1:1 Παϱοιμίαι Σαλωμῶντος υἱȣ̃ Δαυιδ, ὃς ἐϐασίλευσεν ἐν Ισϱαηλ,
1:2 γνῶναι σοφίαν ϗ ϖαιδείαν νοῆσαί τε λόγȣς φϱονήσεως
1:3 δέξασϑαί τε ϛϱοφὰς λόγων νοῆσαί τε διϰαιοσύνην ἀληϑῆ ϗ ϰϱίμα ϰατευϑύνειν,
1:4 ἵνα δῷ ἀϰάϰοις ϖανȣϱγίαν, ϖαιδὶ δὲ νέῳ αἴσϑησίν τε ϗ ἔννοιαν·
1:5 τῶνδε γὰϱ ἀϰȣ́σας σοφὸς σοφώτεϱος ἔϛαι, ὁ δὲ νοήμων ϰυϐέϱνησιν ϰτήσεται
1:6 νοήσει τε ϖαϱαϐολὴν ϗ σϰοτεινὸν λόγον ῥήσεις τε σοφῶν ϗ αἰνίγματα.
1:7 Ἀϱχὴ σοφίας φόϐος ϑεȣ̃, σύνεσις δὲ ἀγαϑὴ ϖᾶσι τοῖς ϖοιȣ̃σιν αὐτήν· εὐσέϐεια δὲ εἰς ϑεὸν ἀϱχὴ αἰσϑήσεως, σοφίαν δὲ ϗ ϖαιδείαν ἀσεϐεῖς ἐξȣϑενήσȣσιν.
1:8 ἄϰȣε, υἱέ, ϖαιδείαν ϖατϱός σȣ ϗ μὴ ἀϖώσῃ ϑεσμȣ̀ς μητϱός σȣ·
1:9 ϛέφανον γὰϱ χαϱίτων δέξῃ σῇ ϰοϱυφῇ ϗ ϰλοιὸν χϱύσεον ϖεϱὶ σῷ τϱαχήλῳ.
1:10 υἱέ, μή σε ϖλανήσωσιν ἄνδϱες ἀσεϐεῖς, μηδὲ ϐȣληϑῇς, ἐὰν ϖαϱαϰαλέσωσί σε λέγοντες
1:11 Ἐλϑὲ μεϑ’ ἡμῶν, ϰοινώνησον αἵματος, ϰϱύψωμεν δὲ εἰς γῆν ἄνδϱα δίϰαιον ἀδίϰως,
1:12 ϰαταϖίωμεν δὲ αὐτὸν ὥσϖεϱ ᾅδης ζῶντα ϗ ἄϱωμεν αὐτȣ̃ τὴν μνήμην ἐϰ γῆς·
1:13 τὴν ϰτῆσιν αὐτȣ̃ τὴν ϖολυτελῆ ϰαταλαϐώμεϑα, ϖλήσωμεν δὲ οἴϰȣς ἡμετέϱȣς σϰύλων·
1:14 τὸν δὲ σὸν ϰλῆϱον ϐάλε ἐν ἡμῖν, ϰοινὸν δὲ ϐαλλάντιον ϰτησώμεϑα ϖάντες, ϗ μαϱσίϖϖιον ἓν γενηϑήτω ἡμῖν.
1:15 μὴ ϖοϱευϑῇς ἐν ὁδῷ μετ’ αὐτῶν, ἔϰϰλινον δὲ τὸν ϖόδα σȣ ἐϰ τῶν τϱίϐων αὐτῶν·
1:16 οἱ γὰϱ ϖόδες αὐτῶν εἰς ϰαϰίαν τϱέχȣσιν ϗ ταχινοὶ τȣ̃ ἐϰχέαι αἷμα·
1:17 ȣ̓ γὰϱ ἀδίϰως ἐϰτείνεται δίϰτυα ϖτεϱωτοῖς.
1:18 αὐτοὶ γὰϱ οἱ φόνȣ μετέχοντες ϑησαυϱίζȣσιν ἑαυτοῖς ϰαϰά, ἡ δὲ ϰαταϛϱοφὴ ἀνδϱῶν ϖαϱανόμων ϰαϰή.
1:19 αὗται αἱ ὁδοί εἰσιν ϖάντων τῶν συντελȣ́ντων τὰ ἄνομα· τῇ γὰϱ ἀσεϐείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιϱȣ̃νται.
1:20 Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ ϖλατείαις ϖαϱϱησίαν ἄγει,
1:21 ἐϖ’ ἄϰϱων δὲ τειχέων ϰηϱύσσεται, ἐϖὶ δὲ ϖύλαις δυναϛῶν ϖαϱεδϱεύει, ἐϖὶ δὲ ϖύλαις ϖόλεως ϑαϱϱȣ̃σα λέγει
1:22 Ὅσον ἂν χϱόνον ἄϰαϰοι ἔχωνται τῆς διϰαιοσύνης, ȣ̓ϰ αἰ σχυνϑήσονται· οἱ δὲ ἄφϱονες, τῆς ὕϐϱεως ὄντες ἐϖιϑυμηταί, ἀσεϐεῖς γενόμενοι ἐμίσησαν αἴσϑησιν
1:23 ϗ ὑϖεύϑυνοι ἐγένοντο ἐλέγχοις. ἰδȣ̀ ϖϱοήσομαι ὑμῖν ἐμῆς ϖνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
1:24 ἐϖειδὴ ἐϰάλȣν ϗ ȣ̓χ ὑϖηϰȣ́σατε ϗ ἐξέτεινον λόγȣς ϗ ȣ̓ ϖϱοσείχετε,
1:25 ἀλλὰ ἀϰύϱȣς ἐϖοιεῖτε ἐμὰς ϐȣλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠϖειϑήσατε,
1:26 τοιγαϱȣ̃ν ϰἀγὼ τῇ ὑμετέϱᾳ ἀϖωλείᾳ ἐϖιγελάσομαι, ϰαταχαϱȣ̃μαι δέ, ἡνίϰα ἂν ἔϱχηται ὑμῖν ὄλεϑϱος,
1:27 ϗ ὡς ἂν ἀφίϰηται ὑμῖν ἄφνω ϑόϱυϐος, ἡ δὲ ϰαταϛϱοφὴ ὁμοίως ϰαταιγίδι ϖαϱῇ, ϗ ὅταν ἔϱχηται ὑμῖν ϑλῖψις ϗ ϖολιοϱϰία, ἢ ὅταν ἔϱχηται ὑμῖν ὄλεϑϱος.
1:28 ἔϛαι γὰϱ ὅταν ἐϖιϰαλέσησϑέ με, ἐγὼ δὲ ȣ̓ϰ εἰσαϰȣ́σομαι ὑμῶν· ζητήσȣσίν με ϰαϰοὶ ϗ ȣ̓χ εὑϱήσȣσιν.
1:29 ἐμίσησαν γὰϱ σοφίαν, τὸν δὲ φόϐον τȣ̃ ϰυϱίȣ ȣ̓ ϖϱο είλαντο
1:30 ȣ̓δὲ ἤϑελον ἐμαῖς ϖϱοσέχειν ϐȣλαῖς, ἐμυϰτήϱιζον δὲ ἐμȣ̀ς ἐλέγχȣς.
1:31 τοιγαϱȣ̃ν ἔδονται τῆς ἑαυτῶν ὁδȣ̃ τȣ̀ς ϰαϱϖȣ̀ς ϗ τῆς ἑαυτῶν ἀσεϐείας ϖλησϑήσονται·
1:32 ἀνϑ’ ὧν γὰϱ ἠδίϰȣν νηϖίȣς, φονευϑήσονται, ϗ ἐξετασμὸς ἀσεϐεῖς ὀλεῖ.
1:33 ὁ δὲ ἐμȣ̃ ἀϰȣ́ων ϰατασϰηνώσει ἐϖ’ ἐλϖίδι ϗ ἡσυχάσει ἀφόϐως ἀϖὸ ϖαντὸς ϰαϰȣ̃.
2:1 ϒἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς ϰϱύψῃς ϖαϱὰ σεαυτῷ,
2:2 ὑϖαϰȣ́σεται σοφίας τὸ ȣ̓͂ς σȣ, ϗ ϖαϱαϐαλεῖς ϰαϱδίαν σȣ εἰς σύνεσιν, ϖαϱαϐαλεῖς δὲ αὐτὴν ἐϖὶ νȣϑέτησιν τῷ υἱῷ σȣ.
2:3 ἐὰν γὰϱ τὴν σοφίαν ἐϖιϰαλέσῃ ϗ τῇ συνέσει δῷς φωνήν σȣ, τὴν δὲ αἴσϑησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ,
2:4 ϗ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀϱγύϱιον ϗ ὡς ϑησαυϱȣ̀ς ἐξεϱευνήσῃς αὐτήν,
2:5 τότε συνήσεις φόϐον ϰυϱίȣ ϗ ἐϖίγνωσιν ϑεȣ̃ εὑϱήσεις.
2:6 ὅτι ϰύϱιος δίδωσιν σοφίαν, ϗ ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ γνῶσις ϗ σύνεσις·
2:7 ϗ ϑησαυϱίζει τοῖς ϰατοϱϑȣ̃σι σωτηϱίαν, ὑϖεϱασϖιεῖ τὴν ϖοϱείαν αὐτῶν
2:8 τȣ̃ φυλάξαι ὁδȣ̀ς διϰαιωμάτων ϗ ὁδὸν εὐλαϐȣμένων αὐτὸν διαφυλάξει.
2:9 τότε συνήσεις διϰαιοσύνην ϗ ϰϱίμα ϗ ϰατοϱϑώσεις ϖάντας ἄξονας ἀγαϑȣ́ς.
2:10 ἐὰν γὰϱ ἔλϑῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσϑησις τῇ σῇ ψυχῇ ϰαλὴ εἶναι δόξῃ,
2:11 ϐȣλὴ ϰαλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηϱήσει σε,
2:12 ἵνα ῥύσηταί σε ἀϖὸ ὁδȣ̃ ϰαϰῆς ϗ ἀϖὸ ἀνδϱὸς λαλȣ̃ντος μηδὲν ϖιϛόν.
2:13 ὦ οἱ ἐγϰαταλείϖοντες ὁδȣ̀ς εὐϑείας τȣ̃ ϖοϱεύεσϑαι ἐν ὁδοῖς σϰότȣς,
2:14 οἱ εὐφϱαινόμενοι ἐϖὶ ϰαϰοῖς ϗ χαίϱοντες ἐϖὶ διαϛϱοφῇ ϰαϰῇ,
2:15 ὧν αἱ τϱίϐοι σϰολιαὶ ϗ ϰαμϖύλαι αἱ τϱοχιαὶ αὐτῶν
2:16 τȣ̃ μαϰϱάν σε ϖοιῆσαι ἀϖὸ ὁδȣ̃ εὐϑείας ϗ ἀλλότϱιον τῆς διϰαίας γνώμης.
2:17 υἱέ, μή σε ϰαταλάϐῃ ϰαϰὴ ϐȣλὴ ἡ ἀϖολείϖȣσα διδασϰαλίαν νεότητος ϗ διαϑήϰην ϑείαν ἐϖιλελησμένη·
2:18 ἔϑετο γὰϱ ϖαϱὰ τῷ ϑανάτῳ τὸν οἶϰον αὐτῆς ϗ ϖαϱὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τȣ̀ς ἄξονας αὐτῆς·
2:19 ϖάντες οἱ ϖοϱευόμενοι ἐν αὐτῇ ȣ̓ϰ ἀναϛϱέψȣσιν ȣ̓δὲ μὴ ϰαταλάϐωσιν τϱίϐȣς εὐϑείας· ȣ̓ γὰϱ ϰαταλαμϐάνονται ὑϖὸ ἐνιαυτῶν ζωῆς.
2:20 εἰ γὰϱ ἐϖοϱεύοντο τϱίϐȣς ἀγαϑάς, εὕϱοσαν ἂν τϱίϐȣς διϰαιοσύνης λείȣς.
2:21 χϱηϛοὶ ἔσονται οἰϰήτοϱες γῆς, ἄϰαϰοι δὲ ὑϖολειφϑήσονται ἐν αὐτῇ, ὅτι εὐϑεῖς ϰατασϰηνώσȣσι γῆν, ϗ ὅσιοι ὑϖολειφϑήσονται ἐν αὐτῇ·
2:22 ὁδοὶ ἀσεϐῶν ἐϰ γῆς ὀλȣ̃νται, οἱ δὲ ϖαϱάνομοι ἐξωσϑήσονται ἀϖ’ αὐτῆς.
3:1 ϒἱέ, ἐμῶν νομίμων μὴ ἐϖιλανϑάνȣ, τὰ δὲ ῥήματά μȣ τηϱείτω σὴ ϰαϱδία·
3:2 μῆϰος γὰϱ ϐίȣ ϗ ἔτη ζωῆς ϗ εἰϱήνην ϖϱοσϑήσȣσίν σοι.
3:3 ἐλεημοσύναι ϗ ϖίϛεις μὴ ἐϰλιϖέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐϖὶ σῷ τϱαχήλῳ, ϗ εὑϱήσεις χάϱιν·
3:4 ϗ ϖϱονοȣ̃ ϰαλὰ ἐνώϖιον ϰυϱίȣ ϗ ἀνϑϱώϖων.
3:5 ἴσϑι ϖεϖοιϑὼς ἐν ὅλῃ ϰαϱδίᾳ ἐϖὶ ϑεῷ, ἐϖὶ δὲ σῇ σοφίᾳ μὴ ἐϖαίϱȣ·
3:6 ἐν ϖάσαις ὁδοῖς σȣ γνώϱιζε αὐτήν, ἵνα ὀϱϑοτομῇ τὰς ὁδȣ́ς σȣ, [ὁ δὲ ϖȣ́ς σȣ ȣ̓ μὴ ϖϱοσϰόϖτῃ.]
3:7 μὴ ἴσϑι φϱόνιμος ϖαϱὰ σεαυτῷ, φοϐȣ̃ δὲ τὸν ϑεὸν ϗ ἔϰϰλινε ἀϖὸ ϖαντὸς ϰαϰȣ̃·
3:8 τότε ἴασις ἔϛαι τῷ σώματί σȣ ϗ ἐϖιμέλεια τοῖς ὀϛέοις σȣ.
3:9 τίμα τὸν ϰύϱιον ἀϖὸ σῶν διϰαίων ϖόνων ϗ ἀϖάϱχȣ αὐτῷ ἀϖὸ σῶν ϰαϱϖῶν διϰαιοσύνης,
3:10 ἵνα ϖίμϖληται τὰ ταμίειά σȣ ϖλησμονῆς σίτȣ, οἴνῳ δὲ αἱ ληνοί σȣ ἐϰϐλύζωσιν.
3:11 ϒἱέ, μὴ ὀλιγώϱει ϖαιδείας ϰυϱίȣ μηδὲ ἐϰλύȣ ὑϖ’ αὐτȣ̃ ἐλεγχόμενος·
3:12 ὃν γὰϱ ἀγαϖᾷ ϰύϱιος ϖαιδεύει, μαϛιγοῖ δὲ ϖάντα υἱὸν ὃν ϖαϱαδέχεται.
3:13 μαϰάϱιος ἄνϑϱωϖος ὃς εὗϱεν σοφίαν ϗ ϑνητὸς ὃς εἶδεν φϱόνησιν·
3:14 ϰϱεῖττον γὰϱ αὐτὴν ἐμϖοϱεύεσϑαι ἢ χϱυσίȣ ϗ ἀϱγυϱίȣ ϑησαυϱȣ́ς.
3:15 τιμιωτέϱα δέ ἐϛιν λίϑων ϖολυτελῶν, ȣ̓ϰ ἀντιτάξεται αὐτῇ ȣ̓δὲν ϖονηϱόν· εὔγνωϛός ἐϛιν ϖᾶσιν τοῖς ἐγγίζȣσιν αὐτῇ, ϖᾶν δὲ τίμιον ȣ̓ϰ ἄξιον αὐτῆς ἐϛιν.
3:16 μῆϰος γὰϱ ϐίȣ ϗ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀϱιϛεϱᾷ αὐτῆς ϖλȣ̃τος ϗ δόξα·
3:16 a ἐϰ τȣ̃ ϛόματος αὐτῆς ἐϰϖοϱεύεται διϰαιοσύνη, νόμον δὲ ϗ ἔλεον ἐϖὶ γλώσσης φοϱεῖ.
3:17 αἱ ὁδοὶ αὐτῆς ὁδοὶ ϰαλαί, ϗ ϖάντες οἱ τϱίϐοι αὐτῆς ἐν εἰϱήνῃ·
3:18 ξύλον ζωῆς ἐϛι ϖᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, ϗ τοῖς ἐϖεϱειδομένοις ἐϖ’ αὐτὴν ὡς ἐϖὶ ϰύϱιον ἀσφαλής.
3:19 ὁ ϑεὸς τῇ σοφίᾳ ἐϑεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ ȣ̓ϱανȣ̀ς ἐν φϱονήσει·
3:20 ἐν αἰσϑήσει ἄϐυσσοι ἐϱϱάγησαν, νέφη δὲ ἐϱϱύησαν δϱόσȣς.
3:21 ϒἱέ, μὴ ϖαϱαϱϱυῇς, τήϱησον δὲ ἐμὴν ϐȣλὴν ϗ ἔννοιαν,
3:22 ἵνα ζήσῃ ἡ ψυχή σȣ, ϗ χάϱις ᾖ ϖεϱὶ σῷ τϱαχήλῳ.
3:22 a ἔϛαι δὲ ἴασις ταῖς σαϱξί σȣ ϗ ἐϖιμέλεια τοῖς σοῖς ὀϛέοις,
3:23 ἵνα ϖοϱεύῃ ϖεϖοιϑὼς ἐν εἰϱήνῃ ϖάσας τὰς ὁδȣ́ς σȣ, ὁ δὲ ϖȣ́ς σȣ ȣ̓ μὴ ϖϱοσϰόψῃ.
3:24 ἐὰν γὰϱ ϰάϑῃ, ἄφοϐος ἔσῃ, ἐὰν δὲ ϰαϑεύδῃς, ἡδέως ὑϖνώσεις·
3:25 ϗ ȣ̓ φοϐηϑήσῃ ϖτόησιν ἐϖελϑȣ̃σαν ȣ̓δὲ ὁϱμὰς ἀσεϐῶν ἐϖεϱχομένας·
3:26 ὁ γὰϱ ϰύϱιος ἔϛαι ἐϖὶ ϖασῶν ὁδῶν σȣ ϗ ἐϱείσει σὸν ϖόδα, ἵνα μὴ σαλευϑῇς.
3:27 μὴ ἀϖόσχῃ εὖ ϖοιεῖν ἐνδεῆ, ἡνίϰα ἂν ἔχῃ ἡ χείϱ σȣ ϐοηϑεῖν·
3:28 μὴ εἴϖης Ἐϖανελϑὼν ἐϖάνηϰε ϗ αὔϱιον δώσω, δυνατȣ̃ σȣ ὄντος εὖ ϖοιεῖν· ȣ̓ γὰϱ οἶδας τί τέξεται ἡ ἐϖιȣ̃σα.
3:29 μὴ τεϰτήνῃ ἐϖὶ σὸν φίλον ϰαϰὰ ϖαϱοιϰȣ̃ντα ϗ ϖεϖοιϑότα ἐϖὶ σοί.
3:30 μὴ φιλεχϑϱήσῃς ϖϱὸς ἄνϑϱωϖον μάτην, μή τι εἰς σὲ ἐϱγάσηται ϰαϰόν.
3:31 μὴ ϰτήσῃ ϰαϰῶν ἀνδϱῶν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδȣ̀ς αὐτῶν·
3:32 ἀϰάϑαϱτος γὰϱ ἔναντι ϰυϱίȣ ϖᾶς ϖαϱάνομος, ἐν δὲ διϰαίοις ȣ̓ συνεδϱιάζει.
3:33 ϰατάϱα ϑεȣ̃ ἐν οἴϰοις ἀσεϐῶν, ἐϖαύλεις δὲ διϰαίων εὐλογȣ̃νται.
3:34 ϰύϱιος ὑϖεϱηφάνοις ἀντιτάσσεται, ταϖεινοῖς δὲ δίδωσιν χάϱιν.
3:35 δόξαν σοφοὶ ϰληϱονομήσȣσιν, οἱ δὲ ἀσεϐεῖς ὕψωσαν ἀτιμίαν.
4:1 Ἀϰȣ́σατε, ϖαῖδες, ϖαιδείαν ϖατϱὸς ϗ ϖϱοσέχετε γνῶναι ἔννοιαν·
4:2 δῶϱον γὰϱ ἀγαϑὸν δωϱȣ̃μαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγϰαταλίϖητε.
4:3 υἱὸς γὰϱ ἐγενόμην ϰἀγὼ ϖατϱὶ ὑϖήϰοος ϗ ἀγαϖώμενος ἐν ϖϱοσώϖῳ μητϱός,
4:4 οἳ ἔλεγον ϗ ἐδίδασϰόν με Ἐϱειδέτω ὁ ἡμέτεϱος λόγος εἰς σὴν ϰαϱδίαν·
4:5 φύλασσε ἐντολάς, μὴ ἐϖιλάϑῃ μηδὲ ϖαϱίδῃς ῥῆσιν ἐμȣ̃ ϛόματος
4:6 μηδὲ ἐγϰαταλίϖῃς αὐτήν, ϗ ἀνϑέξεταί σȣ· ἐϱάσϑητι αὐτῆς, ϗ τηϱήσει σε·
4:8 ϖεϱιχαϱάϰωσον αὐτήν, ϗ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε ϖεϱιλάϐῃ,
4:9 ἵνα δῷ τῇ σῇ ϰεφαλῇ ϛέφανον χαϱίτων, ϛεφάνῳ δὲ τϱυφῆς ὑϖεϱασϖίσῃ σȣ.
4:10 Ἄϰȣε, υἱέ, ϗ δέξαι ἐμȣ̀ς λόγȣς, ϗ ϖληϑυνϑήσεται ἔτη ζωῆς σȣ, ἵνα σοι γένωνται ϖολλαὶ ὁδοὶ ϐίȣ·
4:11 ὁδȣ̀ς γὰϱ σοφίας διδάσϰω σε, ἐμϐιϐάζω δέ σε τϱοχιαῖς ὀϱϑαῖς.
4:12 ἐὰν γὰϱ ϖοϱεύῃ, ȣ̓ συγϰλεισϑήσεταί σȣ τὰ διαϐήματα· ἐὰν δὲ τϱέχῃς, ȣ̓ ϰοϖιάσεις.
4:13 ἐϖιλαϐȣ̃ ἐμῆς ϖαιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σȣ.
4:14 ὁδȣ̀ς ἀσεϐῶν μὴ ἐϖέλϑῃς μηδὲ ζηλώσῃς ὁδȣ̀ς ϖαϱανόμων·
4:15 ἐν ᾧ ἂν τόϖῳ ϛϱατοϖεδεύσωσιν, μὴ ἐϖέλϑῃς ἐϰεῖ, ἔϰϰλινον δὲ ἀϖ’ αὐτῶν ϗ ϖαϱάλλαξον.
4:16 ȣ̓ γὰϱ μὴ ὑϖνώσωσιν, ἐὰν μὴ ϰαϰοϖοιήσωσιν· ἀφῄϱηται ὁ ὕϖνος αὐτῶν, ϗ ȣ̓ ϰοιμῶνται·
4:17 οἵδε γὰϱ σιτȣ̃νται σῖτα ἀσεϐείας, οἴνῳ δὲ ϖαϱανόμῳ μεϑύσϰονται.
4:18 αἱ δὲ ὁδοὶ τῶν διϰαίων ὁμοίως φωτὶ λάμϖȣσιν, ϖϱοϖοϱεύονται ϗ φωτίζȣσιν, ἕως ϰατοϱϑώσῃ ἡ ἡμέϱα·
4:19 αἱ δὲ ὁδοὶ τῶν ἀσεϐῶν σϰοτειναί, ȣ̓ϰ οἴδασιν ϖῶς ϖϱοσϰόϖτȣσιν.
4:20 ϒἱέ, ἐμῇ ῥήσει ϖϱόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις ϖαϱάϐαλε σὸν ȣ̓͂ς,
4:21 ὅϖως μὴ ἐϰλίϖωσίν σε αἱ ϖηγαί σȣ, φύλασσε αὐτὰς ἐν σῇ ϰαϱδίᾳ·
4:22 ζωὴ γάϱ ἐϛιν τοῖς εὑϱίσϰȣσιν αὐτὰς ϗ ϖάσῃ σαϱϰὶ ἴασις.
4:23 ϖάσῃ φυλαϰῇ τήϱει σὴν ϰαϱδίαν· ἐϰ γὰϱ τȣ́των ἔξοδοι ζωῆς.
4:24 ϖεϱίελε σεαυτȣ̃ σϰολιὸν ϛόμα ϗ ἄδιϰα χείλη μαϰϱὰν ἀϖὸ σȣ̃ ἄϖωσαι.
4:25 οἱ ὀφϑαλμοί σȣ ὀϱϑὰ ϐλεϖέτωσαν, τὰ δὲ ϐλέφαϱά σȣ νευέτω δίϰαια.
4:26 ὀϱϑὰς τϱοχιὰς ϖοίει σοῖς ϖοσὶν ϗ τὰς ὁδȣ́ς σȣ ϰατεύϑυνε.
4:27 μὴ ἐϰϰλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀϱιϛεϱά, ἀϖόϛϱεψον δὲ σὸν ϖόδα ἀϖὸ ὁδȣ̃ ϰαϰῆς·
4:27 a ὁδȣ̀ς γὰϱ τὰς ἐϰ δεξιῶν οἶδεν ὁ ϑεός, διεϛϱαμμέναι δέ εἰσιν αἱ ἐξ ἀϱιϛεϱῶν·
4:28 αὐτὸς δὲ ὀϱϑὰς ϖοιήσει τὰς τϱοχιάς σȣ, τὰς δὲ ϖοϱείας σȣ ἐν εἰϱήνῃ ϖϱοάξει.
5:1 ϒἱέ, ἐμῇ σοφίᾳ ϖϱόσεχε, ἐμοῖς δὲ λόγοις ϖαϱάϐαλλε σὸν ȣ̓͂ς,
5:2 ἵνα φυλάξῃς ἔννοιαν ἀγαϑήν· αἴσϑησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι.
5:3 μὴ ϖϱόσεχε φαύλῃ γυναιϰί· μέλι γὰϱ ἀϖοϛάζει ἀϖὸ χειλέων γυναιϰὸς ϖόϱνης, ἣ ϖϱὸς ϰαιϱὸν λιϖαίνει σὸν φάϱυγγα,
5:4 ὕϛεϱον μέντοι ϖιϰϱότεϱον χολῆς εὑϱήσεις ϗ ἠϰονημένον μᾶλλον μαχαίϱας διϛόμȣ.
5:5 τῆς γὰϱ ἀφϱοσύνης οἱ ϖόδες ϰατάγȣσιν τȣ̀ς χϱωμένȣς αὐτῇ μετὰ ϑανάτȣ εἰς τὸν ᾅδην, τὰ δὲ ἴχνη αὐτῆς ȣ̓ϰ ἐϱείδεται·
5:6 ὁδȣ̀ς γὰϱ ζωῆς ȣ̓ϰ ἐϖέϱχεται, σφαλεϱαὶ δὲ αἱ τϱοχιαὶ αὐτῆς ϗ ȣ̓ϰ εὔγνωϛοι.
5:7 νῦν ȣ̓͂ν, υἱέ, ἄϰȣέ μȣ ϗ μὴ ἀϰύϱȣς ϖοιήσῃς ἐμȣ̀ς λόγȣς·
5:8 μαϰϱὰν ϖοίησον ἀϖ’ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς ϖϱὸς ϑύϱαις οἴϰων αὐτῆς,
5:9 ἵνα μὴ ϖϱόῃ ἄλλοις ζωήν σȣ ϗ σὸν ϐίον ἀνελεήμοσιν,
5:10 ἵνα μὴ ϖλησϑῶσιν ἀλλότϱιοι σῆς ἰσχύος, οἱ δὲ σοὶ ϖόνοι εἰς οἴϰȣς ἀλλοτϱίων εἰσέλϑωσιν,
5:11 ϗ μεταμεληϑήσῃ ἐϖ’ ἐσχάτων, ἡνίϰα ἂν ϰατατϱιϐῶσιν σάϱϰες σώματός σȣ,
5:12 ϗ ἐϱεῖς Πῶς ἐμίσησα ϖαιδείαν, ϗ ἐλέγχȣς ἐξέϰλινεν ἡ ϰαϱδία μȣ·
5:13 ȣ̓ϰ ἤϰȣον φωνὴν ϖαιδεύοντός με ϗ διδάσϰοντός με ȣ̓δὲ ϖαϱέϐαλλον τὸ ȣ̓͂ς μȣ·
5:14 ϖαϱ’ ὀλίγον ἐγενόμην ἐν ϖαντὶ ϰαϰῷ ἐν μέσῳ ἐϰϰλησίας ϗ συναγωγῆς.
5:15 ϖῖνε ὕδατα ἀϖὸ σῶν ἀγγείων ϗ ἀϖὸ σῶν φϱεάτων ϖηγῆς.
5:16 μὴ ὑϖεϱεϰχείσϑω σοι τὰ ὕδατα ἐϰ τῆς σῆς ϖηγῆς, εἰς δὲ σὰς ϖλατείας διαϖοϱευέσϑω τὰ σὰ ὕδατα·
5:17 ἔϛω σοι μόνῳ ὑϖάϱχοντα, ϗ μηδεὶς ἀλλότϱιος μετασχέτω σοι·
5:18 ἡ ϖηγή σȣ τȣ̃ ὕδατος ἔϛω σοι ἰδία, ϗ συνευφϱαίνȣ μετὰ γυναιϰὸς τῆς ἐϰ νεότητός σȣ.
5:19 ἔλαφος φιλίας ϗ ϖῶλος σῶν χαϱίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσϑω σȣ ϗ συνέϛω σοι ἐν ϖαντὶ ϰαιϱῷ ἐν γὰϱ τῇ ταύτης φιλίᾳ συμϖεϱιφεϱόμενος ϖολλοϛὸς ἔσῃ.
5:20 μὴ ϖολὺς ἴσϑι ϖϱὸς ἀλλοτϱίαν μηδὲ συνέχȣ ἀγϰάλαις τῆς μὴ ἰδίας·
5:21 ἐνώϖιον γάϱ εἰσιν τῶν τȣ̃ ϑεȣ̃ ὀφϑαλμῶν ὁδοὶ ἀνδϱός, εἰς δὲ ϖάσας τὰς τϱοχιὰς αὐτȣ̃ σϰοϖεύει.
5:22 ϖαϱανομίαι ἄνδϱα ἀγϱεύȣσιν, σειϱαῖς δὲ τῶν ἑαυτȣ̃ ἁμαϱτιῶν ἕϰαϛος σφίγγεται·
5:23 ȣ̔͂τος τελευτᾷ μετὰ ἀϖαιδεύτων, ἐϰ δὲ ϖλήϑȣς τῆς ἑαυτȣ̃ ϐιότητος ἐξεϱϱίφη ϗ ἀϖώλετο δι’ ἀφϱοσύνην.
6:1 ϒἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, ϖαϱαδώσεις σὴν χεῖϱα ἐχϑϱῷ·
6:2 ϖαγὶς γὰϱ ἰσχυϱὰ ἀνδϱὶ τὰ ἴδια χείλη, ϗ ἁλίσϰεται χείλεσιν ἰδίȣ ϛόματος.
6:3 ϖοίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, ϗ σῴζȣ – ἥϰεις γὰϱ εἰς χεῖϱας ϰαϰῶν διὰ σὸν φίλον – ἴϑι μὴ ἐϰλυόμενος, ϖαϱόξυνε δὲ ϗ τὸν φίλον σȣ, ὃν ἐνεγυήσω·
6:4 μὴ δῷς ὕϖνον σοῖς ὄμμασιν μηδὲ ἐϖινυϛάξῃς σοῖς ϐλεφάϱοις,
6:5 ἵνα σῴζῃ ὥσϖεϱ δοϱϰὰς ἐϰ ϐϱόχων ϗ ὥσϖεϱ ὄϱνεον ἐϰ ϖαγίδος.
6:6 Ἴϑι ϖϱὸς τὸν μύϱμηϰα, ὦ ὀϰνηϱέ, ϗ ζήλωσον ἰδὼν τὰς ὁδȣ̀ς αὐτȣ̃ ϗ γενȣ̃ ἐϰείνȣ σοφώτεϱος·
6:7 ἐϰείνῳ γὰϱ γεωϱγίȣ μὴ ὑϖάϱχοντος μηδὲ τὸν ἀναγϰάζοντα ἔχων μηδὲ ὑϖὸ δεσϖότην ὢν
6:8 ἑτοιμάζεται ϑέϱȣς τὴν τϱοφὴν ϖολλήν τε ἐν τῷ ἀμήτῳ ϖοιεῖται τὴν ϖαϱάϑεσιν.
6:8 a ἢ ϖοϱεύϑητι ϖϱὸς τὴν μέλισσαν ϗ μάϑε ὡς ἐϱγάτις ἐϛὶν τήν τε ἐϱγασίαν ὡς σεμνὴν ϖοιεῖται,
6:9 ἧς τȣ̀ς ϖόνȣς ϐασιλεῖς ϗ ἰδιῶται ϖϱὸς ὑγίειαν ϖϱος φέϱονται, ϖοϑεινὴ δέ ἐϛιν ϖᾶσιν ϗ ἐϖίδοξος·
6:10 ϰαίϖεϱ ȣ̓͂σα τῇ ῥώμῃ ἀσϑενής, τὴν σοφίαν τιμήσασα ϖϱοήχϑη.
6:9 ἕως τίνος, ὀϰνηϱέ, ϰατάϰεισαι; ϖότε δὲ ἐξ ὕϖνȣ ἐγεϱϑήσῃ;
6:10 ὀλίγον μὲν ὑϖνοῖς, ὀλίγον δὲ ϰάϑησαι, μιϰϱὸν δὲ νυϛάζεις, ὀλίγον δὲ ἐναγϰαλίζῃ χεϱσὶν ϛήϑη·
6:11 εἶτ ἐμϖαϱαγίνεταί σοι ὥσϖεϱ ϰαϰὸς ὁδοιϖόϱος ἡ ϖενία ϗ ἡ ἔνδεια ὥσϖεϱ ἀγαϑὸς δϱομεύς.
6:11 a ἐὰν δὲ ἄοϰνος ᾖς, ἥξει ὥσϖεϱ ϖηγὴ ὁ ἀμητός σȣ, ἡ δὲ ἔνδεια ὥσϖεϱ ϰαϰὸς δϱομεὺς ἀϖαυτομολήσει.
6:12 Ἀνὴϱ ἄφϱων ϗ ϖαϱάνομος ϖοϱεύεται ὁδȣ̀ς ȣ̓ϰ ἀγαϑάς·
6:13 ὁ δ’ αὐτὸς ἐννεύει ὀφϑαλμῷ, σημαίνει δὲ ϖοδί, διδάσϰει δὲ ἐννεύμασιν δαϰτύλων,
6:14 διεϛϱαμμένῃ δὲ ϰαϱδίᾳ τεϰταίνεται ϰαϰὰ ἐν ϖαντὶ ϰαιϱῷ· ὁ τοιȣ̃τος ταϱαχὰς συνίϛησιν ϖόλει.
6:15 διὰ τȣ̃το ἐξαϖίνης ἔϱχεται ἡ ἀϖώλεια αὐτȣ̃, διαϰοϖὴ ϗ συντϱιϐὴ ἀνίατος.
6:16 ὅτι χαίϱει ϖᾶσιν, οἷς μισεῖ ὁ ϰύϱιος, συντϱίϐεται δὲ δι’ ἀϰαϑαϱσίαν ψυχῆς·
6:17 ὀφϑαλμὸς ὑϐϱιϛȣ̃, γλῶσσα ἄδιϰος, χεῖϱες ἐϰχέȣσαι αἷμα διϰαίȣ
6:18 ϗ ϰαϱδία τεϰταινομένη λογισμȣ̀ς ϰαϰȣ̀ς ϗ ϖόδες ἐϖισϖεύδοντες ϰαϰοϖοιεῖν·
6:19 ἐϰϰαίει ψεύδη μάϱτυς ἄδιϰος ϗ ἐϖιϖέμϖει ϰϱίσεις ἀνὰ μέσον ἀδελφῶν.
6:20 ϒἱέ, φύλασσε νόμȣς ϖατϱός σȣ ϗ μὴ ἀϖώσῃ ϑεσμȣ̀ς μητϱός σȣ·
6:21 ἄφαψαι δὲ αὐτȣ̀ς ἐϖὶ σῇ ψυχῇ διὰ ϖαντὸς ϗ ἐγϰλοίωσαι ἐϖὶ σῷ τϱαχήλῳ.
6:22 ἡνίϰα ἂν ϖεϱιϖατῇς, ἐϖάγȣ αὐτήν, ϗ μετὰ σȣ̃ ἔϛω· ὡς δ’ ἂν ϰαϑεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειϱομένῳ συλλαλῇ σοι·
6:23 ὅτι λύχνος ἐντολὴ νόμȣ ϗ φῶς, ϗ ὁδὸς ζωῆς ἔλεγχος ϗ ϖαιδεία
6:24 τȣ̃ διαφυλάσσειν σε ἀϖὸ γυναιϰὸς ὑϖάνδϱȣ ϗ ἀϖὸ διαϐολῆς γλώσσης ἀλλοτϱίας.
6:25 μή σε νιϰήσῃ ϰάλλȣς ἐϖιϑυμία, μηδὲ ἀγϱευϑῇς σοῖς ὀφϑαλμοῖς μηδὲ συναϱϖασϑῇς ἀϖὸ τῶν αὐτῆς ϐλεφάϱων·
6:26 τιμὴ γὰϱ ϖόϱνης ὅση ϗ ἑνὸς ἄϱτȣ, γυνὴ δὲ ἀνδϱῶν τιμίας ψυχὰς ἀγϱεύει.
6:27 ἀϖοδήσει τις ϖῦϱ ἐν ϰόλϖῳ, τὰ δὲ ἱμάτια ȣ̓ ϰαταϰαύσει;
6:28 ἢ ϖεϱιϖατήσει τις ἐϖ’ ἀνϑϱάϰων ϖυϱός, τȣ̀ς δὲ ϖόδας ȣ̓ ϰαταϰαύσει;
6:29 ȣ̔́τως ὁ εἰσελϑὼν ϖϱὸς γυναῖϰα ὕϖανδϱον, ȣ̓ϰ ἀϑῳωϑήσεται ȣ̓δὲ ϖᾶς ὁ ἁϖτόμενος αὐτῆς.
6:30 ȣ̓ ϑαυμαϛὸν ἐὰν ἁλῷ τις ϰλέϖτων, ϰλέϖτει γὰϱ ἵνα ἐμϖλήσῃ τὴν ψυχὴν ϖεινῶν·
6:31 ἐὰν δὲ ἁλῷ, ἀϖοτείσει ἑϖταϖλάσια ϗ ϖάντα τὰ ὑϖάϱχοντα αὐτȣ̃ δȣ̀ς ῥύσεται ἑαυτόν.
6:32 ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φϱενῶν ἀϖώλειαν τῇ ψυχῇ αὐτȣ̃ ϖεϱιϖοιεῖται,
6:33 ὀδύνας τε ϗ ἀτιμίας ὑϖοφέϱει, τὸ δὲ ὄνειδος αὐτȣ̃ ȣ̓ϰ ἐξαλειφϑήσεται εἰς τὸν αἰῶνα.
6:34 μεϛὸς γὰϱ ζήλȣ ϑυμὸς ἀνδϱὸς αὐτῆς· ȣ̓ φείσεται ἐν ἡμέϱᾳ ϰϱίσεως,
6:35 ȣ̓ϰ ἀνταλλάξεται ȣ̓δενὸς λύτϱȣ τὴν ἔχϑϱαν ȣ̓δὲ μὴ διαλυϑῇ ϖολλῶν δώϱων.
7:1 ϒἱέ, φύλασσε ἐμȣ̀ς λόγȣς, τὰς δὲ ἐμὰς ἐντολὰς ϰϱύψον ϖαϱὰ σεαυτῷ·
7:1 a υἱέ, τίμα τὸν ϰύϱιον, ϗ ἰσχύσεις, ϖλὴν δὲ αὐτȣ̃ μὴ φοϐȣ̃ ἄλλον.
7:2 φύλαξον ἐμὰς ἐντολάς, ϗ ϐιώσεις, τȣ̀ς δὲ ἐμȣ̀ς λόγȣς ὥσϖεϱ ϰόϱας ὀμμάτων·
7:3 ϖεϱίϑȣ δὲ αὐτȣ̀ς σοῖς δαϰτύλοις, ἐϖίγϱαψον δὲ ἐϖὶ τὸ ϖλάτος τῆς ϰαϱδίας σȣ.
7:4 εἶϖον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φϱόνησιν γνώϱιμον ϖεϱιϖοίησαι σεαυτῷ,
7:5 ἵνα σε τηϱήσῃ ἀϖὸ γυναιϰὸς ἀλλοτϱίας ϗ ϖονηϱᾶς, ἐάν σε λόγοις τοῖς ϖϱὸς χάϱιν ἐμϐάληται.
7:6 ἀϖὸ γὰϱ ϑυϱίδος ἐϰ τȣ̃ οἴϰȣ αὐτῆς εἰς τὰς ϖλατείας ϖαϱα ϰύϖτȣσα,
7:7 ὃν ἂν ἴδῃ τῶν ἀφϱόνων τέϰνων νεανίαν ἐνδεῆ φϱενῶν
7:8 ϖαϱαϖοϱευόμενον ϖαϱὰ γωνίαν ἐν διόδοις οἴϰων αὐτῆς
7:9 ϗ λαλȣ̃ντα ἐν σϰότει ἑσϖεϱινῷ, ἡνίϰα ἂν ἡσυχία νυϰτεϱινὴ ᾖ ϗ γνοφώδης,
7:10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχȣσα ϖοϱνιϰόν, ἣ ϖοιεῖ νέων ἐξίϖτασϑαι ϰαϱδίας.
7:11 ἀνεϖτεϱωμένη δέ ἐϛιν ϗ ἄσωτος, ἐν οἴϰῳ δὲ ȣ̓χ ἡσυχάζȣσιν οἱ ϖόδες αὐτῆς·
7:12 χϱόνον γάϱ τινα ἔξω ῥέμϐεται, χϱόνον δὲ ἐν ϖλατείαις ϖαϱὰ ϖᾶσαν γωνίαν ἐνεδϱεύει.
7:13 εἶτα ἐϖιλαϐομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ ϖϱοσώϖῳ ϖϱοσεῖϖεν αὐτῷ
7:14 Θυσία εἰϱηνιϰή μοί ἐϛιν, σήμεϱον ἀϖοδίδωμι τὰς εὐχάς μȣ·
7:15 ἕνεϰα τȣ́τȣ ἐξῆλϑον εἰς συνάντησίν σοι, ϖοϑȣ̃σα τὸ σὸν ϖϱόσωϖον εὕϱηϰά σε·
7:16 ϰειϱίαις τέταϰα τὴν ϰλίνην μȣ, ἀμφιτάϖοις δὲ ἔϛϱωϰα τοῖς ἀϖ’ Αἰγύϖτȣ·
7:17 διέϱϱαγϰα τὴν ϰοίτην μȣ ϰϱόϰῳ, τὸν δὲ οἶϰόν μȣ ϰινναμώμῳ·
7:18 ἐλϑὲ ϗ ἀϖολαύσωμεν φιλίας ἕως ὄϱϑϱȣ, δεῦϱο ϗ ἐγϰυλισϑῶμεν ἔϱωτι·
7:19 ȣ̓ γὰϱ ϖάϱεϛιν ὁ ἀνήϱ μȣ ἐν οἴϰῳ, ϖεϖόϱευται δὲ ὁδὸν μαϰϱὰν
7:20 ἔνδεσμον ἀϱγυϱίȣ λαϐὼν ἐν χειϱὶ αὐτȣ̃, δι’ ἡμεϱῶν ϖολλῶν ἐϖανήξει εἰς τὸν οἶϰον αὐτȣ̃.
7:21 ἀϖεϖλάνησεν δὲ αὐτὸν ϖολλῇ ὁμιλίᾳ ϐϱόχοις τε τοῖς ἀϖὸ χειλέων ἐξώϰειλεν αὐτόν.
7:22 ὁ δὲ ἐϖηϰολȣ́ϑησεν αὐτῇ ϰεϖφωϑείς, ὥσϖεϱ δὲ ϐȣ̃ς ἐϖὶ σφαγὴν ἄγεται ϗ ὥσϖεϱ ϰύων ἐϖὶ δεσμȣ̀ς
7:23 ἢ ὡς ἔλαφος τοξεύματι ϖεϖληγὼς εἰς τὸ ἧϖαϱ, σϖεύδει δὲ ὥσϖεϱ ὄϱνεον εἰς ϖαγίδα ȣ̓ϰ εἰδὼς ὅτι ϖεϱὶ ψυχῆς τϱέχει.
7:24 νῦν ȣ̓͂ν, υἱέ, ἄϰȣέ μȣ ϗ ϖϱόσεχε ῥήμασιν ϛόματός μȣ·
7:25 μὴ ἐϰϰλινάτω εἰς τὰς ὁδȣ̀ς αὐτῆς ἡ ϰαϱδία σȣ·
7:26 ϖολλȣ̀ς γὰϱ τϱώσασα ϰαταϐέϐληϰεν, ϗ ἀναϱίϑμητοί εἰσιν ȣ̔̀ς ϖεφόνευϰεν·
7:27 ὁδοὶ ᾅδȣ ὁ οἶϰος αὐτῆς ϰατάγȣσαι εἰς τὰ ταμίεια τȣ̃ ϑανάτȣ.
8:1 Σὺ τὴν σοφίαν ϰηϱύξεις, ἵνα φϱόνησίς σοι ὑϖαϰȣ́σῃ·
8:2 ἐϖὶ γὰϱ τῶν ὑψηλῶν ἄϰϱων ἐϛίν, ἀνὰ μέσον δὲ τῶν τϱίϐων ἕϛηϰεν·
8:3 ϖαϱὰ γὰϱ ϖύλαις δυναϛῶν ϖαϱεδϱεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται
8:4 Ὑμᾶς, ὦ ἄνϑϱωϖοι, ϖαϱαϰαλῶ ϗ ϖϱοίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνϑϱώϖων·
8:5 νοήσατε, ἄϰαϰοι, ϖανȣϱγίαν, οἱ δὲ ἀϖαίδευτοι, ἔνϑεσϑε ϰαϱδίαν.
8:6 εἰσαϰȣ́σατέ μȣ, σεμνὰ γὰϱ ἐϱῶ ϗ ἀνοίσω ἀϖὸ χειλέων ὀϱϑά·
8:7 ὅτι ἀλήϑειαν μελετήσει ὁ φάϱυγξ μȣ, ἐϐδελυγμένα δὲ ἐναντίον ἐμȣ̃ χείλη ψευδῆ.
8:8 μετὰ διϰαιοσύνης ϖάντα τὰ ῥήματα τȣ̃ ϛόματός μȣ, ȣ̓δὲν ἐν αὐτοῖς σϰολιὸν ȣ̓δὲ ϛϱαγγαλῶδες·
8:9 ϖάντα ἐνώϖια τοῖς συνιȣ̃σιν ϗ ὀϱϑὰ τοῖς εὑϱίσϰȣσι γνῶσιν.
8:10 λάϐετε ϖαιδείαν ϗ μὴ ἀϱγύϱιον ϗ γνῶσιν ὑϖὲϱ χϱυσίον δεδοϰιμασμένον, ἀνϑαιϱεῖσϑε δὲ αἴσϑησιν χϱυσίȣ ϰαϑαϱȣ̃·
8:11 ϰϱείσσων γὰϱ σοφία λίϑων ϖολυτελῶν, ϖᾶν δὲ τίμιον ȣ̓ϰ ἄξιον αὐτῆς ἐϛιν.
8:12 ἐγὼ ἡ σοφία ϰατεσϰήνωσα ϐȣλήν, ϗ γνῶσιν ϗ ἔννοιαν ἐγὼ ἐϖεϰαλεσάμην.
8:13 φόϐος ϰυϱίȣ μισεῖ ἀδιϰίαν, ὕϐϱιν τε ϗ ὑϖεϱηφανίαν ϗ ὁδȣ̀ς ϖονηϱῶν· μεμίσηϰα δὲ ἐγὼ διεϛϱαμμένας ὁδȣ̀ς ϰαϰῶν.
8:14 ἐμὴ ϐȣλὴ ϗ ἀσφάλεια, ἐμὴ φϱόνησις, ἐμὴ δὲ ἰσχύς·
8:15 δι’ ἐμȣ̃ ϐασιλεῖς ϐασιλεύȣσιν, ϗ οἱ δυνάϛαι γϱάφȣσιν διϰαιοσύνην·
8:16 δι’ ἐμȣ̃ μεγιϛᾶνες μεγαλύνονται, ϗ τύϱαννοι δι’ ἐμȣ̃ ϰϱατȣ̃σι γῆς.
8:17 ἐγὼ τȣ̀ς ἐμὲ φιλȣ̃ντας ἀγαϖῶ, οἱ δὲ ἐμὲ ζητȣ̃ντες εὑϱήσȣσιν.
8:18 ϖλȣ̃τος ϗ δόξα ἐμοὶ ὑϖάϱχει ϗ ϰτῆσις ϖολλῶν ϗ διϰαιοσύνη·
8:19 ϐέλτιον ἐμὲ ϰαϱϖίζεσϑαι ὑϖὲϱ χϱυσίον ϗ λίϑον τίμιον, τὰ δὲ ἐμὰ γενήματα ϰϱείσσω ἀϱγυϱίȣ ἐϰλεϰτȣ̃.
8:20 ἐν ὁδοῖς διϰαιοσύνης ϖεϱιϖατῶ ϗ ἀνὰ μέσον τϱίϐων διϰαιώματος ἀναϛϱέφομαι,
8:21 ἵνα μεϱίσω τοῖς ἐμὲ ἀγαϖῶσιν ὕϖαϱξιν ϗ τȣ̀ς ϑησαυϱȣ̀ς αὐτῶν ἐμϖλήσω ἀγαϑῶν.
8:21 a ἐὰν ἀναγγείλω ὑμῖν τὰ ϰαϑ’ ἡμέϱαν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀϱιϑμῆσαι.
8:22 ϰύϱιος ἔϰτισέν με ἀϱχὴν ὁδῶν αὐτȣ̃ εἰς ἔϱγα αὐτȣ̃,
8:23 ϖϱὸ τȣ̃ αἰῶνος ἐϑεμελίωσέν με ἐν ἀϱχῇ,
8:24 ϖϱὸ τȣ̃ τὴν γῆν ϖοιῆσαι ϗ ϖϱὸ τȣ̃ τὰς ἀϐύσσȣς ϖοιῆσαι, ϖϱὸ τȣ̃ ϖϱοελϑεῖν τὰς ϖηγὰς τῶν ὑδάτων,
8:25 ϖϱὸ τȣ̃ ὄϱη ἑδϱασϑῆναι, ϖϱὸ δὲ ϖάντων ϐȣνῶν γεννᾷ με.
8:26 ϰύϱιος ἐϖοίησεν χώϱας ϗ ἀοιϰήτȣς ϗ ἄϰϱα οἰϰȣ́μενα τῆς ὑϖ’ ȣ̓ϱανόν.
8:27 ἡνίϰα ἡτοίμαζεν τὸν ȣ̓ϱανόν, συμϖαϱήμην αὐτῷ, ϗ ὅτε ἀφώϱιζεν τὸν ἑαυτȣ̃ ϑϱόνον ἐϖ’ ἀνέμων.
8:28 ἡνίϰα ἰσχυϱὰ ἐϖοίει τὰ ἄνω νέφη, ϗ ὡς ἀσφαλεῖς ἐτίϑει ϖηγὰς τῆς ὑϖ’ ȣ̓ϱανὸν
8:29 ϗ ἰσχυϱὰ ἐϖοίει τὰ ϑεμέλια τῆς γῆς,
8:30 ἤμην ϖαϱ’ αὐτῷ ἁϱμόζȣσα, ἐγὼ ἤμην ᾗ ϖϱοσέχαιϱεν. ϰαϑ’ ἡμέϱαν δὲ εὐφϱαινόμην ἐν ϖϱοσώϖῳ αὐτȣ̃ ἐν ϖαντὶ ϰαιϱῷ,
8:31 ὅτε ἐυφϱαίνετο τὴν οἰϰȣμένην συντελέσας ϗ ἐνευφϱαίνετο ἐν υἱοῖς ἀνϑϱώϖων.
8:32 νῦν ȣ̓͂ν, υἱέ, ἄϰȣέ μȣ.
8:34 μαϰάϱιος ἀνήϱ, ὃς εἰσαϰȣ́σεταί μȣ, ϗ ἄνϑϱωϖος, ὃς τὰς ἐμὰς ὁδȣ̀ς φυλάξει ἀγϱυϖνῶν ἐϖ’ ἐμαῖς ϑύϱαις ϰαϑ’ ἡμέϱαν τηϱῶν ϛαϑμȣ̀ς ἐμῶν εἰσόδων·
8:35 αἱ γὰϱ ἔξοδοί μȣ ἔξοδοι ζωῆς, ϗ ἑτοιμάζεται ϑέλησις ϖαϱὰ ϰυϱίȣ.
8:36 οἱ δὲ εἰς ἐμὲ ἁμαϱτάνοντες ἀσεϐȣ̃σιν τὰς ἑαυτῶν ψυχάς, ϗ οἱ μισȣ̃ντές με ἀγαϖῶσιν ϑάνατον.
9:1 Ἡ σοφία ᾠϰοδόμησεν ἑαυτῇ οἶϰον ϗ ὑϖήϱεισεν ϛύλȣς ἑϖτά·
9:2 ἔσφαξεν τὰ ἑαυτῆς ϑύματα, ἐϰέϱασεν εἰς ϰϱατῆϱα τὸν ἑαυτῆς οἶνον ϗ ἡτοιμάσατο τὴν ἑαυτῆς τϱάϖεζαν·
9:3 ἀϖέϛειλεν τȣ̀ς ἑαυτῆς δȣ́λȣς συγϰαλȣ́σα μετὰ ὑψηλȣ̃ ϰηϱύγματος ἐϖὶ ϰϱατῆϱα λέγȣσα
9:4 Ὅς ἐϛιν ἄφϱων, ἐϰϰλινάτω ϖϱός με· ϗ τοῖς ἐνδεέσι φϱενῶν εἶϖεν
9:5 Ἔλϑατε φάγετε τῶν ἐμῶν ἄϱτων ϗ ϖίετε οἶνον, ὃν ἐϰέϱασα ὑμῖν·
9:6 ἀϖολείϖετε ἀφϱοσύνην, ϗ ζήσεσϑε, ϗ ζητήσατε φϱόνησιν, ἵνα ϐιώσητε, ϗ ϰατοϱϑώσατε ἐν γνώσει σύνεσιν.
9:7 Ὁ ϖαιδεύων ϰαϰȣ̀ς λήμψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεϐῆ μωμήσεται ἑαυτόν.
9:8 μὴ ἔλεγχε ϰαϰȣ́ς, ἵνα μὴ μισῶσίν σε· ἔλεγχε σοφόν, ϗ ἀγαϖήσει σε.
9:9 δίδȣ σοφῷ ἀφοϱμήν, ϗ σοφώτεϱος ἔϛαι· γνώϱιζε διϰαίῳ, ϗ ϖϱοσϑήσει τȣ̃ δέχεσϑαι.
9:10 ἀϱχὴ σοφίας φόϐος ϰυϱίȣ, ϗ ϐȣλὴ ἁγίων σύνεσις·
9:10 a τὸ γὰϱ γνῶναι νόμον διανοίας ἐϛὶν ἀγαϑῆς·
9:11 τȣ́τῳ γὰϱ τῷ τϱόϖῳ ϖολὺν ζήσεις χϱόνον, ϗ ϖϱοϛεϑήσεταί σοι ἔτη ζωῆς σȣ.
9:12 υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ ϗ τοῖς ϖλησίον· ἐὰν δὲ ϰαϰὸς ἀϖοϐῇς, μόνος ἀναντλήσεις ϰαϰά.
9:12 a ὃς ἐϱείδεται ἐϖὶ ψεύδεσιν, ȣ̔͂τος ϖοιμανεῖ ἀνέμȣς, ὁ δ’ αὐτὸς διώξεται ὄϱνεα ϖετόμενα·
9:13 ἀϖέλιϖεν γὰϱ ὁδȣ̀ς τȣ̃ ἑαυτȣ̃ ἀμϖελῶνος, τȣ̀ς δὲ ἄξονας τȣ̃ ἰδίȣ γεωϱγίȣ ϖεϖλάνηται·
9:14 διαϖοϱεύεται δὲ δι’ ἀνύδϱȣ ἐϱήμȣ ϗ γῆν διατεταγμένην ἐν διψώδεσιν, συνάγει δὲ χεϱσὶν ἀϰαϱϖίαν.
9:13 Γυνὴ ἄφϱων ϗ ϑϱασεῖα ἐνδεὴς ψωμȣ̃ γίνεται, ἣ ȣ̓ϰ ἐϖίϛαται αἰσχύνην·
9:14 ἐϰάϑισεν ἐϖὶ ϑύϱαις τȣ̃ ἑαυτῆς οἴϰȣ ἐϖὶ δίφϱȣ ἐμφανῶς ἐν ϖλατείαις
9:15 ϖϱοσϰαλȣμένη τȣ̀ς ϖαϱιόντας ϗ ϰατευϑύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
9:16 Ὅς ἐϛιν ὑμῶν ἀφϱονέϛατος, ἐϰϰλινάτω ϖϱός με· ἐνδεέσι δὲ φϱονήσεως ϖαϱαϰελεύομαι λέγȣσα
9:17 Ἄϱτων ϰϱυφίων ἡδέως ἅψασϑε ϗ ὕδατος ϰλοϖῆς γλυϰεϱȣ̃.
9:18 ὁ δὲ ȣ̓ϰ οἶδεν ὅτι γηγενεῖς ϖαϱ’ αὐτῇ ὄλλυνται, ϗ ἐϖὶ ϖέτευϱον ᾅδȣ συναντᾷ.
9:18 a ἀλλὰ ἀϖοϖήδησον, μὴ ἐγχϱονίσῃς ἐν τῷ τόϖῳ μηδὲ ἐϖιϛήσῃς τὸ σὸν ὄμμα ϖϱὸς αὐτήν·
9:19 ȣ̔́τως γὰϱ διαϐήσῃ ὕδωϱ ἀλλότϱιον ϗ ὑϖεϱϐήσῃ ϖοταμὸν ἀλλότϱιον·
9:20 ἀϖὸ δὲ ὕδατος ἀλλοτϱίȣ ἀϖόσχȣ ϗ ἀϖὸ ϖηγῆς ἀλλοτϱίας μὴ ϖίῃς,
9:21 ἵνα ϖολὺν ζήσῃς χϱόνον, ϖϱοϛεϑῇ δέ σοι ἔτη ζωῆς. – –
10:1 ϒἱὸς σοφὸς εὐφϱαίνει ϖατέϱα, υἱὸς δὲ ἄφϱων λύϖη τῇ μητϱί.
10:2 ȣ̓ϰ ὠφελήσȣσιν ϑησαυϱοὶ ἀνόμȣς, διϰαιοσύνη δὲ ῥύσεται ἐϰ ϑανάτȣ.
10:3 ȣ̓ λιμοϰτονήσει ϰύϱιος ψυχὴν διϰαίαν, ζωὴν δὲ ἀσεϐῶν ἀνατϱέψει.
10:4 ϖενία ἄνδϱα ταϖεινοῖ, χεῖϱες δὲ ἀνδϱείων ϖλȣτίζȣσιν.
10:4 a υἱὸς ϖεϖαιδευμένος σοφὸς ἔϛαι, τῷ δὲ ἄφϱονι διαϰόνῳ χϱήσεται.
10:5 διεσώϑη ἀϖὸ ϰαύματος υἱὸς νοήμων, ἀνεμόφϑοϱος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς ϖαϱάνομος.
10:6 εὐλογία ϰυϱίȣ ἐϖὶ ϰεφαλὴν διϰαίȣ, ϛόμα δὲ ἀσεϐῶν ϰαλύψει ϖένϑος ἄωϱον.
10:7 μνήμη διϰαίων μετ’ ἐγϰωμίων, ὄνομα δὲ ἀσεϐȣ̃ς σϐέννυται.
10:8 σοφὸς ϰαϱδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄϛεγος χείλεσιν σϰολιάζων ὑϖοσϰελισϑήσεται.
10:9 ὃς ϖοϱεύεται ἁϖλῶς, ϖοϱεύεται ϖεϖοιϑώς, ὁ δὲ διαϛϱέφων τὰς ὁδȣ̀ς αὐτȣ̃ γνωσϑήσεται.
10:10 ὁ ἐννεύων ὀφϑαλμοῖς μετὰ δόλȣ συνάγει ἀνδϱάσι λύϖας, ὁ δὲ ἐλέγχων μετὰ ϖαϱϱησίας εἰϱηνοϖοιεῖ.
10:11 ϖηγὴ ζωῆς ἐν χειϱὶ διϰαίȣ, ϛόμα δὲ ἀσεϐȣ̃ς ϰαλύψει ἀϖώλεια.
10:12 μῖσος ἐγείϱει νεῖϰος, ϖάντας δὲ τȣ̀ς μὴ φιλονειϰȣ̃ντας ϰαλύϖτει φιλία.
10:13 ὃς ἐϰ χειλέων ϖϱοφέϱει σοφίαν, ῥάϐδῳ τύϖτει ἄνδϱα ἀϰάϱδιον.
10:14 σοφοὶ ϰϱύψȣσιν αἴσϑησιν, ϛόμα δὲ ϖϱοϖετȣ̃ς ἐγγίζει συντϱιϐῇ.
10:15 ϰτῆσις ϖλȣσίων ϖόλις ὀχυϱά, συντϱιϐὴ δὲ ἀσεϐῶν ϖενία.
10:16 ἔϱγα διϰαίων ζωὴν ϖοιεῖ, ϰαϱϖοὶ δὲ ἀσεϐῶν ἁμαϱτίας.
10:17 ὁδȣ̀ς διϰαίας ζωῆς φυλάσσει ϖαιδεία, ϖαιδεία δὲ ἀνεξέλεγϰτος ϖλανᾶται.
10:18 ϰαλύϖτȣσιν ἔχϑϱαν χείλη δίϰαια, οἱ δὲ ἐϰφέϱοντες λοιδοϱίας ἀφϱονέϛατοί εἰσιν.
10:19 ἐϰ ϖολυλογίας ȣ̓ϰ ἐϰφεύξῃ ἁμαϱτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.
10:20 ἄϱγυϱος ϖεϖυϱωμένος γλῶσσα διϰαίȣ, ϰαϱδία δὲ ἀσεϐȣ̃ς ἐϰλείψει.
10:21 χείλη διϰαίων ἐϖίϛαται ὑψηλά, οἱ δὲ ἄφϱονες ἐν ἐνδείᾳ τελευτῶσιν.
10:22 εὐλογία ϰυϱίȣ ἐϖὶ ϰεφαλὴν διϰαίȣ· αὕτη ϖλȣτίζει, ϗ ȣ̓ μὴ ϖϱοϛεϑῇ αὐτῇ λύϖη ἐν ϰαϱδίᾳ.
10:23 ἐν γέλωτι ἄφϱων ϖϱάσσει ϰαϰά, ἡ δὲ σοφία ἀνδϱὶ τίϰτει φϱόνησιν.
10:24 ἐν ἀϖωλείᾳ ἀσεϐὴς ϖεϱιφέϱεται, ἐϖιϑυμία δὲ διϰαίȣ δεϰτή.
10:25 ϖαϱαϖοϱευομένης ϰαταιγίδος ἀφανίζεται ἀσεϐής, δίϰαιος δὲ ἐϰϰλίνας σῴζεται εἰς τὸν αἰῶνα.
10:26 ὥσϖεϱ ὄμφαξ ὀδȣ̃σι ϐλαϐεϱὸν ϗ ϰαϖνὸς ὄμμασιν, ȣ̔́τως ϖαϱανομία τοῖς χϱωμένοις αὐτήν.
10:27 φόϐος ϰυϱίȣ ϖϱοϛίϑησιν ἡμέϱας, ἔτη δὲ ἀσεϐῶν ὀλιγωϑήσεται.
10:28 ἐγχϱονίζει διϰαίοις εὐφϱοσύνη, ἐλϖὶς δὲ ἀσεϐῶν ὄλλυται.
10:29 ὀχύϱωμα ὁσίȣ φόϐος ϰυϱίȣ, συντϱιϐὴ δὲ τοῖς ἐϱγαζομένοις ϰαϰά.
10:30 δίϰαιος τὸν αἰῶνα ȣ̓ϰ ἐνδώσει, ἀσεϐεῖς δὲ ȣ̓ϰ οἰϰήσȣσιν γῆν.
10:31 ϛόμα διϰαίȣ ἀϖοϛάζει σοφίαν, γλῶσσα δὲ ἀδίϰȣ ἐξολεῖται.
10:32 χείλη ἀνδϱῶν διϰαίων ἀϖοϛάζει χάϱιτας, ϛόμα δὲ ἀσεϐῶν ἀϖοϛϱέφεται.
11:1 ζυγοὶ δόλιοι ϐδέλυγμα ἐνώϖιον ϰυϱίȣ, ϛάϑμιον δὲ δίϰαιον δεϰτὸν αὐτῷ.
11:2 ȣ̔͂ ἐὰν εἰσέλϑῃ ὕϐϱις, ἐϰεῖ ϗ ἀτιμία· ϛόμα δὲ ταϖεινῶν μελετᾷ σοφίαν.
11:3 ἀϖοϑανὼν δίϰαιος ἔλιϖεν μετάμελον, ϖϱόχειϱος δὲ γίνεται ϗ ἐϖίχαϱτος ἀσεϐῶν ἀϖώλεια.
11:5 διϰαιοσύνη ἀμώμȣς ὀϱϑοτομεῖ ὁδȣ́ς, ἀσέϐεια δὲ ϖεϱιϖίϖτει ἀδιϰίᾳ.
11:6 διϰαιοσύνη ἀνδϱῶν ὀϱϑῶν ῥύεται αὐτȣ́ς, τῇ δὲ ἀϖωλείᾳ αὐτῶν ἁλίσϰονται ϖαϱάνομοι.
11:7 τελευτήσαντος ἀνδϱὸς διϰαίȣ ȣ̓ϰ ὄλλυται ἐλϖίς, τὸ δὲ ϰαύχημα τῶν ἀσεϐῶν ὄλλυται.
11:8 δίϰαιος ἐϰ ϑήϱας ἐϰδύνει, ἀντ αὐτȣ̃ δὲ ϖαϱαδίδοται ὁ ἀσεϐής.
11:9 ἐν ϛόματι ἀσεϐῶν ϖαγὶς ϖολίταις, αἴσϑησις δὲ διϰαίων εὔοδος.
11:10 ἐν ἀγαϑοῖς διϰαίων ϰατώϱϑωσεν ϖόλις,
11:11 ϛόμασιν δὲ ἀσεϐῶν ϰατεσϰάφη.
11:12 μυϰτηϱίζει ϖολίτας ἐνδεὴς φϱενῶν, ἀνὴϱ δὲ φϱόνιμος ἡσυχίαν ἄγει.
11:13 ἀνὴϱ δίγλωσσος ἀϖοϰαλύϖτει ϐȣλὰς ἐν συνεδϱίῳ, ϖιϛὸς δὲ ϖνοῇ ϰϱύϖτει ϖϱάγματα.
11:14 οἷς μὴ ὑϖάϱχει ϰυϐέϱνησις, ϖίϖτȣσιν ὥσϖεϱ φύλλα, σωτηϱία δὲ ὑϖάϱχει ἐν ϖολλῇ ϐȣλῇ.
11:15 ϖονηϱὸς ϰαϰοϖοιεῖ, ὅταν συμμείξῃ διϰαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας.
11:16 γυνὴ εὐχάϱιϛος ἐγείϱει ἀνδϱὶ δόξαν, ϑϱόνος δὲ ἀτιμίας γυνὴ μισȣ̃σα δίϰαια. ϖλȣ́τȣ ὀϰνηϱοὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδϱεῖοι ἐϱείδονται ϖλȣ́τῳ.
11:17 τῇ ψυχῇ αὐτȣ̃ ἀγαϑὸν ϖοιεῖ ἀνὴϱ ἐλεήμων, ἐξολλύει δὲ αὐτȣ̃ σῶμα ὁ ἀνελεήμων.
11:18 ἀσεϐὴς ϖοιεῖ ἔϱγα ἄδιϰα, σϖέϱμα δὲ διϰαίων μισϑὸς ἀληϑείας.
11:19 υἱὸς δίϰαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεϐȣ̃ς εἰς ϑάνατον.
11:20 ϐδέλυγμα ϰυϱίῳ διεϛϱαμμέναι ὁδοί, ϖϱοσδεϰτοὶ δὲ αὐτῷ ϖάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
11:21 χειϱὶ χεῖϱας ἐμϐαλὼν ἀδίϰως ȣ̓ϰ ἀτιμώϱητος ἔϛαι, ὁ δὲ σϖείϱων διϰαιοσύνην λήμψεται μισϑὸν ϖιϛόν.
11:22 ὥσϖεϱ ἐνώτιον ἐν ῥινὶ ὑός, ȣ̔́τως γυναιϰὶ ϰαϰόφϱονι ϰάλλος.
11:23 ἐϖιϑυμία διϰαίων ϖᾶσα ἀγαϑή, ἐλϖὶς δὲ ἀσεϐῶν ἀϖολεῖται.
11:24 εἰσὶν οἳ τὰ ἴδια σϖείϱοντες ϖλείονα ϖοιȣ̃σιν, εἰσὶν ϗ οἳ συνάγοντες ἐλαττονȣ̃νται.
11:25 ψυχὴ εὐλογȣμένη ϖᾶσα ἁϖλῆ, ἀνὴϱ δὲ ϑυμώδης ȣ̓ϰ εὐσχήμων.
11:26 ὁ συνέχων σῖτον ὑϖολίϖοιτο αὐτὸν τοῖς ἔϑνεσιν, εὐλογία δὲ εἰς ϰεφαλὴν τȣ̃ μεταδιδόντος.
11:27 τεϰταινόμενος ἀγαϑὰ ζητεῖ χάϱιν ἀγαϑήν· ἐϰζητȣ̃ντα δὲ ϰαϰά, ϰαταλήμψεται αὐτόν.
11:28 ὁ ϖεϖοιϑὼς ἐϖὶ ϖλȣ́τῳ, ȣ̔͂τος ϖεσεῖται· ὁ δὲ ἀντιλαμϐανόμενος διϰαίων, ȣ̔͂τος ἀνατελεῖ.
11:29 ὁ μὴ συμϖεϱιφεϱόμενος τῷ ἑαυτȣ̃ οἴϰῳ ϰληϱονομήσει ἄνεμον, δȣλεύσει δὲ ἄφϱων φϱονίμῳ.
11:30 ἐϰ ϰαϱϖȣ̃ διϰαιοσύνης φύεται δένδϱον ζωῆς, ἀφαιϱȣ̃νται δὲ ἄωϱοι ψυχαὶ ϖαϱανόμων.
11:31 εἰ ὁ μὲν δίϰαιος μόλις σῴζεται, ὁ ἀσεϐὴς ϗ ἁμαϱτωλὸς ϖȣ̃ φανεῖται;
12:1 ὁ ἀγαϖῶν ϖαιδείαν ἀγαϖᾷ αἴσϑησιν, ὁ δὲ μισῶν ἐλέγχȣς ἄφϱων.
12:2 ϰϱείσσων ὁ εὑϱὼν χάϱιν ϖαϱὰ ϰυϱίῳ, ἀνὴϱ δὲ ϖαϱάνομος ϖαϱασιωϖηϑήσεται.
12:3 ȣ̓ ϰατοϱϑώσει ἄνϑϱωϖος ἐξ ἀνόμȣ, αἱ δὲ ῥίζαι τῶν διϰαίων ȣ̓ϰ ἐξαϱϑήσονται.
12:4 γυνὴ ἀνδϱεία ϛέφανος τῷ ἀνδϱὶ αὐτῆς· ὥσϖεϱ δὲ ἐν ξύλῳ σϰώληξ, ȣ̔́τως ἄνδϱα ἀϖόλλυσιν γυνὴ ϰαϰοϖοιός.
12:5 λογισμοὶ διϰαίων ϰϱίματα, ϰυϐεϱνῶσιν δὲ ἀσεϐεῖς δόλȣς.
12:6 λόγοι ἀσεϐῶν δόλιοι, ϛόμα δὲ ὀϱϑῶν ῥύσεται αὐτȣ́ς.
12:7 ȣ̔͂ ἐὰν ϛϱαφῇ, ἀσεϐὴς ἀφανίζεται, οἶϰοι δὲ διϰαίων ϖαϱαμένȣσιν.
12:8 ϛόμα συνετȣ̃ ἐγϰωμιάζεται ὑϖὸ ἀνδϱός, νωϑϱοϰάϱδιος δὲ μυϰτηϱίζεται.
12:9 ϰϱείσσων ἀνὴϱ ἐν ἀτιμίᾳ δȣλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ ϖεϱιτιϑεὶς ϗ ϖϱοσδεόμενος ἄϱτȣ.
12:10 δίϰαιος οἰϰτίϱει ψυχὰς ϰτηνῶν αὐτȣ̃, τὰ δὲ σϖλάγχνα τῶν ἀσεϐῶν ἀνελεήμονα.
12:11 ὁ ἐϱγαζόμενος τὴν ἑαυτȣ̃ γῆν ἐμϖλησϑήσεται ἄϱτων, οἱ δὲ διώϰοντες μάταια ἐνδεεῖς φϱενῶν.
12:11 a ὅς ἐϛιν ἡδὺς ἐν οἴνων διατϱιϐαῖς, ἐν τοῖς ἑαυτȣ̃ ὀχυϱώμασιν ϰαταλείψει ἀτιμίαν.
12:12 ἐϖιϑυμίαι ἀσεϐῶν ϰαϰαί, αἱ δὲ ῥίζαι τῶν εὐσεϐῶν ἐν ὀχυϱώμασιν.
12:13 δι’ ἁμαϱτίαν χειλέων ἐμϖίϖτει εἰς ϖαγίδας ἁμαϱτωλός, ἐϰφεύγει δὲ ἐξ αὐτῶν δίϰαιος.
12:13 a ὁ ϐλέϖων λεῖα ἐλεηϑήσεται, ὁ δὲ συναντῶν ἐν ϖύλαις ἐϰϑλίψει ψυχάς.
12:14 ἀϖὸ ϰαϱϖῶν ϛόματος ψυχὴ ἀνδϱὸς ϖλησϑήσεται ἀγαϑῶν, ἀνταϖόδομα δὲ χειλέων αὐτȣ̃ δοϑήσεται αὐτῷ.
12:15 ὁδοὶ ἀφϱόνων ὀϱϑαὶ ἐνώϖιον αὐτῶν, εἰσαϰȣ́ει δὲ συμϐȣλίας σοφός.
12:16 ἄφϱων αὐϑημεϱὸν ἐξαγγέλλει ὀϱγὴν αὐτȣ̃, ϰϱύϖτει δὲ τὴν ἑαυτȣ̃ ἀτιμίαν ϖανȣ̃ϱγος.
12:17 ἐϖιδειϰνυμένην ϖίϛιν ἀϖαγγέλλει δίϰαιος, ὁ δὲ μάϱτυς τῶν ἀδίϰων δόλιος.
12:18 εἰσὶν οἳ λέγοντες τιτϱώσϰȣσιν μαχαίϱᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται.
12:19 χείλη ἀληϑινὰ ϰατοϱϑοῖ μαϱτυϱίαν, μάϱτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδιϰον.
12:20 δόλος ἐν ϰαϱδίᾳ τεϰταινομένȣ ϰαϰά, οἱ δὲ ϐȣλόμενοι εἰϱήνην εὐφϱανϑήσονται.
12:21 ȣ̓ϰ ἀϱέσει τῷ διϰαίῳ ȣ̓δὲν ἄδιϰον, οἱ δὲ ἀσεϐεῖς ϖλησϑήσονται ϰαϰῶν.
12:22 ϐδέλυγμα ϰυϱίῳ χείλη ψευδῆ, ὁ δὲ ϖοιῶν ϖίϛεις δεϰτὸς ϖαϱ’ αὐτῷ.
12:23 ἀνὴϱ συνετὸς ϑϱόνος αἰσϑήσεως, ϰαϱδία δὲ ἀφϱόνων συναντήσεται ἀϱαῖς.
12:24 χεὶϱ ἐϰλεϰτῶν ϰϱατήσει εὐχεϱῶς, δόλιοι δὲ ἔσονται εἰς ϖϱονομήν.
12:25 φοϐεϱὸς λόγος ϰαϱδίαν ταϱάσσει ἀνδϱὸς διϰαίȣ, ἀγγελία δὲ ἀγαϑὴ εὐφϱαίνει αὐτόν.
12:26 ἐϖιγνώμων δίϰαιος ἑαυτȣ̃ φίλος ἔϛαι, αἱ δὲ γνῶμαι τῶν ἀσεϐῶν ἀνεϖιειϰεῖς. ἁμαϱτάνοντας ϰαταδιώξεται ϰαϰά, ἡ δὲ ὁδὸς τῶν ἀσεϐῶν ϖλανήσει αὐτȣ́ς.
12:27 ȣ̓ϰ ἐϖιτεύξεται δόλιος ϑήϱας, ϰτῆμα δὲ τίμιον ἀνὴϱ ϰαϑαϱός.
12:28 ἐν ὁδοῖς διϰαιοσύνης ζωή, ὁδοὶ δὲ μνησιϰάϰων εἰς ϑάνατον.
13:1 υἱὸς ϖανȣ̃ϱγος ὑϖήϰοος ϖατϱί, υἱὸς δὲ ἀνήϰοος ἐν ἀϖωλείᾳ.
13:2 ἀϖὸ ϰαϱϖῶν διϰαιοσύνης φάγεται ἀγαϑός, ψυχαὶ δὲ ϖαϱανόμων ὀλȣ̃νται ἄωϱοι.
13:3 ὃς φυλάσσει τὸ ἑαυτȣ̃ ϛόμα, τηϱεῖ τὴν ἑαυτȣ̃ ψυχήν· ὁ δὲ ϖϱοϖετὴς χείλεσιν ϖτοήσει ἑαυτόν.
13:4 ἐν ἐϖιϑυμίαις ἐϛὶν ϖᾶς ἀεϱγός, χεῖϱες δὲ ἀνδϱείων ἐν ἐϖιμελείᾳ.
13:5 λόγον ἄδιϰον μισεῖ δίϰαιος, ἀσεϐὴς δὲ αἰσχύνεται ϗ ȣ̓χ ἕξει ϖαϱϱησίαν.
13:6 διϰαιοσύνη φυλάσσει ἀϰάϰȣς, τȣ̀ς δὲ ἀσεϐεῖς φαύλȣς ϖοιεῖ ἁμαϱτία.
13:7 εἰσὶν οἱ ϖλȣτίζοντες ἑαυτȣ̀ς μηδὲν ἔχοντες, ϗ εἰσὶν οἱ ταϖεινȣ̃ντες ἑαυτȣ̀ς ἐν ϖολλῷ ϖλȣ́τῳ.
13:8 λύτϱον ἀνδϱὸς ψυχῆς ὁ ἴδιος ϖλȣ̃τος, ϖτωχὸς δὲ ȣ̓χ ὑφίϛαται ἀϖειλήν.
13:9 φῶς διϰαίοις διὰ ϖαντός, φῶς δὲ ἀσεϐῶν σϐέννυται.
13:9 a ψυχαὶ δόλιαι ϖλανῶνται ἐν ἁμαϱτίαις, δίϰαιοι δὲ οἰϰτίϱȣσιν ϗ ἐλεῶσιν.
13:10 ϰαϰὸς μεϑ’ ὕϐϱεως ϖϱάσσει ϰαϰά, οἱ δὲ ἑαυτῶν ἐϖιγνώμονες σοφοί.
13:11 ὕϖαϱξις ἐϖισϖȣδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεϐείας ϖληϑυνϑήσεται· δίϰαιος οἰϰτίϱει ϗ ϰιχϱᾷ.
13:12 ϰϱείσσων ἐναϱχόμενος ϐοηϑῶν ϰαϱδίᾳ τȣ̃ ἐϖαγγελλομένȣ ϗ εἰς ἐλϖίδα ἄγοντος· δένδϱον γὰϱ ζωῆς ἐϖιϑυμία ἀγαϑή.
13:13 ὃς ϰαταφϱονεῖ ϖϱάγματος, ϰαταφϱονηϑήσεται ὑϖ’ αὐτȣ̃· ὁ δὲ φοϐȣ́μενος ἐντολήν, ȣ̔͂τος ὑγιαίνει.
13:13 a υἱῷ δολίῳ ȣ̓δὲν ἔϛαι ἀγαϑόν, οἰϰέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται ϖϱάξεις, ϗ ϰατευϑυνϑήσεται ἡ ὁδὸς αὐτȣ̃.
13:14 νόμος σοφȣ̃ ϖηγὴ ζωῆς, ὁ δὲ ἄνȣς ὑϖὸ ϖαγίδος ϑανεῖται.
13:15 σύνεσις ἀγαϑὴ δίδωσιν χάϱιν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐϛὶν ἀγαϑῆς, ὁδοὶ δὲ ϰαταφϱονȣ́ντων ἐν ἀϖωλείᾳ.
13:16 ϖᾶς ϖανȣ̃ϱγος ϖϱάσσει μετὰ γνώσεως, ὁ δὲ ἄφϱων ἐξεϖέτασεν ἑαυτȣ̃ ϰαϰίαν.
13:17 ϐασιλεὺς ϑϱασὺς ἐμϖεσεῖται εἰς ϰαϰά, ἄγγελος δὲ ϖιϛὸς ῥύσεται αὐτόν.
13:18 ϖενίαν ϗ ἀτιμίαν ἀφαιϱεῖται ϖαιδεία, ὁ δὲ φυλάσσων ἐλέγχȣς δοξασϑήσεται.
13:19 ἐϖιϑυμίαι εὐσεϐῶν ἡδύνȣσιν ψυχήν, ἔϱγα δὲ ἀσεϐῶν μαϰϱὰν ἀϖὸ γνώσεως.
13:20 ὁ συμϖοϱευόμενος σοφοῖς σοφὸς ἔϛαι, ὁ δὲ συμϖοϱευόμενος ἄφϱοσι γνωσϑήσεται.
13:21 ἁμαϱτάνοντας ϰαταδιώξεται ϰαϰά, τȣ̀ς δὲ διϰαίȣς ϰαταλήμψεται ἀγαϑά.
13:22 ἀγαϑὸς ἀνὴϱ ϰληϱονομήσει υἱȣ̀ς υἱῶν, ϑησαυϱίζεται δὲ διϰαίοις ϖλȣ̃τος ἀσεϐὼν.
13:23 δίϰαιοι ϖοιήσȣσιν ἐν ϖλȣ́τῳ ἔτη ϖολλά, ἄδιϰοι δὲ ἀϖολȣ̃νται συντόμως.
13:24 ὃς φείδεται τῆς ϐαϰτηϱίας, μισεῖ τὸν υἱὸν αὐτȣ̃· ὁ δὲ ἀγαϖῶν ἐϖιμελῶς ϖαιδεύει.
13:25 δίϰαιος ἔσϑων ἐμϖιϖλᾷ τὴν ψυχὴν αὐτȣ̃, ψυχαὶ δὲ ἀσεϐῶν ἐνδεεῖς.
14:1 σοφαὶ γυναῖϰες ᾠϰοδόμησαν οἴϰȣς, ἡ δὲ ἄφϱων ϰατέσϰαψεν ταῖς χεϱσὶν αὐτῆς.
14:2 ὁ ϖοϱευόμενος ὀϱϑῶς φοϐεῖται τὸν ϰύϱιον, ὁ δὲ σϰολιάζων ταῖς ὁδοῖς αὐτȣ̃ ἀτιμασϑήσεται.
14:3 ἐϰ ϛόματος ἀφϱόνων ϐαϰτηϱία ὕϐϱεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτȣ́ς.
14:4 ȣ̔͂ μή εἰσιν ϐόες, φάτναι ϰαϑαϱαί· ȣ̔͂ δὲ ϖολλὰ γενήματα, φανεϱὰ ϐοὸς ἰσχύς.
14:5 μάϱτυς ϖιϛὸς ȣ̓ ψεύδεται, ἐϰϰαίει δὲ ψεύδη μάϱτυς ἄδιϰος.
14:6 ζητήσεις σοφίαν ϖαϱὰ ϰαϰοῖς ϗ ȣ̓χ εὑϱήσεις, αἴσϑησις δὲ ϖαϱὰ φϱονίμοις εὐχεϱής.
14:7 ϖάντα ἐναντία ἀνδϱὶ ἄφϱονι, ὅϖλα δὲ αἰσϑήσεως χείλη σοφά.
14:8 σοφία ϖανȣ́ϱγων ἐϖιγνώσεται τὰς ὁδȣ̀ς αὐτῶν, ἄνοια δὲ ἀφϱόνων ἐν ϖλάνῃ.
14:9 οἰϰίαι ϖαϱανόμων ὀφειλήσȣσιν ϰαϑαϱισμόν, οἰϰίαι δὲ διϰαίων δεϰταί.
14:10 ϰαϱδία ἀνδϱὸς αἰσϑητιϰή, λυϖηϱὰ ψυχὴ αὐτȣ̃· ὅταν δὲ εὐφϱαίνηται, ȣ̓ϰ ἐϖιμείγνυται ὕϐϱει.
14:11 οἰϰίαι ἀσεϐῶν ἀφανισϑήσονται, σϰηναὶ δὲ ϰατοϱϑȣ́ντων ϛήσονται.
14:12 ἔϛιν ὁδὸς ἣ δοϰεῖ ὀϱϑὴ εἶναι ϖαϱὰ ἀνϑϱώϖοις, τὰ δὲ τελευταῖα αὐτῆς ἔϱχεται εἰς ϖυϑμένα ᾅδȣ.
14:13 ἐν εὐφϱοσύναις ȣ̓ ϖϱοσμείγνυται λύϖη, τελευταία δὲ χαϱὰ εἰς ϖένϑος ἔϱχεται.
14:14 τῶν ἑαυτȣ̃ ὁδῶν ϖλησϑήσεται ϑϱασυϰάϱδιος, ἀϖὸ δὲ τῶν διανοημάτων αὐτȣ̃ ἀνὴϱ ἀγαϑός.
14:15 ἄϰαϰος ϖιϛεύει ϖαντὶ λόγῳ, ϖανȣ̃ϱγος δὲ ἔϱχεται εἰς μετάνοιαν.
14:16 σοφὸς φοϐηϑεὶς ἐξέϰλινεν ἀϖὸ ϰαϰȣ̃, ὁ δὲ ἄφϱων ἑαυτῷ ϖεϖοιϑὼς μείγνυται ἀνόμῳ.
14:17 ὀξύϑυμος ϖϱάσσει μετὰ ἀϐȣλίας, ἀνὴϱ δὲ φϱόνιμος ϖολλὰ ὑϖοφέϱει.
14:18 μεϱιȣ̃νται ἄφϱονες ϰαϰίαν, οἱ δὲ ϖανȣ̃ϱγοι ϰϱατήσȣσιν αἰσϑήσεως.
14:19 ὀλισϑήσȣσιν ϰαϰοὶ ἔναντι ἀγαϑῶν, ϗ ἀσεϐεῖς ϑεϱαϖεύσȣσιν ϑύϱας διϰαίων.
14:20 φίλοι μισήσȣσιν φίλȣς ϖτωχȣ́ς, φίλοι δὲ ϖλȣσίων ϖολλοί.
14:21 ὁ ἀτιμάζων ϖένητας ἁμαϱτάνει, ἐλεῶν δὲ ϖτωχȣ̀ς μαϰαϱιϛός.
14:22 ϖλανώμενοι τεϰταίνȣσι ϰαϰά, ἔλεον δὲ ϗ ἀλήϑειαν τεϰταίνȣσιν ἀγαϑοί. ȣ̓ϰ ἐϖίϛανται ἔλεον ϗ ϖίϛιν τέϰτονες ϰαϰῶν, ἐλεημοσύναι δὲ ϗ ϖίϛεις ϖαϱὰ τέϰτοσιν ἀγαϑοῖς.
14:23 ἐν ϖαντὶ μεϱιμνῶντι ἔνεϛιν ϖεϱισσόν, ὁ δὲ ἡδὺς ϗ ἀνάλγητος ἐν ἐνδείᾳ ἔϛαι.
14:24 ϛέφανος σοφῶν ϖανȣ̃ϱγος, ἡ δὲ διατϱιϐὴ ἀφϱόνων ϰαϰή.
14:25 ῥύσεται ἐϰ ϰαϰῶν ψυχὴν μάϱτυς ϖιϛός, ἐϰϰαίει δὲ ψεύδη δόλιος.
14:26 ἐν φόϐῳ ϰυϱίȣ ἐλϖὶς ἰσχύος, τοῖς δὲ τέϰνοις αὐτȣ̃ ϰαταλείϖει ἔϱεισμα.
14:27 ϖϱόϛαγμα ϰυϱίȣ ϖηγὴ ζωῆς, ϖοιεῖ δὲ ἐϰϰλίνειν ἐϰ ϖαγίδος ϑανάτȣ.
14:28 ἐν ϖολλῷ ἔϑνει δόξα ϐασιλέως, ἐν δὲ ἐϰλείψει λαȣ̃ συντϱιϐὴ δυνάϛȣ.
14:29 μαϰϱόϑυμος ἀνὴϱ ϖολὺς ἐν φϱονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυϱῶς ἄφϱων.
14:30 ϖϱαύϑυμος ἀνὴϱ ϰαϱδίας ἰατϱός, σὴς δὲ ὀϛέων ϰαϱδία αἰσϑητιϰή.
14:31 ὁ συϰοφαντῶν ϖένητα ϖαϱοξύνει τὸν ϖοιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ ϖτωχόν.
14:32 ἐν ϰαϰίᾳ αὐτȣ̃ ἀϖωσϑήσεται ἀσεϐής, ὁ δὲ ϖεϖοιϑὼς τῇ ἑαυτȣ̃ ὁσιότητι δίϰαιος.
14:33 ἐν ϰαϱδίᾳ ἀγαϑῇ ἀνδϱὸς σοφία, ἐν δὲ ϰαϱδίᾳ ἀφϱόνων ȣ̓ διαγινώσϰεται.
14:34 διϰαιοσύνη ὑψοῖ ἔϑνος, ἐλασσονȣ̃σι δὲ φυλὰς ἁμαϱτίαι.
14:35 δεϰτὸς ϐασιλεῖ ὑϖηϱέτης νοήμων, τῇ δὲ ἑαυτȣ̃ εὐϛϱοφίᾳ ἀφαιϱεῖται ἀτιμίαν.
15:1 ὀϱγὴ ἀϖόλλυσιν ϗ φϱονίμȣς, ἀϖόϰϱισις δὲ ὑϖοϖίϖτȣσα ἀϖοϛϱέφει ϑυμόν, λόγος δὲ λυϖηϱὸς ἐγείϱει ὀϱγάς.
15:2 γλῶσσα σοφῶν ϰαλὰ ἐϖίϛαται, ϛόμα δὲ ἀφϱόνων ἀναγγελεῖ ϰαϰά.
15:3 ἐν ϖαντὶ τόϖῳ ὀφϑαλμοὶ ϰυϱίȣ, σϰοϖεύȣσιν ϰαϰȣ́ς τε ϗ ἀγαϑȣ́ς.
15:4 ἴασις γλώσσης δένδϱον ζωῆς, ὁ δὲ συντηϱῶν αὐτὴν ϖλησϑήσεται ϖνεύματος.
15:5 ἄφϱων μυϰτηϱίζει ϖαιδείαν ϖατϱός, ὁ δὲ φυλάσσων ἐντολὰς ϖανȣϱγότεϱος.
15:6 ἐν ϖλεοναζȣ́σῃ διϰαιοσύνῃ ἰσχὺς ϖολλή, οἱ δὲ ἀσεϐεῖς ὁλόϱϱιζοι ἐϰ γῆς ὀλȣ̃νται. οἴϰοις διϰαίων ἰσχὺς ϖολλή, ϰαϱϖοὶ δὲ ἀσεϐῶν ἀϖολȣ̃νται.
15:7 χείλη σοφῶν δέδεται αἰσϑήσει, ϰαϱδίαι δὲ ἀφϱόνων ȣ̓ϰ ἀσφαλεῖς.
15:8 ϑυσίαι ἀσεϐῶν ϐδέλυγμα ϰυϱίῳ, εὐχαὶ δὲ ϰατευϑυνόντων δεϰταὶ ϖαϱ’ αὐτῷ.
15:9 ϐδέλυγμα ϰυϱίῳ ὁδοὶ ἀσεϐȣ̃ς, διώϰοντας δὲ διϰαιοσύνην ἀγαϖᾷ.
15:10 ϖαιδεία ἀϰάϰȣ γνωϱίζεται ὑϖὸ τῶν ϖαϱιόντων, οἱ δὲ μισȣ̃ντες ἐλέγχȣς τελευτῶσιν αἰσχϱῶς.
15:11 ᾅδης ϗ ἀϖώλεια φανεϱὰ ϖαϱὰ τῷ ϰυϱίῳ, ϖῶς ȣ̓χὶ ϗ αἱ ϰαϱδίαι τῶν ἀνϑϱώϖων;
15:12 ȣ̓ϰ ἀγαϖήσει ἀϖαίδευτος τȣ̀ς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν ȣ̓χ ὁμιλήσει.
15:13 ϰαϱδίας εὐφϱαινομένης ϖϱόσωϖον ϑάλλει, ἐν δὲ λύϖαις ȣ̓́σης σϰυϑϱωϖάζει.
15:14 ϰαϱδία ὀϱϑὴ ζητεῖ αἴσϑησιν, ϛόμα δὲ ἀϖαιδεύτων γνώσεται ϰαϰά.
15:15 ϖάντα τὸν χϱόνον οἱ ὀφϑαλμοὶ τῶν ϰαϰῶν ϖϱοσδέχονται ϰαϰά, οἱ δὲ ἀγαϑοὶ ἡσυχάζȣσιν διὰ ϖαντός.
15:16 ϰϱείσσων μιϰϱὰ μεϱὶς μετὰ φόϐȣ ϰυϱίȣ ἢ ϑησαυϱοὶ μεγάλοι μετὰ ἀφοϐίας.
15:17 ϰϱείσσων ξενισμὸς λαχάνων ϖϱὸς φιλίαν ϗ χάϱιν ἢ ϖαϱάϑεσις μόσχων μετὰ ἔχϑϱας.
15:18 ἀνὴϱ ϑυμώδης ϖαϱασϰευάζει μάχας, μαϰϱόϑυμος δὲ ϗ τὴν μέλλȣσαν ϰαταϖϱαύνει.
15:18 a μαϰϱόϑυμος ἀνὴϱ ϰατασϐέσει ϰϱίσεις, ὁ δὲ ἀσεϐὴς ἐγείϱει μᾶλλον.
15:19 ὁδοὶ ἀεϱγῶν ἐϛϱωμέναι ἀϰάνϑαις, αἱ δὲ τῶν ἀνδϱείων τετϱιμμέναι.
15:20 υἱὸς σοφὸς εὐφϱαίνει ϖατέϱα, υἱὸς δὲ ἄφϱων μυϰτηϱίζει μητέϱα αὐτȣ̃.
15:21 ἀνοήτȣ τϱίϐοι ἐνδεεῖς φϱενῶν, ἀνὴϱ δὲ φϱόνιμος ϰατευϑύνων ϖοϱεύεται.
15:22 ὑϖεϱτίϑενται λογισμȣ̀ς οἱ μὴ τιμῶντες συνέδϱια, ἐν δὲ ϰαϱδίαις ϐȣλευομένων μένει ϐȣλή.
15:23 ȣ̓ μὴ ὑϖαϰȣ́σῃ ὁ ϰαϰὸς αὐτῇ ȣ̓δὲ μὴ εἴϖῃ ϰαίϱιόν τι ϗ ϰαλὸν τῷ ϰοινῷ.
15:24 ὁδοὶ ζωῆς διανοήματα συνετȣ̃, ἵνα ἐϰϰλίνας ἐϰ τȣ̃ ᾅδȣ σωϑῇ.
15:25 οἴϰȣς ὑϐϱιϛῶν ϰατασϖᾷ ϰύϱιος, ἐϛήϱισεν δὲ ὅϱιον χήϱας.
15:26 ϐδέλυγμα ϰυϱίῳ λογισμὸς ἄδιϰος, ἁγνῶν δὲ ῥήσεις σεμναί.
15:27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωϱολήμϖτης, ὁ δὲ μισῶν δώϱων λήμψεις σῴζεται.
15:27 a ἐλεημοσύναις ϗ ϖίϛεσιν ἀϖοϰαϑαίϱονται ἁμαϱτίαι, τῷ δὲ φόϐῳ ϰυϱίȣ ἐϰϰλίνει ϖᾶς ἀϖὸ ϰαϰȣ̃.
15:28 ϰαϱδίαι διϰαίων μελετῶσιν ϖίϛεις, ϛόμα δὲ ἀσεϐῶν ἀϖοϰϱίνεται ϰαϰά.
15:28 a δεϰταὶ ϖαϱὰ ϰυϱίῳ ὁδοὶ ἀνϑϱώϖων διϰαίων, διὰ δὲ αὐτῶν ϗ οἱ ἐχϑϱοὶ φίλοι γίνονται.
15:29 μαϰϱὰν ἀϖέχει ὁ ϑεὸς ἀϖὸ ἀσεϐῶν, εὐχαῖς δὲ διϰαίων ἐϖαϰȣ́ει.
15:29 a ϰϱείσσων ὀλίγη λῆμψις μετὰ διϰαιοσύνης ἢ ϖολλὰ γενήματα μετὰ ἀδιϰίας.
15:30 ϰαϱδία ἀνδϱὸς λογιζέσϑω δίϰαια, ἵνα ὑϖὸ τȣ̃ ϑεȣ̃ διοϱϑωϑῇ τὰ διαϐήματα αὐτȣ̃. ϑεωϱῶν ὀφϑαλμὸς ϰαλὰ εὐφϱαίνει ϰαϱδίαν, φήμη δὲ ἀγαϑὴ ϖιαίνει ὀϛᾶ.
15:32 ὃς ἀϖωϑεῖται ϖαιδείαν, μισεῖ ἑαυτόν· ὁ δὲ τηϱῶν ἐλέγχȣς ἀγαϖᾷ ψυχὴν αὐτȣ̃.
15:33 φόϐος ϑεȣ̃ ϖαιδεία ϗ σοφία, ϗ ἀϱχὴ δόξης ἀϖοϰϱιϑήσεται αὐτῇ.
16:2 2 ϖάντα τὰ ἔϱγα τȣ̃ ταϖεινȣ̃ φανεϱὰ ϖαϱὰ τῷ ϑεῷ, οἱ δὲ ἀσεϐεῖς ἐν ἡμέϱᾳ ϰαϰῇ ὀλȣ̃νται.
16:5 ἀϰάϑαϱτος ϖαϱὰ ϑεῷ ϖᾶς ὑψηλοϰάϱδιος, χειϱὶ δὲ χεῖϱας ἐμϐαλὼν ἀδίϰως ȣ̓ϰ ἀϑῳωϑήσεται.
16:7 ἀϱχὴ ὁδȣ̃ ἀγαϑῆς τὸ ϖοιεῖν τὰ δίϰαια, δεϰτὰ δὲ ϖαϱὰ ϑεῷ μᾶλλον ἢ ϑύειν ϑυσίας.
16:8 ὁ ζητῶν τὸν ϰύϱιον εὑϱήσει γνῶσιν μετὰ διϰαιοσύνης, οἱ δὲ ὀϱϑῶς ζητȣ̃ντες αὐτὸν εὑϱήσȣσιν εἰϱήνην.
16:9 ϖάντα τὰ ἔϱγα τȣ̃ ϰυϱίȣ μετὰ διϰαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεϐὴς εἰς ἡμέϱαν ϰαϰήν.
16:10 μαντεῖον ἐϖὶ χείλεσιν ϐασιλέως, ἐν δὲ ϰϱίσει ȣ̓ μὴ ϖλανηϑῇ τὸ ϛόμα αὐτȣ̃.
16:11 ῥοϖὴ ζυγȣ̃ διϰαιοσύνη ϖαϱὰ ϰυϱίῳ, τὰ δὲ ἔϱγα αὐτȣ̃ ϛάϑμια δίϰαια.
16:12 ϐδέλυγμα ϐασιλεῖ ὁ ϖοιῶν ϰαϰά, μετὰ γὰϱ διϰαιοσύνης ἑτοιμάζεται ϑϱόνος ἀϱχῆς.
16:13 δεϰτὰ ϐασιλεῖ χείλη δίϰαια, λόγȣς δὲ ὀϱϑȣ̀ς ἀγαϖᾷ.
16:14 ϑυμὸς ϐασιλέως ἄγγελος ϑανάτȣ, ἀνὴϱ δὲ σοφὸς ἐξιλάσεται αὐτόν.
16:15 ἐν φωτὶ ζωῆς υἱὸς ϐασιλέως, οἱ δὲ ϖϱοσδεϰτοὶ αὐτῷ ὥσϖεϱ νέφος ὄψιμον.
16:16 νοσσιαὶ σοφίας αἱϱετώτεϱαι χϱυσίȣ, νοσσιαὶ δὲ φϱονήσεως αἱϱετώτεϱαι ὑϖὲϱ ἀϱγύϱιον.
16:17 τϱίϐοι ζωῆς ἐϰϰλίνȣσιν ἀϖὸ ϰαϰῶν, μῆϰος δὲ ϐίȣ ὁδοὶ διϰαιοσύνης. ὁ δεχόμενος ϖαιδείαν ἐν ἀγαϑοῖς ἔϛαι, ὁ δὲ φυλάσσων ἐλέγχȣς σοφισϑήσεται. ὃς φυλάσσει τὰς ἑαυτȣ̃ ὁδȣ́ς, τηϱεῖ τὴν ἑαυτȣ̃ ψυχήν· ἀγαϖῶν δὲ ζωὴν αὐτȣ̃ φείσεται ϛόματος αὐτȣ̃.
16:18 ϖϱὸ συντϱιϐῆς ἡγεῖται ὕϐϱις, ϖϱὸ δὲ ϖτώματος ϰαϰοφϱοσύνη.
16:19 ϰϱείσσων ϖϱαύϑυμος μετὰ ταϖεινώσεως ἢ ὃς διαιϱεῖται σϰῦλα μετὰ ὑϐϱιϛῶν.
16:20 συνετὸς ἐν ϖϱάγμασιν εὑϱετὴς ἀγαϑῶν, ϖεϖοιϑὼς δὲ ἐϖὶ ϑεῷ μαϰαϱιϛός.
16:21 τȣ̀ς σοφȣ̀ς ϗ συνετȣ̀ς φαύλȣς ϰαλȣ̃σιν, οἱ δὲ γλυϰεῖς ἐν λόγῳ ϖλείονα ἀϰȣ́σονται.
16:22 ϖηγὴ ζωῆς ἔννοια τοῖς ϰεϰτημένοις, ϖαιδεία δὲ ἀφϱόνων ϰαϰή.
16:23 ϰαϱδία σοφȣ̃ νοήσει τὰ ἀϖὸ τȣ̃ ἰδίȣ ϛόματος, ἐϖὶ δὲ χείλεσιν φοϱέσει ἐϖιγνωμοσύνην.
16:24 ϰηϱία μέλιτος λόγοι ϰαλοί, γλύϰασμα δὲ αὐτῶν ἴασις ψυχῆς.
16:25 εἰσὶν ὁδοὶ δοϰȣ̃σαι εἶναι ὀϱϑαὶ ἀνδϱί, τὰ μέντοι τελευταῖα αὐτῶν ϐλέϖει εἰς ϖυϑμένα ᾅδȣ.
16:26 ἀνὴϱ ἐν ϖόνοις ϖονεῖ ἑαυτῷ ϗ ἐϰϐιάζεται ἑαυτȣ̃ τὴν ἀϖώλειαν, ὁ μέντοι σϰολιὸς ἐϖὶ τῷ ἑαυτȣ̃ ϛόματι φοϱεῖ τὴν ἀϖώλειαν.
16:27 ἀνὴϱ ἄφϱων ὀϱύσσει ἑαυτῷ ϰαϰά, ἐϖὶ δὲ τῶν ἑαυτȣ̃ χειλέων ϑησαυϱίζει ϖῦϱ.
16:28 ἀνὴϱ σϰολιὸς διαϖέμϖεται ϰαϰὰ ϗ λαμϖτῆϱα δόλȣ ϖυϱσεύει ϰαϰοῖς ϗ διαχωϱίζει φίλȣς.
16:29 ἀνὴϱ ϖαϱάνομος ἀϖοϖειϱᾶται φίλων ϗ ἀϖάγει αὐτȣ̀ς ὁδȣ̀ς ȣ̓ϰ ἀγαϑάς.
16:30 ϛηϱίζων ὀφϑαλμȣ̀ς αὐτȣ̃ λογίζεται διεϛϱαμμένα, ὁϱίζει δὲ τοῖς χείλεσιν αὐτȣ̃ ϖάντα τὰ ϰαϰά, ȣ̔͂τος ϰάμινός ἐϛιν ϰαϰίας.
16:31 ϛέφανος ϰαυχήσεως γῆϱας, ἐν δὲ ὁδοῖς διϰαιοσύνης εὑϱίσϰεται.
16:32 ϰϱείσσων ἀνὴϱ μαϰϱόϑυμος ἰσχυϱȣ̃, ὁ δὲ ϰϱατῶν ὀϱγῆς ϰϱείσσων ϰαταλαμϐανομένȣ ϖόλιν.
16:33 εἰς ϰόλϖȣς ἐϖέϱχεται ϖάντα τοῖς ἀδίϰοις, ϖαϱὰ δὲ ϰυϱίȣ ϖάντα τὰ δίϰαια.
17:1 ϰϱείσσων ψωμὸς μεϑ’ ἡδονῆς ἐν εἰϱήνῃ ἢ οἶϰος ϖλήϱης ϖολλῶν ἀγαϑῶν ϗ ἀδίϰων ϑυμάτων μετὰ μάχης.
17:2 οἰϰέτης νοήμων ϰϱατήσει δεσϖοτῶν ἀφϱόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέϱη.
17:3 ὥσϖεϱ δοϰιμάζεται ἐν ϰαμίνῳ ἄϱγυϱος ϗ χϱυσός, ȣ̔́τως ἐϰλεϰταὶ ϰαϱδίαι ϖαϱὰ ϰυϱίῳ.
17:4 ϰαϰὸς ὑϖαϰȣ́ει γλώσσης ϖαϱανόμων, δίϰαιος δὲ ȣ̓ ϖϱοσέχει χείλεσιν ψευδέσιν.
17:5 ὁ ϰαταγελῶν ϖτωχȣ̃ ϖαϱοξύνει τὸν ϖοιήσαντα αὐτόν, ὁ δὲ ἐϖιχαίϱων ἀϖολλυμένῳ ȣ̓ϰ ἀϑῳωϑήσεται· ὁ δὲ ἐϖισϖλαγχνιζόμενος ἐλεηϑήσεται.
17:6 ϛέφανος γεϱόντων τέϰνα τέϰνων, ϰαύχημα δὲ τέϰνων ϖατέϱες αὐτῶν.
17:6 a τȣ̃ ϖιϛȣ̃ ὅλος ὁ ϰόσμος τῶν χϱημάτων, τȣ̃ δὲ ἀϖίϛȣ ȣ̓δὲ ὀϐολός.
17:7 ȣ̓χ ἁϱμόσει ἄφϱονι χείλη ϖιϛὰ ȣ̓δὲ διϰαίῳ χείλη ψευδῆ.
17:8 μισϑὸς χαϱίτων ἡ ϖαιδεία τοῖς χϱωμένοις, ȣ̔͂ δ’ ἂν ἐϖιϛϱέψῃ, εὐοδωϑήσεται.
17:9 ὃς ϰϱύϖτει ἀδιϰήματα, ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ ϰϱύϖτειν, διίϛησιν φίλȣς ϗ οἰϰείȣς.
17:10 συντϱίϐει ἀϖειλὴ ϰαϱδίαν φϱονίμȣ, ἄφϱων δὲ μαϛιγωϑεὶς ȣ̓ϰ αἰσϑάνεται.
17:11 ἀντιλογίας ἐγείϱει ϖᾶς ϰαϰός, ὁ δὲ ϰύϱιος ἄγγελον ἀνελεήμονα ἐϰϖέμψει αὐτῷ.
17:12 ἐμϖεσεῖται μέϱιμνα ἀνδϱὶ νοήμονι, οἱ δὲ ἄφϱονες διαλογιȣ̃νται ϰαϰά.
17:13 ὃς ἀϖοδίδωσιν ϰαϰὰ ἀντὶ ἀγαϑῶν, ȣ̓ ϰινηϑήσεται ϰαϰὰ ἐϰ τȣ̃ οἴϰȣ αὐτȣ̃.
17:14 ἐξȣσίαν δίδωσιν λόγοις ἀϱχὴ διϰαιοσύνης, ϖϱοηγεῖται δὲ τῆς ἐνδείας ϛάσις ϗ μάχη.
17:15 ὃς δίϰαιον ϰϱίνει τὸν ἄδιϰον, ἄδιϰον δὲ τὸν δίϰαιον, ἀϰάϑαϱτος ϗ ϐδελυϰτὸς ϖαϱὰ ϑεῷ.
17:16 ἵνα τί ὑϖῆϱξεν χϱήματα ἄφϱονι; ϰτήσασϑαι γὰϱ σοφίαν ἀϰάϱδιος ȣ̓ δυνήσεται.
17:16 a ὃς ὑψηλὸν ϖοιεῖ τὸν ἑαυτȣ̃ οἶϰον, ζητεῖ συντϱιϐήν· ὁ δὲ σϰολιάζων τȣ̃ μαϑεῖν ἐμϖεσεῖται εἰς ϰαϰά.
17:17 εἰς ϖάντα ϰαιϱὸν φίλος ὑϖαϱχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγϰαις χϱήσιμοι ἔϛωσαν· τȣ́τȣ γὰϱ χάϱιν γεννῶνται.
17:18 ἀνὴϱ ἄφϱων ἐϖιϰϱοτεῖ ϗ ἐϖιχαίϱει ἑαυτῷ ὡς ϗ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτȣ̃ φίλον.
17:19 φιλαμαϱτήμων χαίϱει μάχαις,
17:20 ὁ δὲ σϰληϱοϰάϱδιος ȣ̓ συναντᾷ ἀγαϑοῖς. ἀνὴϱ εὐμετάϐολος γλώσσῃ ἐμϖεσεῖται εἰς ϰαϰά,
17:21 ϰαϱδία δὲ ἄφϱονος ὀδύνη τῷ ϰεϰτημένῳ αὐτήν. ȣ̓ϰ εὐφϱαίνεται ϖατὴϱ ἐϖὶ υἱῷ ἀϖαιδεύτῳ, υἱὸς δὲ φϱόνιμος εὐφϱαίνει μητέϱα αὐτȣ̃.
17:22 ϰαϱδία εὐφϱαινομένη εὐεϰτεῖν ϖοιεῖ, ἀνδϱὸς δὲ λυϖηϱȣ̃ ξηϱαίνεται τὰ ὀϛᾶ.
17:23 λαμϐάνοντος δῶϱα ἐν ϰόλϖῳ ἀδίϰως ȣ̓ ϰατευοδȣ̃νται ὁδοί, ἀσεϐὴς δὲ ἐϰϰλίνει ὁδȣ̀ς διϰαιοσύνης.
17:24 ϖϱόσωϖον συνετὸν ἀνδϱὸς σοφȣ̃, οἱ δὲ ὀφϑαλμοὶ τȣ̃ ἄφϱονος ἐϖ’ ἄϰϱα γῆς.
17:25 ὀϱγὴ ϖατϱὶ υἱὸς ἄφϱων ϗ ὀδύνη τῇ τεϰȣ́σῃ αὐτȣ̃.
17:26 ζημιȣ̃ν ἄνδϱα δίϰαιον ȣ̓ ϰαλόν, ȣ̓δὲ ὅσιον ἐϖιϐȣλεύειν δυνάϛαις διϰαίοις.
17:27 ὃς φείδεται ῥῆμα ϖϱοέσϑαι σϰληϱόν, ἐϖιγνώμων· μαϰϱόϑυμος δὲ ἀνὴϱ φϱόνιμος.
17:28 ἀνοήτῳ ἐϖεϱωτήσαντι σοφίαν σοφία λογισϑήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ϖοιήσας δόξει φϱόνιμος εἶναι.
18:1 ϖϱοφάσεις ζητεῖ ἀνὴϱ ϐȣλόμενος χωϱίζεσϑαι ἀϖὸ φίλων, ἐν ϖαντὶ δὲ ϰαιϱῷ ἐϖονείδιϛος ἔϛαι.
18:2 ȣ̓ χϱείαν ἔχει σοφίας ἐνδεὴς φϱενῶν· μᾶλλον γὰϱ ἄγεται ἀφϱοσύνῃ.
18:3 ὅταν ἔλϑῃ ἀσεϐὴς εἰς ϐάϑος ϰαϰῶν, ϰαταφϱονεῖ, ἐϖέϱχεται δὲ αὐτῷ ἀτιμία ϗ ὄνειδος.
18:4 ὕδωϱ ϐαϑὺ λόγος ἐν ϰαϱδίᾳ ἀνδϱός, ϖοταμὸς δὲ ἀναϖηδύει ϗ ϖηγὴ ζωῆς.
18:5 ϑαυμάσαι ϖϱόσωϖον ἀσεϐȣ̃ς ȣ̓ ϰαλόν, ȣ̓δὲ ὅσιον ἐϰϰλίνειν τὸ δίϰαιον ἐν ϰϱίσει.
18:6 χείλη ἄφϱονος ἄγȣσιν αὐτὸν εἰς ϰαϰά, τὸ δὲ ϛόμα αὐτȣ̃ τὸ ϑϱασὺ ϑάνατον ἐϖιϰαλεῖται.
18:7 ϛόμα ἄφϱονος συντϱιϐὴ αὐτῷ, τὰ δὲ χείλη αὐτȣ̃ ϖαγὶς τῇ ψυχῇ αὐτȣ̃.
18:8 ὀϰνηϱȣ̀ς ϰαταϐάλλει φόϐος, ψυχαὶ δὲ ἀνδϱογύνων ϖεινάσȣσιν.
18:9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔϱγοις αὐτȣ̃ ἀδελφός ἐϛιν τȣ̃ λυμαινομένȣ ἑαυτόν.
18:10 ἐϰ μεγαλωσύνης ἰσχύος ὄνομα ϰυϱίȣ, αὐτῷ δὲ ϖϱοσδϱαμόντες δίϰαιοι ὑψȣ̃νται.
18:11 ὕϖαϱξις ϖλȣσίȣ ἀνδϱὸς ϖόλις ὀχυϱά, ἡ δὲ δόξα αὐτῆς μέγα ἐϖισϰιάζει.
18:12 ϖϱὸ συντϱιϐῆς ὑψȣ̃ται ϰαϱδία ἀνδϱός, ϗ ϖϱὸ δόξης ταϖεινȣ̃ται.
18:13 ὃς ἀϖοϰϱίνεται λόγον ϖϱὶν ἀϰȣ̃σαι, ἀφϱοσύνη αὐτῷ ἐϛιν ϗ ὄνειδος.
18:14 ϑυμὸν ἀνδϱὸς ϖϱαύνει ϑεϱάϖων φϱόνιμος· ὀλιγόψυχον δὲ ἄνδϱα τίς ὑϖοίσει;
18:15 ϰαϱδία φϱονίμȣ ϰτᾶται αἴσϑησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
18:16 δόμα ἀνϑϱώϖȣ ἐμϖλατύνει αὐτὸν ϗ ϖαϱὰ δυνάϛαις ϰαϑιζάνει αὐτόν.
18:17 δίϰαιος ἑαυτȣ̃ ϰατήγοϱος ἐν ϖϱωτολογίᾳ· ὡς δ’ ἂν ἐϖιϐάλῃ ὁ ἀντίδιϰος, ἐλέγχεται.
18:18 ἀντιλογίας ϖαύει ϰλῆϱος, ἐν δὲ δυνάϛαις ὁϱίζει.
18:19 ἀδελφὸς ὑϖὸ ἀδελφȣ̃ ϐοηϑȣ́μενος ὡς ϖόλις ὀχυϱὰ ϗ ὑψηλή, ἰσχύει δὲ ὥσϖεϱ τεϑεμελιωμένον ϐασίλειον.
18:20 ἀϖὸ ϰαϱϖῶν ϛόματος ἀνὴϱ ϖίμϖλησιν ϰοιλίαν αὐτȣ̃, ἀϖὸ δὲ ϰαϱϖῶν χειλέων αὐτȣ̃ ἐμϖλησϑήσεται.
18:21 ϑάνατος ϗ ζωὴ ἐν χειϱὶ γλώσσης, οἱ δὲ ϰϱατȣ̃ντες αὐτῆς ἔδονται τȣ̀ς ϰαϱϖȣ̀ς αὐτῆς.
18:22 ὃς εὗϱεν γυναῖϰα ἀγαϑήν, εὗϱεν χάϱιτας, ἔλαϐεν δὲ ϖαϱὰ ϑεȣ̃ ἱλαϱότητα.
18:22 a ὃς ἐϰϐάλλει γυναῖϰα ἀγαϑήν, ἐϰϐάλλει τὰ ἀγαϑά· ὁ δὲ ϰατέχων μοιχαλίδα ἄφϱων ϗ ἀσεϐής.
19:3 3 ἀφϱοσύνη ἀνδϱὸς λυμαίνεται τὰς ὁδȣ̀ς αὐτȣ̃, τὸν δὲ ϑεὸν αἰτιᾶται τῇ ϰαϱδίᾳ αὐτȣ̃.
19:4 ϖλȣ̃τος ϖϱοϛίϑησιν φίλȣς ϖολλȣ́ς, ὁ δὲ ϖτωχὸς ϗ ἀϖὸ τȣ̃ ὑϖάϱχοντος φίλȣ λείϖεται.
19:5 μάϱτυς ψευδὴς ȣ̓ϰ ἀτιμώϱητος ἔϛαι, ὁ δὲ ἐγϰαλῶν ἀδίϰως ȣ̓ διαφεύξεται.
19:6 ϖολλοὶ ϑεϱαϖεύȣσιν ϖϱόσωϖα ϐασιλέων, ϖᾶς δὲ ὁ ϰαϰὸς γίνεται ὄνειδος ἀνδϱί.
19:7 ϖᾶς, ὃς ἀδελφὸν ϖτωχὸν μισεῖ, ϗ φιλίας μαϰϱὰν ἔϛαι. ἔννοια ἀγαϑὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴϱ δὲ φϱόνιμος εὑϱήσει αὐτήν. ὁ ϖολλὰ ϰαϰοϖοιῶν τελεσιȣϱγεῖ ϰαϰίαν· ὃς δὲ ἐϱεϑίζει λόγȣς, ȣ̓ σωϑήσεται.
19:8 ὁ ϰτώμενος φϱόνησιν ἀγαϖᾷ ἑαυτόν· ὃς δὲ φυλάσσει φϱόνησιν, εὑϱήσει ἀγαϑά.
19:9 μάϱτυς ψευδὴς ȣ̓ϰ ἀτιμώϱητος ἔϛαι· ὃς δ’ ἂν ἐϰϰαύσῃ ϰαϰίαν, ἀϖολεῖται ὑϖ’ αὐτῆς.
19:10 ȣ̓ συμφέϱει ἄφϱονι τϱυφή, ϗ ἐὰν οἰϰέτης ἄϱξηται μεϑ’ ὕϐϱεως δυναϛεύειν.
19:11 ἐλεήμων ἀνὴϱ μαϰϱοϑυμεῖ, τὸ δὲ ϰαύχημα αὐτȣ̃ ἐϖέϱχεται ϖαϱανόμοις.
19:12 ϐασιλέως ἀϖειλὴ ὁμοία ϐϱυγμῷ λέοντος· ὥσϖεϱ δὲ δϱόσος ἐϖὶ χόϱτῳ, ȣ̔́τως τὸ ἱλαϱὸν αὐτȣ̃.
19:13 αἰσχύνη ϖατϱὶ υἱὸς ἄφϱων, ϗ ȣ̓χ ἁγναὶ εὐχαὶ ἀϖὸ μισϑώματος ἑταίϱας.
19:14 οἶϰον ϗ ὕϖαϱξιν μεϱίζȣσιν ϖατέϱες ϖαισίν, ϖαϱὰ δὲ ϑεȣ̃ ἁϱμόζεται γυνὴ ἀνδϱί.
19:15 δειλία ϰατέχει ἀνδϱογύναιον, ψυχὴ δὲ ἀεϱγȣ̃ ϖεινάσει.
19:16 ὃς φυλάσσει ἐντολήν, τηϱεῖ τὴν ἑαυτȣ̃ ψυχήν· ὁ δὲ ϰαταφϱονῶν τῶν ἑαυτȣ̃ ὁδῶν ἀϖολεῖται.
19:17 δανίζει ϑεῷ ὁ ἐλεῶν ϖτωχόν, ϰατὰ δὲ τὸ δόμα αὐτȣ̃ ἀνταϖοδώσει αὐτῷ.
19:18 ϖαίδευε υἱόν σȣ, ȣ̔́τως γὰϱ ἔϛαι εὔελϖις· εἰς δὲ ὕϐϱιν μὴ ἐϖαίϱȣ τῇ ψυχῇ σȣ.
19:19 ϰαϰόφϱων ἀνὴϱ ϖολλὰ ζημιωϑήσεται· ἐὰν δὲ λοιμεύηται, ϗ τὴν ψυχὴν αὐτȣ̃ ϖϱοσϑήσει.
19:20 ἄϰȣε, υἱέ, ϖαιδείαν ϖατϱός σȣ, ἵνα σοφὸς γένῃ ἐϖ’ ἐσχάτων σȣ.
19:21 ϖολλοὶ λογισμοὶ ἐν ϰαϱδίᾳ ἀνδϱός, ἡ δὲ ϐȣλὴ τȣ̃ ϰυϱίȣ εἰς τὸν αἰῶνα μένει.
19:22 ϰαϱϖὸς ἀνδϱὶ ἐλεημοσύνη, ϰϱείσσων δὲ ϖτωχὸς δίϰαιος ἢ ϖλȣ́σιος ψεύϛης.
19:23 φόϐος ϰυϱίȣ εἰς ζωὴν ἀνδϱί, ὁ δὲ ἄφοϐος αὐλισϑήσεται ἐν τόϖοις, ȣ̔͂ ȣ̓ϰ ἐϖισϰοϖεῖται γνῶσις.
19:24 ὁ ἐγϰϱύϖτων εἰς τὸν ϰόλϖον αὐτȣ̃ χεῖϱας ἀδίϰως, ȣ̓δὲ τῷ ϛόματι ȣ̓ μὴ ϖϱοσαγάγῃ αὐτάς.
19:25 λοιμȣ̃ μαϛιγȣμένȣ ἄφϱων ϖανȣϱγότεϱος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδϱα φϱόνιμον, νοήσει αἴσϑησιν.
19:26 ὁ ἀτιμάζων ϖατέϱα ϗ ἀϖωϑȣ́μενος μητέϱα αὐτȣ̃ ϰαταισχυνϑήσεται ϗ ἐϖονείδιϛος ἔϛαι.
19:27 υἱὸς ἀϖολειϖόμενος φυλάξαι ϖαιδείαν ϖατϱὸς μελετήσει ῥήσεις ϰαϰάς.
19:28 ὁ ἐγγυώμενος ϖαῖδα ἄφϱονα ϰαϑυϐϱίζει διϰαίωμα, ϛόμα δὲ ἀσεϐῶν ϰαταϖίεται ϰϱίσεις.
19:29 ἑτοιμάζονται ἀϰολάϛοις μάϛιγες ϗ τιμωϱίαι ὤμοις ἀφϱόνων.
20:1 ἀϰόλαϛον οἶνος ϗ ὑϐϱιϛιϰὸν μέϑη, ϖᾶς δὲ ὁ συμμειγνύμενος αὐτῇ ȣ̓ϰ ἔϛαι σοφός.
20:2 ȣ̓ διαφέϱει ἀϖειλὴ ϐασιλέως ϑυμȣ̃ λέοντος, ὁ δὲ ϖαϱοξύνων αὐτὸν ἁμαϱτάνει εἰς τὴν ἑαυτȣ̃ ψυχήν.
20:3 δόξα ἀνδϱὶ ἀϖοϛϱέφεσϑαι λοιδοϱίας, ϖᾶς δὲ ἄφϱων τοιȣ́τοις συμϖλέϰεται.
20:4 ὀνειδιζόμενος ὀϰνηϱὸς ȣ̓ϰ αἰσχύνεται, ὡσαύτως ϗ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ.
20:5 ὕδωϱ ϐαϑὺ ϐȣλὴ ἐν ϰαϱδίᾳ ἀνδϱός, ἀνὴϱ δὲ φϱόνιμος ἐξαντλήσει αὐτήν.
20:6 μέγα ἄνϑϱωϖος ϗ τίμιον ἀνὴϱ ἐλεήμων, ἄνδϱα δὲ ϖιϛὸν ἔϱγον εὑϱεῖν.
20:7 ὃς ἀναϛϱέφεται ἄμωμος ἐν διϰαιοσύνῃ, μαϰαϱίȣς τȣ̀ς ϖαῖδας αὐτȣ̃ ϰαταλείψει.
20:8 ὅταν ϐασιλεὺς δίϰαιος ϰαϑίσῃ ἐϖὶ ϑϱόνȣ, ȣ̓ϰ ἐναντιȣ̃ται ἐν ὀφϑαλμοῖς αὐτȣ̃ ϖᾶν ϖονηϱόν.
20:9 τίς ϰαυχήσεται ἁγνὴν ἔχειν τὴν ϰαϱδίαν; ἢ τίς ϖαϱϱησιάσεται ϰαϑαϱὸς εἶναι ἀϖὸ ἁμαϱτιῶν;
20:9 a ϰαϰολογȣ̃ντος ϖατέϱα ἢ μητέϱα σϐεσϑήσεται λαμϖτήϱ, αἱ δὲ ϰόϱαι τῶν ὀφϑαλμῶν αὐτȣ̃ ὄψονται σϰότος.
20:10 μεϱὶς ἐϖισϖȣδαζομένη ἐν ϖϱώτοις ἐν τοῖς τελευταίοις ȣ̓ϰ εὐλογηϑήσεται.
20:11 μὴ εἴϖῃς Τείσομαι τὸν ἐχϑϱόν· ἀλλὰ ὑϖόμεινον τὸν ϰύϱιον, ἵνα σοι ϐοηϑήσῃ.
20:10 ϛάϑμιον μέγα ϗ μιϰϱὸν ϗ μέτϱα δισσά, ἀϰάϑαϱτα ἐνώϖιον ϰυϱίȣ ϗ ἀμφότεϱα.
20:11 ϗ ὁ ϖοιῶν αὐτὰ ἐν τοῖς ἐϖιτηδεύμασιν αὐτȣ̃ συμϖοδισϑή σεται, νεανίσϰος μετὰ ὁσίȣ, ϗ εὐϑεῖα ἡ ὁδὸς αὐτȣ̃.
20:12 ȣ̓͂ς ἀϰȣ́ει ϗ ὀφϑαλμὸς ὁϱᾷ· ϰυϱίȣ ἔϱγα ϗ ἀμφότεϱα.
20:13 μὴ ἀγάϖα ϰαταλαλεῖν, ἵνα μὴ ἐξαϱϑῇς· διάνοιξον τȣ̀ς ὀφϑαλμȣ́ς σȣ ϗ ἐμϖλήσϑητι ἄϱτων.
20:23 ϐδέλυγμα ϰυϱίῳ δισσὸν ϛάϑμιον, ϗ ζυγὸς δόλιος ȣ̓ ϰαλὸν ἐνώϖιον αὐτȣ̃.
20:24 ϖαϱὰ ϰυϱίȣ εὐϑύνεται τὰ διαϐήματα ἀνδϱί· ϑνητὸς δὲ ϖῶς ἂν νοήσαι τὰς ὁδȣ̀ς αὐτȣ̃;
20:25 ϖαγὶς ἀνδϱὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰϱ τὸ εὔξασϑαι μετανοεῖν γίνεται.
20:26 λιϰμήτωϱ ἀσεϐῶν ϐασιλεὺς σοφὸς ϗ ἐϖιϐαλεῖ αὐτοῖς τϱοχόν.
20:27 φῶς ϰυϱίȣ ϖνοὴ ἀνϑϱώϖων, ὃς ἐϱευνᾷ ταμίεια ϰοιλίας.
20:28 ἐλεημοσύνη ϗ ἀλήϑεια φυλαϰὴ ϐασιλεῖ ϗ ϖεϱιϰυϰλώσȣσιν ἐν διϰαιοσύνῃ τὸν ϑϱόνον αὐτȣ̃.
20:29 ϰόσμος νεανίαις σοφία, δόξα δὲ ϖϱεσϐυτέϱων ϖολιαί.
20:30 ὑϖώϖια ϗ συντϱίμματα συναντᾷ ϰαϰοῖς, ϖληγαὶ δὲ εἰς ταμίεια ϰοιλίας.
21:1 ὥσϖεϱ ὁϱμὴ ὕδατος, ȣ̔́τως ϰαϱδία ϐασιλέως ἐν χειϱὶ ϑεȣ̃· ȣ̔͂ ἐὰν ϑέλων νεύσῃ, ἐϰεῖ ἔϰλινεν αὐτήν.
21:2 ϖᾶς ἀνὴϱ φαίνεται ἑαυτῷ δίϰαιος, ϰατευϑύνει δὲ ϰαϱδίας ϰύϱιος.
21:3 ϖοιεῖν δίϰαια ϗ ἀληϑεύειν ἀϱεϛὰ ϖαϱὰ ϑεῷ μᾶλλον ἢ ϑυσιῶν αἷμα.
21:4 μεγαλόφϱων ἐφ’ ὕϐϱει ϑϱασυϰάϱδιος, λαμϖτὴϱ δὲ ἀσεϐῶν ἁμαϱτία.
21:6 ὁ ἐνεϱγῶν ϑησαυϱίσματα γλώσσῃ ψευδεῖ μάταια διώϰει ἐϖὶ ϖαγίδας ϑανάτȣ.
21:7 ὄλεϑϱος ἀσεϐέσιν ἐϖιξενωϑήσεται· ȣ̓ γὰϱ ϐȣ́λονται ϖϱάσσειν τὰ δίϰαια.
21:8 ϖϱὸς τȣ̀ς σϰολιȣ̀ς σϰολιὰς ὁδȣ̀ς ἀϖοϛέλλει ὁ ϑεός· ἁγνὰ γὰϱ ϗ ὀϱϑὰ τὰ ἔϱγα αὐτȣ̃.
21:9 ϰϱεῖσσον οἰϰεῖν ἐϖὶ γωνίας ὑϖαίϑϱȣ ἢ ἐν ϰεϰονιαμένοις μετὰ ἀδιϰίας ϗ ἐν οἴϰῳ ϰοινῷ.
21:10 ψυχὴ ἀσεϐȣ̃ς ȣ̓ϰ ἐλεηϑήσεται ὑϖ’ ȣ̓δενὸς τῶν ἀνϑϱώϖων.
21:11 ζημιȣμένȣ ἀϰολάϛȣ ϖανȣϱγότεϱος γίνεται ὁ ἄϰαϰος, συνίων δὲ σοφὸς δέξεται γνῶσιν.
21:12 συνίει δίϰαιος ϰαϱδίας ἀσεϐῶν ϗ φαυλίζει ἀσεϐεῖς ἐν ϰαϰοῖς.
21:13 ὃς φϱάσσει τὰ ὦτα τȣ̃ μὴ ἐϖαϰȣ̃σαι ἀσϑενȣ̃ς, ϗ αὐτὸς ἐϖιϰαλέσεται, ϗ ȣ̓ϰ ἔϛαι ὁ εἰσαϰȣ́ων.
21:14 δόσις λάϑϱιος ἀνατϱέϖει ὀϱγάς, δώϱων δὲ ὁ φειδόμενος ϑυμὸν ἐγείϱει ἰσχυϱόν.
21:15 εὐφϱοσύνη διϰαίων ϖοιεῖν ϰϱίμα, ὅσιος δὲ ἀϰάϑαϱτος ϖαϱὰ ϰαϰȣ́ϱγοις.
21:16 ἀνὴϱ ϖλανώμενος ἐξ ὁδȣ̃ διϰαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναϖαύσεται.
21:17 ἀνὴϱ ἐνδεὴς ἀγαϖᾷ εὐφϱοσύνην φιλῶν οἶνον ϗ ἔλαιον εἰς ϖλȣ̃τον·
21:18 ϖεϱιϰάϑαϱμα δὲ διϰαίȣ ἄνομος.
21:19 ϰϱεῖσσον οἰϰεῖν ἐν γῇ ἐϱήμῳ ἢ μετὰ γυναιϰὸς μαχίμȣ ϗ γλωσσώδȣς ϗ ὀϱγίλȣ.
21:20 ϑησαυϱὸς ἐϖιϑυμητὸς ἀναϖαύσεται ἐϖὶ ϛόματος σοφȣ̃, ἄφϱονες δὲ ἄνδϱες ϰαταϖίονται αὐτόν.
21:21 ὁδὸς διϰαιοσύνης ϗ ἐλεημοσύνης εὑϱήσει ζωὴν ϗ δόξαν.
21:22 ϖόλεις ὀχυϱὰς ἐϖέϐη σοφὸς ϗ ϰαϑεῖλεν τὸ ὀχύϱωμα, ἐφ’ ᾧ ἐϖεϖοίϑεισαν οἱ ἀσεϐεῖς.
21:23 ὃς φυλάσσει τὸ ϛόμα αὐτȣ̃ ϗ τὴν γλῶσσαν, διατηϱεῖ ἐϰ ϑλίψεως τὴν ψυχὴν αὐτȣ̃.
21:24 ϑϱασὺς ϗ αὐϑάδης ϗ ἀλαζὼν λοιμὸς ϰαλεῖται· ὃς δὲ μνησιϰαϰεῖ, ϖαϱάνομος.
21:25 ἐϖιϑυμίαι ὀϰνηϱὸν ἀϖοϰτείνȣσιν· ȣ̓ γὰϱ ϖϱοαιϱȣ̃νται αἱ χεῖϱες αὐτȣ̃ ϖοιεῖν τι.
21:26 ἀσεϐὴς ἐϖιϑυμεῖ ὅλην τὴν ἡμέϱαν ἐϖιϑυμίας ϰαϰάς, ὁ δὲ δίϰαιος ἐλεᾷ ϗ οἰϰτίϱει ἀφειδῶς.
21:27 ϑυσίαι ἀσεϐῶν ϐδέλυγμα ϰυϱίῳ· ϗ γὰϱ ϖαϱανόμως ϖϱοσφέϱȣσιν αὐτάς.
21:28 μάϱτυς ψευδὴς ἀϖολεῖται, ἀνὴϱ δὲ ὑϖήϰοος φυλασσόμενος λαλήσει.
21:29 ἀσεϐὴς ἀνὴϱ ἀναιδῶς ὑφίϛαται ϖϱοσώϖῳ, ὁ δὲ εὐϑὴς αὐτὸς συνίει τὰς ὁδȣ̀ς αὐτȣ̃.
21:30 ȣ̓ϰ ἔϛιν σοφία, ȣ̓ϰ ἔϛιν ἀνδϱεία, ȣ̓ϰ ἔϛιν ϐȣλὴ ϖϱὸς τὸν ἀσεϐῆ.
21:31 ἵϖϖος ἑτοιμάζεται εἰς ἡμέϱαν ϖολέμȣ, ϖαϱὰ δὲ ϰυϱίȣ ἡ ϐοήϑεια.
22:1 αἱϱετώτεϱον ὄνομα ϰαλὸν ἢ ϖλȣ̃τος ϖολύς, ὑϖὲϱ δὲ ἀϱγύϱιον ϗ χϱυσίον χάϱις ἀγαϑή.
22:2 ϖλȣ́σιος ϗ ϖτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέϱȣς δὲ ὁ ϰύϱιος ἐϖοίησεν.
22:3 ϖανȣ̃ϱγος ἰδὼν ϖονηϱὸν τιμωϱȣ́μενον ϰϱαταιῶς αὐτὸς ϖαι δεύεται, οἱ δὲ ἄφϱονες ϖαϱελϑόντες ἐζημιώϑησαν.
22:4 γενεὰ σοφίας φόϐος ϰυϱίȣ ϗ ϖλȣ̃τος ϗ δόξα ϗ ζωή.
22:5 τϱίϐολοι ϗ ϖαγίδες ἐν ὁδοῖς σϰολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτȣ̃ ψυχὴν ἀφέξεται αὐτῶν.
22:7 ϖλȣ́σιοι ϖτωχῶν ἄϱξȣσιν, ϗ οἰϰέται ἰδίοις δεσϖόταις δανιȣ̃σιν.
22:8 ὁ σϖείϱων φαῦλα ϑεϱίσει ϰαϰά, ϖληγὴν δὲ ἔϱγων αὐτȣ̃ συντελέσει.
22:8 a ἄνδϱα ἱλαϱὸν ϗ δότην εὐλογεῖ ὁ ϑεός, ματαιότητα δὲ ἔϱγων αὐτȣ̃ συντελέσει.
22:9 ὁ ἐλεῶν ϖτωχὸν αὐτὸς διατϱαφήσεται· τῶν γὰϱ ἑαυτȣ̃ ἄϱτων ἔδωϰεν τῷ ϖτωχῷ.
22:9 a νίϰην ϗ τιμὴν ϖεϱιϖοιεῖται ὁ δῶϱα δȣ́ς, τὴν μέντοι ψυχὴν ἀφαιϱεῖται τῶν ϰεϰτημένων.
22:10 ἔϰϐαλε ἐϰ συνεδϱίȣ λοιμόν, ϗ συνεξελεύσεται αὐτῷ νεῖϰος· ὅταν γὰϱ ϰαϑίσῃ ἐν συνεδϱίῳ, ϖάντας ἀτιμάζει.
22:11 ἀγαϖᾷ ϰύϱιος ὁσίας ϰαϱδίας, δεϰτοὶ δὲ αὐτῷ ϖάντες ἄμωμοι· χείλεσιν ϖοιμαίνει ϐασιλεύς.
22:12 οἱ δὲ ὀφϑαλμοὶ ϰυϱίȣ διατηϱȣ̃σιν αἴσϑησιν, φαυλίζει δὲ λόγȣς ϖαϱάνομος.
22:13 ϖϱοφασίζεται ϗ λέγει ὀϰνηϱός Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς ϖλατείαις φονευταί.
22:14 ϐόϑϱος ϐαϑὺς ϛόμα ϖαϱανόμȣ, ὁ δὲ μισηϑεὶς ὑϖὸ ϰυϱίȣ ἐμϖεσεῖται εἰς αὐτόν.
22:14 a εἰσὶν ὁδοὶ ϰαϰαὶ ἐνώϖιον ἀνδϱός, ϗ ȣ̓ϰ ἀγαϖᾷ τȣ̃ ἀϖοϛϱέψαι ἀϖ’ αὐτῶν· ἀϖοϛϱέφειν δὲ δεῖ ἀϖὸ ὁδȣ̃ σϰολιᾶς ϗ ϰαϰῆς.
22:15 ἄνοια ἐξῆϖται ϰαϱδίας νέȣ, ῥάϐδος δὲ ϗ ϖαιδεία μαϰϱὰν ἀϖ’ αὐτȣ̃.
22:16 ὁ συϰοφαντῶν ϖένητα ϖολλὰ ϖοιεῖ τὰ ἑαυτȣ̃· δίδωσιν δὲ ϖλȣσίῳ ἐϖ’ ἐλάσσονι. – –
22:17 Λόγοις σοφῶν ϖαϱάϐαλλε σὸν ȣ̓͂ς ϗ ἄϰȣε ἐμὸν λόγον, τὴν δὲ σὴν ϰαϱδίαν ἐϖίϛησον, ἵνα γνῷς ὅτι ϰαλοί εἰσιν·
22:18 ϗ ἐὰν ἐμϐάλῃς αὐτȣ̀ς εἰς τὴν ϰαϱδίαν σȣ, εὐφϱανȣ̃σίν σε ἅμα ἐϖὶ σοῖς χείλεσιν,
22:19 ἵνα σȣ γένηται ἐϖὶ ϰύϱιον ἡ ἐλϖὶς ϗ γνωϱίσῃ σοι τὴν ὁδὸν αὐτȣ̃.
22:20 ϗ σὺ δὲ ἀϖόγϱαψαι αὐτὰ σεαυτῷ τϱισσῶς εἰς ϐȣλὴν ϗ γνῶσιν ἐϖὶ τὸ ϖλάτος τῆς ϰαϱδίας σȣ.
22:21 διδάσϰω ȣ̓͂ν σε ἀληϑῆ λόγον ϗ γνῶσιν ἀγαϑὴν ὑϖαϰȣ́ειν τȣ̃ ἀϖοϰϱίνεσϑαι λόγȣς ἀληϑείας τοῖς ϖϱοϐαλλομένοις σοι.
22:22 Μὴ ἀϖοϐιάζȣ ϖένητα, ϖτωχὸς γάϱ ἐϛιν, ϗ μὴ ἀτιμάσῃς ἀσϑενῆ ἐν ϖύλαις·
22:23 ὁ γὰϱ ϰύϱιος ϰϱινεῖ αὐτȣ̃ τὴν ϰϱίσιν, ϗ ῥύσῃ σὴν ἄσυλον ψυχήν.
22:24 μὴ ἴσϑι ἑταῖϱος ἀνδϱὶ ϑυμώδει, φίλῳ δὲ ὀϱγίλῳ μὴ συναυλίζȣ,
22:25 μήϖοτε μάϑῃς τῶν ὁδῶν αὐτȣ̃ ϗ λάϐῃς ϐϱόχȣς τῇ σῇ ψυχῇ.
22:26 μὴ δίδȣ σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος ϖϱόσωϖον·
22:27 ἐὰν γὰϱ μὴ ἔχῃς ϖόϑεν ἀϖοτείσῃς, λήμψονται τὸ ϛϱῶμα τὸ ὑϖὸ τὰς ϖλευϱάς σȣ.
22:28 μὴ μέταιϱε ὅϱια αἰώνια, ἃ ἔϑεντο οἱ ϖατέϱες σȣ.
22:29 ὁϱατιϰὸν ἄνδϱα ϗ ὀξὺν ἐν τοῖς ἔϱγοις αὐτȣ̃ ϐασιλεῦσι δεῖ ϖαϱεϛάναι ϗ μὴ ϖαϱεϛάναι ἀνδϱάσι νωϑϱοῖς.
23:1 ἐὰν ϰαϑίσῃς δειϖνεῖν ἐϖὶ τϱαϖέζης δυναϛῶν, νοητῶς νόει τὰ ϖαϱατιϑέμενά σοι
23:2 ϗ ἐϖίϐαλλε τὴν χεῖϱά σȣ εἰδὼς ὅτι τοιαῦτά σε δεῖ ϖαϱασϰευάσαι·
23:3 εἰ δὲ ἀϖληϛότεϱος εἶ, μὴ ἐϖιϑύμει τῶν ἐδεσμάτων αὐτȣ̃, ταῦτα γὰϱ ἔχεται ζωῆς ψευδȣ̃ς.
23:4 μὴ ϖαϱεϰτείνȣ ϖένης ὢν ϖλȣσίῳ, τῇ δὲ σῇ ἐννοίᾳ ἀϖόσχȣ·
23:5 ἐὰν ἐϖιϛήσῃς τὸ σὸν ὄμμα ϖϱὸς αὐτόν, ȣ̓δαμȣ̃ φανεῖται, ϰατεσϰεύαϛαι γὰϱ αὐτῷ ϖτέϱυγες ὥσϖεϱ ἀετȣ̃, ϗ ὑϖοϛϱέφει εἰς τὸν οἶϰον τȣ̃ ϖϱοεϛηϰότος αὐτȣ̃.
23:6 μὴ συνδείϖνει ἀνδϱὶ ϐασϰάνῳ μηδὲ ἐϖιϑύμει τῶν ϐϱωμάτων αὐτȣ̃·
23:7 ὃν τϱόϖον γὰϱ εἴ τις ϰαταϖίοι τϱίχα, ȣ̔́τως ἐσϑίει ϗ ϖίνει.
23:8 μηδὲ ϖϱὸς σὲ εἰσαγάγῃς αὐτὸν ϗ φάγῃς τὸν ψωμόν σȣ μετ’ αὐτȣ̃· ἐξεμέσει γὰϱ αὐτὸν ϗ λυμανεῖται τȣ̀ς λόγȣς σȣ τȣ̀ς ϰαλȣ́ς.
23:9 εἰς ὦτα ἄφϱονος μηδὲν λέγε, μήϖοτε μυϰτηϱίσῃ τȣ̀ς συνετȣ̀ς λόγȣς σȣ.
23:10 μὴ μεταϑῇς ὅϱια αἰώνια, εἰς δὲ ϰτῆμα ὀϱφανῶν μὴ εἰσέλϑῃς·
23:11 ὁ γὰϱ λυτϱȣ́μενος αὐτȣ̀ς ϰύϱιος ϰϱαταιός ἐϛιν ϗ ϰϱινεῖ τὴν ϰϱίσιν αὐτῶν μετὰ σȣ̃.
23:12 δὸς εἰς ϖαιδείαν τὴν ϰαϱδίαν σȣ, τὰ δὲ ὦτά σȣ ἑτοίμασον λόγοις αἰσϑήσεως.
23:13 μὴ ἀϖόσχῃ νήϖιον ϖαιδεύειν, ὅτι ἐὰν ϖατάξῃς αὐτὸν ῥάϐδῳ, ȣ̓ μὴ ἀϖοϑάνῃ·
23:14 σὺ μὲν γὰϱ ϖατάξεις αὐτὸν ῥάϐδῳ, τὴν δὲ ψυχὴν αὐτȣ̃ ἐϰ ϑανάτȣ ῥύσῃ.
23:15 υἱέ, ἐὰν σοφὴ γένηταί σȣ ἡ ϰαϱδία, εὐφϱανεῖς ϗ τὴν ἐμὴν ϰαϱδίαν,
23:16 ϗ ἐνδιατϱίψει λόγοις τὰ σὰ χείλη ϖϱὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀϱϑὰ ὦσιν.
23:17 μὴ ζηλȣ́τω ἡ ϰαϱδία σȣ ἁμαϱτωλȣ́ς, ἀλλὰ ἐν φόϐῳ ϰυϱίȣ ἴσϑι ὅλην τὴν ἡμέϱαν·
23:18 ἐὰν γὰϱ τηϱήσῃς αὐτά, ἔϛαι σοι ἔϰγονα, ἡ δὲ ἐλϖίς σȣ ȣ̓ϰ ἀϖοϛήσεται.
23:19 ἄϰȣε, υἱέ, ϗ σοφὸς γίνȣ ϗ ϰατεύϑυνε ἐννοίας σῆς ϰαϱδίας·
23:20 μὴ ἴσϑι οἰνοϖότης μηδὲ ἐϰτείνȣ συμϐολαῖς ϰϱεῶν τε ἀγοϱασμοῖς·
23:21 ϖᾶς γὰϱ μέϑυσος ϗ ϖοϱνοϰόϖος ϖτωχεύσει, ϗ ἐνδύσεται διεϱϱηγμένα ϗ ῥαϰώδη ϖᾶς ὑϖνώδης.
23:22 ἄϰȣε, υἱέ, ϖατϱὸς τȣ̃ γεννήσαντός σε ϗ μὴ ϰαταφϱόνει ὅτι γεγήϱαϰέν σȣ ἡ μήτηϱ.
23:24 ϰαλῶς ἐϰτϱέφει ϖατὴϱ δίϰαιος, ἐϖὶ δὲ υἱῷ σοφῷ εὐφϱαίνεται ἡ ψυχὴ αὐτȣ̃·
23:25 εὐφϱαινέσϑω ὁ ϖατὴϱ ϗ ἡ μήτηϱ ἐϖὶ σοί, ϗ χαιϱέτω ἡ τεϰȣ̃σά σε.
23:26 δός μοι, υἱέ, σὴν ϰαϱδίαν, οἱ δὲ σοὶ ὀφϑαλμοὶ ἐμὰς ὁδȣ̀ς τηϱείτωσαν·
23:27 ϖίϑος γὰϱ τετϱημένος ἐϛὶν ἀλλότϱιος οἶϰος, ϗ φϱέαϱ ϛενὸν ἀλλότϱιον·
23:28 ȣ̔͂τος γὰϱ συντόμως ἀϖολεῖται, ϗ ϖᾶς ϖαϱάνομος ἀναλωϑήσεται.
23:29 τίνι ȣ̓αί; τίνι ϑόϱυϐος; τίνι ϰϱίσις; τίνι ἀηδίαι ϗ λέσχαι; τίνι συντϱίμματα διὰ ϰενῆς; τίνος ϖέλειοι οἱ ὀφϑαλμοί;
23:30 ȣ̓ τῶν ἐγχϱονιζόντων ἐν οἴνοις; ȣ̓ τῶν ἰχνευόντων ϖȣ̃ ϖότοι γίνονται;
23:31 μὴ μεϑύσϰεσϑε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνϑϱώϖοις διϰαίοις ϗ ὁμιλεῖτε ἐν ϖεϱιϖάτοις· ἐὰν γὰϱ εἰς τὰς φιάλας ϗ τὰ ϖοτήϱια δῷς τȣ̀ς ὀφϑαλμȣ́ς σȣ, ὕϛεϱον ϖεϱιϖατήσεις γυμνότεϱος ὑϖέϱȣ,
23:32 τὸ δὲ ἔσχατον ὥσϖεϱ ὑϖὸ ὄφεως ϖεϖληγὼς ἐϰτείνεται ϗ ὥσϖεϱ ὑϖὸ ϰεϱάϛȣ διαχεῖται αὐτῷ ὁ ἰός.
23:33 οἱ ὀφϑαλμοί σȣ ὅταν ἴδωσιν ἀλλοτϱίαν, τὸ ϛόμα σȣ τότε λαλήσει σϰολιά,
23:34 ϗ ϰαταϰείσῃ ὥσϖεϱ ἐν ϰαϱδίᾳ ϑαλάσσης ϗ ὥσϖεϱ ϰυϐεϱνήτης ἐν ϖολλῷ ϰλύδωνι·
23:35 ἐϱεῖς δέ Τύϖτȣσίν με, ϗ ȣ̓ϰ ἐϖόνεσα, ϗ ἐνέϖαιξάν μοι, ἐγὼ δὲ ȣ̓ϰ ᾔδειν· ϖότε ὄϱϑϱος ἔϛαι, ἵνα ἐλϑὼν ζητήσω μεϑ’ ὧν συνελεύσομαι;
24:1 υἱέ, μὴ ζηλώσῃς ϰαϰȣ̀ς ἄνδϱας μηδὲ ἐϖιϑυμήσῃς εἶναι μετ’ αὐτῶν·
24:2 ψεύδη γὰϱ μελετᾷ ἡ ϰαϱδία αὐτῶν, ϗ ϖόνȣς τὰ χείλη αὐτῶν λαλεῖ.
24:3 μετὰ σοφίας οἰϰοδομεῖται οἶϰος ϗ μετὰ συνέσεως ἀνοϱϑȣ̃ται·
24:4 μετὰ αἰσϑήσεως ἐμϖίμϖλαται ταμίεια ἐϰ ϖαντὸς ϖλȣ́τȣ τιμίȣ ϗ ϰαλȣ̃.
24:5 ϰϱείσσων σοφὸς ἰσχυϱȣ̃ ϗ ἀνὴϱ φϱόνησιν ἔχων γεωϱγίȣ μεγάλȣ·
24:6 μετὰ ϰυϐεϱνήσεως γίνεται ϖόλεμος, ϐοήϑεια δὲ μετὰ ϰαϱδίας ϐȣλευτιϰῆς.
24:7 σοφία ϗ ἔννοια ἀγαϑὴ ἐν ϖύλαις σοφῶν· σοφοὶ ȣ̓ϰ ἐϰϰλίνȣσιν ἐϰ ϛόματος ϰυϱίȣ,
24:8 ἀλλὰ λογίζονται ἐν συνεδϱίοις. ἀϖαιδεύτοις συναντᾷ ϑάνατος,
24:9 ἀϖοϑνῄσϰει δὲ ἄφϱων ἐν ἁμαϱτίαις· ἀϰαϑαϱσία δὲ ἀνδϱὶ λοιμῷ ἐμμολυνϑήσεται
24:10 ἐν ἡμέϱᾳ ϰαϰῇ ϗ ἐν ἡμέϱᾳ ϑλίψεως, ἕως ἂν ἐϰλίϖῃ.
24:11 ῥῦσαι ἀγομένȣς εἰς ϑάνατον ϗ ἐϰϖϱίȣ ϰτεινομένȣς, μὴ φείσῃ·
24:12 ἐὰν δὲ εἴϖῃς Ȣ̓ϰ οἶδα τȣ̃τον, γίνωσϰε ὅτι ϰύϱιος ϰαϱδίας ϖάντων γινώσϰει, ϗ ὁ ϖλάσας ϖνοὴν ϖᾶσιν αὐτὸς οἶδεν ϖάντα, ὃς ἀϖοδίδωσιν ἑϰάϛῳ ϰατὰ τὰ ἔϱγα αὐτȣ̃.
24:13 φάγε μέλι, υἱέ, ἀγαϑὸν γὰϱ ϰηϱίον, ἵνα γλυϰανϑῇ σȣ ὁ φάϱυγξ·
24:14 ȣ̔́τως αἰσϑήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰϱ εὕϱῃς, ἔϛαι ϰαλὴ ἡ τελευτή σȣ, ϗ ἐλϖίς σε ȣ̓ϰ ἐγϰαταλείψει.
24:15 μὴ ϖϱοσαγάγῃς ἀσεϐῆ νομῇ διϰαίων μηδὲ ἀϖατηϑῇς χοϱτασίᾳ ϰοιλίας·
24:16 ἑϖτάϰι γὰϱ ϖεσεῖται ὁ δίϰαιος ϗ ἀναϛήσεται, οἱ δὲ ἀσεϐεῖς ἀσϑενήσȣσιν ἐν ϰαϰοῖς.
24:17 ἐὰν ϖέσῃ ὁ ἐχϑϱός σȣ, μὴ ἐϖιχαϱῇς αὐτῷ, ἐν δὲ τῷ ὑϖοσϰελίσματι αὐτȣ̃ μὴ ἐϖαίϱȣ·
24:18 ὅτι ὄψεται ϰύϱιος, ϗ ȣ̓ϰ ἀϱέσει αὐτῷ, ϗ ἀϖοϛϱέψει τὸν ϑυμὸν αὐτȣ̃ ἀϖ’ αὐτȣ̃.
24:19 μὴ χαῖϱε ἐϖὶ ϰαϰοϖοιοῖς μηδὲ ζήλȣ ἁμαϱτωλȣ́ς·
24:20 ȣ̓ γὰϱ μὴ γένηται ἔϰγονα ϖονηϱῶν, λαμϖτὴϱ δὲ ἀσεϐῶν σϐεσϑήσεται.
24:21 φοϐȣ̃ τὸν ϑεόν, υἱέ, ϗ ϐασιλέα ϗ μηϑετέϱῳ αὐτῶν ἀϖειϑήσῃς·
24:22 ἐξαίφνης γὰϱ τείσονται τȣ̀ς ἀσεϐεῖς, τὰς δὲ τιμωϱίας ἀμφοτέϱων τίς γνώσεται;
24:22 a λόγον φυλασσόμενος υἱὸς ἀϖωλείας ἐϰτὸς ἔϛαι, δεχόμενος δὲ ἐδέξατο αὐτόν.
24:23 μηδὲν ψεῦδος ἀϖὸ γλώσσης ϐασιλεῖ λεγέσϑω, ϗ ȣ̓δὲν ψεῦδος ἀϖὸ γλώσσης αὐτȣ̃ ȣ̓ μὴ ἐξέλϑῃ.
24:24 μάχαιϱα γλῶσσα ϐασιλέως ϗ ȣ̓ σαϱϰίνη, ὃς δ’ ἂν ϖαϱαδοϑῇ, συντϱιϐήσεται·
24:25 ἐὰν γὰϱ ὀξυνϑῇ ὁ ϑυμὸς αὐτȣ̃, σὺν νεύϱοις ἀνϑϱώϖȣς ἀναλίσϰει
24:26 ϗ ὀϛᾶ ἀνϑϱώϖων ϰατατϱώγει ϗ συγϰαίει ὥσϖεϱ φλὸξ ὥϛε ἄϐϱωτα εἶναι νεοσσοῖς ἀετῶν. – –
30:1 Τȣ̀ς ἐμȣ̀ς λόγȣς, υἱέ, φοϐήϑητι ϗ δεξάμενος αὐτȣ̀ς μετανόει· τάδε λέγει ὁ ἀνὴϱ τοῖς ϖιϛεύȣσιν ϑεῷ, ϗ ϖαύομαι·
30:2 ἀφϱονέϛατος γάϱ εἰμι ϖάντων ἀνϑϱώϖων, ϗ φϱόνησις ἀνϑϱώϖων ȣ̓ϰ ἔϛιν ἐν ἐμοί·
30:3 ϑεὸς δεδίδαχέν με σοφίαν, ϗ γνῶσιν ἁγίων ἔγνωϰα.
30:4 τίς ἀνέϐη εἰς τὸν ȣ̓ϱανὸν ϗ ϰατέϐη; τίς συνήγαγεν ἀνέμȣς ἐν ϰόλϖῳ; τίς συνέϛϱεψεν ὕδωϱ ἐν ἱματίῳ; τίς ἐϰϱάτησεν ϖάντων τῶν ἄϰϱων τῆς γῆς; τί ὄνομα αὐτῷ, ἢ τί ὄνομα τοῖς τέϰνοις αὐτȣ̃, ἵνα γνῷς;
30:5 ϖάντες λόγοι ϑεȣ̃ ϖεϖυϱωμένοι, ὑϖεϱασϖίζει δὲ αὐτὸς τῶν εὐλαϐȣμένων αὐτόν·
30:6 μὴ ϖϱοσϑῇς τοῖς λόγοις αὐτȣ̃, ἵνα μὴ ἐλέγξῃ σε ϗ ψευδὴς γένῃ.
30:7 δύο αἰτȣ̃μαι ϖαϱὰ σȣ̃, μὴ ἀφέλῃς μȣ χάϱιν ϖϱὸ τȣ̃ ἀϖοϑανεῖν με·
30:8 μάταιον λόγον ϗ ψευδῆ μαϰϱάν μȣ ϖοίησον, ϖλȣ̃τον δὲ ϗ ϖενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα ϗ τὰ αὐτάϱϰη,
30:9 ἵνα μὴ ϖλησϑεὶς ψευδὴς γένωμαι ϗ εἴϖω Τίς με ὁϱᾷ; ἢ ϖενηϑεὶς ϰλέψω ϗ ὀμόσω τὸ ὄνομα τȣ̃ ϑεȣ̃.
30:10 μὴ ϖαϱαδῷς οἰϰέτην εἰς χεῖϱας δεσϖότȣ. μήϖοτε ϰαταϱάσηταί σε ϗ ἀφανισϑῇς.
30:11 ἔϰγονον ϰαϰὸν ϖατέϱα ϰαταϱᾶται, τὴν δὲ μητέϱα ȣ̓ϰ εὐλογεῖ·
30:12 ἔϰγονον ϰαϰὸν δίϰαιον ἑαυτὸν ϰϱίνει, τὴν δὲ ἔξοδον αὐτȣ̃ ȣ̓ϰ ἀϖένιψεν·
30:13 ἔϰγονον ϰαϰὸν ὑψηλȣ̀ς ὀφϑαλμȣ̀ς ἔχει, τοῖς δὲ ϐλεφάϱοις αὐτȣ̃ ἐϖαίϱεται·
30:14 ἔϰγονον ϰαϰὸν μαχαίϱας τȣ̀ς ὀδόντας ἔχει ϗ τὰς μύλας τομίδας, ὥϛε ἀναλίσϰειν ϗ ϰατεσϑίειν τȣ̀ς ταϖεινȣ̀ς ἀϖὸ τῆς γῆς ϗ τȣ̀ς ϖένητας αὐτῶν ἐξ ἀνϑϱώϖων. – –
30:23 Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐϖιγινώσϰειν· αἰδεῖσϑαι ϖϱόσωϖον ἐν ϰϱίσει ȣ̓ ϰαλόν·
30:24 ὁ εἰϖὼν τὸν ἀσεϐῆ Δίϰαιός ἐϛιν, ἐϖιϰατάϱατος λαοῖς ἔϛαι ϗ μισητὸς εἰς ἔϑνη·
30:25 οἱ δὲ ἐλέγχοντες ϐελτίȣς φανȣ̃νται, ἐϖ’ αὐτȣ̀ς δὲ ἥξει εὐλογία ἀγαϑή·
30:26 χείλη δὲ φιλήσȣσιν ἀϖοϰϱινόμενα λόγȣς ἀγαϑȣ́ς.
30:27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔϱγα σȣ ϗ ϖαϱασϰευάζȣ εἰς τὸν ἀγϱὸν ϗ ϖοϱεύȣ ϰατόϖισϑέν μȣ ϗ ἀνοιϰοδομήσεις τὸν οἶϰόν σȣ.
30:28 μὴ ἴσϑι ψευδὴς μάϱτυς ἐϖὶ σὸν ϖολίτην μηδὲ ϖλατύνȣ σοῖς χείλεσιν·
30:29 μὴ εἴϖῃς Ὃν τϱόϖον ἐχϱήσατό μοι χϱήσομαι αὐτῷ, τείσομαι δὲ αὐτὸν ἅ με ἠδίϰησεν.
30:30 ὥσϖεϱ γεώϱγιον ἀνὴϱ ἄφϱων, ϗ ὥσϖεϱ ἀμϖελὼν ἄνϑϱωϖος ἐνδεὴς φϱενῶν·
30:31 ἐὰν ἀφῇς αὐτόν, χεϱσωϑήσεται ϗ χοϱτομανήσει ὅλος ϗ γίνεται ἐϰλελειμμένος, οἱ δὲ φϱαγμοὶ τῶν λίϑων αὐτȣ̃ ϰατασϰάϖτονται.
30:32 ὕϛεϱον ἐγὼ μετενόησα, ἐϖέϐλεψα τȣ̃ ἐϰλέξασϑαι ϖαιδείαν.
30:33 ὀλίγον νυϛάζω, ὀλίγον δὲ ϰαϑυϖνῶ, ὀλίγον δὲ ἐναγϰαλίζομαι χεϱσὶν ϛήϑη·
30:34 ἐὰν δὲ τȣ̃το ϖοιῇς, ἥξει ϖϱοϖοϱευομένη ἡ ϖενία σȣ ϗ ἡ ἔνδειά σȣ ὥσϖεϱ ἀγαϑὸς δϱομεύς. – –
30:15 Τῇ ϐδέλλῃ τϱεῖς ϑυγατέϱες ἦσαν ἀγαϖήσει ἀγαϖώμεναι, ϗ αἱ τϱεῖς αὗται ȣ̓ϰ ἐνεϖίμϖλασαν αὐτήν, ϗ ἡ τετάϱτη ȣ̓ϰ ἠϱϰέσϑη εἰϖεῖν Ἱϰανόν·
30:16 ᾅδης ϗ ἔϱως γυναιϰὸς ϗ τάϱταϱος ϗ γῆ ȣ̓ϰ ἐμϖιϖλαμένη ὕδατος ϗ ὕδωϱ ϗ ϖῦϱ ȣ̓ μὴ εἴϖωσιν Ἀϱϰεῖ.
30:17 ὀφϑαλμὸν ϰαταγελῶντα ϖατϱὸς ϗ ἀτιμάζοντα γῆϱας μητϱός, ἐϰϰόψαισαν αὐτὸν ϰόϱαϰες ἐϰ τῶν φαϱάγγων, ϗ ϰαταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
30:18 τϱία δέ ἐϛιν ἀδύνατά μοι νοῆσαι, ϗ τὸ τέταϱτον ȣ̓ϰ ἐϖιγινώσϰω·
30:19 ἴχνη ἀετȣ̃ ϖετομένȣ ϗ ὁδȣ̀ς ὄφεως ἐϖὶ ϖέτϱας ϗ τϱίϐȣς νηὸς ϖοντοϖοϱȣ́σης ϗ ὁδȣ̀ς ἀνδϱὸς ἐν νεότητι.
30:20 τοιαύτη ὁδὸς γυναιϰὸς μοιχαλίδος, ἥ, ὅταν ϖϱάξῃ, ἀϖονιψαμένη ȣ̓δέν φησιν ϖεϖϱαχέναι ἄτοϖον.
30:21 διὰ τϱιῶν σείεται ἡ γῆ, τὸ δὲ τέταϱτον ȣ̓ δύναται φέϱειν·
30:22 ἐὰν οἰϰέτης ϐασιλεύσῃ, ϗ ἄφϱων ϖλησϑῇ σιτίων,
30:23 ϗ οἰϰέτις ἐὰν ἐϰϐάλῃ τὴν ἑαυτῆς ϰυϱίαν, ϗ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδϱὸς ἀγαϑȣ̃.
30:24 τέσσαϱα δέ ἐϛιν ἐλάχιϛα ἐϖὶ τῆς γῆς, ταῦτα δέ ἐϛιν σοφώτεϱα τῶν σοφῶν·
30:25 οἱ μύϱμηϰες, οἷς μὴ ἔϛιν ἰσχὺς ϗ ἑτοιμάζονται ϑέϱȣς τὴν τϱοφήν·
30:26 ϗ οἱ χοιϱογϱύλλιοι, ἔϑνος ȣ̓ϰ ἰσχυϱόν, οἳ ἐϖοιήσαντο ἐν ϖέτϱαις τȣ̀ς ἑαυτῶν οἴϰȣς·
30:27 ἀϐασίλευτόν ἐϛιν ἡ ἀϰϱὶς ϗ ἐϰϛϱατεύει ἀφ’ ἑνὸς ϰελεύσματος εὐτάϰτως·
30:28 ϗ ϰαλαϐώτης χεϱσὶν ἐϱειδόμενος ϗ εὐάλωτος ὢν ϰατοιϰεῖ ἐν ὀχυϱώμασιν ϐασιλέως.
30:29 τϱία δέ ἐϛιν, ἃ εὐόδως ϖοϱεύεται, ϗ τὸ τέταϱτον, ὃ ϰαλῶς διαϐαίνει·
30:30 σϰύμνος λέοντος ἰσχυϱότεϱος ϰτηνῶν, ὃς ȣ̓ϰ ἀϖοϛϱέφεται ȣ̓δὲ ϰαταϖτήσσει ϰτῆνος,
30:31 ϗ ἀλέϰτωϱ ἐμϖεϱιϖατῶν ϑηλείαις εὔψυχος ϗ τϱάγος ἡγȣ́μενος αἰϖολίȣ ϗ ϐασιλεὺς δημηγοϱῶν ἐν ἔϑνει.
30:32 ἐὰν ϖϱόῃ σεαυτὸν εἰς εὐφϱοσύνην ϗ ἐϰτείνῃς τὴν χεῖϱά σȣ μετὰ μάχης, ἀτιμασϑήσῃ.
30:33 ἄμελγε γάλα, ϗ ἔϛαι ϐȣ́τυϱον· ἐὰν δὲ ἐϰϖιέζῃς μυϰτῆϱας, ἐξελεύσεται αἷμα· ἐὰν δὲ ἐξέλϰῃς λόγȣς, ἐξελεύσονται ϰϱίσεις ϗ μάχαι. – –
31:1 Οἱ ἐμοὶ λόγοι εἴϱηνται ὑϖὸ ϑεȣ̃, ϐασιλέως χϱηματισμός, ὃν ἐϖαίδευσεν ἡ μήτηϱ αὐτȣ̃.
31:2 τί, τέϰνον, τηϱήσεις; τί; ῥήσεις ϑεȣ̃· ϖϱωτογενές, σοὶ λέγω, υἱέ· τί, τέϰνον ἐμῆς ϰοιλίας; τί, τέϰνον ἐμῶν εὐχῶν;
31:3 μὴ δῷς γυναιξὶ σὸν ϖλȣ̃τον ϗ τὸν σὸν νȣ̃ν ϗ ϐίον εἰς ὑϛεϱοϐȣλίαν.
31:4 μετὰ ϐȣλῆς ϖάντα ϖοίει, μετὰ ϐȣλῆς οἰνοϖότει· οἱ δυνάϛαι ϑυμώδεις εἰσίν, οἶνον δὲ μὴ ϖινέτωσαν,
31:5 ἵνα μὴ ϖιόντες ἐϖιλάϑωνται τῆς σοφίας ϗ ὀϱϑὰ ϰϱῖναι ȣ̓ μὴ δύνωνται τȣ̀ς ἀσϑενεῖς.
31:6 δίδοτε μέϑην τοῖς ἐν λύϖαις ϗ οἶνον ϖίνειν τοῖς ἐν ὀδύναις,
31:7 ἵνα ἐϖιλάϑωνται τῆς ϖενίας ϗ τῶν ϖόνων μὴ μνησϑῶσιν ἔτι.
31:8 ἄνοιγε σὸν ϛόμα λόγῳ ϑεȣ̃ ϗ ϰϱῖνε ϖάντας ὑγιῶς·
31:9 ἄνοιγε σὸν ϛόμα ϗ ϰϱῖνε διϰαίως, διάϰϱινε δὲ ϖένητα ϗ ἀσϑενῆ. – –
25:1 Αὗται αἱ ϖαιδεῖαι Σαλωμῶντος αἱ ἀδιάϰϱιτοι, ἃς ἐξεγϱάψαντο οἱ φίλοι Εζεϰιȣ τȣ̃ ϐασιλέως τῆς Ιȣδαίας.
25:2 Δόξα ϑεȣ̃ ϰϱύϖτει λόγον, δόξα δὲ ϐασιλέως τιμᾷ ϖϱάγματα.
25:3 ȣ̓ϱανὸς ὑψηλός, γῆ δὲ ϐαϑεῖα, ϰαϱδία δὲ ϐασιλέως ἀνεξέλεγϰτος.
25:4 τύϖτε ἀδόϰιμον ἀϱγύϱιον, ϗ ϰαϑαϱισϑήσεται ϰαϑαϱὸν ἅϖαν·
25:5 ϰτεῖνε ἀσεϐεῖς ἐϰ ϖϱοσώϖȣ ϐασιλέως, ϗ ϰατοϱϑώσει ἐν διϰαιοσύνῃ ὁ ϑϱόνος αὐτȣ̃.
25:6 μὴ ἀλαζονεύȣ ἐνώϖιον ϐασιλέως μηδὲ ἐν τόϖοις δυναϛῶν ὑφίϛασο·
25:7 ϰϱεῖσσον γάϱ σοι τὸ ῥηϑῆναι Ἀνάϐαινε ϖϱός με, ἢ ταϖεινῶσαί σε ἐν ϖϱοσώϖῳ δυνάϛȣ. ἃ εἶδον οἱ ὀφϑαλμοί σȣ, λέγε.
25:8 μὴ ϖϱόσϖιϖτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληϑῇς ἐϖ’ ἐσχάτων. ἡνίϰα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος,
25:9 ἀναχώϱει εἰς τὰ ὀϖίσω, μὴ ϰαταφϱόνει,
25:10 μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σȣ ϗ ἡ ἔχϑϱα ȣ̓ϰ ἀϖέϛαι, ἀλλ’ ἔϛαι σοι ἴση ϑανάτῳ.
25:10 a χάϱις ϗ φιλία ἐλευϑεϱοῖ, ἃς τήϱησον σεαυτῷ, ἵνα μὴ ἐϖονείδιϛος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδȣ́ς σȣ εὐσυναλλάϰτως.
25:11 μῆλον χϱυσȣ̃ν ἐν ὁϱμίσϰῳ σαϱδίȣ, ȣ̔́τως εἰϖεῖν λόγον.
25:12 εἰς ἐνώτιον χϱυσȣ̃ν σάϱδιον ϖολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήϰοον ȣ̓͂ς.
25:13 ὥσϖεϱ ἔξοδος χιόνος ἐν ἀμήτῳ ϰατὰ ϰαῦμα ὠφελεῖ, ȣ̔́τως ἄγγελος ϖιϛὸς τȣ̀ς ἀϖοϛείλαντας αὐτόν· ψυχὰς γὰϱ τῶν αὐτῷ χϱωμένων ὠφελεῖ.
25:14 ὥσϖεϱ ἄνεμοι ϗ νέφη ϗ ὑετοὶ ἐϖιφανέϛατοι, ȣ̔́τως οἱ ϰαυχώμενοι ἐϖὶ δόσει ψευδεῖ.
25:15 ἐν μαϰϱοϑυμίᾳ εὐοδία ϐασιλεῦσιν, γλῶσσα δὲ μαλαϰὴ συντϱίϐει ὀϛᾶ.
25:16 μέλι εὑϱὼν φάγε τὸ ἱϰανόν, μήϖοτε ϖλησϑεὶς ἐξεμέσῃς.
25:17 σϖάνιον εἴσαγε σὸν ϖόδα ϖϱὸς τὸν σεαυτȣ̃ φίλον, μήϖοτε ϖλησϑείς σȣ μισήσῃ σε.
25:18 ῥόϖαλον ϗ μάχαιϱα ϗ τόξευμα ἀϰιδωτόν, ȣ̔́τως ϗ ἀνὴϱ ὁ ϰαταμαϱτυϱῶν τȣ̃ φίλȣ αὐτȣ̃ μαϱτυϱίαν ψευδῆ.
25:19 ὀδȣ̀ς ϰαϰȣ̃ ϗ ϖȣ̀ς ϖαϱανόμȣ ὀλεῖται ἐν ἡμέϱᾳ ϰαϰῇ.
25:20 ὥσϖεϱ ὄξος ἕλϰει ἀσύμφοϱον, ȣ̔́τως ϖϱοσϖεσὸν ϖάϑος ἐν σώματι ϰαϱδίαν λυϖεῖ.
25:20 a ὥσϖεϱ σὴς ἱματίῳ ϗ σϰώληξ ξύλῳ, ȣ̔́τως λύϖη ἀνδϱὸς ϐλάϖτει ϰαϱδίαν.
25:21 ἐὰν ϖεινᾷ ὁ ἐχϑϱός σȣ, τϱέφε αὐτόν, ἐὰν διψᾷ, ϖότιζε αὐτόν·
25:22 τȣ̃το γὰϱ ϖοιῶν ἄνϑϱαϰας ϖυϱὸς σωϱεύσεις ἐϖὶ τὴν ϰεφαλὴν αὐτȣ̃, ὁ δὲ ϰύϱιος ἀνταϖοδώσει σοι ἀγαϑά.
25:23 ἄνεμος ϐοϱέας ἐξεγείϱει νέφη, ϖϱόσωϖον δὲ ἀναιδὲς γλῶσσαν ἐϱεϑίζει.
25:24 ϰϱεῖττον οἰϰεῖν ἐϖὶ γωνίας δώματος ἢ μετὰ γυναιϰὸς λοιδόϱȣ ἐν οἰϰίᾳ ϰοινῇ.
25:25 ὥσϖεϱ ὕδωϱ ψυχϱὸν ψυχῇ διψώσῃ ϖϱοσηνές, ȣ̔́τως ἀγγελία ἀγαϑὴ ἐϰ γῆς μαϰϱόϑεν.
25:26 ὥσϖεϱ εἴ τις ϖηγὴν φϱάσσοι ϗ ὕδατος ἔξοδον λυμαίνοιτο, ȣ̔́τως ἄϰοσμον δίϰαιον ϖεϖτωϰέναι ἐνώϖιον ἀσεϐȣ̃ς.
25:27 ἐσϑίειν μέλι ϖολὺ ȣ̓ ϰαλόν, τιμᾶν δὲ χϱὴ λόγȣς ἐνδόξȣς.
25:28 ὥσϖεϱ ϖόλις τὰ τείχη ϰαταϐεϐλημένη ϗ ἀτείχιϛος, ȣ̔́τως ἀνὴϱ ὃς ȣ̓ μετὰ ϐȣλῆς τι ϖϱάσσει.
26:1 ὥσϖεϱ δϱόσος ἐν ἀμήτῳ ϗ ὥσϖεϱ ὑετὸς ἐν ϑέϱει, ȣ̔́τως ȣ̓ϰ ἔϛιν ἄφϱονι τιμή.
26:2 ὥσϖεϱ ὄϱνεα ϖέταται ϗ ϛϱȣϑοί, ȣ̔́τως ἀϱὰ ματαία ȣ̓ϰ ἐϖελεύσεται ȣ̓δενί.
26:3 ὥσϖεϱ μάϛιξ ἵϖϖῳ ϗ ϰέντϱον ὄνῳ, ȣ̔́τως ῥάϐδος ἔϑνει ϖαϱανόμῳ.
26:4 μὴ ἀϖοϰϱίνȣ ἄφϱονι ϖϱὸς τὴν ἐϰείνȣ ἀφϱοσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
26:5 ἀλλὰ ἀϖοϰϱίνȣ ἄφϱονι ϰατὰ τὴν ἀφϱοσύνην αὐτȣ̃, ἵνα μὴ φαίνηται σοφὸς ϖαϱ’ ἑαυτῷ.
26:6 ἐϰ τῶν ἑαυτȣ̃ ϖοδῶν ὄνειδος ϖίεται ὁ ἀϖοϛείλας δι’ ἀγγέλȣ ἄφϱονος λόγον.
26:7 ἀφελȣ̃ ϖοϱείαν σϰελῶν ϗ ϖαϱοιμίαν ἐϰ ϛόματος ἀφϱόνων.
26:8 ὃς ἀϖοδεσμεύει λίϑον ἐν σφενδόνῃ, ὅμοιός ἐϛιν τῷ διδόντι ἄφϱονι δόξαν.
26:9 ἄϰανϑαι φύονται ἐν χειϱὶ τȣ̃ μεϑύσȣ, δȣλεία δὲ ἐν χειϱὶ τῶν ἀφϱόνων.
26:10 ϖολλὰ χειμάζεται ϖᾶσα σὰϱξ ἀφϱόνων· συντϱίϐεται γὰϱ ἡ ἔϰϛασις αὐτῶν.
26:11 ὥσϖεϱ ϰύων ὅταν ἐϖέλϑῃ ἐϖὶ τὸν ἑαυτȣ̃ ἔμετον ϗ μιση τὸς γένηται, ȣ̔́τως ἄφϱων τῇ ἑαυτȣ̃ ϰαϰίᾳ ἀναϛϱέψας ἐϖὶ τὴν ἑαυτȣ̃ ἁμαϱτίαν.
26:11 a ἔϛιν αἰσχύνη ἐϖάγȣσα ἁμαϱτίαν, ϗ ἔϛιν αἰσχύνη δόξα ϗ χάϱις.
26:12 εἶδον ἄνδϱα δόξαντα ϖαϱ’ ἑαυτῷ σοφὸν εἶναι, ἐλϖίδα μέντοι ἔσχεν μᾶλλον ἄφϱων αὐτȣ̃.
26:13 λέγει ὀϰνηϱὸς ἀϖοϛελλόμενος εἰς ὁδόν Λέων ἐν ταῖς ὁδοῖς.
26:14 ὥσϖεϱ ϑύϱα ϛϱέφεται ἐϖὶ τȣ̃ ϛϱόφιγγος, ȣ̔́τως ὀϰνηϱὸς ἐϖὶ τῆς ϰλίνης αὐτȣ̃.
26:15 ϰϱύψας ὀϰνηϱὸς τὴν χεῖϱα ἐν τῷ ϰόλϖῳ αὐτȣ̃ ȣ̓ δυνήσεται ἐϖενεγϰεῖν ἐϖὶ τὸ ϛόμα.
26:16 σοφώτεϱος ἑαυτῷ ὀϰνηϱὸς φαίνεται τȣ̃ ἐν ϖλησμονῇ ἀϖοϰομίζοντος ἀγγελίαν.
26:17 ὥσϖεϱ ὁ ϰϱατῶν ϰέϱϰȣ ϰυνός, ȣ̔́τως ὁ ϖϱοεϛὼς ἀλλοτϱίας ϰϱίσεως.
26:18 ὥσϖεϱ οἱ ἰώμενοι ϖϱοϐάλλȣσιν λόγȣς εἰς ἀνϑϱώϖȣς, ὁ δὲ ἀϖαντήσας τῷ λόγῳ ϖϱῶτος ὑϖοσϰελισϑήσεται,
26:19 ȣ̔́τως ϖάντες οἱ ἐνεδϱεύοντες τȣ̀ς ἑαυτῶν φίλȣς, ὅταν δὲ φωϱαϑῶσιν, λέγȣσιν ὅτι Παίζων ἔϖϱαξα.
26:20 ἐν ϖολλοῖς ξύλοις ϑάλλει ϖῦϱ, ὅϖȣ δὲ ȣ̓ϰ ἔϛιν δίϑυμος, ἡσυχάζει μάχη.
26:21 ἐσχάϱα ἄνϑϱαξιν ϗ ξύλα ϖυϱί, ἀνὴϱ δὲ λοίδοϱος εἰς ταϱαχὴν μάχης.
26:22 λόγοι ϰεϱϰώϖων μαλαϰοί, ȣ̔͂τοι δὲ τύϖτȣσιν εἰς ταμίεια σϖλάγχνων.
26:23 ἀϱγύϱιον διδόμενον μετὰ δόλȣ ὥσϖεϱ ὄϛϱαϰον ἡγητέον. χείλη λεῖα ϰαϱδίαν ϰαλύϖτει λυϖηϱάν.
26:24 χείλεσιν ϖάντα ἐϖινεύει ἀϖοϰλαιόμενος ἐχϑϱός, ἐν δὲ τῇ ϰαϱδίᾳ τεϰταίνεται δόλȣς·
26:25 ἐάν σȣ δέηται ὁ ἐχϑϱὸς μεγάλῃ τῇ φωνῇ, μὴ ϖεισϑῇς· ἑϖτὰ γάϱ εἰσιν ϖονηϱίαι ἐν τῇ ψυχῇ αὐτȣ̃.
26:26 ὁ ϰϱύϖτων ἔχϑϱαν συνίϛησιν δόλον, ἐϰϰαλύϖτει δὲ τὰς ἑαυτȣ̃ ἁμαϱτίας εὔγνωϛος ἐν συν εδϱίοις.
26:27 ὁ ὀϱύσσων ϐόϑϱον τῷ ϖλησίον ἐμϖεσεῖται εἰς αὐτόν, ὁ δὲ ϰυλίων λίϑον ἐφ’ ἑαυτὸν ϰυλίει.
26:28 γλῶσσα ψευδὴς μισεῖ ἀλήϑειαν, ϛόμα δὲ ἄϛεγον ϖοιεῖ ἀϰαταϛασίας.
27:1 μὴ ϰαυχῶ τὰ εἰς αὔϱιον· ȣ̓ γὰϱ γινώσϰεις τί τέξεται ἡ ἐϖιȣ̃σα.
27:2 ἐγϰωμιαζέτω σε ὁ ϖέλας ϗ μὴ τὸ σὸν ϛόμα, ἀλλότϱιος ϗ μὴ τὰ σὰ χείλη.
27:3 ϐαϱὺ λίϑος ϗ δυσϐάϛαϰτον ἄμμος, ὀϱγὴ δὲ ἄφϱονος ϐαϱυτέϱα ἀμφοτέϱων.
27:4 ἀνελεήμων ϑυμὸς ϗ ὀξεῖα ὀϱγή, ἀλλ’ ȣ̓δένα ὑφίϛαται ζῆλος.
27:5 ϰϱείσσȣς ἔλεγχοι ἀϖοϰεϰαλυμμένοι ϰϱυϖτομένης φιλίας.
27:6 ἀξιοϖιϛότεϱά ἐϛιν τϱαύματα φίλȣ ἢ ἑϰȣ́σια φιλήματα ἐχϑϱȣ̃.
27:7 ψυχὴ ἐν ϖλησμονῇ ȣ̓͂σα ϰηϱίοις ἐμϖαίζει, ψυχῇ δὲ ἐνδεεῖ ϗ τὰ ϖιϰϱὰ γλυϰεῖα φαίνεται.
27:8 ὥσϖεϱ ὅταν ὄϱνεον ϰαταϖετασϑῇ ἐϰ τῆς ἰδίας νοσσιᾶς, ȣ̔́τως ἄνϑϱωϖος δȣλȣ̃ται, ὅταν ἀϖοξενωϑῇ ἐϰ τῶν ἰδίων τόϖων.
27:9 μύϱοις ϗ οἴνοις ϗ ϑυμιάμασιν τέϱϖεται ϰαϱδία, ϰαταϱϱήγνυται δὲ ὑϖὸ συμϖτωμάτων ψυχή.
27:10 φίλον σὸν ἢ φίλον ϖατϱῷον μὴ ἐγϰαταλίϖῃς, εἰς δὲ τὸν οἶϰον τȣ̃ ἀδελφȣ̃ σȣ μὴ εἰσέλϑῃς ἀτυχῶν· ϰϱείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μαϰϱὰν οἰϰῶν.
27:11 σοφὸς γίνȣ, υἱέ, ἵνα εὐφϱαίνηταί μȣ ἡ ϰαϱδία, ϗ ἀϖόϛϱεψον ἀϖὸ σȣ̃ ἐϖονειδίϛȣς λόγȣς.
27:12 ϖανȣ̃ϱγος ϰαϰῶν ἐϖεϱχομένων ἀϖεϰϱύϐη, ἄφϱονες δὲ ἐϖελϑόντες ζημίαν τείσȣσιν.
27:13 ἀφελȣ̃ τὸ ἱμάτιον αὐτȣ̃, ϖαϱῆλϑεν γάϱ· ὑϐϱιϛὴς ὅϛις τὰ ἀλλότϱια λυμαίνεται.
27:14 ὃς ἂν εὐλογῇ φίλον τὸ ϖϱωῒ μεγάλῃ τῇ φωνῇ, ϰαταϱωμένȣ ȣ̓δὲν διαφέϱειν δόξει.
27:15 ϛαγόνες ἐϰϐάλλȣσιν ἄνϑϱωϖον ἐν ἡμέϱᾳ χειμεϱινῇ ἐϰ τȣ̃ οἴϰȣ αὐτȣ̃, ὡσαύτως ϗ γυνὴ λοίδοϱος ἐϰ τȣ̃ ἰδίȣ οἴϰȣ.
27:16 ϐοϱέας σϰληϱὸς ἄνεμος, ὀνόματι δὲ ἐϖιδέξιος ϰαλεῖται.
27:17 σίδηϱος σίδηϱον ὀξύνει, ἀνὴϱ δὲ ϖαϱοξύνει ϖϱόσωϖον ἑταίϱȣ.
27:18 ὃς φυτεύει συϰῆν, φάγεται τȣ̀ς ϰαϱϖȣ̀ς αὐτῆς· ὃς δὲ φυλάσσει τὸν ἑαυτȣ̃ ϰύϱιον, τιμηϑήσεται.
27:19 ὥσϖεϱ ȣ̓χ ὅμοια ϖϱόσωϖα ϖϱοσώϖοις, ȣ̔́τως ȣ̓δὲ αἱ ϰαϱδίαι τῶν ἀνϑϱώϖων.
27:20 ᾅδης ϗ ἀϖώλεια ȣ̓ϰ ἐμϖίμϖλανται, ὡσαύτως ϗ οἱ ὀφϑαλμοὶ τῶν ἀνϑϱώϖων ἄϖληϛοι.
27:20 a ϐδέλυγμα ϰυϱίῳ ϛηϱίζων ὀφϑαλμόν, ϗ οἱ ἀϖαίδευτοι ἀϰϱατεῖς γλώσσῃ.
27:21 δοϰίμιον ἀϱγύϱῳ ϗ χϱυσῷ ϖύϱωσις, ἀνὴϱ δὲ δοϰιμάζεται διὰ ϛόματος ἐγϰωμιαζόντων αὐτόν.
27:21 a ϰαϱδία ἀνόμȣ ἐϰζητεῖ ϰαϰά, ϰαϱδία δὲ εὐϑὴς ἐϰζητεῖ γνῶσιν.
27:22 ἐὰν μαϛιγοῖς ἄφϱονα ἐν μέσῳ συνεδϱίȣ ἀτιμάζων, ȣ̓ μὴ ϖεϱιέλῃς τὴν ἀφϱοσύνην αὐτȣ̃.
27:23 γνωϛῶς ἐϖιγνώσῃ ψυχὰς ϖοιμνίȣ σȣ ϗ ἐϖιϛήσεις ϰαϱδίαν σȣ σαῖς ἀγέλαις·
27:24 ὅτι ȣ̓ τὸν αἰῶνα ἀνδϱὶ ϰϱάτος ϗ ἰσχύς, ȣ̓δὲ ϖαϱαδίδωσιν ἐϰ γενεᾶς εἰς γενεάν.
27:25 ἐϖιμελȣ̃ τῶν ἐν τῷ ϖεδίῳ χλωϱῶν ϗ ϰεϱεῖς ϖόαν ϗ σύναγε χόϱτον ὀϱεινόν,
27:26 ἵνα ἔχῃς ϖϱόϐατα εἰς ἱματισμόν· τίμα ϖεδίον, ἵνα ὦσίν σοι ἄϱνες.
27:27 υἱέ, ϖαϱ’ ἐμȣ̃ ἔχεις ῥήσεις ἰσχυϱὰς εἰς τὴν ζωήν σȣ ϗ εἰς τὴν ζωὴν σῶν ϑεϱαϖόντων.
28:1 φεύγει ἀσεϐὴς μηδενὸς διώϰοντος, δίϰαιος δὲ ὥσϖεϱ λέων ϖέϖοιϑεν.
28:2 δι’ ἁμαϱτίας ἀσεϐῶν ϰϱίσεις ἐγείϱονται, ἀνὴϱ δὲ ϖανȣ̃ϱγος ϰατασϐέσει αὐτάς.
28:3 ἀνδϱεῖος ἐν ἀσεϐείαις συϰοφαντεῖ ϖτωχȣ́ς. ὥσϖεϱ ὑετὸς λάϐϱος ϗ ἀνωφελής,
28:4 ȣ̔́τως οἱ ἐγϰαταλείϖοντες τὸν νόμον ἐγϰωμιάζȣσιν ἀσέϐειαν, οἱ δὲ ἀγαϖῶντες τὸν νόμον ϖεϱιϐάλλȣσιν ἑαυτοῖς τεῖχος.
28:5 ἄνδϱες ϰαϰοὶ ȣ̓ νοήσȣσιν ϰϱίμα, οἱ δὲ ζητȣ̃ντες τὸν ϰύϱιον συνήσȣσιν ἐν ϖαντί.
28:6 ϰϱείσσων ϖτωχὸς ϖοϱευόμενος ἐν ἀληϑείᾳ ϖλȣσίȣ ψευδȣ̃ς.
28:7 φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ϖοιμαίνει ἀσωτίαν, ἀτιμάζει ϖατέϱα.
28:8 ὁ ϖληϑύνων τὸν ϖλȣ̃τον αὐτȣ̃ μετὰ τόϰων ϗ ϖλεονασμῶν τῷ ἐλεῶντι ϖτωχȣ̀ς συνάγει αὐτόν.
28:9 ὁ ἐϰϰλίνων τὸ ȣ̓͂ς αὐτȣ̃ τȣ̃ μὴ εἰσαϰȣ̃σαι νόμȣ ϗ αὐτὸς τὴν ϖϱοσευχὴν αὐτȣ̃ ἐϐδέλυϰται.
28:10 ὃς ϖλανᾷ εὐϑεῖς ἐν ὁδῷ ϰαϰῇ, εἰς διαφϑοϱὰν αὐτὸς ἐμϖεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαϑὰ ϗ ȣ̓ϰ εἰσελεύσονται εἰς αὐτά.
28:11 σοφὸς ϖαϱ’ ἑαυτῷ ἀνὴϱ ϖλȣ́σιος, ϖένης δὲ νοήμων ϰαταγνώσεται αὐτȣ̃.
28:12 διὰ ϐοήϑειαν διϰαίων ϖολλὴ γίνεται δόξα, ἐν δὲ τόϖοις ἀσεϐῶν ἁλίσϰονται ἄνϑϱωϖοι.
28:13 ὁ ἐϖιϰαλύϖτων ἀσέϐειαν ἑαυτȣ̃ ȣ̓ϰ εὐοδωϑήσεται, ὁ δὲ ἐξηγȣ́μενος ἐλέγχȣς ἀγαϖηϑήσεται.
28:14 μαϰάϱιος ἀνήϱ, ὃς ϰαταϖτήσσει ϖάντα δι’ εὐλάϐειαν, ὁ δὲ σϰληϱὸς τὴν ϰαϱδίαν ἐμϖεσεῖται ϰαϰοῖς.
28:15 λέων ϖεινῶν ϗ λύϰος διψῶν ὃς τυϱαννεῖ ϖτωχὸς ὢν ἔϑνȣς ϖενιχϱȣ̃.
28:16 ϐασιλεὺς ἐνδεὴς ϖϱοσόδων μέγας συϰοφάντης, ὁ δὲ μισῶν ἀδιϰίαν μαϰϱὸν χϱόνον ζήσεται.
28:17 ἄνδϱα τὸν ἐν αἰτίᾳ φόνȣ ὁ ἐγγυώμενος φυγὰς ἔϛαι ϗ ȣ̓ϰ ἐν ἀσφαλείᾳ.
28:17 a ϖαίδευε υἱόν, ϗ ἀγαϖήσει σε ϗ δώσει ϰόσμον τῇ σῇ ψυχῇ· ȣ̓ μὴ ὑϖαϰȣ́σῃς ἔϑνει ϖαϱανόμῳ.
28:18 ὁ ϖοϱευόμενος διϰαίως ϐεϐοήϑηται, ὁ δὲ σϰολιαῖς ὁδοῖς ϖοϱευόμενος ἐμϖλαϰήσεται.
28:19 ὁ ἐϱγαζόμενος τὴν ἑαυτȣ̃ γῆν ϖλησϑήσεται ἄϱτων, ὁ δὲ διώϰων σχολὴν ϖλησϑήσεται ϖενίας.
28:20 ἀνὴϱ ἀξιόϖιϛος ϖολλὰ εὐλογηϑήσεται, ὁ δὲ ϰαϰὸς ȣ̓ϰ ἀτιμώϱητος ἔϛαι.
28:21 ὃς ȣ̓ϰ αἰσχύνεται ϖϱόσωϖα διϰαίων, ȣ̓ϰ ἀγαϑός· ὁ τοιȣ̃τος ψωμȣ̃ ἄϱτȣ ἀϖοδώσεται ἄνδϱα.
28:22 σϖεύδει ϖλȣτεῖν ἀνὴϱ ϐάσϰανος ϗ ȣ̓ϰ οἶδεν ὅτι ἐλεήμων ϰϱατήσει αὐτȣ̃.
28:23 ὁ ἐλέγχων ἀνϑϱώϖȣ ὁδȣ̀ς χάϱιτας ἕξει μᾶλλον τȣ̃ γλωσσοχαϱιτȣ̃ντος.
28:24 ὃς ἀϖοϐάλλεται ϖατέϱα ἢ μητέϱα ϗ δοϰεῖ μὴ ἁμαϱτάνειν, ȣ̔͂τος ϰοινωνός ἐϛιν ἀνδϱὸς ἀσεϐȣ̃ς.
28:25 ἄϖληϛος ἀνὴϱ ϰϱίνει εἰϰῇ· ὃς δὲ ϖέϖοιϑεν ἐϖὶ ϰύϱιον, ἐν ἐϖιμελείᾳ ἔϛαι.
28:26 ὃς ϖέϖοιϑεν ϑϱασείᾳ ϰαϱδίᾳ, ὁ τοιȣ̃τος ἄφϱων· ὃς δὲ ϖοϱεύεται σοφίᾳ, σωϑήσεται.
28:27 ὃς δίδωσιν ϖτωχοῖς, ȣ̓ϰ ἐνδεηϑήσεται· ὃς δὲ ἀϖοϛϱέφει τὸν ὀφϑαλμὸν αὐτȣ̃, ἐν ϖολλῇ ἀϖο ϱίᾳ ἔϛαι.
28:28 ἐν τόϖοις ἀσεϐῶν ϛένȣσι δίϰαιοι, ἐν δὲ τῇ ἐϰείνων ἀϖωλείᾳ ϖληϑυνϑήσονται δίϰαιοι.
29:1 ϰϱείσσων ἀνὴϱ ἐλέγχων ἀνδϱὸς σϰληϱοτϱαχήλȣ· ἐξαϖίνης γὰϱ φλεγομένȣ αὐτȣ̃ ȣ̓ϰ ἔϛιν ἴασις.
29:2 ἐγϰωμιαζομένων διϰαίων εὐφϱανϑήσονται λαοί, ἀϱχόντων δὲ ἀσεϐῶν ϛένȣσιν ἄνδϱες.
29:3 ἀνδϱὸς φιλȣ̃ντος σοφίαν εὐφϱαίνεται ϖατὴϱ αὐτȣ̃· ὃς δὲ ϖοιμαίνει ϖόϱνας, ἀϖολεῖ ϖλȣ̃τον.
29:4 ϐασιλεὺς δίϰαιος ἀνίϛησιν χώϱαν, ἀνὴϱ δὲ ϖαϱάνομος ϰατασϰάϖτει.
29:5 ὃς ϖαϱασϰευάζεται ἐϖὶ ϖϱόσωϖον τȣ̃ ἑαυτȣ̃ φίλȣ δίϰτυον, ϖεϱιϐάλλει αὐτὸ τοῖς ἑαυτȣ̃ ϖοσίν.
29:6 ἁμαϱτάνοντι ἀνδϱὶ μεγάλη ϖαγίς, δίϰαιος δὲ ἐν χαϱᾷ ϗ ἐν εὐφϱοσύνῃ ἔϛαι.
29:7 ἐϖίϛαται δίϰαιος ϰϱίνειν ϖενιχϱοῖς, ὁ δὲ ἀσεϐὴς ȣ̓ συνήσει γνῶσιν, ϗ ϖτωχῷ ȣ̓χ ὑϖάϱχει νȣ̃ς ἐϖιγνώμων.
29:8 ἄνδϱες λοιμοὶ ἐξέϰαυσαν ϖόλιν, σοφοὶ δὲ ἀϖέϛϱεψαν ὀϱγήν.
29:9 ἀνὴϱ σοφὸς ϰϱίνει ἔϑνη, ἀνὴϱ δὲ φαῦλος ὀϱγιζόμενος ϰαταγελᾶται ϗ ȣ̓ ϰατα ϖτήσσει.
29:10 ἄνδϱες αἱμάτων μέτοχοι μισήσȣσιν ὅσιον, οἱ δὲ εὐϑεῖς ἐϰζητήσȣσιν ψυχὴν αὐτȣ̃.
29:11 ὅλον τὸν ϑυμὸν αὐτȣ̃ ἐϰφέϱει ἄφϱων, σοφὸς δὲ ταμιεύεται ϰατὰ μέϱος.
29:12 ϐασιλέως ὑϖαϰȣ́οντος λόγον ἄδιϰον ϖάντες οἱ ὑϖ’ αὐτὸν ϖαϱάνομοι.
29:13 δανιϛȣ̃ ϗ χϱεοφειλέτȣ ἀλλήλοις συνελϑόντων ἐϖισϰοϖὴν ϖοιεῖται ἀμφοτέϱων ὁ ϰύϱιος.
29:14 ϐασιλέως ἐν ἀληϑείᾳ ϰϱίνοντος ϖτωχȣ̀ς ὁ ϑϱόνος αὐτȣ̃ εἰς μαϱτύϱιον ϰαταϛαϑήσεται.
29:15 ϖληγαὶ ϗ ἔλεγχοι διδόασιν σοφίαν, ϖαῖς δὲ ϖλανώμενος αἰσχύνει γονεῖς αὐτȣ̃.
29:16 ϖολλῶν ὄντων ἀσεϐῶν ϖολλαὶ γίνονται ἁμαϱτίαι, οἱ δὲ δίϰαιοι ἐϰείνων ϖιϖτόντων ϰατάφοϐοι γίνονται.
29:17 ϖαίδευε υἱόν σȣ, ϗ ἀναϖαύσει σε ϗ δώσει ϰόσμον τῇ ψυχῇ σȣ.
29:18 ȣ̓ μὴ ὑϖάϱξῃ ἐξηγητὴς ἔϑνει ϖαϱανόμῳ, ὁ δὲ φυλάσσων τὸν νόμον μαϰαϱιϛός.
29:19 λόγοις ȣ̓ ϖαιδευϑήσεται οἰϰέτης σϰληϱός· ἐὰν γὰϱ ϗ νοήσῃ, ἀλλ’ ȣ̓χ ὑϖαϰȣ́σεται.
29:20 ἐὰν ἴδῃς ἄνδϱα ταχὺν ἐν λόγοις, γίνωσϰε ὅτι ἐλϖίδα ἔχει μᾶλλον ἄφϱων αὐτȣ̃.
29:21 ὃς ϰατασϖαταλᾷ ἐϰ ϖαιδός, οἰϰέτης ἔϛαι, ἔσχατον δὲ ὀδυνηϑήσεται ἐφ’ ἑαυτῷ.
29:22 ἀνὴϱ ϑυμώδης ὀϱύσσει νεῖϰος, ἀνὴϱ δὲ ὀϱγίλος ἐξώϱυξεν ἁμαϱτίας.
29:23 ὕϐϱις ἄνδϱα ταϖεινοῖ, τȣ̀ς δὲ ταϖεινόφϱονας ἐϱείδει δόξῃ ϰύϱιος.
29:24 ὃς μεϱίζεται ϰλέϖτῃ, μισεῖ τὴν ἑαυτȣ̃ ψυχήν· ἐὰν δὲ ὅϱϰȣ ϖϱοτεϑέντος ἀϰȣ́σαντες μὴ ἀναγγείλωσιν,
29:25 φοϐηϑέντες ϗ αἰσχυνϑέντες ἀνϑϱώϖȣς ὑϖεσϰελί σϑησαν· ὁ δὲ ϖεϖοιϑὼς ἐϖὶ ϰύϱιον εὐφϱανϑήσεται. ἀσέϐεια ἀνδϱὶ δίδωσιν σφάλμα· ὃς δὲ ϖέϖοιϑεν ἐϖὶ τῷ δεσϖότῃ, σωϑήσεται.
29:26 ϖολλοὶ ϑεϱαϖεύȣσιν ϖϱόσωϖα ἡγȣμένων, ϖαϱὰ δὲ ϰυϱίȣ γίνεται τὸ δίϰαιον ἀνδϱί.
29:27 ϐδέλυγμα διϰαίοις ἀνὴϱ ἄδιϰος, ϐδέλυγμα δὲ ἀνόμῳ ϰατευϑύνȣσα ὁδός. – –
29:10 Γυναῖϰα ἀνδϱείαν τίς εὑϱήσει; τιμιωτέϱα δέ ἐϛιν λίϑων ϖολυτελῶν ἡ τοιαύτη.
29:11 ϑαϱσεῖ ἐϖ’ αὐτῇ ἡ ϰαϱδία τȣ̃ ἀνδϱὸς αὐτῆς, ἡ τοιαύτη ϰαλῶν σϰύλων ȣ̓ϰ ἀϖοϱήσει·
29:12 ἐνεϱγεῖ γὰϱ τῷ ἀνδϱὶ ἀγαϑὰ ϖάντα τὸν ϐίον.
29:13 μηϱυομένη ἔϱια ϗ λίνον ἐϖοίησεν εὔχϱηϛον ταῖς χεϱσὶν αὐτῆς.
29:14 ἐγένετο ὡσεὶ ναῦς ἐμϖοϱευομένη μαϰϱόϑεν, συνάγει δὲ αὕτη τὸν ϐίον.
29:15 ϗ ἀνίϛαται ἐϰ νυϰτῶν ϗ ἔδωϰεν ϐϱώματα τῷ οἴϰῳ ϗ ἔϱγα ταῖς ϑεϱαϖαίναις.
29:16 ϑεωϱήσασα γεώϱγιον ἐϖϱίατο, ἀϖὸ δὲ ϰαϱϖῶν χειϱῶν αὐτῆς ϰατεφύτευσεν ϰτῆμα.
29:17 ἀναζωσαμένη ἰσχυϱῶς τὴν ὀσφὺν αὐτῆς ἤϱεισεν τȣ̀ς ϐϱαχίονας αὐτῆς εἰς ἔϱγον.
29:18 ἐγεύσατο ὅτι ϰαλόν ἐϛιν τὸ ἐϱγάζεσϑαι, ϗ ȣ̓ϰ ἀϖοσϐέννυται ὅλην τὴν νύϰτα ὁ λύχνος αὐτῆς.
29:19 τȣ̀ς ϖήχεις αὐτῆς ἐϰτείνει ἐϖὶ τὰ συμφέϱοντα, τὰς δὲ χεῖϱας αὐτῆς ἐϱείδει εἰς ἄτϱαϰτον.
29:20 χεῖϱας δὲ αὐτῆς διήνοιξεν ϖένητι, ϰαϱϖὸν δὲ ἐξέτεινεν ϖτωχῷ.
29:21 ȣ̓ φϱοντίζει τῶν ἐν οἴϰῳ ὁ ἀνὴϱ αὐτῆς, ὅταν ϖȣ χϱονίζῃ· ϖάντες γὰϱ οἱ ϖαϱ’ αὐτῆς ἐνδιδύσϰονται.
29:22 δισσὰς χλαίνας ἐϖοίησεν τῷ ἀνδϱὶ αὐτῆς, ἐϰ δὲ ϐύσσȣ ϗ ϖοϱφύϱας ἑαυτῇ ἐνδύματα.
29:23 ϖεϱίϐλεϖτος δὲ γίνεται ἐν ϖύλαις ὁ ἀνὴϱ αὐτῆς, ἡνίϰα ἂν ϰαϑίσῃ ἐν συνεδϱίῳ μετὰ τῶν γεϱόντων ϰατοίϰων τῆς γῆς.
29:24 σινδόνας ἐϖοίησεν ϗ ἀϖέδοτο, ϖεϱιζώματα δὲ τοῖς Χαναναίοις.
29:25 ϛόμα αὐτῆς διήνοιξεν ϖϱοσεχόντως ϗ ἐννόμως ϗ τάξιν ἐϛείλατο τῇ γλώσσῃ αὐτῆς.
29:26 ἰσχὺν ϗ εὐϖϱέϖειαν ἐνεδύσατο ϗ εὐφϱάνϑη ἐν ἡμέϱαις ἐσχάταις.
29:27 ϛεγναὶ διατϱιϐαὶ οἴϰων αὐτῆς, σῖτα δὲ ὀϰνηϱὰ ȣ̓ϰ ἔφαγεν.
29:28 τὸ ϛόμα δὲ ἀνοίγει σοφῶς ϗ νομοϑέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέϛησεν τὰ τέϰνα αὐτῆς, ϗ ἐ ϖλȣ́τησαν, ϗ ὁ ἀνὴϱ αὐτῆς ᾔνεσεν αὐτήν
29:29 Πολλαὶ ϑυγατέϱες ἐϰτήσαντο ϖλȣ̃τον, ϖολλαὶ ἐϖοίησαν δυνατά, σὺ δὲ ὑϖέϱϰεισαι ϗ ὑϖεϱῆϱας ϖάσας.
29:30 ψευδεῖς ἀϱέσϰειαι ϗ μάταιον ϰάλλος γυναιϰός· γυνὴ γὰϱ συνετὴ εὐλογεῖται, φόϐον δὲ ϰυϱίȣ αὕτη αἰνείτω.
29:31 δότε αὐτῇ ἀϖὸ ϰαϱϖῶν χειϱῶν αὐτῆς, ϗ αἰνείσϑω ἐν ϖύλαις ὁ ἀνὴϱ αὐτῆς.