Σοφία Ἰησȣ̃ τȣ̃ Σιϱὰχ.
0:1 Πολλῶν ϗ μεγάλων ἡμῖν διὰ τȣ̃ νόμȣ ϗ τῶν ϖϱοφητῶν
0:2 ϗ τῶν ἄλλων τῶν ϰατ’ αὐτȣ̀ς ἠϰολȣϑηϰότων δεδο μένων,
0:3 ὑϖὲϱ ὧν δέον ἐϛὶν ἐϖαινεῖν τὸν Ισϱαηλ ϖαιδείας ϗ σοφίας,
0:4 ϗ ὡς ȣ̓ μόνον αὐτȣ̀ς τȣ̀ς ἀναγινώσϰοντας δέον ἐϛὶν ἐϖιϛήμονας γίνεσϑαι,
0:5 ἀλλὰ ϗ τοῖς ἐϰτὸς δύνασϑαι τȣ̀ς φιλομαϑȣ̃ντας χϱη σίμȣς εἶναι
0:6 ϗ λέγοντας ϗ γϱάφοντας,
0:7 ὁ ϖάϖϖος μȣ Ἰησȣ̃ς ἐϖὶ ϖλεῖον ἑαυτὸν δȣ̀ς
0:8 εἴς τε τὴν τȣ̃ νόμȣ
0:9 ϗ τῶν ϖϱοφητῶν
0:10 ϗ τῶν ἄλλων ϖατϱίων ϐιϐλίων ἀνάγνωσιν
0:11 ϗ ἐν τȣ́τοις ἱϰανὴν ἕξιν ϖεϱιϖοιησάμενος
0:12 ϖϱοήχϑη ϗ αὐτὸς συγγϱάψαι τι τῶν εἰς ϖαιδείαν ϗ σοφίαν ἀνηϰόντων,
0:13 ὅϖως οἱ φιλομαϑεῖς ϗ τȣ́των ἔνοχοι γενόμενοι
0:14 ϖολλῷ μᾶλλον ἐϖιϖϱοσϑῶσιν διὰ τῆς ἐννόμȣ ϐιώσεως.
0:15 Παϱαϰέϰλησϑε ȣ̓͂ν
0:16 μετ’ εὐνοίας ϗ ϖϱοσοχῆς
0:17 τὴν ἀνάγνωσιν ϖοιεῖσϑαι
0:18 ϗ συγγνώμην ἔχειν
0:19 ἐφ’ οἷς ἂν δοϰῶμεν
0:20 τῶν ϰατὰ τὴν ἑϱμηνείαν ϖεφιλοϖονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν·
0:21 ȣ̓ γὰϱ ἰσοδυναμεῖ
0:22 αὐτὰ ἐν ἑαυτοῖς Εϐϱαιϛὶ λεγόμενα ϗ ὅταν μεταχϑῇ εἰς ἑτέϱαν γλῶσσαν·
0:23 ȣ̓ μόνον δὲ ταῦτα,
0:24 ἀλλὰ ϗ αὐτὸς ὁ νόμος ϗ αἱ ϖϱοφητεῖαι
0:25 ϗ τὰ λοιϖὰ τῶν ϐιϐλίων
0:26 ȣ̓ μιϰϱὰν ἔχει τὴν διαφοϱὰν ἐν ἑαυτοῖς λεγόμενα.
0:27 Ἐν γὰϱ τῷ ὀγδόῳ ϗ τϱιαϰοϛῷ ἔτει ἐϖὶ τȣ̃ Εὐεϱγέτȣ ϐασιλέως
0:28 ϖαϱαγενηϑεὶς εἰς Αἴγυϖτον ϗ συγχϱονίσας
0:29 εὑϱὼν ȣ̓ μιϰϱᾶς ϖαιδείας ἀφόμοιον
0:30 ἀναγϰαιότατον ἐϑέμην ϗ αὐτός τινα ϖϱοσενέγϰασϑαι σϖȣ δὴν ϗ φιλοϖονίαν τȣ̃ μεϑεϱμηνεῦσαι τήνδε τὴν ϐίϐλον
0:31 ϖολλὴν ἀγϱυϖνίαν ϗ ἐϖιϛήμην ϖϱοσενεγϰάμενος
0:32 ἐν τῷ διαϛήματι τȣ̃ χϱόνȣ
0:33 ϖϱὸς τὸ ἐϖὶ ϖέϱας ἀγαγόντα τὸ ϐιϐλίον ἐϰδόσϑαι
0:34 ϗ τοῖς ἐν τῇ ϖαϱοιϰίᾳ ϐȣλομένοις φιλομαϑεῖν
0:35 ϖϱοϰατασϰευαζομένȣς τὰ ἤϑη
0:36 ἐννόμως ϐιοτεύειν.
1:1 Πᾶσα σοφία ϖαϱὰ ϰυϱίȣ ϗ μετ’ αὐτȣ̃ ἐϛιν εἰς τὸν αἰῶνα.
1:2 ἄμμον ϑαλασσῶν ϗ ϛαγόνας ὑετȣ̃ ϗ ἡμέϱας αἰῶνος τίς ἐξαϱιϑμήσει;
1:3 ὕψος ȣ̓ϱανȣ̃ ϗ ϖλάτος γῆς ϗ ἄϐυσσον ϗ σοφίαν τίς ἐξιχνιάσει;
1:4 ϖϱοτέϱα ϖάντων ἔϰτιϛαι σοφία ϗ σύνεσις φϱονήσεως ἐξ αἰῶνος.
1:6 ῥίζα σοφίας τίνι ἀϖεϰαλύφϑη; ϗ τὰ ϖανȣϱγεύματα αὐτῆς τίς ἔγνω;
1:8 εἷς ἐϛιν σοφός, φοϐεϱὸς σφόδϱα, ϰαϑήμενος ἐϖὶ τȣ̃ ϑϱόνȣ αὐτȣ̃.
1:9 ϰύϱιος αὐτὸς ἔϰτισεν αὐτὴν ϗ εἶδεν ϗ ἐξηϱίϑμησεν αὐτὴν ϗ ἐξέχεεν αὐτὴν ἐϖὶ ϖάντα τὰ ἔϱγα αὐτȣ̃,
1:10 μετὰ ϖάσης σαϱϰὸς ϰατὰ τὴν δόσιν αὐτȣ̃, ϗ ἐχοϱήγησεν αὐτὴν τοῖς ἀγαϖῶσιν αὐτόν.
1:11 Φόϐος ϰυϱίȣ δόξα ϗ ϰαύχημα ϗ εὐφϱοσύνη ϗ ϛέφανος ἀγαλλιάματος.
1:12 φόϐος ϰυϱίȣ τέϱψει ϰαϱδίαν ϗ δώσει εὐφϱοσύνην ϗ χαϱὰν ϗ μαϰϱοημέϱευσιν.
1:13 τῷ φοϐȣμένῳ τὸν ϰύϱιον εὖ ἔϛαι ἐϖ’ ἐσχάτων, ϗ ἐν ἡμέϱᾳ τελευτῆς αὐτȣ̃ εὐλογηϑήσεται.
1:14 Ἀϱχὴ σοφίας φοϐεῖσϑαι τὸν ϰύϱιον, ϗ μετὰ ϖιϛῶν ἐν μήτϱᾳ συνεϰτίσϑη αὐτοῖς.
1:15 μετὰ ἀνϑϱώϖων ϑεμέλιον αἰῶνος ἐνόσσευσεν ϗ μετὰ τȣ̃ σϖέϱματος αὐτῶν ἐμϖιϛευϑήσεται.
1:16 ϖλησμονὴ σοφίας φοϐεῖσϑαι τὸν ϰύϱιον ϗ μεϑύσϰει αὐτȣ̀ς ἀϖὸ τῶν ϰαϱϖῶν αὐτῆς·
1:17 ϖάντα τὸν οἶϰον αὐτῶν ἐμϖλήσει ἐϖιϑυμημάτων ϗ τὰ ἀϖοδοχεῖα ἀϖὸ τῶν γενημάτων αὐτῆς.
1:18 ϛέφανος σοφίας φόϐος ϰυϱίȣ ἀναϑάλλων εἰϱήνην ϗ ὑγίειαν ἰάσεως.
1:19 ϗ εἶδεν ϗ ἐξηϱίϑμησεν αὐτήν, ἐϖιϛήμην ϗ γνῶσιν συνέσεως ἐξώμϐϱησεν ϗ δόξαν ϰϱατȣ́ντων αὐτῆς ἀνύψωσεν.
1:20 ῥίζα σοφίας φοϐεῖσϑαι τὸν ϰύϱιον, ϗ οἱ ϰλάδοι αὐτῆς μαϰϱοημέϱευσις.
1:22 Ȣ̓ δυνήσεται ϑυμὸς ἄδιϰος διϰαιωϑῆναι· ἡ γὰϱ ῥοϖὴ τȣ̃ ϑυμȣ̃ αὐτȣ̃ ϖτῶσις αὐτῷ.
1:23 ἕως ϰαιϱȣ̃ ἀνϑέξεται μαϰϱόϑυμος, ϗ ὕϛεϱον αὐτῷ ἀναδώσει εὐφϱοσύνη·
1:24 ἕως ϰαιϱȣ̃ ϰϱύψει τȣ̀ς λόγȣς αὐτȣ̃, ϗ χείλη ϖολλῶν ἐϰδιηγήσεται σύνεσιν αὐτȣ̃.
1:25 Ἐν ϑησαυϱοῖς σοφίας ϖαϱαϐολαὶ ἐϖιϛήμης, ϐδέλυγμα δὲ ἁμαϱτωλῷ ϑεοσέϐεια.
1:26 ἐϖιϑυμήσας σοφίαν διατήϱησον ἐντολάς, ϗ ϰύϱιος χοϱηγήσει σοι αὐτήν.
1:27 σοφία γὰϱ ϗ ϖαιδεία φόϐος ϰυϱίȣ, ϗ ἡ εὐδοϰία αὐτȣ̃ ϖίϛις ϗ ϖϱαότης.
1:28 μὴ ἀϖειϑήσῃς φόϐῳ ϰυϱίȣ ϗ μὴ ϖϱοσέλϑῃς αὐτῷ ἐν ϰαϱδίᾳ δισσῇ.
1:29 μὴ ὑϖοϰϱιϑῇς ἐν ϛόμασιν ἀνϑϱώϖων ϗ ἐν τοῖς χείλεσίν σȣ ϖϱόσεχε.
1:30 μὴ ἐξύψȣ σεαυτόν, ἵνα μὴ ϖέσῃς ϗ ἐϖαγάγῃς τῇ ψυχῇ σȣ ἀτιμίαν, ϗ ἀϖοϰαλύψει ϰύϱιος τὰ ϰϱυϖτά σȣ ϗ ἐν μέσῳ συναγωγῆς ϰαταϐαλεῖ σε, ὅτι ȣ̓ ϖϱοσῆλϑες φόϐῳ ϰυϱίȣ ϗ ἡ ϰαϱδία σȣ ϖλήϱης δόλȣ.
2:1 Τέϰνον, εἰ ϖϱοσέϱχῃ δȣλεύειν ϰυϱίῳ, ἑτοίμασον τὴν ψυχήν σȣ εἰς ϖειϱασμόν·
2:2 εὔϑυνον τὴν ϰαϱδίαν σȣ ϗ ϰαϱτέϱησον ϗ μὴ σϖεύσῃς ἐν ϰαιϱῷ ἐϖαγωγῆς·
2:3 ϰολλήϑητι αὐτῷ ϗ μὴ ἀϖοϛῇς, ἵνα αὐξηϑῇς ἐϖ’ ἐσχάτων σȣ.
2:4 ϖᾶν, ὃ ἐὰν ἐϖαχϑῇ σοι, δέξαι ϗ ἐν ἀλλάγμασιν ταϖεινώσεώς σȣ μαϰϱοϑύμησον·
2:5 ὅτι ἐν ϖυϱὶ δοϰιμάζεται χϱυσὸς ϗ ἄνϑϱωϖοι δεϰτοὶ ἐν ϰαμίνῳ ταϖεινώσεως.
2:6 ϖίϛευσον αὐτῷ, ϗ ἀντιλήμψεταί σȣ· εὔϑυνον τὰς ὁδȣ́ς σȣ ϗ ἔλϖισον ἐϖ’ αὐτόν.
2:7 Οἱ φοϐȣ́μενοι τὸν ϰύϱιον, ἀναμείνατε τὸ ἔλεος αὐτȣ̃ ϗ μὴ ἐϰϰλίνητε, ἵνα μὴ ϖέσητε.
2:8 οἱ φοϐȣ́μενοι ϰύϱιον, ϖιϛεύσατε αὐτῷ, ϗ ȣ̓ μὴ ϖταίσῃ ὁ μισϑὸς ὑμῶν.
2:9 οἱ φοϐȣ́μενοι ϰύϱιον, ἐλϖίσατε εἰς ἀγαϑὰ ϗ εἰς εὐφϱοσύνην αἰῶνος ϗ ἔλεος.
2:10 ἐμϐλέψατε εἰς ἀϱχαίας γενεὰς ϗ ἴδετε· τίς ἐνεϖίϛευσεν ϰυϱίῳ ϗ ϰατῃσχύνϑη; ἢ τίς ἐνέμεινεν τῷ φόϐῳ αὐτȣ̃ ϗ ἐγϰατελείφϑη; ἢ τίς ἐϖεϰαλέσατο αὐτόν, ϗ ὑϖεϱεῖδεν αὐτόν;
2:11 διότι οἰϰτίϱμων ϗ ἐλεήμων ὁ ϰύϱιος ϗ ἀφίησιν ἁμαϱτίας ϗ σῴζει ἐν ϰαιϱῷ ϑλίψεως.
2:12 Ȣ̓αὶ ϰαϱδίαις δειλαῖς ϗ χεϱσὶν ϖαϱειμέναις ϗ ἁμαϱτωλῷ ἐϖιϐαίνοντι ἐϖὶ δύο τϱίϐȣς.
2:13 ȣ̓αὶ ϰαϱδίᾳ ϖαϱειμένῃ, ὅτι ȣ̓ ϖιϛεύει· διὰ τȣ̃το ȣ̓ σϰεϖασϑήσεται.
2:14 ȣ̓αὶ ὑμῖν τοῖς ἀϖολωλεϰόσιν τὴν ὑϖομονήν· ϗ τί ϖοιήσετε ὅταν ἐϖισϰέϖτηται ὁ ϰύϱιος;
2:15 οἱ φοϐȣ́μενοι ϰύϱιον ȣ̓ϰ ἀϖειϑήσȣσιν ῥημάτων αὐτȣ̃, ϗ οἱ ἀγαϖῶντες αὐτὸν συντηϱήσȣσιν τὰς ὁδȣ̀ς αὐτȣ̃.
2:16 οἱ φοϐȣ́μενοι ϰύϱιον ζητήσȣσιν εὐδοϰίαν αὐτȣ̃, ϗ οἱ ἀγαϖῶντες αὐτὸν ἐμϖλησϑήσονται τȣ̃ νόμȣ.
2:17 οἱ φοϐȣ́μενοι ϰύϱιον ἑτοιμάσȣσιν ϰαϱδίας αὐτῶν ϗ ἐνώϖιον αὐτȣ̃ ταϖεινώσȣσιν τὰς ψυχὰς αὐτῶν.
2:18 ἐμϖεσȣ́μεϑα εἰς χεῖϱας ϰυϱίȣ ϗ ȣ̓ϰ εἰς χεῖϱας ἀνϑϱώϖων· ὡς γὰϱ ἡ μεγαλωσύνη αὐτȣ̃, ȣ̔́τως ϗ τὸ ἔλεος αὐτȣ̃.
3:1 Ἐμȣ̃ τȣ̃ ϖατϱὸς ἀϰȣ́σατε, τέϰνα, ϗ ȣ̔́τως ϖοιήσατε, ἵνα σωϑῆτε·
3:2 ὁ γὰϱ ϰύϱιος ἐδόξασεν ϖατέϱα ἐϖὶ τέϰνοις ϗ ϰϱίσιν μητϱὸς ἐϛεϱέωσεν ἐφ’ υἱοῖς.
3:3 ὁ τιμῶν ϖατέϱα ἐξιλάσϰεται ἁμαϱτίας,
3:4 ϗ ὡς ὁ ἀϖοϑησαυϱίζων ὁ δοξάζων μητέϱα αὐτȣ̃.
3:5 ὁ τιμῶν ϖατέϱα εὐφϱανϑήσεται ὑϖὸ τέϰνων ϗ ἐν ἡμέϱᾳ ϖϱοσευχῆς αὐτȣ̃ εἰσαϰȣσϑήσεται.
3:6 ὁ δοξάζων ϖατέϱα μαϰϱοημεϱεύσει, ϗ ὁ εἰσαϰȣ́ων ϰυϱίȣ ἀναϖαύσει μητέϱα αὐτȣ̃·
3:7 ϗ ὡς δεσϖόταις δȣλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
3:8 ἐν ἔϱγῳ ϗ λόγῳ τίμα τὸν ϖατέϱα σȣ, ἵνα ἐϖέλϑῃ σοι εὐλογία ϖαϱ’ αὐτȣ̃·
3:9 εὐλογία γὰϱ ϖατϱὸς ϛηϱίζει οἴϰȣς τέϰνων, ϰατάϱα δὲ μητϱὸς ἐϰϱιζοῖ ϑεμέλια.
3:10 μὴ δοξάζȣ ἐν ἀτιμίᾳ ϖατϱός σȣ, ȣ̓ γάϱ ἐϛίν σοι δόξα ϖατϱὸς ἀτιμία·
3:11 ἡ γὰϱ δόξα ἀνϑϱώϖȣ ἐϰ τιμῆς ϖατϱὸς αὐτȣ̃, ϗ ὄνειδος τέϰνοις μήτηϱ ἐν ἀδοξίᾳ.
3:12 τέϰνον, ἀντιλαϐȣ̃ ἐν γήϱᾳ ϖατϱός σȣ ϗ μὴ λυϖήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτȣ̃·
3:13 ϰἂν ἀϖολείϖῃ σύνεσιν, συγγνώμην ἔχε ϗ μὴ ἀτιμάσῃς αὐτὸν ἐν ϖάσῃ ἰσχύι σȣ.
3:14 ἐλεημοσύνη γὰϱ ϖατϱὸς ȣ̓ϰ ἐϖιλησϑήσεται ϗ ἀντὶ ἁμαϱτιῶν ϖϱοσανοιϰοδομηϑήσεταί σοι.
3:15 ἐν ἡμέϱᾳ ϑλίψεώς σȣ ἀναμνησϑήσεταί σȣ· ὡς εὐδία ἐϖὶ ϖαγετῷ, ȣ̔́τως ἀναλυϑήσονταί σȣ αἱ ἁμαϱτίαι.
3:16 ὡς ϐλάσφημος ὁ ἐγϰαταλιϖὼν ϖατέϱα, ϗ ϰεϰατηϱαμένος ὑϖὸ ϰυϱίȣ ὁ ϖαϱοϱγίζων μητέϱα αὐτȣ̃.
3:17 Τέϰνον, ἐν ϖϱαύτητι τὰ ἔϱγα σȣ διέξαγε, ϗ ὑϖὸ ἀνϑϱώϖȣ δεϰτȣ̃ ἀγαϖηϑήσῃ.
3:18 ὅσῳ μέγας εἶ, τοσȣ́τῳ ταϖείνȣ σεαυτόν, ϗ ἔναντι ϰυϱίȣ εὑϱήσεις χάϱιν·
3:20 ὅτι μεγάλη ἡ δυναϛεία τȣ̃ ϰυϱίȣ ϗ ὑϖὸ τῶν ταϖεινῶν δοξάζεται.
3:21 χαλεϖώτεϱά σȣ μὴ ζήτει ϗ ἰσχυϱότεϱά σȣ μὴ ἐξέταζε·
3:22 ἃ ϖϱοσετάγη σοι, ταῦτα διανοȣ̃, ȣ̓ γάϱ ἐϛίν σοι χϱεία τῶν ϰϱυϖτῶν.
3:23 ἐν τοῖς ϖεϱισσοῖς τῶν ἔϱγων σȣ μὴ ϖεϱιεϱγάζȣ· ϖλείονα γὰϱ συνέσεως ἀνϑϱώϖων ὑϖεδείχϑη σοι.
3:24 ϖολλȣ̀ς γὰϱ ἐϖλάνησεν ἡ ὑϖόλημψις αὐτῶν, ϗ ὑϖόνοια ϖονηϱὰ ὠλίσϑησεν διανοίας αὐτῶν.
3:26 ϰαϱδία σϰληϱὰ ϰαϰωϑήσεται ἐϖ’ ἐσχάτων, ϗ ὁ ἀγαϖῶν ϰίνδυνον ἐν αὐτῷ ἀϖολεῖται.
3:27 ϰαϱδία σϰληϱὰ ϐαϱυνϑήσεται ϖόνοις, ϗ ὁ ἁμαϱτωλὸς ϖϱοσϑήσει ἁμαϱτίαν ἐφ’ ἁμαϱτίαις.
3:28 ἐϖαγωγῇ ὑϖεϱηφάνȣ ȣ̓ϰ ἔϛιν ἴασις· φυτὸν γὰϱ ϖονηϱίας ἐϱϱίζωϰεν ἐν αὐτῷ.
3:29 ϰαϱδία συνετȣ̃ διανοηϑήσεται ϖαϱαϐολήν, ϗ ȣ̓͂ς ἀϰϱοατȣ̃ ἐϖιϑυμία σοφȣ̃.
3:30 ϖῦϱ φλογιζόμενον ἀϖοσϐέσει ὕδωϱ, ϗ ἐλεημοσύνη ἐξιλάσεται ἁμαϱτίας.
3:31 ὁ ἀνταϖοδιδȣ̀ς χάϱιτας μέμνηται εἰς τὰ μετὰ ταῦτα ϗ ἐν ϰαιϱῷ ϖτώσεως αὐτȣ̃ εὑϱήσει ϛήϱιγμα.
4:1 Τέϰνον, τὴν ζωὴν τȣ̃ ϖτωχȣ̃ μὴ ἀϖοϛεϱήσῃς ϗ μὴ ϖαϱελϰύσῃς ὀφϑαλμȣ̀ς ἐϖιδεεῖς.
4:2 ψυχὴν ϖεινῶσαν μὴ λυϖήσῃς ϗ μὴ ϖαϱοϱγίσῃς ἄνδϱα ἐν ἀϖοϱίᾳ αὐτȣ̃.
4:3 ϰαϱδίαν ϖαϱωϱγισμένην μὴ ϖϱοϛαϱάξῃς ϗ μὴ ϖαϱελϰύσῃς δόσιν ϖϱοσδεομένȣ.
4:4 ἱϰέτην ϑλιϐόμενον μὴ ἀϖαναίνȣ ϗ μὴ ἀϖοϛϱέψῃς τὸ ϖϱόσωϖόν σȣ ἀϖὸ ϖτωχȣ̃.
4:5 ἀϖὸ δεομένȣ μὴ ἀϖοϛϱέψῃς ὀφϑαλμὸν ϗ μὴ δῷς τόϖον ἀνϑϱώϖῳ ϰαταϱάσασϑαί σε·
4:6 ϰαταϱωμένȣ γάϱ σε ἐν ϖιϰϱίᾳ ψυχῆς αὐτȣ̃ τῆς δεήσεως αὐτȣ̃ ἐϖαϰȣ́σεται ὁ ϖοιήσας αὐτόν.
4:7 ϖϱοσφιλῆ συναγωγῇ σεαυτὸν ϖοίει ϗ μεγιϛᾶνι ταϖείνȣ τὴν ϰεφαλήν σȣ.
4:8 ϰλῖνον ϖτωχῷ τὸ ȣ̓͂ς σȣ ϗ ἀϖοϰϱίϑητι αὐτῷ εἰϱηνιϰὰ ἐν ϖϱαύτητι.
4:9 ἐξελȣ̃ ἀδιϰȣ́μενον ἐϰ χειϱὸς ἀδιϰȣ̃ντος ϗ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ ϰϱίνειν σε.
4:10 γίνȣ ὀϱφανοῖς ὡς ϖατὴϱ ϗ ἀντὶ ἀνδϱὸς τῇ μητϱὶ αὐτῶν· ϗ ἔσῃ ὡς υἱὸς ὑψίϛȣ, ϗ ἀγαϖήσει σε μᾶλλον ἢ μήτηϱ σȣ.
4:11 Ἡ σοφία υἱȣ̀ς αὐτῆς ἀνύψωσεν ϗ ἐϖιλαμϐάνεται τῶν ζητȣ̃ντων αὐτήν.
4:12 ὁ ἀγαϖῶν αὐτὴν ἀγαϖᾷ ζωήν, ϗ οἱ ὀϱϑϱίζοντες ϖϱὸς αὐτὴν ἐμϖλησϑήσονται εὐφϱοσύνης.
4:13 ὁ ϰϱατῶν αὐτῆς ϰληϱονομήσει δόξαν, ϗ ȣ̔͂ εἰσϖοϱεύεται, εὐλογεῖ ϰύϱιος.
4:14 οἱ λατϱεύοντες αὐτῇ λειτȣϱγήσȣσιν ἁγίῳ, ϗ τȣ̀ς ἀγαϖῶντας αὐτὴν ἀγαϖᾷ ὁ ϰύϱιος.
4:15 ὁ ὑϖαϰȣ́ων αὐτῆς ϰϱινεῖ ἔϑνη, ϗ ὁ ϖϱοσέχων αὐτῇ ϰατασϰηνώσει ϖεϖοιϑώς.
4:16 ἐὰν ἐμϖιϛεύσῃ, ϰαταϰληϱονομήσει αὐτήν, ϗ ἐν ϰατασχέσει ἔσονται αἱ γενεαὶ αὐτȣ̃·
4:17 ὅτι διεϛϱαμμένως ϖοϱεύσεται μετ’ αὐτȣ̃ ἐν ϖϱώτοις, φόϐον ϗ δειλίαν ἐϖάξει ἐϖ’ αὐτὸν ϗ ϐασανίσει αὐτὸν ἐν ϖαιδείᾳ αὐτῆς, ἕως ȣ̔͂ ἐμϖιϛεύσῃ τῇ ψυχῇ αὐτȣ̃, ϗ ϖειϱάσει αὐτὸν ἐν τοῖς διϰαιώμασιν αὐτῆς·
4:18 ϗ ϖάλιν ἐϖανήξει ϰατ’ εὐϑεῖαν ϖϱὸς αὐτὸν ϗ εὐφϱανεῖ αὐτὸν ϗ ἀϖοϰαλύψει αὐτῷ τὰ ϰϱυϖτὰ αὐτῆς.
4:19 ἐὰν ἀϖοϖλανηϑῇ, ἐγϰαταλείψει αὐτὸν ϗ ϖαϱαδώσει αὐτὸν εἰς χεῖϱας ϖτώσεως αὐτȣ̃.
4:20 Συντήϱησον ϰαιϱὸν ϗ φύλαξαι ἀϖὸ ϖονηϱȣ̃ ϗ ϖεϱὶ τῆς ψυχῆς σȣ μὴ αἰσχυνϑῇς·
4:21 ἔϛιν γὰϱ αἰσχύνη ἐϖάγȣσα ἁμαϱτίαν, ϗ ἔϛιν αἰσχύνη δόξα ϗ χάϱις.
4:22 μὴ λάϐῃς ϖϱόσωϖον ϰατὰ τῆς ψυχῆς σȣ ϗ μὴ ἐντϱαϖῇς εἰς ϖτῶσίν σȣ.
4:23 μὴ ϰωλύσῃς λόγον ἐν ϰαιϱῷ χϱείας·
4:24 ἐν γὰϱ λόγῳ γνωσϑήσεται σοφία ϗ ϖαιδεία ἐν ῥήματι γλώσσης.
4:25 μὴ ἀντίλεγε τῇ ἀληϑείᾳ ϗ ϖεϱὶ τῆς ἀϖαιδευσίας σȣ ἐντϱάϖηϑι.
4:26 μὴ αἰσχυνϑῇς ὁμολογῆσαι ἐφ’ ἁμαϱτίαις σȣ ϗ μὴ ϐιάζȣ ῥȣ̃ν ϖοταμȣ̃.
4:27 ϗ μὴ ὑϖοϛϱώσῃς ἀνϑϱώϖῳ μωϱῷ σεαυτὸν ϗ μὴ λάϐῃς ϖϱόσωϖον δυνάϛȣ.
4:28 ἕως ϑανάτȣ ἀγώνισαι ϖεϱὶ τῆς ἀληϑείας, ϗ ϰύϱιος ὁ ϑεὸς ϖολεμήσει ὑϖὲϱ σȣ̃.
4:29 μὴ γίνȣ ϑϱασὺς ἐν γλώσσῃ σȣ ϗ νωϑϱὸς ϗ ϖαϱειμένος ἐν τοῖς ἔϱγοις σȣ.
4:30 μὴ ἴσϑι ὡς λέων ἐν τῷ οἴϰῳ σȣ ϗ φαντασιοϰοϖῶν ἐν τοῖς οἰϰέταις σȣ.
4:31 μὴ ἔϛω ἡ χείϱ σȣ ἐϰτεταμένη εἰς τὸ λαϐεῖν ϗ ἐν τῷ ἀϖοδιδόναι συνεϛαλμένη.
5:1 Μὴ ἔϖεχε ἐϖὶ τοῖς χϱήμασίν σȣ ϗ μὴ εἴϖῃς Αὐτάϱϰη μοί ἐϛιν.
5:2 μὴ ἐξαϰολȣ́ϑει τῇ ψυχῇ σȣ ϗ τῇ ἰσχύι σȣ ϖοϱεύεσϑαι ἐν ἐϖιϑυμίαις ϰαϱδίας σȣ·
5:3 ϗ μὴ εἴϖῃς Τίς με δυναϛεύσει; ὁ γὰϱ ϰύϱιος ἐϰδιϰῶν ἐϰδιϰήσει.
5:4 μὴ εἴϖῃς Ἥμαϱτον, ϗ τί μοι ἐγένετο; ὁ γὰϱ ϰύϱιός ἐϛιν μαϰϱόϑυμος.
5:5 ϖεϱὶ ἐξιλασμȣ̃ μὴ ἄφοϐος γίνȣ ϖϱοσϑεῖναι ἁμαϱτίαν ἐφ’ ἁμαϱτίαις·
5:6 ϗ μὴ εἴϖῃς Ὁ οἰϰτιϱμὸς αὐτȣ̃ ϖολύς, τὸ ϖλῆϑος τῶν ἁμαϱτιῶν μȣ ἐξιλάσεται· ἔλεος γὰϱ ϗ ὀϱγὴ ϖαϱ’ αὐτῷ, ϗ ἐϖὶ ἁμαϱτωλȣ̀ς ϰαταϖαύσει ὁ ϑυμὸς αὐτȣ̃.
5:7 μὴ ἀνάμενε ἐϖιϛϱέψαι ϖϱὸς ϰύϱιον ϗ μὴ ὑϖεϱϐάλλȣ ἡμέϱαν ἐξ ἡμέϱας· ἐξάϖινα γὰϱ ἐξελεύσεται ὀϱγὴ ϰυϱίȣ, ϗ ἐν ϰαιϱῷ ἐϰδιϰήσεως ἐξολῇ.
5:8 Μὴ ἔϖεχε ἐϖὶ χϱήμασιν ἀδίϰοις· ȣ̓δὲν γὰϱ ὠφελήσει σε ἐν ἡμέϱᾳ ἐϖαγωγῆς.
5:9 μὴ λίϰμα ἐν ϖαντὶ ἀνέμῳ ϗ μὴ ϖοϱεύȣ ἐν ϖάσῃ ἀτϱαϖῷ· ȣ̔́τως ὁ ἁμαϱτωλὸς ὁ δίγλωσσος.
5:10 ἴσϑι ἐϛηϱιγμένος ἐν συνέσει σȣ, ϗ εἷς ἔϛω σȣ ὁ λόγος.
5:11 Γίνȣ ταχὺς ἐν ἀϰϱοάσει σȣ ϗ ἐν μαϰϱοϑυμίᾳ φϑέγγȣ ἀϖόϰϱισιν.
5:12 εἰ ἔϛιν σοι σύνεσις, ἀϖοϰϱίϑητι τῷ ϖλησίον· εἰ δὲ μή, ἡ χείϱ σȣ ἔϛω ἐϖὶ τῷ ϛόματί σȣ.
5:13 δόξα ϗ ἀτιμία ἐν λαλιᾷ, ϗ γλῶσσα ἀνϑϱώϖȣ ϖτῶσις αὐτῷ.
5:14 Μὴ ϰληϑῇς ψίϑυϱος ϗ τῇ γλώσσῃ σȣ μὴ ἐνέδϱευε ἐϖὶ γὰϱ τῷ ϰλέϖτῃ ἐϛὶν αἰσχύνη ϗ ϰατάγνωσις ϖονηϱὰ ἐϖὶ διγλώσσȣ.
5:15 ἐν μεγάλῳ ϗ ἐν μιϰϱῷ μὴ ἀγνόει ϗ ἀντὶ φίλȣ μὴ γίνȣ ἐχϑϱός· ὄνομα γὰϱ ϖονηϱὸν αἰσχύνην ϗ ὄνειδος ϰληϱονομήσει· ȣ̔́τως ὁ ἁμαϱτωλὸς ὁ δίγλωσσος.
5:2 Μὴ ἐϖάϱῃς σεαυτὸν ἐν ϐȣλῇ ψυχῆς σȣ, ἵνα μὴ διαϱϖαγῇ ὡς ταῦϱος ἡ ψυχή σȣ·
5:3 τὰ φύλλα σȣ ϰαταφάγεσαι ϗ τȣ̀ς ϰαϱϖȣ́ς σȣ ἀϖολέσεις ϗ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηϱόν.
5:4 ψυχὴ ϖονηϱὰ ἀϖολεῖ τὸν ϰτησάμενον αὐτὴν ϗ ἐϖίχαϱμα ἐχϑϱῶν ϖοιήσει αὐτόν.
5:5 Λάϱυγξ γλυϰὺς ϖληϑυνεῖ φίλȣς αὐτȣ̃, ϗ γλῶσσα εὔλαλος ϖληϑυνεῖ εὐϖϱοσήγοϱα.
5:6 οἱ εἰϱηνεύοντές σοι ἔϛωσαν ϖολλοί, οἱ δὲ σύμϐȣλοί σȣ εἷς ἀϖὸ χιλίων.
5:7 εἰ ϰτᾶσαι φίλον, ἐν ϖειϱασμῷ ϰτῆσαι αὐτὸν ϗ μὴ ταχὺ ἐμϖιϛεύσῃς αὐτῷ.
5:8 ἔϛιν γὰϱ φίλος ἐν ϰαιϱῷ αὐτȣ̃ ϗ ȣ̓ μὴ ϖαϱαμείνῃ ἐν ἡμέϱᾳ ϑλίψεώς σȣ.
5:9 ϗ ἔϛιν φίλος μετατιϑέμενος εἰς ἔχϑϱαν ϗ μάχην ὀνειδισμȣ̃ σȣ ἀϖοϰαλύψει.
5:10 ϗ ἔϛιν φίλος ϰοινωνὸς τϱαϖεζῶν ϗ ȣ̓ μὴ ϖαϱαμείνῃ ἐν ἡμέϱᾳ ϑλίψεώς σȣ·
5:11 ϗ ἐν τοῖς ἀγαϑοῖς σȣ ἔϛαι ὡς σὺ ϗ ἐϖὶ τȣ̀ς οἰϰέτας σȣ ϖαϱϱησιάσεται·
5:12 ἐὰν ταϖεινωϑῇς, ἔϛαι ϰατὰ σȣ̃ ϗ ἀϖὸ τȣ̃ ϖϱοσώϖȣ σȣ ϰϱυϐήσεται.
5:13 ἀϖὸ τῶν ἐχϑϱῶν σȣ διαχωϱίσϑητι ϗ ἀϖὸ τῶν φίλων σȣ ϖϱόσεχε.
5:14 φίλος ϖιϛὸς σϰέϖη ϰϱαταιά, ὁ δὲ εὑϱὼν αὐτὸν εὗϱεν ϑησαυϱόν.
5:15 φίλȣ ϖιϛȣ̃ ȣ̓ϰ ἔϛιν ἀντάλλαγμα, ϗ ȣ̓ϰ ἔϛιν ϛαϑμὸς τῆς ϰαλλονῆς αὐτȣ̃.
5:16 φίλος ϖιϛὸς φάϱμαϰον ζωῆς, ϗ οἱ φοϐȣ́μενοι ϰύϱιον εὑϱήσȣσιν αὐτόν.
5:17 ὁ φοϐȣ́μενος ϰύϱιον εὐϑυνεῖ φιλίαν αὐτȣ̃, ὅτι ϰατ’ αὐτὸν ȣ̔́τως ϗ ὁ ϖλησίον αὐτȣ̃.
5:18 Τέϰνον, ἐϰ νεότητός σȣ ἐϖίλεξαι ϖαιδείαν, ϗ ἕως ϖολιῶν εὑϱήσεις σοφίαν.
5:19 ὡς ὁ ἀϱοτϱιῶν ϗ ὁ σϖείϱων ϖϱόσελϑε αὐτῇ ϗ ἀνάμενε τȣ̀ς ἀγαϑȣ̀ς ϰαϱϖȣ̀ς αὐτῆς· ἐν γὰϱ τῇ ἐϱγασίᾳ αὐτῆς ὀλίγον ϰοϖιάσεις ϗ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς.
5:20 ὡς τϱαχεῖά ἐϛιν σφόδϱα τοῖς ἀϖαιδεύτοις, ϗ ȣ̓ϰ ἐμμενεῖ ἐν αὐτῇ ἀϰάϱδιος·
5:21 ὡς λίϑος δοϰιμασίας ἰσχυϱὸς ἔϛαι ἐϖ’ αὐτῷ, ϗ ȣ̓ χϱονιεῖ ἀϖοϱϱῖψαι αὐτήν.
5:22 σοφία γὰϱ ϰατὰ τὸ ὄνομα αὐτῆς ἐϛιν ϗ ȣ̓ ϖολλοῖς ἐϛιν φανεϱά.
5:23 Ἄϰȣσον, τέϰνον, ϗ ἔϰδεξαι γνώμην μȣ ϗ μὴ ἀϖαναίνȣ τὴν συμϐȣλίαν μȣ·
5:24 ϗ εἰσένεγϰον τȣ̀ς ϖόδας σȣ εἰς τὰς ϖέδας αὐτῆς ϗ εἰς τὸν ϰλοιὸν αὐτῆς τὸν τϱάχηλόν σȣ·
5:25 ὑϖόϑες τὸν ὦμόν σȣ ϗ ϐάϛαξον αὐτὴν ϗ μὴ ϖϱοσοχϑίσῃς τοῖς δεσμοῖς αὐτῆς·
5:26 ἐν ϖάσῃ ψυχῇ σȣ ϖϱόσελϑε αὐτῇ ϗ ἐν ὅλῃ δυνάμει σȣ συντήϱησον τὰς ὁδȣ̀ς αὐτῆς·
5:27 ἐξίχνευσον ϗ ζήτησον, ϗ γνωσϑήσεταί σοι, ϗ ἐγϰϱατὴς γενόμενος μὴ ἀφῇς αὐτήν·
5:28 ἐϖ’ ἐσχάτων γὰϱ εὑϱήσεις τὴν ἀνάϖαυσιν αὐτῆς, ϗ ϛϱαφήσεταί σοι εἰς εὐφϱοσύνην·
5:29 ϗ ἔσονταί σοι αἱ ϖέδαι εἰς σϰέϖην ἰσχύος ϗ οἱ ϰλοιοὶ αὐτῆς εἰς ϛολὴν δόξης.
5:30 ϰόσμος γὰϱ χϱύσεός ἐϛιν ἐϖ’ αὐτῆς, ϗ οἱ δεσμοὶ αὐτῆς ϰλῶσμα ὑαϰίνϑινον·
5:31 ϛολὴν δόξης ἐνδύσῃ αὐτὴν ϗ ϛέφανον ἀγαλλιάματος ϖεϱιϑήσεις σεαυτῷ.
5:32 Ἐὰν ϑέλῃς, τέϰνον, ϖαιδευϑήσῃ, ϗ ἐὰν ἐϖιδῷς τὴν ψυχήν σȣ, ϖανȣ̃ϱγος ἔσῃ·
5:33 ἐὰν ἀγαϖήσῃς ἀϰȣ́ειν, ἐϰδέξῃ, ϗ ἐὰν ϰλίνῃς τὸ ȣ̓͂ς σȣ, σοφὸς ἔσῃ.
5:34 ἐν ϖλήϑει ϖϱεσϐυτέϱων ϛῆϑι· ϗ τίς σοφός; αὐτῷ ϖϱοσϰολλήϑητι.
5:35 ϖᾶσαν διήγησιν ϑείαν ϑέλε ἀϰϱοᾶσϑαι, ϗ ϖαϱοιμίαι συνέσεως μὴ ἐϰφευγέτωσάν σε.
5:36 ἐὰν ἴδῃς συνετόν, ὄϱϑϱιζε ϖϱὸς αὐτόν, ϗ ϐαϑμȣ̀ς ϑυϱῶν αὐτȣ̃ ἐϰτϱιϐέτω ὁ ϖȣ́ς σȣ.
5:37 διανοȣ̃ ἐν τοῖς ϖϱοϛάγμασιν ϰυϱίȣ ϗ ἐν ταῖς ἐντολαῖς αὐτȣ̃ μελέτα διὰ ϖαντός· αὐτὸς ϛηϱιεῖ τὴν ϰαϱδίαν σȣ, ϗ ἡ ἐϖιϑυμία τῆς σοφίας δοϑήσεταί σοι.
7:1 Μὴ ϖοίει ϰαϰά, ϗ ȣ̓ μή σε ϰαταλάϐῃ ϰαϰόν·
7:2 ἀϖόϛηϑι ἀϖὸ ἀδίϰȣ, ϗ ἐϰϰλινεῖ ἀϖὸ σȣ̃.
7:3 υἱέ, μὴ σϖεῖϱε ἐϖ’ αὔλαϰας ἀδιϰίας, ϗ ȣ̓ μὴ ϑεϱίσῃς αὐτὰ ἑϖταϖλασίως.
7:4 μὴ ζήτει ϖαϱὰ ϰυϱίȣ ἡγεμονίαν μηδὲ ϖαϱὰ ϐασιλέως ϰαϑέδϱαν δόξης.
7:5 μὴ διϰαιȣ̃ ἔναντι ϰυϱίȣ ϗ ϖαϱὰ ϐασιλεῖ μὴ σοφίζȣ.
7:6 μὴ ζήτει γενέσϑαι ϰϱιτής, μὴ ȣ̓ϰ ἰσχύσεις ἐξᾶϱαι ἀδιϰίας, μήϖοτε εὐλαϐηϑῇς ἀϖὸ ϖϱοσώϖȣ δυνάϛȣ ϗ ϑήσεις σϰάνδαλον ἐν εὐϑύτητί σȣ.
7:7 μὴ ἁμάϱτανε εἰς ϖλῆϑος ϖόλεως ϗ μὴ ϰαταϐάλῃς σεαυτὸν ἐν ὄχλῳ.
7:8 μὴ ϰαταδεσμεύσῃς δὶς ἁμαϱτίαν· ἐν γὰϱ τῇ μιᾷ ȣ̓ϰ ἀϑῷος ἔσῃ.
7:9 μὴ εἴϖῃς Τῷ ϖλήϑει τῶν δώϱων μȣ ἐϖόψεται ϗ ἐν τῷ ϖϱοσενέγϰαι με ϑεῷ ὑψίϛῳ ϖϱοσδέξεται.
7:10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ ϖϱοσευχῇ σȣ ϗ ἐλεημοσύνην ϖοιῆσαι μὴ ϖαϱίδῃς.
7:11 μὴ ϰαταγέλα ἄνϑϱωϖον ὄντα ἐν ϖιϰϱίᾳ ψυχῆς αὐτȣ̃· ἔϛιν γὰϱ ὁ ταϖεινῶν ϗ ἀνυψῶν.
7:12 μὴ ἀϱοτϱία ψεῦδος ἐϖ’ ἀδελφῷ σȣ μηδὲ φίλῳ τὸ ὅμοιον ϖοίει.
7:13 μὴ ϑέλε ψεύδεσϑαι ϖᾶν ψεῦδος· ὁ γὰϱ ἐνδελεχισμὸς αὐτȣ̃ ȣ̓ϰ εἰς ἀγαϑόν.
7:14 μὴ ἀδολέσχει ἐν ϖλήϑει ϖϱεσϐυτέϱων ϗ μὴ δευτεϱώσῃς λόγον ἐν ϖϱοσευχῇ σȣ.
7:15 μὴ μισήσῃς ἐϖίϖονον ἐϱγασίαν ϗ γεωϱγίαν ὑϖὸ ὑψίϛȣ ἐϰτισμένην.
7:16 μὴ ϖϱοσλογίζȣ σεαυτὸν ἐν ϖλήϑει ἁμαϱτωλῶν· μνήσϑητι ὅτι ὀϱγὴ ȣ̓ χϱονιεῖ.
7:17 ταϖείνωσον σφόδϱα τὴν ψυχήν σȣ, ὅτι ἐϰδίϰησις ἀσεϐȣ̃ς ϖῦϱ ϗ σϰώληξ.
7:18 Μὴ ἀλλάξῃς φίλον ἕνεϰεν διαφόϱȣ μηδὲ ἀδελφὸν γνήσιον ἐν χϱυσίῳ Σȣφιϱ.
7:19 μὴ ἀϛόχει γυναιϰὸς σοφῆς ϗ ἀγαϑῆς· ἡ γὰϱ χάϱις αὐτῆς ὑϖὲϱ τὸ χϱυσίον.
7:20 μὴ ϰαϰώσῃς οἰϰέτην ἐϱγαζόμενον ἐν ἀληϑείᾳ μηδὲ μίσϑιον διδόντα τὴν ψυχὴν αὐτȣ̃·
7:21 οἰϰέτην συνετὸν ἀγαϖάτω σȣ ἡ ψυχή, μὴ ϛεϱήσῃς αὐτὸν ἐλευϑεϱίας.
7:22 ϰτήνη σοί ἐϛιν; ἐϖισϰέϖτȣ αὐτά· ϗ εἰ ἔϛιν σοι χϱήσιμα, ἐμμενέτω σοι.
7:23 τέϰνα σοί ἐϛιν; ϖαίδευσον αὐτὰ ϗ ϰάμψον ἐϰ νεότητος τὸν τϱάχηλον αὐτῶν.
7:24 ϑυγατέϱες σοί εἰσιν; ϖϱόσεχε τῷ σώματι αὐτῶν ϗ μὴ ἱλαϱώσῃς ϖϱὸς αὐτὰς τὸ ϖϱόσωϖόν σȣ.
7:25 ἔϰδȣ ϑυγατέϱα, ϗ ἔσῃ τετελεϰὼς ἔϱγον μέγα, ϗ ἀνδϱὶ συνετῷ δώϱησαι αὐτήν.
7:26 γυνή σοί ἐϛιν ϰατὰ ψυχήν; μὴ ἐϰϐάλῃς αὐτήν· ϗ μισȣμένῃ μὴ ἐμϖιϛεύσῃς σεαυτόν.
7:27 Ἐν ὅλῃ ϰαϱδίᾳ σȣ δόξασον τὸν ϖατέϱα σȣ ϗ μητϱὸς ὠδῖνας μὴ ἐϖιλάϑῃ·
7:28 μνήσϑητι ὅτι δι’ αὐτῶν ἐγεννήϑης, ϗ τί ἀνταϖοδώσεις αὐτοῖς ϰαϑὼς αὐτοὶ σοί;
7:29 ἐν ὅλῃ ψυχῇ σȣ εὐλαϐȣ̃ τὸν ϰύϱιον ϗ τȣ̀ς ἱεϱεῖς αὐτȣ̃ ϑαύμαζε.
7:30 ἐν ὅλῃ δυνάμει ἀγάϖησον τὸν ϖοιήσαντά σε ϗ τȣ̀ς λειτȣϱγȣ̀ς αὐτȣ̃ μὴ ἐγϰαταλίϖῃς.
7:31 φοϐȣ̃ τὸν ϰύϱιον ϗ δόξασον ἱεϱέα ϗ δὸς τὴν μεϱίδα αὐτῷ, ϰαϑὼς ἐντέταλταί σοι, ἀϖαϱχὴν ϗ ϖεϱὶ ϖλημμελείας ϗ δόσιν ϐϱαχιόνων ϗ ϑυσίαν ἁγιασμȣ̃ ϗ ἀϖαϱχὴν ἁγίων.
7:32 Ϗ ϖτωχῷ ἔϰτεινον τὴν χεῖϱά σȣ, ἵνα τελειωϑῇ ἡ εὐλογία σȣ.
7:33 χάϱις δόματος ἔναντι ϖαντὸς ζῶντος, ϗ ἐϖὶ νεϰϱῷ μὴ ἀϖοϰωλύσῃς χάϱιν.
7:34 μὴ ὑϛέϱει ἀϖὸ ϰλαιόντων ϗ μετὰ ϖενϑȣ́ντων ϖένϑησον.
7:35 μὴ ὄϰνει ἐϖισϰέϖτεσϑαι ἄϱϱωϛον ἄνϑϱωϖον· ἐϰ γὰϱ τῶν τοιȣ́των ἀγαϖηϑήσῃ.
7:36 ἐν ϖᾶσι τοῖς λόγοις σȣ μιμνῄσϰȣ τὰ ἔσχατά σȣ, ϗ εἰς τὸν αἰῶνα ȣ̓χ ἁμαϱτήσεις.
8:1 Μὴ διαμάχȣ μετὰ ἀνϑϱώϖȣ δυνάϛȣ, μήϖοτε ἐμϖέσῃς εἰς τὰς χεῖϱας αὐτȣ̃.
8:2 μὴ ἔϱιζε μετὰ ἀνϑϱώϖȣ ϖλȣσίȣ, μήϖοτε ἀντιϛήσῃ σȣ τὴν ὁλϰήν· ϖολλȣ̀ς γὰϱ ἀϖώλεσεν τὸ χϱυσίον ϗ ϰαϱδίας ϐασιλέων ἐξέϰλινεν.
8:3 μὴ διαμάχȣ μετὰ ἀνϑϱώϖȣ γλωσσώδȣς ϗ μὴ ἐϖιϛοιϐάσῃς ἐϖὶ τὸ ϖῦϱ αὐτȣ̃ ξύλα.
8:4 μὴ ϖϱόσϖαιζε ἀϖαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ ϖϱόγονοί σȣ.
8:5 μὴ ὀνείδιζε ἄνϑϱωϖον ἀϖοϛϱέφοντα ἀϖὸ ἁμαϱτίας· μνήσϑητι ὅτι ϖάντες ἐσμὲν ἐν ἐϖιτίμοις.
8:6 μὴ ἀτιμάσῃς ἄνϑϱωϖον ἐν γήϱᾳ αὐτȣ̃· ϗ γὰϱ ἐξ ἡμῶν γηϱάσϰȣσιν.
8:7 μὴ ἐϖίχαιϱε ἐϖὶ νεϰϱῷ· μνήσϑητι ὅτι ϖάντες τελευτῶμεν.
8:8 μὴ ϖαϱίδῃς διήγημα σοφῶν ϗ ἐν ταῖς ϖαϱοιμίαις αὐτῶν ἀναϛϱέφȣ· ὅτι ϖαϱ’ αὐτῶν μαϑήσῃ ϖαιδείαν ϗ λειτȣϱγῆσαι μεγιϛᾶσιν.
8:9 μὴ ἀϛόχει διηγήματος γεϱόντων, ϗ γὰϱ αὐτοὶ ἔμαϑον ϖαϱὰ τῶν ϖατέϱων αὐτῶν· ὅτι ϖαϱ’ αὐτῶν μαϑήσῃ σύνεσιν ϗ ἐν ϰαιϱῷ χϱείας δȣ̃ναι ἀϖόϰϱισιν.
8:10 μὴ ἔϰϰαιε ἄνϑϱαϰας ἁμαϱτωλȣ̃, μὴ ἐμϖυϱισϑῇς ἐν ϖυϱὶ φλογὸς αὐτȣ̃.
8:11 μὴ ἐξαναϛῇς ἀϖὸ ϖϱοσώϖȣ ὑϐϱιϛȣ̃, ἵνα μὴ ἐγϰαϑίσῃ ὡς ἔνεδϱον τῷ ϛόματί σȣ.
8:12 μὴ δανείσῃς ἀνϑϱώϖῳ ἰσχυϱοτέϱῳ σȣ· ϗ ἐὰν δανείσῃς, ὡς ἀϖολωλεϰὼς γίνȣ.
8:13 μὴ ἐγγυήσῃ ὑϖὲϱ δύναμίν σȣ· ϗ ἐὰν ἐγγυήσῃ, ὡς ἀϖοτείσων φϱόντιζε.
8:14 μὴ διϰάζȣ μετὰ ϰϱιτȣ̃· ϰατὰ γὰϱ τὴν δόξαν αὐτȣ̃ ϰϱινȣ̃σιν αὐτῷ.
8:15 μετὰ τολμηϱȣ̃ μὴ ϖοϱεύȣ ἐν ὁδῷ, ἵνα μὴ ϐαϱύνηται ϰατὰ σȣ̃· αὐτὸς γὰϱ ϰατὰ τὸ ϑέλημα αὐτȣ̃ ϖοιήσει, ϗ τῇ ἀφϱοσύνῃ αὐτȣ̃ συναϖολῇ.
8:16 μετὰ ϑυμώδȣς μὴ ϖοιήσῃς μάχην ϗ μὴ διαϖοϱεύȣ μετ’ αὐτȣ̃ τὴν ἔϱημον· ὅτι ὡς ȣ̓δὲν ἐν ὀφϑαλμοῖς αὐτȣ̃ αἷμα, ϗ ὅϖȣ ȣ̓ϰ ἔϛιν ϐοήϑεια, ϰαταϐαλεῖ σε.
8:17 μετὰ μωϱȣ̃ μὴ συμϐȣλεύȣ· ȣ̓ γὰϱ δυνήσεται λόγον ϛέξαι.
8:18 ἐνώϖιον ἀλλοτϱίȣ μὴ ϖοιήσῃς ϰϱυϖτόν· ȣ̓ γὰϱ γινώσϰεις τί τέξεται.
8:19 ϖαντὶ ἀνϑϱώϖῳ μὴ ἔϰφαινε σὴν ϰαϱδίαν, ϗ μὴ ἀναφεϱέτω σοι χάϱιν.
9:1 Μὴ ζήλȣ γυναῖϰα τȣ̃ ϰόλϖȣ σȣ μηδὲ διδάξῃς ἐϖὶ σεαυτὸν ϖαιδείαν ϖονηϱάν.
9:2 μὴ δῷς γυναιϰὶ τὴν ψυχήν σȣ ἐϖιϐῆναι αὐτὴν ἐϖὶ τὴν ἰσχύν σȣ.
9:3 μὴ ὑϖάντα γυναιϰὶ ἑταιϱιζομένῃ, μήϖοτε ἐμϖέσῃς εἰς τὰς ϖαγίδας αὐτῆς.
9:4 μετὰ ψαλλȣ́σης μὴ ἐνδελέχιζε, μήϖοτε ἁλῷς ἐν τοῖς ἐϖιχειϱήμασιν αὐτῆς.
9:5 ϖαϱϑένον μὴ ϰαταμάνϑανε, μήϖοτε σϰανδαλισϑῇς ἐν τοῖς ἐϖιτιμίοις αὐτῆς.
9:6 μὴ δῷς ϖόϱναις τὴν ψυχήν σȣ, ἵνα μὴ ἀϖολέσῃς τὴν ϰληϱονομίαν σȣ.
9:7 μὴ ϖεϱιϐλέϖȣ ἐν ῥύμαις ϖόλεως ϗ ἐν ταῖς ἐϱήμοις αὐτῆς μὴ ϖλανῶ.
9:8 ἀϖόϛϱεψον ὀφϑαλμὸν ἀϖὸ γυναιϰὸς εὐμόϱφȣ ϗ μὴ ϰαταμάνϑανε ϰάλλος ἀλλότϱιον· ἐν ϰάλλει γυναιϰὸς ϖολλοὶ ἐϖλανήϑησαν, ϗ ἐϰ τȣ́τȣ φιλία ὡς ϖῦϱ ἀναϰαίεται.
9:9 μετὰ ὑϖάνδϱȣ γυναιϰὸς μὴ ϰάϑȣ τὸ σύνολον ϗ μὴ συμϐολοϰοϖήσῃς μετ’ αὐτῆς ἐν οἴνῳ, μήϖοτε ἐϰϰλίνῃ ἡ ψυχή σȣ ἐϖ’ αὐτὴν ϗ τῷ ϖνεύματί σȣ ὀλίσϑῃς εἰς ἀϖώλειαν.
9:10 Μὴ ἐγϰαταλίϖῃς φίλον ἀϱχαῖον, ὁ γὰϱ ϖϱόσφατος ȣ̓ϰ ἔϛιν ἔφισος αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν ϖαλαιωϑῇ, μετ’ εὐφϱοσύνης ϖίεσαι αὐτόν.
9:11 μὴ ζηλώσῃς δόξαν ἁμαϱτωλȣ̃· ȣ̓ γὰϱ οἶδας τί ἔϛαι ἡ ϰαταϛϱοφὴ αὐτȣ̃.
9:12 μὴ εὐδοϰήσῃς ἐν εὐδοϰίᾳ ἀσεϐῶν· μνήσϑητι ὅτι ἕως ᾅδȣ ȣ̓ μὴ διϰαιωϑῶσιν.
9:13 μαϰϱὰν ἄϖεχε ἀϖὸ ἀνϑϱώϖȣ, ὃς ἔχει ἐξȣσίαν τȣ̃ φονεύειν, ϗ ȣ̓ μὴ ὑϖοϖτεύσῃς φόϐον ϑανάτȣ· ϰἂν ϖϱοσέλϑῃς, μὴ ϖλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σȣ· ἐϖίγνωϑι ὅτι ἐν μέσῳ ϖαγίδων διαϐαίνεις ϗ ἐϖὶ ἐϖάλξεων ϖόλεως ϖεϱιϖατεῖς.
9:14 ϰατὰ τὴν ἰσχύν σȣ ϛόχασαι τȣ̀ς ϖλησίον ϗ μετὰ σοφῶν συμϐȣλεύȣ.
9:15 μετὰ συνετῶν ἔϛω ὁ διαλογισμός σȣ ϗ ϖᾶσα διήγησίς σȣ ἐν νόμῳ ὑψίϛȣ.
9:16 ἄνδϱες δίϰαιοι ἔϛωσαν σύνδειϖνοί σȣ, ϗ ἐν φόϐῳ ϰυϱίȣ ἔϛω τὸ ϰαύχημά σȣ.
9:17 ἐν χειϱὶ τεχνιτῶν ἔϱγον ἐϖαινεσϑήσεται, ϗ ὁ ἡγȣ́μενος λαȣ̃ σοφὸς ἐν λόγῳ αὐτȣ̃.
9:18 φοϐεϱὸς ἐν ϖόλει αὐτȣ̃ ἀνὴϱ γλωσσώδης, ϗ ὁ ϖϱοϖετὴς ἐν λόγῳ αὐτȣ̃ μισηϑήσεται.
10:1 Κϱιτὴς σοφὸς ϖαιδεύσει τὸν λαὸν αὐτȣ̃, ϗ ἡγεμονία συνετȣ̃ τεταγμένη ἔϛαι.
10:2 ϰατὰ τὸν ϰϱιτὴν τȣ̃ λαȣ̃ ȣ̔́τως ϗ οἱ λειτȣϱγοὶ αὐτȣ̃, ϗ ϰατὰ τὸν ἡγȣ́μενον τῆς ϖόλεως ϖάντες οἱ ϰατοιϰȣ̃ντες αὐτήν.
10:3 ϐασιλεὺς ἀϖαίδευτος ἀϖολεῖ τὸν λαὸν αὐτȣ̃, ϗ ϖόλις οἰϰισϑήσεται ἐν συνέσει δυναϛῶν.
10:4 ἐν χειϱὶ ϰυϱίȣ ἡ ἐξȣσία τῆς γῆς, ϗ τὸν χϱήσιμον ἐγεϱεῖ εἰς ϰαιϱὸν ἐϖ’ αὐτῆς.
10:5 ἐν χειϱὶ ϰυϱίȣ εὐοδία ἀνδϱός, ϗ ϖϱοσώϖῳ γϱαμματέως ἐϖιϑήσει δόξαν αὐτȣ̃.
10:6 Ἐϖὶ ϖαντὶ ἀδιϰήματι μὴ μηνιάσῃς τῷ ϖλησίον ϗ μὴ ϖϱᾶσσε μηδὲν ἐν ἔϱγοις ὕϐϱεως.
10:7 μισητὴ ἔναντι ϰυϱίȣ ϗ ἀνϑϱώϖων ὑϖεϱηφανία, ϗ ἐξ ἀμφοτέϱων ϖλημμελὴς ἡ ἀδιϰία.
10:8 ϐασιλεία ἀϖὸ ἔϑνȣς εἰς ἔϑνος μετάγεται διὰ ἀδιϰίας ϗ ὕϐϱεις ϗ χϱήματα.
10:9 τί ὑϖεϱηφανεύεται γῆ ϗ σϖοδός; ὅτι ἐν ζωῇ ἔϱϱιψα τὰ ἐνδόσϑια αὐτȣ̃.
10:10 μαϰϱὸν ἀϱϱώϛημα, σϰώϖτει ἰατϱός· ϗ ϐασιλεὺς σήμεϱον, ϗ αὔϱιον τελευτήσει.
10:11 ἐν γὰϱ τῷ ἀϖοϑανεῖν ἄνϑϱωϖον ϰληϱονομήσει ἑϱϖετὰ ϗ ϑηϱία ϗ σϰώληϰας.
10:12 Ἀϱχὴ ὑϖεϱηφανίας ἀνϑϱώϖȣ ἀφίϛασϑαι ἀϖὸ ϰυϱίȣ, ϗ ἀϖὸ τȣ̃ ϖοιήσαντος αὐτὸν ἀϖέϛη ἡ ϰαϱδία αὐτȣ̃.
10:13 ὅτι ἀϱχὴ ὑϖεϱηφανίας ἁμαϱτία, ϗ ὁ ϰϱατῶν αὐτῆς ἐξομϐϱήσει ϐδέλυγμα· διὰ τȣ̃το ϖαϱεδόξασεν ϰύϱιος τὰς ἐϖαγωγὰς ϗ ϰατέϛϱεψεν εἰς τέλος αὐτȣ́ς.
10:14 ϑϱόνȣς ἀϱχόντων ϰαϑεῖλεν ὁ ϰύϱιος ϗ ἐϰάϑισεν ϖϱαεῖς ἀντ αὐτῶν·
10:15 ῥίζας ἐϑνῶν ἐξέτιλεν ὁ ϰύϱιος ϗ ἐφύτευσεν ταϖεινȣ̀ς ἀντ αὐτῶν·
10:16 χώϱας ἐϑνῶν ϰατέϛϱεψεν ὁ ϰύϱιος ϗ ἀϖώλεσεν αὐτὰς ἕως ϑεμελίων γῆς·
10:17 ἐξῆϱεν ἐξ αὐτῶν ϗ ἀϖώλεσεν αὐτȣ̀ς ϗ ϰατέϖαυσεν ἀϖὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
10:18 ȣ̓ϰ ἔϰτιϛαι ἀνϑϱώϖοις ὑϖεϱηφανία ȣ̓δὲ ὀϱγὴ ϑυμȣ̃ γεννήμασιν γυναιϰῶν.
10:19 Σϖέϱμα ἔντιμον ϖοῖον; σϖέϱμα ἀνϑϱώϖȣ. σϖέϱμα ἔντιμον ϖοῖον; οἱ φοϐȣ́μενοι τὸν ϰύϱιον. σϖέϱμα ἄτιμον ϖοῖον; σϖέϱμα ἀνϑϱώϖȣ. σϖέϱμα ἄτιμον ϖοῖον; οἱ ϖαϱαϐαίνοντες ἐντολάς.
10:20 ἐν μέσῳ ἀδελφῶν ὁ ἡγȣ́μενος αὐτῶν ἔντιμος, ϗ οἱ φοϐȣ́μενοι ϰύϱιον ἐν ὀφϑαλμοῖς αὐτȣ̃.
10:22 ϖλȣ́σιος ϗ ἔνδοξος ϗ ϖτωχός, τὸ ϰαύχημα αὐτῶν φόϐος ϰυϱίȣ.
10:23 ȣ̓ δίϰαιον ἀτιμάσαι ϖτωχὸν συνετόν, ϗ ȣ̓ ϰαϑήϰει δοξάσαι ἄνδϱα ἁμαϱτωλόν.
10:24 μεγιϛὰν ϗ ϰϱιτὴς ϗ δυνάϛης δοξασϑήσεται, ϗ ȣ̓ϰ ἔϛιν αὐτῶν τις μείζων τȣ̃ φοϐȣμένȣ τὸν ϰύϱιον.
10:25 οἰϰέτῃ σοφῷ ἐλεύϑεϱοι λειτȣϱγήσȣσιν, ϗ ἀνὴϱ ἐϖιϛήμων ȣ̓ γογγύσει.
10:26 Μὴ σοφίζȣ ϖοιῆσαι τὸ ἔϱγον σȣ ϗ μὴ δοξάζȣ ἐν ϰαιϱῷ ϛενοχωϱίας σȣ.
10:27 ϰϱείσσων ἐϱγαζόμενος ϗ ϖεϱισσεύων ἐν ϖᾶσιν ἢ ϖεϱιϖατῶν δοξαζόμενος ϗ ἀϖοϱῶν ἄϱτων.
10:28 τέϰνον, ἐν ϖϱαύτητι δόξασον τὴν ψυχήν σȣ ϗ δὸς αὐτῇ τιμὴν ϰατὰ τὴν ἀξίαν αὐτῆς.
10:29 τὸν ἁμαϱτάνοντα εἰς τὴν ψυχὴν αὐτȣ̃ τίς διϰαιώσει; ϗ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτȣ̃;
10:30 ϖτωχὸς δοξάζεται δι’ ἐϖιϛήμην αὐτȣ̃, ϗ ϖλȣ́σιος δοξάζεται διὰ τὸν ϖλȣ̃τον αὐτȣ̃.
10:31 ὁ δεδοξασμένος ἐν ϖτωχείᾳ, ϗ ἐν ϖλȣ́τῳ ϖοσαχῶς; ϗ ὁ ἄδοξος ἐν ϖλȣ́τῳ, ϗ ἐν ϖτωχείᾳ ϖοσαχῶς;
11:1 σοφία ταϖεινȣ̃ ἀνυψώσει ϰεφαλὴν αὐτȣ̃ ϗ ἐν μέσῳ μεγιϛάνων ϰαϑίσει αὐτόν.
11:2 Μὴ αἰνέσῃς ἄνδϱα ἐν ϰάλλει αὐτȣ̃ ϗ μὴ ϐδελύξῃ ἄνϑϱωϖον ἐν ὁϱάσει αὐτȣ̃.
11:3 μιϰϱὰ ἐν ϖετεινοῖς μέλισσα, ϗ ἀϱχὴ γλυϰασμάτων ὁ ϰαϱϖὸς αὐτῆς.
11:4 ἐν ϖεϱιϐολῇ ἱματίων μὴ ϰαυχήσῃ ϗ ἐν ἡμέϱᾳ δόξης μὴ ἐϖαίϱȣ· ὅτι ϑαυμαϛὰ τὰ ἔϱγα ϰυϱίȣ, ϗ ϰϱυϖτὰ τὰ ἔϱγα αὐτȣ̃ ἀνϑϱώϖοις.
11:5 ϖολλοὶ τύϱαννοι ἐϰάϑισαν ἐϖὶ ἐδάφȣς, ὁ δὲ ἀνυϖονόητος ἐφόϱεσεν διάδημα.
11:6 ϖολλοὶ δυνάϛαι ἠτιμάσϑησαν σφόδϱα, ϗ ἔνδοξοι ϖαϱεδόϑησαν εἰς χεῖϱας ἑτέϱων.
11:7 Πϱὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον ϖϱῶτον ϗ τότε ἐϖιτίμα.
11:8 ϖϱὶν ἢ ἀϰȣ̃σαι μὴ ἀϖοϰϱίνȣ ϗ ἐν μέσῳ λόγων μὴ ϖαϱεμϐάλλȣ.
11:9 ϖεϱὶ ϖϱάγματος, ȣ̔͂ ȣ̓ϰ ἔϛιν σοι χϱεία, μὴ ἔϱιζε ϗ ἐν ϰϱίσει ἁμαϱτωλῶν μὴ συνέδϱευε.
11:10 Τέϰνον, μὴ ϖεϱὶ ϖολλὰ ἔϛωσαν αἱ ϖϱάξεις σȣ· ἐὰν ϖληϑύνῃς, ȣ̓ϰ ἀϑῳωϑήσῃ· ϗ ἐὰν διώϰῃς, ȣ̓ μὴ ϰαταλάϐῃς· ϗ ȣ̓ μὴ ἐϰφύγῃς διαδϱάς.
11:11 ἔϛιν ϰοϖιῶν ϗ ϖονῶν ϗ σϖεύδων, ϗ τόσῳ μᾶλλον ὑϛεϱεῖται.
11:12 ἔϛιν νωϑϱὸς ϖϱοσδεόμενος ἀντιλήμψεως, ὑϛεϱῶν ἰσχύι ϗ ϖτωχείᾳ ϖεϱισσεύει· ϗ οἱ ὀφϑαλμοὶ ϰυϱίȣ ἐϖέϐλεψαν αὐτῷ εἰς ἀγαϑά, ϗ ἀνώϱϑωσεν αὐτὸν ἐϰ ταϖεινώσεως αὐτȣ̃
11:13 ϗ ἀνύψωσεν ϰεφαλὴν αὐτȣ̃, ϗ ἀϖεϑαύμασαν ἐϖ’ αὐτῷ ϖολλοί.
11:14 ἀγαϑὰ ϗ ϰαϰά, ζωὴ ϗ ϑάνατος, ϖτωχεία ϗ ϖλȣ̃τος ϖαϱὰ ϰυϱίȣ ἐϛίν.
11:17 δόσις ϰυϱίȣ ϖαϱαμένει εὐσεϐέσιν, ϗ ἡ εὐδοϰία αὐτȣ̃ εἰς τὸν αἰῶνα εὐοδωϑήσεται.
11:18 ἔϛιν ϖλȣτῶν ἀϖὸ ϖϱοσοχῆς ϗ σφιγγίας αὐτȣ̃, ϗ αὕτη ἡ μεϱὶς τȣ̃ μισϑȣ̃ αὐτȣ̃·
11:19 ἐν τῷ εἰϖεῖν αὐτόν Εὗϱον ἀνάϖαυσιν ϗ νῦν φάγομαι ἐϰ τῶν ἀγαϑῶν μȣ, ϗ ȣ̓ϰ οἶδεν τίς ϰαιϱὸς ϖαϱελεύσεται ϗ ϰαταλείψει αὐτὰ ἑτέϱοις ϗ ἀϖοϑανεῖται.
11:20 Ϛῆϑι ἐν διαϑήϰῃ σȣ ϗ ὁμίλει ἐν αὐτῇ ϗ ἐν τῷ ἔϱγῳ σȣ ϖαλαιώϑητι.
11:21 μὴ ϑαύμαζε ἐν ἔϱγοις ἁμαϱτωλȣ̃, ϖίϛευε δὲ ϰυϱίῳ ϗ ἔμμενε τῷ ϖόνῳ σȣ· ὅτι ϰȣ̃φον ἐν ὀφϑαλμοῖς ϰυϱίȣ διὰ τάχȣς ἐξάϖινα ϖλȣτίσαι ϖένητα.
11:22 εὐλογία ϰυϱίȣ ἐν μισϑῷ εὐσεϐȣ̃ς, ϗ ἐν ὥϱᾳ ταχινῇ ἀναϑάλλει εὐλογίαν αὐτȣ̃.
11:23 μὴ εἴϖῃς Τίς ἐϛίν μȣ χϱεία, ϗ τίνα ἀϖὸ τȣ̃ νῦν ἔϛαι μȣ τὰ ἀγαϑά;
11:24 μὴ εἴϖῃς Αὐτάϱϰη μοί ἐϛιν, ϗ τί ἀϖὸ τȣ̃ νῦν ϰαϰωϑήσομαι;
11:25 ἐν ἡμέϱᾳ ἀγαϑῶν ἀμνησία ϰαϰῶν, ϗ ἐν ἡμέϱᾳ ϰαϰῶν ȣ̓ μνησϑήσεται ἀγαϑῶν·
11:26 ὅτι ϰȣ̃φον ἔναντι ϰυϱίȣ ἐν ἡμέϱᾳ τελευτῆς ἀϖοδȣ̃ναι ἀνϑϱώϖῳ ϰατὰ τὰς ὁδȣ̀ς αὐτȣ̃.
11:27 ϰάϰωσις ὥϱας ἐϖιλησμονὴν ϖοιεῖ τϱυφῆς, ϗ ἐν συντελείᾳ ἀνϑϱώϖȣ ἀϖοϰάλυψις ἔϱγων αὐτȣ̃.
11:28 ϖϱὸ τελευτῆς μὴ μαϰάϱιζε μηδένα, ϗ ἐν τέϰνοις αὐτȣ̃ γνωσϑήσεται ἀνήϱ.
11:29 Μὴ ϖάντα ἄνϑϱωϖον εἴσαγε εἰς τὸν οἶϰόν σȣ· ϖολλὰ γὰϱ τὰ ἔνεδϱα τȣ̃ δολίȣ.
11:30 ϖέϱδιξ ϑηϱευτὴς ἐν ϰαϱτάλλῳ, ȣ̔́τως ϰαϱδία ὑϖεϱηφάνȣ, ϗ ὡς ὁ ϰατάσϰοϖος ἐϖιϐλέϖει ϖτῶσιν·
11:31 τὰ γὰϱ ἀγαϑὰ εἰς ϰαϰὰ μεταϛϱέφων ἐνεδϱεύει ϗ ἐν τοῖς αἱϱετοῖς ἐϖιϑήσει μῶμον.
11:32 ἀϖὸ σϖινϑῆϱος ϖυϱὸς ϖληϑύνεται ἀνϑϱαϰιά, ϗ ἄνϑϱωϖος ἁμαϱτωλὸς εἰς αἷμα ἐνεδϱεύει.
11:33 ϖϱόσεχε ἀϖὸ ϰαϰȣ́ϱγȣ, ϖονηϱὰ γὰϱ τεϰταίνει, μήϖοτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
11:34 ἐνοίϰισον ἀλλότϱιον, ϗ διαϛϱέψει σε ἐν ταϱαχαῖς ϗ ἀϖαλλοτϱιώσει σε τῶν ἰδίων σȣ.
12:1 Ἐὰν εὖ ϖοιῇς, γνῶϑι τίνι ϖοιεῖς, ϗ ἔϛαι χάϱις τοῖς ἀγαϑοῖς σȣ.
12:2 εὖ ϖοίησον εὐσεϐεῖ, ϗ εὑϱήσεις ἀνταϖόδομα, ϗ εἰ μὴ ϖαϱ’ αὐτȣ̃, ἀλλὰ ϖαϱὰ τȣ̃ ὑψίϛȣ.
12:3 ȣ̓ϰ ἔϛαι ἀγαϑὰ τῷ ἐνδελεχίζοντι εἰς ϰαϰὰ ϗ τῷ ἐλεημοσύνην μὴ χαϱιζομένῳ.
12:4 δὸς τῷ εὐσεϐεῖ ϗ μὴ ἀντιλάϐῃ τȣ̃ ἁμαϱτωλȣ̃.
12:5 εὖ ϖοίησον ταϖεινῷ ϗ μὴ δῷς ἀσεϐεῖ· ἐμϖόδισον τȣ̀ς ἄϱτȣς αὐτȣ̃ ϗ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναϛεύσῃ· διϖλάσια γὰϱ ϰαϰὰ εὑϱήσεις ἐν ϖᾶσιν ἀγαϑοῖς, οἷς ἂν ϖοιήσῃς αὐτῷ.
12:6 ὅτι ϗ ὁ ὕψιϛος ἐμίσησεν ἁμαϱτωλȣ̀ς ϗ τοῖς ἀσεϐέσιν ἀϖοδώσει ἐϰδίϰησιν.
12:7 δὸς τῷ ἀγαϑῷ ϗ μὴ ἀντιλάϐῃ τȣ̃ ἁμαϱτωλȣ̃.
12:8 Ȣ̓ϰ ἐϰδιϰηϑήσεται ἐν ἀγαϑοῖς ὁ φίλος, ϗ ȣ̓ ϰϱυϐήσεται ἐν ϰαϰοῖς ὁ ἐχϑϱός.
12:9 ἐν ἀγαϑοῖς ἀνδϱὸς οἱ ἐχϑϱοὶ αὐτȣ̃ ἐν λύϖῃ, ϗ ἐν τοῖς ϰαϰοῖς αὐτȣ̃ ϗ ὁ φίλος διαχωϱισϑήσεται.
12:10 μὴ ϖιϛεύσῃς τῷ ἐχϑϱῷ σȣ εἰς τὸν αἰῶνα· ὡς γὰϱ ὁ χαλϰὸς ἰȣ̃ται, ȣ̔́τως ἡ ϖονηϱία αὐτȣ̃·
12:11 ϗ ἐὰν ταϖεινωϑῇ ϗ ϖοϱεύηται συγϰεϰυφώς, ἐϖίϛησον τὴν ψυχήν σȣ ϗ φύλαξαι ἀϖ’ αὐτȣ̃ ϗ ἔσῃ αὐτῷ ὡς ἐϰμεμαχὼς ἔσοϖτϱον ϗ γνώσῃ ὅτι ȣ̓ϰ εἰς τέλος ϰατίωσεν.
12:12 μὴ ϛήσῃς αὐτὸν ϖαϱὰ σεαυτῷ, μὴ ἀνατϱέψας σε ϛῇ ἐϖὶ τὸν τόϖον σȣ· μὴ ϰαϑίσῃς αὐτὸν ἐϰ δεξιῶν σȣ, μήϖοτε ζητήσῃ τὴν ϰαϑέδϱαν σȣ ϗ ἐϖ’ ἐσχάτων ἐϖιγνώσῃ τȣ̀ς λόγȣς μȣ ϗ ἐϖὶ τῶν ῥημάτων μȣ ϰατανυγήσῃ.
12:13 τίς ἐλεήσει ἐϖαοιδὸν ὀφιόδηϰτον ϗ ϖάντας τȣ̀ς ϖϱοσάγοντας ϑηϱίοις;
12:14 ȣ̔́τως τὸν ϖϱοσϖοϱευόμενον ἀνδϱὶ ἁμαϱτωλῷ ϗ συμφυϱόμενον ἐν ταῖς ἁμαϱτίαις αὐτȣ̃.
12:15 ὥϱαν μετὰ σȣ̃ διαμενεῖ, ϗ ἐὰν ἐϰϰλίνῃς, ȣ̓ μὴ ϰαϱτεϱήσῃ.
12:16 ϗ ἐν τοῖς χείλεσιν αὐτȣ̃ γλυϰανεῖ ὁ ἐχϑϱὸς ϗ ἐν τῇ ϰαϱδίᾳ αὐτȣ̃ ϐȣλεύσεται ἀνατϱέψαι σε εἰς ϐόϑϱον· ἐν ὀφϑαλμοῖς αὐτȣ̃ δαϰϱύσει ὁ ἐχϑϱός, ϗ ἐὰν εὕϱῃ ϰαιϱόν, ȣ̓ϰ ἐμϖλησϑήσεται ἀφ’ αἵματος.
12:17 ϰαϰὰ ἐὰν ὑϖαντήσῃ σοι, εὑϱήσεις αὐτὸν ϖϱότεϱον ἐϰεῖ σȣ, ϗ ὡς ϐοηϑῶν ὑϖοσχάσει ϖτέϱναν σȣ·
12:18 τὴν ϰεφαλὴν αὐτȣ̃ ϰινήσει ϗ ἐϖιϰϱοτήσει ταῖς χεϱσὶν αὐτȣ̃ ϗ ϖολλὰ διαψιϑυϱίσει ϗ ἀλλοιώσει τὸ ϖϱόσωϖον αὐτȣ̃.
13:1 Ὁ ἁϖτόμενος ϖίσσης μολυνϑήσεται, ϗ ὁ ϰοινωνῶν ὑϖεϱηφάνῳ ὁμοιωϑήσεται αὐτῷ.
13:2 ϐάϱος ὑϖὲϱ σὲ μὴ ἄϱῃς ϗ ἰσχυϱοτέϱῳ σȣ ϗ ϖλȣσιωτέϱῳ μὴ ϰοινώνει. τί ϰοινωνήσει χύτϱα ϖϱὸς λέϐητα; αὕτη ϖϱοσϰϱȣ́σει, ϗ αὕτη συντϱιϐήσεται.
13:3 ϖλȣ́σιος ἠδίϰησεν, ϗ αὐτὸς ϖϱοσενεϐϱιμήσατο· ϖτωχὸς ἠδίϰηται, ϗ αὐτὸς ϖϱοσδεηϑήσεται.
13:4 ἐὰν χϱησιμεύσῃς, ἐϱγᾶται ἐν σοί· ϗ ἐὰν ὑϛεϱήσῃς, ϰαταλείψει σε.
13:5 ἐὰν ἔχῃς, συμϐιώσεταί σοι ϗ ἀϖοϰενώσει σε, ϗ αὐτὸς ȣ̓ ϖονέσει.
13:6 χϱείαν ἔσχηϰέν σȣ, ϗ ἀϖοϖλανήσει σε ϗ ϖϱοσγελάσεταί σοι ϗ δώσει σοι ἐλϖίδα· λαλήσει σοι ϰαλὰ ϗ ἐϱεῖ Τίς ἡ χϱεία σȣ;
13:7 ϗ αἰσχυνεῖ σε ἐν τοῖς ϐϱώμασιν αὐτȣ̃, ἕως ȣ̔͂ ἀϖοϰενώσῃ σε δὶς ἢ τϱίς, ϗ ἐϖ’ ἐσχάτων ϰαταμωϰήσεταί σȣ· μετὰ ταῦτα ὄψεταί σε ϗ ϰαταλείψει σε ϗ τὴν ϰεφαλὴν αὐτȣ̃ ϰινήσει ἐϖὶ σοί.
13:8 ϖϱόσεχε μὴ ἀϖοϖλανηϑῇς ϗ μὴ ταϖεινωϑῇς ἐν ἀφϱοσύνῃ σȣ.
13:9 Πϱοσϰαλεσαμένȣ σε δυνάϛȣ ὑϖοχωϱῶν γίνȣ, ϗ τόσῳ μᾶλλόν σε ϖϱοσϰαλέσεται·
13:10 μὴ ἔμϖιϖτε, μὴ ἀϖωσϑῇς, ϗ μὴ μαϰϱὰν ἀφίϛω, ἵνα μὴ ἐϖιλησϑῇς.
13:11 μὴ ἔϖεχε ἰσηγοϱεῖσϑαι μετ’ αὐτȣ̃ ϗ μὴ ϖίϛευε τοῖς ϖλείοσιν λόγοις αὐτȣ̃· ἐϰ ϖολλῆς γὰϱ λαλιᾶς ϖειϱάσει σε ϗ ὡς ϖϱοσγελῶν ἐξετάσει σε.
13:12 ἀνελεήμων ὁ μὴ συντηϱῶν λόγȣς ϗ ȣ̓ μὴ φείσηται ϖεϱὶ ϰαϰώσεως ϗ δεσμῶν.
13:13 συντήϱησον ϗ ϖϱόσεχε σφοδϱῶς, ὅτι μετὰ τῆς ϖτώσεώς σȣ ϖεϱιϖατεῖς.
13:15 Πᾶν ζῷον ἀγαϖᾷ τὸ ὅμοιον αὐτῷ ϗ ϖᾶς ἄνϑϱωϖος τὸν ϖλησίον αὐτȣ̃·
13:16 ϖᾶσα σὰϱξ ϰατὰ γένος συνάγεται, ϗ τῷ ὁμοίῳ αὐτȣ̃ ϖϱοσϰολληϑήσεται ἀνήϱ.
13:17 τί ϰοινωνήσει λύϰος ἀμνῷ; ȣ̔́τως ἁμαϱτωλὸς ϖϱὸς εὐσεϐῆ.
13:18 τίς εἰϱήνη ὑαίνῃ ϖϱὸς ϰύνα; ϗ τίς εἰϱήνη ϖλȣσίῳ ϖϱὸς ϖένητα;
13:19 ϰυνήγια λεόντων ὄναγϱοι ἐν ἐϱήμῳ· ȣ̔́τως νομαὶ ϖλȣσίων ϖτωχοί.
13:20 ϐδέλυγμα ὑϖεϱηφάνῳ ταϖεινότης· ȣ̔́τως ϐδέλυγμα ϖλȣσίῳ ϖτωχός.
13:21 ϖλȣ́σιος σαλευόμενος ϛηϱίζεται ὑϖὸ φίλων, ταϖεινὸς δὲ ϖεσὼν ϖϱοσαϖωϑεῖται ὑϖὸ φίλων.
13:22 ϖλȣσίȣ σφαλέντος ϖολλοὶ ἀντιλήμϖτοϱες· ἐλάλησεν ἀϖόϱϱητα, ϗ ἐδιϰαίωσαν αὐτόν. ταϖεινὸς ἔσφαλεν, ϗ ϖϱοσεϖετίμησαν αὐτῷ· ἐφϑέγξατο σύνεσιν, ϗ ȣ̓ϰ ἐδόϑη αὐτῷ τόϖος.
13:23 ϖλȣ́σιος ἐλάλησεν, ϗ ϖάντες ἐσίγησαν ϗ τὸν λόγον αὐτȣ̃ ἀνύψωσαν ἕως τῶν νεφελῶν. ϖτωχὸς ἐλάλησεν ϗ εἶϖαν Τίς ȣ̔͂τος; ϰἂν ϖϱοσϰόψῃ, ϖϱοσανατϱέψȣσιν αὐτόν.
13:24 ἀγαϑὸς ὁ ϖλȣ̃τος, ᾧ μή ἐϛιν ἁμαϱτία, ϗ ϖονηϱὰ ἡ ϖτωχεία ἐν ϛόματι ἀσεϐȣ̃ς.
13:25 Καϱδία ἀνϑϱώϖȣ ἀλλοιοῖ τὸ ϖϱόσωϖον αὐτȣ̃, ἐάν τε εἰς ἀγαϑὰ ἐάν τε εἰς ϰαϰά.
13:26 ἴχνος ϰαϱδίας ἐν ἀγαϑοῖς ϖϱόσωϖον ἱλαϱόν, ϗ εὕϱεσις ϖαϱαϐολῶν διαλογισμοὶ μετὰ ϰόϖων.
14:1 μαϰάϱιος ἀνήϱ, ὃς ȣ̓ϰ ὠλίσϑησεν ἐν τῷ ϛόματι αὐτȣ̃ ϗ ȣ̓ ϰατενύγη ἐν λύϖῃ ἁμαϱτιῶν·
14:2 μαϰάϱιος ȣ̔͂ ȣ̓ ϰατέγνω ἡ ψυχὴ αὐτȣ̃, ϗ ὃς ȣ̓ϰ ἔϖεσεν ἀϖὸ τῆς ἐλϖίδος αὐτȣ̃.
14:3 Ἀνδϱὶ μιϰϱολόγῳ ȣ̓ ϰαλὸς ὁ ϖλȣ̃τος, ϗ ἀνϑϱώϖῳ ϐασϰάνῳ ἵνα τί χϱήματα;
14:4 ὁ συνάγων ἀϖὸ τῆς ψυχῆς αὐτȣ̃ συνάγει ἄλλοις, ϗ ἐν τοῖς ἀγαϑοῖς αὐτȣ̃ τϱυφήσȣσιν ἕτεϱοι.
14:5 ὁ ϖονηϱὸς ἑαυτῷ τίνι ἀγαϑὸς ἔϛαι; ϗ ȣ̓ μὴ εὐφϱανϑήσεται ἐν τοῖς χϱήμασιν αὐτȣ̃.
14:6 τȣ̃ ϐασϰαίνοντος ἑαυτὸν ȣ̓ϰ ἔϛιν ϖονηϱότεϱος, ϗ τȣ̃το ἀνταϖόδομα τῆς ϰαϰίας αὐτȣ̃·
14:7 ϰἂν εὖ ϖοιῇ, ἐν λήϑῃ ϖοιεῖ, ϗ ἐϖ’ ἐσχάτων ἐϰφαίνει τὴν ϰαϰίαν αὐτȣ̃.
14:8 ϖονηϱὸς ὁ ϐασϰαίνων ὀφϑαλμῷ, ἀϖοϛϱέφων ϖϱόσωϖον ϗ ὑϖεϱοϱῶν ψυχάς.
14:9 ϖλεονέϰτȣ ὀφϑαλμὸς ȣ̓ϰ ἐμϖίϖλαται μεϱίδι, ϗ ἀδιϰία ϖονηϱὰ ἀναξηϱαίνει ψυχήν.
14:10 ὀφϑαλμὸς ϖονηϱὸς φϑονεϱὸς ἐϖ’ ἄϱτῳ ϗ ἐλλιϖὴς ἐϖὶ τῆς τϱαϖέζης αὐτȣ̃.
14:11 Τέϰνον, ϰαϑὼς ἐὰν ἔχῃς, εὖ ϖοίει σεαυτὸν ϗ ϖϱοσφοϱὰς ϰυϱίῳ ἀξίως ϖϱόσαγε·
14:12 μνήσϑητι ὅτι ϑάνατος ȣ̓ χϱονιεῖ ϗ διαϑήϰη ᾅδȣ ȣ̓χ ὑϖεδείχϑη σοι·
14:13 ϖϱίν σε τελευτῆσαι εὖ ϖοίει φίλῳ ϗ ϰατὰ τὴν ἰσχύν σȣ ἔϰτεινον ϗ δὸς αὐτῷ.
14:14 μὴ ἀφυϛεϱήσῃς ἀϖὸ ἀγαϑῆς ἡμέϱας, ϗ μεϱὶς ἐϖιϑυμίας ἀγαϑῆς μή σε ϖαϱελϑάτω.
14:15 ȣ̓χὶ ἑτέϱῳ ϰαταλείψεις τȣ̀ς ϖόνȣς σȣ ϗ τȣ̀ς ϰόϖȣς σȣ εἰς διαίϱεσιν ϰλήϱȣ;
14:16 δὸς ϗ λαϐὲ ϗ ἀϖάτησον τὴν ψυχήν σȣ, ὅτι ȣ̓ϰ ἔϛιν ἐν ᾅδȣ ζητῆσαι τϱυφήν.
14:17 ϖᾶσα σὰϱξ ὡς ἱμάτιον ϖαλαιȣ̃ται· ἡ γὰϱ διαϑήϰη ἀϖ’ αἰῶνος Θανάτῳ ἀϖοϑανῇ.
14:18 ὡς φύλλον ϑάλλον ἐϖὶ δένδϱȣ δασέος, τὰ μὲν ϰαταϐάλλει, ἄλλα δὲ φύει, ȣ̔́τως γενεὰ σαϱϰὸς ϗ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέϱα δὲ γεννᾶται.
14:19 ϖᾶν ἔϱγον σηϖόμενον ἐϰλείϖει, ϗ ὁ ἐϱγαζόμενος αὐτὸ μετ’ αὐτȣ̃ ἀϖελεύσεται.
14:20 Μαϰάϱιος ἀνήϱ, ὃς ἐν σοφίᾳ μελετήσει ϗ ὃς ἐν συνέσει αὐτȣ̃ διαλεχϑήσεται,
14:21 ὁ διανοȣ́μενος τὰς ὁδȣ̀ς αὐτῆς ἐν ϰαϱδίᾳ αὐτȣ̃ ϗ ἐν τοῖς ἀϖοϰϱύφοις αὐτῆς ἐννοηϑήσεται.
14:22 ἔξελϑε ὀϖίσω αὐτῆς ὡς ἰχνευτὴς ϗ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδϱευε.
14:23 ὁ ϖαϱαϰύϖτων διὰ τῶν ϑυϱίδων αὐτῆς ϗ ἐϖὶ τῶν ϑυϱωμάτων αὐτῆς ἀϰϱοάσεται,
14:24 ὁ ϰαταλύων σύνεγγυς τȣ̃ οἴϰȣ αὐτῆς ϗ ϖήξει ϖάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς,
14:25 ϛήσει τὴν σϰηνὴν αὐτȣ̃ ϰατὰ χεῖϱας αὐτῆς ϗ ϰαταλύσει ἐν ϰαταλύματι ἀγαϑῶν,
14:26 ϑήσει τὰ τέϰνα αὐτȣ̃ ἐν τῇ σϰέϖῃ αὐτῆς ϗ ὑϖὸ τȣ̀ς ϰλάδȣς αὐτῆς αὐλισϑήσεται,
14:27 σϰεϖασϑήσεται ὑϖ’ αὐτῆς ἀϖὸ ϰαύματος ϗ ἐν τῇ δόξῃ αὐτῆς ϰαταλύσει.
15:1 Ὁ φοϐȣ́μενος ϰύϱιον ϖοιήσει αὐτό, ϗ ὁ ἐγϰϱατὴς τȣ̃ νόμȣ ϰαταλήμψεται αὐτήν·
15:2 ϗ ὑϖαντήσεται αὐτῷ ὡς μήτηϱ ϗ ὡς γυνὴ ϖαϱϑενίας ϖϱοσδέξεται αὐτόν·
15:3 ψωμιεῖ αὐτὸν ἄϱτον συνέσεως ϗ ὕδωϱ σοφίας ϖοτίσει αὐτόν·
15:4 ϛηϱιχϑήσεται ἐϖ’ αὐτὴν ϗ ȣ̓ μὴ ϰλιϑῇ, ϗ ἐϖ’ αὐτῆς ἐφέξει ϗ ȣ̓ μὴ ϰαταισχυνϑῇ·
15:5 ϗ ὑψώσει αὐτὸν ϖαϱὰ τȣ̀ς ϖλησίον αὐτȣ̃ ϗ ἐν μέσῳ ἐϰϰλησίας ἀνοίξει τὸ ϛόμα αὐτȣ̃·
15:6 εὐφϱοσύνην ϗ ϛέφανον ἀγαλλιάματος εὑϱήσει ϗ ὄνομα αἰῶνος ϰαταϰληϱονομήσει.
15:7 ȣ̓ μὴ ϰαταλήμψονται αὐτὴν ἄνϑϱωϖοι ἀσύνετοι, ϗ ἄνδϱες ἁμαϱτωλοὶ ȣ̓ μὴ ἴδωσιν αὐτήν·
15:8 μαϰϱάν ἐϛιν ὑϖεϱηφανίας, ϗ ἄνδϱες ψεῦϛαι ȣ̓ μὴ μνησϑήσονται αὐτῆς.
15:9 Ȣ̓χ ὡϱαῖος αἶνος ἐν ϛόματι ἁμαϱτωλȣ̃, ὅτι ȣ̓ ϖαϱὰ ϰυϱίȣ ἀϖεϛάλη·
15:10 ἐν γὰϱ σοφίᾳ ῥηϑήσεται αἶνος, ϗ ὁ ϰύϱιος εὐοδώσει αὐτόν.
15:11 μὴ εἴϖῃς ὅτι Διὰ ϰύϱιον ἀϖέϛην· ἃ γὰϱ ἐμίσησεν, ȣ̓ ϖοιήσει.
15:12 μὴ εἴϖῃς ὅτι Αὐτός με ἐϖλάνησεν· ȣ̓ γὰϱ χϱείαν ἔχει ἀνδϱὸς ἁμαϱτωλȣ̃.
15:13 ϖᾶν ϐδέλυγμα ἐμίσησεν ὁ ϰύϱιος, ϗ ȣ̓ϰ ἔϛιν ἀγαϖητὸν τοῖς φοϐȣμένοις αὐτόν.
15:14 αὐτὸς ἐξ ἀϱχῆς ἐϖοίησεν ἄνϑϱωϖον ϗ ἀφῆϰεν αὐτὸν ἐν χειϱὶ διαϐȣλίȣ αὐτȣ̃.
15:15 ἐὰν ϑέλῃς, συντηϱήσεις ἐντολὰς ϗ ϖίϛιν ϖοιῆσαι εὐδοϰίας.
15:16 ϖαϱέϑηϰέν σοι ϖῦϱ ϗ ὕδωϱ· ȣ̔͂ ἐὰν ϑέλῃς, ἐϰτενεῖς τὴν χεῖϱά σȣ.
15:17 ἔναντι ἀνϑϱώϖων ἡ ζωὴ ϗ ὁ ϑάνατος, ϗ ὃ ἐὰν εὐδοϰήσῃ, δοϑήσεται αὐτῷ.
15:18 ὅτι ϖολλὴ ἡ σοφία τȣ̃ ϰυϱίȣ· ἰσχυϱὸς ἐν δυναϛείᾳ ϗ ϐλέϖων τὰ ϖάντα,
15:19 ϗ οἱ ὀφϑαλμοὶ αὐτȣ̃ ἐϖὶ τȣ̀ς φοϐȣμένȣς αὐτόν, ϗ αὐτὸς ἐϖιγνώσεται ϖᾶν ἔϱγον ἀνϑϱώϖȣ.
15:20 ȣ̓ϰ ἐνετείλατο ȣ̓δενὶ ἀσεϐεῖν ϗ ȣ̓ϰ ἔδωϰεν ἄνεσιν ȣ̓δενὶ ἁμαϱτάνειν.
16:1 Μὴ ἐϖιϑύμει τέϰνων ϖλῆϑος ἀχϱήϛων μηδὲ εὐφϱαίνȣ ἐϖὶ υἱοῖς ἀσεϐέσιν·
16:2 ἐὰν ϖληϑύνωσιν, μὴ εὐφϱαίνȣ ἐϖ’ αὐτοῖς, εἰ μή ἐϛιν φόϐος ϰυϱίȣ μετ’ αὐτῶν.
16:3 μὴ ἐμϖιϛεύσῃς τῇ ζωῇ αὐτῶν ϗ μὴ ἔϖεχε ἐϖὶ τὸ ϖλῆϑος αὐτῶν· ϰϱείσσων γὰϱ εἷς ἢ χίλιοι ϗ ἀϖοϑανεῖν ἄτεϰνον ἢ ἔχειν τέϰνα ἀσεϐῆ.
16:4 ἀϖὸ γὰϱ ἑνὸς συνετȣ̃ συνοιϰισϑήσεται ϖόλις, φυλὴ δὲ ἀνόμων ἐϱημωϑήσεται.
16:5 Πολλὰ τοιαῦτα ἑόϱαϰεν ὁ ὀφϑαλμός μȣ, ϗ ἰσχυϱότεϱα τȣ́των ἀϰήϰοεν τὸ ȣ̓͂ς μȣ.
16:6 ἐν συναγωγῇ ἁμαϱτωλῶν ἐϰϰαυϑήσεται ϖῦϱ, ϗ ἐν ἔϑνει ἀϖειϑεῖ ἐξεϰαύϑη ὀϱγή.
16:7 ȣ̓ϰ ἐξιλάσατο ϖεϱὶ τῶν ἀϱχαίων γιγάντων, οἳ ἀϖέϛησαν τῇ ἰσχύι αὐτῶν·
16:8 ȣ̓ϰ ἐφείσατο ϖεϱὶ τῆς ϖαϱοιϰίας Λωτ, ȣ̔̀ς ἐϐδελύξατο διὰ τὴν ὑϖεϱηφανίαν αὐτῶν·
16:9 ȣ̓ϰ ἠλέησεν ἔϑνος ἀϖωλείας τȣ̀ς ἐξηϱμένȣς ἐν ἁμαϱτίαις αὐτῶν
16:10 ϗ ȣ̔́τως ἑξαϰοσίας χιλιάδας ϖεζῶν τȣ̀ς ἐϖισυναχϑέντας ἐν σϰληϱοϰαϱδίᾳ αὐτῶν.
16:11 Κἂν ᾖ εἷς σϰληϱοτϱάχηλος, ϑαυμαϛὸν τȣ̃το εἰ ἀϑῳωϑήσεται· ἔλεος γὰϱ ϗ ὀϱγὴ ϖαϱ’ αὐτῷ, δυνάϛης ἐξιλασμῶν ϗ ἐϰχέων ὀϱγήν.
16:12 ϰατὰ τὸ ϖολὺ ἔλεος αὐτȣ̃, ȣ̔́τως ϗ ϖολὺς ὁ ἔλεγχος αὐτȣ̃· ἄνδϱα ϰατὰ τὰ ἔϱγα αὐτȣ̃ ϰϱινεῖ.
16:13 ȣ̓ϰ ἐϰφεύξεται ἐν ἁϱϖάγματι ἁμαϱτωλός, ϗ ȣ̓ μὴ ϰαϑυϛεϱήσει ὑϖομονὴ εὐσεϐȣ̃ς.
16:14 ϖάσῃ ἐλεημοσύνῃ ϖοιήσει τόϖον, ἕϰαϛος ϰατὰ τὰ ἔϱγα αὐτȣ̃ εὑϱήσει.
16:17 Μὴ εἴϖῃς ὅτι Ἀϖὸ ϰυϱίȣ ϰϱυϐήσομαι, ϗ ἐξ ὕψȣς τίς μȣ μνησϑήσεται; ἐν λαῷ ϖλείονι ȣ̓ μὴ γνωσϑῶ, τίς γὰϱ ἡ ψυχή μȣ ἐν ἀμετϱήτῳ ϰτίσει;
16:18 ἰδȣ̀ ὁ ȣ̓ϱανὸς ϗ ὁ ȣ̓ϱανὸς τȣ̃ ȣ̓ϱανȣ̃, ἄϐυσσος ϗ γῆ ἐν τῇ ἐϖισϰοϖῇ αὐτȣ̃ σαλευϑήσονται·
16:19 ἅμα τὰ ὄϱη ϗ τὰ ϑεμέλια τῆς γῆς ἐν τῷ ἐϖιϐλέψαι εἰς αὐτὰ τϱόμῳ συσσείονται.
16:20 ϗ ἐϖ’ αὐτοῖς ȣ̓ διανοηϑήσεται ϰαϱδία, ϗ τὰς ὁδȣ̀ς αὐτȣ̃ τίς ἐνϑυμηϑήσεται;
16:21 ϗ ϰαταιγίς, ἣν ȣ̓ϰ ὄψεται ἄνϑϱωϖος, τὰ δὲ ϖλείονα τῶν ἔϱγων αὐτȣ̃ ἐν ἀϖοϰϱύφοις.
16:22 ἔϱγα διϰαιοσύνης τίς ἀναγγελεῖ; ἢ τίς ὑϖομενεῖ; μαϰϱὰν γὰϱ ἡ διαϑήϰη.
16:23 ἐλαττȣ́μενος ϰαϱδίᾳ διανοεῖται ταῦτα, ϗ ἀνὴϱ ἄφϱων ϗ ϖλανώμενος διανοεῖται μωϱά.
16:24 Ἄϰȣσόν μȣ, τέϰνον, ϗ μάϑε ἐϖιϛήμην ϗ ἐϖὶ τῶν λόγων μȣ ϖϱόσεχε τῇ ϰαϱδίᾳ σȣ·
16:25 ἐϰφανῶ ἐν ϛαϑμῷ ϖαιδείαν ϗ ἐν ἀϰϱιϐείᾳ ἀϖαγγελῶ ἐϖιϛήμην.
16:26 Ἐν ϰϱίσει ϰυϱίȣ τὰ ἔϱγα αὐτȣ̃ ἀϖ’ ἀϱχῆς, ϗ ἀϖὸ ϖοιήσεως αὐτῶν διέϛειλεν μεϱίδας αὐτῶν.
16:27 ἐϰόσμησεν εἰς αἰῶνα τὰ ἔϱγα αὐτȣ̃ ϗ τὰς ἀϱχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· ȣ̓́τε ἐϖείνασαν ȣ̓́τε ἐϰοϖίασαν ϗ ȣ̓ϰ ἐξέλιϖον ἀϖὸ τῶν ἔϱγων αὐτῶν·
16:28 ἕϰαϛος τὸν ϖλησίον αὐτȣ̃ ȣ̓ϰ ἐξέϑλιψεν, ϗ ἕως αἰῶνος ȣ̓ϰ ἀϖειϑήσȣσιν τȣ̃ ῥήματος αὐτȣ̃.
16:29 ϗ μετὰ ταῦτα ϰύϱιος εἰς τὴν γῆν ἐϖέϐλεψεν ϗ ἐνέϖλησεν αὐτὴν τῶν ἀγαϑῶν αὐτȣ̃·
16:30 ψυχῇ ϖαντὸς ζῴȣ ἐϰάλυψεν τὸ ϖϱόσωϖον αὐτῆς, ϗ εἰς αὐτὴν ἡ ἀϖοϛϱοφὴ αὐτῶν.
17:1 Κύϱιος ἔϰτισεν ἐϰ γῆς ἄνϑϱωϖον ϗ ϖάλιν ἀϖέϛϱεψεν αὐτὸν εἰς αὐτήν.
17:2 ἡμέϱας ἀϱιϑμȣ̃ ϗ ϰαιϱὸν ἔδωϰεν αὐτοῖς ϗ ἔδωϰεν αὐτοῖς ἐξȣσίαν τῶν ἐϖ’ αὐτῆς.
17:3 ϰαϑ’ ἑαυτὸν ἐνέδυσεν αὐτȣ̀ς ἰσχὺν ϗ ϰατ’ εἰϰόνα αὐτȣ̃ ἐϖοίησεν αὐτȣ́ς.
17:4 ἔϑηϰεν τὸν φόϐον αὐτȣ̃ ἐϖὶ ϖάσης σαϱϰὸς ϗ ϰαταϰυϱιεύειν ϑηϱίων ϗ ϖετεινῶν.
17:6 διαϐȣ́λιον ϗ γλῶσσαν ϗ ὀφϑαλμȣ́ς, ὦτα ϗ ϰαϱδίαν ἔδωϰεν διανοεῖσϑαι αὐτοῖς.
17:7 ἐϖιϛήμην συνέσεως ἐνέϖλησεν αὐτȣ̀ς ϗ ἀγαϑὰ ϗ ϰαϰὰ ὑϖέδειξεν αὐτοῖς.
17:8 ἔϑηϰεν τὸν ὀφϑαλμὸν αὐτȣ̃ ἐϖὶ τὰς ϰαϱδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔϱγων αὐτȣ̃,
17:10 ϗ ὄνομα ἁγιασμȣ̃ αἰνέσȣσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔϱγων αὐτȣ̃.
17:11 ϖϱοσέϑηϰεν αὐτοῖς ἐϖιϛήμην ϗ νόμον ζωῆς ἐϰληϱοδότησεν αὐτοῖς.
17:12 διαϑήϰην αἰῶνος ἔϛησεν μετ’ αὐτῶν ϗ τὰ ϰϱίματα αὐτȣ̃ ὑϖέδειξεν αὐτοῖς.
17:13 μεγαλεῖον δόξης εἶδον οἱ ὀφϑαλμοὶ αὐτῶν, ϗ δόξαν φωνῆς αὐτȣ̃ ἤϰȣσεν τὸ ȣ̓͂ς αὐτῶν.
17:14 ϗ εἶϖεν αὐτοῖς Πϱοσέχετε ἀϖὸ ϖαντὸς ἀδίϰȣ· ϗ ἐνετείλατο αὐτοῖς ἑϰάϛῳ ϖεϱὶ τȣ̃ ϖλησίον.
17:15 Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτȣ̃ διὰ ϖαντός, ȣ̓ ϰϱυϐήσονται ἀϖὸ τῶν ὀφϑαλμῶν αὐτȣ̃.
17:17 ἑϰάϛῳ ἔϑνει ϰατέϛησεν ἡγȣ́μενον, ϗ μεϱὶς ϰυϱίȣ Ισϱαηλ ἐϛίν.
17:19 ἅϖαντα τὰ ἔϱγα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτȣ̃, ϗ οἱ ὀφϑαλμοὶ αὐτȣ̃ ἐνδελεχεῖς ἐϖὶ τὰς ὁδȣ̀ς αὐτῶν.
17:20 ȣ̓ϰ ἐϰϱύϐησαν αἱ ἀδιϰίαι αὐτῶν ἀϖ’ αὐτȣ̃, ϗ ϖᾶσαι αἱ ἁμαϱτίαι αὐτῶν ἔναντι ϰυϱίȣ.
17:22 ἐλεημοσύνη ἀνδϱὸς ὡς σφϱαγὶς μετ’ αὐτȣ̃, ϗ χάϱιν ἀνϑϱώϖȣ ὡς ϰόϱην συντηϱήσει.
17:23 μετὰ ταῦτα ἐξαναϛήσεται ϗ ἀνταϖοδώσει αὐτοῖς ϗ τὸ ἀνταϖόδομα αὐτῶν εἰς ϰεφαλὴν αὐτῶν ἀϖοδώσει·
17:24 ϖλὴν μετανοȣ̃σιν ἔδωϰεν ἐϖάνοδον ϗ ϖαϱεϰάλεσεν ἐϰλείϖοντας ὑϖομονήν.
17:25 Ἐϖίϛϱεφε ἐϖὶ ϰύϱιον ϗ ἀϖόλειϖε ἁμαϱτίας, δεήϑητι ϰατὰ ϖϱόσωϖον ϗ σμίϰϱυνον ϖϱόσϰομμα·
17:26 ἐϖάναγε ἐϖὶ ὕψιϛον ϗ ἀϖόϛϱεφε ἀϖὸ ἀδιϰίας ϗ σφόδϱα μίσησον ϐδέλυγμα.
17:27 ὑψίϛῳ τίς αἰνέσει ἐν ᾅδȣ ἀντὶ ζώντων ϗ διδόντων ἀνϑομολόγησιν;
17:28 ἀϖὸ νεϰϱȣ̃ ὡς μηδὲ ὄντος ἀϖόλλυται ἐξομολόγησις· ζῶν ϗ ὑγιὴς αἰνέσει τὸν ϰύϱιον.
17:29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τȣ̃ ϰυϱίȣ ϗ ἐξιλασμὸς τοῖς ἐϖιϛϱέφȣσιν ἐϖ’ αὐτόν.
17:30 ȣ̓ γὰϱ δύναται ϖάντα εἶναι ἐν ἀνϑϱώϖοις, ὅτι ȣ̓ϰ ἀϑάνατος υἱὸς ἀνϑϱώϖȣ.
17:31 τί φωτεινότεϱον ἡλίȣ; ϗ τȣ̃το ἐϰλείϖει· ϗ ϖονηϱὸν ἐνϑυμηϑήσεται σὰϱξ ϗ αἷμα.
17:32 δύναμιν ὕψȣς ȣ̓ϱανȣ̃ αὐτὸς ἐϖισϰέϖτεται, ϗ ἄνϑϱωϖοι ϖάντες γῆ ϗ σϖοδός.
18:1 Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔϰτισεν τὰ ϖάντα ϰοινῇ·
18:2 ϰύϱιος μόνος διϰαιωϑήσεται.
18:4 ȣ̓ϑενὶ ἐξεϖοίησεν ἐξαγγεῖλαι τὰ ἔϱγα αὐτȣ̃· ϗ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτȣ̃;
18:5 ϰϱάτος μεγαλωσύνης αὐτȣ̃ τίς ἐξαϱιϑμήσεται; ϗ τίς ϖϱοσϑήσει ἐϰδιηγήσασϑαι τὰ ἐλέη αὐτȣ̃;
18:6 ȣ̓ϰ ἔϛιν ἐλαττῶσαι ȣ̓δὲ ϖϱοσϑεῖναι, ϗ ȣ̓ϰ ἔϛιν ἐξιχνιάσαι τὰ ϑαυμάσια τȣ̃ ϰυϱίȣ·
18:7 ὅταν συντελέσῃ ἄνϑϱωϖος, τότε ἄϱχεται· ϗ ὅταν ϖαύσηται, τότε ἀϖοϱηϑήσεται.
18:8 Τί ἄνϑϱωϖος, ϗ τί ἡ χϱῆσις αὐτȣ̃; τί τὸ ἀγαϑὸν αὐτȣ̃, ϗ τί τὸ ϰαϰὸν αὐτȣ̃;
18:9 ἀϱιϑμὸς ἡμεϱῶν ἀνϑϱώϖȣ ϖολλὰ ἔτη ἑϰατόν·
18:10 ὡς ϛαγὼν ὕδατος ἀϖὸ ϑαλάσσης ϗ ψῆφος ἄμμȣ, ȣ̔́τως ὀλίγα ἔτη ἐν ἡμέϱᾳ αἰῶνος.
18:11 διὰ τȣ̃το ἐμαϰϱοϑύμησεν ϰύϱιος ἐϖ’ αὐτοῖς ϗ ἐξέχεεν ἐϖ’ αὐτȣ̀ς τὸ ἔλεος αὐτȣ̃.
18:12 εἶδεν ϗ ἐϖέγνω τὴν ϰαταϛϱοφὴν αὐτῶν ὅτι ϖονηϱά· διὰ τȣ̃το ἐϖλήϑυνεν τὸν ἐξιλασμὸν αὐτȣ̃.
18:13 ἔλεος ἀνϑϱώϖȣ ἐϖὶ τὸν ϖλησίον αὐτȣ̃, ἔλεος δὲ ϰυϱίȣ ἐϖὶ ϖᾶσαν σάϱϰα· ἐλέγχων ϗ ϖαιδεύων ϗ διδάσϰων ϗ ἐϖιϛϱέφων ὡς ϖοιμὴν τὸ ϖοίμνιον αὐτȣ̃.
18:14 τȣ̀ς ἐϰδεχομένȣς ϖαιδείαν ἐλεᾷ ϗ τȣ̀ς ϰατασϖεύδοντας ἐϖὶ τὰ ϰϱίματα αὐτȣ̃.
18:15 Τέϰνον, ἐν ἀγαϑοῖς μὴ δῷς μῶμον ϗ ἐν ϖάσῃ δόσει λύϖην λόγων.
18:16 ȣ̓χὶ ϰαύσωνα ἀναϖαύσει δϱόσος; ȣ̔́τως ϰϱείσσων λόγος ἢ δόσις.
18:17 ȣ̓ϰ ἰδȣ̀ λόγος ὑϖὲϱ δόμα ἀγαϑόν; ϗ ἀμφότεϱα ϖαϱὰ ἀνδϱὶ ϰεχαϱιτωμένῳ.
18:18 μωϱὸς ἀχαϱίϛως ὀνειδιεῖ, ϗ δόσις ϐασϰάνȣ ἐϰτήϰει ὀφϑαλμȣ́ς.
18:19 Πϱὶν ἢ λαλῆσαι μάνϑανε ϗ ϖϱὸ ἀϱϱωϛίας ϑεϱαϖεύȣ.
18:20 ϖϱὸ ϰϱίσεως ἐξέταζε σεαυτόν, ϗ ἐν ὥϱᾳ ἐϖισϰοϖῆς εὑϱήσεις ἐξιλασμόν.
18:21 ϖϱὶν ἀϱϱωϛῆσαί σε ταϖεινώϑητι ϗ ἐν ϰαιϱῷ ἁμαϱτημάτων δεῖξον ἐϖιϛϱοφήν.
18:22 μὴ ἐμϖοδισϑῇς τȣ̃ ἀϖοδȣ̃ναι εὐχὴν εὐϰαίϱως ϗ μὴ μείνῃς ἕως ϑανάτȣ διϰαιωϑῆναι.
18:23 ϖϱὶν εὔξασϑαι ἑτοίμασον σεαυτὸν ϗ μὴ γίνȣ ὡς ἄνϑϱωϖος ϖειϱάζων τὸν ϰύϱιον.
18:24 μνήσϑητι ϑυμȣ̃ ἐν ἡμέϱαις τελευτῆς ϗ ϰαιϱὸν ἐϰδιϰήσεως ἐν ἀϖοϛϱοφῇ ϖϱοσώϖȣ.
18:25 μνήσϑητι ϰαιϱὸν λιμȣ̃ ἐν ϰαιϱῷ ϖλησμονῆς, ϖτωχείαν ϗ ἔνδειαν ἐν ἡμέϱαις ϖλȣ́τȣ.
18:26 ἀϖὸ ϖϱωίϑεν ἕως ἑσϖέϱας μεταϐάλλει ϰαιϱός, ϗ ϖάντα ἐϛὶν ταχινὰ ἔναντι ϰυϱίȣ.
18:27 Ἄνϑϱωϖος σοφὸς ἐν ϖαντὶ εὐλαϐηϑήσεται ϗ ἐν ἡμέϱαις ἁμαϱτιῶν ϖϱοσέξει ἀϖὸ ϖλημμελείας.
18:28 ϖᾶς συνετὸς ἔγνω σοφίαν ϗ τῷ εὑϱόντι αὐτὴν δώσει ἐξομολόγησιν.
18:29 συνετοὶ ἐν λόγοις ϗ αὐτοὶ ἐσοφίσαντο ϗ ἀνώμϐϱησαν ϖαϱοιμίας ἀϰϱιϐεῖς.
18:30 Ὀϖίσω τῶν ἐϖιϑυμιῶν σȣ μὴ ϖοϱεύȣ ϗ ἀϖὸ τῶν ὀϱέξεών σȣ ϰωλύȣ·
18:31 ἐὰν χοϱηγήσῃς τῇ ψυχῇ σȣ εὐδοϰίαν ἐϖιϑυμίας, ϖοιήσει σε ἐϖίχαϱμα τῶν ἐχϑϱῶν σȣ.
18:32 μὴ εὐφϱαίνȣ ἐϖὶ ϖολλῇ τϱυφῇ, μὴ ϖϱοσδεϑῇς συμϐολῇ αὐτῆς.
18:33 μὴ γίνȣ ϖτωχὸς συμϐολοϰοϖῶν ἐϰ δανεισμȣ̃, ϗ ȣ̓δέν σοί ἐϛιν ἐν μαϱσιϖϖίῳ.
19:1 ἐϱγάτης μέϑυσος ȣ̓ ϖλȣτισϑήσεται· ὁ ἐξȣϑενῶν τὰ ὀλίγα ϰατὰ μιϰϱὸν ϖεσεῖται.
19:2 οἶνος ϗ γυναῖϰες ἀϖοϛήσȣσιν συνετȣ́ς, ϗ ὁ ϰολλώμενος ϖόϱναις τολμηϱότεϱος ἔϛαι·
19:3 σήϖη ϗ σϰώληϰες ϰληϱονομήσȣσιν αὐτόν, ϗ ψυχὴ τολμηϱὰ ἐξαϱϑήσεται.
19:4 Ὁ ταχὺ ἐμϖιϛεύων ϰȣ̃φος ϰαϱδίᾳ, ϗ ὁ ἁμαϱτάνων εἰς ψυχὴν αὐτȣ̃ ϖλημμελήσει.
19:5 ὁ εὐφϱαινόμενος ϰαϱδίᾳ ϰαταγνωσϑήσεται,
19:6 ϗ ὁ μισῶν λαλιὰν ἐλαττονȣ̃ται ϰαϰίᾳ.
19:7 μηδέϖοτε δευτεϱώσῃς λόγον, ϗ ȣ̓ϑέν σοι ȣ̓ μὴ ἐλαττονωϑῇ.
19:8 ἐν φίλῳ ϗ ἐχϑϱῷ μὴ διηγȣ̃, ϗ εἰ μή ἐϛίν σοι ἁμαϱτία, μὴ ἀϖοϰάλυϖτε·
19:9 ἀϰήϰοεν γάϱ σȣ ϗ ἐφυλάξατό σε, ϗ ἐν ϰαιϱῷ μισήσει σε.
19:10 ἀϰήϰοας λόγον; συναϖοϑανέτω σοι· ϑάϱσει, ȣ̓ μή σε ῥήξει.
19:11 ἀϖὸ ϖϱοσώϖȣ λόγȣ ὠδινήσει μωϱὸς ὡς ἀϖὸ ϖϱοσώϖȣ ϐϱέφȣς ἡ τίϰτȣσα.
19:12 ϐέλος ϖεϖηγὸς ἐν μηϱῷ σαϱϰός, ȣ̔́τως λόγος ἐν ϰοιλίᾳ μωϱȣ̃.
19:13 Ἔλεγξον φίλον, μήϖοτε ȣ̓ϰ ἐϖοίησεν, ϗ εἴ τι ἐϖοίησεν, μήϖοτε ϖϱοσϑῇ.
19:14 ἔλεγξον τὸν ϖλησίον, μήϖοτε ȣ̓ϰ εἶϖεν, ϗ εἰ εἴϱηϰεν, ἵνα μὴ δευτεϱώσῃ.
19:15 ἔλεγξον φίλον, ϖολλάϰις γὰϱ γίνεται διαϐολή, ϗ μὴ ϖαντὶ λόγῳ ϖίϛευε.
19:16 ἔϛιν ὀλισϑάνων ϗ ȣ̓ϰ ἀϖὸ ψυχῆς, ϗ τίς ȣ̓χ ἥμαϱτεν ἐν τῇ γλώσσῃ αὐτȣ̃;
19:17 ἔλεγξον τὸν ϖλησίον σȣ ϖϱὶν ἢ ἀϖειλῆσαι ϗ δὸς τόϖον νόμῳ ὑψίϛȣ.
19:20 Πᾶσα σοφία φόϐος ϰυϱίȣ, ϗ ἐν ϖάσῃ σοφίᾳ ϖοίησις νόμȣ·
19:22 ϗ ȣ̓ϰ ἔϛιν σοφία ϖονηϱίας ἐϖιϛήμη, ϗ ȣ̓ϰ ἔϛιν ὅϖȣ ϐȣλὴ ἁμαϱτωλῶν φϱόνησις.
19:23 ἔϛιν ϖανȣϱγία ϗ αὕτη ϐδέλυγμα, ϗ ἔϛιν ἄφϱων ἐλαττȣ́μενος σοφίᾳ·
19:24 ϰϱείττων ἡττώμενος ἐν συνέσει ἔμφοϐος ἢ ϖεϱισσεύων ἐν φϱονήσει ϗ ϖαϱαϐαίνων νόμον.
19:25 ἔϛιν ϖανȣϱγία ἀϰϱιϐὴς ϗ αὕτη ἄδιϰος, ϗ ἔϛιν διαϛϱέφων χάϱιν τȣ̃ ἐϰφᾶναι ϰϱίμα.
19:26 ἔϛιν ϖονηϱευόμενος συγϰεϰυφὼς μελανίᾳ, ϗ τὰ ἐντὸς αὐτȣ̃ ϖλήϱη δόλȣ·
19:27 συγϰϱύφων ϖϱόσωϖον ϗ ἐϑελοϰωφῶν, ὅϖȣ ȣ̓ϰ ἐϖεγνώσϑη, ϖϱοφϑάσει σε·
19:28 ϗ ἐὰν ὑϖὸ ἐλαττώματος ἰσχύος ϰωλυϑῇ ἁμαϱτεῖν, ἐὰν εὕϱῃ ϰαιϱόν, ϰαϰοϖοιήσει.
19:29 ἀϖὸ ὁϱάσεως ἐϖιγνωσϑήσεται ἀνήϱ, ϗ ἀϖὸ ἀϖαντήσεως ϖϱοσώϖȣ ἐϖιγνωσϑήσεται νοήμων·
19:30 ϛολισμὸς ἀνδϱὸς ϗ γέλως ὀδόντων ϗ ϐήματα ἀνϑϱώϖȣ ἀναγγελεῖ τὰ ϖεϱὶ αὐτȣ̃.
20:1 Ἔϛιν ἔλεγχος ὃς ȣ̓ϰ ἔϛιν ὡϱαῖος, ϗ ἔϛιν σιωϖῶν ϗ αὐτὸς φϱόνιμος.
20:2 ὡς ϰαλὸν ἐλέγξαι ἢ ϑυμȣ̃σϑαι,
20:3 ϗ ὁ ἀνϑομολογȣ́μενος ἀϖὸ ἐλαττώσεως ϰωλυϑήσεται.
20:4 ἐϖιϑυμία εὐνȣ́χȣ ἀϖοϖαϱϑενῶσαι νεάνιδα, ȣ̔́τως ὁ ϖοιῶν ἐν ϐίᾳ ϰϱίματα.
20:5 ἔϛιν σιωϖῶν εὑϱισϰόμενος σοφός, ϗ ἔϛιν μισητὸς ἀϖὸ ϖολλῆς λαλιᾶς.
20:6 ἔϛιν σιωϖῶν, ȣ̓ γὰϱ ἔχει ἀϖόϰϱισιν, ϗ ἔϛιν σιωϖῶν εἰδὼς ϰαιϱόν.
20:7 ἄνϑϱωϖος σοφὸς σιγήσει ἕως ϰαιϱȣ̃, ὁ δὲ λαϖιϛὴς ϗ ἄφϱων ὑϖεϱϐήσεται ϰαιϱόν.
20:8 ὁ ϖλεονάζων λόγῳ ϐδελυχϑήσεται, ϗ ὁ ἐνεξȣσιαζόμενος μισηϑήσεται.
20:9 Ἔϛιν εὐοδία ἐν ϰαϰοῖς ἀνδϱί, ϗ ἔϛιν εὕϱεμα εἰς ἐλάττωσιν.
20:10 ἔϛιν δόσις, ἣ ȣ̓ λυσιτελήσει σοι, ϗ ἔϛιν δόσις, ἧς τὸ ἀνταϖόδομα διϖλȣ̃ν.
20:11 ἔϛιν ἐλάττωσις ἕνεϰεν δόξης, ϗ ἔϛιν ὃς ἀϖὸ ταϖεινώσεως ἦϱεν ϰεφαλήν.
20:12 ἔϛιν ἀγοϱάζων ϖολλὰ ὀλίγȣ ϗ ἀϖοτιννύων αὐτὰ ἑϖταϖλάσιον.
20:13 ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν ϖϱοσφιλῆ ϖοιήσει, χάϱιτες δὲ μωϱῶν ἐϰχυϑήσονται.
20:14 δόσις ἄφϱονος ȣ̓ λυσιτελήσει σοι, οἱ γὰϱ ὀφϑαλμοὶ αὐτȣ̃ ἀνϑ’ ἑνὸς ϖολλοί
20:15 ὀλίγα δώσει ϗ ϖολλὰ ὀνειδίσει ϗ ἀνοίξει τὸ ϛόμα αὐτȣ̃ ὡς ϰῆϱυξ· σήμεϱον δανιεῖ ϗ αὔϱιον ἀϖαιτήσει, μισητὸς ἄνϑϱωϖος ὁ τοιȣ̃τος.
20:16 μωϱὸς ἐϱεῖ Ȣ̓χ ὑϖάϱχει μοι φίλος, ϗ ȣ̓ϰ ἔϛιν χάϱις τοῖς ἀγαϑοῖς μȣ·
20:17 οἱ ἔσϑοντες τὸν ἄϱτον αὐτȣ̃ φαῦλοι γλώσσῃ, ϖοσάϰις ϗ ὅσοι ϰαταγελάσονται αὐτȣ̃;
20:18 Ὀλίσϑημα ἀϖὸ ἐδάφȣς μᾶλλον ἢ ἀϖὸ γλώσσης, ȣ̔́τως ϖτῶσις ϰαϰῶν ϰατὰ σϖȣδὴν ἥξει.
20:19 ἄνϑϱωϖος ἄχαϱις, μῦϑος ἄϰαιϱος· ἐν ϛόματι ἀϖαιδεύτων ἐνδελεχισϑήσεται.
20:20 ἀϖὸ ϛόματος μωϱȣ̃ ἀϖοδοϰιμασϑήσεται ϖαϱαϐολή· ȣ̓ γὰϱ μὴ εἴϖῃ αὐτὴν ἐν ϰαιϱῷ αὐτῆς.
20:21 Ἔϛιν ϰωλυόμενος ἁμαϱτάνειν ἀϖὸ ἐνδείας, ϗ ἐν τῇ ἀναϖαύσει αὐτȣ̃ ȣ̓ ϰατανυγήσεται.
20:22 ἔϛιν ἀϖολλύων τὴν ψυχὴν αὐτȣ̃ δι’ αἰσχύνην, ϗ ἀϖὸ ἄφϱονος ϖϱοσώϖȣ ἀϖολεῖ αὐτήν.
20:23 ἔϛιν χάϱιν αἰσχύνης ἐϖαγγελλόμενος φίλῳ, ϗ ἐϰτήσατο αὐτὸν ἐχϑϱὸν δωϱεάν.
20:24 Μῶμος ϖονηϱὸς ἐν ἀνϑϱώϖῳ ψεῦδος, ἐν ϛόματι ἀϖαιδεύτων ἐνδελεχισϑήσεται.
20:25 αἱϱετὸν ϰλέϖτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεϱοι δὲ ἀϖώλειαν ϰληϱονομήσȣσιν.
20:26 ἦϑος ἀνϑϱώϖȣ ψευδȣ̃ς ἀτιμία, ϗ ἡ αἰσχύνη αὐτȣ̃ μετ’ αὐτȣ̃ ἐνδελεχῶς.
20:27 Ὁ σοφὸς ἐν λόγοις ϖϱοάξει ἑαυτόν, ϗ ἄνϑϱωϖος φϱόνιμος ἀϱέσει μεγιϛᾶσιν.
20:28 ὁ ἐϱγαζόμενος γῆν ἀνυψώσει ϑιμωνιὰν αὐτȣ̃, ϗ ὁ ἀϱέσϰων μεγιϛᾶσιν ἐξιλάσεται ἀδιϰίαν.
20:29 ξένια ϗ δῶϱα ἀϖοτυφλοῖ ὀφϑαλμȣ̀ς σοφῶν ϗ ὡς φιμὸς ἐν ϛόματι ἀϖοτϱέϖει ἐλεγμȣ́ς.
20:30 σοφία ϰεϰϱυμμένη ϗ ϑησαυϱὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέϱοις;
20:31 ϰϱείσσων ἄνϑϱωϖος ἀϖοϰϱύϖτων τὴν μωϱίαν αὐτȣ̃ ἢ ἄνϑϱωϖος ἀϖοϰϱύϖτων τὴν σοφίαν αὐτȣ̃.
21:1 Τέϰνον, ἥμαϱτες; μὴ ϖϱοσϑῇς μηϰέτι ϗ ϖεϱὶ τῶν ϖϱοτέϱων σȣ δεήϑητι.
21:2 ὡς ἀϖὸ ϖϱοσώϖȣ ὄφεως φεῦγε ἀϖὸ ἁμαϱτίας· ἐὰν γὰϱ ϖϱοσέλϑῃς, δήξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιϱȣ̃ντες ψυχὰς ἀνϑϱώϖων.
21:3 ὡς ῥομφαία δίϛομος ϖᾶσα ἀνομία, τῇ ϖληγῇ αὐτῆς ȣ̓ϰ ἔϛιν ἴασις.
21:4 ϰαταϖληγμὸς ϗ ὕϐϱις ἐϱημώσȣσιν ϖλȣ̃τον· ȣ̔́τως οἶϰος ὑϖεϱηφάνȣ ἐϱημωϑήσεται.
21:5 δέησις ϖτωχȣ̃ ἐϰ ϛόματος ἕως ὠτίων αὐτȣ̃, ϗ τὸ ϰϱίμα αὐτȣ̃ ϰατὰ σϖȣδὴν ἔϱχεται.
21:6 μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαϱτωλȣ̃, ϗ ὁ φοϐȣ́μενος ϰύϱιον ἐϖιϛϱέψει ἐν ϰαϱδίᾳ.
21:7 γνωϛὸς μαϰϱόϑεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισϑάνειν αὐτόν.
21:8 ὁ οἰϰοδομῶν τὴν οἰϰίαν αὐτȣ̃ ἐν χϱήμασιν ἀλλοτϱίοις ὡς συνάγων αὐτȣ̃ τȣ̀ς λίϑȣς εἰς χειμῶνα.
21:9 ϛιϖϖύον συνηγμένον συναγωγὴ ἀνόμων, ϗ ἡ συντέλεια αὐτῶν φλὸξ ϖυϱός.
21:10 ὁδὸς ἁμαϱτωλῶν ὡμαλισμένη ἐϰ λίϑων, ϗ ἐϖ’ ἐσχάτων αὐτῆς ϐόϑϱος ᾅδȣ.
21:11 Ὁ φυλάσσων νόμον ϰαταϰϱατεῖ τȣ̃ ἐννοήματος αὐτȣ̃, ϗ συντέλεια τȣ̃ φόϐȣ ϰυϱίȣ σοφία.
21:12 ȣ̓ ϖαιδευϑήσεται ὃς ȣ̓ϰ ἔϛιν ϖανȣ̃ϱγος, ἔϛιν δὲ ϖανȣϱγία ϖληϑύνȣσα ϖιϰϱίαν.
21:13 γνῶσις σοφȣ̃ ὡς ϰαταϰλυσμὸς ϖληϑυνϑήσεται ϗ ἡ ϐȣλὴ αὐτȣ̃ ὡς ϖηγὴ ζωῆς.
21:14 ἔγϰατα μωϱȣ̃ ὡς ἀγγεῖον συντετϱιμμένον ϗ ϖᾶσαν γνῶσιν ȣ̓ ϰϱατήσει.
21:15 λόγον σοφὸν ἐὰν ἀϰȣ́σῃ ἐϖιϛήμων, αἰνέσει αὐτὸν ϗ ἐϖ’ αὐτὸν ϖϱοσϑήσει· ἤϰȣσεν ὁ σϖαταλῶν, ϗ ἀϖήϱεσεν αὐτῷ, ϗ ἀϖέϛϱεψεν αὐτὸν ὀϖίσω τȣ̃ νώτȣ αὐτȣ̃.
21:16 ἐξήγησις μωϱȣ̃ ὡς ἐν ὁδῷ φοϱτίον, ἐϖὶ δὲ χείλȣς συνετȣ̃ εὑϱεϑήσεται χάϱις.
21:17 ϛόμα φϱονίμȣ ζητηϑήσεται ἐν ἐϰϰλησίᾳ, ϗ τȣ̀ς λόγȣς αὐτȣ̃ διανοηϑήσονται ἐν ϰαϱδίᾳ.
21:18 Ὡς οἶϰος ἠφανισμένος ȣ̔́τως μωϱῷ σοφία, ϗ γνῶσις ἀσυνέτȣ ἀδιεξέταϛοι λόγοι.
21:19 ϖέδαι ἐν ϖοσὶν ἀνοήτȣ ϖαιδεία ϗ ὡς χειϱοϖέδαι ἐϖὶ χειϱὸς δεξιᾶς.
21:20 μωϱὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτȣ̃, ἀνὴϱ δὲ ϖανȣ̃ϱγος μόλις ἡσυχῇ μειδιάσει.
21:21 ὡς ϰόσμος χϱυσȣ̃ς φϱονίμῳ ϖαιδεία ϗ ὡς χλιδὼν ἐϖὶ ϐϱαχίονι δεξιῷ.
21:22 ϖȣ̀ς μωϱȣ̃ ταχὺς εἰς οἰϰίαν, ἄνϑϱωϖος δὲ ϖολύϖειϱος αἰσχυνϑήσεται ἀϖὸ ϖϱοσώϖȣ.
21:23 ἄφϱων ἀϖὸ ϑύϱας ϖαϱαϰύϖτει εἰς οἰϰίαν, ἀνὴϱ δὲ ϖεϖαιδευμένος ἔξω ϛήσεται.
21:24 ἀϖαιδευσία ἀνϑϱώϖȣ ἀϰϱοᾶσϑαι ϖαϱὰ ϑύϱαν, ὁ δὲ φϱόνιμος ϐαϱυνϑήσεται ἀτιμίᾳ.
21:25 χείλη ἀλλοτϱίων ἐν τȣ́τοις διηγήσονται, λόγοι δὲ φϱονίμων ἐν ζυγῷ ϛαϑήσονται.
21:26 ἐν ϛόματι μωϱῶν ἡ ϰαϱδία αὐτῶν, ϰαϱδία δὲ σοφῶν ϛόμα αὐτῶν.
21:27 ἐν τῷ ϰαταϱᾶσϑαι ἀσεϐῆ τὸν σατανᾶν αὐτὸς ϰαταϱᾶται τὴν ἑαυτȣ̃ ψυχήν.
21:28 μολύνει τὴν ἑαυτȣ̃ ψυχὴν ὁ ψιϑυϱίζων ϗ ἐν ϖαϱοιϰήσει μισηϑήσεται.
22:1 Λίϑῳ ἠϱδαλωμένῳ συνεϐλήϑη ὀϰνηϱός, ϗ ϖᾶς ἐϰσυϱιεῖ ἐϖὶ τῇ ἀτιμίᾳ αὐτȣ̃.
22:2 ϐολϐίτῳ ϰοϖϱίων συνεϐλήϑη ὀϰνηϱός, ϖᾶς ὁ ἀναιϱȣ́μενος αὐτὸν ἐϰτινάξει χεῖϱα.
22:3 αἰσχύνη ϖατϱὸς ἐν γεννήσει ἀϖαιδεύτȣ, ϑυγάτηϱ δὲ ἐϖ’ ἐλαττώσει γίνεται.
22:4 ϑυγάτηϱ φϱονίμη ϰληϱονομήσει ἄνδϱα αὐτῆς, ϗ ἡ ϰαταισχύνȣσα εἰς λύϖην γεννήσαντος·
22:5 ϖατέϱα ϗ ἄνδϱα ϰαταισχύνει ἡ ϑϱασεῖα ϗ ὑϖὸ ἀμφοτέϱων ἀτιμασϑήσεται.
22:6 μȣσιϰὰ ἐν ϖένϑει ἄϰαιϱος διήγησις, μάϛιγες δὲ ϗ ϖαιδεία ἐν ϖαντὶ ϰαιϱῷ σοφίας.
22:9 συγϰολλῶν ὄϛϱαϰον ὁ διδάσϰων μωϱόν, ἐξεγείϱων ϰαϑεύδοντα ἐϰ ϐαϑέος ὕϖνȣ.
22:10 διηγȣ́μενος νυϛάζοντι ὁ διηγȣ́μενος μωϱῷ, ϗ ἐϖὶ συντελείᾳ ἐϱεῖ Τί ἐϛιν;
22:11 ἐϖὶ νεϰϱῷ ϰλαῦσον, ἐξέλιϖεν γὰϱ φῶς, ϗ ἐϖὶ μωϱῷ ϰλαῦσον, ἐξέλιϖεν γὰϱ σύνεσιν· ἥδιον ϰλαῦσον ἐϖὶ νεϰϱῷ, ὅτι ἀνεϖαύσατο, τȣ̃ δὲ μωϱȣ̃ ὑϖὲϱ ϑάνατον ἡ ζωὴ ϖονηϱά.
22:12 ϖένϑος νεϰϱȣ̃ ἑϖτὰ ἡμέϱαι, μωϱȣ̃ δὲ ϗ ἀσεϐȣ̃ς ϖᾶσαι αἱ ἡμέϱαι τῆς ζωῆς αὐτȣ̃.
22:13 μετὰ ἄφϱονος μὴ ϖληϑύνῃς λόγον ϗ ϖϱὸς ἀσύνετον μὴ ϖοϱεύȣ· φύλαξαι ἀϖ’ αὐτȣ̃, ἵνα μὴ ϰόϖον ἔχῃς ϗ ȣ̓ μὴ μολυνϑῇς ἐν τῷ ἐντιναγμῷ αὐτȣ̃· ἔϰϰλινον ἀϖ’ αὐτȣ̃ ϗ εὑϱήσεις ἀνάϖαυσιν ϗ ȣ̓ μὴ ἀϰηδιάσῃς ἐν τῇ ἀϖονοίᾳ αὐτȣ̃.
22:14 ὑϖὲϱ μόλιϐον τί ϐαϱυνϑήσεται; ϗ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωϱός;
22:15 ἄμμον ϗ ἅλα ϗ ϐῶλον σιδήϱȣ εὔϰοϖον ὑϖενεγϰεῖν ἢ ἄνϑϱωϖον ἀσύνετον.
22:16 Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰϰοδομὴν ἐν συσσεισμῷ ȣ̓ διαλυϑήσεται· ȣ̔́τως ϰαϱδία ἐϛηϱιγμένη ἐϖὶ διανοήματος ϐȣλῆς ἐν ϰαιϱῷ ȣ̓ δειλιάσει.
22:17 ϰαϱδία ἡδϱασμένη ἐϖὶ διανοίας συνέσεως ὡς ϰόσμος ψαμμωτὸς τοίχȣ ξυϛȣ̃.
22:18 χάϱαϰες ἐϖὶ μετεώϱȣ ϰείμενοι ϰατέναντι ἀνέμȣ ȣ̓ μὴ ὑϖομείνωσιν· ȣ̔́τως ϰαϱδία δειλὴ ἐϖὶ διανοήματος μωϱȣ̃ ϰατέναντι ϖαντὸς φόϐȣ ȣ̓ μὴ ὑϖομείνῃ.
22:19 Ὁ νύσσων ὀφϑαλμὸν ϰατάξει δάϰϱυα, ϗ νύσσων ϰαϱδίαν ἐϰφαίνει αἴσϑησιν.
22:20 ϐάλλων λίϑον ἐϖὶ ϖετεινὰ ἀϖοσοϐεῖ αὐτά, ϗ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.
22:21 ἐϖὶ φίλον ἐὰν σϖάσῃς ῥομφαίαν, μὴ ἀφελϖίσῃς, ἔϛιν γὰϱ ἐϖάνοδος·
22:22 ἐϖὶ φίλον ἐὰν ἀνοίξῃς ϛόμα, μὴ εὐλαϐηϑῇς, ἔϛιν γὰϱ διαλλαγή· ϖλὴν ὀνειδισμȣ̃ ϗ ὑϖεϱηφανίας ϗ μυϛηϱίȣ ἀϖοϰαλύ ψεως ϗ ϖληγῆς δολίας, ἐν τȣ́τοις ἀϖοφεύξεται ϖᾶς φίλος.
22:23 ϖίϛιν ϰτῆσαι ἐν ϖτωχείᾳ μετὰ τȣ̃ ϖλησίον, ἵνα ἐν τοῖς ἀγαϑοῖς αὐτȣ̃ ὁμȣ̃ ϖλησϑῇς· ἐν ϰαιϱῷ ϑλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ ϰληϱονομίᾳ αὐτȣ̃ συγϰληϱονομήσῃς.
22:24 ϖϱὸ ϖυϱὸς ἀτμὶς ϰαμίνȣ ϗ ϰαϖνός· ȣ̔́τως ϖϱὸ αἱμάτων λοιδοϱίαι.
22:25 φίλον σϰεϖάσαι ȣ̓ϰ αἰσχυνϑήσομαι ϗ ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ȣ̓ μὴ ϰϱυϐῶ,
22:26 ϗ εἰ ϰαϰά μοι συμϐήσεται δι’ αὐτόν, ϖᾶς ὁ ἀϰȣ́ων φυλάξεται ἀϖ’ αὐτȣ̃.
22:27 Τίς δώσει ἐϖὶ ϛόμα μȣ φυλαϰὴν ϗ ἐϖὶ τῶν χειλέων μȣ σφϱαγῖδα ϖανȣ̃ϱγον, ἵνα μὴ ϖέσω ἀϖ’ αὐτῆς ϗ ἡ γλῶσσά μȣ ἀϖολέσῃ με;
23:1 ϰύϱιε ϖάτεϱ ϗ δέσϖοτα ζωῆς μȣ, μὴ ἐγϰαταλίϖῃς με ἐν ϐȣλῇ αὐτῶν, μὴ ἀφῇς με ϖεσεῖν ἐν αὐτοῖς.
23:2 τίς ἐϖιϛήσει ἐϖὶ τȣ̃ διανοήματός μȣ μάϛιγας ϗ ἐϖὶ τῆς ϰαϱδίας μȣ ϖαιδείαν σοφίας, ἵνα ἐϖὶ τοῖς ἀγνοήμασίν μȣ μὴ φείσωνται ϗ ȣ̓ μὴ ϖαϱῇ τὰ ἁμαϱτήματα αὐτῶν,
23:3 ὅϖως μὴ ϖληϑυνϑῶσιν αἱ ἄγνοιαί μȣ ϗ αἱ ἁμαϱτίαι μȣ ϖλεονάσωσιν ϗ ϖεσȣ̃μαι ἔναντι τῶν ὑϖεναντίων ϗ ἐϖιχαϱεῖταί μοι ὁ ἐχϑϱός μȣ;
23:4 ϰύϱιε ϖάτεϱ ϗ ϑεὲ ζωῆς μȣ, μετεωϱισμὸν ὀφϑαλμῶν μὴ δῷς μοι
23:5 ϗ ἐϖιϑυμίαν ἀϖόϛϱεψον ἀϖ’ ἐμȣ̃·
23:6 ϰοιλίας ὄϱεξις ϗ συνȣσιασμὸς μὴ ϰαταλαϐέτωσάν με, ϗ ψυχῇ ἀναιδεῖ μὴ ϖαϱαδῷς με.
23:7 Παιδείαν ϛόματος ἀϰȣ́σατε, τέϰνα, ϗ ὁ φυλάσσων ȣ̓ μὴ ἁλῷ.
23:8 ἐν τοῖς χείλεσιν αὐτȣ̃ ϰαταληφϑήσεται ἁμαϱτωλός, ϗ λοίδοϱος ϗ ὑϖεϱήφανος σϰανδαλισϑήσονται ἐν αὐτοῖς.
23:9 ὅϱϰῳ μὴ ἐϑίσῃς τὸ ϛόμα σȣ ϗ ὀνομασίᾳ τȣ̃ ἁγίȣ μὴ συνεϑισϑῇς·
23:10 ὥσϖεϱ γὰϱ οἰϰέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀϖὸ μώλωϖος ȣ̓ϰ ἐλαττωϑήσεται, ȣ̔́τως ϗ ὁ ὀμνύων ϗ ὀνομάζων διὰ ϖαντὸς ἀϖὸ ἁμαϱτίας ȣ̓ μὴ ϰαϑαϱισϑῇ.
23:11 ἀνὴϱ ϖολύοϱϰος ϖλησϑήσεται ἀνομίας, ϗ ȣ̓ϰ ἀϖοϛήσεται ἀϖὸ τȣ̃ οἴϰȣ αὐτȣ̃ μάϛιξ· ἐὰν ϖλημμελήσῃ, ἁμαϱτία αὐτȣ̃ ἐϖ’ αὐτῷ, ϰἂν ὑϖεϱίδῃ, ἥμαϱτεν δισσῶς· ϗ εἰ διὰ ϰενῆς ὤμοσεν, ȣ̓ διϰαιωϑήσεται, ϖλησϑήσεται γὰϱ ἐϖαγωγῶν ὁ οἶϰος αὐτȣ̃.
23:12 Ἔϛιν λέξις ἀντιϖαϱαϐεϐλημένη ϑανάτῳ, μὴ εὑϱεϑήτω ἐν ϰληϱονομίᾳ Ιαϰωϐ· ἀϖὸ γὰϱ εὐσεϐῶν ταῦτα ϖάντα ἀϖοϛήσεται, ϗ ἐν ἁμαϱτίαις ȣ̓ϰ ἐγϰυλισϑήσονται.
23:13 ἀϖαιδευσίαν ἀσυϱῆ μὴ συνεϑίσῃς τὸ ϛόμα σȣ· ἔϛιν γὰϱ ἐν αὐτῇ λόγος ἁμαϱτίας.
23:14 μνήσϑητι ϖατϱὸς ϗ μητϱός σȣ, ἀνὰ μέσον γὰϱ μεγιϛάνων συνεδϱεύεις, μήϖοτε ἐϖιλάϑῃ ἐνώϖιον αὐτῶν ϗ τῷ ἐϑισμῷ σȣ μωϱανϑῇς ϗ ϑελήσεις εἰ μὴ ἐγεννήϑης ϗ τὴν ἡμέϱαν τȣ̃ τοϰετȣ̃ σȣ ϰαταϱάσῃ.
23:15 ἄνϑϱωϖος συνεϑιζόμενος λόγοις ὀνειδισμȣ̃ ἐν ϖάσαις ταῖς ἡμέϱαις αὐτȣ̃ ȣ̓ μὴ ϖαιδευϑῇ.
23:16 Δύο εἴδη ϖληϑύνȣσιν ἁμαϱτίας, ϗ τὸ τϱίτον ἐϖάξει ὀϱγήν·
23:17 ψυχὴ ϑεϱμὴ ὡς ϖῦϱ ϰαιόμενον, ȣ̓ μὴ σϐεσϑῇ ἕως ἂν ϰαταϖοϑῇ· ἄνϑϱωϖος ϖόϱνος ἐν σώματι σαϱϰὸς αὐτȣ̃, ȣ̓ μὴ ϖαύσηται ἕως ἂν ἐϰϰαύσῃ ϖῦϱ· ἀνϑϱώϖῳ ϖόϱνῳ ϖᾶς ἄϱτος ἡδύς, ȣ̓ μὴ ϰοϖάσῃ ἕως ἂν τελευτήσῃ.
23:18 ἄνϑϱωϖος ϖαϱαϐαίνων ἀϖὸ τῆς ϰλίνης αὐτȣ̃ λέγων ἐν τῇ ψυχῇ αὐτȣ̃ Τίς με ὁϱᾷ; σϰότος ϰύϰλῳ μȣ, ϗ οἱ τοῖχοί με ϰαλύϖτȣσιν, ϗ ȣ̓ϑείς με ὁϱᾷ· τί εὐλαϐȣ̃μαι; τῶν ἁμαϱτιῶν μȣ ȣ̓ μὴ μνησϑήσεται ὁ ὕψιϛος.
23:19 ϗ ὀφϑαλμοὶ ἀνϑϱώϖων ὁ φόϐος αὐτȣ̃, ϗ ȣ̓ϰ ἔγνω ὅτι ὀφϑαλμοὶ ϰυϱίȣ μυϱιοϖλασίως ἡλίȣ φωτεινότεϱοι ἐϖιϐλέϖοντες ϖάσας ὁδȣ̀ς ἀνϑϱώϖων ϗ ϰατανοȣ̃ντες εἰς ἀϖόϰϱυφα μέϱη.
23:20 ϖϱὶν ἢ ϰτισϑῆναι τὰ ϖάντα ἔγνωϛαι αὐτῷ, ȣ̔́τως ϗ μετὰ τὸ συντελεσϑῆναι.
23:21 ȣ̔͂τος ἐν ϖλατείαις ϖόλεως ἐϰδιϰηϑήσεται, ϗ ȣ̔͂ ȣ̓χ ὑϖενόησεν, ϖιασϑήσεται.
23:22 ȣ̔́τως ϗ γυνὴ ϰαταλιϖȣ̃σα τὸν ἄνδϱα ϗ ϖαϱιϛῶσα ϰληϱονόμον ἐξ ἀλλοτϱίȣ.
23:23 ϖϱῶτον μὲν γὰϱ ἐν νόμῳ ὑψίϛȣ ἠϖείϑησεν, ϗ δεύτεϱον εἰς ἄνδϱα αὐτῆς ἐϖλημμέλησεν, ϗ τὸ τϱίτον ἐν ϖοϱνείᾳ ἐμοιχεύϑη ϗ ἐξ ἀλλοτϱίȣ ἀνδϱὸς τέϰνα ϖαϱέϛησεν.
23:24 αὕτη εἰς ἐϰϰλησίαν ἐξαχϑήσεται, ϗ ἐϖὶ τὰ τέϰνα αὐτῆς ἐϖισϰοϖὴ ἔϛαι.
23:25 ȣ̓ διαδώσȣσιν τὰ τέϰνα αὐτῆς εἰς ῥίζαν, ϗ οἱ ϰλάδοι αὐτῆς ȣ̓ϰ οἴσȣσιν ϰαϱϖόν.
23:26 ϰαταλείψει εἰς ϰατάϱαν τὸ μνημόσυνον αὐτῆς, ϗ τὸ ὄνειδος αὐτῆς ȣ̓ϰ ἐξαλειφϑήσεται,
23:27 ϗ ἐϖιγνώσονται οἱ ϰαταλειφϑέντες ὅτι ȣ̓ϑὲν ϰϱεῖττον φόϐȣ ϰυϱίȣ ϗ ȣ̓ϑὲν γλυϰύτεϱον τȣ̃ ϖϱοσέχειν ἐντολαῖς ϰυϱίȣ.
24:1 Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς ϗ ἐν μέσῳ λαȣ̃ αὐτῆς ϰαυχήσεται·
24:2 ἐν ἐϰϰλησίᾳ ὑψίϛȣ ϛόμα αὐτῆς ἀνοίξει ϗ ἔναντι δυνάμεως αὐτȣ̃ ϰαυχήσεται
24:3 Ἐγὼ ἀϖὸ ϛόματος ὑψίϛȣ ἐξῆλϑον ϗ ὡς ὁμίχλη ϰατεϰάλυψα γῆν·
24:4 ἐγὼ ἐν ὑψηλοῖς ϰατεσϰήνωσα, ϗ ὁ ϑϱόνος μȣ ἐν ϛύλῳ νεφέλης·
24:5 γῦϱον ȣ̓ϱανȣ̃ ἐϰύϰλωσα μόνη ϗ ἐν ϐάϑει ἀϐύσσων ϖεϱιεϖάτησα·
24:6 ἐν ϰύμασιν ϑαλάσσης ϗ ἐν ϖάσῃ τῇ γῇ ϗ ἐν ϖαντὶ λαῷ ϗ ἔϑνει ἐϰτησάμην.
24:7 μετὰ τȣ́των ϖάντων ἀνάϖαυσιν ἐζήτησα ϗ ἐν ϰληϱονομίᾳ τίνος αὐλισϑήσομαι.
24:8 τότε ἐνετείλατό μοι ὁ ϰτίϛης ἁϖάντων, ϗ ὁ ϰτίσας με ϰατέϖαυσεν τὴν σϰηνήν μȣ ϗ εἶϖεν Ἐν Ιαϰωϐ ϰατασϰήνωσον ϗ ἐν Ισϱαηλ ϰαταϰληϱονομήϑητι.
24:9 ϖϱὸ τȣ̃ αἰῶνος ἀϖ’ ἀϱχῆς ἔϰτισέν με, ϗ ἕως αἰῶνος ȣ̓ μὴ ἐϰλίϖω.
24:10 ἐν σϰηνῇ ἁγίᾳ ἐνώϖιον αὐτȣ̃ ἐλειτȣ́ϱγησα ϗ ȣ̔́τως ἐν Σιων ἐϛηϱίχϑην·
24:11 ἐν ϖόλει ἠγαϖημένῃ ὁμοίως με ϰατέϖαυσεν, ϗ ἐν Ιεϱȣσαλημ ἡ ἐξȣσία μȣ·
24:12 ϗ ἐϱϱίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μεϱίδι ϰυϱίȣ, ϰληϱονομίας αὐτȣ̃.
24:13 ὡς ϰέδϱος ἀνυψώϑην ἐν τῷ Λιϐάνῳ ϗ ὡς ϰυϖάϱισσος ἐν ὄϱεσιν Αεϱμων·
24:14 ὡς φοῖνιξ ἀνυψώϑην ἐν Αιγγαδοις ϗ ὡς φυτὰ ῥόδȣ ἐν Ιεϱιχω, ὡς ἐλαία εὐϖϱεϖὴς ἐν ϖεδίῳ, ϗ ἀνυψώϑην ὡς ϖλάτανος.
24:15 ὡς ϰιννάμωμον ϗ ἀσϖάλαϑος ἀϱωμάτων δέδωϰα ὀσμὴν ϗ ὡς σμύϱνα ἐϰλεϰτὴ διέδωϰα εὐωδίαν, ὡς χαλϐάνη ϗ ὄνυξ ϗ ϛαϰτὴ ϗ ὡς λιϐάνȣ ἀτμὶς ἐν σϰηνῇ.
24:16 ἐγὼ ὡς τεϱέμινϑος ἐξέτεινα ϰλάδȣς μȣ, ϗ οἱ ϰλάδοι μȣ ϰλάδοι δόξης ϗ χάϱιτος.
24:17 ἐγὼ ὡς ἄμϖελος ἐϐλάϛησα χάϱιν, ϗ τὰ ἄνϑη μȣ ϰαϱϖὸς δόξης ϗ ϖλȣ́τȣ.
24:19 ϖϱοσέλϑετε ϖϱός με, οἱ ἐϖιϑυμȣ̃ντές μȣ, ϗ ἀϖὸ τῶν γενημάτων μȣ ἐμϖλήσϑητε·
24:20 τὸ γὰϱ μνημόσυνόν μȣ ὑϖὲϱ τὸ μέλι γλυϰύ, ϗ ἡ ϰληϱονομία μȣ ὑϖὲϱ μέλιτος ϰηϱίον.
24:21 οἱ ἐσϑίοντές με ἔτι ϖεινάσȣσιν, ϗ οἱ ϖίνοντές με ἔτι διψήσȣσιν.
24:22 ὁ ὑϖαϰȣ́ων μȣ ȣ̓ϰ αἰσχυνϑήσεται, ϗ οἱ ἐϱγαζόμενοι ἐν ἐμοὶ ȣ̓χ ἁμαϱτήσȣσιν.
24:23 Ταῦτα ϖάντα ϐίϐλος διαϑήϰης ϑεȣ̃ ὑψίϛȣ, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωϋσῆς ϰληϱονομίαν συναγωγαῖς Ιαϰωϐ,
24:25 ὁ ϖιμϖλῶν ὡς Φισων σοφίαν ϗ ὡς Τίγϱις ἐν ἡμέϱαις νέων,
24:26 ὁ ἀναϖληϱῶν ὡς Εὐφϱάτης σύνεσιν ϗ ὡς Ιοϱδάνης ἐν ἡμέϱαις ϑεϱισμȣ̃,
24:27 ὁ ἐϰφαίνων ὡς φῶς ϖαιδείαν, ὡς Γηων ἐν ἡμέϱαις τϱυγήτȣ.
24:28 ȣ̓ συνετέλεσεν ὁ ϖϱῶτος γνῶναι αὐτήν, ϗ ȣ̔́τως ὁ ἔσχατος ȣ̓ϰ ἐξιχνίασεν αὐτήν·
24:29 ἀϖὸ γὰϱ ϑαλάσσης ἐϖληϑύνϑη διανόημα αὐτῆς ϗ ἡ ϐȣλὴ αὐτῆς ἀϖὸ ἀϐύσσȣ μεγάλης.
24:30 Κἀγὼ ὡς διῶϱυξ ἀϖὸ ϖοταμȣ̃ ϗ ὡς ὑδϱαγωγὸς ἐξῆλϑον εἰς ϖαϱάδεισον·
24:31 εἶϖα Ποτιῶ μȣ τὸν ϰῆϖον ϗ μεϑύσω μȣ τὴν ϖϱασιάν· ϗ ἰδȣ̀ ἐγένετό μοι ἡ διῶϱυξ εἰς ϖοταμόν, ϗ ὁ ϖοταμός μȣ ἐγένετο εἰς ϑάλασσαν.
24:32 ἔτι ϖαιδείαν ὡς ὄϱϑϱον φωτιῶ ϗ ἐϰφανῶ αὐτὰ ἕως εἰς μαϰϱάν·
24:33 ἔτι διδασϰαλίαν ὡς ϖϱοφητείαν ἐϰχεῶ ϗ ϰαταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
24:34 ἴδετε ὅτι ȣ̓ϰ ἐμοὶ μόνῳ ἐϰοϖίασα, ἀλλ’ ἅϖασιν τοῖς ἐϰζητȣ̃σιν αὐτήν.
25:1 Ἐν τϱισὶν ὡϱαίσϑην ϗ ἀνέϛην ὡϱαία ἔναντι ϰυϱίȣ ϗ ἀνϑϱώϖων· ὁμόνοια ἀδελφῶν, ϗ φιλία τῶν ϖλησίον, ϗ γυνὴ ϗ ἀνὴϱ ἑαυτοῖς συμϖεϱιφεϱόμενοι.
25:2 τϱία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μȣ ϗ ϖϱοσώχϑισα σφόδϱα τῇ ζωῇ αὐτῶν· ϖτωχὸν ὑϖεϱήφανον, ϗ ϖλȣ́σιον ψεύϛην, γέϱοντα μοιχὸν ἐλαττȣ́μενον συνέσει.
25:3 Ἐν νεότητι ȣ̓ συναγείοχας, ϗ ϖῶς ἂν εὕϱοις ἐν τῷ γήϱᾳ σȣ;
25:4 ὡς ὡϱαῖον ϖολιαῖς ϰϱίσις ϗ ϖϱεσϐυτέϱοις ἐϖιγνῶναι ϐȣλήν.
25:5 ὡς ὡϱαία γεϱόντων σοφία ϗ δεδοξασμένοις διανόημα ϗ ϐȣλή.
25:6 ϛέφανος γεϱόντων ϖολυϖειϱία, ϗ τὸ ϰαύχημα αὐτῶν φόϐος ϰυϱίȣ.
25:7 Ἐννέα ὑϖονοήματα ἐμαϰάϱισα ἐν ϰαϱδίᾳ ϗ τὸ δέϰατον ἐϱῶ ἐϖὶ γλώσσης· ἄνϑϱωϖος εὐφϱαινόμενος ἐϖὶ τέϰνοις, ζῶν ϗ ϐλέϖων ἐϖὶ ϖτώσει ἐχϑϱῶν·
25:8 μαϰάϱιος ὁ συνοιϰῶν γυναιϰὶ συνετῇ, ϗ ὃς ἐν γλώσσῃ ȣ̓ϰ ὠλίσϑησεν, ϗ ὃς ȣ̓ϰ ἐδȣ́λευσεν ἀναξίῳ ἑαυτȣ̃·
25:9 μαϰάϱιος ὃς εὗϱεν φϱόνησιν, ϗ ὁ διηγȣ́μενος εἰς ὦτα ἀϰȣόντων·
25:10 ὡς μέγας ὁ εὑϱὼν σοφίαν· ἀλλ’ ȣ̓ϰ ἔϛιν ὑϖὲϱ τὸν φοϐȣ́μενον τὸν ϰύϱιον·
25:11 φόϐος ϰυϱίȣ ὑϖὲϱ ϖᾶν ὑϖεϱέϐαλεν, ὁ ϰϱατῶν αὐτȣ̃ τίνι ὁμοιωϑήσεται;
25:13 Πᾶσαν ϖληγὴν ϗ μὴ ϖληγὴν ϰαϱδίας, ϗ ϖᾶσαν ϖονηϱίαν ϗ μὴ ϖονηϱίαν γυναιϰός·
25:14 ϖᾶσαν ἐϖαγωγὴν ϗ μὴ ἐϖαγωγὴν μισȣ́ντων, ϗ ϖᾶσαν ἐϰδίϰησιν ϗ μὴ ἐϰδίϰησιν ἐχϑϱῶν.
25:15 ȣ̓ϰ ἔϛιν ϰεφαλὴ ὑϖὲϱ ϰεφαλὴν ὄφεως, ϗ ȣ̓ϰ ἔϛιν ϑυμὸς ὑϖὲϱ ϑυμὸν ἐχϑϱȣ̃.
25:16 συνοιϰῆσαι λέοντι ϗ δϱάϰοντι εὐδοϰήσω ἢ συνοιϰῆσαι μετὰ γυναιϰὸς ϖονηϱᾶς.
25:17 ϖονηϱία γυναιϰὸς ἀλλοιοῖ τὴν ὅϱασιν αὐτῆς ϗ σϰοτοῖ τὸ ϖϱόσωϖον αὐτῆς ὡς ἄϱϰος·
25:18 ἀνὰ μέσον τῶν ϖλησίον αὐτȣ̃ ἀναϖεσεῖται ὁ ἀνηϱ αὐτῆς ϗ ἀϰȣσίως ἀνεϛέναξεν ϖιϰϱά.
25:19 μιϰϱὰ ϖᾶσα ϰαϰία ϖϱὸς ϰαϰίαν γυναιϰός, ϰλῆϱος ἁμαϱτωλȣ̃ ἐϖιϖέσοι αὐτῇ.
25:20 ἀνάϐασις ἀμμώδης ἐν ϖοσὶν ϖϱεσϐυτέϱȣ, ȣ̔́τως γυνὴ γλωσσώδης ἀνδϱὶ ἡσύχῳ.
25:21 μὴ ϖϱοσϖέσῃς ἐϖὶ ϰάλλος γυναιϰὸς ϗ γυναῖϰα μὴ ἐϖιϖοϑήσῃς.
25:22 ὀϱγὴ ϗ ἀναίδεια ϗ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐϖιχοϱηγῇ τῷ ἀνδϱὶ αὐτῆς.
25:23 ϰαϱδία ταϖεινὴ ϗ ϖϱόσωϖον σϰυϑϱωϖὸν ϗ ϖληγὴ ϰαϱδίας γυνὴ ϖονηϱά· χεῖϱες ϖαϱειμέναι ϗ γόνατα ϖαϱαλελυμένα ἥτις ȣ̓ μαϰαϱιεῖ τὸν ἄνδϱα αὐτῆς.
25:24 ἀϖὸ γυναιϰὸς ἀϱχὴ ἁμαϱτίας, ϗ δι’ αὐτὴν ἀϖοϑνῄσϰομεν ϖάντες.
25:25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναιϰὶ ϖονηϱᾷ ϖαϱϱησίαν·
25:26 εἰ μὴ ϖοϱεύεται ϰατὰ χεῖϱάς σȣ, ἀϖὸ τῶν σαϱϰῶν σȣ ἀϖότεμε αὐτήν.
26:1 Γυναιϰὸς ἀγαϑῆς μαϰάϱιος ὁ ἀνήϱ, ϗ ἀϱιϑμὸς τῶν ἡμεϱῶν αὐτȣ̃ διϖλάσιος.
26:2 γυνὴ ἀνδϱεία εὐφϱαίνει τὸν ἄνδϱα αὐτῆς, ϗ τὰ ἔτη αὐτȣ̃ ϖληϱώσει ἐν εἰϱήνῃ.
26:3 γυνὴ ἀγαϑὴ μεϱὶς ἀγαϑή, ἐν μεϱίδι φοϐȣμένων ϰύϱιον δοϑήσεται·
26:4 ϖλȣσίȣ δὲ ϗ ϖτωχȣ̃ ϰαϱδία ἀγαϑή, ἐν ϖαντὶ ϰαιϱῷ ϖϱόσωϖον ἱλαϱόν.
26:5 Ἀϖὸ τϱιῶν εὐλαϐήϑη ἡ ϰαϱδία μȣ, ϗ ἐϖὶ τῷ τετάϱτῳ ϖϱοσώϖῳ ἐδεήϑην· διαϐολὴν ϖόλεως, ϗ ἐϰϰλησίαν ὄχλȣ, ϗ ϰαταψευσμόν, ὑϖὲϱ ϑάνατον ϖάντα μοχϑηϱά.
26:6 ἄλγος ϰαϱδίας ϗ ϖένϑος γυνὴ ἀντίζηλος ἐϖὶ γυναιϰὶ ϗ μάϛιξ γλώσσης ϖᾶσιν ἐϖιϰοινωνȣ̃σα.
26:7 ϐοοζύγιον σαλευόμενον γυνὴ ϖονηϱά, ὁ ϰϱατῶν αὐτῆς ὡς ὁ δϱασσόμενος σϰοϱϖίȣ.
26:8 ὀϱγὴ μεγάλη γυνὴ μέϑυσος ϗ ἀσχημοσύνην αὐτῆς ȣ̓ συγϰαλύψει.
26:9 ϖοϱνεία γυναιϰὸς ἐν μετεωϱισμοῖς ὀφϑαλμῶν ϗ ἐν τοῖς ϐλεφάϱοις αὐτῆς γνωσϑήσεται.
26:10 ἐϖὶ ϑυγατϱὶ ἀδιατϱέϖτῳ ϛεϱέωσον φυλαϰήν, ἵνα μὴ εὑϱȣ̃σα ἄνεσιν ἑαυτῇ χϱήσηται·
26:11 ὀϖίσω ἀναιδȣ̃ς ὀφϑαλμȣ̃ φύλαξαι ϗ μὴ ϑαυμάσῃς, ἐὰν εἰς σὲ ϖλημμελήσῃ·
26:12 ὡς διψῶν ὁδοιϖόϱος τὸ ϛόμα ἀνοίξει ϗ ἀϖὸ ϖαντὸς ὕδατος τȣ̃ σύνεγγυς ϖίεται, ϰατέναντι ϖαντὸς ϖασσάλȣ ϰαϑήσεται ϗ ἔναντι ϐέλȣς ἀνοίξει φαϱέτϱαν.
26:13 Χάϱις γυναιϰὸς τέϱψει τὸν ἄνδϱα αὐτῆς, ϗ τὰ ὀϛᾶ αὐτȣ̃ ϖιανεῖ ἡ ἐϖιϛήμη αὐτῆς.
26:14 δόσις ϰυϱίȣ γυνὴ σιγηϱά, ϗ ȣ̓ϰ ἔϛιν ἀντάλλαγμα ϖεϖαιδευμένης ψυχῆς·
26:15 χάϱις ἐϖὶ χάϱιτι γυνὴ αἰσχυντηϱά, ϗ ȣ̓ϰ ἔϛιν ϛαϑμὸς ϖᾶς ἄξιος ἐγϰϱατȣ̃ς ψυχῆς.
26:16 ἥλιος ἀνατέλλων ἐν ὑψίϛοις ϰυϱίȣ ϗ ϰάλλος ἀγαϑῆς γυναιϰὸς ἐν ϰόσμῳ οἰϰίας αὐτῆς·
26:17 λύχνος ἐϰλάμϖων ἐϖὶ λυχνίας ἁγίας ϗ ϰάλλος ϖϱοσώϖȣ ἐϖὶ ἡλιϰίᾳ ϛασίμῃ·
26:18 ϛῦλοι χϱύσεοι ἐϖὶ ϐάσεως ἀϱγυϱᾶς ϗ ϖόδες ὡϱαῖοι ἐϖὶ ϛέϱνοις εὐϛαϑȣ̃ς.
26:28 Ἐϖὶ δυσὶ λελύϖηται ἡ ϰαϱδία μȣ, ϗ ἐϖὶ τῷ τϱίτῳ ϑυμός μοι ἐϖῆλϑεν· ἀνὴϱ ϖολεμιϛὴς ὑϛεϱῶν δι’ ἔνδειαν, ϗ ἄνδϱες συνετοὶ ἐὰν σϰυϐαλισϑῶσιν, ἐϖανάγων ἀϖὸ διϰαιοσύνης ἐϖὶ ἁμαϱτίαν· ὁ ϰύϱιος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν.
26:29 Μόλις ἐξελεῖται ἔμϖοϱος ἀϖὸ ϖλημμελείας, ϗ ȣ̓ διϰαιωϑήσεται ϰάϖηλος ἀϖὸ ἁμαϱτίας.
27:1 χάϱιν διαφόϱȣ ϖολλοὶ ἥμαϱτον, ϗ ὁ ζητῶν ϖληϑῦναι ἀϖοϛϱέψει ὀφϑαλμόν.
27:2 ἀνὰ μέσον ἁϱμῶν λίϑων ϖαγήσεται ϖάσσαλος, ϗ ἀνὰ μέσον ϖϱάσεως ϗ ἀγοϱασμȣ̃ συντϱιϐήσεται ἁμαϱτία.
27:3 ἐὰν μὴ ἐν φόϐῳ ϰυϱίȣ ϰϱατήσῃ ϰατὰ σϖȣδήν, ἐν τάχει ϰαταϛϱαφήσεται αὐτȣ̃ ὁ οἶϰος.
27:4 Ἐν σείσματι ϰοσϰίνȣ διαμένει ϰοϖϱία, ȣ̔́τως σϰύϐαλα ἀνϑϱώϖȣ ἐν λογισμῷ αὐτȣ̃.
27:5 σϰεύη ϰεϱαμέως δοϰιμάζει ϰάμινος, ϗ ϖειϱασμὸς ἀνϑϱώϖȣ ἐν διαλογισμῷ αὐτȣ̃.
27:6 γεώϱγιον ξύλȣ ἐϰφαίνει ὁ ϰαϱϖὸς αὐτȣ̃, ȣ̔́τως λόγος ἐνϑυμήματος ϰαϱδίας ἀνϑϱώϖȣ.
27:7 ϖϱὸ λογισμȣ̃ μὴ ἐϖαινέσῃς ἄνδϱα· ȣ̔͂τος γὰϱ ϖειϱασμὸς ἀνϑϱώϖων.
27:8 Ἐὰν διώϰῃς τὸ δίϰαιον, ϰαταλήμψῃ ϗ ἐνδύσῃ αὐτὸ ὡς ϖοδήϱη δόξης.
27:9 ϖετεινὰ ϖϱὸς τὰ ὅμοια αὐτοῖς ϰαταλύσει, ϗ ἀλήϑεια ϖϱὸς τȣ̀ς ἐϱγαζομένȣς αὐτὴν ἐϖανήξει.
27:10 λέων ϑήϱαν ἐνεδϱεύει, ȣ̔́τως ἁμαϱτία ἐϱγαζομένȣς ἄδιϰα.
27:11 διήγησις εὐσεϐȣ̃ς διὰ ϖαντὸς σοφία, ὁ δὲ ἄφϱων ὡς σελήνη ἀλλοιȣ̃ται.
27:12 εἰς μέσον ἀσυνέτων συντήϱησον ϰαιϱόν, εἰς μέσον δὲ διανοȣμένων ἐνδελέχιζε.
27:13 διήγησις μωϱῶν ϖϱοσόχϑισμα, ϗ ὁ γέλως αὐτῶν ἐν σϖατάλῃ ἁμαϱτίας.
27:14 λαλιὰ ϖολυόϱϰȣ ἀνοϱϑώσει τϱίχας, ϗ ἡ μάχη αὐτῶν ἐμφϱαγμὸς ὠτίων.
27:15 ἔϰχυσις αἵματος μάχη ὑϖεϱηφάνων, ϗ ἡ διαλοιδόϱησις αὐτῶν ἀϰοὴ μοχϑηϱά.
27:16 Ὁ ἀϖοϰαλύϖτων μυϛήϱια ἀϖώλεσεν ϖίϛιν ϗ ȣ̓ μὴ εὕϱῃ φίλον ϖϱὸς τὴν ψυχὴν αὐτȣ̃.
27:17 ϛέϱξον φίλον ϗ ϖιϛώϑητι μετ’ αὐτȣ̃· ἐὰν δὲ ἀϖοϰαλύψῃς τὰ μυϛήϱια αὐτȣ̃, μὴ ϰαταδιώξῃς ὀϖίσω αὐτȣ̃.
27:18 ϰαϑὼς γὰϱ ἀϖώλεσεν ἄνϑϱωϖος τὸν νεϰϱὸν αὐτȣ̃, ȣ̔́τως ἀϖώλεσας τὴν φιλίαν τȣ̃ ϖλησίον·
27:19 ϗ ὡς ϖετεινὸν ἐϰ χειϱός σȣ ἀϖέλυσας, ȣ̔́τως ἀφῆϰας τὸν ϖλησίον ϗ ȣ̓ ϑηϱεύσεις αὐτόν.
27:20 μὴ αὐτὸν διώξῃς, ὅτι μαϰϱὰν ἀϖέϛη ϗ ἐξέφυγεν ὡς δοϱϰὰς ἐϰ ϖαγίδος.
27:21 ὅτι τϱαῦμα ἔϛιν ϰαταδῆσαι, ϗ λοιδοϱίας ἔϛιν διαλλαγή, ὁ δὲ ἀϖοϰαλύψας μυϛήϱια ἀφήλϖισεν.
27:22 Διανεύων ὀφϑαλμῷ τεϰταίνει ϰαϰά, ϗ ȣ̓δεὶς αὐτὰ ἀϖοϛήσει ἀϖ’ αὐτȣ̃·
27:23 ἀϖέναντι τῶν ὀφϑαλμῶν σȣ γλυϰανεῖ τὸ ϛόμα αὐτȣ̃ ϗ ἐϖὶ τῶν λόγων σȣ ἐϰϑαυμάσει, ὕϛεϱον δὲ διαϛϱέψει τὸ ϛόμα αὐτȣ̃ ϗ ἐν τοῖς λόγοις σȣ δώσει σϰάνδαλον.
27:24 ϖολλὰ ἐμίσησα ϗ ȣ̓χ ὡμοίωσα αὐτῷ, ϗ ὁ ϰύϱιος μισήσει αὐτόν.
27:25 ὁ ϐάλλων λίϑον εἰς ὕψος ἐϖὶ ϰεφαλὴν αὐτȣ̃ ϐάλλει, ϗ ϖληγὴ δολία διελεῖ τϱαύματα.
27:26 ὁ ὀϱύσσων ϐόϑϱον εἰς αὐτὸν ἐμϖεσεῖται, ϗ ὁ ἱϛῶν ϖαγίδα ἐν αὐτῇ ἁλώσεται.
27:27 ὁ ϖοιῶν ϖονηϱά, εἰς αὐτὸν ϰυλισϑήσεται, ϗ ȣ̓ μὴ ἐϖιγνῷ ϖόϑεν ἥϰει αὐτῷ.
27:28 ἐμϖαιγμὸς ϗ ὀνειδισμὸς ὑϖεϱηφάνῳ, ϗ ἡ ἐϰδίϰησις ὡς λέων ἐνεδϱεύσει αὐτόν.
27:29 ϖαγίδι ἁλώσονται οἱ εὐφϱαινόμενοι ϖτώσει εὐσεϐῶν, ϗ ὀδύνη ϰαταναλώσει αὐτȣ̀ς ϖϱὸ τȣ̃ ϑανάτȣ αὐτῶν.
27:30 Μῆνις ϗ ὀϱγή, ϗ ταῦτά ἐϛιν ϐδελύγματα, ϗ ἀνὴϱ ἁμαϱτωλὸς ἐγϰϱατὴς ἔϛαι αὐτῶν.
28:1 ὁ ἐϰδιϰῶν ϖαϱὰ ϰυϱίȣ εὑϱήσει ἐϰδίϰησιν, ϗ τὰς ἁμαϱτίας αὐτȣ̃ διατηϱῶν διατηϱήσει.
28:2 ἄφες ἀδίϰημα τῷ ϖλησίον σȣ, ϗ τότε δεηϑέντος σȣ αἱ ἁμαϱτίαι σȣ λυϑήσονται.
28:3 ἄνϑϱωϖος ἀνϑϱώϖῳ συντηϱεῖ ὀϱγήν, ϗ ϖαϱὰ ϰυϱίȣ ζητεῖ ἴασιν;
28:4 ἐϖ’ ἄνϑϱωϖον ὅμοιον αὐτῷ ȣ̓ϰ ἔχει ἔλεος, ϗ ϖεϱὶ τῶν ἁμαϱτιῶν αὐτȣ̃ δεῖται;
28:5 αὐτὸς σὰϱξ ὢν διατηϱεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαϱτίας αὐτȣ̃;
28:6 μνήσϑητι τὰ ἔσχατα ϗ ϖαῦσαι ἐχϑϱαίνων, ϰαταφϑοϱὰν ϗ ϑάνατον, ϗ ἔμμενε ἐντολαῖς.
28:7 μνήσϑητι ἐντολῶν ϗ μὴ μηνίσῃς τῷ ϖλησίον, ϗ διαϑήϰην ὑψίϛȣ ϗ ϖάϱιδε ἄγνοιαν.
28:8 Ἀϖόσχȣ ἀϖὸ μάχης, ϗ ἐλαττώσεις ἁμαϱτίας· ἄνϑϱωϖος γὰϱ ϑυμώδης ἐϰϰαύσει μάχην,
28:9 ϗ ἀνὴϱ ἁμαϱτωλὸς ταϱάξει φίλȣς ϗ ἀνὰ μέσον εἰϱηνευόντων ἐμϐαλεῖ διαϐολήν.
28:10 ϰατὰ τὴν ὕλην τȣ̃ ϖυϱὸς ȣ̔́τως ἐϰϰαυϑήσεται, ϗ ϰατὰ τὴν ϛεϱέωσιν τῆς μάχης ἐϰϰαυϑήσεται· ϰατὰ τὴν ἰσχὺν τȣ̃ ἀνϑϱώϖȣ ὁ ϑυμὸς αὐτȣ̃ ἔϛαι, ϗ ϰατὰ τὸν ϖλȣ̃τον ἀνυψώσει ὀϱγὴν αὐτȣ̃.
28:11 ἔϱις ϰατασϖευδομένη ἐϰϰαίει ϖῦϱ, ϗ μάχη ϰατασϖεύδȣσα ἐϰχέει αἷμα.
28:12 ἐὰν φυσήσῃς εἰς σϖινϑῆϱα, ἐϰϰαήσεται, ϗ ἐὰν ϖτύσῃς ἐϖ’ αὐτόν, σϐεσϑήσεται· ϗ ἀμφότεϱα ἐϰ τȣ̃ ϛόματός σȣ ἐϰϖοϱεύεται.
28:13 Ψίϑυϱον ϗ δίγλωσσον ϰαταϱάσασϑε· ϖολλȣ̀ς γὰϱ εἰϱηνεύοντας ἀϖώλεσεν.
28:14 γλῶσσα τϱίτη ϖολλȣ̀ς ἐσάλευσεν ϗ διέϛησεν αὐτȣ̀ς ἀϖὸ ἔϑνȣς εἰς ἔϑνος ϗ ϖόλεις ὀχυϱὰς ϰαϑεῖλεν ϗ οἰϰίας μεγιϛάνων ϰατέϛϱεψεν.
28:15 γλῶσσα τϱίτη γυναῖϰας ἀνδϱείας ἐξέϐαλεν ϗ ἐϛέϱεσεν αὐτὰς τῶν ϖόνων αὐτῶν.
28:16 ὁ ϖϱοσέχων αὐτῇ ȣ̓ μὴ εὕϱῃ ἀνάϖαυσιν ȣ̓δὲ ϰατασϰηνώσει μεϑ’ ἡσυχίας.
28:17 ϖληγὴ μάϛιγος ϖοιεῖ μώλωϖα, ϖληγὴ δὲ γλώσσης συγϰλάσει ὀϛᾶ.
28:18 ϖολλοὶ ἔϖεσαν ἐν ϛόματι μαχαίϱας, ϗ ȣ̓χ ὡς οἱ ϖεϖτωϰότες διὰ γλῶσσαν.
28:19 μαϰάϱιος ὁ σϰεϖασϑεὶς ἀϖ’ αὐτῆς, ὃς ȣ̓ διῆλϑεν ἐν τῷ ϑυμῷ αὐτῆς, ὃς ȣ̓χ εἵλϰυσεν τὸν ζυγὸν αὐτῆς ϗ ἐν τοῖς δεσμοῖς αὐτῆς ȣ̓ϰ ἐδέϑη·
28:20 ὁ γὰϱ ζυγὸς αὐτῆς ζυγὸς σιδηϱȣ̃ς, ϗ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλϰειοι·
28:21 ϑάνατος ϖονηϱὸς ὁ ϑάνατος αὐτῆς, ϗ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς.
28:22 ȣ̓ μὴ ϰϱατήσῃ εὐσεϐῶν, ϗ ἐν τῇ φλογὶ αὐτῆς ȣ̓ ϰαήσονται.
28:23 οἱ ϰαταλείϖοντες ϰύϱιον ἐμϖεσȣ̃νται εἰς αὐτήν, ϗ ἐν αὐτοῖς ἐϰϰαήσεται ϗ ȣ̓ μὴ σϐεσϑῇ· ἐϖαϖοϛαλήσεται αὐτοῖς ὡς λέων ϗ ὡς ϖάϱδαλις λυμανεῖται αὐτȣ́ς.
28:24 ἰδὲ ϖεϱίφϱαξον τὸ ϰτῆμά σȣ ἀϰάνϑαις, τὸ ἀϱγύϱιόν σȣ ϗ τὸ χϱυσίον ϰατάδησον·
28:25 ϗ τοῖς λόγοις σȣ ϖοίησον ζυγὸν ϗ ϛαϑμὸν ϗ τῷ ϛόματί σȣ ϖοίησον ϑύϱαν ϗ μοχλόν.
28:26 ϖϱόσεχε μήϖως ὀλίσϑῃς ἐν αὐτῇ, μὴ ϖέσῃς ϰατέναντι ἐνεδϱεύοντος.
29:1 Ὁ ϖοιῶν ἔλεος δανιεῖ τῷ ϖλησίον, ϗ ὁ ἐϖισχύων τῇ χειϱὶ αὐτȣ̃ τηϱεῖ ἐντολάς.
29:2 δάνεισον τῷ ϖλησίον ἐν ϰαιϱῷ χϱείας αὐτȣ̃ ϗ ϖάλιν ἀϖόδος τῷ ϖλησίον εἰς τὸν ϰαιϱόν·
29:3 ϛεϱέωσον λόγον ϗ ϖιϛώϑητι μετ’ αὐτȣ̃, ϗ ἐν ϖαντὶ ϰαιϱῷ εὑϱήσεις τὴν χϱείαν σȣ.
29:4 ϖολλοὶ ὡς εὕϱεμα ἐνόμισαν δάνος ϗ ϖαϱέσχον ϰόϖον τοῖς ϐοηϑήσασιν αὐτοῖς.
29:5 ἕως ȣ̔͂ λάϐῃ, ϰαταφιλήσει χεῖϱας αὐτȣ̃ ϗ ἐϖὶ τῶν χϱημάτων τȣ̃ ϖλησίον ταϖεινώσει φωνήν· ϗ ἐν ϰαιϱῷ ἀϖοδόσεως ϖαϱελϰύσει χϱόνον ϗ ἀϖοδώσει λόγȣς ἀϰηδίας ϗ τὸν ϰαιϱὸν αἰτιάσεται.
29:6 ἐὰν ἰσχύσῃ, μόλις ϰομίσεται τὸ ἥμισυ ϗ λογιεῖται αὐτὸ ὡς εὕϱεμα· εἰ δὲ μή, ἀϖεϛέϱησεν αὐτὸν τῶν χϱημάτων αὐτȣ̃, ϗ ἐϰτήσατο αὐτὸν ἐχϑϱὸν δωϱεάν· ϰατάϱας ϗ λοιδοϱίας ἀϖοδώσει αὐτῷ ϗ ἀντὶ δόξης ἀϖοδώσει αὐτῷ ἀτιμίαν.
29:7 ϖολλοὶ ȣ̓ χάϱιν ϖονηϱίας ἀϖέϛϱεψαν, ἀϖοϛεϱηϑῆναι δωϱεὰν εὐλαϐήϑησαν.
29:8 Πλὴν ἐϖὶ ταϖεινῷ μαϰϱοϑύμησον ϗ ἐϖ’ ἐλεημοσύνῃ μὴ ϖαϱελϰύσῃς αὐτόν.
29:9 χάϱιν ἐντολῆς ἀντιλαϐȣ̃ ϖένητος ϗ ϰατὰ τὴν ἔνδειαν αὐτȣ̃ μὴ ἀϖοϛϱέψῃς αὐτὸν ϰενόν.
29:10 ἀϖόλεσον ἀϱγύϱιον δι’ ἀδελφὸν ϗ φίλον, ϗ μὴ ἰωϑήτω ὑϖὸ τὸν λίϑον εἰς ἀϖώλειαν.
29:11 ϑὲς τὸν ϑησαυϱόν σȣ ϰατ’ ἐντολὰς ὑψίϛȣ, ϗ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χϱυσίον.
29:12 σύγϰλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σȣ, ϗ αὕτη ἐξελεῖταί σε ἐϰ ϖάσης ϰαϰώσεως·
29:13 ὑϖὲϱ ἀσϖίδα ϰϱάτȣς ϗ ὑϖὲϱ δόϱυ ὁλϰῆς ϰατέναντι ἐχϑϱȣ̃ ϖολεμήσει ὑϖὲϱ σȣ̃.
29:14 Ἀνὴϱ ἀγαϑὸς ἐγγυήσεται τὸν ϖλησίον, ϗ ὁ ἀϖολωλεϰὼς αἰσχύνην ἐγϰαταλείψει αὐτόν.
29:15 χάϱιτας ἐγγύȣ μὴ ἐϖιλάϑῃ· ἔδωϰεν γὰϱ τὴν ψυχὴν αὐτȣ̃ ὑϖὲϱ σȣ̃.
29:16 ἀγαϑὰ ἐγγύȣ ἀνατϱέψει ἁμαϱτωλός, ϗ ἀχάϱιϛος ἐν διανοίᾳ ἐγϰαταλείψει ῥυσάμενον.
29:17 ἐγγύη ϖολλȣ̀ς ἀϖώλεσεν ϰατευϑύνοντας ϗ ἐσάλευσεν αὐτȣ̀ς ὡς ϰῦμα ϑαλάσσης·
29:18 ἄνδϱας δυνατȣ̀ς ἀϖῴϰισεν, ϗ ἐϖλανήϑησαν ἐν ἔϑνεσιν ἀλλοτϱίοις.
29:19 ἁμαϱτωλὸς ἐμϖεσὼν εἰς ἐγγύην ϗ διώϰων ἐϱγολαϐίας ἐμϖεσεῖται εἰς ϰϱίσεις.
29:20 ἀντιλαϐȣ̃ τȣ̃ ϖλησίον ϰατὰ δύναμίν σȣ ϗ ϖϱόσεχε σεαυτῷ μὴ ἐμϖέσῃς.
29:21 Ἀϱχὴ ζωῆς ὕδωϱ ϗ ἄϱτος ϗ ἱμάτιον ϗ οἶϰος ϰαλύϖτων ἀσχημοσύνην.
29:22 ϰϱείσσων ϐίος ϖτωχȣ̃ ὑϖὸ σϰέϖην δοϰῶν ἢ ἐδέσματα λαμϖϱὰ ἐν ἀλλοτϱίοις.
29:23 ἐϖὶ μιϰϱῷ ϗ μεγάλῳ εὐδοϰίαν ἔχε, ϗ ὀνειδισμὸν ϖαϱοιϰίας ȣ̓ μὴ ἀϰȣ́σῃς.
29:24 ζωὴ ϖονηϱὰ ἐξ οἰϰίας εἰς οἰϰίαν, ϗ ȣ̔͂ ϖαϱοιϰήσεις, ȣ̓ϰ ἀνοίξεις ϛόμα·
29:25 ξενιεῖς ϗ ϖοτιεῖς εἰς ἀχάϱιϛα ϗ ϖϱὸς ἐϖὶ τȣ́τοις ϖιϰϱὰ ἀϰȣ́σῃ
29:26 Πάϱελϑε, ϖάϱοιϰε, ϰόσμησον τϱάϖεζαν, ϗ εἴ τι ἐν τῇ χειϱί σȣ, ψώμισόν με·
29:27 ἔξελϑε, ϖάϱοιϰε, ἀϖὸ ϖϱοσώϖȣ δόξης, ἐϖεξένωταί μοι ὁ ἀδελφός, χϱεία τῆς οἰϰίας.
29:28 ϐαϱέα ταῦτα ἀνϑϱώϖῳ ἔχοντι φϱόνησιν, ἐϖιτίμησις οἰϰίας ϗ ὀνειδισμὸς δανειϛȣ̃.
30:1 Ὁ ἀγαϖῶν τὸν υἱὸν αὐτȣ̃ ἐνδελεχήσει μάϛιγας αὐτῷ, ἵνα εὐφϱανϑῇ ἐϖ’ ἐσχάτων αὐτȣ̃·
30:2 ὁ ϖαιδεύων τὸν υἱὸν αὐτȣ̃ ὀνήσεται ἐϖ’ αὐτῷ ϗ ἀνὰ μέσον γνωϱίμων ἐϖ’ αὐτῷ ϰαυχήσεται·
30:3 ὁ διδάσϰων τὸν υἱὸν αὐτȣ̃ ϖαϱαζηλώσει τὸν ἐχϑϱὸν ϗ ἔναντι φίλων ἐϖ’ αὐτῷ ἀγαλλιάσεται.
30:4 ἐτελεύτησεν αὐτȣ̃ ὁ ϖατήϱ, ϗ ὧς ȣ̓ϰ ἀϖέϑανεν· ὅμοιον γὰϱ αὐτῷ ϰατέλιϖεν μετ’ αὐτόν.
30:5 ἐν τῇ ζωῇ αὐτȣ̃ εἶδεν ϗ εὐφϱάνϑη ϗ ἐν τῇ τελευτῇ αὐτȣ̃ ȣ̓ϰ ἐλυϖήϑη·
30:6 ἐναντίον ἐχϑϱῶν ϰατέλιϖεν ἔϰδιϰον ϗ τοῖς φίλοις ἀνταϖοδιδόντα χάϱιν.
30:7 ϖεϱιψύχων υἱὸν ϰαταδεσμεύσει τϱαύματα αὐτȣ̃, ϗ ἐϖὶ ϖάσῃ ϐοῇ ταϱαχϑήσεται σϖλάγχνα αὐτȣ̃.
30:8 ἵϖϖος ἀδάμαϛος ἐϰϐαίνει σϰληϱός, ϗ υἱὸς ἀνειμένος ἐϰϐαίνει ϖϱοαλής.
30:9 τιϑήνησον τέϰνον, ϗ ἐϰϑαμϐήσει σε· σύμϖαιξον αὐτῷ, ϗ λυϖήσει σε.
30:10 μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηϑῇς, ϗ ἐϖ’ ἐσχάτων γομφιάσεις τȣ̀ς ὀδόντας σȣ.
30:11 μὴ δῷς αὐτῷ ἐξȣσίαν ἐν νεότητι·
30:12 ϑλάσον τὰς ϖλευϱὰς αὐτȣ̃, ὡς ἔϛιν νήϖιος, μήϖοτε σϰληϱυνϑεὶς ἀϖειϑήσῃ σοι.
30:13 ϖαίδευσον τὸν υἱόν σȣ ϗ ἔϱγασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτȣ̃ ϖϱοσϰόψῃς.
30:14 Κϱείσσων ϖτωχὸς ὑγιὴς ϗ ἰσχύων τῇ ἕξει ἢ ϖλȣ́σιος μεμαϛιγωμένος εἰς σῶμα αὐτȣ̃.
30:15 ὑγίεια ϗ εὐεξία ϐελτίων ϖαντὸς χϱυσίȣ, ϗ σῶμα εὔϱωϛον ἢ ὄλϐος ἀμέτϱητος.
30:16 ȣ̓ϰ ἔϛιν ϖλȣ̃τος ϐελτίων ὑγιείας σώματος, ϗ ȣ̓ϰ ἔϛιν εὐφϱοσύνη ὑϖὲϱ χαϱὰν ϰαϱδίας.
30:17 ϰϱείσσων ϑάνατος ὑϖὲϱ ζωὴν ϖιϰϱὰν ϗ ἀνάϖαυσις αἰῶνος ἢ ἀϱϱώϛημα ἔμμονον.
30:18 ἀγαϑὰ ἐϰϰεχυμένα ἐϖὶ ϛόματι ϰεϰλεισμένῳ ϑέματα ϐϱωμάτων ϖαϱαϰείμενα ἐϖὶ τάφῳ.
30:19 τί συμφέϱει ϰάϱϖωσις εἰδώλῳ; ȣ̓́τε γὰϱ ἔδεται ȣ̓́τε μὴ ὀσφϱανϑῇ· ȣ̔́τως ὁ ἐϰδιωϰόμενος ὑϖὸ ϰυϱίȣ.
30:20 ϐλέϖων ἐν ὀφϑαλμοῖς ϗ ϛενάζων ὥσϖεϱ εὐνȣ̃χος ϖεϱιλαμϐάνων ϖαϱϑένον ϗ ϛενάζων.
30:21 Μὴ δῷς εἰς λύϖην τὴν ψυχήν σȣ ϗ μὴ ϑλίψῃς σεαυτὸν ἐν ϐȣλῇ σȣ.
30:22 εὐφϱοσύνη ϰαϱδίας ζωὴ ἀνϑϱώϖȣ, ϗ ἀγαλλίαμα ἀνδϱὸς μαϰϱοημέϱευσις.
30:23 ἀϖάτα τὴν ψυχήν σȣ ϗ ϖαϱαϰάλει τὴν ϰαϱδίαν σȣ ϗ λύϖην μαϰϱὰν ἀϖόϛησον ἀϖὸ σȣ̃· ϖολλȣ̀ς γὰϱ ἀϖώλεσεν ἡ λύϖη, ϗ ȣ̓ϰ ἔϛιν ὠφέλεια ἐν αὐτῇ.
30:24 ζῆλος ϗ ϑυμὸς ἐλαττȣ̃σιν ἡμέϱας, ϗ ϖϱὸ ϰαιϱȣ̃ γῆϱας ἄγει μέϱιμνα.
30:25 λαμϖϱὰ ϰαϱδία ϗ ἀγαϑὴ ἐϖὶ ἐδέσμασιν τῶν ϐϱωμάτων αὐτῆς ἐϖιμελήσεται.
31:1 Ἀγϱυϖνία ϖλȣ́τȣ ἐϰτήϰει σάϱϰας, ϗ ἡ μέϱιμνα αὐτȣ̃ ἀφιϛᾷ ὕϖνον.
31:2 μέϱιμνα ἀγϱυϖνίας ἀϖοϛήσει νυϛαγμόν, ϗ ἀϱϱώϛημα ϐαϱὺ ἐϰνήψει ὕϖνον.
31:3 ἐϰοϖίασεν ϖλȣ́σιος ἐν συναγωγῇ χϱημάτων ϗ ἐν τῇ ἀναϖαύσει ἐμϖίμϖλαται τῶν τϱυφημάτων αὐτȣ̃.
31:4 ἐϰοϖίασεν ϖτωχὸς ἐν ἐλαττώσει ϐίȣ ϗ ἐν τῇ ἀναϖαύσει ἐϖιδεὴς γίνεται.
31:5 Ὁ ἀγαϖῶν χϱυσίον ȣ̓ διϰαιωϑήσεται, ϗ ὁ διώϰων διάφοϱα ἐν αὐτοῖς ϖλανηϑήσεται.
31:6 ϖολλοὶ ἐδόϑησαν εἰς ϖτῶμα χάϱιν χϱυσίȣ, ϗ ἐγενήϑη ἡ ἀϖώλεια αὐτῶν ϰατὰ ϖϱόσωϖον αὐτῶν.
31:7 ξύλον ϖϱοσϰόμματός ἐϛιν τοῖς ἐνϑȣσιάζȣσιν αὐτῷ, ϗ ϖᾶς ἄφϱων ἁλώσεται ἐν αὐτῷ.
31:8 μαϰάϱιος ϖλȣ́σιος, ὃς εὑϱέϑη ἄμωμος ϗ ὃς ὀϖίσω χϱυσίȣ ȣ̓ϰ ἐϖοϱεύϑη·
31:9 τίς ἐϛιν; ϗ μαϰαϱιȣ̃μεν αὐτόν· ἐϖοίησεν γὰϱ ϑαυμάσια ἐν λαῷ αὐτȣ̃.
31:10 τίς ἐδοϰιμάσϑη ἐν αὐτῷ ϗ ἐτελειώϑη; ϗ ἔϛαι αὐτῷ εἰς ϰαύχησιν. τίς ἐδύνατο ϖαϱαϐῆναι ϗ ȣ̓ ϖαϱέϐη, ϗ ϖοιῆσαι ϰαϰὰ ϗ ȣ̓ϰ ἐϖοίησεν;
31:11 ϛεϱεωϑήσεται τὰ ἀγαϑὰ αὐτȣ̃, ϗ τὰς ἐλεημοσύνας αὐτȣ̃ ἐϰδιηγήσεται ἐϰϰλησία.
31:12 Ἐϖὶ τϱαϖέζης μεγάλης ἐϰάϑισας; μὴ ἀνοίξῃς ἐϖ’ αὐτῆς φάϱυγγά σȣ ϗ μὴ εἴϖῃς Πολλά γε τὰ ἐϖ’ αὐτῆς·
31:13 μνήσϑητι ὅτι ϰαϰὸν ὀφϑαλμὸς ϖονηϱός. ϖονηϱότεϱον ὀφϑαλμȣ̃ τί ἔϰτιϛαι; διὰ τȣ̃το ἀϖὸ ϖαντὸς ϖϱοσώϖȣ δαϰϱύει.
31:14 ȣ̔͂ ἐὰν ἐϖιϐλέψῃ, μὴ ἐϰτείνῃς χεῖϱα ϗ μὴ συνϑλίϐȣ αὐτῷ ἐν τϱυϐλίῳ.
31:15 νόει τὰ τȣ̃ ϖλησίον ἐϰ σεαυτȣ̃ ϗ ἐϖὶ ϖαντὶ ϖϱάγματι διανοȣ̃.
31:16 φάγε ὡς ἄνϑϱωϖος τὰ ϖαϱαϰείμενά σοι ϗ μὴ διαμασῶ, μὴ μισηϑῇς.
31:17 ϖαῦσαι ϖϱῶτος χάϱιν ϖαιδείας ϗ μὴ ἀϖληϛεύȣ, μήϖοτε ϖϱοσϰόψῃς·
31:18 ϗ εἰ ἀνὰ μέσον ϖλειόνων ἐϰάϑισας, ϖϱότεϱος αὐτῶν μὴ ἐϰτείνῃς τὴν χεῖϱά σȣ.
31:19 Ὡς ἱϰανὸν ἀνϑϱώϖῳ ϖεϖαιδευμένῳ τὸ ὀλίγον, ϗ ἐϖὶ τῆς ϰοίτης αὐτȣ̃ ȣ̓ϰ ἀσϑμαίνει.
31:20 ὕϖνος ὑγιείας ἐϖὶ ἐντέϱῳ μετϱίῳ· ἀνέϛη ϖϱωί, ϗ ἡ ψυχὴ αὐτȣ̃ μετ’ αὐτȣ̃. ϖόνος ἀγϱυϖνίας ϗ χολέϱας ϗ ϛϱόφος μετὰ ἀνδϱὸς ἀϖλήϛȣ·
31:21 ϗ εἰ ἐϐιάσϑης ἐν ἐδέσμασιν, ἀνάϛα ἔμεσον ϖόϱϱω, ϗ ἀναϖαύσῃ.
31:22 ἄϰȣσόν μȣ, τέϰνον, ϗ μὴ ἐξȣδενήσῃς με, ϗ ἐϖ’ ἐσχάτων εὑϱήσεις τȣ̀ς λόγȣς μȣ· ἐν ϖᾶσι τοῖς ἔϱγοις σȣ γίνȣ ἐντϱεχής, ϗ ϖᾶν ἀϱϱώϛημα ȣ̓ μή σοι ἀϖαντήσῃ.
31:23 λαμϖϱὸν ἐϖ’ ἄϱτοις εὐλογήσει χείλη, ϗ ἡ μαϱτυϱία τῆς ϰαλλονῆς αὐτȣ̃ ϖιϛή.
31:24 ϖονηϱῷ ἐϖ’ ἄϱτῳ διαγογγύσει ϖόλις, ϗ ἡ μαϱτυϱία τῆς ϖονηϱίας αὐτȣ̃ ἀϰϱιϐής.
31:25 Ἐν οἴνῳ μὴ ἀνδϱίζȣ· ϖολλȣ̀ς γὰϱ ἀϖώλεσεν ὁ οἶνος.
31:26 ϰάμινος δοϰιμάζει ϛόμωμα ἐν ϐαφῇ, ȣ̔́τως οἶνος ϰαϱδίας ἐν μάχῃ ὑϖεϱηφάνων.
31:27 ἔφισον ζωῆς οἶνος ἀνϑϱώϖοις, ἐὰν ϖίνῃς αὐτὸν ἐν μέτϱῳ αὐτȣ̃. τίς ζωὴ ἐλασσȣμένῳ οἴνῳ; ϗ αὐτὸς ἔϰτιϛαι εἰς εὐφϱοσύνην ἀνϑϱώϖοις.
31:28 ἀγαλλίαμα ϰαϱδίας ϗ εὐφϱοσύνη ψυχῆς οἶνος ϖινόμενος ἐν ϰαιϱῷ αὐτάϱϰης·
31:29 ϖιϰϱία ψυχῆς οἶνος ϖινόμενος ϖολὺς ἐν ἐϱεϑισμῷ ϗ ἀντιϖτώματι.
31:30 ϖληϑύνει μέϑη ϑυμὸν ἄφϱονος εἰς ϖϱόσϰομμα ἐλαττῶν ἰσχὺν ϗ ϖϱοσϖοιῶν τϱαύματα.
31:31 ἐν συμϖοσίῳ οἴνȣ μὴ ἐλέγξῃς τὸν ϖλησίον ϗ μὴ ἐξȣϑενήσῃς αὐτὸν ἐν εὐφϱοσύνῃ αὐτȣ̃· λόγον ὀνειδισμȣ̃ μὴ εἴϖῃς αὐτῷ ϗ μὴ αὐτὸν ϑλίψῃς ἐν ἀϖαιτήσει.
32:1 Ἡγȣ́μενόν σε ϰατέϛησαν; μὴ ἐϖαίϱȣ· γίνȣ ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, φϱόντισον αὐτῶν ϗ ȣ̔́τω ϰάϑισον·
32:2 ϗ ϖᾶσαν τὴν χϱείαν σȣ ϖοιήσας ἀνάϖεσε, ἵνα εὐφϱανϑῇς δι’ αὐτȣ̀ς ϗ εὐϰοσμίας χάϱιν λάϐῃς ϛέφανον.
32:3 Λάλησον, ϖϱεσϐύτεϱε, ϖϱέϖει γάϱ σοι, ἐν ἀϰϱιϐεῖ ἐϖιϛήμῃ ϗ μὴ ἐμϖοδίσῃς μȣσιϰά.
32:4 ὅϖȣ ἀϰϱόαμα, μὴ ἐϰχέῃς λαλιὰν ϗ ἀϰαίϱως μὴ σοφίζȣ.
32:5 σφϱαγὶς ἄνϑϱαϰος ἐϖὶ ϰόσμῳ χϱυσῷ σύγϰϱιμα μȣσιϰῶν ἐν συμϖοσίῳ οἴνȣ·
32:6 ἐν ϰατασϰευάσματι χϱυσῷ σφϱαγὶς σμαϱάγδȣ μέλος μȣσιϰῶν ἐφ’ ἡδεῖ οἴνῳ.
32:7 Λάλησον, νεανίσϰε, εἰ χϱεία σȣ, μόλις δὶς ἐὰν ἐϖεϱωτηϑῇς·
32:8 ϰεφαλαίωσον λόγον, ἐν ὀλίγοις ϖολλά· γίνȣ ὡς γινώσϰων ϗ ἅμα σιωϖῶν.
32:9 ἐν μέσῳ μεγιϛάνων μὴ ἐξισάζȣ ϗ ἑτέϱȣ λέγοντος μὴ ϖολλὰ ἀδολέσχει.
32:10 ϖϱὸ ϐϱοντῆς ϰατασϖεύδει ἀϛϱαϖή, ϗ ϖϱὸ αἰσχυντηϱȣ̃ ϖϱοελεύσεται χάϱις.
32:11 ἐν ὥϱᾳ ἐξεγείϱȣ ϗ μὴ ȣ̓ϱάγει, ἀϖότϱεχε εἰς οἶϰον ϗ μὴ ῥᾳϑύμει·
32:12 ἐϰεῖ ϖαῖζε ϗ ϖοίει τὰ ἐνϑυμήματά σȣ ϗ μὴ ἁμάϱτῃς λόγῳ ὑϖεϱηφάνῳ.
32:13 ϗ ἐϖὶ τȣ́τοις εὐλόγησον τὸν ϖοιήσαντά σε ϗ μεϑύσϰοντά σε ἀϖὸ τῶν ἀγαϑῶν αὐτȣ̃.
32:14 Ὁ φοϐȣ́μενος ϰύϱιον ἐϰδέξεται ϖαιδείαν, ϗ οἱ ὀϱϑϱίζοντες εὑϱήσȣσιν εὐδοϰίαν.
32:15 ὁ ζητῶν νόμον ἐμϖλησϑήσεται αὐτȣ̃, ϗ ὁ ὑϖοϰϱινόμενος σϰανδαλισϑήσεται ἐν αὐτῷ.
32:16 οἱ φοϐȣ́μενοι ϰύϱιον εὑϱήσȣσιν ϰϱίμα ϗ διϰαιώματα ὡς φῶς ἐξάψȣσιν.
32:17 ἄνϑϱωϖος ἁμαϱτωλὸς ἐϰϰλινεῖ ἐλεγμὸν ϗ ϰατὰ τὸ ϑέλημα αὐτȣ̃ εὑϱήσει σύγϰϱιμα.
32:18 Ἀνὴϱ ϐȣλῆς ȣ̓ μὴ ϖαϱίδῃ διανόημα, ἀλλότϱιος ϗ ὑϖεϱήφανος ȣ̓ ϰαταϖτήξει φόϐον.
32:19 ἄνευ ϐȣλῆς μηϑὲν ϖοιήσῃς ϗ ἐν τῷ ϖοιῆσαί σε μὴ μεταμελȣ̃.
32:20 ἐν ὁδῷ ἀντιϖτώματος μὴ ϖοϱεύȣ ϗ μὴ ϖϱοσϰόψῃς ἐν λιϑώδεσιν.
32:21 μὴ ϖιϛεύσῃς ἐν ὁδῷ ἀϖϱοσϰόϖῳ
32:22 ϗ ἀϖὸ τῶν τέϰνων σȣ φύλαξαι.
32:23 ἐν ϖαντὶ ἔϱγῳ ϖίϛευε τῇ ψυχῇ σȣ· ϗ γὰϱ τȣ̃τό ἐϛιν τήϱησις ἐντολῶν.
32:24 ὁ ϖιϛεύων νόμῳ ϖϱοσέχει ἐντολαῖς, ϗ ὁ ϖεϖοιϑὼς ϰυϱίῳ ȣ̓ϰ ἐλαττωϑήσεται.
33:1 Τῷ φοϐȣμένῳ ϰύϱιον ȣ̓ϰ ἀϖαντήσει ϰαϰόν, ἀλλ’ ἐν ϖειϱασμῷ ϗ ϖάλιν ἐξελεῖται.
33:2 ἀνὴϱ σοφὸς ȣ̓ μισήσει νόμον, ὁ δὲ ὑϖοϰϱινόμενος ἐν αὐτῷ ὡς ἐν ϰαταιγίδι ϖλοῖον.
33:3 ἄνϑϱωϖος συνετὸς ἐμϖιϛεύσει νόμῳ, ϗ ὁ νόμος αὐτῷ ϖιϛὸς ὡς ἐϱώτημα δήλων.
33:4 ἑτοίμασον λόγον ϗ ȣ̔́τως ἀϰȣσϑήσῃ, σύνδησον ϖαιδείαν ϗ ἀϖοϰϱίϑητι.
33:5 τϱοχὸς ἁμάξης σϖλάγχνα μωϱȣ̃, ϗ ὡς ἄξων ϛϱεφόμενος ὁ διαλογισμὸς αὐτȣ̃.
33:6 ἵϖϖος εἰς ὀχείαν ὡς φίλος μωϰός, ὑϖοϰάτω ϖαντὸς ἐϖιϰαϑημένȣ χϱεμετίζει.
33:7 Διὰ τί ἡμέϱα ἡμέϱας ὑϖεϱέχει, ϗ ϖᾶν φῶς ἡμέϱας ἐνιαυτȣ̃ ἀφ’ ἡλίȣ;
33:8 ἐν γνώσει ϰυϱίȣ διεχωϱίσϑησαν, ϗ ἠλλοίωσεν ϰαιϱȣ̀ς ϗ ἑοϱτάς·
33:9 ἀϖ’ αὐτῶν ἀνύψωσεν ϗ ἡγίασεν ϗ ἐξ αὐτῶν ἔϑηϰεν εἰς ἀϱιϑμὸν ἡμεϱῶν.
33:10 ϗ ἄνϑϱωϖοι ϖάντες ἀϖὸ ἐδάφȣς, ϗ ἐϰ γῆς ἐϰτίσϑη Αδαμ·
33:11 ἐν ϖλήϑει ἐϖιϛήμης ϰύϱιος διεχώϱισεν αὐτȣ̀ς ϗ ἠλλοίωσεν τὰς ὁδȣ̀ς αὐτῶν·
33:12 ἐξ αὐτῶν εὐλόγησεν ϗ ἀνύψωσεν ϗ ἐξ αὐτῶν ἡγίασεν ϗ ϖϱὸς αὐτὸν ἤγγισεν· ἀϖ’ αὐτῶν ϰατηϱάσατο ϗ ἐταϖείνωσεν ϗ ἀνέϛϱεψεν αὐτȣ̀ς ἀϖὸ ϛάσεως αὐτῶν.
33:13 ὡς ϖηλὸς ϰεϱαμέως ἐν χειϱὶ αὐτȣ̃ – ϖᾶσαι αἱ ὁδοὶ αὐτȣ̃ ϰατὰ τὴν εὐδοϰίαν αὐτȣ̃ – , ȣ̔́τως ἄνϑϱωϖοι ἐν χειϱὶ τȣ̃ ϖοιήσαντος αὐτȣ̀ς ἀϖοδȣ̃ναι αὐτοῖς ϰατὰ τὴν ϰϱίσιν αὐτȣ̃.
33:14 ἀϖέναντι τȣ̃ ϰαϰȣ̃ τὸ ἀγαϑόν, ϗ ἀϖέναντι τȣ̃ ϑανάτȣ ἡ ζωή, ȣ̔́τως ἀϖέναντι εὐσεϐȣ̃ς ἁμαϱτωλός·
33:15 ϗ ȣ̔́τως ἔμϐλεψον εἰς ϖάντα τὰ ἔϱγα τȣ̃ ὑψίϛȣ, δύο δύο, ἓν ϰατέναντι τȣ̃ ἑνός.
33:16 Κἀγὼ ἔσχατος ἠγϱύϖνησα ὡς ϰαλαμώμενος ὀϖίσω τϱυγητῶν·
33:17 ἐν εὐλογίᾳ ϰυϱίȣ ἔφϑασα ϗ ὡς τϱυγῶν ἐϖλήϱωσα ληνόν.
33:18 ϰατανοήσατε ὅτι ȣ̓ϰ ἐμοὶ μόνῳ ἐϰοϖίασα, ἀλλὰ ϖᾶσιν τοῖς ζητȣ̃σιν ϖαιδείαν.
33:19 ἀϰȣ́σατέ μȣ, μεγιϛᾶνες λαȣ̃, ϗ οἱ ἡγȣ́μενοι ἐϰϰλησίας, ἐνωτίσασϑε.
33:20 ϒἱῷ ϗ γυναιϰί, ἀδελφῷ ϗ φίλῳ μὴ δῷς ἐξȣσίαν ἐϖὶ σὲ ἐν ζωῇ σȣ· ϗ μὴ δῷς ἑτέϱῳ τὰ χϱήματά σȣ, ἵνα μὴ μεταμεληϑεὶς δέῃ ϖεϱὶ αὐτῶν.
33:21 ἕως ἔτι ζῇς ϗ ϖνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν ἐν ϖάσῃ σαϱϰί·
33:22 ϰϱεῖσσον γάϱ ἐϛιν τὰ τέϰνα δεηϑῆναί σȣ ἢ σὲ ἐμϐλέϖειν εἰς χεῖϱας υἱῶν σȣ.
33:23 ἐν ϖᾶσι τοῖς ἔϱγοις σȣ γίνȣ ὑϖεϱάγων, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σȣ.
33:24 ἐν ἡμέϱᾳ συντελείας ἡμεϱῶν ζωῆς σȣ ϗ ἐν ϰαιϱῷ τελευτῆς διάδος ϰληϱονομίαν.
33:25 Χοϱτάσματα ϗ ῥάϐδος ϗ φοϱτία ὄνῳ, ἄϱτος ϗ ϖαιδεία ϗ ἔϱγον οἰϰέτῃ.
33:26 ἔϱγασαι ἐν ϖαιδί, ϗ εὑϱήσεις ἀνάϖαυσιν· ἄνες χεῖϱας αὐτῷ, ϗ ζητήσει ἐλευϑεϱίαν.
33:27 ζυγὸς ϗ ἱμὰς τϱάχηλον ϰάμψȣσιν, ϗ οἰϰέτῃ ϰαϰȣ́ϱγῳ ϛϱέϐλαι ϗ ϐάσανοι·
33:28 ἔμϐαλε αὐτὸν εἰς ἐϱγασίαν, ἵνα μὴ ἀϱγῇ, ϖολλὴν γὰϱ ϰαϰίαν ἐδίδαξεν ἡ ἀϱγία·
33:29 εἰς ἔϱγα ϰατάϛησον, ϰαϑὼς ϖϱέϖει αὐτῷ, ϰἂν μὴ ϖειϑαϱχῇ, ϐάϱυνον τὰς ϖέδας αὐτȣ̃.
33:30 ϗ μὴ ϖεϱισσεύσῃς ἐϖὶ ϖάσῃ σαϱϰὶ ϗ ἄνευ ϰϱίσεως μὴ ϖοιήσῃς μηδέν.
33:31 Εἰ ἔϛιν σοι οἰϰέτης, ἔϛω ὡς σύ, ὅτι ἐν αἵματι ἐϰτήσω αὐτόν·
33:32 εἰ ἔϛιν σοι οἰϰέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σȣ ἐϖιδεήσεις αὐτῷ·
33:33 ἐὰν ϰαϰώσῃς αὐτὸν ϗ ἀϖάϱας ἀϖοδϱᾷ, ἐν ϖοίᾳ ὁδῷ ζητήσεις αὐτόν;
34:1 Κεναὶ ἐλϖίδες ϗ ψευδεῖς ἀσυνέτῳ ἀνδϱί, ϗ ἐνύϖνια ἀναϖτεϱȣ̃σιν ἄφϱονας.
34:2 ὡς δϱασσόμενος σϰιᾶς ϗ διώϰων ἄνεμον ȣ̔́τως ὁ ἐϖέχων ἐνυϖνίοις·
34:3 τȣ̃το ϰατὰ τȣ́τȣ ὅϱασις ἐνυϖνίων, ϰατέναντι ϖϱοσώϖȣ ὁμοίωμα ϖϱοσώϖȣ.
34:4 ἀϖὸ ἀϰαϑάϱτȣ τί ϰαϑαϱισϑήσεται; ϗ ἀϖὸ ψευδȣ̃ς τί ἀληϑεύσει;
34:5 μαντεῖαι ϗ οἰωνισμοὶ ϗ ἐνύϖνια μάταιά ἐϛιν, ϗ ὡς ὠδινȣ́σης φαντάζεται ϰαϱδία·
34:6 ἐὰν μὴ ϖαϱὰ ὑψίϛȣ ἀϖοϛαλῇ ἐν ἐϖισϰοϖῇ, μὴ δῷς εἰς αὐτὰ τὴν ϰαϱδίαν σȣ·
34:7 ϖολλȣ̀ς γὰϱ ἐϖλάνησεν τὰ ἐνύϖνια, ϗ ἐξέϖεσον ἐλϖίζοντες ἐϖ’ αὐτοῖς.
34:8 ἄνευ ψεύδȣς συντελεσϑήσεται νόμος, ϗ σοφία ϛόματι ϖιϛῷ τελείωσις.
34:9 Ἀνὴϱ ϖεϖλανημένος ἔγνω ϖολλά, ϗ ὁ ϖολύϖειϱος ἐϰδιηγήσεται σύνεσιν·
34:10 ὃς ȣ̓ϰ ἐϖειϱάϑη, ὀλίγα οἶδεν, ὁ δὲ ϖεϖλανημένος ϖληϑυνεῖ ϖανȣϱγίαν.
34:11 ϖολλὰ ἑώϱαϰα ἐν τῇ ἀϖοϖλανήσει μȣ, ϗ ϖλείονα τῶν λόγων μȣ σύνεσίς μȣ·
34:12 ϖλεονάϰις ἕως ϑανάτȣ ἐϰινδύνευσα ϗ διεσώϑην τȣ́των χάϱιν.
34:13 ϖνεῦμα φοϐȣμένων ϰύϱιον ζήσεται· ἡ γὰϱ ἐλϖὶς αὐτῶν ἐϖὶ τὸν σῴζοντα αὐτȣ́ς.
34:14 ὁ φοϐȣ́μενος ϰύϱιον ȣ̓δὲν εὐλαϐηϑήσεται ϗ ȣ̓ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλϖὶς αὐτȣ̃.
34:15 φοϐȣμένȣ τὸν ϰύϱιον μαϰαϱία ἡ ψυχή· τίνι ἐϖέχει; ϗ τίς αὐτȣ̃ ϛήϱιγμα;
34:16 οἱ ὀφϑαλμοὶ ϰυϱίȣ ἐϖὶ τȣ̀ς ἀγαϖῶντας αὐτόν, ὑϖεϱασϖισμὸς δυναϛείας ϗ ϛήϱιγμα ἰσχύος, σϰέϖη ἀϖὸ ϰαύσωνος ϗ σϰέϖη ἀϖὸ μεσημϐϱίας, φυλαϰὴ ἀϖὸ ϖϱοσϰόμματος ϗ ϐοήϑεια ἀϖὸ ϖτώσεως,
34:17 ἀνυψῶν ψυχὴν ϗ φωτίζων ὀφϑαλμȣ́ς, ἴασιν διδȣ́ς, ζωὴν ϗ εὐλογίαν.
34:18 Θυσιάζων ἐξ ἀδίϰȣ ϖϱοσφοϱὰ μεμωμημένη, ϗ ȣ̓ϰ εἰς εὐδοϰίαν δωϱήματα ἀνόμων.
34:19 ȣ̓ϰ εὐδοϰεῖ ὁ ὕψιϛος ἐν ϖϱοσφοϱαῖς ἀσεϐῶν ȣ̓δὲ ἐν ϖλήϑει ϑυσιῶν ἐξιλάσϰεται ἁμαϱτίας.
34:20 ϑύων υἱὸν ἔναντι τȣ̃ ϖατϱὸς αὐτȣ̃ ὁ ϖϱοσάγων ϑυσίαν ἐϰ χϱημάτων ϖενήτων.
34:21 ἄϱτος ἐϖιδεομένων ζωὴ ϖτωχῶν, ὁ ἀϖοϛεϱῶν αὐτὴν ἄνϑϱωϖος αἱμάτων.
34:22 φονεύων τὸν ϖλησίον ὁ ἀφαιϱȣ́μενος ἐμϐίωσιν, ϗ ἐϰχέων αἷμα ὁ ἀϖοϛεϱῶν μισϑὸν μισϑίȣ.
34:23 εἷς οἰϰοδομῶν, ϗ εἷς ϰαϑαιϱῶν· τί ὠφέλησαν ϖλεῖον ἢ ϰόϖȣς;
34:24 εἷς εὐχόμενος, ϗ εἷς ϰαταϱώμενος· τίνος φωνῆς εἰσαϰȣ́σεται ὁ δεσϖότης;
34:25 ϐαϖτιζόμενος ἀϖὸ νεϰϱȣ̃ ϗ ϖάλιν ἁϖτόμενος αὐτȣ̃, τί ὠφέλησεν ἐν τῷ λȣτϱῷ αὐτȣ̃;
34:26 ȣ̔́τως ἄνϑϱωϖος νηϛεύων ἐϖὶ τῶν ἁμαϱτιῶν αὐτȣ̃ ϗ ϖάλιν ϖοϱευόμενος ϗ τὰ αὐτὰ ϖοιῶν· τῆς ϖϱοσευχῆς αὐτȣ̃ τίς εἰσαϰȣ́σεται; ϗ τί ὠφέλησεν ἐν τῷ ταϖεινωϑῆναι αὐτόν;
35:1 Ὁ συντηϱῶν νόμον ϖλεονάζει ϖϱοσφοϱάς, ϑυσιάζων σωτηϱίȣ ὁ ϖϱοσέχων ἐντολαῖς.
35:2 ἀνταϖοδιδȣ̀ς χάϱιν ϖϱοσφέϱων σεμίδαλιν, ϗ ὁ ϖοιῶν ἐλεημοσύνην ϑυσιάζων αἰνέσεως.
35:3 εὐδοϰία ϰυϱίȣ ἀϖοϛῆναι ἀϖὸ ϖονηϱίας, ϗ ἐξιλασμὸς ἀϖοϛῆναι ἀϖὸ ἀδιϰίας.
35:4 μὴ ὀφϑῇς ἐν ϖϱοσώϖῳ ϰυϱίȣ ϰενός· ϖάντα γὰϱ ταῦτα χάϱιν ἐντολῆς.
35:5 ϖϱοσφοϱὰ διϰαίȣ λιϖαίνει ϑυσιαϛήϱιον, ϗ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίϛȣ.
35:6 ϑυσία ἀνδϱὸς διϰαίȣ δεϰτή, ϗ τὸ μνημόσυνον αὐτῆς ȣ̓ϰ ἐϖιλησϑήσεται.
35:7 ἐν ἀγαϑῷ ὀφϑαλμῷ δόξασον τὸν ϰύϱιον ϗ μὴ σμιϰϱύνῃς ἀϖαϱχὴν χειϱῶν σȣ.
35:8 ἐν ϖάσῃ δόσει ἱλάϱωσον τὸ ϖϱόσωϖόν σȣ ϗ ἐν εὐφϱοσύνῃ ἁγίασον δεϰάτην.
35:9 δὸς ὑψίϛῳ ϰατὰ τὴν δόσιν αὐτȣ̃ ϗ ἐν ἀγαϑῷ ὀφϑαλμῷ ϰαϑ’ εὕϱεμα χειϱός·
35:10 ὅτι ϰύϱιος ἀνταϖοδιδȣ́ς ἐϛιν ϗ ἑϖταϖλάσια ἀνταϖοδώσει σοι.
35:11 Μὴ δωϱοϰόϖει, ȣ̓ γὰϱ ϖϱοσδέξεται, ϗ μὴ ἔϖεχε ϑυσίᾳ ἀδίϰῳ·
35:12 ὅτι ϰύϱιος ϰϱιτής ἐϛιν, ϗ ȣ̓ϰ ἔϛιν ϖαϱ’ αὐτῷ δόξα ϖϱοσώϖȣ.
35:13 ȣ̓ λήμψεται ϖϱόσωϖον ἐϖὶ ϖτωχȣ̃ ϗ δέησιν ἠδιϰημένȣ εἰσαϰȣ́σεται·
35:14 ȣ̓ μὴ ὑϖεϱίδῃ ἱϰετείαν ὀϱφανȣ̃ ϗ χήϱαν, ἐὰν ἐϰχέῃ λαλιάν·
35:15 ȣ̓χὶ δάϰϱυα χήϱας ἐϖὶ σιαγόνα ϰαταϐαίνει ϗ ἡ ϰαταϐόησις ἐϖὶ τῷ ϰαταγαγόντι αὐτά;
35:16 ϑεϱαϖεύων ἐν εὐδοϰίᾳ δεχϑήσεται, ϗ ἡ δέησις αὐτȣ̃ ἕως νεφελῶν συνάψει·
35:17 ϖϱοσευχὴ ταϖεινȣ̃ νεφέλας διῆλϑεν, ϗ ἕως συνεγγίσῃ, ȣ̓ μὴ ϖαϱαϰληϑῇ·
35:18 ϗ ȣ̓ μὴ ἀϖοϛῇ, ἕως ἐϖισϰέψηται ὁ ὕψιϛος ϗ ϰϱινεῖ διϰαίοις ϗ ϖοιήσει ϰϱίσιν.
35:19 ϗ ὁ ϰύϱιος ȣ̓ μὴ ϐϱαδύνῃ ȣ̓δὲ μὴ μαϰϱοϑυμήσῃ ἐϖ’ αὐτοῖς,
35:20 ἕως ἂν συντϱίψῃ ὀσφὺν ἀνελεημόνων ϗ τοῖς ἔϑνεσιν ἀνταϖοδώσει ἐϰδίϰησιν,
35:21 ἕως ἐξάϱῃ ϖλῆϑος ὑϐϱιϛῶν ϗ σϰῆϖτϱα ἀδίϰων συντϱίψει,
35:22 ἕως ἀνταϖοδῷ ἀνϑϱώϖῳ ϰατὰ τὰς ϖϱάξεις αὐτȣ̃ ϗ τὰ ἔϱγα τῶν ἀνϑϱώϖων ϰατὰ τὰ ἐνϑυμήματα αὐτῶν,
35:23 ἕως ϰϱίνῃ τὴν ϰϱίσιν τȣ̃ λαȣ̃ αὐτȣ̃ ϗ εὐφϱανεῖ αὐτȣ̀ς ἐν τῷ ἐλέει αὐτȣ̃.
35:24 ὡϱαῖον ἔλεος ἐν ϰαιϱῷ ϑλίψεως αὐτȣ̃ ὡς νεφέλαι ὑετȣ̃ ἐν ϰαιϱῷ ἀϐϱοχίας.
36:1 Ἐλέησον ἡμᾶς, δέσϖοτα ὁ ϑεὸς ϖάντων, ϗ ἐϖίϐλεψον ϗ ἐϖίϐαλε τὸν φόϐον σȣ ἐϖὶ ϖάντα τὰ ἔϑνη·
36:2 ἔϖαϱον τὴν χεῖϱά σȣ ἐϖὶ ἔϑνη ἀλλότϱια, ϗ ἰδέτωσαν τὴν δυναϛείαν σȣ.
36:3 ὥσϖεϱ ἐνώϖιον αὐτῶν ἡγιάσϑης ἐν ἡμῖν, ȣ̔́τως ἐνώϖιον ἡμῶν μεγαλυνϑείης ἐν αὐτοῖς·
36:4 ϗ ἐϖιγνώτωσάν σε, ϰαϑάϖεϱ ϗ ἡμεῖς ἐϖέγνωμεν ὅτι ȣ̓ϰ ἔϛιν ϑεὸς ϖλὴν σȣ̃, ϰύϱιε.
36:5 ἐγϰαίνισον σημεῖα ϗ ἀλλοίωσον ϑαυμάσια, δόξασον χεῖϱα ϗ ϐϱαχίονα δεξιόν·
36:6 ἔγειϱον ϑυμὸν ϗ ἔϰχεον ὀϱγήν, ἔξαϱον ἀντίδιϰον ϗ ἔϰτϱιψον ἐχϑϱόν.
36:7 σϖεῦσον ϰαιϱὸν ϗ μνήσϑητι ὁϱϰισμȣ̃, ϗ ἐϰδιηγησάσϑωσαν τὰ μεγαλεῖά σȣ.
36:8 ἐν ὀϱγῇ ϖυϱὸς ϰαταϐϱωϑήτω ὁ σῳζόμενος, ϗ οἱ ϰαϰȣ̃ντες τὸν λαόν σȣ εὕϱοισαν ἀϖώλειαν.
36:9 σύντϱιψον ϰεφαλὰς ἀϱχόντων ἐχϑϱῶν λεγόντων Ȣ̓ϰ ἔϛιν ϖλὴν ἡμῶν.
36:10 συνάγαγε ϖάσας φυλὰς Ιαϰωϐ ϗ ϰαταϰληϱονόμησον αὐτȣ̀ς ϰαϑὼς ἀϖ’ ἀϱχῆς.
36:11 ἐλέησον λαόν, ϰύϱιε, ϰεϰλημένον ἐϖ’ ὀνόματί σȣ ϗ Ισϱαηλ, ὃν ϖϱωτογόνῳ ὡμοίωσας.
36:12 οἰϰτίϱησον ϖόλιν ἁγιάσματός σȣ, Ιεϱȣσαλημ τόϖον ϰαταϖαύματός σȣ·
36:13 ϖλῆσον Σιων ἀϱεταλογίας σȣ ϗ ἀϖὸ τῆς δόξης σȣ τὸν λαόν σȣ.
36:14 δὸς μαϱτύϱιον τοῖς ἐν ἀϱχῇ ϰτίσμασίν σȣ ϗ ἔγειϱον ϖϱοφητείας τὰς ἐϖ’ ὀνόματί σȣ·
36:15 δὸς μισϑὸν τοῖς ὑϖομένȣσίν σε, ϗ οἱ ϖϱοφῆταί σȣ ἐμϖιϛευϑήτωσαν.
36:16 εἰσάϰȣσον, ϰύϱιε, δεήσεως τῶν ἱϰετῶν σȣ ϰατὰ τὴν εὐλογίαν Ααϱων ϖεϱὶ τȣ̃ λαȣ̃ σȣ,
36:17 ϗ γνώσονται ϖάντες οἱ ἐϖὶ τῆς γῆς ὅτι ϰύϱιος εἶ ὁ ϑεὸς τῶν αἰώνων.
36:18 Πᾶν ϐϱῶμα φάγεται ϰοιλία, ἔϛιν δὲ ϐϱῶμα ϐϱώματος ϰάλλιον.
36:19 φάϱυγξ γεύεται ϐϱώματα ϑήϱας, ȣ̔́τως ϰαϱδία συνετὴ λόγȣς ψευδεῖς.
36:20 ϰαϱδία ϛϱεϐλὴ δώσει λύϖην, ϗ ἄνϑϱωϖος ϖολύϖειϱος ἀνταϖοδώσει αὐτῷ.
36:21 ϖάντα ἄϱϱενα ἐϖιδέξεται γυνή, ἔϛιν δὲ ϑυγάτηϱ ϑυγατϱὸς ϰϱείσσων.
36:22 ϰάλλος γυναιϰὸς ἱλαϱύνει ϖϱόσωϖον ϗ ὑϖὲϱ ϖᾶσαν ἐϖιϑυμίαν ἀνϑϱώϖȣ ὑϖεϱάγει·
36:23 εἰ ἔϛιν ἐϖὶ γλώσσης αὐτῆς ἔλεος ϗ ϖϱαύτης, ȣ̓ϰ ἔϛιν ὁ ἀνὴϱ αὐτῆς ϰαϑ’ υἱȣ̀ς ἀνϑϱώϖων.
36:24 ὁ ϰτώμενος γυναῖϰα ἐνάϱχεται ϰτήσεως, ϐοηϑὸν ϰατ’ αὐτὸν ϗ ϛῦλον ἀναϖαύσεως.
36:25 ȣ̔͂ ȣ̓ϰ ἔϛιν φϱαγμός, διαϱϖαγήσεται ϰτῆμα· ϗ ȣ̔͂ ȣ̓ϰ ἔϛιν γυνή, ϛενάξει ϖλανώμενος.
36:26 τίς γὰϱ ϖιϛεύσει εὐζώνῳ λῃϛῇ ἀφαλλομένῳ ἐϰ ϖόλεως εἰς ϖόλιν;
36:27 ȣ̔́τως ἀνϑϱώϖῳ μὴ ἔχοντι νοσσιὰν ϗ ϰαταλύοντι ȣ̔͂ ἐὰν ὀψίσῃ.
37:1 Πᾶς φίλος ἐϱεῖ Ἐφιλίασα ϰἀγώ· ἀλλ’ ἔϛιν φίλος ὀνόματι μόνον φίλος.
37:2 ȣ̓χὶ λύϖη ἔνι ἕως ϑανάτȣ ἑταῖϱος ϗ φίλος τϱεϖόμενος εἰς ἔχϑϱαν;
37:3 ὦ ϖονηϱὸν ἐνϑύμημα, ϖόϑεν ἐνεϰυλίσϑης ϰαλύψαι τὴν ξηϱὰν ἐν δολιότητι;
37:4 ἑταῖϱος φίλȣ ἐν εὐφϱοσύνῃ ἥδεται ϗ ἐν ϰαιϱῷ ϑλίψεως ἔϛαι ἀϖέναντι·
37:5 ἑταῖϱος φίλῳ συμϖονεῖ χάϱιν γαϛϱός, ἔναντι ϖολέμȣ λήμψεται ἀσϖίδα.
37:6 μὴ ἐϖιλάϑῃ φίλȣ ἐν τῇ ψυχῇ σȣ ϗ μὴ ἀμνημονήσῃς αὐτȣ̃ ἐν χϱήμασίν σȣ.
37:7 Πᾶς σύμϐȣλος ἐξαίϱει ϐȣλήν, ἀλλ’ ἔϛιν συμϐȣλεύων εἰς ἑαυτόν.
37:8 ἀϖὸ συμϐȣ́λȣ φύλαξον τὴν ψυχήν σȣ ϗ γνῶϑι ϖϱότεϱον τίς αὐτȣ̃ χϱεία – ϗ γὰϱ αὐτὸς ἑαυτῷ ϐȣλεύσεται – , μήϖοτε ϐάλῃ ἐϖὶ σοὶ ϰλῆϱον
37:9 ϗ εἴϖῃ σοι Καλὴ ἡ ὁδός σȣ, ϗ ϛήσεται ἐξ ἀναντίας ἰδεῖν τὸ συμϐησόμενόν σοι.
37:10 μὴ ϐȣλεύȣ μετὰ τȣ̃ ὑϖοϐλεϖομένȣ σε ϗ ἀϖὸ τῶν ζηλȣ́ντων σε ϰϱύψον ϐȣλήν,
37:11 μετὰ γυναιϰὸς ϖεϱὶ τῆς ἀντιζήλȣ αὐτῆς ϗ μετὰ δειλȣ̃ ϖεϱὶ ϖολέμȣ, μετὰ ἐμϖόϱȣ ϖεϱὶ μεταϐολίας ϗ μετὰ ἀγοϱάζοντος ϖεϱὶ ϖϱάσεως, μετὰ ϐασϰάνȣ ϖεϱὶ εὐχαϱιϛίας ϗ μετὰ ἀνελεήμονος ϖεϱὶ χϱηϛοηϑείας, μετὰ ὀϰνηϱȣ̃ ϖεϱὶ ϖαντὸς ἔϱγȣ ϗ μετὰ μισϑίȣ ἐφετίȣ ϖεϱὶ συντελείας, οἰϰέτῃ ἀϱγῷ ϖεϱὶ ϖολλῆς ἐϱγασίας, μὴ ἔϖεχε ἐϖὶ τȣ́τοις ϖεϱὶ ϖάσης συμϐȣλίας·
37:12 ἀλλ’ ἢ μετὰ ἀνδϱὸς εὐσεϐȣ̃ς ἐνδελέχιζε, ὃν ἂν ἐϖιγνῷς συντηϱȣ̃ντα ἐντολάς, ὃς ἐν τῇ ψυχῇ αὐτȣ̃ ϰατὰ τὴν ψυχήν σȣ, ϗ ἐὰν ϖταίσῃς, συναλγήσει σοι.
37:13 ϗ ϐȣλὴν ϰαϱδίας ϛῆσον, ȣ̓ γὰϱ ἔϛιν σοι ϖιϛότεϱος αὐτῆς·
37:14 ψυχὴ γὰϱ ἀνδϱὸς ἀϖαγγέλλειν ἐνίοτε εἴωϑεν ἢ ἑϖτὰ σϰοϖοὶ ἐϖὶ μετεώϱȣ ϰαϑήμενοι ἐϖὶ σϰοϖῆς.
37:15 ϗ ἐϖὶ ϖᾶσι τȣ́τοις δεήϑητι ὑψίϛȣ, ἵνα εὐϑύνῃ ἐν ἀληϑείᾳ τὴν ὁδόν σȣ.
37:16 Ἀϱχὴ ϖαντὸς ἔϱγȣ λόγος, ϗ ϖϱὸ ϖάσης ϖϱάξεως ϐȣλή.
37:17 ἴχνος ἀλλοιώσεως ϰαϱδίας τέσσαϱα μέϱη ἀνατέλλει,
37:18 ἀγαϑὸν ϗ ϰαϰόν, ζωὴ ϗ ϑάνατος, ϗ ἡ ϰυϱιεύȣσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐϛιν.
37:19 ἔϛιν ἀνὴϱ ϖανȣ̃ϱγος ϖολλῶν ϖαιδευτής, ϗ τῇ ἰδίᾳ ψυχῇ ἐϛιν ἄχϱηϛος.
37:20 ἔϛιν σοφιζόμενος ἐν λόγοις μισητός, ȣ̔͂τος ϖάσης τϱοφῆς ϰαϑυϛεϱήσει·
37:21 ȣ̓ γὰϱ ἐδόϑη αὐτῷ ϖαϱὰ ϰυϱίȣ χάϱις, ὅτι ϖάσης σοφίας ἐϛεϱήϑη.
37:22 ἔϛιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ, ϗ οἱ ϰαϱϖοὶ τῆς συνέσεως αὐτȣ̃ ἐϖὶ ϛόματος ϖιϛοί.
37:23 ἀνὴϱ σοφὸς τὸν ἑαυτȣ̃ λαὸν ϖαιδεύσει, ϗ οἱ ϰαϱϖοὶ τῆς συνέσεως αὐτȣ̃ ϖιϛοί.
37:24 ἀνὴϱ σοφὸς ϖλησϑήσεται εὐλογίας, ϗ μαϰαϱιȣ̃σιν αὐτὸν ϖάντες οἱ ὁϱῶντες.
37:25 ζωὴ ἀνδϱὸς ἐν ἀϱιϑμῷ ἡμεϱῶν, ϗ αἱ ἡμέϱαι τȣ̃ Ισϱαηλ ἀναϱίϑμητοι.
37:26 ὁ σοφὸς ἐν τῷ λαῷ αὐτȣ̃ ϰληϱονομήσει ϖίϛιν, ϗ τὸ ὄνομα αὐτȣ̃ ζήσεται εἰς τὸν αἰῶνα.
37:27 Τέϰνον, ἐν ζωῇ σȣ ϖείϱασον τὴν ψυχήν σȣ ϗ ἰδὲ τί ϖονηϱὸν αὐτῇ ϗ μὴ δῷς αὐτῇ·
37:28 ȣ̓ γὰϱ ϖάντα ϖᾶσιν συμφέϱει, ϗ ȣ̓ ϖᾶσα ψυχὴ ἐν ϖαντὶ εὐδοϰεῖ.
37:29 μὴ ἀϖληϛεύȣ ἐν ϖάσῃ τϱυφῇ ϗ μὴ ἐϰχυϑῇς ἐϖὶ ἐδεσμάτων·
37:30 ἐν ϖολλοῖς γὰϱ ϐϱώμασιν ἔϛαι νόσος, ϗ ἡ ἀϖληϛία ἐγγιεῖ ἕως χολέϱας·
37:31 δι’ ἀϖληϛίαν ϖολλοὶ ἐτελεύτησαν, ὁ δὲ ϖϱοσέχων ϖϱοσϑήσει ζωήν.
38:1 Τίμα ἰατϱὸν ϖϱὸς τὰς χϱείας αὐτȣ̃ τιμαῖς αὐτȣ̃, ϗ γὰϱ αὐτὸν ἔϰτισεν ϰύϱιος·
38:2 ϖαϱὰ γὰϱ ὑψίϛȣ ἐϛὶν ἴασις, ϗ ϖαϱὰ ϐασιλέως λήμψεται δόμα.
38:3 ἐϖιϛήμη ἰατϱȣ̃ ἀνυψώσει ϰεφαλὴν αὐτȣ̃, ϗ ἔναντι μεγιϛάνων ϑαυμασϑήσεται.
38:4 ϰύϱιος ἔϰτισεν ἐϰ γῆς φάϱμαϰα, ϗ ἀνὴϱ φϱόνιμος ȣ̓ ϖϱοσοχϑιεῖ αὐτοῖς.
38:5 ȣ̓ϰ ἀϖὸ ξύλȣ ἐγλυϰάνϑη ὕδωϱ εἰς τὸ γνωσϑῆναι τὴν ἰσχὺν αὐτȣ̃;
38:6 ϗ αὐτὸς ἔδωϰεν ἀνϑϱώϖοις ἐϖιϛήμην ἐνδοξάζεσϑαι ἐν τοῖς ϑαυμασίοις αὐτȣ̃·
38:7 ἐν αὐτοῖς ἐϑεϱάϖευσεν ϗ ἦϱεν τὸν ϖόνον αὐτȣ̃, μυϱεψὸς ἐν τȣ́τοις ϖοιήσει μεῖγμα,
38:8 ϗ ȣ̓ μὴ συντελεσϑῇ ἔϱγα αὐτȣ̃, ϗ εἰϱήνη ϖαϱ’ αὐτȣ̃ ἐϛιν ἐϖὶ ϖϱοσώϖȣ τῆς γῆς.
38:9 Τέϰνον, ἐν ἀϱϱωϛήματί σȣ μὴ ϖαϱάϐλεϖε, ἀλλ’ εὖξαι ϰυϱίῳ, ϗ αὐτὸς ἰάσεταί σε·
38:10 ἀϖόϛησον ϖλημμέλειαν ϗ εὔϑυνον χεῖϱας ϗ ἀϖὸ ϖάσης ἁμαϱτίας ϰαϑάϱισον ϰαϱδίαν·
38:11 δὸς εὐωδίαν ϗ μνημόσυνον σεμιδάλεως ϗ λίϖανον ϖϱοσφοϱὰν ὡς μὴ ὑϖάϱχων.
38:12 ϗ ἰατϱῷ δὸς τόϖον, ϗ γὰϱ αὐτὸν ἔϰτισεν ϰύϱιος, ϗ μὴ ἀϖοϛήτω σȣ, ϗ γὰϱ αὐτȣ̃ χϱεία.
38:13 ἔϛιν ϰαιϱὸς ὅτε ϗ ἐν χεϱσὶν αὐτῶν εὐοδία·
38:14 ϗ γὰϱ αὐτοὶ ϰυϱίȣ δεηϑήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάϖαυσιν ϗ ἴασιν χάϱιν ἐμϐιώσεως.
38:15 ὁ ἁμαϱτάνων ἔναντι τȣ̃ ϖοιήσαντος αὐτὸν ἐμϖέσοι εἰς χεῖϱας ἰατϱȣ̃.
38:16 Τέϰνον, ἐϖὶ νεϰϱῷ ϰατάγαγε δάϰϱυα ϗ ὡς δεινὰ ϖάσχων ἔναϱξαι ϑϱήνȣ, ϰατὰ δὲ τὴν ϰϱίσιν αὐτȣ̃ ϖεϱίϛειλον τὸ σῶμα αὐτȣ̃ ϗ μὴ ὑϖεϱίδῃς τὴν ταφὴν αὐτȣ̃.
38:17 ϖίϰϱανον ϰλαυϑμὸν ϗ ϑέϱμανον ϰοϖετὸν ϗ ϖοίησον τὸ ϖένϑος ϰατὰ τὴν ἀξίαν αὐτȣ̃ ἡμέϱαν μίαν ϗ δύο χάϱιν διαϐολῆς ϗ ϖαϱαϰλήϑητι λύϖης ἕνεϰα·
38:18 ἀϖὸ λύϖης γὰϱ ἐϰϐαίνει ϑάνατος, ϗ λύϖη ϰαϱδίας ϰάμψει ἰσχύν.
38:19 ἐν ἐϖαγωγῇ ϖαϱαμένει ϗ λύϖη, ϗ ϐίος ϖτωχȣ̃ ϰατὰ ϰαϱδίας.
38:20 μὴ δῷς εἰς λύϖην τὴν ϰαϱδίαν σȣ, ἀϖόϛησον αὐτὴν μνησϑεὶς τὰ ἔσχατα·
38:21 μὴ ἐϖιλάϑῃ, ȣ̓ γάϱ ἐϛιν ἐϖάνοδος, ϗ τȣ̃τον ȣ̓ϰ ὠφελήσεις ϗ σεαυτὸν ϰαϰώσεις.
38:22 μνήσϑητι τὸ ϰϱίμα μȣ, ὅτι ȣ̔́τως ϗ τὸ σόν· ἐμοὶ ἐχϑὲς ϗ σοὶ σήμεϱον.
38:23 ἐν ἀναϖαύσει νεϰϱȣ̃ ϰατάϖαυσον τὸ μνημόσυνον αὐτȣ̃ ϗ ϖαϱαϰλήϑητι ἐν αὐτῷ ἐν ἐξόδῳ ϖνεύματος αὐτȣ̃.
38:24 Σοφία γϱαμματέως ἐν εὐϰαιϱίᾳ σχολῆς, ϗ ὁ ἐλασσȣ́μενος ϖϱάξει αὐτȣ̃ σοφισϑήσεται.
38:25 τί σοφισϑήσεται ὁ ϰϱατῶν ἀϱότϱȣ ϗ ϰαυχώμενος ἐν δόϱατι ϰέντϱȣ, ϐόας ἐλαύνων ϗ ἀναϛϱεφόμενος ἐν ἔϱγοις αὐτῶν, ϗ ἡ διήγησις αὐτȣ̃ ἐν υἱοῖς ταύϱων;
38:26 ϰαϱδίαν αὐτȣ̃ δώσει ἐϰδȣ̃ναι αὔλαϰας, ϗ ἡ ἀγϱυϖνία αὐτȣ̃ εἰς χοϱτάσματα δαμάλεων.
38:27 ȣ̔́τως ϖᾶς τέϰτων ϗ ἀϱχιτέϰτων, ὅϛις νύϰτωϱ ὡς ἡμέϱας διάγει· οἱ γλύφοντες γλύμματα σφϱαγίδων, ϗ ἡ ἐϖιμονὴ αὐτȣ̃ ἀλλοιῶσαι ϖοιϰιλίαν· ϰαϱδίαν αὐτȣ̃ δώσει εἰς ὁμοιῶσαι ζωγϱαφίαν, ϗ ἡ ἀγϱυϖνία αὐτȣ̃ τελέσαι ἔϱγον.
38:28 ȣ̔́τως χαλϰεὺς ϰαϑήμενος ἐγγὺς ἄϰμονος ϗ ϰαταμανϑάνων ἔϱγα σιδήϱȣ· ἀτμὶς ϖυϱὸς τήξει σάϱϰας αὐτȣ̃, ϗ ἐν ϑέϱμῃ ϰαμίνȣ διαμαχήσεται· φωνῇ σφύϱης ϰλινεῖ τὸ ȣ̓͂ς αὐτȣ̃, ϗ ϰατέναντι ὁμοιώματος σϰεύȣς οἱ ὀφϑαλμοὶ αὐτȣ̃· ϰαϱδίαν αὐτȣ̃ δώσει εἰς συντέλειαν ἔϱγων, ϗ ἡ ἀγϱυϖνία αὐτȣ̃ ϰοσμῆσαι ἐϖὶ συντελείας.
38:29 ȣ̔́τως ϰεϱαμεὺς ϰαϑήμενος ἐν ἔϱγῳ αὐτȣ̃ ϗ συϛϱέφων ἐν ϖοσὶν αὐτȣ̃ τϱοχόν, ὃς ἐν μεϱίμνῃ ϰεῖται διὰ ϖαντὸς ἐϖὶ τὸ ἔϱγον αὐτȣ̃, ϗ ἐναϱίϑμιος ϖᾶσα ἡ ἐϱγασία αὐτȣ̃·
38:30 ἐν ϐϱαχίονι αὐτȣ̃ τυϖώσει ϖηλὸν ϗ ϖϱὸ ϖοδῶν ϰάμψει ἰσχὺν αὐτȣ̃· ϰαϱδίαν ἐϖιδώσει συντελέσαι τὸ χϱῖσμα, ϗ ἡ ἀγϱυϖνία αὐτȣ̃ ϰαϑαϱίσαι ϰάμινον.
38:31 Πάντες ȣ̔͂τοι εἰς χεῖϱας αὐτῶν ἐνεϖίϛευσαν, ϗ ἕϰαϛος ἐν τῷ ἔϱγῳ αὐτȣ̃ σοφίζεται·
38:32 ἄνευ αὐτῶν ȣ̓ϰ οἰϰισϑήσεται ϖόλις, ϗ ȣ̓ ϖαϱοιϰήσȣσιν ȣ̓δὲ ϖεϱιϖατήσȣσιν.
38:33 ἀλλ’ εἰς ϐȣλὴν λαȣ̃ ȣ̓ ζητηϑήσονται ϗ ἐν ἐϰϰλησίᾳ ȣ̓χ ὑϖεϱαλȣ̃νται· ἐϖὶ δίφϱον διϰαϛȣ̃ ȣ̓ ϰαϑιȣ̃νται ϗ διαϑήϰην ϰϱίματος ȣ̓ διανοηϑήσονται.
38:34 ȣ̓δὲ μὴ ἐϰφάνωσιν ϖαιδείαν ϗ ϰϱίμα ϗ ἐν ϖαϱαϐολαῖς ȣ̓χ εὑϱεϑήσονται, ἀλλὰ ϰτίσμα αἰῶνος ϛηϱίσȣσιν, ϗ ἡ δέησις αὐτῶν ἐν ἐϱγασίᾳ τέχνης.
39:1 Πλὴν τȣ̃ ἐϖιδιδόντος τὴν ψυχὴν αὐτȣ̃ ϗ διανοȣμένȣ ἐν νόμῳ ὑψίϛȣ, σοφίαν ϖάντων ἀϱχαίων ἐϰζητήσει ϗ ἐν ϖϱοφητείαις ἀσχοληϑήσεται,
39:2 διήγησιν ἀνδϱῶν ὀνομαϛῶν συντηϱήσει ϗ ἐν ϛϱοφαῖς ϖαϱαϐολῶν συνεισελεύσεται,
39:3 ἀϖόϰϱυφα ϖαϱοιμιῶν ἐϰζητήσει ϗ ἐν αἰνίγμασι ϖαϱαϐολῶν ἀναϛϱαφήσεται.
39:4 ἀνὰ μέσον μεγιϛάνων ὑϖηϱετήσει ϗ ἔναντι ἡγȣμένων ὀφϑήσεται· ἐν γῇ ἀλλοτϱίων ἐϑνῶν διελεύσεται, ἀγαϑὰ γὰϱ ϗ ϰαϰὰ ἐν ἀνϑϱώϖοις ἐϖείϱασεν.
39:5 τὴν ϰαϱδίαν αὐτȣ̃ ἐϖιδώσει ὀϱϑϱίσαι ϖϱὸς ϰύϱιον τὸν ϖοιήσαντα αὐτὸν ϗ ἔναντι ὑψίϛȣ δεηϑήσεται· ϗ ἀνοίξει ϛόμα αὐτȣ̃ ἐν ϖϱοσευχῇ ϗ ϖεϱὶ τῶν ἁμαϱτιῶν αὐτȣ̃ δεηϑήσεται.
39:6 ἐὰν ϰύϱιος ὁ μέγας ϑελήσῃ, ϖνεύματι συνέσεως ἐμϖλησϑήσεται· αὐτὸς ἀνομϐϱήσει ῥήματα σοφίας αὐτȣ̃ ϗ ἐν ϖϱοσευχῇ ἐξομολογήσεται ϰυϱίῳ·
39:7 αὐτὸς ϰατευϑυνεῖ ϐȣλὴν αὐτȣ̃ ϗ ἐϖιϛήμην ϗ ἐν τοῖς ἀϖοϰϱύφοις αὐτȣ̃ διανοηϑήσεται·
39:8 αὐτὸς ἐϰφανεῖ ϖαιδείαν διδασϰαλίας αὐτȣ̃ ϗ ἐν νόμῳ διαϑήϰης ϰυϱίȣ ϰαυχήσεται.
39:9 αἰνέσȣσιν τὴν σύνεσιν αὐτȣ̃ ϖολλοί, ϗ ἕως τȣ̃ αἰῶνος ȣ̓ϰ ἐξαλειφϑήσεται· ȣ̓ϰ ἀϖοϛήσεται τὸ μνημόσυνον αὐτȣ̃, ϗ τὸ ὄνομα αὐτȣ̃ ζήσεται εἰς γενεὰς γενεῶν·
39:10 τὴν σοφίαν αὐτȣ̃ διηγήσονται ἔϑνη, ϗ τὸν ἔϖαινον αὐτȣ̃ ἐξαγγελεῖ ἐϰϰλησία·
39:11 ἐὰν ἐμμείνῃ, ὄνομα ϰαταλείψει ἢ χίλιοι, ϗ ἐὰν ἀναϖαύσηται, ἐϰϖοιεῖ αὐτῷ.
39:12 Ἔτι διανοηϑεὶς ἐϰδιηγήσομαι ϗ ὡς διχομηνία ἐϖληϱώϑην.
39:13 εἰσαϰȣ́σατέ μȣ, υἱοὶ ὅσιοι, ϗ ϐλαϛήσατε ὡς ῥόδον φυόμενον ἐϖὶ ῥεύματος ὑγϱȣ̃
39:14 ϗ ὡς λίϐανος εὐωδιάσατε ὀσμὴν ϗ ἀνϑήσατε ἄνϑος ὡς ϰϱίνον. διάδοτε ὀσμὴν ϗ αἰνέσατε ᾆσμα, εὐλογήσατε ϰύϱιον ἐϖὶ ϖᾶσιν τοῖς ἔϱγοις,
39:15 δότε τῷ ὀνόματι αὐτȣ̃ μεγαλωσύνην ϗ ἐξομολογήσασϑε ἐν αἰνέσει αὐτȣ̃ ἐν ᾠδαῖς χειλέων ϗ ἐν ϰινύϱαις ϗ ȣ̔́τως ἐϱεῖτε ἐν ἐξομολογήσει
39:16 Τὰ ἔϱγα ϰυϱίȣ ϖάντα ὅτι ϰαλὰ σφόδϱα, ϗ ϖᾶν ϖϱόϛαγμα ἐν ϰαιϱῷ αὐτȣ̃ ἔϛαι· ȣ̓ϰ ἔϛιν εἰϖεῖν Τί τȣ̃το; εἰς τί τȣ̃το; ϖάντα γὰϱ ἐν ϰαιϱῷ αὐτȣ̃ ζητηϑήσεται.
39:17 ἐν λόγῳ αὐτȣ̃ ἔϛη ὡς ϑιμωνιὰ ὕδωϱ ϗ ἐν ῥήματι ϛόματος αὐτȣ̃ ἀϖοδοχεῖα ὑδάτων.
39:18 ἐν ϖϱοϛάγματι αὐτȣ̃ ϖᾶσα ἡ εὐδοϰία, ϗ ȣ̓ϰ ἔϛιν ὃς ἐλαττώσει τὸ σωτήϱιον αὐτȣ̃.
39:19 ἔϱγα ϖάσης σαϱϰὸς ἐνώϖιον αὐτȣ̃, ϗ ȣ̓ϰ ἔϛιν ϰϱυϐῆναι ἀϖὸ τῶν ὀφϑαλμῶν αὐτȣ̃·
39:20 ἀϖὸ τȣ̃ αἰῶνος εἰς τὸν αἰῶνα ἐϖέϐλεψεν, ϗ ȣ̓ϑέν ἐϛιν ϑαυμάσιον ἐναντίον αὐτȣ̃.
39:21 ȣ̓ϰ ἔϛιν εἰϖεῖν Τί τȣ̃το; εἰς τί τȣ̃το; ϖάντα γὰϱ εἰς χϱείας αὐτῶν ἔϰτιϛαι.
39:22 Ἡ εὐλογία αὐτȣ̃ ὡς ϖοταμὸς ἐϖεϰάλυψεν ϗ ὡς ϰαταϰλυσμὸς ξηϱὰν ἐμέϑυσεν·
39:23 ȣ̔́τως ὀϱγὴν αὐτȣ̃ ἔϑνη ϰληϱονομήσει, ὡς μετέϛϱεψεν ὕδατα εἰς ἅλμην.
39:24 αἱ ὁδοὶ αὐτȣ̃ τοῖς ὁσίοις εὐϑεῖαι, ȣ̔́τως τοῖς ἀνόμοις ϖϱοσϰόμματα·
39:25 ἀγαϑὰ τοῖς ἀγαϑοῖς ἔϰτιϛαι ἀϖ’ ἀϱχῆς, ȣ̔́τως τοῖς ἁμαϱτωλοῖς ϰαϰά.
39:26 ἀϱχὴ ϖάσης χϱείας εἰς ζωὴν ἀνϑϱώϖȣ, ὕδωϱ ϗ ϖῦϱ ϗ σίδηϱος ϗ ἅλας ϗ σεμίδαλις ϖυϱȣ̃ ϗ γάλα ϗ μέλι, αἷμα ϛαφυλῆς ϗ ἔλαιον ϗ ἱμάτιον·
39:27 ταῦτα ϖάντα τοῖς εὐσεϐέσιν εἰς ἀγαϑά, ȣ̔́τως τοῖς ἁμαϱτωλοῖς τϱαϖήσεται εἰς ϰαϰά.
39:28 Ἔϛιν ϖνεύματα, ἃ εἰς ἐϰδίϰησιν ἔϰτιϛαι ϗ ἐν ϑυμῷ αὐτȣ̃ ἐϛεϱέωσεν μάϛιγας αὐτῶν· ἐν ϰαιϱῷ συντελείας ἰσχὺν ἐϰχεȣ̃σιν ϗ τὸν ϑυμὸν τȣ̃ ϖοιήσαντος αὐτȣ̀ς ϰοϖάσȣσιν.
39:29 ϖῦϱ ϗ χάλαζα ϗ λιμὸς ϗ ϑάνατος, ϖάντα ταῦτα εἰς ἐϰδίϰησιν ἔϰτιϛαι·
39:30 ϑηϱίων ὀδόντες ϗ σϰοϱϖίοι ϗ ἔχεις ϗ ῥομφαία ἐϰδιϰȣ̃σα εἰς ὄλεϑϱον ἀσεϐεῖς·
39:31 ἐν τῇ ἐντολῇ αὐτȣ̃ εὐφϱανϑήσονται ϗ ἐϖὶ τῆς γῆς εἰς χϱείας ἑτοιμασϑήσονται ϗ ἐν ϰαιϱοῖς αὐτῶν ȣ̓ ϖαϱαϐήσονται λόγον.
39:32 Διὰ τȣ̃το ἐξ ἀϱχῆς ἐϛηϱίχϑην ϗ διενοήϑην ϗ ἐν γϱαφῇ ἀφῆϰα
39:33 Τὰ ἔϱγα ϰυϱίȣ ϖάντα ἀγαϑὰ ϗ ϖᾶσαν χϱείαν ἐν ὥϱᾳ αὐτῆς χοϱηγήσει,
39:34 ϗ ȣ̓ϰ ἔϛιν εἰϖεῖν Τȣ̃το τȣ́τȣ ϖονηϱότεϱον, ϖάντα γὰϱ ἐν ϰαιϱῷ εὐδοϰιμηϑήσεται.
39:35 ϗ νῦν ἐν ϖάσῃ ϰαϱδίᾳ ϗ ϛόματι ὑμνήσατε ϗ εὐλογήσατε τὸ ὄνομα ϰυϱίȣ.
40:1 Ἀσχολία μεγάλη ἔϰτιϛαι ϖαντὶ ἀνϑϱώϖῳ ϗ ζυγὸς ϐαϱὺς ἐϖὶ υἱȣ̀ς Αδαμ ἀφ’ ἡμέϱας ἐξόδȣ ἐϰ γαϛϱὸς μητϱὸς αὐτῶν ἕως ἡμέϱας ἐϖιϛϱοφῆς εἰς μητέϱα ϖάντων·
40:2 τȣ̀ς διαλογισμȣ̀ς αὐτῶν ϗ φόϐον ϰαϱδίας, ἐϖίνοια ϖϱοσδοϰίας, ἡμέϱα τελευτῆς.
40:3 ἀϖὸ ϰαϑημένȣ ἐϖὶ ϑϱόνȣ ἐνδόξȣ ϗ ἕως τεταϖεινωμένȣ ἐν γῇ ϗ σϖοδῷ,
40:4 ἀϖὸ φοϱȣ̃ντος ὑαϰίνϑινον ϗ ϛέφανον ϗ ἕως ϖεϱιϐαλλομένȣ ὠμόλινον ϑυμὸς ϗ ζῆλος ϗ ταϱαχὴ ϗ σάλος ϗ φόϐος ϑανάτȣ ϗ μηνίαμα ϗ ἔϱις.
40:5 ϗ ἐν ϰαιϱῷ ἀναϖαύσεως ἐϖὶ ϰοίτης ὕϖνος νυϰτὸς ἀλλοιοῖ γνῶσιν αὐτȣ̃·
40:6 ὀλίγον ὡς ȣ̓δὲν ἐν ἀναϖαύσει, ϗ ἀϖ’ ἐϰείνȣ ἐν ὕϖνοις ὡς ἐν ἡμέϱᾳ σϰοϖιᾶς τεϑοϱυϐημένος ἐν ὁϱάσει ϰαϱδίας αὐτȣ̃ ὡς ἐϰϖεφευγὼς ἀϖὸ ϖϱοσώϖȣ ϖολέμȣ·
40:7 ἐν ϰαιϱῷ χϱείας αὐτȣ̃ ἐξηγέϱϑη ϗ ἀϖοϑαυμάζων εἰς ȣ̓δένα φόϐον.
40:8 μετὰ ϖάσης σαϱϰὸς ἀϖὸ ἀνϑϱώϖȣ ἕως ϰτήνȣς, ϗ ἐϖὶ ἁμαϱτωλῶν ἑϖταϖλάσια ϖϱὸς ταῦτα·
40:9 ϑάνατος ϗ αἷμα ϗ ἔϱις ϗ ῥομφαία, ἐϖαγωγαί, λιμὸς ϗ σύντϱιμμα ϗ μάϛιξ.
40:10 ἐϖὶ τȣ̀ς ἀνόμȣς ἐϰτίσϑη ταῦτα ϖάντα, ϗ δι’ αὐτȣ̀ς ἐγένετο ὁ ϰαταϰλυσμός.
40:11 ϖάντα, ὅσα ἀϖὸ γῆς, εἰς γῆν ἀναϛϱέφει, ϗ ἀϖὸ ὑδάτων, εἰς ϑάλασσαν ἀναϰάμϖτει.
40:12 Πᾶν δῶϱον ϗ ἀδιϰία ἐξαλειφϑήσεται, ϗ ϖίϛις εἰς τὸν αἰῶνα ϛήσεται.
40:13 χϱήματα ἀδίϰων ὡς ϖοταμὸς ξηϱανϑήσεται ϗ ὡς ϐϱοντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει·
40:14 ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖϱας εὐφϱανϑήσεται, ȣ̔́τως οἱ ϖαϱαϐαίνοντες εἰς συντέλειαν ἐϰλείψȣσιν.
40:15 ἔϰγονα ἀσεϐῶν ȣ̓ ϖληϑυνεῖ ϰλάδȣς, ϗ ῥίζαι ἀϰάϑαϱτοι ἐϖ’ ἀϰϱοτόμȣ ϖέτϱας·
40:16 ἄχι ἐϖὶ ϖαντὸς ὕδατος ϗ χείλȣς ϖοταμȣ̃ ϖϱὸ ϖαντὸς χόϱτȣ ἐϰτιλήσεται.
40:17 χάϱις ὡς ϖαϱάδεισος ἐν εὐλογίαις, ϗ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
40:18 Ζωὴ αὐτάϱϰȣς ϗ ἐϱγάτȣ γλυϰανϑήσεται, ϗ ὑϖὲϱ ἀμφότεϱα ὁ εὑϱίσϰων ϑησαυϱόν.
40:19 τέϰνα ϗ οἰϰοδομὴ ϖόλεως ϛηϱίζȣσιν ὄνομα, ϗ ὑϖὲϱ ἀμφότεϱα γυνὴ ἄμωμος λογίζεται.
40:20 οἶνος ϗ μȣσιϰὰ εὐφϱαίνȣσιν ϰαϱδίαν, ϗ ὑϖὲϱ ἀμφότεϱα ἀγάϖησις σοφίας.
40:21 αὐλὸς ϗ ψαλτήϱιον ἡδύνȣσιν μέλη, ϗ ὑϖὲϱ ἀμφότεϱα γλῶσσα ἡδεῖα.
40:22 χάϱιν ϗ ϰάλλος ἐϖιϑυμήσει ὀφϑαλμὸς ϗ ὑϖὲϱ ἀμφότεϱα χλόην σϖόϱȣ.
40:23 φίλος ϗ ἑταῖϱος εἰς ϰαιϱὸν ἀϖαντῶντες, ϗ ὑϖὲϱ ἀμφότεϱα γυνὴ μετὰ ἀνδϱός.
40:24 ἀδελφοὶ ϗ ϐοήϑεια εἰς ϰαιϱὸν ϑλίψεως, ϗ ὑϖὲϱ ἀμφότεϱα ἐλεημοσύνη ῥύσεται.
40:25 χϱυσίον ϗ ἀϱγύϱιον ἐϖιϛήσȣσιν ϖόδα, ϗ ὑϖὲϱ ἀμφότεϱα ϐȣλὴ εὐδοϰιμεῖται.
40:26 χϱήματα ϗ ἰσχὺς ἀνυψώσȣσιν ϰαϱδίαν, ϗ ὑϖὲϱ ἀμφότεϱα φόϐος ϰυϱίȣ· ȣ̓ϰ ἔϛιν ἐν φόϐῳ ϰυϱίȣ ἐλάττωσις, ϗ ȣ̓ϰ ἔϛιν ἐϖιζητῆσαι ἐν αὐτῷ ϐοήϑειαν·
40:27 φόϐος ϰυϱίȣ ὡς ϖαϱάδεισος εὐλογίας, ϗ ὑϖὲϱ ϖᾶσαν δόξαν ἐϰάλυψεν αὐτόν.
40:28 Τέϰνον, ζωὴν ἐϖαιτήσεως μὴ ϐιώσῃς· ϰϱεῖσσον ἀϖοϑανεῖν ἢ ἐϖαιτεῖν.
40:29 ἀνὴϱ ϐλέϖων εἰς τϱάϖεζαν ἀλλοτϱίαν, ȣ̓ϰ ἔϛιν αὐτȣ̃ ὁ ϐίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτȣ̃ ἐν ἐδέσμασιν ἀλλοτϱίοις· ἀνὴϱ δὲ ἐϖιϛήμων ϗ ϖεϖαιδευμένος φυλάξεται.
40:30 ἐν ϛόματι ἀναιδȣ̃ς γλυϰανϑήσεται ἐϖαίτησις, ϗ ἐν ϰοιλίᾳ αὐτȣ̃ ϖῦϱ ϰαήσεται.
41:1 Ὦ ϑάνατε, ὡς ϖιϰϱόν σȣ τὸ μνημόσυνόν ἐϛιν ἀνϑϱώϖῳ εἰϱηνεύοντι ἐν τοῖς ὑϖάϱχȣσιν αὐτȣ̃, ἀνδϱὶ ἀϖεϱισϖάϛῳ ϗ εὐοδȣμένῳ ἐν ϖᾶσιν ϗ ἔτι ἰσχύοντι ἐϖιδέξασϑαι τϱοφήν.
41:2 ὦ ϑάνατε, ϰαλόν σȣ τὸ ϰϱίμα ἐϛὶν ἀνϑϱώϖῳ ἐϖιδεομένῳ ϗ ἐλασσȣμένῳ ἰσχύι, ἐσχατογήϱῳ ϗ ϖεϱισϖωμένῳ ϖεϱὶ ϖάντων ϗ ἀϖειϑȣ̃ντι ϗ ἀϖολωλεϰότι ὑϖομονήν.
41:3 μὴ εὐλαϐȣ̃ ϰϱίμα ϑανάτȣ, μνήσϑητι ϖϱοτέϱων σȣ ϗ ἐσχάτων·
41:4 τȣ̃το τὸ ϰϱίμα ϖαϱὰ ϰυϱίȣ ϖάσῃ σαϱϰί, ϗ τί ἀϖαναίνῃ ἐν εὐδοϰίᾳ ὑψίϛȣ; εἴτε δέϰα εἴτε ἑϰατὸν εἴτε χίλια ἔτη, ȣ̓ϰ ἔϛιν ἐν ᾅδȣ ἐλεγμὸς ζωῆς.
41:5 Τέϰνα ϐδελυϱὰ γίνεται τέϰνα ἁμαϱτωλῶν ϗ συναναϛϱεφόμενα ϖαϱοιϰίαις ἀσεϐῶν·
41:6 τέϰνων ἁμαϱτωλῶν ἀϖολεῖται ϰληϱονομία, ϗ μετὰ τȣ̃ σϖέϱματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
41:7 ϖατϱὶ ἀσεϐεῖ μέμψεται τέϰνα, ὅτι δι’ αὐτὸν ὀνειδισϑήσονται.
41:8 ȣ̓αὶ ὑμῖν, ἄνδϱες ἀσεϐεῖς, οἵτινες ἐγϰατελίϖετε νόμον ϑεȣ̃ ὑψίϛȣ·
41:9 ϗ ἐὰν γεννηϑῆτε, εἰς ϰατάϱαν γεννηϑήσεσϑε, ϗ ἐὰν ἀϖοϑάνητε, εἰς ϰατάϱαν μεϱισϑήσεσϑε.
41:10 ϖάντα, ὅσα ἐϰ γῆς, εἰς γῆν ἀϖελεύσεται, ȣ̔́τως ἀσεϐεῖς ἀϖὸ ϰατάϱας εἰς ἀϖώλειαν.
41:11 Πένϑος ἀνϑϱώϖων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαϱτωλῶν ȣ̓ϰ ἀγαϑὸν ἐξαλειφϑήσεται.
41:12 φϱόντισον ϖεϱὶ ὀνόματος, αὐτὸ γάϱ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι ϑησαυϱοὶ χϱυσίȣ·
41:13 ἀγαϑῆς ζωῆς ἀϱιϑμὸς ἡμεϱῶν, ϗ ἀγαϑὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
41:14 ϖαιδείαν ἐν εἰϱήνῃ συντηϱήσατε, τέϰνα· σοφία δὲ ϰεϰϱυμμένη ϗ ϑησαυϱὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέϱοις;
41:15 ϰϱείσσων ἄνϑϱωϖος ἀϖοϰϱύϖτων τὴν μωϱίαν αὐτȣ̃ ἢ ἄνϑϱωϖος ἀϖοϰϱύϖτων τὴν σοφίαν αὐτȣ̃.
41:16 Τοιγαϱȣ̃ν ἐντϱάϖητε ἐϖὶ τῷ ῥήματί μȣ· ȣ̓ γάϱ ἐϛιν ϖᾶσαν αἰσχύνην διαφυλάξαι ϰαλόν, ϗ ȣ̓ ϖάντα ϖᾶσιν ἐν ϖίϛει εὐδοϰιμεῖται.
41:17 αἰσχύνεσϑε ἀϖὸ ϖατϱὸς ϗ μητϱὸς ϖεϱὶ ϖοϱνείας ϗ ἀϖὸ ἡγȣμένȣ ϗ δυνάϛȣ ϖεϱὶ ψεύδȣς,
41:18 ἀϖὸ ϰϱιτȣ̃ ϗ ἄϱχοντος ϖεϱὶ ϖλημμελείας ϗ ἀϖὸ συναγωγῆς ϗ λαȣ̃ ϖεϱὶ ἀνομίας,
41:19 ἀϖὸ ϰοινωνȣ̃ ϗ φίλȣ ϖεϱὶ ἀδιϰίας ϗ ἀϖὸ τόϖȣ, ȣ̔͂ ϖαϱοιϰεῖς, ϖεϱὶ ϰλοϖῆς,
41:20 ἀϖὸ ἀληϑείας ϑεȣ̃ ϗ διαϑήϰης ϗ ἀϖὸ ϖήξεως ἀγϰῶνος ἐϖ’ ἄϱτοις,
41:21 ἀϖὸ σϰοϱαϰισμȣ̃ λήμψεως ϗ δόσεως ϗ ἀϖὸ ἀσϖαζομένων ϖεϱὶ σιωϖῆς,
41:22 ἀϖὸ ὁϱάσεως γυναιϰὸς ἑταίϱας ϗ ἀϖὸ ἀϖοϛϱοφῆς ϖϱοσώϖȣ συγγενȣ̃ς,
41:23 ἀϖὸ ἀφαιϱέσεως μεϱίδος ϗ δόσεως ϗ ἀϖὸ ϰατανοήσεως γυναιϰὸς ὑϖάνδϱȣ,
41:24 ἀϖὸ ϖεϱιεϱγίας ϖαιδίσϰης αὐτȣ̃ ϗ μὴ ἐϖιϛῇς ἐϖὶ τὴν ϰοίτην αὐτῆς,
41:25 ἀϖὸ φίλων ϖεϱὶ λόγων ὀνειδισμȣ̃ ϗ μετὰ τὸ δȣ̃ναι μὴ ὀνείδιζε,
41:26 ἀϖὸ δευτεϱώσεως ϗ λόγȣ ἀϰοῆς ϗ ἀϖὸ ϰαλύψεως λόγων ϰϱυφίων·
41:27 ϗ ἔσῃ αἰσχυντηϱὸς ἀληϑινῶς ϗ εὑϱίσϰων χάϱιν ἔναντι ϖαντὸς ἀνϑϱώϖȣ.
42:1 Μὴ ϖεϱὶ τȣ́των αἰσχυνϑῇς ϗ μὴ λάϐῃς ϖϱόσωϖον τȣ̃ ἁμαϱτάνειν·
42:2 ϖεϱὶ νόμȣ ὑψίϛȣ ϗ διαϑήϰης ϗ ϖεϱὶ ϰϱίματος διϰαιῶσαι τὸν ἀσεϐῆ,
42:3 ϖεϱὶ λόγȣ ϰοινωνȣ̃ ϗ ὁδοιϖόϱων ϗ ϖεϱὶ δόσεως ϰληϱονομίας ἑταίϱων,
42:4 ϖεϱὶ ἀϰϱιϐείας ζυγȣ̃ ϗ ϛαϑμίων ϗ ϖεϱὶ ϰτήσεως ϖολλῶν ϗ ὀλίγων,
42:5 ϖεϱὶ διαφόϱȣ ϖϱάσεως ἐμϖόϱων ϗ ϖεϱὶ ϖαιδείας τέϰνων ϖολλῆς ϗ οἰϰέτῃ ϖονηϱῷ ϖλευϱὰν αἱμάξαι·
42:6 ἐϖὶ γυναιϰὶ ϖονηϱᾷ ϰαλὸν σφϱαγίς, ϗ ὅϖȣ χεῖϱες ϖολλαί, ϰλεῖσον·
42:7 ὃ ἐὰν ϖαϱαδιδῷς, ἐν ἀϱιϑμῷ ϗ ϛαϑμῷ, ϗ δόσις ϗ λῆμψις, ϖάντα ἐν γϱαφῇ·
42:8 ϖεϱὶ ϖαιδείας ἀνοήτȣ ϗ μωϱȣ̃ ϗ ἐσχατογήϱως ϰϱινομένȣ ϖϱὸς νέȣς· ϗ ἔσῃ ϖεϖαιδευμένος ἀληϑινῶς ϗ δεδοϰιμασμένος ἔναντι ϖαντὸς ζῶντος.
42:9 Θυγάτηϱ ϖατϱὶ ἀϖόϰϱυφος ἀγϱυϖνία, ϗ ἡ μέϱιμνα αὐτῆς ἀφιϛᾷ ὕϖνον· ἐν νεότητι αὐτῆς, μήϖοτε ϖαϱαϰμάσῃ, ϗ συνῳϰηϰυῖα, μήϖοτε μισηϑῇ·
42:10 ἐν ϖαϱϑενίᾳ, μήϖοτε ϐεϐηλωϑῇ ϗ ἐν τοῖς ϖατϱιϰοῖς αὐτῆς ἔγϰυος γένηται· μετὰ ἀνδϱὸς ȣ̓͂σα, μήϖοτε ϖαϱαϐῇ, ϗ συνῳϰηϰυῖα, μήϖοτε ϛειϱωϑῇ.
42:11 ἐϖὶ ϑυγατϱὶ ἀδιατϱέϖτῳ ϛεϱέωσον φυλαϰήν, μήϖοτε ϖοιήσῃ σε ἐϖίχαϱμα ἐχϑϱοῖς, λαλιὰν ἐν ϖόλει ϗ ἔϰϰλητον λαȣ̃, ϗ ϰαταισχύνῃ σε ἐν ϖλήϑει ϖολλῶν.
42:12 ϖαντὶ ἀνϑϱώϖῳ μὴ ἔμϐλεϖε ἐν ϰάλλει ϗ ἐν μέσῳ γυναιϰῶν μὴ συνέδϱευε·
42:13 ἀϖὸ γὰϱ ἱματίων ἐϰϖοϱεύεται σὴς ϗ ἀϖὸ γυναιϰὸς ϖονηϱία γυναιϰός.
42:14 ϰϱείσσων ϖονηϱία ἀνδϱὸς ἢ ἀγαϑοϖοιὸς γυνή, ϗ γυνὴ ϰαταισχύνȣσα εἰς ὀνειδισμόν.
42:15 Μνησϑήσομαι δὴ τὰ ἔϱγα ϰυϱίȣ, ϗ ἃ ἑόϱαϰα, ἐϰδιηγήσομαι· ἐν λόγοις ϰυϱίȣ τὰ ἔϱγα αὐτȣ̃.
42:16 ἥλιος φωτίζων ϰατὰ ϖᾶν ἐϖέϐλεψεν, ϗ τῆς δόξης ϰυϱίȣ ϖλῆϱες τὸ ἔϱγον αὐτȣ̃.
42:17 ȣ̓ϰ ἐξεϖοίησεν τοῖς ἁγίοις ϰυϱίȣ ἐϰδιηγήσασϑαι ϖάντα τὰ ϑαυμάσια αὐτȣ̃, ἃ ἐϛεϱέωσεν ϰύϱιος ὁ ϖαντοϰϱάτωϱ ϛηϱιχϑῆναι ἐν δόξῃ αὐτȣ̃ τὸ ϖᾶν.
42:18 ἄϐυσσον ϗ ϰαϱδίαν ἐξίχνευσεν ϗ ἐν ϖανȣϱγεύμασιν αὐτῶν διενοήϑη· ἔγνω γὰϱ ὁ ὕψιϛος ϖᾶσαν εἴδησιν ϗ ἐνέϐλεψεν εἰς σημεῖον αἰῶνος
42:19 ἀϖαγγέλλων τὰ ϖαϱεληλυϑότα ϗ τὰ ἐσόμενα ϗ ἀϖοϰαλύϖτων ἴχνη ἀϖοϰϱύφων·
42:20 ȣ̓ ϖαϱῆλϑεν αὐτὸν ϖᾶν διανόημα, ȣ̓ϰ ἐϰϱύϐη ἀϖ’ αὐτȣ̃ ȣ̓δὲ εἷς λόγος.
42:21 τὰ μεγαλεῖα τῆς σοφίας αὐτȣ̃ ἐϰόσμησεν, ὡς ἔϛιν ϖϱὸ τȣ̃ αἰῶνος ϗ εἰς τὸν αἰῶνα· ȣ̓́τε ϖϱοσετέϑη ȣ̓́τε ἠλαττώϑη, ϗ ȣ̓ ϖϱοσεδεήϑη ȣ̓δενὸς συμϐȣ́λȣ.
42:22 ὡς ϖάντα τὰ ἔϱγα αὐτȣ̃ ἐϖιϑυμητὰ ϗ ὡς σϖινϑῆϱός ἐϛιν ϑεωϱῆσαι·
42:23 ϖάντα ταῦτα ζῇ ϗ μένει εἰς τὸν αἰῶνα ἐν ϖάσαις χϱείαις, ϗ ϖάντα ὑϖαϰȣ́ει.
42:24 ϖάντα δισσά, ἓν ϰατέναντι τȣ̃ ἑνός, ϗ ȣ̓ϰ ἐϖοίησεν ȣ̓δὲν ἐλλεῖϖον·
42:25 ἓν τȣ̃ ἑνὸς ἐϛεϱέωσεν τὰ ἀγαϑά, ϗ τίς ϖλησϑήσεται ὁϱῶν δόξαν αὐτȣ̃;
43:1 Γαυϱίαμα ὕψȣς ϛεϱέωμα ϰαϑαϱιότητος, εἶδος ȣ̓ϱανȣ̃ ἐν ὁϱάματι δόξης.
43:2 ἥλιος ἐν ὀϖτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σϰεῦος ϑαυμαϛόν, ἔϱγον ὑψίϛȣ·
43:3 ἐν μεσημϐϱίᾳ αὐτȣ̃ ἀναξηϱαίνει χώϱαν, ϗ ἐναντίον ϰαύματος αὐτȣ̃ τίς ὑϖοϛήσεται;
43:4 ϰάμινον φυσῶν ἐν ἔϱγοις ϰαύματος, τϱιϖλασίως ἥλιος ἐϰϰαίων ὄϱη· ἀτμίδας ϖυϱώδεις ἐϰφυσῶν ϗ ἐϰλάμϖων ἀϰτῖνας ἀμαυϱοῖ ὀφϑαλμȣ́ς.
43:5 μέγας ϰύϱιος ὁ ϖοιήσας αὐτόν, ϗ ἐν λόγοις αὐτȣ̃ ϰατέσϖευσεν ϖοϱείαν.
43:6 Ϗ ἡ σελήνη ἐν ϖᾶσιν εἰς ϰαιϱὸν αὐτῆς, ἀνάδειξιν χϱόνων ϗ σημεῖον αἰῶνος·
43:7 ἀϖὸ σελήνης σημεῖον ἑοϱτῆς, φωϛὴϱ μειȣ́μενος ἐϖὶ συντελείας.
43:8 μὴν ϰατὰ τὸ ὄνομα αὐτῆς ἐϛιν αὐξανόμενος ϑαυμαϛῶς ἐν ἀλλοιώσει, σϰεῦος ϖαϱεμϐολῶν ἐν ὕψει, ἐν ϛεϱεώματι ȣ̓ϱανȣ̃ ἐϰλάμϖων.
43:9 ϰάλλος ȣ̓ϱανȣ̃ δόξα ἄϛϱων, ϰόσμος φωτίζων ἐν ὑψίϛοις ϰυϱίȣ·
43:10 ἐν λόγοις ἁγίȣ ϛήσονται ϰατὰ ϰϱίμα ϗ ȣ̓ μὴ ἐϰλυϑῶσιν ἐν φυλαϰαῖς αὐτῶν.
43:11 ἰδὲ τόξον ϗ εὐλόγησον τὸν ϖοιήσαντα αὐτὸ σφόδϱα ὡϱαῖον ἐν τῷ αὐγάσματι αὐτȣ̃·
43:12 ἐγύϱωσεν ȣ̓ϱανὸν ἐν ϰυϰλώσει δόξης, χεῖϱες ὑψίϛȣ ἐτάνυσαν αὐτό.
43:13 Πϱοϛάγματι αὐτȣ̃ ϰατέσϖευσεν χιόνα ϗ ταχύνει ἀϛϱαϖὰς ϰϱίματος αὐτȣ̃·
43:14 διὰ τȣ̃το ἠνεῴχϑησαν ϑησαυϱοί, ϗ ἐξέϖτησαν νεφέλαι ὡς ϖετεινά·
43:15 ἐν μεγαλείῳ αὐτȣ̃ ἴσχυσεν νεφέλας, ϗ διεϑϱύϐησαν λίϑοι χαλάζης·
43:16 ϗ ἐν ὀϖτασίᾳ αὐτȣ̃ σαλευϑήσεται ὄϱη, ἐν ϑελήματι αὐτȣ̃ ϖνεύσεται νότος.
43:17 φωνὴ ϐϱοντῆς αὐτȣ̃ ὠνείδισεν γῆν ϗ ϰαταιγὶς ϐοϱέȣ ϗ συϛϱοφὴ ϖνεύματος.
43:18 ὡς ϖετεινὰ ϰαϑιϖτάμενα ϖάσσει χιόνα, ϗ ὡς ἀϰϱὶς ϰαταλύȣσα ἡ ϰατάϐασις αὐτῆς· ϰάλλος λευϰότητος αὐτῆς ἐϰϑαυμάσει ὀφϑαλμός, ϗ ἐϖὶ τȣ̃ ὑετȣ̃ αὐτῆς ἐϰϛήσεται ϰαϱδία.
43:19 ϗ ϖάχνην ὡς ἅλα ἐϖὶ γῆς χέει, ϗ ϖαγεῖσα γίνεται σϰολόϖων ἄϰϱα.
43:20 ψυχϱὸς ἄνεμος ϐοϱέης ϖνεύσει, ϗ ϖαγήσεται ϰϱύϛαλλος ἐφ’ ὕδατος· ἐϖὶ ϖᾶσαν συναγωγὴν ὕδατος ϰαταλύσει, ϗ ὡς ϑώϱαϰα ἐνδύσεται τὸ ὕδωϱ.
43:21 ϰαταφάγεται ὄϱη ϗ ἔϱημον ἐϰϰαύσει ϗ ἀϖοσϐέσει χλόην ὡς ϖῦϱ.
43:22 ἴασις ϖάντων ϰατὰ σϖȣδὴν ὁμίχλη, δϱόσος ἀϖαντῶσα ἀϖὸ ϰαύσωνος ἱλαϱώσει.
43:23 Λογισμῷ αὐτȣ̃ ἐϰόϖασεν ἄϐυσσον ϗ ἐφύτευσεν ἐν αὐτῇ νήσȣς.
43:24 οἱ ϖλέοντες τὴν ϑάλασσαν διηγȣ̃νται τὸν ϰίνδυνον αὐτῆς, ϗ ἀϰοαῖς ὠτίων ἡμῶν ϑαυμάζομεν·
43:25 ϗ ἐϰεῖ τὰ ϖαϱάδοξα ϗ ϑαυμάσια ἔϱγα, ϖοιϰιλία ϖαντὸς ζῴȣ, ϰτίσις ϰητῶν.
43:26 δι’ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτȣ̃, ϗ ἐν λόγῳ αὐτȣ̃ σύγϰειται τὰ ϖάντα.
43:27 Πολλὰ ἐϱȣ̃μεν ϗ ȣ̓ μὴ ἀφιϰώμεϑα, ϗ συντέλεια λόγων Τὸ ϖᾶν ἐϛιν αὐτός.
43:28 δοξάζοντες ϖȣ̃ ἰσχύσομεν; αὐτὸς γὰϱ ὁ μέγας ϖαϱὰ ϖάντα τὰ ἔϱγα αὐτȣ̃.
43:29 φοϐεϱὸς ϰύϱιος ϗ σφόδϱα μέγας, ϗ ϑαυμαϛὴ ἡ δυναϛεία αὐτȣ̃.
43:30 δοξάζοντες ϰύϱιον ὑψώσατε ϰαϑ’ ὅσον ἂν δύνησϑε, ὑϖεϱέξει γὰϱ ϗ ἔτι· ϗ ὑψȣ̃ντες αὐτὸν ϖληϑύνατε ἐν ἰσχύι, μὴ ϰοϖιᾶτε, ȣ̓ γὰϱ μὴ ἀφίϰησϑε.
43:31 τίς ἑόϱαϰεν αὐτὸν ϗ ἐϰδιηγήσεται; ϗ τίς μεγαλυνεῖ αὐτὸν ϰαϑώς ἐϛιν;
43:32 ϖολλὰ ἀϖόϰϱυφά ἐϛιν μείζονα τȣ́των, ὀλίγα γὰϱ ἑωϱάϰαμεν τῶν ἔϱγων αὐτȣ̃·
43:33 ϖάντα γὰϱ ἐϖοίησεν ὁ ϰύϱιος ϗ τοῖς εὐσεϐέσιν ἔδωϰεν σοφίαν
44:1 Αἰνέσωμεν δὴ ἄνδϱας ἐνδόξȣς ϗ τȣ̀ς ϖατέϱας ἡμῶν τῇ γενέσει·
44:2 ϖολλὴν δόξαν ἔϰτισεν ὁ ϰύϱιος, τὴν μεγαλωσύνην αὐτȣ̃ ἀϖ’ αἰῶνος.
44:3 ϰυϱιεύοντες ἐν ταῖς ϐασιλείαις αὐτῶν ϗ ἄνδϱες ὀνομαϛοὶ ἐν δυνάμει· ϐȣλεύοντες ἐν συνέσει αὐτῶν, ἀϖηγγελϰότες ἐν ϖϱοφητείαις·
44:4 ἡγȣ́μενοι λαȣ̃ ἐν διαϐȣλίοις ϗ συνέσει γϱαμματείας λαȣ̃, σοφοὶ λόγοι ἐν ϖαιδείᾳ αὐτῶν·
44:5 ἐϰζητȣ̃ντες μέλη μȣσιϰῶν ϗ διηγȣ́μενοι ἔϖη ἐν γϱαφῇ·
44:6 ἄνδϱες ϖλȣ́σιοι ϰεχοϱηγημένοι ἰσχύι, εἰϱηνεύοντες ἐν ϰατοιϰίαις αὐτῶν·
44:7 ϖάντες ȣ̔͂τοι ἐν γενεαῖς ἐδοξάσϑησαν, ϗ ἐν ταῖς ἡμέϱαις αὐτῶν ϰαύχημα.
44:8 εἰσὶν αὐτῶν οἳ ϰατέλιϖον ὄνομα τȣ̃ ἐϰδιηγήσασϑαι ἐϖαίνȣς·
44:9 ϗ εἰσὶν ὧν ȣ̓ϰ ἔϛιν μνημόσυνον ϗ ἀϖώλοντο ὡς ȣ̓χ ὑϖάϱξαντες ϗ ἐγένοντο ὡς ȣ̓ γεγονότες ϗ τὰ τέϰνα αὐτῶν μετ’ αὐτȣ́ς.
44:10 ἀλλ’ ἢ ȣ̔͂τοι ἄνδϱες ἐλέȣς, ὧν αἱ διϰαιοσύναι ȣ̓ϰ ἐϖελήσϑησαν·
44:11 μετὰ τȣ̃ σϖέϱματος αὐτῶν διαμενεῖ, ἀγαϑὴ ϰληϱονομία ἔϰγονα αὐτῶν·
44:12 ἐν ταῖς διαϑήϰαις ἔϛη τὸ σϖέϱμα αὐτῶν ϗ τὰ τέϰνα αὐτῶν δι’ αὐτȣ́ς·
44:13 ἕως αἰῶνος μενεῖ σϖέϱμα αὐτῶν, ϗ ἡ δόξα αὐτῶν ȣ̓ϰ ἐξαλειφϑήσεται·
44:14 τὰ σώματα αὐτῶν ἐν εἰϱήνῃ ἐτάφη, ϗ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·
44:15 σοφίαν αὐτῶν διηγήσονται λαοί, ϗ τὸν ἔϖαινον ἐξαγγέλλει ἐϰϰλησία.
44:16 Ενωχ εὐηϱέϛησεν ϰυϱίῳ ϗ μετετέϑη ὑϖόδειγμα μετανοίας ταῖς γενεαῖς.
44:17 Νωε εὑϱέϑη τέλειος δίϰαιος, ἐν ϰαιϱῷ ὀϱγῆς ἐγένετο ἀντάλλαγμα· διὰ τȣ̃τον ἐγενήϑη ϰατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο ϰαταϰλυσμός·
44:18 διαϑῆϰαι αἰῶνος ἐτέϑησαν ϖϱὸς αὐτόν, ἵνα μὴ ἐξαλειφϑῇ ϰαταϰλυσμῷ ϖᾶσα σάϱξ.
44:19 Αϐϱααμ μέγας ϖατὴϱ ϖλήϑȣς ἐϑνῶν, ϗ ȣ̓χ εὑϱέϑη ὅμοιος ἐν τῇ δόξῃ·
44:20 ὃς συνετήϱησεν νόμον ὑψίϛȣ ϗ ἐγένετο ἐν διαϑήϰῃ μετ’ αὐτȣ̃· ἐν σαϱϰὶ αὐτȣ̃ ἔϛησεν διαϑήϰην ϗ ἐν ϖειϱασμῷ εὑϱέϑη ϖιϛός·
44:21 διὰ τȣ̃το ἐν ὅϱϰῳ ἔϛησεν αὐτῷ ἐνευλογηϑῆναι ἔϑνη ἐν σϖέϱματι αὐτȣ̃, ϖληϑῦναι αὐτὸν ὡς χȣ̃ν τῆς γῆς ϗ ὡς ἄϛϱα ἀνυψῶσαι τὸ σϖέϱμα αὐτȣ̃ ϗ ϰαταϰληϱονομῆσαι αὐτȣ̀ς ἀϖὸ ϑαλάσσης ἕως ϑαλάσσης ϗ ἀϖὸ ϖοταμȣ̃ ἕως ἄϰϱȣ τῆς γῆς.
44:22 ϗ ἐν τῷ Ισααϰ ἔϛησεν ȣ̔́τως δι’ Αϐϱααμ τὸν ϖατέϱα αὐτȣ̃.
44:23 εὐλογίαν ϖάντων ἀνϑϱώϖων ϗ διαϑήϰην ϰατέϖαυσεν ἐϖὶ ϰεφαλὴν Ιαϰωϐ· ἐϖέγνω αὐτὸν ἐν εὐλογίαις αὐτȣ̃ ϗ ἔδωϰεν αὐτῷ ἐν ϰληϱονομίᾳ· ϗ διέϛειλεν μεϱίδας αὐτȣ̃, ἐν φυλαῖς ἐμέϱισεν δέϰα δύο.
45:1 Ϗ ἐξήγαγεν ἐξ αὐτȣ̃ ἄνδϱα ἐλέȣς εὑϱίσϰοντα χάϱιν ἐν ὀφϑαλμοῖς ϖάσης σαϱϰὸς ἠγαϖημένον ὑϖὸ ϑεȣ̃ ϗ ἀνϑϱώϖων Μωυσῆν, ȣ̔͂ τὸ μνημόσυνον ἐν εὐλογίαις·
45:2 ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων ϗ ἐμεγάλυνεν αὐτὸν ἐν φόϐοις ἐχϑϱῶν·
45:3 ἐν λόγοις αὐτȣ̃ σημεῖα ϰατέϖαυσεν, ἐδόξασεν αὐτὸν ϰατὰ ϖϱόσωϖον ϐασιλέων· ἐνετείλατο αὐτῷ ϖϱὸς λαὸν αὐτȣ̃ ϗ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτȣ̃·
45:4 ἐν ϖίϛει ϗ ϖϱαύτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐϰ ϖάσης σαϱϰός·
45:5 ἠϰȣ́τισεν αὐτὸν τῆς φωνῆς αὐτȣ̃ ϗ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον ϗ ἔδωϰεν αὐτῷ ϰατὰ ϖϱόσωϖον ἐντολάς, νόμον ζωῆς ϗ ἐϖιϛήμης, διδάξαι τὸν Ιαϰωϐ διαϑήϰην ϗ ϰϱίματα αὐτȣ̃ τὸν Ισϱαηλ.
45:6 Ααϱων ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτȣ̃ ἐϰ φυλῆς Λευι·
45:7 ἔϛησεν αὐτὸν διαϑήϰην αἰῶνος ϗ ἔδωϰεν αὐτῷ ἱεϱατείαν λαȣ̃· ἐμαϰάϱισεν αὐτὸν ἐν εὐϰοσμίᾳ ϗ ϖεϱιέζωσεν αὐτὸν ϖεϱιϛολὴν δόξης·
45:8 ἐνέδυσεν αὐτὸν συντέλειαν ϰαυχήματος ϗ ἐϛεϱέωσεν αὐτὸν σϰεύεσιν ἰσχύος, ϖεϱισϰελῆ ϗ ϖοδήϱη ϗ ἐϖωμίδα·
45:9 ϗ ἐϰύϰλωσεν αὐτὸν ῥοίσϰοις, χϱυσοῖς ϰώδωσιν ϖλείϛοις ϰυϰλόϑεν, ἠχῆσαι φωνὴν ἐν ϐήμασιν αὐτȣ̃, ἀϰȣϛὸν ϖοιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαȣ̃ αὐτȣ̃·
45:10 ϛολῇ ἁγίᾳ, χϱυσῷ ϗ ὑαϰίνϑῳ ϗ ϖοϱφύϱᾳ, ἔϱγῳ ϖοιϰιλτȣ̃, λογείῳ ϰϱίσεως, δήλοις ἀληϑείας, ϰεϰλωσμένῃ ϰόϰϰῳ, ἔϱγῳ τεχνίτȣ,
45:11 λίϑοις ϖολυτελέσιν γλύμματος σφϱαγῖδος ἐν δέσει χϱυσίȣ, ἔϱγῳ λιϑȣϱγȣ̃, εἰς μνημόσυνον ἐν γϱαφῇ ϰεϰολαμμένῃ ϰατ’ ἀϱιϑμὸν φυλῶν Ισϱαηλ·
45:12 ϛέφανον χϱυσȣ̃ν ἐϖάνω ϰιδάϱεως, ἐϰτύϖωμα σφϱαγῖδος ἁγιάσματος, ϰαύχημα τιμῆς, ἔϱγον ἰσχύος, ἐϖιϑυμήματα ὀφϑαλμῶν ϰοσμȣ́μενα·
45:13 ὡϱαῖα ϖϱὸ αὐτȣ̃ ȣ̓ γέγονεν τοιαῦτα, ἕως αἰῶνος ȣ̓ϰ ἐνεδύσατο ἀλλογενὴς ϖλὴν τῶν υἱῶν αὐτȣ̃ μόνον ϗ τὰ ἔϰγονα αὐτȣ̃ διὰ ϖαντός.
45:14 ϑυσίαι αὐτȣ̃ ὁλοϰαϱϖωϑήσονται ϰαϑ’ ἡμέϱαν ἐνδελεχῶς δίς.
45:15 ἐϖλήϱωσεν Μωϋσῆς τὰς χεῖϱας ϗ ἔχϱισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήϑη αὐτῷ εἰς διαϑήϰην αἰῶνος ϗ τῷ σϖέϱματι αὐτȣ̃ ἐν ἡμέϱαις ȣ̓ϱανȣ̃ λειτȣϱγεῖν αὐτῷ ἅμα ϗ ἱεϱατεύειν ϗ εὐλογεῖν τὸν λαὸν αὐτȣ̃ ἐν τῷ ὀνόματι.
45:16 ἐξελέξατο αὐτὸν ἀϖὸ ϖαντὸς ζῶντος ϖϱοσαγαγεῖν ϰάϱϖωσιν ϰυϱίῳ, ϑυμίαμα ϗ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσϰεσϑαι ϖεϱὶ τȣ̃ λαȣ̃ σȣ.
45:17 ἔδωϰεν αὐτῷ ἐν ἐντολαῖς αὐτȣ̃ ἐξȣσίαν ἐν διαϑήϰαις ϰϱιμάτων διδάξαι τὸν Ιαϰωϐ τὰ μαϱτύϱια ϗ ἐν νόμῳ αὐτȣ̃ φωτίσαι Ισϱαηλ.
45:18 ἐϖισυνέϛησαν αὐτῷ ἀλλότϱιοι ϗ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐϱήμῳ, ἄνδϱες οἱ ϖεϱὶ Δαϑαν ϗ Αϐιϱων ϗ ἡ συναγωγὴ Κοϱε ἐν ϑυμῷ ϗ ὀϱγῇ·
45:19 εἶδεν ϰύϱιος ϗ ȣ̓ϰ εὐδόϰησεν, ϗ συνετελέσϑησαν ἐν ϑυμῷ ὀϱγῆς· ἐϖοίησεν αὐτοῖς τέϱατα ϰαταναλῶσαι ἐν ϖυϱὶ φλογὸς αὐτȣ̃.
45:20 ϗ ϖϱοσέϑηϰεν Ααϱων δόξαν ϗ ἔδωϰεν αὐτῷ ϰληϱονομίαν· ἀϖαϱχὰς ϖϱωτογενημάτων ἐμέϱισεν αὐτῷ, ἄϱτον ϖϱώτοις ἡτοίμασεν ϖλησμονήν·
45:21 ϗ γὰϱ ϑυσίας ϰυϱίȣ φάγονται, ἃς ἔδωϰεν αὐτῷ τε ϗ τῷ σϖέϱματι αὐτȣ̃.
45:22 ϖλὴν ἐν γῇ λαȣ̃ ȣ̓ ϰληϱονομήσει, ϗ μεϱὶς ȣ̓ϰ ἔϛιν αὐτῷ ἐν λαῷ· αὐτὸς γὰϱ μεϱίς σȣ ϗ ϰληϱονομία.
45:23 Ϗ Φινεες υἱὸς Ελεαζαϱ τϱίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόϐῳ ϰυϱίȣ ϗ ϛῆναι αὐτὸν ἐν τϱοϖῇ λαȣ̃ ἐν ἀγαϑότητι ϖϱοϑυμίας ψυχῆς αὐτȣ̃· ϗ ἐξιλάσατο ϖεϱὶ τȣ̃ Ισϱαηλ.
45:24 διὰ τȣ̃το ἐϛάϑη αὐτῷ διαϑήϰη εἰϱήνης ϖϱοϛατεῖν ἁγίων ϗ λαȣ̃ αὐτȣ̃, ἵνα αὐτῷ ᾖ ϗ τῷ σϖέϱματι αὐτȣ̃ ἱεϱωσύνης μεγαλεῖον εἰς τȣ̀ς αἰῶνας.
45:25 ϗ διαϑήϰη τῷ Δαυιδ υἱῷ Ιεσσαι ἐϰ φυλῆς Ιȣδα ϰληϱονομία ϐασιλέως υἱȣ̃ ἐξ υἱȣ̃ μόνȣ· ϰληϱονομία Ααϱων ϗ τῷ σϖέϱματι αὐτȣ̃.
45:26 δῴη ὑμῖν σοφίαν ἐν ϰαϱδίᾳ ὑμῶν ϰϱίνειν τὸν λαὸν αὐτȣ̃ ἐν διϰαιοσύνῃ, ἵνα μὴ ἀφανισϑῇ τὰ ἀγαϑὰ αὐτῶν ϗ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.
46:1 Κϱαταιὸς ἐν ϖολέμῳ Ἰησȣ̃ς Ναυη ϗ διάδοχος Μωυσῆ ἐν ϖϱοφητείαις, ὃς ἐγένετο ϰατὰ τὸ ὄνομα αὐτȣ̃ μέγας ἐϖὶ σωτηϱίᾳ ἐϰλεϰτῶν αὐτȣ̃ ἐϰδιϰῆσαι ἐϖεγειϱομένȣς ἐχϑϱȣ́ς, ὅϖως ϰαταϰληϱονομήσῃ τὸν Ισϱαηλ.
46:2 ὡς ἐδοξάσϑη ἐν τῷ ἐϖᾶϱαι χεῖϱας αὐτȣ̃ ϗ ἐν τῷ ἐϰτεῖναι ῥομφαίαν ἐϖὶ ϖόλεις.
46:3 τίς ϖϱότεϱος αὐτȣ̃ ȣ̔́τως ἔϛη; τȣ̀ς γὰϱ ϖολέμȣς ϰυϱίȣ αὐτὸς ἐϖήγαγεν.
46:4 ȣ̓χὶ ἐν χειϱὶ αὐτȣ̃ ἐνεϖοδίσϑη ὁ ἥλιος ϗ μία ἡμέϱα ἐγενήϑη ϖϱὸς δύο;
46:5 ἐϖεϰαλέσατο τὸν ὕψιϛον δυνάϛην ἐν τῷ ϑλῖψαι αὐτὸν ἐχϑϱȣ̀ς ϰυϰλόϑεν, ϗ ἐϖήϰȣσεν αὐτȣ̃ μέγας ϰύϱιος ἐν λίϑοις χαλάζης δυνάμεως ϰϱαταιᾶς·
46:6 ϰατέϱϱαξεν ἐϖ’ ἔϑνος ϖόλεμον ϗ ἐν ϰαταϐάσει ἀϖώλεσεν ἀνϑεϛηϰότας, ἵνα γνῶσιν ἔϑνη ϖανοϖλίαν αὐτȣ̃ ὅτι ἐναντίον ϰυϱίȣ ὁ ϖόλεμος αὐτȣ̃.
46:7 Ϗ γὰϱ ἐϖηϰολȣ́ϑησεν ὀϖίσω δυνάϛȣ ϗ ἐν ἡμέϱαις Μωυσέως ἐϖοίησεν ἔλεος αὐτὸς ϗ Χαλεϐ υἱὸς Ιεφοννη ἀντιϛῆναι ἔναντι ἐϰϰλησίας ϰωλῦσαι λαὸν ἀϖὸ ἁμαϱτίας ϗ ϰοϖάσαι γογγυσμὸν ϖονηϱίας.
46:8 ϗ αὐτοὶ δύο ὄντες διεσώϑησαν ἀϖὸ ἑξαϰοσίων χιλιάδων ϖεζῶν εἰσαγαγεῖν αὐτȣ̀ς εἰς ϰληϱονομίαν εἰς γῆν ῥέȣσαν γάλα ϗ μέλι.
46:9 ϗ ἔδωϰεν ὁ ϰύϱιος τῷ Χαλεϐ ἰσχύν, ϗ ἕως γήϱȣς διέμεινεν αὐτῷ, ἐϖιϐῆναι αὐτὸν ἐϖὶ τὸ ὕψος τῆς γῆς, ϗ τὸ σϖέϱμα αὐτȣ̃ ϰατέσχεν ϰληϱονομίαν,
46:10 ὅϖως ἴδωσιν ϖάντες οἱ υἱοὶ Ισϱαηλ ὅτι ϰαλὸν τὸ ϖοϱεύεσϑαι ὀϖίσω ϰυϱίȣ.
46:11 Ϗ οἱ ϰϱιταί, ἕϰαϛος τῷ αὐτȣ̃ ὀνόματι, ὅσων ȣ̓ϰ ἐξεϖόϱνευσεν ἡ ϰαϱδία ϗ ὅσοι ȣ̓ϰ ἀϖεϛϱάφησαν ἀϖὸ ϰυϱίȣ, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
46:12 τὰ ὀϛᾶ αὐτῶν ἀναϑάλοι ἐϰ τȣ̃ τόϖȣ αὐτῶν ϗ τὸ ὄνομα αὐτῶν ἀντιϰαταλλασσόμενον ἐφ’ υἱοῖς δεδοξασμένων αὐτῶν.
46:13 Ἠγαϖημένος ὑϖὸ ϰυϱίȣ αὐτȣ̃ Σαμȣηλ ϖϱοφήτης ϰυϱίȣ ϰατέϛησεν ϐασιλείαν ϗ ἔχϱισεν ἄϱχοντας ἐϖὶ τὸν λαὸν αὐτȣ̃·
46:14 ἐν νόμῳ ϰυϱίȣ ἔϰϱινεν συναγωγήν, ϗ ἐϖεσϰέψατο ϰύϱιος τὸν Ιαϰωϐ·
46:15 ἐν ϖίϛει αὐτȣ̃ ἠϰϱιϐάσϑη ϖϱοφήτης ϗ ἐγνώσϑη ἐν ῥήμασιν αὐτȣ̃ ϖιϛὸς ὁϱάσεως.
46:16 ϗ ἐϖεϰαλέσατο τὸν ϰύϱιον δυνάϛην ἐν τῷ ϑλῖψαι ἐχϑϱȣ̀ς αὐτȣ̃ ϰυϰλόϑεν ἐν ϖϱοσφοϱᾷ ἀϱνὸς γαλαϑηνȣ̃·
46:17 ϗ ἐϐϱόντησεν ἀϖ’ ȣ̓ϱανȣ̃ ὁ ϰύϱιος ϗ ἐν ἤχῳ μεγάλῳ ἀϰȣϛὴν ἐϖοίησεν τὴν φωνὴν αὐτȣ̃
46:18 ϗ ἐξέτϱιψεν ἡγȣμένȣς Τυϱίων ϗ ϖάντας ἄϱχοντας Φυλιϛιιμ.
46:19 ϗ ϖϱὸ ϰαιϱȣ̃ ϰοιμήσεως αἰῶνος ἐϖεμαϱτύϱατο ἔναντι ϰυϱίȣ ϗ χϱιϛȣ̃ αὐτȣ̃ Χϱήματα ϗ ἕως ὑϖοδημάτων ἀϖὸ ϖάσης σαϱϰὸς ȣ̓ϰ εἴληφα· ϗ ȣ̓ϰ ἐνεϰάλεσεν αὐτῷ ἄνϑϱωϖος.
46:20 ϗ μετὰ τὸ ὑϖνῶσαι αὐτὸν ϖϱοεφήτευσεν ϗ ὑϖέδειξεν ϐασιλεῖ τὴν τελευτὴν αὐτȣ̃ ϗ ἀνύψωσεν ἐϰ γῆς τὴν φωνὴν αὐτȣ̃ ἐν ϖϱοφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαȣ̃.
47:1 Ϗ μετὰ τȣ̃τον ἀνέϛη Ναϑαν ϖϱοφητεύειν ἐν ἡμέϱαις Δαυιδ.
47:2 ὥσϖεϱ ϛέαϱ ἀφωϱισμένον ἀϖὸ σωτηϱίȣ, ȣ̔́τως Δαυιδ ἀϖὸ τῶν υἱῶν Ισϱαηλ.
47:3 ἐν λέȣσιν ἔϖαιξεν ὡς ἐν ἐϱίφοις ϗ ἐν ἄϱϰοις ὡς ἐν ἄϱνασι ϖϱοϐάτων.
47:4 ἐν νεότητι αὐτȣ̃ ȣ̓χὶ ἀϖέϰτεινεν γίγαντα ϗ ἐξῆϱεν ὀνειδισμὸν ἐϰ λαȣ̃ ἐν τῷ ἐϖᾶϱαι χεῖϱα ἐν λίϑῳ σφενδόνης ϗ ϰαταϐαλεῖν γαυϱίαμα τȣ̃ Γολιαϑ;
47:5 ἐϖεϰαλέσατο γὰϱ ϰύϱιον τὸν ὕψιϛον, ϗ ἔδωϰεν ἐν τῇ δεξιᾷ αὐτȣ̃ ϰϱάτος ἐξᾶϱαι ἄνϑϱωϖον δυνατὸν ἐν ϖολέμῳ ἀνυψῶσαι ϰέϱας λαȣ̃ αὐτȣ̃.
47:6 ȣ̔́τως ἐν μυϱιάσιν ἐδόξασαν αὐτὸν ϗ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις ϰυϱίȣ ἐν τῷ φέϱεσϑαι αὐτῷ διάδημα δόξης·
47:7 ἐξέτϱιψεν γὰϱ ἐχϑϱȣ̀ς ϰυϰλόϑεν ϗ ἐξȣδένωσεν Φυλιϛιιμ τȣ̀ς ὑϖεναντίȣς, ἕως σήμεϱον συνέτϱιψεν αὐτῶν ϰέϱας.
47:8 ἐν ϖαντὶ ἔϱγῳ αὐτȣ̃ ἔδωϰεν ἐξομολόγησιν ἁγίῳ ὑψίϛῳ ῥήματι δόξης· ἐν ϖάσῃ ϰαϱδίᾳ αὐτȣ̃ ὕμνησεν ϗ ἠγάϖησεν τὸν ϖοιήσαντα αὐτόν.
47:9 ϗ ἔϛησεν ψαλτῳδȣ̀ς ϰατέναντι τȣ̃ ϑυσιαϛηϱίȣ ϗ ἐξ ἠχȣ̃ς αὐτῶν γλυϰαίνειν μέλη·
47:10 ἔδωϰεν ἐν ἑοϱταῖς εὐϖϱέϖειαν ϗ ἐϰόσμησεν ϰαιϱȣ̀ς μέχϱι συντελείας ἐν τῷ αἰνεῖν αὐτȣ̀ς τὸ ἅγιον ὄνομα αὐτȣ̃ ϗ ἀϖὸ ϖϱωίας ἠχεῖν τὸ ἁγίασμα.
47:11 ϰύϱιος ἀφεῖλεν τὰς ἁμαϱτίας αὐτȣ̃ ϗ ἀνύψωσεν εἰς αἰῶνα τὸ ϰέϱας αὐτȣ̃ ϗ ἔδωϰεν αὐτῷ διαϑήϰην ϐασιλέων ϗ ϑϱόνον δόξης ἐν τῷ Ισϱαηλ.
47:12 Μετὰ τȣ̃τον ἀνέϛη υἱὸς ἐϖιϛήμων ϗ δι’ αὐτὸν ϰατέλυσεν ἐν ϖλατυσμῷ·
47:13 Σαλωμων ἐϐασίλευσεν ἐν ἡμέϱαις εἰϱήνης, ᾧ ὁ ϑεὸς ϰατέϖαυσεν ϰυϰλόϑεν, ἵνα ϛήσῃ οἶϰον ἐϖ’ ὀνόματι αὐτȣ̃ ϗ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.
47:14 ὡς ἐσοφίσϑης ἐν νεότητί σȣ ϗ ἐνεϖλήσϑης ὡς ϖοταμὸς συνέσεως.
47:15 γῆν ἐϖεϰάλυψεν ἡ ψυχή σȣ, ϗ ἐνέϖλησας ἐν ϖαϱαϐολαῖς αἰνιγμάτων·
47:16 εἰς νήσȣς ϖόϱϱω ἀφίϰετο τὸ ὄνομά σȣ, ϗ ἠγαϖήϑης ἐν τῇ εἰϱήνῃ σȣ·
47:17 ἐν ᾠδαῖς ϗ ϖαϱοιμίαις ϗ ϖαϱαϐολαῖς ϗ ἐν ἑϱμηνείαις ἀϖεϑαύμασάν σε χῶϱαι.
47:18 ἐν ὀνόματι ϰυϱίȣ τȣ̃ ϑεȣ̃ τȣ̃ ἐϖιϰεϰλημένȣ ϑεȣ̃ Ισϱαηλ συνήγαγες ὡς ϰασσίτεϱον τὸ χϱυσίον ϗ ὡς μόλιϐον ἐϖλήϑυνας ἀϱγύϱιον.
47:19 ϖαϱανέϰλινας τὰς λαγόνας σȣ γυναιξὶν ϗ ἐνεξȣσιάσϑης ἐν τῷ σώματί σȣ·
47:20 ἔδωϰας μῶμον ἐν τῇ δόξῃ σȣ ϗ ἐϐεϐήλωσας τὸ σϖέϱμα σȣ ἐϖαγαγεῖν ὀϱγὴν ἐϖὶ τὰ τέϰνα σȣ ϗ ϰατανυγῆναι ἐϖὶ τῇ ἀφϱοσύνῃ σȣ
47:21 γενέσϑαι δίχα τυϱαννίδα ϗ ἐξ Εφϱαιμ ἄϱξαι ϐασιλείαν ἀϖειϑῆ.
47:22 ὁ δὲ ϰύϱιος ȣ̓ μὴ ϰαταλίϖῃ τὸ ἔλεος αὐτȣ̃ ϗ ȣ̓ μὴ διαφϑείϱῃ ἀϖὸ τῶν λόγων αὐτȣ̃ ȣ̓δὲ μὴ ἐξαλείψῃ ἐϰλεϰτȣ̃ αὐτȣ̃ ἔϰγονα ϗ σϖέϱμα τȣ̃ ἀγαϖήσαντος αὐτὸν ȣ̓ μὴ ἐξάϱῃ· ϗ τῷ Ιαϰωϐ ἔδωϰεν ϰατάλειμμα ϗ τῷ Δαυιδ ἐξ αὐτȣ̃ ῥίζαν.
47:23 Ϗ ἀνεϖαύσατο Σαλωμων μετὰ τῶν ϖατέϱων αὐτȣ̃ ϗ ϰατέλιϖεν μετ’ αὐτὸν ἐϰ τȣ̃ σϖέϱματος αὐτȣ̃ λαȣ̃ ἀφϱοσύνην ϗ ἐλασσȣ́μενον συνέσει Ροϐοαμ, ὃς ἀϖέϛησεν λαὸν ἐϰ ϐȣλῆς αὐτȣ̃.
47:24 ϗ Ιεϱοϐοαμ υἱὸς Ναϐατ, ὃς ἐξήμαϱτεν τὸν Ισϱαηλ ϗ ἔδωϰεν τῷ Εφϱαιμ ὁδὸν ἁμαϱτίας· ϗ ἐϖληϑύνϑησαν αἱ ἁμαϱτίαι αὐτῶν σφόδϱα ἀϖοϛῆσαι αὐτȣ̀ς ἀϖὸ τῆς γῆς αὐτῶν·
47:25 ϗ ϖᾶσαν ϖονηϱίαν ἐξεζήτησαν, ἕως ἐϰδίϰησις ἔλϑῃ ἐϖ’ αὐτȣ́ς.
48:1 Ϗ ἀνέϛη Ηλιας ϖϱοφήτης ὡς ϖῦϱ, ϗ ὁ λόγος αὐτȣ̃ ὡς λαμϖὰς ἐϰαίετο·
48:2 ὃς ἐϖήγαγεν ἐϖ’ αὐτȣ̀ς λιμὸν ϗ τῷ ζήλῳ αὐτȣ̃ ὠλιγοϖοίησεν αὐτȣ́ς·
48:3 ἐν λόγῳ ϰυϱίȣ ἀνέσχεν ȣ̓ϱανόν, ϰατήγαγεν ȣ̔́τως τϱὶς ϖῦϱ.
48:4 ὡς ἐδοξάσϑης, Ηλια, ἐν ϑαυμασίοις σȣ· ϗ τίς ὅμοιός σοι ϰαυχᾶσϑαι;
48:5 ὁ ἐγείϱας νεϰϱὸν ἐϰ ϑανάτȣ ϗ ἐξ ᾅδȣ ἐν λόγῳ ὑψίϛȣ·
48:6 ὁ ϰαταγαγὼν ϐασιλεῖς εἰς ἀϖώλειαν ϗ δεδοξασμένȣς ἀϖὸ ϰλίνης αὐτῶν·
48:7 ἀϰȣ́ων ἐν Σινα ἐλεγμὸν ϗ ἐν Χωϱηϐ ϰϱίματα ἐϰδιϰήσεως·
48:8 ὁ χϱίων ϐασιλεῖς εἰς ἀνταϖόδομα ϗ ϖϱοφήτας διαδόχȣς μετ’ αὐτόν·
48:9 ὁ ἀναλημφϑεὶς ἐν λαίλαϖι ϖυϱὸς ἐν ἅϱματι ἵϖϖων ϖυϱίνων·
48:10 ὁ ϰαταγϱαφεὶς ἐν ἐλεγμοῖς εἰς ϰαιϱȣ̀ς ϰοϖάσαι ὀϱγὴν ϖϱὸ ϑυμȣ̃, ἐϖιϛϱέψαι ϰαϱδίαν ϖατϱὸς ϖϱὸς υἱὸν ϗ ϰαταϛῆσαι φυλὰς Ιαϰωϐ.
48:11 μαϰάϱιοι οἱ ἰδόντες σε ϗ οἱ ἐν ἀγαϖήσει ϰεϰοιμημένοι· ϗ γὰϱ ἡμεῖς ζωῇ ζησόμεϑα.
48:12 Ηλιας ὃς ἐν λαίλαϖι ἐσϰεϖάσϑη, ϗ Ελισαιε ἐνεϖλήσϑη ϖνεύματος αὐτȣ̃· ϗ ἐν ἡμέϱαις αὐτȣ̃ ȣ̓ϰ ἐσαλεύϑη ὑϖὸ ἄϱχοντος, ϗ ȣ̓ ϰατεδυνάϛευσεν αὐτὸν ȣ̓δείς.
48:13 ϖᾶς λόγος ȣ̓χ ὑϖεϱῆϱεν αὐτόν, ϗ ἐν ϰοιμήσει ἐϖϱοφήτευσεν τὸ σῶμα αὐτȣ̃·
48:14 ϗ ἐν ζωῇ αὐτȣ̃ ἐϖοίησεν τέϱατα, ϗ ἐν τελευτῇ ϑαυμάσια τὰ ἔϱγα αὐτȣ̃.
48:15 Ἐν ϖᾶσιν τȣ́τοις ȣ̓ μετενόησεν ὁ λαὸς ϗ ȣ̓ϰ ἀϖέϛησαν ἀϖὸ τῶν ἁμαϱτιῶν αὐτῶν, ἕως ἐϖϱονομεύϑησαν ἀϖὸ γῆς αὐτῶν ϗ διεσϰοϱϖίσϑησαν ἐν ϖάσῃ τῇ γῇ.
48:16 ϗ ϰατελείφϑη ὁ λαὸς ὀλιγοϛός, ϗ ἄϱχων ἐν τῷ οἴϰῳ Δαυιδ· τινὲς μὲν αὐτῶν ἐϖοίησαν τὸ ἀϱεϛόν, τινὲς δὲ ἐϖλήϑυναν ἁμαϱτίας.
48:17 Εζεϰιας ὠχύϱωσεν τὴν ϖόλιν αὐτȣ̃ ϗ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωϱ, ὤϱυξεν σιδήϱῳ ἀϰϱότομον ϗ ᾠϰοδόμησεν ϰϱήνας εἰς ὕδατα.
48:18 ἐν ἡμέϱαις αὐτȣ̃ ἀνέϐη Σενναχηϱιμ ϗ ἀϖέϛειλεν Ραψαϰην, ϗ ἀϖῆϱεν· ϗ ἐϖῆϱεν χεῖϱα αὐτȣ̃ ἐϖὶ Σιων ϗ ἐμεγαλαύχησεν ἐν ὑϖεϱηφανίᾳ αὐτȣ̃.
48:19 τότε ἐσαλεύϑησαν ϰαϱδίαι ϗ χεῖϱες αὐτῶν, ϗ ὠδίνησαν ὡς αἱ τίϰτȣσαι·
48:20 ϗ ἐϖεϰαλέσαντο τὸν ϰύϱιον τὸν ἐλεήμονα ἐϰϖετάσαντες τὰς χεῖϱας αὐτῶν ϖϱὸς αὐτόν. ϗ ὁ ἅγιος ἐξ ȣ̓ϱανȣ̃ ταχὺ ἐϖήϰȣσεν αὐτῶν ϗ ἐλυτϱώσατο αὐτȣ̀ς ἐν χειϱὶ Ησαιȣ·
48:21 ἐϖάταξεν τὴν ϖαϱεμϐολὴν τῶν Ἀσσυϱίων, ϗ ἐξέτϱιψεν αὐτȣ̀ς ὁ ἄγγελος αὐτȣ̃.
48:22 ἐϖοίησεν γὰϱ Εζεϰιας τὸ ἀϱεϛὸν ϰυϱίῳ ϗ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τȣ̃ ϖατϱὸς αὐτȣ̃, ἃς ἐνετείλατο Ησαιας ὁ ϖϱοφήτης ὁ μέγας ϗ ϖιϛὸς ἐν ὁϱάσει αὐτȣ̃.
48:23 ἐν ταῖς ἡμέϱαις αὐτȣ̃ ἀνεϖόδισεν ὁ ἥλιος ϗ ϖϱοσέϑηϰεν ζωὴν ϐασιλεῖ.
48:24 ϖνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα ϗ ϖαϱεϰάλεσεν τȣ̀ς ϖενϑȣ̃ντας ἐν Σιων.
48:25 ἕως τȣ̃ αἰῶνος ὑϖέδειξεν τὰ ἐσόμενα ϗ τὰ ἀϖόϰϱυφα ϖϱὶν ἢ ϖαϱαγενέσϑαι αὐτά.
49:1 Μνημόσυνον Ιωσιȣ εἰς σύνϑεσιν ϑυμιάματος ἐσϰευασμένον ἔϱγῳ μυϱεψȣ̃· ἐν ϖαντὶ ϛόματι ὡς μέλι γλυϰανϑήσεται ϗ ὡς μȣσιϰὰ ἐν συμϖοσίῳ οἴνȣ.
49:2 αὐτὸς ϰατευϑύνϑη ἐν ἐϖιϛϱοφῇ λαȣ̃ ϗ ἐξῆϱεν ϐδελύγματα ἀνομίας·
49:3 ϰατεύϑυνεν ϖϱὸς ϰύϱιον τὴν ϰαϱδίαν αὐτȣ̃, ἐν ἡμέϱαις ἀνόμων ϰατίσχυσεν τὴν εὐσέϐειαν.
49:4 Πάϱεξ Δαυιδ ϗ Εζεϰιȣ ϗ Ιωσιȣ ϖάντες ϖλημμέλειαν ἐϖλημμέλησαν· ϰατέλιϖον γὰϱ τὸν νόμον τȣ̃ ὑψίϛȣ, οἱ ϐασιλεῖς Ιȣδα ἐξέλιϖον·
49:5 ἔδωϰαν γὰϱ τὸ ϰέϱας αὐτῶν ἑτέϱοις ϗ τὴν δόξαν αὐτῶν ἔϑνει ἀλλοτϱίῳ.
49:6 ἐνεϖύϱισαν ἐϰλεϰτὴν ϖόλιν ἁγιάσματος ϗ ἠϱήμωσαν τὰς ὁδȣ̀ς αὐτῆς
49:7 ἐν χειϱὶ Ιεϱεμιȣ· ἐϰάϰωσαν γὰϱ αὐτόν, ϗ αὐτὸς ἐν μήτϱᾳ ἡγιάσϑη ϖϱοφήτης ἐϰϱιζȣ̃ν ϗ ϰαϰȣ̃ν ϗ ἀϖολλύειν, ὡσαύτως οἰϰοδομεῖν ϗ ϰαταφυτεύειν.
49:8 Ιεζεϰιηλ ὃς εἶδεν ὅϱασιν δόξης, ἣν ὑϖέδειξεν αὐτῷ ἐϖὶ ἅϱματος χεϱȣϐιν·
49:9 ϗ γὰϱ ἐμνήσϑη τῶν ἐχϑϱῶν ἐν ὄμϐϱῳ ϗ ἀγαϑῶσαι τȣ̀ς εὐϑύνοντας ὁδȣ́ς.
49:10 ϗ τῶν δώδεϰα ϖϱοφητῶν τὰ ὀϛᾶ ἀναϑάλοι ἐϰ τȣ̃ τόϖȣ αὐτῶν· ϖαϱεϰάλεσαν γὰϱ τὸν Ιαϰωϐ ϗ ἐλυτϱώσαντο αὐτȣ̀ς ἐν ϖίϛει ἐλϖίδος.
49:11 Πῶς μεγαλύνωμεν τὸν Ζοϱοϐαϐελ; ϗ αὐτὸς ὡς σφϱαγὶς ἐϖὶ δεξιᾶς χειϱός,
49:12 ȣ̔́τως Ἰησȣ̃ς υἱὸς Ιωσεδεϰ, οἳ ἐν ἡμέϱαις αὐτῶν ᾠϰοδόμησαν οἶϰον ϗ ἀνύψωσαν ναὸν ἅγιον ϰυϱίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
49:13 ϗ Νεεμιȣ ἐϖὶ ϖολὺ τὸ μνημόσυνον τȣ̃ ἐγείϱαντος ἡμῖν τείχη ϖεϖτωϰότα ϗ ϛήσαντος ϖύλας ϗ μοχλȣ̀ς ϗ ἀνεγείϱαντος τὰ οἰϰόϖεδα ἡμῶν.
49:14 Ȣ̓δεὶς ἐϰτίσϑη ἐϖὶ τῆς γῆς τοιȣ̃τος οἷος Ενωχ· ϗ γὰϱ αὐτὸς ἀνελήμφϑη ἀϖὸ τῆς γῆς.
49:15 ȣ̓δὲ ὡς Ιωσηφ ἐγεννήϑη ἀνὴϱ ἡγȣ́μενος ἀδελφῶν, ϛήϱιγμα λαȣ̃, ϗ τὰ ὀϛᾶ αὐτȣ̃ ἐϖεσϰέϖησαν.
49:16 Σημ ϗ Σηϑ ἐν ἀνϑϱώϖοις ἐδοξάσϑησαν, ϗ ὑϖὲϱ ϖᾶν ζῷον ἐν τῇ ϰτίσει Αδαμ.
50:1 Σιμων Ονιȣ υἱὸς ἱεϱεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτȣ̃ ὑϖέϱϱαψεν οἶϰον ϗ ἐν ἡμέϱαις αὐτȣ̃ ἐϛεϱέωσεν ναόν·
50:2 ϗ ὑϖ’ αὐτȣ̃ ἐϑεμελιώϑη ὕψος διϖλῆς, ἀνάλημμα ὑψηλὸν ϖεϱιϐόλȣ ἱεϱȣ̃·
50:3 ἐν ἡμέϱαις αὐτȣ̃ ἐλατομήϑη ἀϖοδοχεῖον ὑδάτων, λάϰϰος ὡσεὶ ϑαλάσσης τὸ ϖεϱίμετϱον·
50:4 ὁ φϱοντίζων τȣ̃ λαȣ̃ αὐτȣ̃ ἀϖὸ ϖτώσεως ϗ ἐνισχύσας ϖόλιν ἐν ϖολιοϱϰήσει.
50:5 ὡς ἐδοξάσϑη ἐν ϖεϱιϛϱοφῇ λαȣ̃, ἐν ἐξόδῳ οἴϰȣ ϰαταϖετάσματος·
50:6 ὡς ἀϛὴϱ ἑωϑινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη ϖλήϱης ἐν ἡμέϱαις,
50:7 ὡς ἥλιος ἐϰλάμϖων ἐϖὶ ναὸν ὑψίϛȣ ϗ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης,
50:8 ὡς ἄνϑος ῥόδων ἐν ἡμέϱαις νέων, ὡς ϰϱίνα ἐϖ’ ἐξόδῳ ὕδατος, ὡς ϐλαϛὸς Λιϐάνȣ ἐν ἡμέϱαις ϑέϱȣς,
50:9 ὡς ϖῦϱ ϗ λίϐανος ἐϖὶ ϖυϱείȣ, ὡς σϰεῦος χϱυσίȣ ὁλοσφύϱητον ϰεϰοσμημένον ϖαντὶ λίϑῳ ϖολυτελεῖ,
50:10 ὡς ἐλαία ἀναϑάλλȣσα ϰαϱϖȣ̀ς ϗ ὡς ϰυϖάϱισσος ὑψȣμένη ἐν νεφέλαις.
50:11 ἐν τῷ ἀναλαμϐάνειν αὐτὸν ϛολὴν δόξης ϗ ἐνδιδύσϰεσϑαι αὐτὸν συντέλειαν ϰαυχήματος, ἐν ἀναϐάσει ϑυσιαϛηϱίȣ ἁγίȣ ἐδόξασεν ϖεϱιϐολὴν ἁγιάσματος·
50:12 ἐν δὲ τῷ δέχεσϑαι μέλη ἐϰ χειϱῶν ἱεϱέων, ϗ αὐτὸς ἑϛὼς ϖαϱ’ ἐσχάϱᾳ ϐωμȣ̃, ϰυϰλόϑεν αὐτȣ̃ ϛέφανος ἀδελφῶν ὡς ϐλάϛημα ϰέδϱων ἐν τῷ Λιϐάνῳ ϗ ἐϰύϰλωσαν αὐτὸν ὡς ϛελέχη φοινίϰων,
50:13 ϗ ϖάντες οἱ υἱοὶ Ααϱων ἐν δόξῃ αὐτῶν ϗ ϖϱοσφοϱὰ ϰυϱίȣ ἐν χεϱσὶν αὐτῶν ἔναντι ϖάσης ἐϰϰλησίας Ισϱαηλ,
50:14 ϗ συντέλειαν λειτȣϱγῶν ἐϖὶ ϐωμῶν ϰοσμῆσαι ϖϱοσφοϱὰν ὑψίϛȣ ϖαντοϰϱάτοϱος,
50:15 ἐξέτεινεν ἐϖὶ σϖονδείȣ χεῖϱα αὐτȣ̃ ϗ ἔσϖεισεν ἐξ αἵματος ϛαφυλῆς, ἐξέχεεν εἰς ϑεμέλια ϑυσιαϛηϱίȣ ὀσμὴν εὐωδίας ὑψίϛῳ ϖαμϐασιλεῖ.
50:16 τότε ἀνέϰϱαγον οἱ υἱοὶ Ααϱων, ἐν σάλϖιγξιν ἐλαταῖς ἤχησαν, ἀϰȣϛὴν ἐϖοίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίϛȣ·
50:17 τότε ϖᾶς ὁ λαὸς ϰοινῇ ϰατέσϖευσαν ϗ ἔϖεσαν ἐϖὶ ϖϱόσωϖον ἐϖὶ τὴν γῆν ϖϱοσϰυνῆσαι τῷ ϰυϱίῳ αὐτῶν ϖαντοϰϱάτοϱι ϑεῷ ὑψίϛῳ·
50:18 ϗ ᾔνεσαν οἱ ψαλτῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν ϖλείϛῳ ἤχῳ ἐγλυϰάνϑη μέλος·
50:19 ϗ ἐδεήϑη ὁ λαὸς ϰυϱίȣ ὑψίϛȣ ἐν ϖϱοσευχῇ ϰατέναντι ἐλεήμονος, ἕως συντελεσϑῇ ϰόσμος ϰυϱίȣ ϗ τὴν λειτȣϱγίαν αὐτȣ̃ ἐτελείωσαν.
50:20 τότε ϰαταϐὰς ἐϖῆϱεν χεῖϱας αὐτȣ̃ ἐϖὶ ϖᾶσαν ἐϰϰλησίαν υἱῶν Ισϱαηλ δȣ̃ναι εὐλογίαν ϰυϱίȣ ἐϰ χειλέων αὐτȣ̃ ϗ ἐν ὀνόματι αὐτȣ̃ ϰαυχήσασϑαι·
50:21 ϗ ἐδευτέϱωσαν ἐν ϖϱοσϰυνήσει ἐϖιδέξασϑαι τὴν εὐλογίαν ϖαϱὰ ὑψίϛȣ.
50:22 Ϗ νῦν εὐλογήσατε τὸν ϑεὸν ϖάντων τὸν μεγάλα ϖοιȣ̃ντα ϖάντῃ, τὸν ὑψȣ̃ντα ἡμέϱας ἡμῶν ἐϰ μήτϱας ϗ ϖοιȣ̃ντα μεϑ’ ἡμῶν ϰατὰ τὸ ἔλεος αὐτȣ̃.
50:23 δῴη ἡμῖν εὐφϱοσύνην ϰαϱδίας ϗ γενέσϑαι εἰϱήνην ἐν ἡμέϱαις ἡμῶν ἐν Ισϱαηλ ϰατὰ τὰς ἡμέϱας τȣ̃ αἰῶνος·
50:24 ἐμϖιϛεύσαι μεϑ’ ἡμῶν τὸ ἔλεος αὐτȣ̃ ϗ ἐν ταῖς ἡμέϱαις ἡμῶν λυτϱωσάσϑω ἡμᾶς.
50:25 Ἐν δυσὶν ἔϑνεσιν ϖϱοσώχϑισεν ἡ ψυχή μȣ, ϗ τὸ τϱίτον ȣ̓ϰ ἔϛιν ἔϑνος·
50:26 οἱ ϰαϑήμενοι ἐν ὄϱει Σαμαϱείας ϗ Φυλιϛιιμ ϗ ὁ λαὸς ὁ μωϱὸς ὁ ϰατοιϰῶν ἐν Σιϰιμοις.
50:27 Παιδείαν συνέσεως ϗ ἐϖιϛήμης ἐχάϱαξεν ἐν τῷ ϐιϐλίῳ τȣ́τῳ Ἰησȣ̃ς υἱὸς Σιϱαχ Ελεαζαϱ ὁ Ιεϱοσολυμίτης, ὃς ἀνώμϐϱησεν σοφίαν ἀϖὸ ϰαϱδίας αὐτȣ̃.
50:28 μαϰάϱιος ὃς ἐν τȣ́τοις ἀναϛϱαφήσεται, ϗ ϑεὶς αὐτὰ ἐϖὶ ϰαϱδίαν αὐτȣ̃ σοφισϑήσεται·
50:29 ἐὰν γὰϱ αὐτὰ ϖοιήσῃ, ϖϱὸς ϖάντα ἰσχύσει· ὅτι φῶς ϰυϱίȣ τὸ ἴχνος αὐτȣ̃.
51:1 Ἐξομολογήσομαί σοι, ϰύϱιε ϐασιλεῦ, ϗ αἰνέσω σε ϑεὸν τὸν σωτῆϱά μȣ, ἐξομολογȣ̃μαι τῷ ὀνόματί σȣ,
51:2 ὅτι σϰεϖαϛὴς ϗ ϐοηϑὸς ἐγένȣ μοι ϗ ἐλυτϱώσω τὸ σῶμά μȣ ἐξ ἀϖωλείας ϗ ἐϰ ϖαγίδος διαϐολῆς γλώσσης, ἀϖὸ χειλέων ἐϱγαζομένων ψεῦδος ϗ ἔναντι τῶν ϖαϱεϛηϰότων ἐγένȣ ϐοηϑὸς ϗ ἐλυτϱώσω με
51:3 ϰατὰ τὸ ϖλῆϑος ἐλέȣς ϗ ὀνόματός σȣ ἐϰ ϐϱυγμῶν ἕτοιμον εἰς ϐϱῶμα, ἐϰ χειϱὸς ζητȣ́ντων τὴν ψυχήν μȣ, ἐϰ ϖλειόνων ϑλίψεων, ὧν ἔσχον,
51:4 ἀϖὸ ϖνιγμȣ̃ ϖυϱᾶς ϰυϰλόϑεν ϗ ἐϰ μέσȣ ϖυϱός, ȣ̔͂ ȣ̓ϰ ἐξέϰαυσα,
51:5 ἐϰ ϐάϑȣς ϰοιλίας ᾅδȣ ϗ ἀϖὸ γλώσσης ἀϰαϑάϱτȣ ϗ λόγȣ ψευδȣ̃ς.
51:6 ϐασιλεῖ διαϐολὴ γλώσσης ἀδίϰȣ. ἤγγισεν ἕως ϑανάτȣ ἡ ψυχή μȣ, ϗ ἡ ζωή μȣ ἦν σύνεγγυς ᾅδȣ ϰάτω.
51:7 ϖεϱιέσχον με ϖάντοϑεν, ϗ ȣ̓ϰ ἦν ὁ ϐοηϑῶν· ἐνέϐλεϖον εἰς ἀντίλημψιν ἀνϑϱώϖων, ϗ ȣ̓ϰ ἦν.
51:8 ϗ ἐμνήσϑην τȣ̃ ἐλέȣς σȣ, ϰύϱιε, ϗ τῆς ἐϱγασίας σȣ τῆς ἀϖ’ αἰῶνος, ὅτι ἐξαιϱῇ τȣ̀ς ὑϖομένοντάς σε ϗ σῴζεις αὐτȣ̀ς ἐϰ χειϱὸς ἐχϑϱῶν.
51:9 ϗ ἀνύψωσα ἀϖὸ γῆς ἱϰετείαν μȣ ϗ ὑϖὲϱ ϑανάτȣ ῥύσεως ἐδεήϑην·
51:10 ἐϖεϰαλεσάμην ϰύϱιον ϖατέϱα ϰυϱίȣ μȣ μή με ἐγϰαταλιϖεῖν ἐν ἡμέϱαις ϑλίψεως, ἐν ϰαιϱῷ ὑϖεϱηφανιῶν ἀϐοηϑησίας· αἰνέσω τὸ ὄνομά σȣ ἐνδελεχῶς ϗ ὑμνήσω ἐν ἐξομολογήσει.
51:11 ϗ εἰσηϰȣ́σϑη ἡ δέησίς μȣ· ἔσωσας γάϱ με ἐξ ἀϖωλείας ϗ ἐξείλȣ με ἐϰ ϰαιϱȣ̃ ϖονηϱȣ̃.
51:12 διὰ τȣ̃το ἐξομολογήσομαί σοι ϗ αἰνέσω σε ϗ εὐλογήσω τῷ ὀνόματι ϰυϱίȣ.
51:13 Ἔτι ὢν νεώτεϱος ϖϱὶν ἢ ϖλανηϑῆναί με ἐζήτησα σοφίαν ϖϱοφανῶς ἐν ϖϱοσευχῇ μȣ.
51:14 ἔναντι ναȣ̃ ἠξίȣν ϖεϱὶ αὐτῆς ϗ ἕως ἐσχάτων ἐϰζητήσω αὐτήν.
51:15 ἐξ ἄνϑȣς ὡς ϖεϱϰαζȣ́σης ϛαφυλῆς εὐφϱάνϑη ἡ ϰαϱδία μȣ ἐν αὐτῇ. ἐϖέϐη ὁ ϖȣ́ς μȣ ἐν εὐϑύτητι, ἐϰ νεότητός μȣ ἴχνευον αὐτήν.
51:16 ἔϰλινα ὀλίγον τὸ ȣ̓͂ς μȣ ϗ ἐδεξάμην ϗ ϖολλὴν εὗϱον ἐμαυτῷ ϖαιδείαν.
51:17 ϖϱοϰοϖὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
51:18 διενοήϑην γὰϱ τȣ̃ ϖοιῆσαι αὐτὴν ϗ ἐζήλωσα τὸ ἀγαϑὸν ϗ ȣ̓ μὴ αἰσχυνϑῶ.
51:19 διαμεμάχιϛαι ἡ ψυχή μȣ ἐν αὐτῇ ϗ ἐν ϖοιήσει νόμȣ διηϰϱιϐασάμην. τὰς χεῖϱάς μȣ ἐξεϖέτασα ϖϱὸς ὕψος ϗ τὰ ἀγνοήματα αὐτῆς ἐϖένϑησα.
51:20 τὴν ψυχήν μȣ ϰατεύϑυνα εἰς αὐτὴν ϗ ἐν ϰαϑαϱισμῷ εὗϱον αὐτήν. ϰαϱδίαν ἐϰτησάμην μετ’ αὐτῆς ἀϖ’ ἀϱχῆς· διὰ τȣ̃το ȣ̓ μὴ ἐγϰαταλειφϑῶ.
51:21 ϗ ἡ ϰοιλία μȣ ἐταϱάχϑη τȣ̃ ἐϰζητῆσαι αὐτήν· διὰ τȣ̃το ἐϰτησάμην ἀγαϑὸν ϰτῆμα.
51:22 ἔδωϰεν ϰύϱιος γλῶσσάν μοι μισϑόν μȣ, ϗ ἐν αὐτῇ αἰνέσω αὐτόν.
51:23 ἐγγίσατε ϖϱός με, ἀϖαίδευτοι, ϗ αὐλίσϑητε ἐν οἴϰῳ ϖαιδείας.
51:24 τί ὅτι ὑϛεϱεῖσϑαι λέγετε ἐν τȣ́τοις ϗ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδϱα;
51:25 ἤνοιξα τὸ ϛόμα μȣ ϗ ἐλάλησα Κτήσασϑε ἑαυτοῖς ἄνευ ἀϱγυϱίȣ.
51:26 τὸν τϱάχηλον ὑμῶν ὑϖόϑετε ὑϖὸ ζυγόν, ϗ ἐϖιδεξάσϑω ἡ ψυχὴ ὑμῶν ϖαιδείαν. ἐγγύς ἐϛιν εὑϱεῖν αὐτήν.
51:27 ἴδετε ἐν ὀφϑαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐϰοϖίασα ϗ εὗϱον ἐμαυτῷ ϖολλὴν ἀνάϖαυσιν.
51:28 μετάσχετε ϖαιδείας ἐν ϖολλῷ ἀϱιϑμῷ ἀϱγυϱίȣ ϗ ϖολὺν χϱυσὸν ϰτήσασϑε ἐν αὐτῇ.
51:29 εὐφϱανϑείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτȣ̃, ϗ μὴ αἰσχυνϑείητε ἐν αἰνέσει αὐτȣ̃.
51:30 ἐϱγάζεσϑε τὸ ἔϱγον ὑμῶν ϖϱὸ ϰαιϱȣ̃, ϗ δώσει τὸν μισϑὸν ὑμῶν ἐν ϰαιϱῷ αὐτȣ̃.