατοϖεδείαν.
13:15 ἀναδȣ̀ς δὲ τοῖς ϖεϱὶ αὐτὸν σύνϑημα ϡϑεȣ̃ νίϰηνϡ μετὰ νεανίσϰων ἀϱίϛων ϰεϰϱιμένων ἐϖιϐαλὼν νύϰτωϱ ἐϖὶ τὴν ϐασιλιϰὴν αὐλὴν τὴν ϖαϱεμϐολὴν ἀνεῖλεν εἰς ἄνδϱας δισχιλίȣς, ϗ τὸν ϖϱωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ ϰατ’ οἰϰίαν ὄντι συνεϰέντησεν
13:16 ϗ τὸ τέλος τὴν ϖαϱεμϐολὴν δέȣς ϗ ταϱαχῆς ἐϖλήϱωσαν ϗ ἐξέλυσαν εὐημεϱȣ̃ντες·
13:17 ὑϖοφαινȣ́σης δὲ ἤδη τῆς ἡμέϱας τȣ̃το ἐγεγόνει διὰ τὴν ἐϖαϱήγȣσαν αὐτῷ τȣ̃ ϰυϱίȣ σϰέϖην.
13:18 Ὁ δὲ ϐασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ιȣδαίων εὐτολμίας ϰατεϖείϱασεν διὰ μεϑόδων τȣ̀ς τόϖȣς.
13:19 ϗ ἐϖὶ Βαιϑσȣϱα φϱȣ́ϱιον ὀχυϱὸν τῶν Ιȣδαίων ϖϱοσῆγεν, ἐτϱοϖȣ̃το, ϖϱοσέϰϱȣεν, ἠλαττονȣ̃το·
13:20 τοῖς δὲ ἔνδον Ιȣδας τὰ δέοντα εἰσέϖεμψεν.
13:21 ϖϱοσήγγειλεν δὲ τὰ μυϛήϱια τοῖς ϖολεμίοις Ροδοϰος ἐϰ τῆς Ιȣδαιϰῆς τάξεως· ἀνεζητήϑη ϗ ϰατελήμφϑη ϗ ϰατεϰλείσϑη.
13:22 ἐδευτεϱολόγησεν ὁ ϐασιλεὺς τοῖς ἐν Βαιϑσȣϱοις, δεξιὰν ἔδωϰεν, ἔλαϐεν, ἀϖῄει, ϖϱοσέϐαλεν τοῖς ϖεϱὶ τὸν Ιȣδαν, ἥττων ἐγένετο,
13:23 μετέλαϐεν ἀϖονενοῆσϑαι τὸν Φίλιϖϖον ἐν Ἀντιοχείᾳ τὸν ἀϖολελειμμένον ἐϖὶ τῶν ϖϱαγμάτων, συνεχύϑη, τȣ̀ς Ιȣδαίȣς ϖαϱεϰάλεσεν, ὑϖετάγη ϗ ὤμοσεν ἐϖὶ ϖᾶσι τοῖς διϰαίοις, συνελύϑη ϗ ϑυσίαν ϖϱοσήγαγεν, ἐτίμησεν τὸν νεὼ ϗ τὸν τόϖον ἐφιλανϑϱώϖησεν·
13:24 ϗ τὸν Μαϰϰαϐαῖον ἀϖεδέξατο, ϰατέλιϖεν ϛϱατηγὸν ἀϖὸ Πτολεμαίδος ἕως τῶν Γεϱϱηνῶν Ἡγεμονίδην.
13:25 ἦλϑεν εἰς Πτολεμαίδα· ἐδυσφόϱȣν ϖεϱὶ τῶν συνϑηϰῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰϱ ὑϖὲϱ ὧν ἠϑέλησαν ἀϑετεῖν τὰς διαϛάλσεις.
13:26 ϖϱοσῆλϑεν ἐϖὶ τὸ ϐῆμα Λυσίας, ἀϖελογήσατο ἐνδεχομένως, συνέϖεισεν, ϰατεϖϱάυνεν, εὐμενεῖς ἐϖοίησεν, ἀνέζευξεν εἰς Ἀντιόχειαν. ȣ̔́τω τὰ τȣ̃ ϐασιλέως τῆς ἐφόδȣ ϗ τῆς ἀναζυγῆς ἐχώϱησεν.
14:1 Μετὰ δὲ τϱιετῆ χϱόνον ϖϱοσέϖεσεν τοῖς ϖεϱὶ τὸν Ιȣδαν Δημήτϱιον τὸν τȣ̃ Σελεύϰȣ διὰ τȣ̃ ϰατὰ Τϱίϖολιν λιμένος εἰσϖλεύσαντα μετὰ ϖλήϑȣς ἰσχυϱȣ̃ ϗ ϛόλȣ
14:2 ϰεϰϱατηϰέναι τῆς χώϱας ἐϖανελόμενον Ἀντίοχον ϗ τὸν τȣ́τȣ ἐϖίτϱοϖον Λυσίαν.
14:3 Ἄλϰιμος δέ τις ϖϱογεγονὼς ἀϱχιεϱεύς, ἑϰȣσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χϱόνοις, συννοήσας ὅτι ϰαϑ’ ὁντιναȣ̃ν τϱόϖον ȣ̓ϰ ἔϛιν αὐτῷ σωτηϱία ȣ̓δὲ ϖϱὸς τὸ ἅγιον ϑυσιαϛήϱιον ἔτι ϖϱόσοδος,
14:4 ἧϰεν ϖϱὸς τὸν ϐασιλέα Δημήτϱιον ὡς ϖϱώτῳ ϗ ϖεντηϰοϛῷ ϗ ἑϰατοϛῷ ἔτει ϖϱοσάγων αὐτῷ ϛέφανον χϱυσȣ̃ν ϗ φοίνιϰα, ϖϱὸς δὲ τȣ́τοις τῶν νομιζομένων ϑαλλῶν τȣ̃ ἱεϱȣ̃, ϗ τὴν ἡμέϱαν ἐϰείνην ἡσυχίαν ἔσχεν.
14:5 ϰαιϱὸν δὲ λαϐὼν τῆς ἰδίας ἀνοίας συνεϱγὸν ϖϱοσϰληϑεὶς εἰς συνέδϱιον ὑϖὸ τȣ̃ Δημητϱίȣ ϗ ἐϖεϱωτηϑείς, ἐν τίνι διαϑέσει ϗ ϐȣλῇ ϰαϑέϛηϰαν οἱ Ιȣδαῖοι, ϖϱὸς ταῦτα ἔφη
14:6 Οἱ λεγόμενοι τῶν Ιȣδαίων Ασιδαῖοι, ὧν ἀφηγεῖται Ιȣδας ὁ Μαϰϰαϐαῖος, ϖολεμοτϱοφȣ̃σιν ϗ ϛασιάζȣσιν ȣ̓ϰ ἐῶντες τὴν ϐασιλείαν εὐϛαϑείας τυχεῖν.
14:7 ὅϑεν ἀφελόμενος τὴν ϖϱογονιϰὴν δόξαν [λέγω δὴ τὴν ἀϱχιεϱωσύνην] δεῦϱο νῦν ἐλήλυϑα
14:8 ϖϱῶτον μὲν ὑϖὲϱ τῶν ἀνηϰόντων τῷ ϐασιλεῖ γνησίως φϱονῶν, δεύτεϱον δὲ ϗ τῶν ἰδίων ϖολιτῶν ϛοχαζόμενος· τῇ μὲν γὰϱ τῶν ϖϱοειϱημένων ἀλογιϛίᾳ τὸ σύμϖαν ἡμῶν γένος ȣ̓ μιϰϱῶς ἀϰληϱεῖ.
14:9 ἕϰαϛα δὲ τȣ́των ἐϖεγνωϰὼς σύ, ϐασιλεῦ, ϗ τῆς χώϱας ϗ τȣ̃ ϖεϱιιϛαμένȣ γένȣς ἡμῶν ϖϱονοήϑητι ϰαϑ’ ἣν ἔχεις ϖϱὸς ἅϖαντας εὐαϖάντητον φιλανϑϱωϖίαν.
14:10 ἄχϱι γὰϱ Ιȣδας ϖεϱίεϛιν, ἀδύνατον εἰϱήνης τυχεῖν τὰ ϖϱάγματα.
14:11 τοιȣ́των δὲ ῥηϑέντων ὑϖὸ τȣ́τȣ ϑᾶττον οἱ λοιϖοὶ φίλοι δυσμενῶς ἔχοντες τὰ ϖϱὸς τὸν Ιȣδαν ϖϱοσεϖύϱωσαν τὸν Δημήτϱιον.
14:12 ϖϱοχειϱισάμενος δὲ εὐϑέως Νιϰάνοϱα τὸν γενόμενον ἐλεφαντάϱχην ϗ ϛϱατηγὸν ἀναδείξας τῆς Ιȣδαίας ἐξαϖέϛειλεν
14:13 δȣ̀ς ἐντολὰς αὐτὸν μὲν τὸν Ιȣδαν ἐϖανελέσϑαι, τȣ̀ς δὲ σὺν αὐτῷ σϰοϱϖίσαι, ϰαταϛῆσαι δὲ Ἄλϰιμον ἀϱχιεϱέα τȣ̃ μεγίϛȣ ἱεϱȣ̃.
14:14 οἱ δὲ ἐϖὶ τῆς Ιȣδαίας ϖεφυγαδευϰότες τὸν Ιȣδαν ἔϑνη συνέμισγον ἀγεληδὸν τῷ Νιϰάνοϱι τὰς τῶν Ιȣδαίων ἀτυχίας ϗ συμφοϱὰς ἰδίας εὐημεϱίας δοϰȣ̃ντες ἔσεσϑαι.
14:15 Ἀϰȣ́σαντες δὲ τὴν τȣ̃ Νιϰάνοϱος ἔφοδον ϗ τὴν ἐϖίϑεσιν τῶν ἐϑνῶν ϰαταϖασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχϱι αἰῶνος συϛήσαντα τὸν αὑτȣ̃ λαόν, ἀεὶ δὲ μετ’ ἐϖιφανείας ἀντιλαμϐανόμενον τῆς ἑαυτȣ̃ μεϱίδος.
14:16 ϖϱοϛάξαντος δὲ τȣ̃ ἡγȣμένȣ ἐϰεῖϑεν εὐϑέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐϖὶ ϰώμην Δεσσαȣ.
14:17 Σιμων δὲ ὁ ἀδελφὸς Ιȣδȣ συμϐεϐληϰὼς ἦν τῷ Νιϰάνοϱι, ϐϱαδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιϖάλων ἀφασίαν ἐϖταιϰώς·
14:18 ὅμως δὲ ἀϰȣ́ων ὁ Νιϰάνωϱ ἣν εἶχον οἱ ϖεϱὶ τὸν Ιȣδαν ἀνδϱαγαϑίαν ϗ ἐν τοῖς ϖεϱὶ τῆς ϖατϱίδος ἀγῶσιν εὐψυχίαν, ὑϖευλαϐεῖτο τὴν ϰϱίσιν δι’ αἱμάτων ϖοιήσασϑαι.
14:19 διόϖεϱ ἔϖεμψεν Ποσιδώνιον ϗ Θεόδοτον ϗ Ματταϑιαν δȣ̃ναι ϗ λαϐεῖν δεξιάς.
14:20 ϖλείονος δὲ γενομένης ϖεϱὶ τȣ́των ἐϖισϰέψεως ϗ τȣ̃ ἡγȣμένȣ τοῖς ϖλήϑεσιν ἀναϰοινωσαμένȣ ϗ φανείσης ὁμοψήφȣ γνώμης ἐϖένευσαν ταῖς συνϑήϰαις.
14:21 ἐτάξαντο δὲ ἡμέϱαν ἐν ᾗ ϰατ’ ἰδίαν ἥξȣσιν εἰς τὸ αὐτό· ϗ ϖϱοῆλϑεν ϖαϱ’ ἑϰάϛȣ δίφϱαξ, ἔϑεσαν δίφϱȣς.
14:22 διέταξεν Ιȣδας ἐνόϖλȣς ἑτοίμȣς ἐν τοῖς ἐϖιϰαίϱοις τόϖοις, μήϖοτε ἐϰ τῶν ϖολεμίων αἰφνιδίως ϰαϰȣϱγία γένηται· τὴν ἁϱμόζȣσαν ἐϖοιήσαντο ϰοινολογίαν.
14:23 διέτϱιϐεν ὁ Νιϰάνωϱ ἐν Ιεϱοσολύμοις ϗ ἔϖϱαττεν ȣ̓ϑὲν ἄτοϖον, τȣ̀ς δὲ συναχϑέντας ἀγελαίȣς ὄχλȣς ἀϖέλυσεν.
14:24 ϗ εἶχεν τὸν Ιȣδαν διὰ ϖαντὸς ἐν ϖϱοσώϖῳ, ψυχιϰῶς τῷ ἀνδϱὶ ϖϱοσεϰέϰλιτο.
14:25 ϖαϱεϰάλεσεν αὐτὸν γῆμαι ϗ ϖαιδοϖοιήσασϑαι· ἐγάμησεν, εὐϛάϑησεν, ἐϰοινώνησεν ϐίȣ.
14:26 Ὁ δὲ Ἄλϰιμος συνιδὼν τὴν ϖϱὸς ἀλλήλȣς εὔνοιαν ϗ τὰς γενομένας συνϑήϰας λαϐὼν ἧϰεν ϖϱὸς τὸν Δημήτϱιον ϗ ἔλεγεν τὸν Νιϰάνοϱα ἀλλότϱια φϱονεῖν τῶν ϖϱαγμάτων· τὸν γὰϱ ἐϖίϐȣλον τῆς ϐασιλείας Ιȣδαν αὐτȣ̃ διάδοχον ἀναδεῖξαι.
14:27 ὁ δὲ ϐασιλεὺς ἔϰϑυμος γενόμενος ϗ ταῖς τȣ̃ ϖαμϖονήϱȣ διαϐολαῖς ἐϱεϑισϑεὶς ἔγϱαψεν Νιϰάνοϱι φάσϰων ὑϖὲϱ μὲν τῶν συνϑηϰῶν ϐαϱέως φέϱειν, ϰελεύων δὲ τὸν Μαϰϰαϐαῖον δέσμιον ἐξαϖοϛέλλειν εἰς Ἀντιόχειαν ταχέως.
14:28 ϖϱοσϖεσόντων δὲ τȣ́των τῷ Νιϰάνοϱι συνεϰέχυτο ϗ δυσφόϱως ἔφεϱεν, εἰ τὰ διεϛαλμένα ἀϑετήσει μηδὲν τἀνδϱὸς ἠδιϰηϰότος.
14:29 ἐϖεὶ δὲ τῷ ϐασιλεῖ ἀντιϖϱάττειν ȣ̓ϰ ἦν, εὔϰαιϱον ἐτήϱει ϛϱατηγήματι τȣ̃τ’ ἐϖιτελέσαι.
14:30 ὁ δὲ Μαϰϰαϐαῖος αὐϛηϱότεϱον διεξαγαγόντα συνιδὼν τὸν Νιϰάνοϱα τὰ ϖϱὸς αὐτὸν ϗ τὴν εἰϑισμένην ἀϖάντησιν ἀγϱοιϰότεϱον ἐσχηϰότα νοήσας ȣ̓ϰ ἀϖὸ τȣ̃ ϐελτίϛȣ τὴν αὐϛηϱίαν εἶναι συϛϱέψας ȣ̓ϰ ὀλίγȣς τῶν ϖεϱὶ αὐτὸν συνεϰϱύϖτετο τὸν Νιϰάνοϱα.
14:31 συγγνȣ̀ς δὲ ὁ ἕτεϱος ὅτι γενναίως ὑϖὸ τȣ̃ ἀνδϱὸς ἐϛϱατήγηται, ϖαϱαγενόμενος ἐϖὶ τὸ μέγιϛον ϗ ἅγιον ἱεϱὸν τῶν ἱεϱέων τὰς ϰαϑηϰȣ́σας ϑυσίας ϖϱοσαγόντων ἐϰέλευσεν ϖαϱαδιδόναι τὸν ἄνδϱα.
14:32 τῶν δὲ μεϑ’ ὅϱϰων φασϰόντων μὴ γινώσϰειν ϖȣ̃ ϖοτ ἔϛιν ὁ ζητȣ́μενος,
14:33 ϖϱοτείνας τὴν δεξιὰν ἐϖὶ τὸν νεὼ ταῦτ ὤμοσεν Ἐὰν μὴ δέσμιόν μοι τὸν Ιȣδαν ϖαϱαδῶτε, τόνδε τὸν τȣ̃ ϑεȣ̃ σηϰὸν εἰς ϖεδίον ϖοιήσω ϗ τὸ ϑυσιαϛήϱιον ϰατασϰάψω ϗ ἱεϱὸν ἐνταῦϑα τῷ Διονύσῳ ἐϖιφανὲς ἀναϛήσω.
14:34 τοσαῦτα δὲ εἰϖὼν ἀϖῆλϑεν· οἱ δὲ ἱεϱεῖς ϖϱοτείναντες τὰς χεῖϱας εἰς τὸν ȣ̓ϱανὸν ἐϖεϰαλȣ̃ντο τὸν διὰ ϖαντὸς ὑϖέϱμαχον τȣ̃ ἔϑνȣς ἡμῶν ταῦτα λέγοντες
14:35 Σὺ ϰύϱιε τῶν ὅλων ἀϖϱοσδεὴς ὑϖάϱχων ηὐδόϰησας ναὸν τῆς σῆς σϰηνώσεως ἐν ἡμῖν γενέσϑαι·
14:36 ϗ νῦν, ἅγιε ϖαντὸς ἁγιασμȣ̃ ϰύϱιε, διατήϱησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν ϖϱοσφάτως ϰεϰαϑαϱισμένον οἶϰον.
14:37 Ραζις δέ τις τῶν ἀϖὸ Ιεϱοσολύμων ϖϱεσϐυτέϱων ἐμηνύϑη τῷ Νιϰάνοϱι ἀνὴϱ φιλοϖολίτης ϗ σφόδϱα ϰαλῶς ἀϰȣ́ων ϗ ϰατὰ τὴν εὔνοιαν ϖατὴϱ τῶν Ιȣδαίων ϖϱοσαγοϱευόμενος.
14:38 ἦν γὰϱ ἐν τοῖς ἔμϖϱοσϑεν χϱόνοις τῆς ἀμειξίας ϰϱίσιν εἰσενηνεγμένος Ιȣδαισμȣ̃, ϗ σῶμα ϗ ψυχὴν ὑϖὲϱ τȣ̃ Ιȣδαισμȣ̃ ϖαϱαϐεϐλημένος μετὰ ϖάσης ἐϰτενίας.
14:39 ϐȣλόμενος δὲ Νιϰάνωϱ ϖϱόδηλον ϖοιῆσαι ἣν εἶχεν ϖϱὸς τȣ̀ς Ιȣδαίȣς δυσμένειαν, ἀϖέϛειλεν ϛϱατιώτας ὑϖὲϱ τȣ̀ς ϖενταϰοσίȣς συλλαϐεῖν αὐτόν·
14:40 ἔδοξεν γὰϱ ἐϰεῖνον συλλαϐὼν τȣ́τοις ἐνεϱγάσασϑαι συμφοϱάν.
14:41 τῶν δὲ ϖληϑῶν μελλόντων τὸν ϖύϱγον ϰαταλαϐέσϑαι ϗ τὴν αὐλαίαν ϑύϱαν ϐιαζομένων ϗ ϰελευόντων ϖῦϱ ϖϱοσάγειν ϗ τὰς ϑύϱας ὑφάϖτειν, ϖεϱιϰατάλημϖτος γενόμενος ὑϖέϑηϰεν ἑαυτῷ τὸ ξίφος
14:42 εὐγενῶς ϑέλων ἀϖοϑανεῖν ἤϖεϱ τοῖς ἀλιτηϱίοις ὑϖοχείϱιος γενέσϑαι ϗ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑϐϱισϑῆναι.
14:43 τῇ δὲ ϖληγῇ μὴ ϰατευϑιϰτήσας διὰ τὴν τȣ̃ ἀγῶνος σϖȣδὴν ϗ τῶν ὄχλων ἔσω τῶν ϑυϱωμάτων εἰσϐαλλόντων ἀναδϱαμὼν γενναίως ἐϖὶ τὸ τεῖχος ϰατεϰϱήμνισεν ἑαυτὸν ἀνδϱωδῶς εἰς τȣ̀ς ὄχλȣς.
14:44 τῶν δὲ ταχέως ἀναϖοδισάντων γενομένȣ διαϛήματος ἦλϑεν ϰατὰ μέσον τὸν ϰενεῶνα.
14:45 ἔτι δὲ ἔμϖνȣς ὑϖάϱχων ϗ ϖεϖυϱωμένος τοῖς ϑυμοῖς ἐξαναϛὰς φεϱομένων ϰϱȣνηδὸν τῶν αἱμάτων ϗ δυσχεϱῶν τῶν τϱαυμάτων ὄντων δϱόμῳ τȣ̀ς ὄχλȣς διελϑὼν ϗ ϛὰς ἐϖί τινος ϖέτϱας ἀϖοϱϱῶγος
14:46 ϖαντελῶς ἔξαιμος ἤδη γινόμενος ϖϱοϐαλὼν τὰ ἔντεϱα ϗ λαϐὼν ἑϰατέϱαις ταῖς χεϱσὶν ἐνέσεισε τοῖς ὄχλοις ϗ ἐϖιϰαλεσάμενος τὸν δεσϖόζοντα τῆς ζωῆς ϗ τȣ̃ ϖνεύματος ταῦτα αὐτῷ ϖάλιν ἀϖοδȣ̃ναι τόνδε τὸν τϱόϖον μετήλλαξεν.
15:1 Ὁ δὲ Νιϰάνωϱ μεταλαϐὼν τȣ̀ς ϖεϱὶ τὸν Ιȣδαν ὄντας ἐν τοῖς ϰατὰ Σαμάϱειαν τόϖοις ἐϐȣλεύσατο τῇ τῆς ϰαταϖαύσεως ἡμέϱᾳ μετὰ ϖάσης ἀσφαλείας αὐτοῖς ἐϖιϐαλεῖν.
15:2 τῶν δὲ ϰατὰ ἀνάγϰην συνεϖομένων αὐτῷ Ιȣδαίων λεγόντων Μηδαμῶς ȣ̔́τως ἀγϱίως ϗ ϐαϱϐάϱως ἀϖολέσῃς, δόξαν δὲ ἀϖομέϱισον τῇ ϖϱοτετιμημένῃ ὑϖὸ τȣ̃ ϖάντα ἐφοϱῶντος μεϑ’ ἁγιότητος ἡμέϱᾳ·
15:3 ὁ δὲ τϱισαλιτήϱιος ἐϖηϱώτησεν εἰ ἔϛιν ἐν ȣ̓ϱανῷ δυνάϛης ὁ ϖϱοϛεταχὼς ἄγειν τὴν τῶν σαϐϐάτων ἡμέϱαν·
15:4 τῶν δ’ ἀϖοφηναμένων Ἔϛιν ὁ ϰύϱιος ζῶν αὐτὸς ἐν ȣ̓ϱανῷ δυνάϛης ὁ ϰελεύσας ἀσϰεῖν τὴν ἑϐδομάδα·
15:5 ὁ δὲ ἕτεϱος Κἀγώ φησιν δυνάϛης ἐϖὶ τῆς γῆς ὁ ϖϱοϛάσσων αἴϱειν ὅϖλα ϗ τὰς ϐασιλιϰὰς χϱείας ἐϖιτελεῖν. ὅμως ȣ̓ ϰατέσχεν ἐϖιτελέσαι τὸ σχέτλιον αὐτȣ̃ ϐȣ́λημα.
15:6 Ϗ ὁ μὲν Νιϰάνωϱ μετὰ ϖάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώϰει ϰοινὸν τῶν ϖεϱὶ τὸν Ιȣδαν συϛήσασϑαι τϱόϖαιον.
15:7 ὁ δὲ Μαϰϰαϐαῖος ἦν ἀδιαλείϖτως ϖεϖοιϑὼς μετὰ ϖάσης ἐλϖίδος ἀντιλήμψεως τεύξασϑαι ϖαϱὰ τȣ̃ ϰυϱίȣ
15:8 ϗ ϖαϱεϰάλει τȣ̀ς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐϑνῶν ἔφοδον ἔχοντας δὲ ϰατὰ νȣ̃ν τὰ ϖϱογεγονότα αὐτοῖς ἀϖ’ ȣ̓ϱανȣ̃ ϐοηϑήματα ϗ τὰ νῦν ϖϱοσδοϰᾶν τὴν ϖαϱὰ τȣ̃ ϖαντοϰϱάτοϱος ἐσομένην αὐτοῖς νίϰην.
15:9 ϗ ϖαϱαμυϑȣ́μενος αὐτȣ̀ς ἐϰ τȣ̃ νόμȣ ϗ τῶν ϖϱοφητῶν, ϖϱοσυϖομνήσας δὲ αὐτȣ̀ς ϗ τȣ̀ς ἀγῶνας, ȣ̔̀ς ἦσαν ἐϰτετελεϰότες, ϖϱοϑυμοτέϱȣς αὐτȣ̀ς ϰατέϛησεν.
15:10 ϗ τοῖς ϑυμοῖς διεγείϱας αὐτȣ̀ς ϖαϱήγγειλεν ἅμα ϖαϱεϖιδειϰνὺς τὴν τῶν ἐϑνῶν ἀϑεσίαν ϗ τὴν τῶν ὅϱϰων ϖαϱάϐασιν.
15:11 ἕϰαϛον δὲ αὐτῶν ϰαϑοϖλίσας ȣ̓ τὴν ἀσϖίδων ϗ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαϑοῖς λόγοις ϖαϱάϰλησιν ϗ ϖϱοσεξηγησάμενος ὄνειϱον ἀξιόϖιϛον ὕϖαϱ τι ϖάντας ηὔφϱανεν.
15:12 ἦν δὲ ἡ τȣ́τȣ ϑεωϱία τοιάδε· Ονιαν τὸν γενόμενον ἀϱχιεϱέα, ἄνδϱα ϰαλὸν ϗ ἀγαϑόν, αἰδήμονα μὲν τὴν ἀϖάντησιν, ϖϱᾶον δὲ τὸν τϱόϖον ϗ λαλιὰν ϖϱοιέμενον ϖϱεϖόντως ϗ ἐϰ ϖαιδὸς ἐϰμεμελετηϰότα ϖάντα τὰ τῆς ἀϱετῆς οἰϰεῖα, τȣ̃τον τὰς χεῖϱας ϖϱοτείναντα ϰατεύχεσϑαι τῷ ϖαντὶ τῶν Ιȣδαίων συϛήματι.
15:13 εἶϑ ȣ̔́τως ἐϖιφανῆναι ἄνδϱα ϖολιᾷ ϗ δόξῃ διαφέϱοντα, ϑαυμαϛὴν δέ τινα ϗ μεγαλοϖϱεϖεϛάτην εἶναι τὴν ϖεϱὶ αὐτὸν ὑϖεϱοχήν.
15:14 ἀϖοϰϱιϑέντα δὲ τὸν Ονιαν εἰϖεῖν Ὁ φιλάδελφος ȣ̔͂τός ἐϛιν ὁ ϖολλὰ ϖϱοσευχόμενος ϖεϱὶ τȣ̃ λαȣ̃ ϗ τῆς ἁγίας ϖόλεως Ιεϱεμιας ὁ τȣ̃ ϑεȣ̃ ϖϱοφήτης.
15:15 ϖϱοτείναντα δὲ Ιεϱεμιαν τὴν δεξιὰν ϖαϱαδȣ̃ναι τῷ Ιȣδα ῥομφαίαν χϱυσῆν, διδόντα δὲ ϖϱοσφωνῆσαι τάδε
15:16 Λαϐὲ τὴν ἁγίαν ῥομφαίαν δῶϱον ϖαϱὰ τȣ̃ ϑεȣ̃, δι’ ἧς ϑϱαύσεις τȣ̀ς ὑϖεναντίȣς.
15:17 Παϱαϰληϑέντες δὲ τοῖς Ιȣδȣ λόγοις ϖάνυ ϰαλοῖς ϗ δυναμένοις ἐϖ’ ἀϱετὴν ϖαϱοϱμῆσαι ϗ ψυχὰς νέων ἐϖανδϱῶσαι διέγνωσαν μὴ ϛϱατεύεσϑαι, γενναίως δὲ ἐμφέϱεσϑαι ϗ μετὰ ϖάσης εὐανδϱίας ἐμϖλαϰέντες ϰϱῖναι τὰ ϖϱάγματα διὰ τὸ ϗ τὴν ϖόλιν ϗ τὰ ἅγια ϗ τὸ ἱεϱὸν ϰινδυνεύειν·
15:18 ἦν γὰϱ ὁ ϖεϱὶ γυναιϰῶν ϗ τέϰνων, ἔτι δὲ ἀδελφῶν ϗ συγγενῶν ἐν ἥττονι μέϱει ϰείμενος αὐτοῖς, μέγιϛος δὲ ϗ ϖϱῶτος ὁ ϖεϱὶ τȣ̃ ϰαϑηγιασμένȣ ναȣ̃ φόϐος.
15:19 ἦν δὲ ϗ τοῖς ἐν τῇ ϖόλει ϰατειλημμένοις ȣ̓ ϖάϱεϱγος ἀγωνία ταϱασσομένοις τῆς ἐν ὑϖαίϑϱῳ ϖϱοσϐολῆς.
15:20 ϗ ϖάντων ἤδη ϖϱοσδοϰώντων τὴν ἐσομένην ϰϱίσιν ϗ ἤδη ϖϱοσμειξάντων τῶν ϖολεμίων ϗ τῆς ϛϱατιᾶς ἐϰταγείσης ϗ τῶν ϑηϱίων ἐϖὶ μέϱος εὔϰαιϱον ἀϖοϰαταϛαϑέντων τῆς τε ἵϖϖȣ ϰατὰ ϰέϱας τεταγμένης
15:21 συνιδὼν ὁ Μαϰϰαϐαῖος τὴν τῶν ϖληϑῶν ϖαϱȣσίαν ϗ τῶν ὅϖλων τὴν ϖοιϰίλην ϖαϱασϰευὴν τήν τε τῶν ϑηϱίων ἀγϱιότητα ἀνατείνας τὰς χεῖϱας εἰς τὸν ȣ̓ϱανὸν ἐϖεϰαλέσατο τὸν τεϱατοϖοιὸν ϰύϱιον γινώσϰων ὅτι ȣ̓ϰ ἔϛιν δι’ ὅϖλων, ϰαϑὼς δὲ ἐὰν αὐτῷ ϰϱιϑῇ, τοῖς ἀξίοις ϖεϱιϖοιεῖται τὴν νίϰην.
15:22 ἔλεγεν δὲ ἐϖιϰαλȣ́μενος τόνδε τὸν τϱόϖον Σύ, δέσϖοτα, ἀϖέϛειλας τὸν ἄγγελόν σȣ ἐϖὶ Εζεϰιȣ τȣ̃ ϐασιλέως τῆς Ιȣδαίας, ϗ ἀνεῖλεν ἐϰ τῆς ϖαϱεμϐολῆς Σενναχηϱιμ εἰς ἑϰατὸν ὀγδοήϰοντα ϖέντε χιλιάδας·
15:23 ϗ νῦν, δυνάϛα τῶν ȣ̓ϱανῶν, ἀϖόϛειλον ἄγγελον ἀγαϑὸν ἔμϖϱοσϑεν ἡμῶν εἰς δέος ϗ τϱόμον·
15:24 μεγέϑει ϐϱαχίονός σȣ ϰαταϖλαγείησαν οἱ μετὰ ϐλασφημίας ϖαϱαγινόμενοι ἐϖὶ τὸν ἅγιόν σȣ λαόν. ϗ ȣ̔͂τος μὲν ἐν τȣ́τοις ἔληξεν.
15:25 Οἱ δὲ ϖεϱὶ τὸν Νιϰάνοϱα μετὰ σαλϖίγγων ϗ ϖαιάνων ϖϱοσῆγον.
15:26 οἱ δὲ ϖεϱὶ τὸν Ιȣδαν μετὰ ἐϖιϰλήσεως ϗ εὐχῶν συνέμειξαν τοῖς ϖολεμίοις.
15:27 ϗ ταῖς μὲν χεϱσὶν ἀγωνιζόμενοι, ταῖς δὲ ϰαϱδίαις ϖϱὸς τὸν ϑεὸν εὐχόμενοι ϰατέϛϱωσαν ȣ̓δὲν ἧττον μυϱιάδων τϱιῶν ϗ ϖενταϰισχιλίων τῇ τȣ̃ ϑεȣ̃ μεγάλως εὐφϱανϑέντες ἐϖιφανείᾳ.
15:28 γενόμενοι δὲ ἀϖὸ τῆς χϱείας ϗ μετὰ χαϱᾶς ἀναλύοντες ἐϖέγνωσαν ϖϱοϖεϖτωϰότα Νιϰάνοϱα σὺν τῇ ϖανοϖλίᾳ.
15:29 γενομένης δὲ ϰϱαυγῆς ϗ ταϱαχῆς εὐλόγȣν τὸν δυνάϛην τῇ ϖατϱίῳ φωνῇ.
15:30 ϗ ϖϱοσέταξεν ὁ ϰαϑ’ ἅϖαν σώματι ϗ ψυχῇ ϖϱωταγωνιϛὴς ὑϖὲϱ τῶν ϖολιτῶν ὁ τὴν τῆς ἡλιϰίας εὔνοιαν εἰς ὁμοεϑνεῖς διαφυλάξας τὴν τȣ̃ Νιϰάνοϱος ϰεφαλὴν ἀϖοτεμόντας ϗ τὴν χεῖϱα σὺν τῷ ὤμῳ φέϱειν εἰς Ιεϱοσόλυμα.
15:31 ϖαϱαγενόμενος δὲ ἐϰεῖ ϗ συγϰαλέσας τȣ̀ς ὁμοεϑνεῖς ϗ τȣ̀ς ἱεϱεῖς ϖϱὸ τȣ̃ ϑυσιαϛηϱίȣ ϛήσας μετεϖέμψατο τȣ̀ς ἐϰ τῆς ἄϰϱας.
15:32 ϗ ἐϖιδειξάμενος τὴν τȣ̃ μιαϱȣ̃ Νιϰάνοϱος ϰεφαλὴν ϗ τὴν χεῖϱα τȣ̃ δυσφήμȣ, ἣν ἐϰτείνας ἐϖὶ τὸν ἅγιον τȣ̃ ϖαντοϰϱάτοϱος οἶϰον ἐμεγαλαύχησεν,
15:33 ϗ τὴν γλῶσσαν τȣ̃ δυσσεϐȣ̃ς Νιϰάνοϱος ἐϰτεμὼν ἔφη ϰατὰ μέϱος δώσειν τοῖς ὀϱνέοις, τὰ δ’ ἐϖίχειϱα τῆς ἀνοίας ϰατέναντι τȣ̃ ναȣ̃ ϰϱεμάσαι.
15:34 οἱ δὲ ϖάντες εἰς τὸν ȣ̓ϱανὸν εὐλόγησαν τὸν ἐϖιφανῆ ϰύϱιον λέγοντες Εὐλογητὸς ὁ διατηϱήσας τὸν ἑαυτȣ̃ τόϖον ἀμίαντον.
15:35 ἐξέδησεν δὲ τὴν τȣ̃ Νιϰάνοϱος ϖϱοτομὴν ἐϰ τῆς ἄϰϱας ἐϖίδηλον ϖᾶσιν ϗ φανεϱὸν τῆς τȣ̃ ϰυϱίȣ ϐοηϑείας σημεῖον.
15:36 ἐδογμάτισαν δὲ ϖάντες μετὰ ϰοινȣ̃ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀϖαϱασήμαντον τήνδε τὴν ἡμέϱαν, ἔχειν δὲ ἐϖίσημον τὴν τϱισϰαιδεϰάτην τȣ̃ δωδεϰάτȣ μηνὸς – Αδαϱ λέγεται τῇ Συϱιαϰῇ φωνῇ – ϖϱὸ μιᾶς ἡμέϱας τῆς Μαϱδοχαιϰῆς ἡμέϱας.
15:37 Τῶν ȣ̓͂ν ϰατὰ Νιϰάνοϱα χωϱησάντων ȣ̔́τως ϗ ἀϖ’ ἐϰείνων τῶν ϰαιϱῶν ϰϱατηϑείσης τῆς ϖόλεως ὑϖὸ τῶν Εϐϱαίων ϗ αὐτὸς αὐτόϑι τὸν λόγον ϰαταϖαύσω.
15:38 ϗ εἰ μὲν ϰαλῶς εὐϑίϰτως τῇ συντάξει, τȣ̃το ϗ αὐτὸς ἤϑελον· εἰ δὲ εὐτελῶς ϗ μετϱίως, τȣ̃το ἐφιϰτὸν ἦν μοι.
15:39 ϰαϑάϖεϱ γὰϱ οἶνον ϰατὰ μόνας ϖίνειν, ὡσαύτως δὲ ϗ ὕδωϱ ϖάλιν ϖολέμιον· ὃν δὲ τϱόϖον οἶνος ὕδατι συγϰεϱασϑεὶς ἡδὺς ϗ ἐϖιτεϱϖῆ τὴν χάϱιν ἀϖοτελεῖ, ȣ̔́τως ϗ τὸ τῆς ϰατασϰευῆς τȣ̃ λόγȣ τέϱϖει τὰς ἀϰοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦϑα δὲ ἔϛαι ἡ τελευτή.
Μαϰϰαϐαίων Γʹ
1:1 Ὁ δὲ Φιλοϖάτωϱ ϖαϱὰ τῶν ἀναϰομισϑέντων μαϑὼν τὴν γενομένην τῶν ὑϖ’ αὐτȣ̃ ϰϱατȣμένων τόϖων ἀφαίϱεσιν ὑϖὸ Ἀντιόχȣ ϖαϱαγγείλας ταῖς ϖάσαις δυνάμεσιν ϖεζιϰαῖς τε ϗ ἱϖϖιϰαῖς ϗ τὴν ἀδελφὴν Ἀϱσινόην συμϖαϱαλαϐὼν ἐξώϱμησεν μέχϱι τῶν ϰατὰ Ῥαφίαν τόϖων, ὅϖȣ ϖαϱεμϐεϐλήϰεισαν οἱ ϖεϱὶ Ἀντίοχον.
1:2 Θεόδοτος δέ τις ἐϰϖληϱῶσαι τὴν ἐϖιϐȣλὴν διανοηϑεὶς ϖαϱαλαϐὼν τῶν ϖϱȣϖοτεταγμένων αὐτῷ ὅϖλων Πτολεμαιϰῶν τὰ ϰϱάτιϛα διεϰομίσϑη νύϰτωϱ ἐϖὶ τὴν τȣ̃ Πτολεμαίȣ σϰηνὴν ὡς μόνος ϰτεῖναι αὐτὸν ϗ ἐν τȣ́τῳ διαλῦσαι τὸν ϖόλεμον.
1:3 τȣ̃τον δὲ διαγαγὼν Δοσίϑεος ὁ Δϱιμύλȣ λεγόμενος, τὸ γένος Ιȣδαῖος, ὕϛεϱον δὲ μεταϐαλὼν τὰ νόμιμα ϗ τῶν ϖατϱίων δογμάτων ἀϖηλλοτϱιωμένος, ἄσημόν τινα ϰατέϰλινεν ἐν τῇ σϰηνῇ, ὃν συνέϐη ϰομίσασϑαι τὴν ἐϰείνȣ ϰόλασιν.
1:4 γενομένης δὲ ϰαϱτεϱᾶς μάχης ϗ τῶν ϖϱαγμάτων μᾶλλον ἐϱϱωμένων τῷ Ἀντιόχῳ ἱϰανῶς ἡ Ἀϱσινόη ἐϖιϖοϱευσαμένη τὰς δυνάμεις ϖαϱεϰάλει μετὰ οἴϰτȣ ϗ δαϰϱύων τȣ̀ς ϖλοϰάμȣς λελυμένη ϐοηϑεῖν ἑαυτοῖς τε ϗ τοῖς τέϰνοις ϗ γυναιξὶν ϑαϱϱαλέως ἐϖαγγελλομένη δώσειν νιϰήσασιν ἑϰάϛῳ δύο μνᾶς χϱυσίȣ.
1:5 ϗ ȣ̔́τως συνέϐη τȣ̀ς ἀντιϖάλȣς ἐν χειϱονομίαις διαφϑαϱῆναι, ϖολλȣ̀ς δὲ ϗ δοϱιαλώτȣς συλλημφϑῆναι.
1:6 ϰαταϰϱατήσας δὲ τῆς ἐϖιϐȣλῆς ἔϰϱινεν τὰς ϖλησίον ϖόλεις ἐϖελϑὼν ϖαϱαϰαλέσαι.
1:7 ϖοιήσας δὲ τȣ̃το ϗ τοῖς τεμένεσι δωϱεὰς ἀϖονείμας εὐϑαϱσεῖς τȣ̀ς ὑϖοτεταγμένȣς ϰατέϛησεν.
1:8 Τῶν δὲ Ιȣδαίων διαϖεμψαμένων ϖϱὸς αὐτὸν ἀϖὸ τῆς γεϱȣσίας ϗ τῶν ϖϱεσϐυτέϱων τȣ̀ς ἀσϖασομένȣς αὐτὸν ϗ ξένια ϰομιȣ̃ντας ϗ ἐϖὶ τοῖς συμϐεϐηϰόσιν χαϱισομένȣς συνέϐη μᾶλλον αὐτὸν ϖϱοϑυμηϑῆναι ὡς τάχιϛα ϖϱὸς αὐτȣ̀ς ϖαϱαγενέσϑαι.
1:9 διαϰομισϑεὶς δὲ εἰς Ιεϱοσόλυμα ϗ ϑύσας τῷ μεγίϛῳ ϑεῷ ϗ χάϱιτας ἀϖοδȣ̀ς ϗ τῶν ἑξῆς τι τῷ τόϖῳ ϖοιήσας ϗ δὴ ϖαϱαγενόμενος εἰς τὸν τόϖον ϗ τῇ σϖȣδαιότητι ϗ εὐϖϱεϖείᾳ ϰαταϖλαγείς,
1:10 ϑαυμάσας δὲ ϗ τὴν τȣ̃ ἱεϱȣ̃ εὐταξίαν ἐνεϑυμήϑη ϐȣλεύσασϑαι εἰς τὸν ναὸν εἰσελϑεῖν.
1:11 τῶν δὲ εἰϖόντων μὴ ϰαϑήϰειν γίνεσϑαι τȣ̃το διὰ τὸ μηδὲ τοῖς ἐϰ τȣ̃ ἔϑνȣς ἐξεῖναι εἰσιέναι μηδὲ ϖᾶσιν τοῖς ἱεϱεῦσιν, ἀλλ’ ἢ μόνῳ τῷ ϖϱοηγȣμένῳ ϖάντων ἀϱχιεϱεῖ, ϗ τȣ́τῳ ϰατ’ ἐνιαυτὸν ἅϖαξ, ὁ δὲ ȣ̓δαμῶς ἐϖείϑετο.
1:12 τȣ̃ τε νόμȣ ϖαϱαναγνωσϑέντος ȣ̓δ’ ὧς ἀϖέλιϖεν ϖϱοφεϱόμενος ἑαυτὸν δεῖν εἰσελϑεῖν λέγων Ϗ εἰ ἐϰεῖνοι ἐϛέϱηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ ȣ̓ δεῖ.
1:13 ϗ ἐϖυνϑάνετο διὰ τίνα αἰτίαν εἰσεϱχόμενον αὐτὸν εἰς ϖᾶν τέμενος ȣ̓ϑεὶς ἐϰώλυσεν τῶν ϖαϱόντων.
1:14 ϰαί τις ἀϖϱονοήτως ἔφη ϰαϰῶς αὐτὸ τȣ̃το τεϱατεύεσϑαι.
1:15 γενομένȣ δέ, φησιν, τȣ́τȣ διά τινα αἰτίαν, ȣ̓χὶ ϖάντως εἰσελεύσεσϑαι ϗ ϑελόντων αὐτῶν ϗ μή;
1:16 τῶν δὲ ἱεϱέων ἐν ϖάσαις ταῖς ἐσϑήσεσιν ϖϱοσϖεσόντων ϗ δεομένων τȣ̃ μεγίϛȣ ϑεȣ̃ ϐοηϑεῖν τοῖς ἐνεϛῶσιν ϗ τὴν ὁϱμὴν τȣ̃ ϰαϰῶς ἐϖιϐαλλομένȣ μεταϑεῖναι ϰϱαυγῆς τε μετὰ δαϰϱύων τὸ ἱεϱὸν ἐμϖλησάντων
1:17 οἱ ϰατὰ τὴν ϖόλιν ἀϖολειϖόμενοι ταϱαχϑέντες ἐξεϖήδησαν ἄδηλον τιϑέμενοι τὸ γινόμενον.
1:18 αἵ τε ϰατάϰλειϛοι ϖαϱϑένοι ἐν ϑαλάμοις σὺν ταῖς τεϰȣ́σαις ἐξώϱμησαν ϗ ἀϖέδωϰαν ϰόνει τὰς ϰόμας ϖασάμεναι γόȣ τε ϗ ϛεναγμῶν ἐνεϖίμϖλων τὰς ϖλατείας.
1:19 αἱ δὲ ϗ ϖϱοσαϱτίως ἐϛαλμέναι τȣ̀ς ϖϱὸς ἀϖάντησιν διατεταγμένȣς ϖαϛȣ̀ς ϗ τὴν ἁϱμόζȣσαν αἰδὼ ϖαϱαλείϖȣσαι δϱόμον ἄταϰτον ἐν τῇ ϖόλει συνίϛαντο.
1:20 τὰ δὲ νεογνὰ τῶν τέϰνων αἱ ϖϱὸς τȣ́τοις μητέϱες ϗ τιϑηνοὶ ϖαϱαλείϖȣσαι ἄλλως ϗ ἄλλως, αἱ μὲν ϰατ’ οἴϰȣς, αἱ δὲ ϰατὰ τὰς ἀγυιάς, ἀνεϖιϛϱέϖτως εἰς τὸ ϖανυϖέϱτατον ἱεϱὸν ἠϑϱοίζοντο.
1:21 ϖοιϰίλη δὲ ἦν τῶν εἰς τȣ̃το συλλεγέντων ἡ δέησις ἐϖὶ τοῖς ἀνοσίως ὑϖ’ ἐϰείνȣ ϰατεγχειϱȣμένοις.
1:22 σύν τε τȣ́τοις οἱ ϖεϱὶ τῶν ϖολιτῶν ϑϱασυνϑέντες ȣ̓ϰ ἠνείχοντο τέλεον αὐτȣ̃ ἐϖιϰειμένȣ ϗ τὸ τῆς ϖϱοϑέσεως ἐϰϖληϱȣ̃ν διανοȣμένȣ,
1:23 φωνήσαντες δὲ τὴν ὁϱμὴν ἐϖὶ τὰ ὅϖλα ϖοιήσασϑαι ϗ ϑαϱϱαλέως ὑϖὲϱ τȣ̃ ϖατϱῴȣ νόμȣ τελευτᾶν ἱϰανὴν ἐϖοίησαν ἐν τῷ τόϖῳ τϱαχύτητα, μόλις δὲ ὑϖό τε τῶν γεϱαιῶν ϗ τῶν ϖϱεσϐυτέϱων ἀϖοτϱαϖέντες ἐϖὶ τὴν αὐτὴν τῆς δεήσεως ϖαϱῆσαν ϛάσιν.
1:24 ϗ τὸ μὲν ϖλῆϑος ὡς ἔμϖϱοσϑεν ἐν τȣ́τοις ἀνεϛϱέφετο δεόμενον.
1:25 οἱ δὲ ϖεϱὶ τὸν ϐασιλέα ϖϱεσϐύτεϱοι ϖολλαχῶς ἐϖειϱῶντο τὸν ἀγέϱωχον αὐτȣ̃ νȣ̃ν ἐξιϛάνειν τῆς ἐντεϑυμημένης ἐϖιϐȣλῆς.
1:26 ϑϱασυνϑεὶς δὲ ϗ ϖάντα ϖαϱαϖέμψας ἤδη ϗ ϖϱόσϐασιν ἐϖοιεῖτο τέλος ἐϖιϑήσειν δοϰῶν τῷ ϖϱοειϱημένῳ.
1:27 ταῦτα ȣ̓͂ν ϗ οἱ ϖεϱὶ αὐτὸν ὄντες ϑεωϱȣ̃ντες ἐτϱάϖησαν εἰς τὸ σὺν τοῖς ἡμετέϱοις ἐϖιϰαλεῖσϑαι τὸν ϖᾶν ϰϱάτος ἔχοντα τοῖς ϖαϱȣ̃σιν ἐϖαμῦναι μὴ ϖαϱιδόντα τὴν ἄνομον ϗ ὑϖεϱήφανον ϖϱᾶξιν.
1:28 ἐϰ δὲ τῆς ϖυϰνοτάτης τε ϗ ἐμϖόνȣ τῶν ὄχλων συναγομένης ϰϱαυγῆς ἀνείϰαϛός τις ἦν ϐοή·
1:29 δοϰεῖν γὰϱ ἦν μὴ μόνον τȣ̀ς ἀνϑϱώϖȣς, ἀλλὰ ϗ τὰ τείχη ϗ τὸ ϖᾶν ἔδαφος ἠχεῖν ἅτε δὴ τῶν ϖάντων τότε ϑάνατον ἀλλασσομένων ἀντὶ τῆς τȣ̃ τόϖȣ ϐεϐηλώσεως.
2:1 Ὁ μὲν ȣ̓͂ν ἀϱχιεϱεὺς Σιμων ἐξ ἐναντίας τȣ̃ ναȣ̃ ϰάμψας τὰ γόνατα ϗ τὰς χεῖϱας ϖϱοτείνας εὐτάϰτως ἐϖοιήσατο τὴν δέησιν τοιαύτην
2:2 Κύϱιε ϰύϱιε, ϐασιλεῦ τῶν ȣ̓ϱανῶν ϗ δέσϖοτα ϖάσης ϰτίσεως, ἅγιε ἐν ἁγίοις, μόναϱχε, ϖαντοϰϱάτωϱ, ϖϱόσχες ἡμῖν ϰαταϖονȣμένοις ὑϖὸ ἀνοσίȣ ϗ ϐεϐήλȣ ϑϱάσει ϗ σϑένει ϖεφϱυαγμένȣ.
2:3 σὺ γὰϱ ὁ ϰτίσας τὰ ϖάντα ϗ τῶν ὅλων ἐϖιϰϱατῶν δυνάϛης δίϰαιος εἶ ϗ τȣ̀ς ὕϐϱει ϗ ἀγεϱωχίᾳ τι ϖϱάσσοντας ϰϱίνεις.
2:4 σὺ τȣ̀ς ἔμϖϱοσϑεν ἀδιϰίαν ϖοιήσαντας, ἐν οἷς ϗ γίγαντες ἦσαν ῥώμῃ ϗ ϑϱάσει ϖεϖοιϑότες, διέφϑειϱας ἐϖαγαγὼν αὐτοῖς ἀμέτϱητον ὕδωϱ.
2:5 σὺ τȣ̀ς ὑϖεϱηφανίαν ἐϱγαζομένȣς Σοδομίτας διαδήλȣς ταῖς ϰαϰίαις γενομένȣς ϖυϱὶ ϗ ϑείῳ ϰατέφλεξας ϖαϱάδειγμα τοῖς ἐϖιγινομένοις ϰαταϛήσας.
2:6 σὺ τὸν ϑϱασὺν Φαϱαω ϰαταδȣλωσάμενον τὸν λαόν σȣ τὸν ἅγιον Ισϱαηλ ϖοιϰίλαις ϗ ϖολλαῖς δοϰιμάσας τιμωϱίαις ἐγνώϱισας τὴν σὴν δύναμιν, ἐφ’ οἷς ἐγνώϱισας τὸ μέγα σȣ ϰϱάτος·
2:7 ϗ ἐϖιδιώξαντα αὐτὸν σὺν ἅϱμασιν ϗ ὄχλων ϖλήϑει ἐϖέϰλυσας ϐάϑει ϑαλάσσης, τȣ̀ς δὲ ἐμϖιϛεύσαντας ἐϖὶ σοὶ τῷ τῆς ἁϖάσης ϰτίσεως δυναϛεύοντι σώȣς διεϰόμισας,
2:8 οἳ ϗ συνιδόντες ἔϱγα σῆς χειϱὸς ᾔνεσάν σε τὸν ϖαντοϰϱάτοϱα.
2:9 σύ, ϐασιλεῦ, ϰτίσας τὴν ἀϖέϱαντον ϗ ἀμέτϱητον γῆν ἐξελέξω τὴν ϖόλιν ταύτην ϗ ἡγίασας τὸν τόϖον τȣ̃τον εἰς ὄνομά σοι τῷ τῶν ἁϖάντων ἀϖϱοσδεεῖ ϗ ϖαϱεδόξασας ἐν ἐϖιφανείᾳ μεγαλοϖϱεϖεῖ σύϛασιν ϖοιησάμενος αὐτȣ̃ ϖϱὸς δόξαν τȣ̃ μεγάλȣ ϗ ἐντίμȣ ὀνόματός σȣ.
2:10 ϗ ἀγαϖῶν τὸν οἶϰον τȣ̃ Ισϱαηλ ἐϖηγγείλω διότι, ἐὰν γένηται ἡμῶν ἀϖοϛϱοφὴ ϗ ϰαταλάϐῃ ἡμᾶς ϛενοχωϱία ϗ ἐλϑόντες εἰς τὸν τόϖον τȣ̃τον δεηϑῶμεν, εἰσαϰȣ́σῃ τῆς δεήσεως ἡμῶν.
2:11 ϗ δὴ ϖιϛὸς εἶ ϗ ἀληϑινός.
2:12 ἐϖεὶ δὲ ϖλεονάϰις ϑλιϐέντων τῶν ϖατέϱων ἡμῶν ἐϐοήϑησας αὐτοῖς ἐν τῇ ταϖεινώσει ϗ ἐϱϱύσω αὐτȣ̀ς ἐϰ μεγάλων ϰαϰῶν,
2:13 ἰδȣ̀ δὲ νῦν, ἅγιε ϐασιλεῦ, διὰ τὰς ϖολλὰς ϗ μεγάλας ἡμῶν ἁμαϱτίας ϰαταϖονȣ́μεϑα ϗ ὑϖετάγημεν τοῖς ἐχϑϱοῖς ἡμῶν ϗ ϖαϱείμεϑα ἐν ἀδυναμίαις.
2:14 ἐν δὲ τῇ ἡμετέϱᾳ ϰαταϖτώσει ὁ ϑϱασὺς ϗ ϐέϐηλος ȣ̔͂τος ἐϖιτηδεύει ϰαϑυϐϱίσαι τὸν ἐϖὶ τῆς γῆς ἀναδεδειγμένον τῷ ὀνόματι τῆς δόξης σȣ ἅγιον τόϖον.
2:15 τὸ μὲν γὰϱ ϰατοιϰητήϱιόν σȣ ȣ̓ϱανὸς τȣ̃ ȣ̓ϱανȣ̃ ἀνέφιϰτος ἀνϑϱώϖοις ἐϛίν.
2:16 ἀλλὰ ἐϖεὶ εὐδοϰήσας τὴν δόξαν σȣ ἐν τῷ λαῷ σȣ Ισϱαηλ ἡγίασας τὸν τόϖον τȣ̃τον,
2:17 μὴ ἐϰδιϰήσῃς ἡμᾶς ἐν τῇ τȣ́των ἀϰαϑαϱσίᾳ μηδὲ εὐϑύνῃς ἡμᾶς ἐν ϐεϐηλώσει, ἵνα μὴ ϰαυχήσωνται οἱ ϖαϱάνομοι ἐν ϑυμῷ αὐτῶν μηδὲ ἀγαλλιάσωνται ἐν ὑϖεϱηφανίᾳ γλώσσης αὐτῶν λέγοντες
2:18 Ἡμεῖς ϰατεϖατήσαμεν τὸν οἶϰον τȣ̃ ἁγιασμȣ̃, ὡς ϰαταϖατȣ̃νται οἱ οἶϰοι τῶν ϖϱοσοχϑισμάτων.
2:19 ἀϖάλειψον τὰς ἁμαϱτίας ἡμῶν ϗ διασϰέδασον τὰς ἀμϐλαϰίας ἡμῶν ϗ ἐϖίφανον τὸ ἔλεός σȣ ϰατὰ τὴν ὥϱαν ταύτην.
2:20 ταχὺ ϖϱοϰαταλαϐέτωσαν ἡμᾶς οἱ οἰϰτιϱμοί σȣ, ϗ δὸς αἰνέσεις ἐν τῷ ϛόματι τῶν ϰαταϖεϖτωϰότων ϗ συντετϱιμμένων τὰς ψυχὰς ϖοιήσας ἡμῖν εἰϱήνην.
2:21 Ἐνταῦϑα ὁ ϖάντων ἐϖόϖτης ϑεὸς ϗ ϖϱοϖάτωϱ ἅγιος ἐν ἁγίοις εἰσαϰȣ́σας τῆς ἐνϑέσμȣ λιτανείας, τὸν ὕϐϱει ϗ ϑϱάσει μεγάλως ἐϖηϱμένον ἐμάϛιξεν αὐτὸν
2:22 ἔνϑεν ϗ ἔνϑεν ϰϱαδάνας αὐτὸν ὡς ϰάλαμον ὑϖὸ ἀνέμȣ ὥϛε ϰατ’ ἐδάφȣς ἄϖϱαϰτον, ἔτι ϗ τοῖς μέλεσιν ϖαϱαλελυμένον μηδὲ φωνῆσαι δύνασϑαι διϰαίᾳ ϖεϱιϖεϖληγμένον ϰϱίσει.
2:23 ὅϑεν οἵ τε φίλοι ϗ σωματοφύλαϰες ὀξεῖαν ἰδόντες τὴν ϰαταλαϐȣ̃σαν αὐτὸν εὔϑυναν φοϐȣ́μενοι μὴ ϗ τὸ ζῆν ἐϰλείϖῃ, ταχέως αὐτὸν ἐξείλϰυσαν ὑϖεϱϐάλλοντι ϰαταϖεϖληγμένοι φόϐῳ.
2:24 ἐν χϱόνῳ δὲ ὕϛεϱον ἀναλεξάμενος αὑτὸν ȣ̓δαμῶς εἰς μετάμελον ἦλϑεν ἐϖιτιμηϑείς, ἀϖειλὰς δὲ ϖιϰϱὰς ϑέμενος ἀνέλυσεν.
2:25 Διαϰομισϑεὶς δὲ εἰς τὴν Αἴγυϖτον ϗ τὰ τῆς ϰαϰίας ἐϖαύξων διά τε τῶν ϖϱοαϖοδεδειγμένων συμϖοτῶν ϗ ἑταίϱων τȣ̃ ϖαντὸς διϰαίȣ ϰεχωϱισμένων
2:26 ȣ̓ μόνον ταῖς ἀναϱιϑμήτοις ἀσελγείαις διηϱϰέσϑη, ἀλλὰ ϗ ἐϖὶ τοσȣ̃τον ϑϱάσȣς ϖϱοῆλϑεν ὥϛε δυσφημίας ἐν τοῖς τόϖοις συνίϛασϑαι ϗ ϖολλȣ̀ς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τȣ̃ ϐασιλέως ϖϱόϑεσιν ϗ αὐτȣ̀ς ἕϖεσϑαι τῇ ἐϰείνȣ ϑελήσει.
2:27 ϖϱοέϑετο δημοσίᾳ ϰατὰ τȣ̃ ἔϑνȣς διαδȣ̃ναι ψόγον· ἐϖὶ τȣ̃ ϰατὰ τὴν αὐλὴν ϖύϱγȣ ϛήλην ἀναϛήσας ἐϰόλαψεν γϱαφὴν
2:28 μηδένα τῶν μὴ ϑυόντων εἰς τὰ ἱεϱὰ αὐτῶν εἰσιέναι, ϖάντας δὲ τȣ̀ς Ιȣδαίȣς εἰς λαογϱαφίαν ϗ οἰϰετιϰὴν διάϑεσιν ἀχϑῆναι, τȣ̀ς δὲ ἀντιλέγοντας ϐίᾳ φεϱομένȣς τȣ̃ ζῆν μεταϛῆσαι,
2:29 τȣ́ς τε ἀϖογϱαφομένȣς χαϱάσσεσϑαι ϗ διὰ ϖυϱὸς εἰς τὸ σῶμα ϖαϱασήμῳ Διονύσȣ ϰισσοφύλλῳ, ȣ̔̀ς ϗ ϰαταχωϱίσαι εἰς τὴν ϖϱοσυνεϛαλμένην αὐϑεντίαν.
2:30 ἵνα δὲ μὴ τοῖς ϖᾶσιν ἀϖεχϑόμενος φαίνηται, ὑϖέγϱαψεν Ἐὰν δέ τινες ἐξ αὐτῶν ϖϱοαιϱῶνται ἐν τοῖς ϰατὰ τὰς τελετὰς μεμυημένοις ἀναϛϱέφεσϑαι, τȣ́τȣς ἰσοϖολίτας Ἀλεξανδϱεῦσιν εἶναι.
2:31 Ἔνιοι μὲν ȣ̓͂ν ἐϖιϖολαίως τὰς τῆς ϖόλεως εὐσεϐείας ἐϖιϐάϑϱας ϛυγȣ̃ντες εὐχεϱῶς ἑαυτȣ̀ς ἐδίδοσαν ὡς μεγάλης τινὸς ϰοινωνήσοντες εὐϰλείας ἀϖὸ τῆς ἐσομένης τῷ ϐασιλεῖ συναναϛϱοφῆς.
2:32 οἱ δὲ ϖλεῖϛοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν ϗ ȣ̓ διέϛησαν τῆς εὐσεϐείας τά τε χϱήματα ϖεϱὶ τȣ̃ ζῆν ἀντιϰαταλλασσόμενοι ἀδεῶς ἐϖειϱῶντο ἑαυτȣ̀ς ῥύσασϑαι ἐϰ τῶν ἀϖογϱαφῶν·
2:33 εὐέλϖιδές τε ϰαϑειϛήϰεισαν ἀντιλήμψεως τεύξασϑαι ϗ τȣ̀ς ἀϖοχωϱȣ̃ντας ἐξ αὐτῶν ἐϐδελύσσοντο ϗ ὡς ϖολεμίȣς τȣ̃ ἔϑνȣς ἔϰϱινον ϗ τῆς ϰοινῆς συναναϛϱοφῆς ϗ εὐχϱηϛίας ἐϛέϱȣν.
3:1 Ἃ ϗ μεταλαμϐάνων ὁ δυσσεϐὴς ἐϖὶ τοσȣ̃τον ἐξεχόλησεν ὥϛε ȣ̓ μόνον τοῖς ϰατὰ Ἀλεξάνδϱειαν διοϱγίζεσϑαι, ἀλλὰ ϗ τοῖς ἐν τῇ χώϱᾳ ϐαϱυτέϱως ἐναντιωϑῆναι ϗ ϖϱοϛάξαι σϖεύσαντας συναγαγεῖν ϖάντας ἐϖὶ τὸ αὐτὸ ϗ χειϱίϛῳ μόϱῳ τȣ̃ ζῆν μεταϛῆσαι.
3:2 τȣ́των δὲ οἰϰονομȣμένων φήμη δυσμενὴς ἐξηχεῖτο ϰατὰ τȣ̃ γένȣς ἀνϑϱώϖοις συμφϱονȣ̃σιν εἰς ϰαϰοϖοίησιν ἀφοϱμῆς διδομένης εἰς διάϑεσιν ὡς ἂν ἀϖὸ τῶν νομίμων αὐτȣ̀ς ϰωλυόντων.
3:3 οἱ δὲ Ιȣδαῖοι τὴν μὲν ϖϱὸς τȣ̀ς ϐασιλεῖς εὔνοιαν ϗ ϖίϛιν ἀδιάϛϱοφον ἦσαν φυλάσσοντες,
3:4 σεϐόμενοι δὲ τὸν ϑεὸν ϗ τῷ τȣ́τȣ νόμῳ ϖολιτευόμενοι χωϱισμὸν ἐϖοίȣν ἐϖὶ τῷ ϰατὰ τὰς τϱοφάς, δι’ ἣν αἰτίαν ἐνίοις ἀϖεχϑεῖς ἐφαίνοντο.
3:5 τῇ δὲ τῶν διϰαίων εὐϖϱαξίᾳ ϰοσμȣ̃ντες τὴν συναναϛϱοφὴν ἅϖασιν ἀνϑϱώϖοις εὐδόϰιμοι ϰαϑειϛήϰεισαν.
3:6 τὴν μὲν ȣ̓͂ν ϖεϱὶ τȣ̃ γένȣς ἐν ϖᾶσιν ϑϱυλȣμένην εὐϖϱαξίαν οἱ ἀλλόφυλοι ȣ̓δαμῶς διηϱιϑμήσαντο,
3:7 τὴν δὲ ϖεϱὶ τῶν ϖϱοσϰυνήσεων ϗ τϱοφῶν διάϛασιν ἐϑϱύλȣν φάσϰοντες μήτε τῷ ϐασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσϖόνδȣς τȣ̀ς ἀνϑϱώϖȣς γίνεσϑαι, δυσμενεῖς δὲ εἶναι ϗ μέγα τι τοῖς ϖϱάγμασιν ἐναντιȣμένȣς· ϗ ȣ̓ τῷ τυχόντι ϖεϱιῆψαν ψόγῳ.
3:8 οἱ δὲ ϰατὰ τὴν ϖόλιν Ἕλληνες ȣ̓δὲν ἠδιϰημένοι ταϱαχὴν ἀϖϱοσδόϰητον ϖεϱὶ τȣ̀ς ἀνϑϱώϖȣς ϑεωϱȣ̃ντες ϗ συνδϱομὰς ἀϖϱοσϰόϖȣς γινομένας ϐοηϑεῖν μὲν ȣ̓ϰ ἔσϑενον, τυϱαννιϰὴ γὰϱ ἦν ἡ διάϑεσις, ϖαϱεϰάλȣν δὲ ϗ δυσφόϱως εἶχον ϗ μεταϖεσεῖσϑαι ταῦτα ὑϖελάμϐανον·
3:9 μὴ γὰϱ ȣ̔́τω ϖαϱοϱαϑήσεσϑαι τηλιϰȣ̃το σύϛεμα μηδὲν ἠγνοηϰός.
3:10 ἤδη δὲ ϰαί τινες γείτονές τε ϗ φίλοι ϗ συμϖϱαγματευόμενοι μυϛιϰῶς τινας ἐϖισϖώμενοι ϖίϛεις ἐδίδȣν συνασϖιεῖν ϗ ϖᾶν ἐϰτενὲς ϖϱοσοίσεσϑαι ϖϱὸς ἀντίλημψιν.
3:11 Ἐϰεῖνος μὲν ȣ̓͂ν τῇ ϰατὰ τὸ ϖαϱὸν εὐημεϱίᾳ γεγαυϱωμένος ϗ ȣ̓ ϰαϑοϱῶν τὸ τȣ̃ μεγίϛȣ ϑεȣ̃ ϰϱάτος, ὑϖολαμϐάνων δὲ διηνεϰῶς ἐν τῇ αὐτῇ διαμενεῖν ϐȣλῇ, ἔγϱαψεν ϰατ’ αὐτῶν ἐϖιϛολὴν τήνδε
3:12 Βασιλεὺς Πτολεμαῖος Φιλοϖάτωϱ τοῖς ϰατ’ Αἴγυϖτον ϗ ϰατὰ τόϖον ϛϱατηγοῖς ϗ ϛϱατιώταις χαίϱειν ϗ ἐϱϱῶσϑαι·
3:13 ἔϱϱωμαι δὲ ϗ αὐτὸς ἐγὼ ϗ τὰ ϖϱάγματα ἡμῶν.
3:14 τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐϖιϛϱατείας, ἧς ἴϛε ϗ αὐτοί, τῇ τῶν ϑεῶν ἀϖϱοϖτώτῳ συμμαχίᾳ ϰατὰ λόγον ἐϖὶ τέλος ἀχϑείσης
3:15 ἡγησάμεϑα μὴ ϐίᾳ δόϱατος, ἐϖιειϰείᾳ δὲ ϗ ϖολλῇ φιλανϑϱωϖίᾳ τιϑηνήσασϑαι τὰ ϰατοιϰȣ̃ντα Κοίλην Συϱίαν ϗ Φοινίϰην ἔϑνη εὖ ϖοιῆσαί τε ἀσμένως.
3:16 ϗ τοῖς ϰατὰ ϖόλιν ἱεϱοῖς ἀϖονείμαντες ϖϱοσόδȣς ϖλείϛας ϖϱοήχϑημεν ϗ εἰς τὰ Ιεϱοσόλυμα ἀναϐάντες τιμῆσαι τὸ ἱεϱὸν τῶν ἀλιτηϱίων ϗ μηδέϖοτε ληγόντων τῆς ἀνοίας.
3:17 οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέϱαν ἀϖοδεξάμενοι ϖαϱȣσίαν, τῷ δὲ ϖϱάγματι νόϑως, ϖϱοϑυμηϑέντων ἡμῶν εἰσελϑεῖν εἰς τὸν ναὸν αὐτῶν ϗ τοῖς ἐϰϖϱεϖέσιν ϗ ϰαλλίϛοις ἀναϑήμασιν τιμῆσαι
3:18 τύφοις φεϱόμενοι ϖαλαιοτέϱοις εἶϱξαν ἡμᾶς τῆς εἰσόδȣ λειϖόμενοι τῆς ἡμετέϱας ἀλϰῆς δι’ ἣν ἔχομεν ϖϱὸς ἅϖαντας ἀνϑϱώϖȣς φιλανϑϱωϖίαν.
3:19 τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμένειαν ἔϰδηλον ϰαϑιϛάντες ὡς μονώτατοι τῶν ἐϑνῶν ϐασιλεῦσιν ϗ τοῖς ἑαυτῶν εὐεϱγέταις ὑψαυχενȣ̃ντες ȣ̓δὲν γνήσιον ϐȣ́λονται φέϱειν.
3:20 ἡμεῖς δὲ τῇ τȣ́των ἀνοίᾳ συμϖεϱιενεχϑέντες ϗ μετὰ νίϰης διαϰομισϑέντες εἰς τὴν Αἴγυϖτον τοῖς ϖᾶσιν ἔϑνεσιν φιλανϑϱώϖως ἀϖαντήσαντες ϰαϑὼς ἔϖϱεϖεν ἐϖοιήσαμεν,
3:21 ἐν δὲ τȣ́τοις ϖϱὸς τȣ̀ς ὁμοφύλȣς αὐτῶν ἀμνησιϰαϰίαν ἅϖασιν γνωϱίζοντες· διά τε τὴν συμμαχίαν ϗ τὰ ϖεϖιϛευμένα μετὰ ἁϖλότητος αὐτοῖς ἀϱχῆϑεν μύϱια ϖϱάγματα τολμήσαντες ἐξαλλοιῶσαι ἐϐȣλήϑημεν ϗ ϖολιτείας αὐτȣ̀ς Ἀλεξανδϱέων ϰαταξιῶσαι ϗ μετόχȣς τῶν ἀεὶ ἱεϱῶν ϰαταϛῆσαι.
3:22 οἱ δὲ τȣ̓ναντίον ἐϰδεχόμενοι ϗ τῇ συμφύτῳ ϰαϰοηϑείᾳ τὸ ϰαλὸν ἀϖωσάμενοι, διηνεϰῶς δὲ εἰς τὸ φαῦλον ἐϰνεύοντες
3:23 ȣ̓ μόνον ἀϖεϛϱέψαντο τὴν ἀτίμητον ϖολιτείαν, ἀλλὰ ϗ ϐδελύσσονται λόγῳ τε ϗ σιγῇ τȣ̀ς ἐν αὐτοῖς ὀλίγȣς ϖϱὸς ἡμᾶς γνησίως διαϰειμένȣς ϖαϱ’ ἕϰαϛα ὑφοϱώμενοι μετὰ τῆς δυσϰλεεϛάτης ἐμϐιώσεως διὰ τάχȣς ἡμᾶς ϰαταϛϱέψαι τὰ ϖϱάγματα.
3:24 διὸ ϗ τεϰμηϱίοις ϰαλῶς ϖεϖεισμένοι τȣ́τȣς ϰατὰ ϖάντα δυσνοεῖν ἡμῖν τϱόϖον ϗ ϖϱονοȣ́μενοι μήϖοτε αἰφνιδίȣ μετέϖειτα ταϱαχῆς ἐνϛάσης ἡμῖν τȣ̀ς δυσσεϐεῖς τȣ́τȣς ϰατὰ νώτȣ ϖϱοδότας ϗ ϐαϱϐάϱȣς ἔχωμεν ϖολεμίȣς
3:25 ϖϱοϛετάχαμεν ἅμα τῷ ϖϱοσϖεσεῖν τὴν ἐϖιϛολὴν τήνδε αὐϑωϱὶ τȣ̀ς ἐννεμομένȣς σὺν γυναιξὶ ϗ τέϰνοις μετὰ ὕϐϱεων ϗ σϰυλμῶν ἀϖοϛεῖλαι ϖϱὸς ἡμᾶς ἐν δεσμοῖς σιδηϱοῖς ϖάντοϑεν ϰαταϰεϰλεισμένȣς, εἰς ἀνήϰεϛον ϗ δυσϰλεῆ ϖϱέϖοντα δυσμενέσι φόνον.
3:26 τȣ́των γὰϱ ὁμȣ̃ ϰολασϑέντων διειλήφαμεν εἰς τὸν ἐϖίλοιϖον χϱόνον τελείως ἡμῖν τὰ ϖϱάγματα ἐν εὐϛαϑείᾳ ϗ τῇ ϐελτίϛῃ διαϑέσει ϰαταϛαϑήσεσϑαι.
3:27 ὃς δ’ ἂν σϰεϖάσῃ τινὰ τῶν Ιȣδαίων ἀϖὸ γεϱαιȣ̃ μέχϱι νηϖίȣ ϗ μέχϱι τῶν ὑϖομαϛιδίων, αἰσχίϛαις ϐασάνοις ἀϖοτυμϖανισϑήσεται ϖανοιϰίᾳ.
3:28 μηνύειν δὲ τὸν ϐȣλόμενον, ἐφ’ ᾧ τὴν ȣ̓σίαν τȣ̃ ἐμϖίϖτοντος ὑϖὸ τὴν εὔϑυναν λήμψεται ϗ ἐϰ τȣ̃ ϐασιλιϰȣ̃ ἀϱγυϱίȣ δϱαχμὰς δισχιλίας ϗ τῇ ἐλευϑεϱίᾳ ϛεφανωϑήσεται.
3:29 ϖᾶς δὲ τόϖος, ȣ̔͂ ἐὰν φωϱαϑῇ τὸ σύνολον σϰεϖαζόμενος Ιȣδαῖος, ἄϐατος ϗ ϖυϱιφλεγὴς γινέσϑω ϗ ϖάσῃ ϑνητῇ φύσει ϰαϑ’ ἅϖαν ἄχϱηϛος φανήσεται εἰς τὸν ἀεὶ χϱόνον.
3:30 Ϗ ὁ μὲν τῆς ἐϖιϛολῆς τύϖος ȣ̔́τως ἐγέγϱαϖτο.
4:1 Πάντῃ δέ, ὅϖȣ ϖϱοσέϖιϖτεν τȣ̃το τὸ ϖϱόϛαγμα, δημοτελὴς συνίϛατο τοῖς ἔϑνεσιν εὐωχία μετὰ ἀλαλαγμῶν ϗ χαϱᾶς ὡς ἂν τῆς ϖϱοϰατεσϰιϱωμένης αὐτοῖς ϖάλαι ϰατὰ διάνοιαν μετὰ ϖαϱϱησίας νῦν ἐϰφαινομένης ἀϖεχϑείας.
4:2 τοῖς δὲ Ιȣδαίοις ἄληϰτον ϖένϑος ἦν ϗ ϖανόδυϱτος μετὰ δαϰϱύων ϐοὴ ϛεναγμοῖς ϖεϖυϱωμένης ϖάντοϑεν αὐτῶν τῆς ϰαϱδίας ὀλοφυϱομένων τὴν ἀϖϱοσδόϰητον ἐξαίφνης αὐτοῖς ἐϖιϰϱιϑεῖσαν ὀλεϑϱίαν.
4:3 τίς νομὸς ἢ ϖόλις ἢ τίς τὸ σύνολον οἰϰητὸς τόϖος ἢ τίνες ἀγυιαὶ ϰοϖετȣ̃ ϗ γόων ἐϖ’ αὐτοῖς ȣ̓ϰ ἐνεϖιϖλῶντο;
4:4 ȣ̔́τως γὰϱ μετὰ ϖιϰϱίας ἀνοίϰτȣ ψυχῆς ὑϖὸ τῶν ϰατὰ ϖόλιν ϛϱατηγῶν ὁμοϑυμαδὸν ἐξαϖεϛέλλοντο ὥϛε ἐϖὶ ταῖς ἐξάλλοις τιμωϱίαις ϰαί τινας τῶν ἐχϑϱῶν λαμϐάνοντας ϖϱὸ τῶν ὀφϑαλμῶν τὸν ϰοινὸν ἔλεον ϗ λογιζομένȣς τὴν ἄδηλον τȣ̃ ϐίȣ ϰαταϛϱοφὴν δαϰϱύειν αὐτῶν τὴν δυσάϑλιον ἐξαϖοϛολήν.
4:5 ἤγετο γὰϱ γεϱαιῶν ϖλῆϑος ϖολιᾷ ϖεϖυϰασμένων, τὴν ἐϰ τȣ̃ γήϱως νωϑϱότητα ϖοδῶν ἐϖίϰυφον ἀνατϱοϖῆς ὁϱμῇ ϐιαίας ἁϖάσης αἰδȣ̃ς ἄνευ ϖϱὸς ὀξεῖαν ϰαταχϱωμένων ϖοϱείαν.
4:6 αἱ δὲ ἄϱτι ϖϱὸς ϐίȣ ϰοινωνίαν γαμιϰὸν ὑϖεληλυϑυῖαι ϖαϛὸν νεάνιδες ἀντὶ τέϱψεως μεταλαϐȣ̃σαι γόȣς ϗ ϰόνει τὴν μυϱοϐϱεχῆ ϖεφυϱμέναι ϰόμην, ἀϰαλύϖτως δὲ ἀγόμεναι ϑϱῆνον ἀνϑ’ ὑμεναίων ὁμοϑυμαδὸν ἐξῆϱχον ὡς ἐσϖαϱαγμέναι σϰυλμοῖς ἀλλοεϑνέσιν·
4:7 δέσμιαι δὲ δημοσίᾳ μέχϱι τῆς εἰς τὸ ϖλοῖον ἐμϐολῆς εἵλϰοντο μετὰ ϐίας.
4:8 οἵ τε τȣ́των συνζυγεῖς ϐϱόχοις ἀντὶ ϛεφέων τȣ̀ς αὐχένας ϖεϱιϖεϖλεγμένοι μετὰ ἀϰμαίας νεανιϰῆς ἡλιϰίας ἀντὶ εὐωχίας ϗ νεωτεϱιϰῆς ῥᾳϑυμίας τὰς ἐϖιλοίϖȣς τῶν γάμων ἡμέϱας ἐν ϑϱήνοις διῆγον ϖαϱὰ ϖόδας ἤδη τὸν ᾅδην ὁϱῶντες ϰείμενον.
4:9 ϰατήχϑησαν δὲ ϑηϱίων τϱόϖον ἀγόμενοι σιδηϱοδέσμοις ἀνάγϰαις, οἱ μὲν τοῖς ζυγοῖς τῶν ϖλοίων ϖϱοσηλωμένοι τȣ̀ς τϱαχήλȣς, οἱ δὲ τȣ̀ς ϖόδας ἀϱϱήϰτοις ϰατησφαλισμένοι ϖέδαις,
4:10 ἔτι ϗ τῷ ϰαϑύϖεϱϑε ϖυϰνῷ σανιδώματι διαϰειμένῳ, ὅϖως ϖάντοϑεν ἐσϰοτισμένοι τȣ̀ς ὀφϑαλμȣ̀ς ἀγωγὴν ἐϖιϐȣ́λων ἐν ϖαντὶ τῷ ϰατάϖλῳ λαμϐάνωσιν.
4:11 Τȣ́των δὲ ἐϖὶ τὴν λεγομένην Σχεδίαν ἀχϑέντων ϗ τȣ̃ ϖαϱάϖλȣ ϖεϱανϑέντος, ϰαϑὼς ἦν δεδογματισμένον τῷ ϐασιλεῖ, ϖϱοσέταξεν αὐτȣ̀ς ἐν τῷ ϖϱὸ τῆς ϖόλεως ἱϖϖοδϱόμῳ ϖαϱεμϐαλεῖν ἀϖλάτῳ ϰαϑεϛῶτι ϖεϱιμέτϱῳ ϗ ϖϱὸς ϖαϱαδειγματισμὸν ἄγαν εὐϰαιϱοτάτῳ ϰαϑεϛῶτι ϖᾶσι τοῖς ϰαταϖοϱευομένοις εἰς τὴν ϖόλιν ϗ τοῖς ἐϰ τȣ́των εἰς τὴν χώϱαν ϛελλομένοις ϖϱὸς ἐϰδημίαν ϖϱὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτȣ̃ ϰοινωνεῖν μηδὲ τὸ σύνολον ϰαταξιῶσαι ϖεϱιϐόλων.
4:12 ὡς δὲ τȣ̃το ἐγενήϑη, ἀϰȣ́σας τȣ̀ς ἐϰ τῆς ϖόλεως ὁμοεϑνεῖς ϰϱυϐῇ ἐϰϖοϱευομένȣς ϖυϰνότεϱον ἀϖοδύϱεσϑαι τὴν ἀϰλεῆ τῶν ἀδελφῶν ταλαιϖωϱίαν
4:13 διοϱγισϑεὶς ϖϱοσέταξεν ϗ τȣ́τοις ὁμȣ̃ τὸν αὐτὸν τϱόϖον ἐϖιμελῶς ὡς ἐϰείνοις ϖοιῆσαι μὴ λειϖομένοις ϰατὰ μηδένα τϱόϖον τῆς ἐϰείνων τιμωϱίας,
4:14 ἀϖογϱαφῆναι δὲ ϖᾶν τὸ φῦλον ἐξ ὀνόματος, ȣ̓ϰ εἰς τὴν ἔμϖϱοσϑεν ϐϱαχεῖ ϖϱοδεδηλωμένην τῶν ἔϱγων ϰατάϖονον λατϱείαν, ϛϱεϐλωϑέντας δὲ ταῖς ϖαϱηγγελμέναις αἰϰίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑϖὸ ϰαιϱὸν ἡμέϱας.
4:15 ἐγίνετο μὲν ȣ̓͂ν ἡ τȣ́των ἀϖογϱαφὴ μετὰ ϖιϰϱᾶς σϖȣδῆς ϗ φιλοτίμȣ ϖϱοσεδϱείας ἀϖὸ ἀνατολῶν ἡλίȣ μέχϱι δυσμῶν ἀνήνυτον λαμϐάνȣσα τὸ τέλος ἐϖὶ ἡμέϱας τεσσαϱάϰοντα.
4:16 Μεγάλως δὲ ϗ διηνεϰῶς ὁ ϐασιλεὺς χαϱᾷ ϖεϖληϱωμένος συμϖόσια ἐϖὶ ϖάντων τῶν εἰδώλων συνιϛάμενος ϖεϖλανημένῃ ϖόϱϱω τῆς ἀληϑείας φϱενὶ ϗ ϐεϐήλῳ ϛόματι τὰ μὲν ϰωφὰ ϗ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀϱήγειν ἐϖαινῶν, εἰς δὲ τὸν μέγιϛον ϑεὸν τὰ μὴ ϰαϑήϰοντα λαλῶν.
4:17 μετὰ δὲ τὸ ϖϱοειϱημένον τȣ̃ χϱόνȣ διάϛημα ϖϱοσηνέγϰαντο οἱ γϱαμματεῖς τῷ ϐασιλεῖ μηϰέτι ἰσχύειν τὴν τῶν Ιȣδαίων ἀϖογϱαφὴν ϖοιεῖσϑαι διὰ τὴν ἀμέτϱητον αὐτῶν ϖληϑὺν
4:18 ϰαίϖεϱ ὄντων ἔτι ϰατὰ τὴν χώϱαν τῶν ϖλειόνων, τῶν μὲν ϰατὰ τὰς οἰϰίας ἔτι συνεϛηϰότων, τῶν δὲ ϗ ϰατὰ τόϖον, ὡς ἀδυνάτȣ ϰαϑεϛῶτος ϖᾶσιν τοῖς ἐϖ’ Αἴγυϖτον ϛϱατηγοῖς.
4:19 ἀϖειλήσαντος δὲ αὐτοῖς σϰληϱότεϱον ὡς δεδωϱοϰοϖημένοις εἰς μηχανὴν τῆς ἐϰφυγῆς συνέϐη σαφῶς αὐτὸν ϖεϱὶ τȣ́τȣ ϖιϛωϑῆναι
4:20 λεγόντων μετὰ ἀϖοδείξεως ϗ τὴν χαϱτηϱίαν ἤδη ϗ τȣ̀ς γϱαφιϰȣ̀ς ϰαλάμȣς, ἐν οἷς ἐχϱῶντο, ἐϰλελοιϖέναι.
4:21 τȣ̃το δὲ ἦν ἐνέϱγεια τῆς τȣ̃ ϐοηϑȣ̃ντος τοῖς Ιȣδαίοις ἐξ ȣ̓ϱανȣ̃ ϖϱονοίας ἀνιϰήτȣ.
5:1 Τότε ϖϱοσϰαλεσάμενος Ἕϱμωνα τὸν ϖϱὸς τῇ τῶν ἐλεφάντων ἐϖιμελείᾳ ϐαϱείᾳ μεμεϛωμένος ὀϱγῇ ϗ χόλῳ ϰατὰ ϖᾶν ἀμετάϑετος
5:2 ἐϰέλευσεν ὑϖὸ τὴν ἐϖεϱχομένην ἡμέϱαν δαψιλέσι δϱάϰεσι λιϐανωτȣ̃ ϗ οἴνῳ ϖλείονι ἀϰϱάτῳ ἅϖαντας τȣ̀ς ἐλέφαντας ϖοτίσαι ὄντας τὸν ἀϱιϑμὸν ϖενταϰοσίȣς ϗ ἀγϱιωϑέντας τῇ τȣ̃ ϖόματος ἀφϑόνῳ χοϱηγίᾳ εἰσαγαγεῖν ϖϱὸς συνάντησιν τȣ̃ μόϱȣ τῶν Ιȣδαίων.
5:3 ὁ μὲν τάδε ϖϱοϛάσσων ἐτϱέϖετο ϖϱὸς τὴν εὐωχίαν συναγαγὼν τȣ̀ς μάλιϛα τῶν φίλων ϗ τῆς ϛϱατιᾶς ἀϖεχϑῶς ἔχοντας ϖϱὸς τȣ̀ς Ιȣδαίȣς.
5:4 ὁ δὲ ἐλεφαντάϱχης τὸ ϖϱοϛαγὲν ἀϱαϱότως Ἕϱμων συνετέλει.
5:5 οἵ τε ϖϱὸς τȣ́τοις λειτȣϱγοὶ ϰατὰ τὴν ἑσϖέϱαν ἐξιόντες τὰς τῶν ταλαιϖωϱȣ́ντων ἐδέσμευον χεῖϱας τήν τε λοιϖὴν ἐμηχανῶντο ϖεϱὶ αὐτȣ̀ς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμȣ̃ λήμψεσϑαι τὸ φῦλον ϖέϱας τῆς ὀλεϑϱίας.
5:6 οἱ δὲ ϖάσης σϰέϖης ἔϱημοι δοϰȣ̃ντες εἶναι τοῖς ἔϑνεσιν Ιȣδαῖοι διὰ τὴν ϖάντοϑεν ϖεϱιέχȣσαν αὐτȣ̀ς μετὰ δεσμῶν ἀνάγϰην
5:7 τὸν ϖαντοϰϱάτοϱα ϰύϱιον ϗ ϖάσης δυνάμεως δυναϛεύοντα, ἐλεήμονα ϑεὸν αὐτῶν ϗ ϖατέϱα, δυσϰαταϖαύϛῳ ϐοῇ ϖάντες μετὰ δαϰϱύων ἐϖεϰαλέσαντο δεόμενοι
5:8 τὴν ϰατ’ αὐτῶν μεταϛϱέψαι ϐȣλὴν ἀνοσίαν ϗ ῥύσασϑαι αὐτȣ̀ς μετὰ μεγαλομεϱȣ̃ς ἐϖιφανείας ἐϰ τȣ̃ ϖαϱὰ ϖόδας ἐν ἑτοίμῳ μόϱȣ.
5:9 τȣ́των μὲν ȣ̓͂ν ἐϰτενῶς ἡ λιτανεία ἀνέϐαινεν εἰς τὸν ȣ̓ϱανόν.
5:10 Ὁ δὲ Ἕϱμων τȣ̀ς ἀνηλεεῖς ἐλέφαντας ϖοτίσας ϖεϖληϱωμένȣς τῆς τȣ̃ οἴνȣ ϖολλῆς χοϱηγίας ϗ τȣ̃ λιϐάνȣ μεμεϛωμένȣς ὄϱϑϱιος ἐϖὶ τὴν αὐλὴν ϖαϱῆν ϖεϱὶ τȣ́των ϖϱοσαγγεῖλαι τῷ ϐασιλεῖ.
5:11 τὸ δὲ ἀϖ’ αἰῶνος χϱόνȣ ϰτίσμα ϰαλὸν ἐν νυϰτὶ ϗ ἡμέϱᾳ ἐϖιϐαλλόμενον ὑϖὸ τȣ̃ χαϱιζομένȣ ϖᾶσιν, οἷς ἂν αὐτὸς ϑελήσῃ, ὕϖνȣ μέϱος ἀϖέϛειλεν εἰς τὸν ϐασιλέα,
5:12 ϗ ἡδίϛῳ ϗ ϐαϑεῖ ϰατεσχέϑη τῇ ἐνεϱγείᾳ τȣ̃ δεσϖότȣ τῆς ἀϑέσμȣ μὲν ϖϱοϑέσεως ϖολὺ διεσφαλμένος, τȣ̃ δὲ ἀμεταϑέτȣ λογισμȣ̃ μεγάλως διεψευσμένος.
5:13 οἵ τε Ιȣδαῖοι τὴν ϖϱοσημανϑεῖσαν ὥϱαν διαφυγόντες τὸν ἅγιον ᾔνȣν ϑεὸν αὐτῶν ϗ ϖάλιν ἠξίȣν τὸν εὐϰατάλλαϰτον δεῖξαι μεγαλοσϑενȣ̃ς ἑαυτȣ̃ χειϱὸς ϰϱάτος ἔϑνεσιν ὑϖεϱηφάνοις.
5:14 μεσȣ́σης δὲ ἤδη δεϰάτης ὥϱας σχεδὸν ὁ ϖϱὸς ταῖς ϰλήσεσιν τεταγμένος ἀϑϱόȣς τȣ̀ς ϰλητȣ̀ς ἰδὼν ἔνυξεν ϖϱοσελϑὼν τὸν ϐασιλέα.
5:15 ϗ μόλις διεγείϱας ὑϖέδειξε τὸν τῆς συμϖοσίας ϰαιϱὸν ἤδη ϖαϱατϱέχοντα τὸν ϖεϱὶ τȣ́των λόγον ϖοιȣ́μενος.
5:16 ὃν ὁ ϐασιλεὺς λογισάμενος ϗ τϱαϖεὶς εἰς τὸν ϖότον ἐϰέλευσεν τȣ̀ς ϖαϱαγεγονότας ἐϖὶ τὴν συμϖοσίαν ἄντιϰϱυς ἀναϰλῖναι αὐτȣ̃.
5:17 ȣ̔͂ ϗ γενομένȣ ϖαϱῄνει εἰς εὐωχίαν δόντας ἑαυτȣ̀ς τὸ ϖαϱὸν τῆς συμϖοσίας ἐϖὶ ϖολὺ γεϱαιϱομένȣς εἰς εὐφϱοσύνην ϰαταϑέσϑαι μέϱος.
5:18 ἐϖὶ ϖλεῖον δὲ ϖϱοϐαινȣ́σης τῆς ὁμιλίας τὸν Ἕϱμωνα ϖϱοσϰαλεσάμενος ὁ ϐασιλεὺς μετὰ ϖιϰϱᾶς ἀϖειλῆς ἐϖυνϑάνετο, τίνος ἕνεϰεν αἰτίας εἰάϑησαν οἱ Ιȣδαῖοι τὴν ϖεϱιȣ̃σαν ἡμέϱαν ϖεϱιϐεϐιωϰότες.
5:19 τȣ̃ δὲ ὑϖοδείξαντος ἔτι νυϰτὸς τὸ ϖϱοϛαγὲν ἐϖὶ τέλος ἀγειοχέναι ϗ τῶν φίλων αὐτῷ ϖϱοσμαϱτυϱησάντων
5:20 τὴν ὠμότητα χείϱονα Φαλάϱιδος ἐσχηϰὼς ἔφη τῷ τῆς σήμεϱον ὕϖνῳ χάϱιν ἔχειν αὐτȣ́ς· ἀνυϖεϱϑέτως δὲ εἰς τὴν ἐϖιτελȣ̃σαν ἡμέϱαν ϰατὰ τὸ ὅμοιον ἑτοίμασον τȣ̀ς ἐλέφαντας ἐϖὶ τὸν τῶν ἀϑεμίτων Ιȣδαίων ἀφανισμόν.
5:21 εἰϖόντος δὲ τȣ̃ ϐασιλέως ἀσμένως ϖάντες μετὰ χαϱᾶς οἱ ϖαϱόντες ὁμȣ̃ συναινέσαντες εἰς τὸν ἴδιον οἶϰον ἕϰαϛος ἀνέλυσεν.
5:22 ϗ ȣ̓χ ȣ̔́τως εἰς ὕϖνον ϰατεχϱήσαντο τὸν χϱόνον τῆς νυϰτός, ὡς εἰς τὸ ϖαντοίȣς μηχανᾶσϑαι τοῖς ταλαιϖώϱοις δοϰȣ̃σιν ἐμϖαιγμȣ́ς.
5:23 Ἄϱτι δὲ ἀλεϰτϱυὼν ἐϰέϰϱαγεν ὄϱϑϱιος, ϗ τὰ ϑηϱία ϰαϑωϖλιϰὼς ὁ Ἕϱμων ἐν τῷ μεγάλῳ ϖεϱιϛύλῳ διεϰίνει.
5:24 τὰ δὲ ϰατὰ τὴν ϖόλιν ϖλήϑη συνήϑϱοιϛο ϖϱὸς τὴν οἰϰτϱοτάτην ϑεωϱίαν ϖϱοσδοϰῶντα τὴν ϖϱωίαν μετὰ σϖȣδῆς.
5:25 οἱ δὲ Ιȣδαῖοι ϰατὰ τὸν ἀμεϱῆ ψυχȣλϰȣ́μενοι χϱόνον ϖολύδαϰϱυν ἱϰετείαν ἐν μέλεσιν γοεϱοῖς τείνοντες τὰς χεῖϱας εἰς τὸν ȣ̓ϱανὸν ἐδέοντο τȣ̃ μεγίϛȣ ϑεȣ̃ ϖάλιν αὐτοῖς ϐοηϑῆσαι συντόμως.
5:26 ȣ̓́ϖω δὲ ἡλίȣ ϐολαὶ ϰατεσϖείϱοντο, ϗ τȣ̃ ϐασιλέως τȣ̀ς φίλȣς ἐϰδεχομένȣ ὁ Ἕϱμων ϖαϱαϛὰς ἐϰάλει ϖϱὸς τὴν ἔξοδον ὑϖοδειϰνύων τὸ ϖϱόϑυμον τȣ̃ ϐασιλέως ἐν ἑτοίμῳ ϰεῖσϑαι.
5:27 τȣ̃ δὲ ἀϖοδεξαμένȣ ϗ ϰαταϖλαγέντος ἐϖὶ τῇ ϖαϱανόμῳ ἐξόδῳ ϰατὰ ϖᾶν ἀγνωσίᾳ ϰεϰϱατημένος ἐϖυνϑάνετο, τί τὸ ϖϱᾶγμα, ἐφ’ ȣ̔͂ τȣ̃το αὐτῷ μετὰ σϖȣδῆς τετέλεϛαι·
5:28 τȣ̃το δὲ ἦν ἡ ἐνέϱγεια τȣ̃ ϖάντα δεσϖοτεύοντος ϑεȣ̃ τῶν ϖϱὶν αὐτῷ μεμηχανημένων λήϑην ϰατὰ διάνοιαν ἐντεϑειϰότος.
5:29 ὑϖεδείϰνυεν ὁ Ἕϱμων ϗ ϖάντες οἱ φίλοι τὰ ϑηϱία ϗ τὰς δυνάμεις ἡτοιμάσϑαι, ϐασιλεῦ, ϰατὰ τὴν σὴν ἐϰτενῆ ϖϱόϑεσιν.
5:30 ὁ δὲ ἐϖὶ τοῖς ῥηϑεῖσιν ϖληϱωϑεὶς ϐαϱεῖ χόλῳ διὰ τὸ ϖεϱὶ τȣ́των ϖϱονοίᾳ ϑεȣ̃ διεσϰεδάσϑαι ϖᾶν αὐτȣ̃ τὸ νόημα ἐνατενίσας μετὰ ἀϖειλῆς εἶϖεν
5:31 Ὅσοι γονεῖς ϖαϱῆσαν ἢ ϖαίδων γόνοι, τήνδε ϑηϱσὶν ἀγϱίοις ἐσϰεύασα ἂν δαψιλῆ ϑοῖναν ἀντὶ τῶν ἀνεγϰλήτων ἐμοὶ ϗ ϖϱογόνοις ἐμοῖς ἀϖοδεδειγμένων ὁλοσχεϱῆ ϐεϐαίαν ϖίϛιν ἐξόχως Ιȣδαίων.
5:32 ϰαίϖεϱ εἰ μὴ διὰ τὴν τῆς συντϱοφίας ϛοϱγὴν ϗ τῆς χϱείας, τὸ ζῆν ἀντὶ τȣ́των ἐϛεϱήϑης.
5:33 ȣ̔́τως ὁ Ἕϱμων ἀϖϱοσδόϰητον ἐϖιϰίνδυνον ὑϖήνεγϰεν ἀϖειλὴν ϗ τῇ ὁϱάσει ϗ τῷ ϖϱοσώϖῳ συνεϛάλη.
5:34 ὁ ϰαϑεῖς δὲ τῶν φίλων σϰυϑϱωϖῶς ὑϖεϰϱέων τȣ̀ς συνηϑϱοισμένȣς ἀϖέλυσαν ἕϰαϛον ἐϖὶ τὴν ἰδίαν ἀσχολίαν.
5:35 οἵ τε Ιȣδαῖοι τὰ ϖαϱὰ τȣ̃ ϐασιλέως ἀϰȣ́σαντες τὸν ἐϖιφανῆ ϑεὸν ϰύϱιον ϐασιλέα τῶν ϐασιλέων ᾔνȣν ϗ τῆσδε τῆς ϐοηϑείας αὐτȣ̃ τετευχότες.
5:36 Κατὰ δὲ τȣ̀ς αὐτȣ̀ς νόμȣς ὁ ϐασιλεὺς συϛησάμενος ϖᾶν τὸ συμϖόσιον εἰς εὐφϱοσύνην τϱαϖῆναι ϖαϱεϰάλει.
5:37 τὸν δὲ Ἕϱμωνα ϖϱοσϰαλεσάμενος μετὰ ἀϖειλῆς εἶϖεν Ποσάϰις δὲ δεῖ σοι ϖεϱὶ τȣ́των αὐτῶν ϖϱοϛάττειν, ἀϑλιώτατε;
5:38 τȣ̀ς ἐλέφαντας ἔτι ϗ νῦν ϰαϑόϖλισον εἰς τὴν αὔϱιον ἐϖὶ τὸν τῶν Ιȣδαίων ἀφανισμόν.
5:39 οἱ δὲ συναναϰείμενοι συγγενεῖς τὴν ἀϛαϑῆ διάνοιαν αὐτȣ̃ ϑαυμάζοντες ϖϱοεφέϱοντο τάδε
5:40 Βασιλεῦ, μέχϱι τίνος ὡς ἀλόγȣς ἡμᾶς διαϖειϱάζεις ϖϱοϛάσσων ἤδη τϱίτον αὐτȣ̀ς ἀφανίσαι ϗ ϖάλιν ἐϖὶ τῶν ϖϱαγμάτων ἐϰ μεταϐολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;
5:41 ὧν χάϱιν ἡ ϖόλις διὰ τὴν ϖϱοσδοϰίαν ὀχλεῖ ϗ ϖληϑύȣσα συϛϱοφαῖς ἤδη ϗ ϰινδυνεύει ϖολλάϰις διαϱϖασϑῆναι.
5:42 ὅϑεν ὁ ϰατὰ ϖάντα Φάλαϱις ϐασιλεὺς ἐμϖληϑυνϑεὶς ἀλογιϛίας ϗ τὰς γινομένας ϖϱὸς ἐϖισϰοϖὴν τῶν Ιȣδαίων ἐν αὐτῷ μεταϐολὰς τῆς ψυχῆς ϖαϱ’ ȣ̓δὲν ἡγȣ́μενος ἀτελέϛατον ϐεϐαίως ὅϱϰον ὁϱισάμενος τȣ́τȣς μὲν ἀνυϖεϱϑέτως ϖέμψειν εἰς ᾅδην ἐν γόνασιν ϗ ϖοσὶν ϑηϱίων ᾐϰισμένȣς,
5:43 ἐϖιϛϱατεύσαντα δὲ ἐϖὶ τὴν Ιȣδαίαν ἰσόϖεδον ϖυϱὶ ϗ δόϱατι ϑήσεσϑαι διὰ τάχȣς ϗ τὸν ἄϐατον ἡμῖν αὐτῶν ναὸν ϖυϱὶ ϖϱηνέα ἐν τάχει τῶν συντελȣ́ντων ἐϰεῖ ϑυσίας ἔϱημον εἰς τὸν ἅϖαντα χϱόνον ϰαταϛήσειν.
5:44 τότε ϖεϱιχαϱεῖς ἀναλύσαντες οἱ φίλοι ϗ συγγενεῖς μετὰ ϖίϛεως διέτασσον τὰς δυνάμεις ἐϖὶ τȣ̀ς εὐϰαιϱοτάτȣς τόϖȣς τῆς ϖόλεως ϖϱὸς τὴν τήϱησιν.
5:45 ὁ δὲ ἐλεφαντάϱχης τὰ ϑηϱία σχεδὸν ὡς εἰϖεῖν εἰς ϰατάϛεμα μανιῶδες ἀγειοχὼς εὐωδεϛάτοις ϖόμασιν οἴνȣ λελιϐανωμένȣ φοϐεϱῶς ϰεϰοσμημένα ϰατασϰευαῖς
5:46 ϖεϱὶ τὴν ἕω τῆς ϖόλεως ἤδη ϖλήϑεσιν ἀναϱιϑμήτοις ϰατὰ τȣ̃ ἱϖϖοδϱόμȣ ϰαταμεμεϛωμένης εἰσελϑὼν εἰς τὴν αὐλὴν ἐϖὶ τὸ ϖϱοϰείμενον ὤτϱυνε τὸν ϐασιλέα.
5:47 ὁ δὲ ὀϱγῇ ϐαϱείᾳ γεμίσας δυσσεϐῆ φϱένα ϖαντὶ τῷ ϐάϱει σὺν τοῖς ϑηϱίοις ἐξώϱμησε ϐȣλόμενος ἀτϱώτῳ ϰαϱδίᾳ ϗ ϰόϱαις ὀφϑαλμῶν ϑεάσασϑαι τὴν ἐϖίϖονον ϗ ταλαίϖωϱον τῶν ϖϱοσεσημαμμένων ϰαταϛϱοφήν.
5:48 ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων ϖεϱὶ ϖύλην ϗ τῆς συνεϖομένης ἐνόϖλȣ δυνάμεως τῆς τε τȣ̃ ϖλήϑȣς ϖοϱείας ϰονιοϱτὸν ἰδόντες ϗ ϐαϱυηχῆ ϑόϱυϐον ἀϰȣ́σαντες οἱ Ιȣδαῖοι
5:49 ὑϛάτην ϐίȣ ῥοϖὴν αὐτοῖς ἐϰείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀϑλιωτάτης ϖϱοσδοϰίας εἰς οἶϰτον ϗ γόȣς τϱαϖέντες ϰατεφίλȣν ἀλλήλȣς ϖεϱιϖλεϰόμενοι τοῖς συγγενέσιν ἐϖὶ τȣ̀ς τϱαχήλȣς ἐϖιϖίϖτοντες, γονεῖς ϖαισὶν ϗ μητέϱες νεάνισιν, ἕτεϱαι δὲ νεογνὰ ϖϱὸς μαϛȣ̀ς ἔχȣσαι ϐϱέφη τελευταῖον ἕλϰοντα γάλα.
5:50 ȣ̓ μὴν δὲ ἀλλὰ ϗ τὰς ἔμϖϱοσϑεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ ȣ̓ϱανȣ̃ συνιδόντες ϖϱηνεῖς ὁμοϑυμαδὸν ῥίψαντες ἑαυτȣ̀ς ϗ τὰ νήϖια χωϱίσαντες τῶν μαϛῶν
5:51 ἀνεϐόησαν φωνῇ μεγάλῃ σφόδϱα τὸν τῆς ἁϖάσης δυνάμεως δυνάϛην ἱϰετεύοντες οἰϰτῖϱαι μετὰ ἐϖιφανείας αὐτȣ̀ς ἤδη ϖϱὸς ϖύλαις ᾅδȣ ϰαϑεϛῶτας.
6:1 Ελεαζαϱος δέ τις ἀνὴϱ ἐϖίσημος τῶν ἀϖὸ τῆς χώϱας ἱεϱέων, ἐν ϖϱεσϐείῳ τὴν ἡλιϰίαν ἤδη λελογχὼς ϗ ϖάσῃ τῇ ϰατὰ τὸν ϐίον ἀϱετῇ ϰεϰοσμημένος, τȣ̀ς ϖεϱὶ αὐτὸν ϰαταϛείλας ϖϱεσϐυτέϱȣς ἐϖιϰαλεῖσϑαι τὸν ἅγιον ϑεὸν ϖϱοσηύξατο τάδε
6:2 Βασιλεῦ μεγαλοϰϱάτωϱ, ὕψιϛε ϖαντοϰϱάτωϱ ϑεὲ τὴν ϖᾶσαν διαϰυϐεϱνῶν ἐν οἰϰτιϱμοῖς ϰτίσιν,
6:3 ἔϖιδε ἐϖὶ Αϐϱααμ σϖέϱμα, ἐϖὶ ἡγιασμένȣ τέϰνα Ιαϰωϐ, μεϱίδος ἡγιασμένης σȣ λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίϰως ἀϖολλύμενον, ϖάτεϱ.
6:4 σὺ Φαϱαω ϖληϑύνοντα ἅϱμασιν, τὸν ϖϱὶν Αἰγύϖτȣ ταύτης δυνάϛην, ἐϖαϱϑέντα ἀνόμῳ ϑϱάσει ϗ γλώσσῃ μεγαλοϱϱήμονι, σὺν τῇ ὑϖεϱηφάνῳ ϛϱατιᾷ ϖοντοϐϱόχȣς ἀϖώλεσας φέγγος ἐϖιφάνας ἐλέȣς Ισϱαηλ γένει.
6:5 σὺ τὸν ἀναϱιϑμήτοις δυνάμεσιν γαυϱωϑέντα Σενναχηϱιμ, ϐαϱὺν Ἀσσυϱίων ϐασιλέα, δόϱατι τὴν ϖᾶσαν ὑϖοχείϱιον ἤδη λαϐόντα γῆν ϗ μετεωϱισϑέντα ἐϖὶ τὴν ἁγίαν σȣ ϖόλιν, ϐαϱέα λαλȣ̃ντα ϰόμϖῳ ϗ ϑϱάσει σύ, δέσϖοτα, ἔϑϱαυσας ἔϰδηλον δειϰνὺς ἔϑνεσιν ϖολλοῖς τὸ σὸν ϰϱάτος.
6:6 σὺ τȣ̀ς ϰατὰ τὴν Βαϐυλωνίαν τϱεῖς ἑταίϱȣς ϖυϱὶ τὴν ψυχὴν αὐϑαιϱέτως δεδωϰότας εἰς τὸ μὴ λατϱεῦσαι τοῖς ϰενοῖς διάϖυϱον δϱοσίσας ϰάμινον ἐϱϱύσω μέχϱι τϱιχὸς ἀϖημάντȣς φλόγα ϖᾶσιν ἐϖιϖέμψας τοῖς ὑϖεναντίοις.
6:7 σὺ τὸν διαϐολαῖς φϑόνȣ λέȣσι ϰατὰ γῆς ῥιφέντα ϑηϱσὶν ϐοϱὰν Δανιηλ εἰς φῶς ἀνήγαγες ἀσινῆ.
6:8 τόν τε ϐυϑοτϱεφȣ̃ς ἐν γαϛϱὶ ϰήτȣς Ιωναν τηϰόμενον ἀφιδὼν ἀϖήμαντον ϖᾶσιν οἰϰείοις ἀνέδειξας, ϖάτεϱ.
6:9 ϗ νῦν, μίσυϐϱι ϖολυέλεε τῶν ὅλων σϰεϖαϛά, τὸ τάχος ἐϖιφάνηϑι τοῖς ἀϖὸ Ισϱαηλ γένȣς ὑϖὸ ἐϐδελυγμένων ἀνόμων ἐϑνῶν ὑϐϱιζομένοις.
6:10 εἰ δὲ ἀσεϐείαις ϰατὰ τὴν ἀϖοιϰίαν ὁ ϐίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀϖὸ ἐχϑϱῶν χειϱός, ᾧ ϖϱοαιϱῇ, δέσϖοτα, ἀϖόλεσον ἡμᾶς μόϱῳ.
6:11 μὴ τοῖς ματαίοις οἱ ματαιόφϱονες εὐλογησάτωσαν ἐϖὶ τῇ τῶν ἠγαϖημένων σȣ ἀϖωλείᾳ λέγοντες Ȣ̓δὲ ὁ ϑεὸς αὐτῶν ἐϱϱύσατο αὐτȣ́ς.
6:12 σὺ δέ, ὁ ϖᾶσαν ἀλϰὴν ϗ δυναϛείαν ἔχων ἅϖασαν αἰώνιε, νῦν ἔϖιδε· ἐλέησον ἡμᾶς τȣ̀ς ϰαϑ’ ὕϐϱιν ἀνόμων ἀλόγιϛον ἐϰ τȣ̃ ζῆν μεϑιϛαμένȣς ἐν ἐϖιϐȣ́λων τϱόϖῳ.
6:13 ϖτηξάτω δὲ ἔϑνη σὴν δύναμιν ἀνίϰητον σήμεϱον, ἔντιμε δύναμιν ἔχων ἐϖὶ σωτηϱίᾳ Ιαϰωϐ γένȣς.
6:14 ἱϰετεύει σε τὸ ϖᾶν ϖλῆϑος τῶν νηϖίων ϗ οἱ τȣ́των γονεῖς μετὰ δαϰϱύων.
6:15 δειχϑήτω ϖᾶσιν ἔϑνεσιν ὅτι μεϑ’ ἡμῶν εἶ, ϰύϱιε, ϗ ȣ̓ϰ ἀϖέϛϱεψας τὸ ϖϱόσωϖόν σȣ ἀφ’ ἡμῶν, ἀλλὰ ϰαϑὼς εἶϖας ὅτι Ȣ̓δὲ ἐν τῇ γῇ τῶν ἐχϑϱῶν αὐτῶν ὄντων ὑϖεϱεῖδον αὐτȣ́ς, ȣ̔́τως ἐϖιτέλεσον, ϰύϱιε.
6:16 Τȣ̃ δὲ Ελεαζαϱȣ λήγοντος ἄϱτι τῆς ϖϱοσευχῆς ὁ ϐασιλεὺς σὺν τοῖς ϑηϱίοις ϗ ϖαντὶ τῷ τῆς δυνάμεως φϱυάγματι ϰατὰ τὸν ἱϖϖόδϱομον ϖαϱῆγεν.
6:17 ϗ ϑεωϱήσαντες οἱ Ιȣδαῖοι μέγα εἰς ȣ̓ϱανὸν ἀνέϰϱαξαν ὥϛε ϗ τȣ̀ς ϖαϱαϰειμένȣς αὐλῶνας συνηχήσαντας ἀϰατάσχετον ϖτόην ϖοιῆσαι ϖαντὶ τῷ ϛϱατοϖέδῳ.
6:18 τότε ὁ μεγαλόδοξος ϖαντοϰϱάτωϱ ϗ ἀληϑινὸς ϑεὸς ἐϖιφάνας τὸ ἅγιον αὐτȣ̃ ϖϱόσωϖον ἠνέῳξεν τὰς ȣ̓ϱανίȣς ϖύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοϐεϱοειδεῖς ἄγγελοι ϰατέϐησαν φανεϱοὶ ϖᾶσιν ϖλὴν τοῖς Ιȣδαίοις
6:19 ϗ ἀντέϛησαν ϗ τὴν δύναμιν τῶν ὑϖεναντίων ἐϖλήϱωσαν ταϱαχῆς ϗ δειλίας ϗ ἀϰινήτοις ἔδησαν ϖέδαις.
6:20 ϗ ὑϖόφϱιϰον ϗ τὸ τȣ̃ ϐασιλέως σῶμα ἐγενήϑη, ϗ λήϑη τὸ ϑϱάσος αὐτȣ̃ τὸ ϐαϱύϑυμον ἔλαϐεν.
6:21 ϗ ἀϖέϛϱεψαν τὰ ϑηϱία ἐϖὶ τὰς συνεϖομένας ἐνόϖλȣς δυνάμεις ϗ ϰατεϖάτȣν αὐτὰς ϗ ὠλέϑϱευον.
6:22 Ϗ μετεϛϱάφη τȣ̃ ϐασιλέως ἡ ὀϱγὴ εἰς οἶϰτον ϗ δάϰϱυα ὑϖὲϱ τῶν ἔμϖϱοσϑεν αὐτῷ μεμηχανευμένων.
6:23 ἀϰȣ́σας γὰϱ τῆς ϰϱαυγῆς ϗ συνιδὼν ϖϱηνεῖς ἅϖαντας εἰς τὴν ἀϖώλειαν δαϰϱύσας μετ’ ὀϱγῆς τοῖς φίλοις διηϖειλεῖτο λέγων
6:24 Παϱαϐασιλεύετε ϗ τυϱάννȣς ὑϖεϱϐεϐήϰατε ὠμότητι ϗ ἐμὲ αὐτὸν τὸν ὑμῶν εὐεϱγέτην ἐϖιχειϱεῖτε τῆς ἀϱχῆς ἤδη ϗ τȣ̃ ϖνεύματος μεϑιϛᾶν λάϑϱᾳ μηχανώμενοι τὰ μὴ συμφέϱοντα τῇ ϐασιλείᾳ.
6:25 τίς τȣ̀ς ϰϱατήσαντας ἡμῶν ἐν ϖίϛει τὰ τῆς χώϱας ὀχυϱώματα τῆς οἰϰίας ἀϖοϛήσας ἕϰαϛον ἀλόγως ἤϑϱοισεν ἐνϑάδε;
6:26 τίς τȣ̀ς ἐξ ἀϱχῆς εὐνοίᾳ ϖϱὸς ἡμᾶς ϰατὰ ϖάντα διαφέϱοντας ϖάντων ἐϑνῶν ϗ τȣ̀ς χειϱίϛȣς ϖλεονάϰις ἀνϑϱώϖων ἐϖιδεδεγμένȣς ϰινδύνȣς ȣ̔́τως ἀϑέσμως ϖεϱιέϐαλεν αἰϰίαις;
6:27 λύσατε ἐϰλύσατε ἄδιϰα δεσμά· εἰς τὰ ἴδια μετ’ εἰϱήνης ἐξαϖοϛείλατε τὰ ϖϱοϖεϖϱαγμένα ϖαϱαιτησάμενοι.
6:28 ἀϖολύσατε τȣ̀ς υἱȣ̀ς τȣ̃ ϖαντοϰϱάτοϱος ἐϖȣϱανίȣ ϑεȣ̃ ζῶντος, ὃς ἀφ’ ἡμετέϱων μέχϱι τȣ̃ νῦν ϖϱογόνων ἀϖαϱαϖόδιϛον μετὰ δόξης εὐϛάϑειαν ϖαϱέχει τοῖς ἡμετέϱοις ϖϱάγμασιν.
6:29 ὁ μὲν ȣ̓͂ν ταῦτα ἔλεξεν· οἱ δὲ ἐν ἀμεϱεῖ χϱόνῳ λυϑέντες τὸν ἅγιον σωτῆϱα ϑεὸν αὐτῶν εὐλόγȣν ἄϱτι τὸν ϑάνατον ἐϰϖεφευγότες.
6:30 Εἶτα ὁ ϐασιλεὺς εἰς τὴν ϖόλιν ἀϖαλλαγεὶς τὸν ἐϖὶ τῶν ϖϱοσόδων ϖϱοσϰαλεσάμενος ἐϰέλευσεν οἴνȣς τε ϗ τὰ λοιϖὰ ϖϱὸς εὐωχίαν ἐϖιτήδεια τοῖς Ιȣδαίοις χοϱηγεῖν ἐϖὶ ἡμέϱας ἑϖτὰ ϰϱίνας αὐτȣ̀ς ἐν ᾧ τόϖῳ ἔδοξαν τὸν ὄλεϑϱον ἀναλαμϐάνειν, ἐν τȣ́τῳ ἐν εὐφϱοσύνῃ ϖάσῃ σωτήϱια ἀγαγεῖν.
6:31 τότε οἱ τὸ ϖϱὶν ἐϖονείδιϛοι ϗ ϖλησίον τȣ̃ ᾅδȣ, μᾶλλον δὲ ἐϖ’ αὐτῷ ϐεϐηϰότες ἀντὶ ϖιϰϱȣ̃ ϗ δυσαιάϰτȣ μόϱȣ ϰώϑωνα σωτήϱιον συϛησάμενοι τὸν εἰς ϖτῶσιν αὐτοῖς ϗ τάφον ἡτοιμασμένον τόϖον ϰλισίαις ϰατεμεϱίσαντο ϖλήϱεις χαϱμονῆς.
6:32 ϰαταλήξαντες δὲ ϑϱήνων ϖανόδυϱτον μέλος ἀνέλαϐον ᾠδὴν ϖάτϱιον τὸν σωτῆϱα ϗ τεϱατοϖοιὸν αἰνȣ̃ντες ϑεόν· οἰμωγήν τε ϖᾶσαν ϗ ϰωϰυτὸν ἀϖωσάμενοι χοϱȣ̀ς συνίϛαντο εὐφϱοσύνης εἰϱηνιϰῆς σημεῖον.
6:33 ὡσαύτως δὲ ϗ ὁ ϐασιλεὺς ϖεϱὶ τȣ́των συμϖόσιον ϐαϱὺ συναγαγὼν ἀδιαλείϖτως εἰς ȣ̓ϱανὸν ἀνϑωμολογεῖτο μεγαλομεϱῶς ἐϖὶ τῇ ϖαϱαδόξῳ γενηϑείσῃ αὐτῷ σωτηϱίᾳ.
6:34 οἵ τε ϖϱὶν εἰς ὄλεϑϱον ϗ οἰωνοϐϱώτȣς αὐτȣ̀ς ἔσεσϑαι τιϑέμενοι ϗ μετὰ χαϱᾶς ἀϖογϱαψάμενοι ϰατεϛέναξαν αἰσχύνην ἐφ’ ἑαυτοῖς ϖεϱιϐαλόμενοι ϗ τὴν ϖυϱόϖνȣν τόλμαν ἀϰλεῶς ἐσϐεσμένοι.
6:35 οἵ τε Ιȣδαῖοι, ϰαϑὼς ϖϱοειϱήϰαμεν, συϛησάμενοι τὸν ϖϱοειϱημένον χοϱὸν μετ’ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαϱαῖς ϗ ψαλμοῖς διῆγον.
6:36 ϗ ϰοινὸν ὁϱισάμενοι ϖεϱὶ τȣ́των ϑεσμὸν ἐϖὶ ϖᾶσαν τὴν ϖαϱοιϰίαν αὐτῶν εἰς γενεὰς τὰς ϖϱοειϱημένας ἡμέϱας ἄγειν ἔϛησαν εὐφϱοσύνȣς, ȣ̓ ϖότȣ χάϱιν ϗ λιχνείας, σωτηϱίας δὲ τῆς διὰ ϑεὸν γενομένης αὐτοῖς.
6:37 ἐνέτυχον δὲ τῷ ϐασιλεῖ τὴν ἀϖόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτȣ́μενοι.
6:38 ἀϖογϱάφονται δὲ αὐτȣ̀ς ἀϖὸ ϖέμϖτης ϗ εἰϰάδος τȣ̃ Παχων ἕως τῆς τετάϱτης τȣ̃ Εϖιφι ἐϖὶ ἡμέϱας τεσσαϱάϰοντα, συνίϛανται δὲ αὐτῶν τὴν ἀϖώλειαν ἀϖὸ ϖέμϖτης τȣ̃ Εϖιφι ἕως ἑϐδόμης ἡμέϱαις τϱισίν,
6:39 ἐν αἷς ϗ μεγαλοδόξως ἐϖιφάνας τὸ ἔλεος αὐτȣ̃ ὁ τῶν ϖάντων δυνάϛης ἀϖταίϛȣς αὐτȣ̀ς ἐϱϱύσατο ὁμοϑυμαδόν.
6:40 εὐωχȣ̃ντο δὲ ϖάνϑ ὑϖὸ τȣ̃ ϐασιλέως χοϱηγȣ́μενοι μέχϱι τῆς τεσσαϱεσϰαιδεϰάτης, ἐν ᾗ ϗ τὴν ἐντυχίαν ἐϖοιήσαντο ϖεϱὶ τῆς ἀϖολύσεως αὐτῶν.
6:41 συναινέσας δὲ αὐτοῖς ὁ ϐασιλεὺς ἔγϱαψεν αὐτοῖς τὴν ὑϖογεγϱαμμένην ἐϖιϛολὴν ϖϱὸς τȣ̀ς ϰατὰ ϖόλιν ϛϱατηγȣ̀ς μεγαλοψύχως τὴν ἐϰτενίαν ἔχȣσαν
7:1 Βασιλεὺς Πτολεμαῖος Φιλοϖάτωϱ τοῖς ϰατ’ Αἴγυϖτον ϛϱατηγοῖς ϗ ϖᾶσιν τοῖς τεταγμένοις ἐϖὶ ϖϱαγμάτων χαίϱειν ϗ ἐϱϱῶσϑαι·
7:2 ἐϱϱώμεϑα δὲ ϗ αὐτοὶ ϗ τὰ τέϰνα ἡμῶν ϰατευϑύναντος ἡμῖν τȣ̃ μεγάλȣ ϑεȣ̃ τὰ ϖϱάγματα, ϰαϑὼς ϖϱοαιϱȣ́μεϑα.
7:3 τῶν φίλων τινὲς ϰατὰ ϰαϰοήϑειαν ϖυϰνότεϱον ἡμῖν ϖαϱαϰείμενοι συνέϖεισαν ἡμᾶς εἰς τὸ τȣ̀ς ὑϖὸ τὴν ϐασιλείαν Ιȣδαίȣς συναϑϱοίσαντας σύϛημα ϰολάσασϑαι ξενιζȣ́σαις ἀϖοϛατῶν τιμωϱίαις
7:4 ϖϱοφεϱόμενοι μηδέϖοτε εὐϛαϑήσειν τὰ ϖϱάγματα ἡμῶν δι’ ἣν ἔχȣσιν ȣ̔͂τοι ϖϱὸς ϖάντα τὰ ἔϑνη δυσμένειαν, μέχϱι ἂν συντελεσϑῇ τȣ̃το.
7:5 οἳ ϗ δεσμίȣς ϰαταγαγόντες αὐτȣ̀ς μετὰ σϰυλμῶν ὡς ἀνδϱάϖοδα, μᾶλλον δὲ ὡς ἐϖιϐȣ́λȣς, ἄνευ ϖάσης ἀναϰϱίσεως ϗ ἐξετάσεως ἐϖεχείϱησαν ἀνελεῖν νόμȣ Σϰυϑῶν ἀγϱιωτέϱαν ἐμϖεϖοϱϖημένοι ὠμότητα.
7:6 ἡμεῖς δὲ ἐϖὶ τȣ́τοις σϰληϱότεϱον διαϖειλησάμενοι ϰαϑ’ ἣν ἔχομεν ϖϱὸς ἅϖαντας ἀνϑϱώϖȣς ἐϖιείϰειαν μόγις τὸ ζῆν αὐτοῖς χαϱισάμενοι ϗ τὸν ἐϖȣϱάνιον ϑεὸν ἐγνωϰότες ἀσφαλῶς ὑϖεϱησϖιϰότα τῶν Ιȣδαίων ὡς ϖατέϱα ὑϖὲϱ υἱῶν διὰ ϖαντὸς συμμαχȣ̃ντα
7:7 τήν τε τȣ̃ φίλȣ ἣν ἔχȣσιν ϐεϐαίαν ϖϱὸς ἡμᾶς ϗ τȣ̀ς ϖϱογόνȣς ἡμῶν εὔνοιαν ἀναλογισάμενοι διϰαίως ἀϖολελύϰαμεν ϖάσης ϰαϑ’ ὁντινȣ̃ν αἰτίας τϱόϖον
7:8 ϗ ϖϱοϛετάχαμεν ἑϰάϛῳ ϖάντας εἰς τὰ ἴδια ἐϖιϛϱέφειν ἐν ϖαντὶ τόϖῳ μηϑενὸς αὐτȣ̀ς τὸ σύνολον ϰαταϐλάϖτοντος μήτε ὀνειδίζειν ϖεϱὶ τῶν γεγενημένων ϖαϱὰ λόγον.
7:9 γινώσϰετε γὰϱ ὅτι ϰατὰ τȣ́των ἐάν τι ϰαϰοτεχνήσωμεν ϖονηϱὸν ἢ ἐϖιλυϖήσωμεν αὐτȣ̀ς τὸ σύνολον, ȣ̓ϰ ἄνϑϱωϖον, ἀλλὰ τὸν ϖάσης δεσϖόζοντα δυνάμεως ϑεὸν ὕψιϛον ἀντιϰείμενον ἡμῖν ἐϖ’ ἐϰδιϰήσει τῶν ϖϱαγμάτων ϰατὰ ϖᾶν ἀφεύϰτως διὰ ϖαντὸς ἕξομεν. ἔϱϱωσϑε.
7:10 Λαϐόντες δὲ τὴν ἐϖιϛολὴν ταύτην ȣ̓ϰ ἐσϖȣ́δασαν εὐϑέως γενέσϑαι ϖεϱὶ τὴν ἄφοδον, ἀλλὰ τὸν ϐασιλέα ϖϱοσηξίωσαν τȣ̀ς ἐϰ τȣ̃ γένȣς τῶν Ιȣδαίων τὸν ἅγιον ϑεὸν αὐϑαιϱέτως ϖαϱαϐεϐηϰότας ϗ τȣ̃ ϑεȣ̃ τὸν νόμον τυχεῖν δι’ αὐτῶν τῆς ὀφειλομένης ϰολάσεως
7:11 ϖϱοφεϱόμενοι τȣ̀ς γαϛϱὸς ἕνεϰεν τὰ ϑεῖα ϖαϱαϐεϐηϰότας ϖϱοϛάγματα μηδέϖοτε εὐνοήσειν μηδὲ τοῖς τȣ̃ ϐασιλέως ϖϱάγμασιν.
7:12 ὁ δὲ τἀληϑὲς αὐτȣ̀ς λέγειν ϖαϱαδεξάμενος ϗ ϖαϱαινέσας ἔδωϰεν αὐτοῖς ἄδειαν ϖάντων, ὅϖως τȣ̀ς ϖαϱαϐεϐηϰότας τȣ̃ ϑεȣ̃ τὸν νόμον ἐξολεϑϱεύσωσιν ϰατὰ ϖάντα τὸν ὑϖὸ τὴν ϐασιλείαν αὐτȣ̃ τόϖον μετὰ ϖαϱϱησίας ἄνευ ϖάσης ϐασιλιϰῆς ἐξȣσίας ϗ ἐϖισϰέψεως.
7:13 τότε ϰατευφημήσαντες αὐτόν, ὡς ϖϱέϖον ἦν, οἱ τȣ́των ἱεϱεῖς ϗ ϖᾶν τὸ ϖλῆϑος ἐϖιφωνήσαντες τὸ αλληλȣια μετὰ χαϱᾶς ἀνέλυσαν.
7:14 ȣ̔́τως τε τὸν ἐμϖεσόντα τῶν μεμιαμμένων ὁμοεϑνῆ ϰατὰ τὴν ὁδὸν ἐϰολάζοντο ϗ μετὰ ϖαϱαδειγματισμῶν ἀνῄϱȣν.
7:15 ἐϰείνῃ δὲ τῇ ἡμέϱᾳ ἀνεῖλον ὑϖὲϱ τȣ̀ς τϱιαϰοσίȣς ἄνδϱας, ἣν ϗ ἤγαγον εὐφϱοσύνην μετὰ χαϱᾶς ϐεϐήλȣς χειϱωσάμενοι.
7:16 αὐτοὶ δὲ οἱ μέχϱι ϑανάτȣ τὸν ϑεὸν ἐσχηϰότες ϖαντελῆ σωτηϱίας ἀϖόλαυσιν εἰληφότες ἀνέζευξαν ἐϰ τῆς ϖόλεως ϖαντοίοις εὐωδεϛάτοις ἄνϑεσιν ϰατεϛεμμένοι μετ’ εὐφϱοσύνης ϗ ϐοῆς ἐν αἴνοις ϗ ϖαμμελέσιν ὕμνοις εὐχαϱιϛȣ̃ντες τῷ ϑεῷ τῶν ϖατέϱων αὐτῶν αἰωνίῳ σωτῆϱι τȣ̃ Ισϱαηλ.
7:17 Παϱαγενηϑέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τȣ̃ τόϖȣ ἰδιότητα ῥοδοφόϱον, ἐν ᾗ ϖϱοσέμεινεν αὐτȣ̀ς ὁ ϛόλος ϰατὰ ϰοινὴν αὐτῶν ϐȣλὴν ἡμέϱας ἑϖτά,
7:18 ἐϰεῖ ἐϖοίησαν ϖότον σωτήϱιον τȣ̃ ϐασιλέως χοϱηγήσαντος αὐτοῖς εὐψύχως τὰ ϖϱὸς τὴν ἄφιξιν ϖάντα ἑϰάϛῳ ἕως εἰς τὴν ἰδίαν οἰϰίαν.
7:19 ϰαταχϑέντες δὲ μετ’ εἰϱήνης ἐν ταῖς ϖϱεϖȣ́σαις ἐξομολογήσεσιν ὡσαύτως ϰἀϰεῖ ἔϛησαν ϗ ταύτας ἄγειν τὰς ἡμέϱας ἐϖὶ τὸν τῆς ϖαϱοιϰίας αὐτῶν χϱόνον εὐφϱοσύνȣς.
7:20 ἃς ϗ ἀνιεϱώσαντες ἐν ϛήλῃ ϰατὰ τὸν τῆς συμϖοσίας τόϖον ϖϱοσευχῆς ϰαϑιδϱύσαντες ἀνέλυσαν ἀσινεῖς, ἐλεύϑεϱοι, ὑϖεϱχαϱεῖς, διά τε γῆς ϗ ϑαλάσσης ϗ ϖοταμȣ̃ ἀνασῳζόμενοι τῇ τȣ̃ ϐασιλέως ἐϖιταγῇ, ἕϰαϛος εἰς τὴν ἰδίαν,
7:21 ϗ ϖλείϛην ἢ ἔμϖϱοσϑεν ἐν τοῖς ἐχϑϱοῖς ἐξȣσίαν ἐσχηϰότες μετὰ δόξης ϗ φόϐȣ, τὸ σύνολον ὑϖὸ μηδενὸς διασεισϑέντες τῶν ὑϖαϱχόντων.
7:22 ϗ ϖάντα τὰ ἑαυτῶν ϖάντες ἐϰομίσαντο ἐξ ἀϖογϱαφῆς ὥϛε τȣ̀ς ἔχοντάς τι μετὰ φόϐȣ μεγίϛȣ ἀϖοδȣ̃ναι αὐτοῖς, τὰ μεγαλεῖα τȣ̃ μεγίϛȣ ϑεȣ̃ ϖοιήσαντος τελείως ἐϖὶ σωτηϱίᾳ αὐτῶν.
7:23 εὐλογητὸς ὁ ῥύϛης Ισϱαηλ εἰς τȣ̀ς ἀεὶ χϱόνȣς. αμην.
Μαϰϰαϐαίων Δʹ
1:1 Φιλοσοφώτατον λόγον ἐϖιδείϰνυσϑαι μέλλων, εἰ αὐτοδέσϖοτός ἐϛιν τῶν ϖαϑῶν ὁ εὐσεϐὴς λογισμός, συμϐȣλεύσαιμ ἂν ὑμῖν ὀϱϑῶς ὅϖως ϖϱοσέχητε ϖϱοϑύμως τῇ φιλοσοφίᾳ.
1:2 ϗ γὰϱ ἀναγϰαῖος εἰς ἐϖιϛήμην ϖαντὶ ὁ λόγος ϗ ἄλλως τῆς μεγίϛης ἀϱετῆς, λέγω δὴ φϱονήσεως, ϖεϱιέχει ἔϖαινον.
1:3 εἰ ἄϱα τῶν σωφϱοσύνης ϰωλυτιϰῶν ϖαϑῶν ὁ λογισμὸς φαίνεται ἐϖιϰϱατεῖν, γαϛϱιμαϱγίας τε ϗ ἐϖιϑυμίας,
1:4 ἀλλὰ ϗ τῶν τῆς διϰαιοσύνης ἐμϖοδιϛιϰῶν ϖαϑῶν ϰυϱιεύειν ἀναφαίνεται, οἷον ϰαϰοηϑείας, ϗ τῶν τῆς ἀνδϱείας ἐμϖοδιϛιϰῶν ϖαϑῶν, ϑυμȣ̃ τε ϗ φόϐȣ ϗ ϖόνȣ.
1:5 ϖῶς ȣ̓͂ν, ἴσως εἴϖοιεν ἄν τινες, εἰ τῶν ϖαϑῶν ὁ λογισμὸς ϰϱατεῖ, λήϑης ϗ ἀγνοίας ȣ̓ δεσϖόζει; γελοῖον ἐϖιχειϱȣ̃ντες λέγειν.
1:6 ȣ̓ γὰϱ τῶν αὑτȣ̃ ϖαϑῶν ὁ λογισμὸς ϰϱατεῖ, ἀλλὰ τῶν τῆς διϰαιοσύνης ϗ ἀνδϱείας ϗ σωφϱοσύνης ἐναντίων, ϗ τȣ́των ȣ̓χ ὥϛε αὐτὰ ϰαταλῦσαι, ἀλλ’ ὥϛε αὐτοῖς μὴ εἶξαι.
1:7 ϖολλαχόϑεν μὲν ȣ̓͂ν ϗ ἀλλαχόϑεν ἔχοιμ ἂν ὑμῖν ἐϖιδεῖξαι ὅτι αὐτοϰϱάτωϱ ἐϛὶν τῶν ϖαϑῶν ὁ λογισμός,
1:8 ϖολὺ δὲ ϖλέον τȣ̃το ἀϖοδείξαιμι ἀϖὸ τῆς ἀνδϱαγαϑίας τῶν ὑϖὲϱ ἀϱετῆς ἀϖοϑανόντων, Ελεαζαϱȣ τε ϗ τῶν ἑϖτὰ ἀδελφῶν ϗ τῆς τȣ́των μητϱός.
1:9 ἅϖαντες γὰϱ ȣ̔͂τοι τȣ̀ς ἕως ϑανάτȣ ϖόνȣς ὑϖεϱιδόντες ἐϖεδείξαντο ὅτι ϖεϱιϰϱατεῖ τῶν ϖαϑῶν ὁ λογισμός.
1:10 τῶν μὲν ȣ̓͂ν ἀϱετῶν ἔϖεϛί μοι ἐϖαινεῖν τȣ̀ς ϰατὰ τȣ̃τον τὸν ϰαιϱὸν ὑϖὲϱ τῆς ϰαλοϰἀγαϑίας ἀϖοϑανόντας μετὰ τῆς μητϱὸς ἄνδϱας, τῶν δὲ τιμῶν μαϰαϱίσαιμ ἄν.
1:11 ϑαυμασϑέντες γὰϱ ȣ̓ μόνον ὑϖὸ ϖάντων ἀνϑϱώϖων ἐϖὶ τῇ ἀνδϱείᾳ ϗ ὑϖομονῇ, ἀλλὰ ϗ ὑϖὸ τῶν αἰϰισαμένων, αἴτιοι ϰατέϛησαν τȣ̃ ϰαταλυϑῆναι τὴν ϰατὰ τȣ̃ ἔϑνȣς τυϱαννίδα νιϰήσαντες τὸν τύϱαννον τῇ ὑϖομονῇ ὥϛε ϰαϑαϱισϑῆναι δι’ αὐτῶν τὴν ϖατϱίδα.
1:12 ἀλλὰ ϗ ϖεϱὶ τȣ́τȣ νῦν αὐτίϰα δὴ λέγειν ἐξέϛαι ἀϱξαμένῳ τῆς ὑϖοϑέσεως, ὅϖεϱ εἴωϑα ϖοιεῖν, ϗ ȣ̔́τως εἰς τὸν ϖεϱὶ αὐτῶν τϱέψομαι λόγον δόξαν διδȣ̀ς τῷ ϖανσόφῳ ϑεῷ.
1:13 Ζητȣ̃μεν δὴ τοίνυν εἰ αὐτοϰϱάτωϱ ἐϛὶν τῶν ϖαϑῶν ὁ λογισμός.
1:14 διαϰϱίνομεν τί ϖοτέ ἐϛιν λογισμὸς ϗ τί ϖάϑος, ϗ ϖόσαι ϖαϑῶν ἰδέαι, ϗ εἰ ϖάντων ἐϖιϰϱατεῖ τȣ́των ὁ λογισμός.
1:15 λογισμὸς μὲν δὴ τοίνυν ἐϛὶν νȣ̃ς μετὰ ὀϱϑȣ̃ λόγȣ ϖϱοτιμῶν τὸν σοφίας ϐίον.
1:16 σοφία δὴ τοίνυν ἐϛὶν γνῶσις ϑείων ϗ ἀνϑϱωϖίνων ϖϱαγμάτων ϗ τῶν τȣ́των αἰτιῶν.
1:17 αὕτη δὴ τοίνυν ἐϛὶν ἡ τȣ̃ νόμȣ ϖαιδεία, δι’ ἧς τὰ ϑεῖα σεμνῶς ϗ τὰ ἀνϑϱώϖινα συμφεϱόντως μανϑάνομεν.
1:18 τῆς δὲ σοφίας ἰδέαι ϰαϑεϛήϰασιν φϱόνησις ϗ διϰαιοσύνη ϗ ἀνδϱεία ϗ σωφϱοσύνη·
1:19 ϰυϱιωτάτη δὲ ϖάντων ἡ φϱόνησις, ἐξ ἧς δὴ τῶν ϖαϑῶν ὁ λογισμὸς ἐϖιϰϱατεῖ.
1:20 ϖαϑῶν δὲ φύσεις εἰσὶν αἱ ϖεϱιεϰτιϰώταται δύο ἡδονή τε ϗ ϖόνος· τȣ́των δὲ ἑϰάτεϱον ϗ ϖεϱὶ τὸ σῶμα ϗ ϖεϱὶ τὴν ψυχὴν ϖέφυϰεν.
1:21 ϖολλαὶ δὲ ϗ ϖεϱὶ τὴν ἡδονὴν ϗ τὸν ϖόνον ϖαϑῶν εἰσιν ἀϰολȣϑίαι.
1:22 ϖϱὸ μὲν ȣ̓͂ν τῆς ἡδονῆς ἐϛιν ἐϖιϑυμία, μετὰ δὲ τὴν ἡδονὴν χαϱά.
1:23 ϖϱὸ δὲ τȣ̃ ϖόνȣ ἐϛὶν φόϐος, μετὰ δὲ τὸν ϖόνον λύϖη.
1:24 ϑυμὸς δὲ ϰοινὸν ϖάϑος ἐϛὶν ἡδονῆς ϗ ϖόνȣ, ἐὰν ἐννοηϑῇ τις ὅτι αὐτῷ ϖεϱιέϖεσεν.
1:25 ἐν τῇ ἡδονῇ δὲ ἔνεϛιν ϗ ἡ ϰαϰοήϑης διάϑεσις, ϖολυτϱοϖωτάτη ϖάντων ȣ̓͂σα τῶν ϖαϑῶν,
1:26 ϗ τὰ μὲν ψυχῆς ἀλαζονεία ϗ φιλαϱγυϱία ϗ φιλοδοξία ϗ φιλονειϰία ϗ ϐασϰανία,
1:27 ϰατὰ δὲ τὸ σῶμα ϖαντοφαγία ϗ λαιμαϱγία ϗ μονοφαγία.
1:28 ϰαϑάϖεϱ ȣ̓͂ν δυεῖν τȣ̃ σώματος ϗ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε ϗ ϖόνȣ ϖολλαὶ τȣ́των τῶν φυτῶν εἰσιν ϖαϱαφυάδες,
1:29 ὧν ἑϰάϛην ὁ ϖαγγέωϱγος λογισμὸς ϖεϱιϰαϑαίϱων ϗ ἀϖοϰνίζων ϗ ϖεϱιϖλέϰων ϗ ἐϖάϱδων ϗ ϖάντα τϱόϖον μεταχέων ἐξημεϱοῖ τὰς τῶν ἠϑῶν ϗ ϖαϑῶν ὕλας.
1:30 ὁ γὰϱ λογισμὸς τῶν μὲν ἀϱετῶν ἐϛιν ἡγεμών, τῶν δὲ ϖαϑῶν αὐτοϰϱάτωϱ. Ἐϖιϑεωϱεῖτε τοίνυν ϖϱῶτον διὰ τῶν ϰωλυτιϰῶν τῆς σωφϱοσύνης ἔϱγων ὅτι αὐτοδέσϖοτός ἐϛιν τῶν ϖαϑῶν ὁ λογισμός.
1:31 σωφϱοσύνη δὴ τοίνυν ἐϛὶν ἐϖιϰϱάτεια τῶν ἐϖιϑυμιῶν,
1:32 τῶν δὲ ἐϖιϑυμιῶν αἱ μέν εἰσιν ψυχιϰαί, αἱ δὲ σωματιϰαί, ϗ τȣ́των ἀμφοτέϱων ἐϖιϰϱατεῖν ὁ λογισμὸς φαίνεται.
1:33 ἐϖεὶ ϖόϑεν ϰινȣ́μενοι ϖϱὸς τὰς ἀϖειϱημένας τϱοφὰς ἀϖοϛϱεφόμεϑα τὰς ἐξ αὐτῶν ἡδονάς; ȣ̓χ ὅτι δύναται τῶν ὀϱέξεων ἐϖιϰϱατεῖν ὁ λογισμός; ἐγὼ μὲν οἶμαι.
1:34 τοιγαϱȣ̃ν ἐνύδϱων ἐϖιϑυμȣ̃ντες ϗ ὀϱνέων ϗ τετϱαϖόδων ϗ ϖαντοίων ϐϱωμάτων τῶν ἀϖηγοϱευμένων ἡμῖν ϰατὰ τὸν νόμον ἀϖεχόμεϑα διὰ τὴν τȣ̃ λογισμȣ̃ ἐϖιϰϱάτειαν.
1:35 ἀνέχεται γὰϱ τὰ τῶν ὀϱέξεων ϖάϑη ὑϖὸ τȣ̃ σώφϱονος νοὸς ἀναϰοϖτόμενα, ϗ φιμȣ̃ται ϖάντα τὰ τȣ̃ σώματος ϰινήματα ὑϖὸ τȣ̃ λογισμȣ̃.
2:1 Ϗ τί ϑαυμαϛόν, εἰ αἱ τῆς ψυχῆς ἐϖιϑυμίαι ϖϱὸς τὴν τȣ̃ ϰάλλȣς μετȣσίαν ἀϰυϱȣ̃νται;
2:2 ταύτῃ γȣ̃ν ὁ σώφϱων Ιωσηφ ἐϖαινεῖται, ὅτι διανοίᾳ ϖεϱιεϰϱάτησεν τῆς ἡδυϖαϑείας.
2:3 νέος γὰϱ ὢν ϗ ἀϰμάζων ϖϱὸς συνȣσιασμὸν ἠϰύϱωσε τῷ λογισμῷ τὸν τῶν ϖαϑῶν οἶϛϱον.
2:4 ϗ ȣ̓ μόνον δὲ τὴν τῆς ἡδυϖαϑείας οἰϛϱηλασίαν ὁ λογισμὸς ἐϖιϰϱατεῖν φαίνεται, ἀλλὰ ϗ ϖάσης ἐϖιϑυμίας.
2:5 λέγει γȣ̃ν ὁ νόμος Ȣ̓ϰ ἐϖιϑυμήσεις τὴν γυναῖϰα τȣ̃ ϖλησίον σȣ ȣ̓δὲ ὅσα τῷ ϖλησίον σȣ́ ἐϛιν.
2:6 ϰαίτοι ὅτε μὴ ἐϖιϑυμεῖν εἴϱηϰεν ἡμᾶς ὁ νόμος, ϖολὺ ϖλέον ϖείσαιμ ἂν ὑμᾶς ὅτι τῶν ἐϖιϑυμιῶν ϰϱατεῖν δύναται ὁ λογισμός. Ὥσϖεϱ ϗ τῶν ϰωλυτιϰῶν τῆς διϰαιοσύνης ϖαϑῶν·
2:7 ἐϖεὶ τίνα τις τϱόϖον μονοφάγος ὢν τὸ ἦϑος ϗ γαϛϱίμαϱγος ἢ ϗ μέϑυσος μεταϖαιδεύεται, εἰ μὴ δῆλον ὅτι ϰύϱιός ἐϛιν τῶν ϖαϑῶν ὁ λογισμός;
2:8 αὐτίϰα γȣ̃ν τῷ νόμῳ ϖολιτευόμενος, ϰἂν φιλάϱγυϱός τις ᾖ, ϐιάζεται τὸν αὑτȣ̃ τϱόϖον τοῖς δεομένοις δανείζων χωϱὶς τόϰων ϗ τὸ δάνειον τῶν ἑϐδομάδων ἐνϛασῶν χϱεοϰοϖȣ́μενος·
2:9 ϰἂν φειδωλός τις ᾖ, ὑϖὸ τȣ̃ νόμȣ ϰϱατεῖται διὰ τὸν λογισμὸν μήτε ἐϖιϰαϱϖολογȣ́μενος τȣ̀ς ἀμητȣ̀ς μήτε ἐϖιϱϱωγολογȣ́μενος τȣ̀ς ἀμϖελῶνας. Ϗ ἐϖὶ τῶν ἑτέϱων δὲ ἔϛιν ἐϖιγνῶναι τȣ̃το, ὅτι τῶν ϖαϑῶν ἐϛιν ὁ λογισμὸς ϰϱατῶν·
2:10 ὁ γὰϱ νόμος ϗ τῆς ϖϱὸς γονεῖς εὐνοίας ϰϱατεῖ μὴ ϰαταϖϱοδιδȣ̀ς τὴν ἀϱετὴν δι’ αὐτȣ̀ς
2:11 ϗ τῆς ϖϱὸς γαμετὴν φιλίας ἐϖιϰϱατεῖ διὰ τὴν ϖαϱανομίαν αὐτὴν ἀϖελέγχων
2:12 ϗ τῆς τέϰνων φιλίας ϰυϱιεύει διὰ ϰαϰίαν αὐτὰ ϰολάζων
2:13 ϗ τῆς φίλων συνηϑείας δεσϖόζει διὰ ϖονηϱίαν αὐτȣ̀ς ἐξελέγχων.
2:14 ϗ μὴ νομίσητε ϖαϱάδοξον εἶναι, ὅϖȣ ϗ ἔχϑϱας ἐϖιϰϱατεῖν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδϱοτομῶν τὰ ἥμεϱα τῶν ϖολεμίων φυτά, τὰ δὲ τῶν ἐχϑϱῶν τοῖς ἀϖολέσασι διασῴζων ϗ τὰ ϖεϖτωϰότα συνεγείϱων.
2:15 Ϗ τῶν ϐιαιοτέϱων δὲ ϖαϑῶν ϰϱατεῖν ὁ λογισμὸς φαίνεται, φιλαϱχίας ϗ ϰενοδοξίας ϗ ἀλαζονείας ϗ μεγαλαυχίας ϗ ϐασϰανίας·
2:16 ϖάντα γὰϱ ταῦτα τὰ ϰαϰοήϑη ϖάϑη ὁ σώφϱων νȣ̃ς ἀϖωϑεῖται, ὥσϖεϱ ϗ τὸν ϑυμόν· ϗ γὰϱ τȣ́τȣ δεσϖόζει.
2:17 ϑυμȣ́μενός γέ τοι Μωϋσῆς ϰατὰ Δαϑαν ϗ Αϐιϱων ȣ̓ ϑυμῷ τι ϰατ’ αὐτῶν ἐϖοίησεν, ἀλλὰ λογισμῷ τὸν ϑυμὸν διῄτησεν.
2:18 δυνατὸς γὰϱ ὁ σώφϱων νȣ̃ς, ὡς ἔφην, ϰατὰ τῶν ϖαϑῶν ἀϱιϛεῦσαι ϗ τὰ μὲν αὐτῶν μεταϑεῖναι, τὰ δὲ ϗ ἀϰυϱῶσαι.
2:19 ἐϖεὶ διὰ τί ὁ ϖάνσοφος ἡμῶν ϖατὴϱ Ιαϰωϐ τȣ̀ς ϖεϱὶ Συμεων ϗ Λευιν αἰτιᾶται μὴ λογισμῷ τȣ̀ς Σιϰιμίτας ἐϑνηδὸν ἀϖοσφάξαντας λέγων Ἐϖιϰατάϱατος ὁ ϑυμὸς αὐτῶν;
2:20 εἰ μὴ γὰϱ ἐδύνατο τȣ̃ ϑυμȣ̃ ὁ λογισμὸς ϰϱατεῖν, ȣ̓ϰ ἂν εἶϖεν ȣ̔́τως.
2:21 ὁϖηνίϰα γὰϱ ὁ ϑεὸς τὸν ἄνϑϱωϖον ϰατεσϰεύασεν, τὰ ϖάϑη αὐτȣ̃ ϗ τὰ ἤϑη ϖεϱιεφύτευσεν·
2:22 ἡνίϰα δὲ ἐϖὶ ϖάντων τὸν ἱεϱὸν ἡγεμόνα νȣ̃ν διὰ τῶν αἰσϑητηϱίων ἐνεϑϱόνισεν,
2:23 ϗ τȣ́τῳ νόμον ἔδωϰεν, ϰαϑ’ ὃν ϖολιτευόμενος ϐασιλεύσει ϐασιλείαν σώφϱονά τε ϗ διϰαίαν ϗ ἀγαϑὴν ϗ ἀνδϱείαν.
2:24 Πῶς ȣ̓͂ν, εἴϖοι τις ἄν, εἰ τῶν ϖαϑῶν δεσϖότης ἐϛὶν ὁ λογισμός, λήϑης ϗ ἀγνοίας ȣ̓ ϰϱατεῖ;
3:1 ἔϛιν δὲ ϰομιδῇ γελοῖος ὁ λόγος· ȣ̓ γὰϱ τῶν ἑαυτȣ̃ ϖαϑῶν ὁ λογισμὸς ἐϖιϰϱατεῖν φαίνεται, ἀλλὰ τῶν σωματιϰῶν.
3:2 οἷον ἐϖιϑυμίαν τις ȣ̓ δύναται ἐϰϰόψαι ἡμῶν, ἀλλὰ μὴ δȣλωϑῆναι τῇ ἐϖιϑυμίᾳ δύναται ὁ λογισμὸς ϖαϱασχέσϑαι.
3:3 ϑυμόν τις ȣ̓ δύναται ἐϰϰόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ ϑυμῷ δυνατὸν τὸν λογισμὸν ϐοηϑῆσαι.
3:4 ϰαϰοήϑειάν τις ἡμῶν ȣ̓ δύναται ἐϰϰόψαι, ἀλλὰ τὸ μὴ ϰαμφϑῆναι τῇ ϰαϰοηϑείᾳ δύναιτ ἂν ὁ λογισμὸς συμμαχῆσαι·
3:5 ȣ̓ γὰϱ ἐϰϱιζωτὴς τῶν ϖαϑῶν ὁ λογισμός ἐϛιν, ἀλλὰ ἀνταγωνιϛής.
3:6 Ἔϛιν γȣ̃ν τȣ̃το διὰ τῆς Δαυιδ τȣ̃ ϐασιλέως δίψης σαφέϛεϱον ἐϖιλογίσασϑαι.
3:7 ἐϖεὶ γὰϱ δι’ ὅλης ἡμέϱας ϖϱοσϐαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυιδ ϖολλȣ̀ς αὐτῶν ἀϖέϰτεινεν μετὰ τῶν τȣ̃ ἔϑνȣς ϛϱατιωτῶν,
3:8 τότε δὴ γενομένης ἑσϖέϱας ἱδϱῶν ϗ σφόδϱα ϰεϰμηϰὼς ἐϖὶ τὴν ϐασίλειον σϰηνὴν ἦλϑεν, ϖεϱὶ ἣν ὁ ϖᾶς τῶν ϖϱογόνων ϛϱατὸς ἐϛϱατοϖεδεύϰει.
3:9 οἱ μὲν ȣ̓͂ν ἄλλοι ϖάντες ἐϖὶ τὸ δεῖϖνον ἦσαν,
3:10 ὁ δὲ ϐασιλεὺς ὡς μάλιϛα διψῶν, ϰαίϖεϱ ἀφϑόνȣς ἔχων ϖηγάς, ȣ̓ϰ ἠδύνατο δι’ αὐτῶν ἰάσασϑαι τὴν δίψαν,
3:11 ἀλλά τις αὐτὸν ἀλόγιϛος ἐϖιϑυμία τȣ̃ ϖαϱὰ τοῖς ϖολεμίοις ὕδατος ἐϖιτείνȣσα συνέφϱυγεν ϗ λύȣσα ϰατέφλεγεν.
3:12 ὅϑεν τῶν ὑϖασϖιϛῶν ἐϖὶ τῇ τȣ̃ ϐασιλέως ἐϖιϑυμίᾳ σχετλιαζόντων δύο νεανίσϰοι ϛϱατιῶται ϰαϱτεϱοὶ ϰαταιδεσϑέντες τὴν τȣ̃ ϐασιλέως ἐϖιϑυμίαν τὰς ϖαντευχίας ϰαϑωϖλίσαντο ϗ ϰάλϖην λαϐόντες ὑϖεϱέϐησαν τȣ̀ς τῶν ϖολεμίων χάϱαϰας
3:13 ϗ λαϑόντες τȣ̀ς τῶν ϖυλῶν ἀϰϱοφύλαϰας διεξῄεσαν ἀνεϱευνώμενοι ϰατὰ ϖᾶν τὸ τῶν ϖολεμίων ϛϱατόϖεδον
3:14 ϗ ἀνευϱάμενοι τὴν ϖηγὴν ἐξ αὐτῆς ϑαϱϱαλέως ἐϰόμισαν τῷ ϐασιλεῖ τὸ ϖοτόν·
3:15 ὁ δὲ ϰαίϖεϱ τῇ δίψῃ διαϖυϱȣ́μενος ἐλογίσατο ϖάνδεινον εἶναι ϰίνδυνον ψυχῇ λογισϑὲν ἰσοδύναμον ϖοτὸν αἵματι,
3:16 ὅϑεν ἀντιϑεὶς τῇ ἐϖιϑυμίᾳ τὸν λογισμὸν ἔσϖεισεν τὸ ϖόμα τῷ ϑεῷ.
3:17 δυνατὸς γὰϱ ὁ σώφϱων νȣ̃ς νιϰῆσαι τὰς τῶν ϖαϑῶν ἀνάγϰας ϗ σϐέσαι τὰς τῶν οἴϛϱων φλεγμονὰς
3:18 ϗ τὰς τῶν σωμάτων ἀλγηδόνας ϰαϑ’ ὑϖεϱϐολὴν ȣ̓́σας ϰαταϖαλαῖσαι ϗ τῇ ϰαλοϰἀγαϑίᾳ τȣ̃ λογισμȣ̃ ἀϖοϖτύσαι ϖάσας τὰς τῶν ϖαϑῶν ἐϖιϰϱατείας.
3:19 Ἤδη δὲ ϗ ὁ ϰαιϱὸς ἡμᾶς ϰαλεῖ ἐϖὶ τὴν ἀϖόδειξιν τῆς ἱϛοϱίας τȣ̃ σώφϱονος λογισμȣ̃.
3:20 Ἐϖειδὴ γὰϱ ϐαϑεῖαν εἰϱήνην διὰ τὴν εὐνομίαν οἱ ϖατέϱες ἡμῶν εἶχον ϗ ἔϖϱαττον ϰαλῶς ὥϛε ϗ τὸν τῆς Ἀσίας ϐασιλέα Σέλευϰον τὸν Νιϰάνοϱα ϗ χϱήματα εἰς τὴν ἱεϱȣϱγίαν αὐτοῖς ἀφοϱίσαι ϗ τὴν ϖολιτείαν αὐτῶν ἀϖοδέχεσϑαι,
3:21 τότε δή τινες ϖϱὸς τὴν ϰοινὴν νεωτεϱίσαντες ὁμόνοιαν ϖολυτϱόϖοις ἐχϱήσαντο συμφοϱαῖς.
4:1 Σιμων γάϱ τις ϖϱὸς Ονιαν ἀντιϖολιτευόμενος τόν ϖοτε τὴν ἀϱχιεϱωσύνην ἔχοντα διὰ ϐίȣ, ϰαλὸν ϗ ἀγαϑὸν ἄνδϱα, ἐϖειδὴ ϖάντα τϱόϖον διαϐάλλων ὑϖὲϱ τȣ̃ ἔϑνȣς ȣ̓ϰ ἴσχυσεν ϰαϰῶσαι, φυγὰς ᾤχετο τὴν ϖατϱίδα ϖϱοδώσων.
4:2 ὅϑεν ἥϰων ϖϱὸς Ἀϖολλώνιον τὸν Συϱίας τε ϗ Φοινίϰης ϗ Κιλιϰίας ϛϱατηγὸν ἔλεγεν
4:3 Εὔνȣς ὢν τοῖς τȣ̃ ϐασιλέως ϖϱάγμασιν ἥϰω μηνύων ϖολλὰς ἰδιωτιϰῶν χϱημάτων μυϱιάδας ἐν τοῖς Ιεϱοσολύμων γαζοφυλαϰίοις τεϑησαυϱίσϑαι τοῖς ἱεϱοῖς μὴ ἐϖιϰοινωνȣ́σας, ϗ ϖϱοσήϰειν ταῦτα Σελεύϰῳ τῷ ϐασιλεῖ.
4:4 τȣ́των ἕϰαϛα γνȣ̀ς ὁ Ἀϖολλώνιος τὸν μὲν Σιμωνα τῆς εἰς τὸν ϐασιλέα ϰηδεμονίας ἐϖαινεῖ, ϖϱὸς δὲ τὸν Σέλευϰον ἀναϐὰς ϰατεμήνυσε τὸν τῶν χϱημάτων ϑησαυϱόν.
4:5 ϗ λαϐὼν τὴν ϖεϱὶ αὐτῶν ἐξȣσίαν ταχὺ εἰς τὴν ϖατϱίδα ἡμῶν μετὰ τȣ̃ ϰαταϱάτȣ Σιμωνος ϗ ϐαϱυτάτȣ ϛϱατȣ̃
4:6 ϖϱοσελϑὼν ταῖς τȣ̃ ϐασιλέως ἐντολαῖς ἥϰειν ἔλεγεν ὅϖως τὰ ἰδιωτιϰὰ τȣ̃ γαζοφυλαϰίȣ λάϐοι χϱήματα.
4:7 ϗ τȣ̃ ἔϑνȣς ϖϱὸς τὸν λόγον σχετλιάζοντος ἀντιλέγοντός τε, ϖάνδεινον εἶναι νομίσαντες εἰ οἱ τὰς ϖαϱαϰαταϑήϰας ϖιϛεύσαντες τῷ ἱεϱῷ ϑησαυϱῷ ϛεϱηϑήσονται, ὡς οἷόν τε ἦν ἐϰώλυον.
4:8 μετὰ ἀϖειλῶν δὲ ὁ Ἀϖολλώνιος ἀϖῄει εἰς τὸ ἱεϱόν.
4:9 τῶν δὲ ἱεϱέων μετὰ γυναιϰῶν ϗ ϖαιδίων ἐν τῷ ἱεϱῷ ἱϰετευσάντων τὸν ϑεὸν ὑϖεϱασϖίσαι τȣ̃ ἱεϱȣ̃ ϰαταφϱονȣμένȣ τόϖȣ
4:10 ἀνιόντος τε μετὰ ϰαϑωϖλισμένης τῆς ϛϱατιᾶς τȣ̃ Ἀϖολλωνίȣ ϖϱὸς τὴν τῶν χϱημάτων ἁϱϖαγὴν ȣ̓ϱανόϑεν ἔφιϖϖοι ϖϱȣφάνησαν ἄγγελοι ϖεϱιαϛϱάϖτοντες τοῖς ὅϖλοις ϗ ϖολὺν αὐτοῖς φόϐον τε ϗ τϱόμον ἐνιέντες.
4:11 ϰαταϖεσών γέ τοι ἡμιϑανὴς ὁ Ἀϖολλώνιος ἐϖὶ τὸν ϖάμφυλον τȣ̃ ἱεϱȣ̃ ϖεϱίϐολον τὰς χεῖϱας ἐξέτεινεν εἰς τὸν ȣ̓ϱανὸν ϗ μετὰ δαϰϱύων τȣ̀ς Εϐϱαίȣς ϖαϱεϰάλει ὅϖως ϖεϱὶ αὐτȣ̃ ϖϱοσευξάμενοι τὸν ȣ̓ϱάνιον ἐξευμενίσωνται ϛϱατόν.
4:12 ἔλεγεν γὰϱ ἡμαϱτηϰὼς ὥϛε ϗ ἀϖοϑανεῖν ἄξιος ὑϖάϱχειν ϖᾶσίν τε ἀνϑϱώϖοις ὑμνήσειν σωϑεὶς τὴν τȣ̃ ἱεϱȣ̃ τόϖȣ μαϰαϱιότητα.
4:13 τȣ́τοις ὑϖαχϑεὶς τοῖς λόγοις Ονιας ὁ ἀϱχιεϱεύς, ϰαίϖεϱ ἄλλως εὐλαϐηϑείς, μήϖοτε νομίσειεν ὁ ϐασιλεὺς Σέλευϰος ἐξ ἀνϑϱωϖίνης ἐϖιϐȣλῆς ϗ μὴ ϑείας δίϰης ἀνῃϱῆσϑαι τὸν Ἀϖολλώνιον ηὔξατο ϖεϱὶ αὐτȣ̃.
4:14 ϗ ὁ μὲν ϖαϱαδόξως διασωϑεὶς ᾤχετο δηλώσων τῷ ϐασιλεῖ τὰ συμϐάντα αὐτῷ.
4:15 Τελευτήσαντος δὲ Σελεύϰȣ τȣ̃ ϐασιλέως διαδέχεται τὴν ἀϱχὴν ὁ υἱὸς αὐτȣ̃ Ἀντίοχος ὁ Ἐϖιφανής, ἀνὴϱ ὑϖεϱήφανος ϗ δεινός,
4:16 ὃς ϰαταλύσας τὸν Ονιαν τῆς ἀϱχιεϱωσύνης Ιασονα τὸν ἀδελφὸν αὐτȣ̃ ϰατέϛησεν ἀϱχιεϱέα
4:17 συνϑέμενον δώσειν, εἰ ἐϖιτϱέψειεν αὐτῷ τὴν ἀϱχήν, ϰατ’ ἐνιαυτὸν τϱισχίλια ἑξαϰόσια ἑξήϰοντα τάλαντα.
4:18 ὁ δὲ ἐϖέτϱεψεν αὐτῷ ϗ ἀϱχιεϱᾶσϑαι ϗ τȣ̃ ἔϑνȣς ἀφηγεῖσϑαι·
4:19 ϗ ἐξεδιῄτησεν τὸ ἔϑνος ϗ ἐξεϖολίτευσεν ἐϖὶ ϖᾶσαν ϖαϱανομίαν
4:20 ὥϛε μὴ μόνον ἐϖ’ αὐτῇ τῇ ἄϰϱᾳ τῆς ϖατϱίδος ἡμῶν γυμνάσιον ϰατασϰευάσαι, ἀλλὰ ϗ ϰαταλῦσαι τὴν τȣ̃ ἱεϱȣ̃ ϰηδεμονίαν.
4:21 ἐφ’ οἷς ἀγαναϰτήσασα ἡ ϑεία δίϰη αὐτὸν αὐτοῖς τὸν Ἀντίοχον ἐϖολέμωσεν.
4:22 ἐϖειδὴ γὰϱ ϖολεμῶν ἦν ϰατ’ Αἴγυϖτον Πτολεμαίῳ, ἤϰȣσέν τε ὅτι φήμης διαδοϑείσης ϖεϱὶ τȣ̃ τεϑνάναι αὐτὸν ὡς ἔνι μάλιϛα χαίϱοιεν οἱ Ιεϱοσολυμῖται, ταχέως ἐϖ’ αὐτȣ̀ς ἀνέζευξεν,
4:23 ϗ ὡς ἐϖόϱϑησεν αὐτȣ́ς, δόγμα ἔϑετο ὅϖως, εἴ τινες αὐτῶν φάνοιεν τῷ ϖατϱίῳ ϖολιτευόμενοι νόμῳ, ϑάνοιεν.
4:24 ϗ ἐϖεὶ ϰατὰ μηδένα τϱόϖον ἴσχυεν ϰαταλῦσαι διὰ τῶν δογμάτων τὴν τȣ̃ ἔϑνȣς εὐνομίαν, ἀλλὰ ϖάσας τὰς ἑαυτȣ̃ ἀϖειλὰς ϗ τιμωϱίας ἑώϱα ϰαταλυομένας
4:25 ὥϛε ϗ γυναῖϰας, ὅτι ϖεϱιέτεμον τὰ ϖαιδία, μετὰ τῶν ϐϱεφῶν ϰαταϰϱημνισϑῆναι ϖϱοειδυίας ὅτι τȣ̃το ϖείσονται·
4:26 ἐϖεὶ ȣ̓͂ν τὰ δόγματα αὐτȣ̃ ϰατεφϱονεῖτο ὑϖὸ τȣ̃ λαȣ̃, αὐτὸς διὰ ϐασάνων ἕνα ἕϰαϛον τȣ̃ ἔϑνȣς ἠνάγϰαζεν μιαϱῶν ἀϖογευομένȣς τϱοφῶν ἐξόμνυσϑαι τὸν Ιȣδαισμόν.
5:1 Πϱοϰαϑίσας γέ τοι μετὰ τῶν συνέδϱων ὁ τύϱαννος Ἀντίοχος ἐϖί τινος ὑψηλȣ̃ τόϖȣ ϗ τῶν ϛϱατευμάτων αὐτῷ ϖαϱεϛηϰότων ϰυϰλόϑεν ἐνόϖλων
5:2 ϖαϱεϰέλευεν τοῖς δοϱυφόϱοις ἕνα ἕϰαϛον Εϐϱαῖον ἐϖισϖᾶσϑαι ϗ ϰϱεῶν ὑείων ϗ εἰδωλοϑύτων ἀναγϰάζειν ἀϖογεύεσϑαι·
5:3 εἰ δέ τινες μὴ ϑέλοιεν μιαϱοφαγῆσαι, τȣ́τȣς τϱοχισϑέντας ἀναιϱεϑῆναι.
5:4 ϖολλῶν δὲ συναϱϖασϑέντων εἷς ϖϱῶτος ἐϰ τῆς ἀγέλης ὀνόματι Ελεαζαϱος, τὸ γένος ἱεϱεύς, τὴν ἐϖιϛήμην νομιϰὸς ϗ τὴν ἡλιϰίαν ϖϱοήϰων ϗ ϖολλοῖς τῶν ϖεϱὶ τὸν τύϱαννον διὰ τὴν ἡλιϰίαν γνώϱιμος, ϖαϱήχϑη ϖλησίον αὐτȣ̃.
5:5 Ϗ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος ἔφη
5:6 Ἐγὼ ϖϱὶν ἄϱξασϑαι τῶν ϰατὰ σȣ̃ ϐασάνων, ὦ ϖϱεσϐῦτα, συμϐȣλεύσαιμ ἄν σοι ταῦτα, ὅϖως ἀϖογευσάμενος τῶν ὑείων σῴζοιο·
5:7 αἰδȣ̃μαι γάϱ σȣ τὴν ἡλιϰίαν ϗ τὴν ϖολιάν, ἣν μετὰ τοσȣ̃τον ἔχων χϱόνον ȣ̓́ μοι δοϰεῖς φιλοσοφεῖν τῇ Ιȣδαίων χϱώμενος ϑϱησϰείᾳ.
5:8 διὰ τί γὰϱ τῆς φύσεως ϰεχαϱισμένης ϰαλλίϛην τὴν τȣ̃δε τȣ̃ ζῴȣ σαϱϰοφαγίαν ϐδελύττῃ;
5:9 ϗ γὰϱ ἀνόητον τȣ̃το, τὸ μὴ ἀϖολαύειν τῶν χωϱὶς ὀνείδȣς ἡδέων, ϗ ἄδιϰον ἀϖοϛϱέφεσϑαι τὰς τῆς φύσεως χάϱιτας.
5:10 σὺ δέ μοι ϗ ἀνοητότεϱον ϖοιήσειν δοϰεῖς, εἰ ϰενοδοξῶν ϖεϱὶ τὸ ἀληϑὲς ἔτι ϰἀμȣ̃ ϰαταφϱονήσεις ἐϖὶ τῇ ἰδίᾳ τιμωϱίᾳ.
5:11 ȣ̓ϰ ἐξυϖνώσεις ἀϖὸ τῆς φλυάϱȣ φιλοσοφίας ὑμῶν ϗ ἀϖοσϰεδάσεις τῶν λογισμῶν σȣ τὸν λῆϱον ϗ ἄξιον τῆς ἡλιϰίας ἀναλαϐὼν νȣ̃ν φιλοσοφήσεις τὴν τȣ̃ συμφέϱοντος ἀλήϑειαν
5:12 ϗ ϖϱοσϰυνήσας μȣ τὴν φιλάνϑϱωϖον ϖαϱηγοϱίαν οἰϰτιϱήσεις τὸ σεαυτȣ̃ γῆϱας;
5:13 ϗ γὰϱ ἐνϑυμήϑητι ὡς, εἰ ϰαί τίς ἐϛιν τῆσδε τῆς ϑϱησϰείας ὑμῶν ἐϖοϖτιϰὴ δύναμις, συγγνωμονήσειεν ἄν σοι ἐϖὶ ϖάσῃ δι’ ἀνάγϰην ϖαϱανομίᾳ γινομένῃ.
5:14 Τȣ̃τον τὸν τϱόϖον ἐϖὶ τὴν ἔϰϑεσμον σαϱϰοφαγίαν ἐϖοτϱύνοντος τȣ̃ τυϱάννȣ λόγον ᾔτησεν ὁ Ελεαζαϱος
5:15 ϗ λαϐὼν τȣ̃ λέγειν ἐξȣσίαν ἤϱξατο δημηγοϱεῖν ȣ̔́τως
5:16 Ἡμεῖς, Ἀντίοχε, ϑείῳ ϖεϖεισμένοι νόμῳ ϖολιτεύεσϑαι ȣ̓δεμίαν ἀνάγϰην ϐιαιοτέϱαν εἶναι νομίζομεν τῆς ϖϱὸς τὸν νόμον ἡμῶν εὐϖειϑείας·
5:17 διὸ δὴ ϰατ’ ȣ̓δένα τϱόϖον ϖαϱανομεῖν ἀξιȣ̃μεν.
5:18 ϰαίτοι εἰ ϰατὰ ἀλήϑειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς ὑϖολαμϐάνεις, ϑεῖος, ἄλλως δὲ ἐνομίζομεν αὐτὸν εἶναι ϑεῖον, ȣ̓δὲ ȣ̔́τως ἐξὸν ἦν ἡμῖν τὴν ἐϖὶ τῇ εὐσεϐείᾳ δόξαν ἀϰυϱῶσαι.
5:19 μὴ μιϰϱὰν ȣ̓͂ν εἶναι νομίσῃς ταύτην, εἰ μιαϱοφαγήσαιμεν, ἁμαϱτίαν·
5:20 τὸ γὰϱ ἐϖὶ μιϰϱοῖς ϗ μεγάλοις ϖαϱανομεῖν ἰσοδύναμόν ἐϛιν,
5:21 δι’ ἑϰατέϱȣ γὰϱ ὡς ὁμοίως ὁ νόμος ὑϖεϱηφανεῖται.
5:22 χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν ὥσϖεϱ ȣ̓ μετὰ εὐλογιϛίας ἐν αὐτῇ ϐιȣ́ντων·
5:23 σωφϱοσύνην τε γὰϱ ἡμᾶς ἐϰδιδάσϰει ὥϛε ϖασῶν τῶν ἡδονῶν ϗ ἐϖιϑυμιῶν ϰϱατεῖν ϗ ἀνδϱείαν ἐξασϰεῖ ὥϛε ϖάντα ϖόνον ἑϰȣσίως ὑϖομένειν
5:24 ϗ διϰαιοσύνην ϖαιδεύει ὥϛε· διὰ ϖάντων τῶν ἠϑῶν ἰσονομεῖν ϗ εὐσέϐειαν ἐϰδιδάσϰει ὥϛε μόνον τὸν ὄντα ϑεὸν σέϐειν μεγαλοϖϱεϖῶς.
5:25 διὸ ȣ̓ μιαϱοφαγȣ̃μεν· ϖιϛεύοντες γὰϱ ϑεȣ̃ ϰαϑεϛάναι τὸν νόμον οἴδαμεν ὅτι ϰατὰ φύσιν ἡμῖν συμϖαϑεῖ νομοϑετῶν ὁ τȣ̃ ϰόσμȣ ϰτίϛης·
5:26 τὰ μὲν οἰϰειωϑησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐϖέτϱεψεν ἐσϑίειν, τὰ δὲ ἐναντιωϑησόμενα ἐϰώλυσεν σαϱϰοφαγεῖν.
5:27 τυϱαννιϰὸν δὲ ȣ̓ μόνον ἀναγϰάζειν ἡμᾶς ϖαϱανομεῖν, ἀλλὰ ϗ ἐσϑίειν, ὅϖως τῇ ἐχϑίϛῃ ἡμῶν μιαϱοφαγίᾳ ταύτῃ ἐϖεγγελάσῃς.
5:28 ἀλλ’ ȣ̓ γελάσεις ϰατ’ ἐμȣ̃ τȣ̃τον τὸν γέλωτα,
5:29 ȣ̓́τε τȣ̀ς ἱεϱȣ̀ς τῶν ϖϱογόνων ϖεϱὶ τȣ̃ φυλάξαι τὸν νόμον ὅϱϰȣς ȣ̓ ϖαϱήσω,
5:30 ȣ̓δ’ ἂν ἐϰϰόψειάς μȣ τὰ ὄμματα ϗ τὰ σϖλάγχνα μȣ τήξειας.
5:31 ȣ̓χ ȣ̔́τως εἰμὶ γέϱων ἐγὼ ϗ ἄνανδϱος ὥϛε μοι διὰ τὴν εὐσέϐειαν μὴ νεάζειν τὸν λογισμόν.
5:32 ϖϱὸς ταῦτα τϱοχȣ̀ς εὐτϱέϖιζε ϗ τὸ ϖῦϱ ἐϰφύσα σφοδϱότεϱον.
5:33 ȣ̓χ ȣ̔́τως οἰϰτίϱομαι τὸ ἐμαυτȣ̃ γῆϱας ὥϛε δι’ ἐμαυτȣ̃ τὸν ϖάτϱιον ϰαταλῦσαι νόμον.
5:34 ȣ̓ ψεύσομαί σε, ϖαιδευτὰ νόμε, ȣ̓δὲ ἐξομȣ̃μαί σε, φίλη ἐγϰϱάτεια,
5:35 ȣ̓δὲ ϰαταισχυνῶ σε, φιλόσοφε λόγε, ȣ̓δὲ ἐξαϱνήσομαί σε, ἱεϱωσύνη τιμία ϗ νομοϑεσίας ἐϖιϛήμη·
5:36 ȣ̓δὲ μιανεῖς μȣ τὸ σεμνὸν γήϱως ϛόμα ȣ̓δὲ νομίμȣ ϐίȣ ἡλιϰίαν.
5:37 ἁγνόν με οἱ ϖατέϱες εἰσδέξονται μὴ φοϐηϑέντα σȣ τὰς μέχϱι ϑανάτȣ ἀνάγϰας.
5:38 ἀσεϐῶν μὲν γὰϱ τυϱαννήσεις, τῶν δὲ ἐμῶν ὑϖὲϱ τῆς εὐσεϐείας λογισμῶν ȣ̓́τε λόγοις δεσϖόσεις ȣ̓́τε δι’ ἔϱγων.
6:1 Τȣ̃τον τὸν τϱόϖον ἀντιϱϱητοϱεύσαντα ταῖς τȣ̃ τυϱάννȣ ϖαϱηγοϱίαις ϖαϱαϛάντες οἱ δοϱυφόϱοι ϖιϰϱῶς ἔσυϱαν ἐϖὶ τὰ ϐασανιϛήϱια τὸν Ελεαζαϱον.
6:2 ϗ ϖϱῶτον μὲν ϖεϱιέδυσαν τὸν γεϱαιὸν ἐγϰοσμȣ́μενον τῇ ϖεϱὶ τὴν εὐσέϐειαν εὐσχημοσύνῃ·
6:3 ἔϖειτα ϖεϱιαγϰωνίσαντες ἑϰατέϱωϑεν μάϛιξιν ϰατῄϰιζον,
6:4 Πείσϑητι ταῖς τȣ̃ ϐασιλέως ἐντολαῖς, ἑτέϱωϑεν ϰήϱυϰος ἐϖιϐοῶντος.
6:5 ὁ δὲ μεγαλόφϱων ϗ εὐγενὴς ὡς ἀληϑῶς Ελεαζαϱος ὥσϖεϱ ἐν ὀνείϱῳ ϐασανιζόμενος ϰατ’ ȣ̓δένα τϱόϖον μετετϱέϖετο,
6:6 ἀλλὰ ὑψηλȣ̀ς ἀνατείνας εἰς ȣ̓ϱανὸν τȣ̀ς ὀφϑαλμȣ̀ς ἀϖεξαίνετο ταῖς μάϛιξιν τὰς σάϱϰας ὁ γέϱων ϗ ϰατεϱϱεῖτο τῷ αἵματι ϗ τὰ ϖλευϱὰ ϰατετιτϱώσϰετο.
6:7 ϗ ϖίϖτων εἰς τὸ ἔδαφος ἀϖὸ τȣ̃ μὴ φέϱειν τὸ σῶμα τὰς ἀλγηδόνας ὀϱϑὸν εἶχεν ϗ ἀϰλινῆ τὸν λογισμόν.
6:8 λάξ γέ τοι τῶν ϖιϰϱῶν τις δοϱυφόϱων εἰς τȣ̀ς ϰενεῶνας ἐναλλόμενος ἔτυϖτεν, ὅϖως ἐξανίϛαιτο ϖίϖτων.
6:9 ὁ δὲ ὑϖέμενε τȣ̀ς ϖόνȣς ϗ ϖεϱιεφϱόνει τῆς ἀνάγϰης ϗ διεϰαϱτέϱει τȣ̀ς αἰϰισμȣ́ς,
6:10 ϗ ϰαϑάϖεϱ γενναῖος ἀϑλητὴς τυϖτόμενος ἐνίϰα τȣ̀ς ϐασανίζοντας ὁ γέϱων·
6:11 ἱδϱῶν γέ τοι τὸ ϖϱόσωϖον ϗ ἐϖασϑμαίνων σφοδϱῶς ϗ ὑϖ’ αὐτῶν τῶν ϐασανιζόντων ἐϑαυμάζετο ἐϖὶ τῇ εὐψυχίᾳ.
6:12 Ὅϑεν τὰ μὲν ἐλεῶντες τὰ τȣ̃ γήϱως αὐτȣ̃,
6:13 τὰ δὲ ἐν συμϖαϑείᾳ τῆς συνηϑείας ὄντες, τὰ δὲ ἐν ϑαυμασμῷ τῆς ϰαϱτεϱίας ϖϱοσιόντες αὐτῷ τινες τȣ̃ ϐασιλέως ἔλεγον
6:14 Τί τοῖς ϰαϰοῖς τȣ́τοις σεαυτὸν ἀλογίϛως ἀϖόλλεις, Ελεαζαϱ;
6:15 ἡμεῖς μέν τοι τῶν ἡψημένων ϐϱωμάτων ϖαϱαϑήσομεν, σὺ δὲ ὑϖοϰϱινόμενος τῶν ὑείων ἀϖογεύεσϑαι σώϑητι.
6:16 Ϗ ὁ Ελεαζαϱος ὥσϖεϱ ϖιϰϱότεϱον διὰ τῆς συμϐȣλίας αἰϰισϑεὶς ἀνεϐόησεν
6:17 Μὴ ȣ̔́τως ϰαϰῶς φϱονήσαιμεν οἱ Αϐϱααμ ϖαῖδες ὥϛε μαλαϰοψυχήσαντας ἀϖϱεϖὲς ἡμῖν δϱᾶμα ὑϖοϰϱίνασϑαι.
6:18 ϗ γὰϱ ἀλόγιϛον εἰ ϖϱὸς ἀλήϑειαν ζήσαντες τὸν μέχϱι γήϱως ϐίον ϗ τὴν ἐϖ’ αὐτῷ δόξαν νομίμως φυλάσσοντες νῦν μεταϐαλοίμεϑα
6:19 ϗ αὐτοὶ μὲν ἡμεῖς γενοίμεϑα τοῖς νέοις ἀσεϐείας τύϖος, ἵνα ϖαϱάδειγμα γενώμεϑα τῆς μιαϱοφαγίας.
6:20 αἰσχϱὸν δὲ εἰ ἐϖιϐιώσομεν ὀλίγον χϱόνον ϗ τȣ̃τον ϰαταγελώμενοι ϖϱὸς ἁϖάντων ἐϖὶ δειλίᾳ
6:21 ϗ ὑϖὸ μὲν τȣ̃ τυϱάννȣ ϰαταφϱονηϑῶμεν ὡς ἄνανδϱοι, τὸν δὲ ϑεῖον ἡμῶν νόμον μέχϱι ϑανάτȣ μὴ ϖϱοασϖίσαιμεν.
6:22 ϖϱὸς ταῦτα ὑμεῖς μέν, ὦ Αϐϱααμ ϖαῖδες, εὐγενῶς ὑϖὲϱ τῆς εὐσεϐείας τελευτᾶτε.
6:23 οἱ δὲ τȣ̃ τυϱάννȣ δοϱυφόϱοι, τί μέλλετε;
6:24 Πϱὸς τὰς ἀνάγϰας ȣ̔́τως μεγαλοφϱονȣ̃ντα αὐτὸν ἰδόντες ϗ μηδὲ ϖϱὸς τὸν οἰϰτιϱμὸν αὐτῶν μεταϐαλλόμενον ἐϖὶ τὸ ϖῦϱ αὐτὸν ἀνῆγον·
6:25 ἔνϑα διὰ ϰαϰοτέχνων ὀϱγάνων ϰαταφλέγοντες αὐτὸν ὑϖεϱϱίϖτοσαν, ϗ δυσώδεις χυλȣ̀ς εἰς τȣ̀ς μυϰτῆϱας αὐτȣ̃ ϰατέχεον.
6:26 ὁ δὲ μέχϱι τῶν ὀϛέων ἤδη ϰαταϰεϰαυμένος ϗ μέλλων λιϖοϑυμεῖν ἀνέτεινε τὰ ὄμματα ϖϱὸς τὸν ϑεὸν ϗ εἶϖεν
6:27 Σὺ οἶσϑα, ϑεέ, ϖαϱόν μοι σῴζεσϑαι ϐασάνοις ϰαυϛιϰαῖς ἀϖοϑνῄσϰω διὰ τὸν νόμον.
6:28 ἵλεως γενȣ̃ τῷ ἔϑνει σȣ ἀϱϰεσϑεὶς τῇ ἡμετέϱᾳ ὑϖὲϱ αὐτῶν δίϰῃ.
6:29 ϰαϑάϱσιον αὐτῶν ϖοίησον τὸ ἐμὸν αἷμα ϗ ἀντίψυχον αὐτῶν λαϐὲ τὴν ἐμὴν ψυχήν.
6:30 ϗ ταῦτα εἰϖὼν ὁ ἱεϱὸς ἀνὴϱ εὐγενῶς ταῖς ϐασάνοις ἐναϖέϑανεν ϗ μέχϱι τῶν τȣ̃ ϑανάτȣ ϐασάνων ἀντέϛη τῷ λογισμῷ διὰ τὸν νόμον.
6:31 Ὁμολογȣμένως ȣ̓͂ν δεσϖότης τῶν ϖαϑῶν ἐϛιν ὁ εὐσεϐὴς λογισμός.
6:32 εἰ γὰϱ τὰ ϖάϑη τȣ̃ λογισμȣ̃ ϰεϰϱατήϰει, τȣ́τοις ἂν ἀϖέδομεν τὴν τῆς ἐϖιϰϱατείας μαϱτυϱίαν·
6:33 νυνὶ δὲ τȣ̃ λογισμȣ̃ τὰ ϖάϑη νιϰήσαντος αὐτῷ ϖϱοσηϰόντως τὴν τῆς ἡγεμονίας ϖϱοσνέμομεν ἐξȣσίαν.
6:34 ϗ δίϰαιόν ἐϛιν ὁμολογεῖν ἡμᾶς τὸ ϰϱάτος εἶναι τȣ̃ λογισμȣ̃, ὅϖȣ γε ϗ τῶν ἔξωϑεν ἀλγηδόνων ἐϖιϰϱατεῖ, ἐϖεὶ ϗ γελοῖον.
6:35 ϗ ȣ̓ μόνον τῶν ἀλγηδόνων ἐϖιδείϰνυμι ϰεϰϱατηϰέναι τὸν λογισμόν, ἀλλὰ ϗ τῶν ἡδονῶν ϰϱατεῖν ϗ μηδὲν αὐταῖς ὑϖείϰειν.
7:1 Ὥσϖεϱ γὰϱ ἄϱιϛος ϰυϐεϱνήτης ὁ τȣ̃ ϖατϱὸς ἡμῶν Ελεαζαϱȣ λογισμὸς ϖηδαλιȣχῶν τὴν τῆς εὐσεϐείας ναῦν ἐν τῷ τῶν ϖαϑῶν ϖελάγει
7:2 ϗ ϰαταιϰιζόμενος ταῖς τȣ̃ τυϱάννȣ ἀϖειλαῖς ϗ ϰαταντλȣ́μενος ταῖς τῶν ϐασάνων τϱιϰυμίαις
7:3 ϰατ’ ȣ̓δένα τϱόϖον ἔτϱεψε τȣ̀ς τῆς εὐσεϐείας οἴαϰας, ἕως ȣ̔͂ ἔϖλευσεν ἐϖὶ τὸν τῆς ἀϑανάτȣ νίϰης λιμένα.
7:4 ȣ̓χ ȣ̔́τως ϖόλις ϖολλοῖς ϗ ϖοιϰίλοις μηχανήμασιν ἀντέσχε ϖοτὲ ϖολιοϱϰȣμένη, ὡς ὁ ϖανάγιος ἐϰεῖνος. τὴν ἱεϱὰν ψυχὴν αἰϰισμοῖς τε ϗ ϛϱέϐλαις ϖυϱϖολȣ́μενος ἐνίϰησεν τȣ̀ς ϖολιοϱϰȣ̃ντας διὰ τὸν ὑϖεϱασϖίζοντα τῆς εὐσεϐείας λογισμόν.
7:5 ὥσϖεϱ γὰϱ ϖϱόϰϱημνον ἄϰϱαν τὴν ἑαυτȣ̃ διάνοιαν ὁ ϖατὴϱ Ελεαζαϱ ἐϰτείνας ϖεϱιέϰλασεν τȣ̀ς ἐϖιμαινομένȣς τῶν ϖαϑῶν ϰλύδωνας.
7:6 ὦ ἄξιε τῆς ἱεϱωσύνης ἱεϱεῦ, ȣ̓ϰ ἐμίανας τȣ̀ς ἱεϱȣ̀ς ὀδόντας ȣ̓δὲ τὴν ϑεοσέϐειαν ϗ ϰαϑαϱισμὸν χωϱήσασαν γαϛέϱα ἐϰοίνωσας μιαϱοφαγίᾳ.
7:7 ὦ σύμφωνε νόμȣ ϗ φιλόσοφε ϑείȣ ϐίȣ.
7:8 τοιȣ́τȣς δεῖ εἶναι τȣ̀ς δημιȣϱγȣ̃ντας τὸν νόμον ἰδίῳ αἵματι ϗ γενναίῳ ἱδϱῶτι τοῖς μέχϱι ϑανάτȣ ϖάϑεσιν ὑϖεϱασϖίζοντας.
7:9 σύ, ϖάτεϱ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑϖομονῶν εἰς δόξαν ἐϰύϱωσας ϗ τὴν ἁγιαϛίαν σεμνολογήσας ȣ̓ ϰατέλυσας ϗ διὰ τῶν ἔϱγων ἐϖιϛοϖοίησας τȣ̀ς τῆς ϑείας φιλοσοφίας σȣ λόγȣς,
7:10 ὦ ϐασάνων ϐιαιότεϱε γέϱων ϗ ϖυϱὸς εὐτονώτεϱε ϖϱεσϐῦτα ϗ ϖαϑῶν μέγιϛε ϐασιλεῦ Ελεαζαϱ.
7:11 ὥσϖεϱ γὰϱ ὁ ϖατὴϱ Ααϱων τῷ ϑυμιατηϱίῳ ϰαϑωϖλισμένος διὰ τȣ̃ ἐϑνοϖλήϑȣς ἐϖιτϱέχων τὸν ἐμϖυϱιϛὴν ἐνίϰησεν ἄγγελον,
7:12 ȣ̔́τως ὁ Ααϱωνίδης Ελεαζαϱ διὰ τȣ̃ ϖυϱὸς ὑϖεϱτηϰόμενος ȣ̓ μετετϱάϖη τὸν λογισμόν.
7:13 ϰαίτοι τὸ ϑαυμασιώτατον, γέϱων ὢν λελυμένων μὲν ἤδη τῶν τȣ̃ σώματος τόνων, ϖεϱιϰεχαλασμένων δὲ τῶν σαϱϰῶν, ϰεϰμηϰότων δὲ ϗ τῶν νεύϱων ἀνενέασεν
7:14 τῷ ϖνεύματι διὰ τȣ̃ λογισμȣ̃ ϗ τῷ Ισαϰίῳ λογισμῷ τὴν ϖολυϰέφαλον ϛϱέϐλαν ἠϰύϱωσεν.
7:15 ὦ μαϰαϱίȣ γήϱως ϗ σεμνῆς ϖολιᾶς ϗ ϐίȣ νομίμȣ, ὃν ϖιϛὴ ϑανάτȣ σφϱαγὶς ἐτελείωσεν.
7:16 Εἰ δὴ τοίνυν γέϱων ἀνὴϱ τῶν μέχϱι ϑανάτȣ ϐασάνων ϖεϱιεφϱόνει δι’ εὐσέϐειαν, ὁμολογȣμένως ἡγεμών ἐϛιν τῶν ϖαϑῶν ὁ εὐσεϐὴς λογισμός.
7:17 ἴσως δ’ ἂν εἴϖοιέν τινες Τῶν ϖαϑῶν ȣ̓ ϖάντες ϖεϱιϰϱατȣ̃σιν, ὅτι ȣ̓δὲ ϖάντες φϱόνιμον ἔχȣσιν τὸν λογισμόν.
7:18 ἀλλ’ ὅσοι τῆς εὐσεϐείας ϖϱονοȣ̃σιν ἐξ ὅλης ϰαϱδίας, ȣ̔͂τοι μόνοι δύνανται ϰϱατεῖν τῶν τῆς σαϱϰὸς ϖαϑῶν
7:19 ϖιϛεύοντες ὅτι ϑεῷ ȣ̓ϰ ἀϖοϑνῄσϰȣσιν, ὥσϖεϱ ȣ̓δὲ οἱ ϖατϱιάϱχαι ἡμῶν Αϐϱααμ ϗ Ισααϰ ϗ Ιαϰωϐ, ἀλλὰ ζῶσιν τῷ ϑεῷ.
7:20 ȣ̓δὲν ȣ̓͂ν ἐναντιȣ̃ται τὸ φαίνεσϑαί τινας ϖαϑοϰϱατεῖσϑαι διὰ τὸν ἀσϑενῆ λογισμόν·
7:21 ἐϖεὶ τίς ϖϱὸς ὅλον τὸν τῆς φιλοσοφίας ϰανόνα φιλοσοφῶν ϗ ϖεϖιϛευϰὼς ϑεῷ
7:22 ϗ εἰδὼς ὅτι διὰ τὴν ἀϱετὴν ϖάντα ϖόνον ὑϖομένειν μαϰάϱιόν ἐϛιν, ȣ̓ϰ ἂν ϖεϱιϰϱατήσειεν τῶν ϖαϑῶν διὰ τὴν ϑεοσέϐειαν;
7:23 μόνος γὰϱ ὁ σοφὸς ϗ ἀνδϱεῖός ἐϛιν τῶν ϖαϑῶν ϰύϱιος.
8:1 Διὰ τȣ̃τό γέ τοι ϗ μειϱαϰίσϰοι τῷ τῆς εὐσεϐείας λογισμῷ φιλοσοφȣ̃ντες χαλεϖωτέϱων ϐασανιϛηϱίων ἐϖεϰϱάτησαν.
8:2 ἐϖειδὴ γὰϱ ϰατὰ τὴν ϖϱώτην ϖεῖϱαν ἐνιϰήϑη ϖεϱιφανῶς ὁ τύϱαννος μὴ δυνηϑεὶς ἀναγϰάσαι γέϱοντα μιαϱοφαγῆσαι, τότε δὴ σφόδϱα ϖεϱιϖαϑῶς ἐϰέλευσεν ἄλλȣς ἐϰ τῆς λείας τῶν Εϐϱαίων ἀγαγεῖν, ϗ εἰ μὲν μιαϱοφαγήσαιεν, ἀϖολύειν φαγόντας, εἰ δ’ ἀντιλέγοιεν, ϖιϰϱότεϱον ϐασανίζειν.
8:3 ταῦτα διαταξαμένȣ τȣ̃ τυϱάννȣ, ϖαϱῆσαν ἀγόμενοι μετὰ γεϱαιᾶς μητϱὸς ἑϖτὰ ἀδελφοὶ ϰαλοί τε ϗ αἰδήμονες ϗ γενναῖοι ϗ ἐν ϖαντὶ χαϱίεντες.
8:4 ȣ̔̀ς ἰδὼν ὁ τύϱαννος ϰαϑάϖεϱ ἐν χοϱῷ μέσην τὴν μητέϱα ϖεϱιέχοντας ἥσϑετο ἐϖ’ αὐτοῖς ϗ τῆς εὐϖϱεϖείας ἐϰϖλαγεὶς ϗ τῆς εὐγενείας ϖϱοσεμειδίασεν αὐτοῖς ϗ ϖλησίον ϰαλέσας ἔφη
8:5 Ὦ νεανίαι, φιλοφϱόνως ἐγὼ ϰαϑ’ ἑνὸς ἑϰάϛȣ ὑμῶν ϑαυμάζω, τὸ ϰάλλος ϗ τὸ ϖλῆϑος τοσȣ́των ἀδελφῶν ὑϖεϱτιμῶν ȣ̓ μόνον συμϐȣλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ ϖϱοϐασανισϑέντι γέϱοντι μανίαν, ἀλλὰ ϗ ϖαϱαϰαλῶ συνείξαντάς μοι τῆς ἐμῆς ἀϖολαύειν φιλίας·
8:6 δυναίμην δ’ ἂν ὥσϖεϱ ϰολάζειν τȣ̀ς ἀϖειϑȣ̃ντάς μȣ τοῖς ἐϖιτάγμασιν, ȣ̔́τω ϗ εὐεϱγετεῖν τȣ̀ς εὐϖειϑȣ̃ντάς μοι.
8:7 ϖιϛεύσατε ȣ̓͂ν ϗ ἀϱχὰς ἐϖὶ τῶν ἐμῶν ϖϱαγμάτων ἡγεμονιϰὰς λήμψεσϑε ἀϱνησάμενοι τὸν ϖάτϱιον ὑμῶν τῆς ϖολιτείας ϑεσμόν·
8:8 ϗ μεταλαϐόντες Ἑλληνιϰȣ̃ ϐίȣ ϗ μεταδιαιτηϑέντες ἐντϱυφήσατε ταῖς νεότησιν ὑμῶν·
8:9 ἐϖεί, ἐὰν ὀϱγίλως με διάϑησϑε διὰ τῆς ἀϖειϑείας, ἀναγϰάσετέ με ἐϖὶ δειναῖς ϰολάσεσιν ἕνα ἕϰαϛον ὑμῶν διὰ τῶν ϐασάνων ἀϖολέσαι.
8:10 ϰατελεήσατε ȣ̓͂ν ἑαυτȣ́ς, ȣ̔̀ς ϗ ὁ ϖολέμιος ἔγωγε ϗ τῆς ἡλιϰίας ϗ τῆς εὐμοϱφίας οἰϰτίϱομαι.
8:11 ȣ̓ διαλογιεῖσϑε τȣ̃το, ὅτι ȣ̓δὲν ὑμῖν ἀϖειϑήσασιν ϖλὴν τȣ̃ μετὰ ϛϱεϐλῶν ἀϖοϑανεῖν ἀϖόϰειται;
8:12 Ταῦτα δὲ λέγων ἐϰέλευσεν εἰς τὸ ἔμϖϱοσϑεν τιϑέναι τὰ ϐασανιϛήϱια, ὅϖως ϗ διὰ τȣ̃ φόϐȣ ϖείσειεν αὐτȣ̀ς μιαϱοφαγῆσαι.
8:13 ὡς δὲ τϱοχȣ́ς τε ϗ ἀϱϑϱέμϐολα, ϛϱεϐλωτήϱιά τε ϗ τϱοχαντῆϱας ϗ ϰαταϖέλτας ϗ λέϐητας, τήγανά τε ϗ δαϰτυλήϑϱας ϗ χεῖϱας σιδηϱᾶς ϗ σφῆνας ϗ τὰ ζώϖυϱα τȣ̃ ϖυϱὸς οἱ δοϱυφόϱοι ϖϱοέϑεσαν, ὑϖολαϐὼν ὁ τύϱαννος ἔφη
8:14 Μειϱάϰια, φοϐήϑητε, ϗ ἣν σέϐεσϑε δίϰην, ἵλεως ὑμῖν ἔϛαι δι’ ἀνάγϰην ϖαϱανομήσασιν.
8:15 Οἱ δὲ ἀϰȣ́σαντες ἐϖαγωγὰ ϗ ὁϱῶντες δεινὰ ȣ̓ μόνον ȣ̓ϰ ἐφοϐήϑησαν, ἀλλὰ ϗ ἀντεφιλοσόφησαν τῷ τυϱάννῳ ϗ διὰ τῆς εὐλογιϛίας τὴν τυϱαννίδα αὐτȣ̃ ϰατέλυσαν.
8:16 ϰαίτοι λογισώμεϑα, εἰ δειλόψυχοί τινες ἦσαν ἐν αὐτοῖς ϗ ἄνανδϱοι, ϖοίοις ἂν ἐχϱήσαντο λόγοις; ȣ̓χὶ τȣ́τοις;
8:17 Ὦ τάλανες ἡμεῖς ϗ λίαν ἀνόητοι· ϐασιλέως ἡμᾶς ϰαλȣ̃ντος ϗ ἐϖὶ εὐεϱγεσίᾳ ϖαϱαϰαλȣ̃ντος, εἰ ϖεισϑείημεν αὐτῷ,
8:18 τί ϐȣλήμασιν ϰενοῖς ἑαυτȣ̀ς εὐφϱαίνομεν ϗ ϑανατηφόϱον ἀϖείϑειαν τολμῶμεν;
8:19 ȣ̓ φοϐηϑησόμεϑα, ἄνδϱες ἀδελφοί, τὰ ϐασανιϛήϱια ϗ λογιȣ́μεϑα τὰς τῶν ϐασάνων ἀϖειλὰς ϗ φευξόμεϑα τὴν ϰενοδοξίαν ταύτην ϗ ὀλεϑϱοφόϱον ἀλαζονείαν;
8:20 ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλιϰίας ϗ ϰατοιϰτίϱωμεν τὸ τῆς μητϱὸς γῆϱας
8:21 ϗ ἐνϑυμηϑῶμεν ὅτι ἀϖειϑȣ̃ντες τεϑνηξόμεϑα.
8:22 συγγνώσεται δὲ ἡμῖν ϗ ἡ ϑεία δίϰη δι’ ἀνάγϰην τὸν ϐασιλέα φοϐηϑεῖσιν.
8:23 τί ἐξάγομεν ἑαυτȣ̀ς τȣ̃ ἡδίϛȣ ϐίȣ ϗ ἀϖοϛεϱȣ̃μεν ἑαυτȣ̀ς τȣ̃ γλυϰέος ϰόσμȣ;
8:24 μὴ ϐιαζώμεϑα τὴν ἀνάγϰην μηδὲ ϰενοδοξήσωμεν ἐϖὶ τῇ ἑαυτῶν ϛϱέϐλῃ.
8:25 ȣ̓δ’ αὐτὸς ὁ νόμος ἑϰȣσίως ἡμᾶς ϑανατοῖ φοϐηϑέντας τὰ ϐασανιϛήϱια.
8:26 ϖόϑεν ἡμῖν ἡ τοσαύτη ἐντέτηϰε φιλονειϰία ϗ ἡ ϑανατηφόϱος ἀϱέσϰει ϰαϱτεϱία, ϖαϱὸν μετὰ ἀταϱαξίας ζῆν τῷ ϐασιλεῖ ϖεισϑέντας;
8:27 ἀλλὰ τȣ́των ȣ̓δὲν εἶϖον οἱ νεανίαι ϐασανίζεσϑαι μέλλοντες ȣ̓δὲ ἐνεϑυμήϑησαν.
8:28 ἦσαν γὰϱ ϖεϱίφϱονες τῶν ϖαϑῶν ϗ αὐτοϰϱάτοϱες τῶν ἀλγηδόνων,
8:29 ὥϛε ἅμα τῷ ϖαύσασϑαι τὸν τύϱαννον συμϐȣλεύοντα αὐτοῖς μιαϱοφαγῆσαι, ϖάντες διὰ μιᾶς φωνῆς ὁμȣ̃ ὥσϖεϱ ἀϖὸ τῆς αὐτῆς ψυχῆς εἶϖον
9:1 Τί μέλλεις, ὦ τύϱαννε; ἕτοιμοι γάϱ ἐσμεν ἀϖοϑνῄσϰειν ἢ ϖαϱαϐαίνειν τὰς ϖατϱίȣς ἡμῶν ἐντολάς·
9:2 αἰσχυνόμεϑα γὰϱ τȣ̀ς ϖϱογόνȣς ἡμῶν εἰϰότως, εἰ μὴ τῇ τȣ̃ νόμȣ εὐϖειϑείᾳ ϗ συμϐȣ́λῳ Μωυσεῖ χϱησαίμεϑα.
9:3 σύμϐȣλε τύϱαννε ϖαϱανομίας, μὴ ἡμᾶς μισῶν ὑϖὲϱ αὐτȣ̀ς ἡμᾶς ἐλέα.
9:4 χαλεϖώτεϱον γὰϱ αὐτȣ̃ τȣ̃ ϑανάτȣ νομίζομεν εἶναί σȣ τὸν ἐϖὶ τῇ ϖαϱανόμῳ σωτηϱίᾳ ἡμῶν ἔλεον.
9:5 ἐϰφοϐεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν ϐασάνων ϑάνατον ἡμῖν ἀϖειλῶν ὥσϖεϱ ȣ̓χὶ ϖϱὸ ϐϱαχέως ϖαϱ’ Ελεαζαϱȣ μαϑών.
9:6 εἰ δ’ οἱ γέϱοντες τῶν Εϐϱαίων διὰ τὴν εὐσέϐειαν ϗ ϐασανισμȣ̀ς ὑϖομείναντες εὐσέϐησαν, ἀϖοϑάνοιμεν ἂν διϰαιότεϱον ἡμεῖς οἱ νέοι τὰς ϐασάνȣς τῶν σῶν ἀναγϰῶν ὑϖεϱιδόντες, ἃς ϗ ὁ ϖαιδευτὴς ἡμῶν γέϱων ἐνίϰησεν.
9:7 ϖείϱαζε τοιγαϱȣ̃ν, τύϱαννε· ϗ τὰς ἡμῶν ψυχὰς εἰ ϑανατώσεις διὰ τὴν εὐσέϐειαν, μὴ νομίσῃς ἡμᾶς ϐλάϖτειν ϐασανίζων.
9:8 ἡμεῖς μὲν γὰϱ διὰ τῆσδε τῆς ϰαϰοϖαϑείας ϗ ὑϖομονῆς τὰ τῆς ἀϱετῆς ἆϑλα ἕξομεν ϗ ἐσόμεϑα ϖαϱὰ ϑεῷ, δι’ ὃν ϗ ϖάσχομεν·
9:9 σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάϱϰη ϰαϱτεϱήσεις ὑϖὸ τῆς ϑείας δίϰης αἰώνιον ϐάσανον διὰ ϖυϱός.
9:10 Ταῦτα αὐτῶν εἰϖόντων ȣ̓ μόνον ὡς ϰατὰ ἀϖειϑȣ́ντων ἐχαλέϖαινεν ὁ τύϱαννος, ἀλλὰ ϗ ὡς ϰατὰ ἀχαϱίϛων ὠϱγίσϑη.
9:11 ὅϑεν τὸν ϖϱεσϐύτατον αὐτῶν ϰελευσϑέντες ϖαϱῆγον οἱ ὑϖασϖιϛαὶ ϗ διαϱϱήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖϱας αὐτȣ̃ ϗ τȣ̀ς ϐϱαχίονας ἱμᾶσιν ἑϰατέϱωϑεν.
9:12 ὡς δὲ τύϖτοντες ταῖς μάϛιξιν ἐϰοϖίασαν μηδὲν ἀνύοντες, ἀνέϐαλον αὐτὸν ἐϖὶ τὸν τϱοχόν·
9:13 ϖεϱὶ ὃν ϰατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαϱϑϱος ἐγίνετο.
9:14 ϗ ϰατὰ ϖᾶν μέλος ϰλώμενος ἐϰαϰηγόϱει λέγων
9:15 Τύϱαννε μιαϱώτατε ϗ τῆς ȣ̓ϱανίȣ δίϰης ἐχϑϱὲ ϗ ὠμόφϱων, ȣ̓ϰ ἀνδϱοφονήσαντά με τȣ̃τον ϰαταιϰίζεις τὸν τϱόϖον ȣ̓δὲ ἀσεϐήσαντα ἀλλὰ ϑείȣ νόμȣ ϖϱοασϖίζοντα.
9:16 ϗ τῶν δοϱυφόϱων λεγόντων Ὁμολόγησον φαγεῖν, ὅϖως ἀϖαλλαγῇς τῶν ϐασάνων,
9:17 ὁ δὲ εἶϖεν Ȣ̓χ ȣ̔́τως ἰσχυϱὸς ὑμῶν ἐϛιν ὁ τϱοχός, ὦ μιαϱοὶ διάϰονοι, ὥϛε μȣ τὸν λογισμὸν ἄγξαι· τέμνετέ μȣ τὰ μέλη ϗ ϖυϱȣ̃τέ μȣ τὰς σάϱϰας ϗ ϛϱεϐλȣ̃τε τὰ ἄϱϑϱα.
9:18 διὰ ϖασῶν γὰϱ ὑμᾶς ϖείσω τῶν ϐασάνων ὅτι μόνοι ϖαῖδες Εϐϱαίων ὑϖὲϱ ἀϱετῆς εἰσιν ἀνίϰητοι.
9:19 ταῦτα λέγοντι ὑϖέϛϱωσαν ϖῦϱ ϗ τὸ διεϱεϑίζον τὸν τϱοχὸν ϖϱοσεϖιϰατέτεινον·
9:20 ἐμολύνετο δὲ ϖάντοϑεν αἵματι ὁ τϱοχός, ϗ ὁ σωϱὸς τῆς ἀνϑϱαϰιᾶς τοῖς τῶν ἰχώϱων ἐσϐέννυτο ϛαλαγμοῖς, ϗ ϖεϱὶ τȣ̀ς ἄξονας τȣ̃ ὀϱγάνȣ ϖεϱιέϱϱεον αἱ σάϱϰες.
9:21 ϗ ϖεϱιτετμημένον ἤδη ἔχων τὸ τῶν ὀϛέων ϖῆγμα ὁ μεγαλόφϱων ϗ Αϐϱαμιαῖος νεανίας ȣ̓ϰ ἐϛέναξεν,
9:22 ἀλλ’ ὥσϖεϱ ἐν ϖυϱὶ μετασχηματιζόμενος εἰς ἀφϑαϱσίαν ὑϖέμεινεν εὐγενῶς τὰς ϛϱέϐλας
9:23 Μιμήσασϑέ με, ἀδελφοί, λέγων, μή μȣ τὸν ἀγῶνα λειϖοταϰτήσητε μηδὲ ἐξομόσησϑέ μȣ τὴν τῆς εὐψυχίας ἀδελφότητα.
9:24 ἱεϱὰν ϗ εὐγενῆ ϛϱατείαν ϛϱατεύσασϑε ϖεϱὶ τῆς εὐσεϐείας, δι’ ἧς ἵλεως ἡ διϰαία ϗ ϖάτϱιος ἡμῶν ϖϱόνοια τῷ ἔϑνει γενηϑεῖσα τιμωϱήσειεν τὸν ἀλάϛοϱα τύϱαννον.
9:25 ϗ ταῦτα εἰϖὼν ὁ ἱεϱοϖϱεϖὴς νεανίας ἀϖέϱϱηξεν τὴν ψυχήν.
9:26 Θαυμασάντων δὲ ϖάντων τὴν ϰαϱτεϱοψυχίαν αὐτȣ̃ ἦγον οἱ δοϱυφόϱοι τὸν ϰαϑ’ ἡλιϰίαν τȣ̃ ϖϱοτέϱȣ δεύτεϱον ϗ σιδηϱᾶς ἐναϱμοσάμενοι χεῖϱας ὀξέσι τοῖς ὄνυξιν ὀϱγάνῳ ϗ ϰαταϖέλτῃ ϖϱοσέδησαν αὐτόν.
9:27 ὡς δ’ εἰ φαγεῖν ϐȣ́λοιτο ϖϱὶν ϐασανίζεσϑαι ϖυνϑανόμενοι τὴν εὐγενῆ γνώμην ἤϰȣσαν,
9:28 ἀϖὸ τῶν τενόντων ταῖς σιδηϱαῖς χεϱσὶν ἐϖισϖασάμενοι μέχϱι τῶν γενείων τὴν σάϱϰα ϖᾶσαν ϗ τὴν τῆς ϰεφαλῆς δοϱὰν οἱ ϖαϱδάλεοι ϑῆϱες ἀϖέσυϱον. ὁ δὲ ταύτην ϐαϱέως τὴν ἀλγηδόνα ϰαϱτεϱῶν ἔλεγεν
9:29 Ὡς ἡδὺς ϖᾶς ϑανάτȣ τϱόϖος διὰ τὴν ϖάτϱιον ἡμῶν εὐσέϐειαν. ἔφη τε ϖϱὸς τὸν τύϱαννον
9:30 Ȣ̓ δοϰεῖς, ϖάντων ὠμότατε τύϱαννε, ϖλέον ἐμȣ̃ σε ϐασανίζεσϑαι ὁϱῶν σȣ νιϰώμενον τὸν τῆς τυϱαννίδος ὑϖεϱήφανον λογισμὸν ὑϖὸ τῆς διὰ τὴν εὐσέϐειαν ἡμῶν ὑϖομονῆς;
9:31 ἐγὼ μὲν γὰϱ ταῖς διὰ τὴν ἀϱετὴν ἡδοναῖς τὸν ϖόνον ἐϖιϰȣφίζομαι,
9:32 σὺ δὲ ἐν ταῖς τῆς ἀσεϐείας ἀϖειλαῖς ϐασανίζῃ. ȣ̓ϰ ἐϰφεύξῃ δέ, μιαϱώτατε τύϱαννε, τὰς τῆς ϑείας ὀϱγῆς δίϰας.
10:1 Ϗ τȣ́τȣ τὸν ἀοίδιμον ϑάνατον ϰαϱτεϱήσαντος ὁ τϱίτος ἤγετο ϖαϱαϰαλȣ́μενος ϖολλὰ ὑϖὸ ϖολλῶν ὅϖως ἀϖογευσάμενος σῴζοιτο.
10:2 ὁ δὲ ἀναϐοήσας ἔφη Ἀγνοεῖτε ὅτι αὑτός με τοῖς ἀϖοϑανȣ̃σιν ἔσϖειϱεν ϖατήϱ, ϗ ἡ αὐτὴ μήτηϱ ἐγέννησεν, ϗ ἐϖὶ τοῖς αὐτοῖς ἀνετϱάφην δόγμασιν;
10:3 ȣ̓ϰ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν.
10:5 οἱ δὲ ϖιϰϱῶς ἐνέγϰαντες τὴν ϖαϱϱησίαν τȣ̃ ἀνδϱὸς ἀϱϑϱεμϐόλοις ὀϱγάνοις τὰς χεῖϱας αὐτȣ̃ ϗ τȣ̀ς ϖόδας ἐξήϱϑϱȣν ϗ ἐξ ἁϱμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον,
10:6 τȣ̀ς δαϰτύλȣς ϗ τȣ̀ς ϐϱαχίονας ϗ τὰ σϰέλη ϗ τȣ̀ς ἀγϰῶνας ϖεϱιέϰλων.
10:7 ϗ ϰατὰ μηδένα τϱόϖον ἰσχύοντες αὐτὸν ἄγξαι ϖεϱιλύσαντες τὰ ὄϱγανα σὺν ἄϰϱαις ταῖς τῶν δαϰτύλων ϰοϱυφαῖς ἀϖεσϰύϑιζον.
10:8 ϗ εὐϑέως ἦγον ἐϖὶ τὸν τϱοχόν, ϖεϱὶ ὃν ἐϰ σϖονδύλων ἐϰμελιζόμενος ἑώϱα τὰς ἑαυτȣ̃ σάϱϰας ϖεϱιλαϰιζομένας ϗ ϰατὰ σϖλάγχνων ϛαγόνας αἵματος ἀϖοϱϱεȣ́σας.
10:9 μέλλων δὲ ἀϖοϑνῄσϰειν ἔφη
10:10 Ἡμεῖς μέν, ὦ μιαϱώτατε τύϱαννε, διὰ ϖαιδείαν ϗ ἀϱετὴν ϑεȣ̃ ταῦτα ϖάσχομεν·
10:11 σὺ δὲ διὰ τὴν ἀσέϐειαν ϗ μιαιφονίαν ἀϰαταλύτȣς ϰαϱτεϱήσεις ϐασάνȣς.
10:12 Ϗ τȣ́τȣ ϑανόντος ἀδελφοϖϱεϖῶς τὸν τέταϱτον ἐϖεσϖῶντο λέγοντες
10:13 Μὴ μανῇς ϗ σὺ τοῖς ἀδελφοῖς σȣ τὴν αὐτὴν μανίαν, ἀλλὰ ϖεισϑεὶς τῷ ϐασιλεῖ σῷζε σεαυτόν.
10:14 ὁ δὲ αὐτοῖς ἔφη Ȣ̓χ ȣ̔́τως ϰαυϛιϰώτεϱον ἔχετε ϰατ’ ἐμȣ̃ τὸ ϖῦϱ ὥϛε με δειλανδϱῆσαι.
10:15 μὰ τὸν μαϰάϱιον τῶν ἀδελφῶν μȣ ϑάνατον ϗ τὸν αἰώνιον τȣ̃ τυϱάννȣ ὄλεϑϱον ϗ τὸν ἀίδιον τῶν εὐσεϐῶν ϐίον, ȣ̓ϰ ἀϱνήσομαι τὴν εὐγενῆ ἀδελφότητα.
10:16 ἐϖινόει, τύϱαννε, ϐασάνȣς, ἵνα ϗ δι’ αὐτῶν μάϑῃς ὅτι ἀδελφός εἰμι τῶν ϖϱοϐασανισϑέντων.
10:17 ταῦτα ἀϰȣ́σας ὁ αἱμοϐόϱος ϗ φονώδης ϗ ϖαμμιαϱώτατος Ἀντίοχος ἐϰέλευσεν τὴν γλῶτταν αὐτȣ̃ ἐϰτεμεῖν.
10:18 ὁ δὲ ἔφη Κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄϱγανον, ϗ σιωϖώντων ἀϰȣ́ει ὁ ϑεός·
10:19 ἰδȣ̀ ϖϱοϰεχάλαϛαι ἡ γλῶσσα, τέμνε, ȣ̓ γὰϱ ϖαϱὰ τȣ̃το τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις.
10:20 ἡδέως ὑϖὲϱ τȣ̃ ϑεȣ̃ τὰ τȣ̃ σώματος μέλη ἀϰϱωτηϱιαζόμεϑα.
10:21 σὲ δὲ ταχέως μετελεύσεται ὁ ϑεός, τὴν γὰϱ τῶν ϑείων ὕμνων μελῳδὸν γλῶτταν ἐϰτέμνεις.
11:1 Ὡς δὲ ϗ ȣ̔͂τος ταῖς ϐασάνοις ϰαταιϰισϑεὶς ἐναϖέϑανεν, ὁ ϖέμϖτος ϖαϱεϖήδησεν λέγων
11:2 Ȣ̓ μέλλω, τύϱαννε, ϖϱὸς τὸν ὑϖὲϱ τῆς ἀϱετῆς ϐασανισμὸν ϖαϱαιτεῖσϑαι,
11:3 αὐτὸς δ’ ἀϖ’ ἐμαυτȣ̃ ϖαϱῆλϑον, ὅϖως ϰἀμὲ ϰαταϰτείνας ϖεϱὶ ϖλειόνων ἀδιϰημάτων ὀφειλήσῃς τῇ ȣ̓ϱανίῳ δίϰῃ τιμωϱίαν.
11:4 ὦ μισάϱετε ϗ μισάνϑϱωϖε, τί δϱάσαντας ἡμᾶς τȣ̃τον ϖοϱϑεῖς τὸν τϱόϖον;
11:5 ὅτι τὸν ϖάντων ϰτίϛην εὐσεϐȣ̃μεν ϗ ϰατὰ τὸν ἐνάϱετον αὐτȣ̃ ζῶμεν νόμον;
11:6 ἀλλὰ ταῦτα τιμῶν, ȣ̓ ϐασάνων ἐϛὶν ἄξια.
11:9 τοιαῦτα δὲ λέγοντα οἱ δοϱυφόϱοι δήσαντες αὐτὸν εἷλϰον ἐϖὶ τὸν ϰαταϖέλτην,
11:10 ἐφ’ ὃν δήσαντες αὐτὸν ἐϖὶ τὰ γόνατα ϗ ταῦτα ϖοδάγϱαις σιδηϱαῖς ἐφαϱμόσαντες τὴν ὀσφὺν αὐτȣ̃ ϖεϱὶ τϱοχιαῖον σφῆνα ϰατέϰαμψαν, ϖεϱὶ ὃν ὅλος ϖεϱὶ τὸν τϱοχὸν σϰοϱϖίȣ τϱόϖον ἀναϰλώμενος ἐξεμελίζετο.
11:11 ϰατὰ τȣ̃τον τὸν τϱόϖον ϗ τὸ ϖνεῦμα ϛενοχωϱȣ́μενος ϗ τὸ σῶμα ἀγχόμενος
11:12 Καλάς, ἔλεγεν, ἄϰων, ὦ τύϱαννε, χάϱιτας ἡμῖν χαϱίζῃ διὰ γενναιοτέϱων ϖόνων ἐϖιδείξασϑαι ϖαϱέχων τὴν εἰς τὸν νόμον ἡμῶν ϰαϱτεϱίαν.
11:13 Τελευτήσαντος δὲ ϗ τȣ́τȣ ὁ ἕϰτος ἤγετο μειϱαϰίσϰος, ὃς ϖυνϑανομένȣ τȣ̃ τυϱάννȣ εἰ ϐȣ́λοιτο φαγὼν ἀϖολύεσϑαι, ὁ δὲ ἔφη
11:14 Ἐγὼ τῇ μὲν ἡλιϰίᾳ τῶν ἀδελφῶν μȣ́ εἰμι νεώτεϱος, τῇ δὲ διανοίᾳ ἡλιϰιώτης·
11:15 εἰς ταὐτὰ γὰϱ γεννηϑέντες ϗ ἀνατϱαφέντες ὑϖὲϱ τῶν αὐτῶν ϗ ἀϖοϑνῄσϰειν ὀφείλομεν ὁμοίως·
11:16 ὥϛε εἴ σοι δοϰεῖ ϐασανίζειν μὴ μιαϱοφαγȣ̃ντα, ϐασάνιζε.
11:17 ταῦτα αὐτὸν εἰϖόντα ϖαϱῆγον ἐϖὶ τὸν τϱοχόν,
11:18 ἐφ’ ȣ̔͂ ϰατατεινόμενος ἐϖιμελῶς ϗ ἐϰσϖονδυλιζόμενος ὑϖεϰαίετο.
11:19 ϗ ὀϐελίσϰȣς ὀξεῖς ϖυϱώσαντες τοῖς νώτοις ϖϱοσέφεϱον ϗ τὰ ϖλευϱὰ διαϖείϱαντες αὐτȣ̃ τὰ σϖλάγχνα διέϰαιον.
11:20 ὁ δὲ ϐασανιζόμενος Ὦ ἱεϱοϖϱεϖȣ̃ς ἀγῶνος, ἔλεγεν, ἐφ’ ὃν διὰ τὴν εὐσέϐειαν εἰς γυμνασίαν ϖόνων ἀδελφοὶ τοσȣ̃τοι ϰληϑέντες ȣ̓ϰ ἐνιϰήϑημεν.
11:21 ἀνίϰητος γάϱ ἐϛιν, ὦ τύϱαννε, ἡ εὐσεϐὴς ἐϖιϛήμη.
11:22 ϰαλοϰἀγαϑίᾳ ϰαϑωϖλισμένος τεϑνήξομαι ϰἀγὼ μετὰ τῶν ἀδελφῶν μȣ
11:23 μέγαν σοὶ ϗ αὐτὸς ϖϱοσϐάλλων ἀλάϛοϱα, ϰαινȣϱγὲ τῶν ϐασάνων ϗ ϖολέμιε τῶν ἀληϑῶς εὐσεϐȣ́ντων.
11:24 ἓξ μειϱάϰια ϰαταλελύϰαμέν σȣ τὴν τυϱαννίδα·
11:25 τὸ γὰϱ μὴ δυνηϑῆναί σε μεταϖεῖσαι τὸν λογισμὸν ἡμῶν μήτε ϐιάσασϑαι ϖϱὸς τὴν μιαϱοφαγίαν ȣ̓ ϰατάλυσίς ἐϛίν σȣ;
11:26 τὸ ϖῦϱ σȣ ψυχϱὸν ἡμῖν, ϗ ἄϖονοι οἱ ϰαταϖέλται, ϗ ἀδύνατος ἡ ϐία σȣ.
11:27 ȣ̓ γὰϱ τυϱάννȣ, ἀλλὰ ϑείȣ νόμȣ ϖϱοεϛήϰασιν ἡμῶν οἱ δοϱυφόϱοι· διὰ τȣ̃το ἀνίϰητον ἔχομεν τὸν λογισμόν.
12:1 Ὡς δὲ ϗ ȣ̔͂τος μαϰαϱίως ἀϖέϑανεν ϰαταϐληϑεὶς εἰς λέϐητα, ὁ ἕϐδομος ϖαϱεγίνετο ϖάντων νεώτεϱος.
12:2 ὃν ϰατοιϰτίϱας ὁ τύϱαννος, ϰαίϖεϱ δεινῶς ὑϖὸ τῶν ἀδελφῶν αὐτȣ̃ ϰαϰισϑείς, ὁϱῶν ἤδη τὰ δεσμὰ ϖεϱιϰείμενα ϖλησιέϛεϱον αὐτὸν μετεϖέμψατο ϗ ϖαϱηγοϱεῖν ἐϖειϱᾶτο λέγων
12:3 Τῆς μὲν τῶν ἀδελφῶν σȣ ἀϖονοίας τὸ τέλος ὁϱᾷς· διὰ γὰϱ ἀϖείϑειαν ϛϱεϐλωϑέντες τεϑνᾶσιν.
12:4 σὺ δὲ εἰ μὲν μὴ ϖεισϑείης, τάλας ϐασανισϑεὶς ϗ αὐτὸς τεϑνήξῃ ϖϱὸ ὥϱας,
12:5 ϖεισϑεὶς δὲ φίλος ἔσῃ ϗ τῶν ἐϖὶ τῆς ϐασιλείας ἀφηγήσῃ ϖϱαγμάτων.
12:6 ϗ ταῦτα ϖαϱαϰαλῶν τὴν μητέϱα τȣ̃ ϖαιδὸς μετεϖέμψατο, ὅϖως αὐτὴν ἐλεήσας τοσȣ́των υἱῶν ϛεϱηϑεῖσαν ϖαϱοϱμήσειεν ἐϖὶ τὴν σωτήϱιον εὐϖείϑειαν τὸν ϖεϱιλειϖόμενον.
12:7 ὁ δὲ τῆς μητϱὸς τῇ Εϐϱαίδι φωνῇ ϖϱοτϱεψαμένης αὐτόν, ὡς ἐϱȣ̃μεν μετὰ μιϰϱὸν ὕϛεϱον,
12:8 Λύσατέ μέ φησιν, εἴϖω τῷ ϐασιλεῖ ϗ τοῖς σὺν αὐτῷ φίλοις ϖᾶσιν.
12:9 ϗ ἐϖιχαϱέντες μάλιϛα ἐϖὶ τῇ ἐϖαγγελίᾳ τȣ̃ ϖαιδὸς ταχέως ἔλυσαν αὐτόν.
12:10 ϗ δϱαμὼν ἐϖὶ ϖλησίον τῶν τηγάνων
12:11 Ἀνόσιέ, φησιν, ϗ ϖάντων ϖονηϱῶν ἀσεϐέϛατε τύϱαννε, ȣ̓ϰ ᾐδέσϑης ϖαϱὰ τȣ̃ ϑεȣ̃ λαϐὼν τὰ ἀγαϑὰ ϗ τὴν ϐασιλείαν τȣ̀ς ϑεϱάϖοντας αὐτȣ̃ ϰαταϰτεῖναι ϗ τȣ̀ς τῆς εὐσεϐείας ἀσϰητὰς ϛϱεϐλῶσαι;
12:12 ἀνϑ’ ὧν ταμιεύσεταί σε ἡ δίϰη ϖυϰνοτέϱῳ ϗ αἰωνίῳ ϖυϱὶ ϗ ϐασάνοις, αἳ εἰς ὅλον τὸν αἰῶνα ȣ̓ϰ ἀνήσȣσίν σε.
12:13 ȣ̓ϰ ᾐδέσϑης ἄνϑϱωϖος ὤν, ϑηϱιωδέϛατε, τȣ̀ς ὁμοιοϖαϑεῖς ϗ ἐϰ τῶν αὐτῶν γεγονότας ϛοιχείων γλωττοτομῆσαι ϗ τȣ̃τον ϰαταιϰίσας τὸν τϱόϖον ϐασανίσαι.
12:14 ἀλλ’ οἱ μὲν εὐγενῶς ἀϖοϑανόντες ἐϖλήϱωσαν τὴν εἰς τὸν ϑεὸν εὐσέϐειαν, σὺ δὲ ϰαϰῶς οἰμώξεις τȣ̀ς τῆς ἀϱετῆς ἀγωνιϛὰς ἀναιτίως ἀϖοϰτεῖνας.
12:15 ὅϑεν ϗ αὐτὸς ἀϖοϑνῄσϰειν μέλλων ἔφη
12:16 Ȣ̓ϰ ἀϖαυτομολῶ τῆς τῶν ἀδελφῶν μȣ ἀϱιϛείας·
12:17 ἐϖιϰαλȣ̃μαι δὲ τὸν ϖατϱῷον ϑεὸν ὅϖως ἵλεως γένηται τῷ ἔϑνει ἡμῶν.
12:18 σὲ δὲ ϗ ἐν τῷ νῦν ϐίῳ ϗ ϑανόντα τιμωϱήσεται.
12:19 ϗ ταῦτα ϰατευξάμενος ἑαυτὸν ἔϱϱιψε ϰατὰ τῶν τηγάνων, ϗ ȣ̔́τως ἀϖέδωϰεν.
13:1 Εἰ δὲ τοίνυν τῶν μέχϱι ϑανάτȣ ϖόνων ὑϖεϱεφϱόνησαν οἱ ἑϖτὰ ἀδελφοί, συνομολογεῖται ϖανταχόϑεν ὅτι αὐτοδέσϖοτός ἐϛιν τῶν ϖαϑῶν ὁ εὐσεϐὴς λογισμός.
13:2 εἰ γὰϱ τοῖς ϖάϑεσι δȣλωϑέντες ἐμιαϱοφάγησαν, ἐλέγομεν ἂν τȣ́τοις αὐτȣ̀ς νενιϰῆσϑαι·
13:3 νυνὶ δὲ ȣ̓χ ȣ̔́τως, ἀλλὰ τῷ ἐϖαινȣμένῳ ϖαϱὰ ϑεῷ λογισμῷ ϖεϱιεγένοντο τῶν ϖαϑῶν,
13:4 ὧν ȣ̓ϰ ἔϛιν ϖαϱιδεῖν τὴν ἡγεμονίαν τῆς διανοίας, ἐϖεϰϱάτησαν γὰϱ ϗ ϖάϑȣς ϗ ϖόνων.
13:5 ϖῶς ȣ̓͂ν ȣ̓ϰ ἔϛιν τȣ́τοις τὴν τῆς εὐλογιϛίας ϖαϑοϰϱάτειαν ὁμολογεῖν, οἳ τῶν μὲν διὰ ϖυϱὸς ἀλγηδόνων ȣ̓ϰ ἐϖεϛϱάφησαν;
13:6 ϰαϑάϖεϱ γὰϱ ϖϱοϐλῆτες λιμένων ϖύϱγοι τὰς τῶν ϰυμάτων ἀϖειλὰς ἀναϰόϖτοντες γαληνὸν ϖαϱέχȣσι τοῖς εἰσϖλέȣσι τὸν ὅϱμον,
13:7 ȣ̔́τως ἡ ἑϖτάϖυϱγος τῶν νεανίσϰων εὐλογιϛία τὸν τῆς εὐσεϐείας ὀχυϱώσασα λιμένα τὴν τῶν ϖαϑῶν ἐνίϰησεν ἀϰολασίαν.
13:8 ἱεϱὸν γὰϱ εὐσεϐείας ϛήσαντες χοϱὸν ϖαϱεϑάϱσυνον ἀλλήλȣς λέγοντες
13:9 Ἀδελφιϰῶς ἀϖοϑάνωμεν, ἀδελφοί, ϖεϱὶ τȣ̃ νόμȣ· μιμησώμεϑα τȣ̀ς τϱεῖς τȣ̀ς ἐϖὶ τῆς Ἀσσυϱίας νεανίσϰȣς, οἳ τῆς ἰσοϖολίτιδος ϰαμίνȣ ϰατεφϱόνησαν.
13:10 μὴ δειλανδϱήσωμεν ϖϱὸς τὴν τῆς εὐσεϐείας ἐϖίδειξιν.
13:11 ϗ ὁ μέν Θάϱϱει, ἀδελφέ ἔλεγεν, ὁ δέ Εὐγενῶς ϰαϱτέϱησον,
13:12 ὁ δὲ ϰαταμνησϑεὶς ἔλεγεν Μνήσϑητε ϖόϑεν ἐϛέ, ἢ τίνος ϖατϱὸς χειϱὶ σφαγιασϑῆναι διὰ τὴν εὐσέϐειαν ὑϖέμεινεν Ισααϰ.
13:13 εἷς δὲ ἕϰαϛος ἀλλήλȣς ὁμȣ̃ ϖάντες ἐφοϱῶντες φαιδϱοὶ ϗ μάλα ϑαϱϱαλέοι Ἑαυτȣ́ς, ἔλεγον, τῷ ϑεῷ ἀφιεϱώσωμεν ἐξ ὅλης τῆς ϰαϱδίας τῷ δόντι τὰς ψυχὰς ϗ χϱήσωμεν τῇ ϖεϱὶ τὸν νόμον φυλαϰῇ τὰ σώματα.
13:14 μὴ φοϐηϑῶμεν τὸν δοϰȣ̃ντα ἀϖοϰτέννειν·
13:15 μέγας γὰϱ ψυχῆς ἀγὼν ϗ ϰίνδυνος ἐν αἰωνίῳ ϐασάνῳ ϰείμενος τοῖς ϖαϱαϐᾶσι τὴν ἐντολὴν τȣ̃ ϑεȣ̃.
13:16 ϰαϑοϖλισώμεϑα τοιγαϱȣ̃ν τὴν τȣ̃ ϑείȣ λογισμȣ̃ ϖαϑοϰϱατείαν.
13:17 ȣ̔́τω γὰϱ ϑανόντας ἡμᾶς Αϐϱααμ ϗ Ισααϰ ϗ Ιαϰωϐ ὑϖοδέξονται ϗ ϖάντες οἱ ϖατέϱες ἐϖαινέσȣσιν.
13:18 ϗ ἑνὶ ἑϰάϛῳ τῶν ἀϖοσϖωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ ϖεϱιλειϖόμενοι Μὴ ϰαταισχύνῃς ἡμᾶς, ἀδελφέ, μηδὲ ψεύσῃ τȣ̀ς ϖϱοαϖοϑανόντας ἡμῶν ἀδελφȣ́ς.
13:19 ȣ̓ϰ ἀγνοεῖτε δὲ τὰ τῆς ἀδελφότητος φίλτϱα, ἅϖεϱ ἡ ϑεία ϗ ϖάνσοφος ϖϱόνοια διὰ ϖατέϱων τοῖς γεννωμένοις ἐμέϱισεν ϗ διὰ τῆς μητϱῴας φυτεύσασα γαϛϱός,
13:20 ἐν ᾗ τὸν ἴσον ἀδελφοὶ ϰατοιϰήσαντες χϱόνον ϗ ἐν τῷ αὐτῷ χϱόνῳ ϖλασϑέντες ϗ ἀϖὸ τȣ̃ αὐτȣ̃ αἵματος αὐξηϑέντες ϗ διὰ τῆς αὐτῆς ψυχῆς τελεσφοϱηϑέντες
13:21 ϗ διὰ τῶν ἴσων ἀϖοτεχϑέντες χϱόνων ϗ ἀϖὸ τῶν αὐτῶν γαλαϰτοϖοτȣ̃ντες ϖηγῶν, ἀφ’ ὧν συντϱέφονται ἐναγϰαλισμάτων φιλάδελφοι ψυχαί·
13:22 ϗ αὔξονται σφοδϱότεϱον διὰ συντϱοφίας ϗ τῆς ϰαϑ’ ἡμέϱαν συνηϑείας ϗ τῆς ἄλλης ϖαιδείας ϗ τῆς ἡμετέϱας ἐν νόμῳ ϑεȣ̃ ἀσϰήσεως.
13:23 ȣ̔́τως δὴ τοίνυν ϰαϑεϛηϰυίης συμϖαϑȣ̃ς τῆς φιλαδελφίας οἱ ἑϖτὰ ἀδελφοὶ συμϖαϑέϛεϱον ἔσχον ϖϱὸς ἀλλήλȣς.
13:24 νόμῳ γὰϱ τῷ αὐτῷ ϖαιδευϑέντες ϗ τὰς αὐτὰς ἐξασϰήσαντες ἀϱετὰς ϗ τῷ διϰαίῳ συντϱαφέντες ϐίῳ μᾶλλον ἑαυτȣ̀ς ἠγάϖων.
13:25 ἡ γὰϱ ὁμοζηλία τῆς ϰαλοϰἀγαϑίας ἐϖέτεινεν αὐτῶν τὴν ϖϱὸς ἀλλήλȣς εὔνοιαν ϗ ὁμόνοιαν·
13:26 σὺν γὰϱ τῇ εὐσεϐείᾳ ϖοϑεινοτέϱαν αὑτοῖς ϰατεσϰεύαζον τὴν φιλαδελφίαν.
13:27 ἀλλ’ ὅμως ϰαίϖεϱ τῆς φύσεως ϗ τῆς συνηϑείας ϗ τῶν τῆς ἀϱετῆς ἠϑῶν τὰ τῆς ἀδελφότητος αὐτοῖς φίλτϱα συναυξόντων ἀνέσχοντο διὰ τὴν εὐσέϐειαν τȣ̀ς ἀδελφȣ̀ς οἱ ὑϖολειϖόμενοι, τȣ̀ς ϰαταιϰιζομένȣς ὁϱῶντες μέχϱι ϑανάτȣ ϐασανιζομένȣς,
14:1 ϖϱοσέτι ϗ ἐϖὶ τὸν αἰϰισμὸν ἐϖοτϱύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων ϖεϱιφϱονῆσαι αὐτȣ́ς, ἀλλὰ ϗ τῶν τῆς φιλαδελφίας ϖαϑῶν ϰϱατῆσαι.
14:2 Ὦ ϐασιλέων λογισμοὶ ϐασιλιϰώτεϱοι ϗ ἐλευϑέϱων ἐλευϑεϱώτεϱοι.
14:3 ὦ ἱεϱᾶς ϗ εὐαϱμόϛȣ ϖεϱὶ τῆς εὐσεϐείας τῶν ἑϖτὰ ἀδελφῶν συμφωνίας.
14:4 ȣ̓δεῖς ἐϰ τῶν ἑϖτὰ μειϱαϰίων ἐδειλίασεν ȣ̓δὲ ϖϱὸς τὸν ϑάνατον ὤϰνησεν,
14:5 ἀλλὰ ϖάντες ὥσϖεϱ ἐϖ’ ἀϑανασίας ὁδὸν τϱέχοντες ἐϖὶ τὸν διὰ τῶν ϐασάνων ϑάνατον ἔσϖευδον.
14:6 ϰαϑάϖεϱ αἱ χεῖϱες ϗ οἱ ϖόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν ϰινȣ̃νται, ȣ̔́τως οἱ ἱεϱοὶ μείϱαϰες ἐϰεῖνοι ὡς ὑϖὸ ψυχῆς ἀϑανάτȣ τῆς εὐσεϐείας ϖϱὸς τὸν ὑϖὲϱ αὐτῆς συνεφώνησαν ϑάνατον.
14:7 ὦ ϖανάγιε συμφώνων ἀδελφῶν ἑϐδομάς. ϰαϑάϖεϱ γὰϱ ἑϖτὰ τῆς ϰοσμοϖοιίας ἡμέϱαι ϖεϱὶ τὴν εὐσέϐειαν,
14:8 ȣ̔́τως ϖεϱὶ τὴν ἑϐδομάδα χοϱεύοντες οἱ μείϱαϰες ἐϰύϰλȣν τὸν τῶν ϐασάνων φόϐον ϰαταλύοντες.
14:9 νῦν ἡμεῖς ἀϰȣ́οντες τὴν ϑλῖψιν τῶν νεανιῶν ἐϰείνων φϱίττομεν· οἱ δὲ ȣ̓ μόνον ὁϱῶντες, ἀλλ’ ȣ̓δὲ μόνον ἀϰȣ́οντες τὸν ϖαϱαχϱῆμα ἀϖειλῆς λόγον, ἀλλὰ ϗ ϖάσχοντες ἐνεϰαϱτέϱȣν, ϗ τȣ̃το ταῖς διὰ ϖυϱὸς ὀδύναις·
14:10 ὧν τί γένοιτο ἐϖαλγέϛεϱον; ὀξεῖα γὰϱ ϗ σύντομος ȣ̓͂σα ἡ τȣ̃ ϖυϱὸς δύναμις ταχέως διέλυεν τὰ σώματα.
14:11 Ϗ μὴ ϑαυμαϛὸν ἡγεῖσϑε εἰ ὁ λογισμὸς ϖεϱιεϰϱάτησε τῶν ἀνδϱῶν ἐϰείνων ἐν ταῖς ϐασάνοις, ὅϖȣ γε ϗ γυναιϰὸς νȣ̃ς ϖολυτϱοϖωτέϱων ὑϖεϱεφϱόνησεν ἀλγηδόνων·
14:12 ἡ μήτηϱ γὰϱ τῶν ἑϖτὰ νεανίσϰων ὑϖήνεγϰεν τὰς ἐφ’ ἑνὶ ἑϰάϛῳ τῶν τέϰνων ϛϱέϐλας.
14:13 ϑεωϱεῖτε δὲ ϖῶς ϖολύϖλοϰός ἐϛιν ἡ τῆς φιλοτεϰνίας ϛοϱγὴ ἕλϰȣσα ϖάντα ϖϱὸς τὴν τῶν σϖλάγχνων συμϖάϑειαν,
14:14 ὅϖȣ γε ϗ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν εἰς τὰ ἐξ αὐτῶν γεννώμενα συμϖάϑειαν ϗ ϛοϱγὴν ἔχει τοῖς ἀνϑϱώϖοις.
14:15 ϗ γὰϱ τῶν ϖετεινῶν τὰ μὲν ἥμεϱα ϰατὰ τὰς οἰϰίας ὀϱοφοιτȣ̃ντα ϖϱοασϖίζει τῶν νεοττῶν,
14:16 τὰ δὲ ϰατὰ ϰοϱυφὰς ὀϱέων ϗ φαϱάγγων ἀϖοϱϱῶγας ϗ δένδϱων ὀϖὰς ϗ τὰς τȣ́των ἄϰϱας ἐννοσσοϖοιησάμενα ἀϖοτίϰτει ϗ τὸν ϖϱοσιόντα ϰωλύει·
14:17 εἰ δὲ ϗ μὴ δύναιντο ϰωλύειν, ϖεϱιιϖτάμενα ϰυϰλόϑεν αὐτῶν ἀλγȣ̃ντα τῇ ϛοϱγῇ ἀναϰαλȣ́μενα τῇ ἰδίᾳ φωνῇ, ϰαϑ’ ὃ δύναται, ϐοηϑεῖ τοῖς τέϰνοις.
14:18 ϗ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐϖιδειϰνύναι ϖϱὸς τὰ τέϰνα συμϖάϑειαν,
14:19 ὅϖȣ γε ϗ μέλισσαι ϖεϱὶ τὸν τῆς ϰηϱογονίας ϰαιϱὸν ἐϖαμύνονται τȣ̀ς ϖϱοσιόντας ϗ ϰαϑάϖεϱ σιδήϱῳ τῷ ϰέντϱῳ ϖλήσσȣσι τȣ̀ς ϖϱοσιόντας τῇ νοσσιᾷ αὐτῶν ϗ ἀϖαμύνȣσιν ἕως ϑανάτȣ;
14:20 ἀλλ’ ȣ̓χὶ τὴν Αϐϱααμ ὁμόψυχον τῶν νεανίσϰων μητέϱα μετεϰίνησεν συμϖάϑεια τέϰνων.
15:1 Ὦ λογισμὲ τέϰνων ϖαϑῶν τύϱαννε ϗ εὐσέϐεια μητϱὶ τέϰνων ϖοϑεινοτέϱα.
15:2 μήτηϱ δυεῖν ϖϱοϰειμένων, εὐσεϐείας ϗ τῆς ἑϖτὰ υἱῶν σωτηϱίας ϖϱοσϰαίϱȣ ϰατὰ τὴν τȣ̃ τυϱάννȣ ὑϖόσχεσιν,
15:3 τὴν εὐσέϐειαν μᾶλλον ἠγάϖησεν τὴν σῴζȣσαν εἰς αἰωνίαν ζωὴν ϰατὰ ϑεόν.
15:4 ὦ τίνα τϱόϖον ἠϑολογήσαιμι φιλότεϰνα γονέων ϖάϑη. ψυχῆς τε ϗ μοϱφῆς ὁμοιότητα εἰς μιϰϱὸν ϖαιδὸς χαϱαϰτῆϱα ϑαυμάσιον ἐναϖοσφϱαγίζομεν, μάλιϛα διὰ τὸ τῶν ϖαϑῶν τοῖς γεννηϑεῖσιν τὰς μητέϱας τῶν ϖατέϱων ϰαϑεϛάναι συμϖαϑεϛέϱας.
15:5 ὅσῳ γὰϱ ϗ ἀσϑενόψυχοι ϗ ϖολυγονώτεϱαι ὑϖάϱχȣσιν αἱ μητέϱες, τοσȣ́τῳ μᾶλλόν εἰσιν φιλοτεϰνότεϱαι.
15:6 ϖασῶν δὲ τῶν μητέϱων ἐγένετο ἡ τῶν ἑϖτὰ ϖαίδων μήτηϱ φιλοτεϰνοτέϱα, ἥτις ἑϖτὰ ϰυοφοϱίαις τὴν ϖϱὸς αὐτȣ̀ς ἐϖιφυτευομένη φιλοϛοϱγίαν
15:7 ϗ διὰ ϖολλὰς τὰς ϰαϑ’ ἕϰαϛον αὐτῶν ὠδῖνας ἠναγϰασμένη τὴν εἰς αὐτȣ̀ς ἔχειν συμϖάϑειαν,
15:8 διὰ τὸν ϖϱὸς τὸν ϑεὸν φόϐον ὑϖεϱεῖδεν τὴν τῶν τέϰνων ϖϱόσϰαιϱον σωτηϱίαν.
15:9 ȣ̓ μὴν δὲ ἀλλὰ ϗ διὰ τὴν ϰαλοϰἀγαϑίαν τῶν υἱῶν ϗ τὴν ϖϱὸς τὸν νόμον αὐτῶν εὐϖείϑειαν μείζω τὴν ἐν αὐτοῖς ἔσχεν φιλοϛοϱγίαν.
15:10 δίϰαιοί τε γὰϱ ἦσαν ϗ σώφϱονες ϗ ἀνδϱεῖοι ϗ μεγαλόψυχοι ϗ φιλάδελφοι ϗ φιλομήτοϱες ȣ̔́τως ὥϛε ϗ μέχϱι ϑανάτȣ τὰ νόμιμα φυλάσσοντας ϖείϑεσϑαι αὐτῇ.
15:11 ἀλλ’ ὅμως ϰαίϖεϱ τοσȣ́των ὄντων τῶν ϖεϱὶ τὴν φιλοτεϰνίαν εἰς συμϖάϑειαν ἑλϰόντων τὴν μητέϱα, ἐϖ’ ȣ̓δενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ ϖαμϖοίϰιλοι ϐάσανοι ἴσχυσαν μετατϱέψαι,
15:12 ἀλλὰ ϗ ϰαϑ’ ἕνα ϖαῖδα ϗ ὁμȣ̃ ϖάντας ἡ μήτηϱ ἐϖὶ τὸν τῆς εὐσεϐείας ϖϱοετϱέϖετο ϑάνατον.
15:13 ὦ φύσις ἱεϱὰ ϗ φίλτϱα γονέων ϗ γένεσι φιλόϛοϱγε ϗ τϱοφεία ϗ μητέϱων ἀδάμαϛα ϖάϑη.
15:14 ϰαϑένα ϛϱεϐλȣ́μενον ϗ φλεγόμενον ὁϱῶσα μήτηϱ ȣ̓ μετεϐάλλετο διὰ τὴν εὐσέϐειαν.
15:15 τὰς σάϱϰας τῶν τέϰνων ἑώϱα ϖεϱὶ τὸ ϖῦϱ τηϰομένας ϗ τȣ̀ς τῶν ϖοδῶν ϗ χειϱῶν δαϰτύλȣς ἐϖὶ γῆς σϖαίϱοντας ϗ τὰς τῶν ϰεφαλῶν μέχϱι τῶν ϖεϱὶ τὰ γένεια σάϱϰας ὥσϖεϱ ϖϱοσωϖεῖα ϖϱοϰειμένας.
15:16 ὦ ϖιϰϱοτέϱων νῦν ϖόνων ϖειϱασϑεῖσα μήτηϱ ἤϖεϱ τῶν ἐϖ’ αὐτοῖς ὠδίνων.
15:17 ὦ μόνη γύναι τὴν εὐσέϐειαν ὁλόϰληϱον ἀϖοϰυήσασα.
15:18 ȣ̓ μετέτϱεψέν σε ϖϱωτοτόϰος ἀϖοϖνέων ȣ̓δὲ δεύτεϱος εἰς σὲ οἰϰτϱὸν ϐλέϖων ἐν ϐασάνοις, ȣ̓ τϱίτος ἀϖοψύχων,
15:19 ȣ̓δὲ τȣ̀ς ὀφϑαλμȣ̀ς ἑνὸς ἑϰάϛȣ ϑεωϱȣ̃σα ταυϱηδὸν ἐϖὶ τῶν ϐασάνων ὁϱῶντας τὸν αὐτὸν αἰϰισμὸν ϗ τȣ̀ς μυϰτῆϱας ϖϱοσημειȣμένȣς τὸν ϑάνατον αὐτῶν ȣ̓ϰ ἔϰλαυσας.
15:20 ἐϖὶ σαϱξὶν τέϰνων ὁϱῶσα σάϱϰας τέϰνων ἀϖοϰαιομένας ϗ ἐϖὶ χεϱσὶν χεῖϱας ἀϖοτεμνομένας ϗ ἐϖὶ ϰεφαλαῖς ϰεφαλὰς ἀϖοδειϱοτομȣμένας ϗ ἐϖὶ νεϰϱοῖς νεϰϱȣ̀ς ϖίϖτοντας ϗ ϖολυάνδϱιον ὁϱῶσα τῶν τέϰνων τὸ χωϱίον διὰ τῶν ϐασάνων ȣ̓ϰ ἐδάϰϱυσας.
15:21 ȣ̓χ ȣ̔́τως σειϱήνιοι μελῳδίαι ȣ̓δὲ ϰύϰνειοι ϖϱὸς φιληϰοίαν φωναὶ τȣ̀ς ἀϰȣ́οντας ἐφέλϰονται ὡς τέϰνων φωναὶ μετὰ ϐασάνων μητέϱα φωνȣ́ντων.
15:22 ϖηλίϰαις ϗ ϖόσαις τότε ἡ μήτηϱ τῶν υἱῶν ϐασανιζομένων τϱοχοῖς τε ϗ ϰαυτηϱίοις ἐϐασανίζετο ϐασάνοις.
15:23 ἀλλὰ τὰ σϖλάγχνα αὐτῆς ὁ εὐσεϐὴς λογισμὸς ἐν αὐτοῖς τοῖς ϖάϑεσιν ἀνδϱειώσας ἐϖέτεινεν τὴν ϖϱόσϰαιϱον φιλοτεϰνίαν ϖαϱιδεῖν.
15:24 ϰαίϖεϱ ἑϖτὰ τέϰνων ὁϱῶσα ἀϖώλειαν ϗ τὴν τῶν ϛϱεϐλῶν ϖολύϖλοϰον ϖοιϰιλίαν, ἁϖάσας ἡ γενναία μήτηϱ ἐξέλυσεν διὰ τὴν ϖϱὸς ϑεὸν ϖίϛιν.
15:25 ϰαϑάϖεϱ γὰϱ ἐν ϐȣλευτηϱίῳ τῇ ἑαυτῆς ψυχῇ δεινȣ̀ς ὁϱῶσα συμϐȣ́λȣς φύσιν ϗ γένεσιν ϗ φιλοτεϰνίαν ϗ τέϰνων ϛϱέϐλας,
15:26 δύο ψήφȣς ϰϱατȣ̃σα μήτηϱ, ϑανατηφόϱον τε ϗ σωτήϱιον, ὑϖὲϱ τέϰνων
15:27 ȣ̓ϰ ἐϖέγνω τὴν σῴζȣσαν ἑϖτὰ υἱȣ̀ς ϖϱὸς ὀλίγον χϱόνον σωτηϱίαν,
15:28 ἀλλὰ τῆς ϑεοσεϐȣ̃ς Αϐϱααμ ϰαϱτεϱίας ἡ ϑυγάτηϱ ἐμνήσϑη.
15:29 ὦ μήτηϱ ἔϑνȣς, ἔϰδιϰε τȣ̃ νόμȣ ϗ ὑϖεϱασϖίϛϱια τῆς εὐσεϐείας ϗ τȣ̃ διὰ σϖλάγχνων ἀγῶνος ἀϑλοφόϱε·
15:30 ὦ ἀϱϱένων ϖϱὸς ϰαϱτεϱίαν γενναιοτέϱα ϗ ἀνδϱῶν ϖϱὸς ὑϖομονὴν ἀνδϱειοτέϱα.
15:31 ϰαϑάϖεϱ γὰϱ ἡ Νωε ϰιϐωτὸς ἐν τῷ ϰοσμοϖληϑεῖ ϰαταϰλυσμῷ ϰοσμοφοϱȣ̃σα ϰαϱτεϱῶς ὑϖέμεινεν τȣ̀ς ϰλύδωνας,
15:32 ȣ̔́τως σὺ ἡ νομοφύλαξ ϖανταχόϑεν ἐν τῷ τῶν ϖαϑῶν ϖεϱιαντλȣμένη ϰαταϰλυσμῷ ϗ ϰαϱτεϱοῖς ἀνέμοις, ταῖς τῶν υἱῶν ϐασάνοις, συνεχομένη γενναίως ὑϖέμεινας τȣ̀ς ὑϖὲϱ τῆς εὐσεϐείας χειμῶνας.
16:1 Εἰ δὲ τοίνυν ϗ γυνὴ ϗ γεϱαιὰ ϗ ἑϖτὰ ϖαίδων μήτηϱ ὑϖέμεινεν τὰς μέχϱι ϑανάτȣ ϐασάνȣς τῶν τέϰνων ὁϱῶσα, ὁμολογȣμένως αὐτοϰϱάτωϱ ἐϛὶν τῶν ϖαϑῶν ὁ εὐσεϐὴς λογισμός.
16:2 ἀϖέδειξα ȣ̓͂ν ὅτι ȣ̓ μόνον ἄνδϱες τῶν ϖαϑῶν ἐϰϱάτησαν, ἀλλὰ ϗ γυνὴ τῶν μεγίϛων ϐασάνων ὑϖεϱεφϱόνησεν.
16:3 ϗ ȣ̓χ ȣ̔́τως οἱ ϖεϱὶ Δανιηλ λέοντες ἦσαν ἄγϱιοι ȣ̓δὲ ἡ Μισαηλ ἐϰφλεγομένη ϰάμινος λαϐϱοτάτῳ ϖυϱί, ὡς ἡ τῆς φιλοτεϰνίας ϖεϱιέϰαιεν ἐϰείνην φύσις ὁϱῶσαν αὐτῆς ȣ̔́τως ϖοιϰίλως ϐασανιζομένȣς τȣ̀ς ἑϖτὰ υἱȣ́ς.
16:4 ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεϐείας ϰατέσϐεσεν τὰ τοσαῦτα ϗ τηλιϰαῦτα ϖάϑη ἡ μήτηϱ.
16:5 Ϗ γὰϱ τȣ̃το ἐϖιλογίσασϑε, ὅτι δειλόψυχος εἰ ἦν ἡ γυνὴ ϰαίϖεϱ μήτηϱ ȣ̓͂σα, ὠλοφύϱετο ἂν ἐϖ’ αὐτοῖς ϗ ἴσως ἂν ταῦτα εἶϖεν
16:6 Ὦ μελέα ἔγωγε ϗ ϖολλάϰις τϱισαϑλία, ἥτις ἑϖτὰ ϖαῖδας τεϰȣ̃σα ȣ̓δενὸς μήτηϱ γεγένημαι.
16:7 ὦ μάταιοι ἑϖτὰ ϰυοφοϱίαι ϗ ἀνόνητοι ἑϖτὰ δεϰάμηνοι ϗ ἄϰαϱϖοι τιϑηνίαι ϗ ταλαίϖωϱοι γαλαϰτοτϱοφίαι.
16:8 μάτην δὲ ἐφ’ ὑμῖν, ὦ ϖαῖδες, ϖολλὰς ὑϖέμεινα ὠδῖνας ϗ χαλεϖωτέϱας φϱοντίδας ἀνατϱοφῆς.
16:9 ὦ τῶν ἐμῶν ϖαίδων οἱ μὲν ἄγαμοι, οἱ δὲ γήμαντες ἀνόνητοι· ȣ̓ϰ ὄψομαι ὑμῶν τέϰνα ȣ̓δὲ μάμμη ϰληϑεῖσα μαϰαϱισϑήσομαι.
16:10 ὦ ἡ ϖολύϖαις ϗ ϰαλλίϖαις ἐγὼ γυνὴ χήϱα ϗ μόνη ϖολύϑϱηνος·
16:11 ȣ̓δ’ ἂν ἀϖοϑάνω, ϑάϖτοντα τῶν υἱῶν ἕξω τινά.
16:12 Ἀλλὰ τȣ́τῳ τῷ ϑϱήνῳ ȣ̓δένα ὠλοφύϱετο ἡ ἱεϱὰ ϗ ϑεοσεϐὴς μήτηϱ ȣ̓δ’ ἵνα μὴ ἀϖοϑάνωσιν ἀϖέτϱεϖεν αὐτῶν τινα ȣ̓δ’ ὡς ἀϖοϑνῃσϰόντων ἐλυϖήϑη,
16:13 ἀλλ’ ὥσϖεϱ ἀδαμάντινον ἔχȣσα τὸν νȣ̃ν ϗ εἰς ἀϑανασίαν ἀνατίϰτȣσα τὸν τῶν υἱῶν ἀϱιϑμὸν μᾶλλον ὑϖὲϱ τῆς εὐσεϐείας ἐϖὶ τὸν ϑάνατον αὐτȣ̀ς ϖϱοετϱέϖετο ἱϰετεύȣσα.
16:14 ὦ μῆτεϱ δι’ εὐσέϐειαν ϑεȣ̃ ϛϱατιῶτι ϖϱεσϐῦτι ϗ γύναι, διὰ ϰαϱτεϱίαν ϗ τύϱαννον ἐνίϰησας ϗ ἔϱγοις δυνατωτέϱα ϗ λόγοις εὑϱέϑης ἀνδϱός.
16:15 ϗ γὰϱ ὅτε συνελήμφϑης μετὰ τῶν ϖαίδων, εἱϛήϰεις τὸν Ελεαζαϱον ὁϱῶσα ϐασανιζόμενον ϗ ἔλεγες τοῖς ϖαισὶν ἐν τῇ Εϐϱαίδι φωνῇ
16:16 Ὦ ϖαῖδες, γενναῖος ὁ ἀγών, ἐφ’ ὃν ϰληϑέντες ὑϖὲϱ τῆς διαμαϱτυϱίας τȣ̃ ἔϑνȣς ἐναγωνίσασϑε ϖϱοϑύμως ὑϖὲϱ τȣ̃ ϖατϱῴȣ νόμȣ·
16:17 ϗ γὰϱ αἰσχϱὸν τὸν μὲν γέϱοντα τȣ̃τον ὑϖομένειν τὰς διὰ τὴν εὐσέϐειαν ἀλγηδόνας, ὑμᾶς δὲ τȣ̀ς νεανίσϰȣς ϰαταϖλαγῆναι τὰς ϐασάνȣς.
16:18 ἀναμνήσϑητε ὅτι διὰ τὸν ϑεὸν τȣ̃ ϰόσμȣ μετελάϐετε ϗ τȣ̃ ϐίȣ ἀϖελαύσατε,
16:19 ϗ διὰ τȣ̃το ὀφείλετε ϖάντα ϖόνον ὑϖομένειν διὰ τὸν ϑεόν,
16:20 δι’ ὃν ϗ ὁ ϖατὴϱ ἡμῶν Αϐϱααμ ἔσϖευδεν τὸν ἐϑνοϖάτοϱα υἱὸν σφαγιάσαι Ισααϰ, ϗ τὴν ϖατϱῴαν χεῖϱα ξιφηφόϱον ϰαταφεϱομένην ἐϖ’ αὐτὸν ὁϱῶν ȣ̓ϰ ἔϖτηξεν.
16:21 ϗ Δανιηλ ὁ δίϰαιος εἰς λέοντας ἐϐλήϑη, ϗ Ανανιας ϗ Αζαϱιας ϗ Μισαηλ εἰς ϰάμινον ϖυϱὸς ἀϖεσφενδονήϑησαν ϗ ὑϖέμειναν διὰ τὸν ϑεόν.
16:22 ϗ ὑμεῖς ȣ̓͂ν τὴν αὐτὴν ϖίϛιν ϖϱὸς τὸν ϑεὸν ἔχοντες μὴ χαλεϖαίνετε.
16:23 ἀλόγιϛον γὰϱ εἰδότας εὐσέϐειαν μὴ ἀνϑίϛασϑαι τοῖς ϖόνοις.
16:24 Διὰ τȣ́των τῶν λόγων ἡ ἑϖταμήτωϱ ἕνα ἕϰαϛον τῶν υἱῶν ϖαϱαϰαλȣ̃σα ἀϖοϑανεῖν ἔϖεισεν μᾶλλον ἢ ϖαϱαϐῆναι τὴν ἐντολὴν τȣ̃ ϑεȣ̃,
16:25 ἔτι δὲ ϗ ταῦτα εἰδότες ὅτι οἱ διὰ τὸν ϑεὸν ἀϖοϑνῄσϰοντες ζῶσιν τῷ ϑεῷ ὥσϖεϱ Αϐϱααμ ϗ Ισααϰ ϗ Ιαϰωϐ ϗ ϖάντες οἱ ϖατϱιάϱχαι.
17:1 Ἔλεγον δὲ ϗ τῶν δοϱυφόϱων τινὲς ὅτι ὡς ἔμελλεν συλλαμϐάνεσϑαι ϗ αὐτὴ ϖϱὸς ϑάνατον, ἵνα μὴ ψαύσειέν τις τȣ̃ σώματος αὐτῆς, ἑαυτὴν ἔϱϱιψε ϰατὰ τῆς ϖυϱᾶς.
17:2 Ὦ μήτηϱ σὺν ἑϖτὰ ϖαισὶν ϰαταλύσασα τὴν τȣ̃ τυϱάννȣ ϐίαν ϗ ἀϰυϱώσασα τὰς ϰαϰὰς ἐϖινοίας αὐτȣ̃ ϗ δείξασα τὴν τῆς ϖίϛεως γενναιότητα.
17:3 ϰαϑάϖεϱ γὰϱ σὺ ϛέγη ἐϖὶ τȣ̀ς ϛύλȣς τῶν ϖαίδων γενναίως ἱδϱυμένη ἀϰλινὴς ὑϖήνεγϰας τὸν διὰ τῶν ϐασάνων σεισμόν.
17:4 ϑάϱϱει τοιγαϱȣ̃ν, ὦ μήτηϱ ἱεϱόψυχε, τὴν ἐλϖίδα τῆς ὑϖομονῆς ϐεϐαίαν ἔχȣσα ϖϱὸς τὸν ϑεόν.
17:5 ȣ̓χ ȣ̔́τως σελήνη ϰατ’ ȣ̓ϱανὸν σὺν ἄϛϱοις σεμνὴ ϰαϑέϛηϰεν, ὡς σὺ τȣ̀ς ἰσαϛέϱȣς ἑϖτὰ ϖαῖδας φωταγωγήσασα ϖϱὸς τὴν εὐσέϐειαν ἔντιμος ϰαϑέϛηϰας ϑεῷ ϗ ἐϛήϱισαι σὺν αὐτοῖς ἐν ȣ̓ϱανῷ·
17:6 ἦν γὰϱ ἡ ϖαιδοϖοιία σȣ ἀϖὸ Αϐϱααμ τȣ̃ ϖατϱός.
17:7 Εἰ δὲ ἐξὸν ἡμῖν ἦν ὥσϖεϱ ἐϖί τινος ζωγϱαφῆσαι τὴν τῆς εὐσεϐείας σȣ ἱϛοϱίαν, ȣ̓ϰ ἂν ἔφϱιττον οἱ ϑεωϱȣ̃ντες ὁϱῶντες μητέϱα ἑϖτὰ τέϰνων δι’ εὐσέϐειαν ϖοιϰίλας ϐασάνȣς μέχϱι ϑανάτȣ ὑϖομείνασαν;
17:8 ϗ γὰϱ ἄξιον ἦν ϗ ἐϖ’ αὐτȣ̃ τȣ̃ ἐϖιταφίȣ ἀναγϱάψαι ϗ ταῦτα τοῖς ἀϖὸ τȣ̃ ἔϑνȣς εἰς μνείαν λεγόμενα
17:9 Ἐνταῦϑα γέϱων ἱεϱεὺς ϗ γυνὴ γεϱαιὰ ϗ ἑϖτὰ ϖαῖδες ἐγϰεϰήδευνται διὰ τυϱάννȣ ϐίαν τὴν Εϐϱαίων ϖολιτείαν ϰαταλῦσαι ϑέλοντος,
17:10 οἳ ϗ ἐξεδίϰησαν τὸ γένος εἰς ϑεὸν ἀφοϱῶντες ϗ μέχϱι ϑανάτȣ τὰς ϐασάνȣς ὑϖομείναντες.
17:11 Ἀληϑῶς γὰϱ ἦν ἀγὼν ϑεῖος ὁ δι’ αὐτῶν γεγενημένος.
17:12 ἠϑλοϑέτει γὰϱ τότε ἀϱετὴ δι’ ὑϖομονῆς δοϰιμάζȣσα. τὸ νῖϰος ἀφϑαϱσία ἐν ζωῇ ϖολυχϱονίῳ.
17:13 Ελεαζαϱ δὲ ϖϱοηγωνίζετο, ἡ δὲ μήτηϱ τῶν ἑϖτὰ ϖαίδων ἐνήϑλει, οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο·
17:14 ὁ τύϱαννος ἀντηγωνίζετο· ὁ δὲ ϰόσμος ϗ ὁ τῶν ἀνϑϱώϖων ϐίος ἐϑεώϱει·
17:15 ϑεοσέϐεια δὲ ἐνίϰα τȣ̀ς ἑαυτῆς ἀϑλητὰς ϛεφανȣ̃σα.
17:16 τίνες ȣ̓ϰ ἐϑαύμασαν τȣ̀ς τῆς ϑείας νομοϑεσίας ἀϑλητάς; τίνες ȣ̓ϰ ἐξεϖλάγησαν;
17:17 Αὐτός γέ τοι ὁ τύϱαννος ϗ ὅλον τὸ συμϐȣ́λιον ἐϑαύμασαν αὐτῶν τὴν ὑϖομονήν,
17:18 δι’ ἣν ϗ τῷ ϑείῳ νῦν ϖαϱεϛήϰασιν ϑϱόνῳ ϗ τὸν μαϰάϱιον ϐιȣ̃σιν αἰῶνα.
17:19 ϗ γάϱ φησιν ὁ Μωϋσῆς Ϗ ϖάντες οἱ ἡγιασμένοι ὑϖὸ τὰς χεῖϱάς σȣ.
17:20 ϗ ȣ̔͂τοι ȣ̓͂ν ἁγιασϑέντες διὰ ϑεὸν τετίμηνται, ȣ̓ μόνον ταύτῃ τῇ τιμῇ, ἀλλὰ ϗ τῷ δι’ αὐτȣ̀ς τὸ ἔϑνος ἡμῶν τȣ̀ς ϖολεμίȣς μὴ ἐϖιϰϱατῆσαι
17:21 ϗ τὸν τύϱαννον τιμωϱηϑῆναι ϗ τὴν ϖατϱίδα ϰαϑαϱισϑῆναι, ὥσϖεϱ ἀντίψυχον γεγονότας τῆς τȣ̃ ἔϑνȣς ἁμαϱτίας.
17:22 ϗ διὰ τȣ̃ αἵματος τῶν εὐσεϐῶν ἐϰείνων ϗ τȣ̃ ἱλαϛηϱίȣ τȣ̃ ϑανάτȣ αὐτῶν ἡ ϑεία ϖϱόνοια τὸν Ισϱαηλ ϖϱοϰαϰωϑέντα διέσωσεν.
17:23 Πϱὸς γὰϱ τὴν ἀνδϱείαν αὐτῶν τῆς ἀϱετῆς ϗ τὴν ἐϖὶ ταῖς ϐασάνοις αὐτῶν ὑϖομονὴν ὁ τύϱαννος ἀϖιδὼν ἀνεϰήϱυξεν ὁ Ἀντίοχος τοῖς ϛϱατιώταις αὐτȣ̃ εἰς ὑϖόδειγμα τὴν ἐϰείνων ὑϖομονὴν
17:24 ἔσχεν τε αὐτȣ̀ς γενναίȣς ϗ ἀνδϱείȣς εἰς ϖεζομαχίαν ϗ ϖολιοϱϰίαν ϗ ἐϰϖοϱϑήσας ἐνίϰησεν ϖάντας τȣ̀ς ϖολεμίȣς.
18:1 Ὦ τῶν Αϐϱαμιαίων σϖεϱμάτων ἀϖόγονοι ϖαῖδες Ισϱαηλῖται, ϖείϑεσϑε τῷ νόμῳ τȣ́τῳ ϗ ϖάντα τϱόϖον εὐσεϐεῖτε
18:2 γινώσϰοντες ὅτι τῶν ϖαϑῶν ἐϛιν δεσϖότης ὁ εὐσεϐὴς λογισμὸς ϗ ȣ̓ μόνον τῶν ἔνδοϑεν, ἀλλὰ ϗ τῶν ἔξωϑεν ϖόνων.
18:3 Ἀνϑ ὧν διὰ τὴν εὐσέϐειαν ϖϱοέμενοι τὰ σώματα τοῖς ϖόνοις ἐϰεῖνοι ȣ̓ μόνον ὑϖὸ τῶν ἀνϑϱώϖων ἐϑαυμάσϑησαν, ἀλλὰ ϗ ϑείας μεϱίδος ϰατηξιώϑησαν.
18:4 Ϗ δι’ αὐτȣ̀ς εἰϱήνευσεν τὸ ἔϑνος, ϗ τὴν εὐνομίαν τὴν ἐϖὶ τῆς ϖατϱίδος ἀνανεωσάμενοι ἐϰϖεϖόϱϑηϰαν τȣ̀ς ϖολεμίȣς.
18:5 ϗ ὁ τύϱαννος Ἀντίοχος ϗ ἐϖὶ γῆς τετιμώϱηται ϗ ἀϖοϑανὼν ϰολάζεται· ὡς γὰϱ ȣ̓δὲν ȣ̓δαμῶς ἴσχυσεν ἀναγϰάσαι τȣ̀ς Ιεϱοσολυμίτας ἀλλοφυλῆσαι ϗ τῶν ϖατϱίων ἐϑῶν ἐϰδιαιτηϑῆναι, τότε ἀϖάϱας ἀϖὸ τῶν Ιεϱοσολύμων ἐϛϱάτευσεν ἐϖὶ Πέϱσας.
18:6 Ἔλεγεν δὲ ἡ μήτηϱ τῶν ἑϖτὰ ϖαίδων ϗ ταῦτα τὰ διϰαιώματα τοῖς τέϰνοις
18:7 ὅτι Ἐγὼ ἐγενήϑην ϖαϱϑένος ἁγνὴ ȣ̓δὲ ὑϖεϱέϐην ϖατϱιϰὸν οἶϰον, ἐφύλασσον δὲ τὴν ᾠϰοδομημένην ϖλευϱάν.
18:8 ȣ̓δὲ ἔφϑειϱέν με λυμεὼν ἐϱημίας φϑοϱεὺς ἐν ϖεδίῳ, ȣ̓δὲ ἐλυμήνατό μȣ τὰ ἁγνὰ τῆς ϖαϱϑενίας λυμεὼν ἀϖάτης ὄφις.
18:9 ἔμεινα δὲ χϱόνον ἀϰμῆς σὺν ἀνδϱί· τȣ́των δὲ ἐνηλίϰων γενομένων ἐτελεύτησεν ὁ ϖατὴϱ αὐτῶν, μαϰάϱιος μὲν ἐϰεῖνος, τὸν γὰϱ τῆς εὐτεϰνίας ϐίον ἐϖιζήσας τὸν τῆς ἀτεϰνίας ȣ̓ϰ ὠδυνήϑη ϰαιϱόν.
18:10 ὃς ἐδίδασϰεν ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν τὸν νόμον ϗ τȣ̀ς ϖϱοφήτας.
18:11 τὸν ἀναιϱεϑέντα Αϐελ ὑϖὸ Καιν ἀνεγίνωσϰέν τε ὑμῖν ϗ τὸν ὁλοϰαϱϖȣ́μενον Ισααϰ ϗ τὸν ἐν φυλαϰῇ Ιωσηφ.
18:12 ἔλεγεν δὲ ὑμῖν τὸν ζηλωτὴν Φινεες, ἐδίδασϰέν τε ὑμᾶς τȣ̀ς ἐν ϖυϱὶ Ανανιαν ϗ Αζαϱιαν ϗ Μισαηλ.
18:13 ἐδόξαζεν δὲ ϗ τὸν ἐν λάϰϰῳ λεόντων Δανιηλ, ὃν ἐμαϰάϱιζεν.
18:14 ὑϖεμίμνῃσϰεν δὲ ὑμᾶς ϗ τὴν Ησαιȣ γϱαφὴν τὴν λέγȣσαν Κἂν διὰ ϖυϱὸς διέλϑῃς, φλὸξ ȣ̓ ϰαταϰαύσει σε.
18:15 τὸν ὑμνογϱάφον ἐμελῴδει ὑμῖν Δαυιδ λέγοντα Πολλαὶ αἱ ϑλίψεις τῶν διϰαίων.
18:16 τὸν Σαλωμῶντα ἐϖαϱοιμίαζεν ὑμῖν λέγοντα Ξύλον ζωῆς ἐϛιν τοῖς ϖοιȣ̃σιν αὐτȣ̃ τὸ ϑέλημα.
18:17 τὸν Ιεζεϰιηλ ἐϖιϛοϖοίει τὸν λέγοντα Εἰ ζήσεται τὰ ὀϛᾶ τὰ ξηϱὰ ταῦτα;
18:18 ᾠδὴν μὲν γάϱ, ἣν ἐδίδαξεν Μωϋσῆς, ȣ̓ϰ ἐϖελάϑετο διδάσϰων τὴν λέγȣσαν
18:19 Ἐγὼ ἀϖοϰτενῶ ϗ ζῆν ϖοιήσω· αὕτη ἡ ζωὴ ὑμῶν ϗ ἡ μαϰϱότης τῶν ἡμεϱῶν.
18:20 Ὦ ϖιϰϱᾶς τῆς τότε ἡμέϱας ϗ ȣ̓ ϖιϰϱᾶς, ὅτε ὁ ϖιϰϱὸς Ἑλλήνων τύϱαννος ϖῦϱ ϖυϱὶ σϐέσας λέϐησιν ὠμοῖς ϗ ζέȣσι ϑυμοῖς ἀγαγὼν ἐϖὶ τὸν ϰαταϖέλτην ϗ ϖάλιν τὰς ϐασάνȣς αὐτȣ̃ τȣ̀ς ἑϖτὰ ϖαῖδας τῆς Αϐϱααμίτιδος
18:21 τὰς τῶν ὀμμάτων ϰόϱας ἐϖήϱωσεν ϗ γλώσσας ἐξέτεμεν ϗ ϐασάνοις ϖοιϰίλαις ἀϖέϰτεινεν.
18:22 ὑϖὲϱ ὧν ἡ ϑεία δίϰη μετῆλϑεν ϗ μετελεύσεται τὸν ἀλάϛοϱα τύϱαννον.
18:23 οἱ δὲ Αϐϱαμιαῖοι ϖαῖδες σὺν τῇ ἀϑλοφόϱῳ μητϱὶ εἰς ϖατέϱων χοϱὸν συναγελάζονται ψυχὰς ἁγνὰς ϗ ἀϑανάτȣς ἀϖειληφότες ϖαϱὰ τȣ̃ ϑεȣ̃.
18:24 ᾧ ἡ δόξα εἰς τȣ̀ς αἰῶνας τῶν αἰώνων· αμην.