Ασμα Ἀσμάτων

1:1 Ἆισμα ᾀσμάτων, ὅ ἐϛιν τῷ Σαλωμων.

1:2 Φιλησάτω με ἀϖὸ φιλημάτων ϛόματος αὐτȣ̃, ὅτι ἀγαϑοὶ μαϛοί σȣ ὑϖὲϱ οἶνον,

1:3 ϗ ὀσμὴ μύϱων σȣ ὑϖὲϱ ϖάντα τὰ ἀϱώματα, μύϱον ἐϰϰενωϑὲν ὄνομά σȣ. διὰ τȣ̃το νεάνιδες ἠγάϖησάν σε,

1:4 εἵλϰυσάν σε, ὀϖίσω σȣ εἰς ὀσμὴν μύϱων σȣ δϱαμȣ̃μεν. Εἰσήνεγϰέν με ὁ ϐασιλεὺς εἰς τὸ ταμίειον αὐτȣ̃. Ἀγαλλιασώμεϑα ϗ εὐφϱανϑῶμεν ἐν σοί, ἀγαϖήσομεν μαϛȣ́ς σȣ ὑϖὲϱ οἶνον· εὐϑύτης ἠγάϖησέν σε.

1:5 Μέλαινά εἰμι ϗ ϰαλή, ϑυγατέϱες Ιεϱȣσαλημ, ὡς σϰηνώματα Κηδαϱ, ὡς δέϱϱεις Σαλωμων.

1:6 μὴ ϐλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι ϖαϱέϐλεψέν με ὁ ἥλιος· υἱοὶ μητϱός μȣ ἐμαχέσαντο ἐν ἐμοί, ἔϑεντό με φυλάϰισσαν ἐν ἀμϖελῶσιν· ἀμϖελῶνα ἐμὸν ȣ̓ϰ ἐφύλαξα.

1:7 Ἀϖάγγειλόν μοι, ὃν ἠγάϖησεν ἡ ψυχή μȣ, ϖȣ̃ ϖοιμαίνεις, ϖȣ̃ ϰοιτάζεις ἐν μεσημϐϱίᾳ, μήϖοτε γένωμαι ὡς ϖεϱιϐαλλομένη ἐϖ’ ἀγέλαις ἑταίϱων σȣ.

1:8 Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ ϰαλὴ ἐν γυναιξίν, ἔξελϑε σὺ ἐν ϖτέϱναις τῶν ϖοιμνίων ϗ ϖοίμαινε τὰς ἐϱίφȣς σȣ ἐϖὶ σϰηνώμασιν τῶν ϖοιμένων.

1:9 Τῇ ἵϖϖῳ μȣ ἐν ἅϱμασιν Φαϱαω ὡμοίωσά σε, ἡ ϖλησίον μȣ.

1:10 τί ὡϱαιώϑησαν σιαγόνες σȣ ὡς τϱυγόνες, τϱάχηλός σȣ ὡς ὁϱμίσϰοι;

1:11 ὁμοιώματα χϱυσίȣ ϖοιήσομέν σοι μετὰ ϛιγμάτων τȣ̃ ἀϱγυϱίȣ.

1:12 Ἕως ȣ̔͂ ὁ ϐασιλεὺς ἐν ἀναϰλίσει αὐτȣ̃, νάϱδος μȣ ἔδωϰεν ὀσμὴν αὐτȣ̃.

1:13 ἀϖόδεσμος τῆς ϛαϰτῆς ἀδελφιδός μȣ ἐμοί, ἀνὰ μέσον τῶν μαϛῶν μȣ αὐλισϑήσεται·

1:14 ϐότϱυς τῆς ϰύϖϱȣ ἀδελφιδός μȣ ἐμοὶ ἐν ἀμϖελῶσιν Εγγαδδι.

1:15 Ἰδȣ̀ εἶ ϰαλή, ἡ ϖλησίον μȣ, ἰδȣ̀ εἶ ϰαλή, ὀφϑαλμοί σȣ ϖεϱιϛεϱαί.

1:16 Ἰδȣ̀ εἶ ϰαλός, ὁ ἀδελφιδός μȣ, ϰαί γε ὡϱαῖος· ϖϱὸς ϰλίνη ἡμῶν σύσϰιος,

1:17 δοϰοὶ οἴϰων ἡμῶν ϰέδϱοι, φατνώματα ἡμῶν ϰυϖάϱισσοι.

2:1 Ἐγὼ ἄνϑος τȣ̃ ϖεδίȣ, ϰϱίνον τῶν ϰοιλάδων.

2:2 Ὡς ϰϱίνον ἐν μέσῳ ἀϰανϑῶν, ȣ̔́τως ἡ ϖλησίον μȣ ἀνὰ μέσον τῶν ϑυγατέϱων.

2:3 Ὡς μῆλον ἐν τοῖς ξύλοις τȣ̃ δϱυμȣ̃, ȣ̔́τως ἀδελφιδός μȣ ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σϰιᾷ αὐτȣ̃ ἐϖεϑύμησα ϗ ἐϰάϑισα, ϗ ϰαϱϖὸς αὐτȣ̃ γλυϰὺς ἐν λάϱυγγί μȣ.

2:4 Εἰσαγάγετέ με εἰς οἶϰον τȣ̃ οἴνȣ, τάξατε ἐϖ’ ἐμὲ ἀγάϖην.

2:5 ϛηϱίσατέ με ἐν ἀμόϱαις, ϛοιϐάσατέ με ἐν μήλοις, ὅτι τετϱωμένη ἀγάϖης ἐγώ.

2:6 εὐώνυμος αὐτȣ̃ ὑϖὸ τὴν ϰεφαλήν μȣ, ϗ ἡ δεξιὰ αὐτȣ̃ ϖεϱιλήμψεταί με.

2:7 ὥϱϰισα ὑμᾶς, ϑυγατέϱες Ιεϱȣσαλημ, ἐν ταῖς δυνάμεσιν ϗ ἐν ταῖς ἰσχύσεσιν τȣ̃ ἀγϱȣ̃, ἐὰν ἐγείϱητε ϗ ἐξεγείϱητε τὴν ἀγάϖην, ἕως ȣ̔͂ ϑελήσῃ.

2:8 Φωνὴ ἀδελφιδȣ̃ μȣ· ἰδȣ̀ ȣ̔͂τος ἥϰει ϖηδῶν ἐϖὶ τὰ ὄϱη διαλλόμενος ἐϖὶ τȣ̀ς ϐȣνȣ́ς.

2:9 ὅμοιός ἐϛιν ἀδελφιδός μȣ τῇ δοϱϰάδι ἢ νεϐϱῷ ἐλάφων ἐϖὶ τὰ ὄϱη Βαιϑηλ. ἰδȣ̀ ȣ̔͂τος ἕϛηϰεν ὀϖίσω τȣ̃ τοίχȣ ἡμῶν ϖαϱαϰύϖτων διὰ τῶν ϑυϱίδων ἐϰϰύϖτων διὰ τῶν διϰτύων.

2:10 ἀϖοϰϱίνεται ἀδελφιδός μȣ ϗ λέγει μοι Ἀνάϛα ἐλϑέ, ἡ ϖλησίον μȣ, ϰαλή μȣ, ϖεϱιϛεϱά μȣ,

2:11 ὅτι ἰδȣ̀ ὁ χειμὼν ϖαϱῆλϑεν, ὁ ὑετὸς ἀϖῆλϑεν, ἐϖοϱεύϑη ἑαυτῷ,

2:12 τὰ ἄνϑη ὤφϑη ἐν τῇ γῇ, ϰαιϱὸς τῆς τομῆς ἔφϑαϰεν, φωνὴ τȣ̃ τϱυγόνος ἠϰȣ́σϑη ἐν τῇ γῇ ἡμῶν,

2:13 ἡ συϰῆ ἐξήνεγϰεν ὀλύνϑȣς αὐτῆς, αἱ ἄμϖελοι ϰυϖϱίζȣσιν, ἔδωϰαν ὀσμήν. ἀνάϛα ἐλϑέ, ἡ ϖλησίον μȣ, ϰαλή μȣ, ϖεϱιϛεϱά μȣ,

2:14 ϗ ἐλϑὲ σύ, ϖεϱιϛεϱά μȣ ἐν σϰέϖῃ τῆς ϖέτϱας ἐχόμενα τȣ̃ ϖϱοτειχίσματος, δεῖξόν μοι τὴν ὄψιν σȣ ϗ ἀϰȣ́τισόν με τὴν φωνήν σȣ, ὅτι ἡ φωνή σȣ ἡδεῖα, ϗ ἡ ὄψις σȣ ὡϱαία.

2:15 Πιάσατε ἡμῖν ἀλώϖεϰας μιϰϱȣ̀ς ἀφανίζοντας ἀμϖελῶνας, ϗ αἱ ἄμϖελοι ἡμῶν ϰυϖϱίζȣσιν.

2:16 Ἀδελφιδός μȣ ἐμοί, ϰἀγὼ αὐτῷ, ὁ ϖοιμαίνων ἐν τοῖς ϰϱίνοις,

2:17 ἕως ȣ̔͂ διαϖνεύσῃ ἡ ἡμέϱα ϗ ϰινηϑῶσιν αἱ σϰιαί. ἀϖόϛϱεψον ὁμοιώϑητι σύ, ἀδελφιδέ μȣ, τῷ δόϱϰωνι ἢ νεϐϱῷ ἐλάφων ἐϖὶ ὄϱη ϰοιλωμάτων.

3:1 Ἐϖὶ ϰοίτην μȣ ἐν νυξὶν ἐζήτησα ὃν ἠγάϖησεν ἡ ψυχή μȣ, ἐζήτησα αὐτὸν ϗ ȣ̓χ εὗϱον αὐτόν, ἐϰάλεσα αὐτόν, ϗ ȣ̓χ ὑϖήϰȣσέν μȣ.

3:2 ἀναϛήσομαι δὴ ϗ ϰυϰλώσω ἐν τῇ ϖόλει ἐν ταῖς ἀγοϱαῖς ϗ ἐν ταῖς ϖλατείαις ϗ ζητήσω ὃν ἠγάϖησεν ἡ ψυχή μȣ· ἐζήτησα αὐτὸν ϗ ȣ̓χ εὗϱον αὐτόν.

3:3 εὕϱοσάν με οἱ τηϱȣ̃ντες οἱ ϰυϰλȣ̃ντες ἐν τῇ ϖόλει Μὴ ὃν ἠγάϖησεν ἡ ψυχή μȣ εἴδετε;

3:4 ὡς μιϰϱὸν ὅτε ϖαϱῆλϑον ἀϖ’ αὐτῶν, ἕως ȣ̔͂ εὗϱον ὃν ἠγάϖησεν ἡ ψυχή μȣ· ἐϰϱάτησα αὐτὸν ϗ ȣ̓ϰ ἀφήσω αὐτόν, ἕως ȣ̔͂ εἰσήγαγον αὐτὸν εἰς οἶϰον μητϱός μȣ ϗ εἰς ταμίειον τῆς συλλαϐȣ́σης με.

3:5 ὥϱϰισα ὑμᾶς, ϑυγατέϱες Ιεϱȣσαλημ, ἐν ταῖς δυνάμεσιν ϗ ἐν ταῖς ἰσχύσεσιν τȣ̃ ἀγϱȣ̃, ἐὰν ἐγείϱητε ϗ ἐξεγείϱητε τὴν ἀγάϖην, ἕως ἂν ϑελήσῃ.

3:6 Τίς αὕτη ἡ ἀναϐαίνȣσα ἀϖὸ τῆς ἐϱήμȣ ὡς ϛελέχη ϰαϖνȣ̃ τεϑυμιαμένη σμύϱναν ϗ λίϐανον ἀϖὸ ϖάντων ϰονιοϱτῶν μυϱεψȣ̃;

3:7 ἰδȣ̀ ἡ ϰλίνη τȣ̃ Σαλωμων, ἑξήϰοντα δυνατοὶ ϰύϰλῳ αὐτῆς ἀϖὸ δυνατῶν Ισϱαηλ,

3:8 ϖάντες ϰατέχοντες ῥομφαίαν δεδιδαγμένοι ϖόλεμον, ἀνὴϱ ῥομφαία αὐτȣ̃ ἐϖὶ μηϱὸν αὐτȣ̃ ἀϖὸ ϑάμϐȣς ἐν νυξίν.

3:9 φοϱεῖον ἐϖοίησεν ἑαυτῷ ὁ ϐασιλεὺς Σαλωμων ἀϖὸ ξύλων τȣ̃ Λιϐάνȣ,

3:10 ϛύλȣς αὐτȣ̃ ἐϖοίησεν ἀϱγύϱιον ϗ ἀνάϰλιτον αὐτȣ̃ χϱύσεον, ἐϖίϐασις αὐτȣ̃ ϖοϱφυϱᾶ, ἐντὸς αὐτȣ̃ λιϑόϛϱωτον, ἀγάϖην ἀϖὸ ϑυγατέϱων Ιεϱȣσαλημ.

3:11 ἐξέλϑατε ϗ ἴδετε ἐν τῷ ϐασιλεῖ Σαλωμων ἐν τῷ ϛεφάνῳ, ᾧ ἐϛεφάνωσεν αὐτὸν ἡ μήτηϱ αὐτȣ̃ ἐν ἡμέϱᾳ νυμφεύσεως αὐτȣ̃ ϗ ἐν ἡμέϱᾳ εὐφϱοσύνης ϰαϱδίας αὐτȣ̃.

4:1 Ἰδȣ̀ εἶ ϰαλή, ἡ ϖλησίον μȣ, ἰδȣ̀ εἶ ϰαλή. ὀφϑαλμοί σȣ ϖεϱιϛεϱαὶ ἐϰτὸς τῆς σιωϖήσεώς σȣ. τϱίχωμά σȣ ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀϖεϰαλύφϑησαν ἀϖὸ τȣ̃ Γαλααδ.

4:2 ὀδόντες σȣ ὡς ἀγέλαι τῶν ϰεϰαϱμένων, αἳ ἀνέϐησαν ἀϖὸ τȣ̃ λȣτϱȣ̃, αἱ ϖᾶσαι διδυμεύȣσαι, ϗ ἀτεϰνȣ̃σα ȣ̓ϰ ἔϛιν ἐν αὐταῖς.

4:3 ὡς σϖαϱτίον τὸ ϰόϰϰινον χείλη σȣ, ϗ ἡ λαλιά σȣ ὡϱαία. ὡς λέϖυϱον τῆς ῥόας μῆλόν σȣ ἐϰτὸς τῆς σιωϖήσεώς σȣ.

4:4 ὡς ϖύϱγος Δαυιδ τϱάχηλός σȣ ὁ ᾠϰοδομημένος εἰς ϑαλϖιωϑ· χίλιοι ϑυϱεοὶ ϰϱέμανται ἐϖ’ αὐτόν, ϖᾶσαι ϐολίδες τῶν δυνατῶν.

4:5 δύο μαϛοί σȣ ὡς δύο νεϐϱοὶ δίδυμοι δοϱϰάδος οἱ νεμόμενοι ἐν ϰϱίνοις.

4:6 ἕως ȣ̔͂ διαϖνεύσῃ ἡ ἡμέϱα ϗ ϰινηϑῶσιν αἱ σϰιαί, ϖοϱεύσομαι ἐμαυτῷ ϖϱὸς τὸ ὄϱος τῆς σμύϱνης ϗ ϖϱὸς τὸν ϐȣνὸν τȣ̃ Λιϐάνȣ.

4:7 ὅλη ϰαλὴ εἶ, ἡ ϖλησίον μȣ, ϗ μῶμος ȣ̓ϰ ἔϛιν ἐν σοί.

4:8 Δεῦϱο ἀϖὸ Λιϐάνȣ, νύμφη, δεῦϱο ἀϖὸ Λιϐάνȣ· ἐλεύσῃ ϗ διελεύσῃ ἀϖὸ ἀϱχῆς ϖίϛεως, ἀϖὸ ϰεφαλῆς Σανιϱ ϗ Εϱμων, ἀϖὸ μανδϱῶν λεόντων, ἀϖὸ ὀϱέων ϖαϱδάλεων.

4:9 Ἐϰαϱδίωσας ἡμᾶς, ἀδελφή μȣ νύμφη, ἐϰαϱδίωσας ἡμᾶς ἑνὶ ἀϖὸ ὀφϑαλμῶν σȣ, ἐν μιᾷ ἐνϑέματι τϱαχήλων σȣ.

4:10 τί ἐϰαλλιώϑησαν μαϛοί σȣ, ἀδελφή μȣ νύμφη, τί ἐϰαλλιώϑησαν μαϛοί σȣ ἀϖὸ οἴνȣ; ϗ ὀσμὴ ἱματίων σȣ ὑϖὲϱ ϖάντα τὰ ἀϱώματα.

4:11 ϰηϱίον ἀϖοϛάζȣσιν χείλη σȣ, νύμφη, μέλι ϗ γάλα ὑϖὸ τὴν γλῶσσάν σȣ, ϗ ὀσμὴ ἱματίων σȣ ὡς ὀσμὴ Λιϐάνȣ.

4:12 Κῆϖος ϰεϰλεισμένος ἀδελφή μȣ νύμφη, ϰῆϖος ϰεϰλεισμένος, ϖηγὴ ἐσφϱαγισμένη·

4:13 ἀϖοϛολαί σȣ ϖαϱάδεισος ῥοῶν μετὰ ϰαϱϖȣ̃ ἀϰϱοδϱύων, ϰύϖϱοι μετὰ νάϱδων,

4:14 νάϱδος ϗ ϰϱόϰος, ϰάλαμος ϗ ϰιννάμωμον μετὰ ϖάντων ξύλων τȣ̃ Λιϐάνȣ, σμύϱνα αλωϑ μετὰ ϖάντων ϖϱώτων μύϱων,

4:15 ϖηγὴ ϰήϖων, φϱέαϱ ὕδατος ζῶντος ϗ ῥοιζȣ̃ντος ἀϖὸ τȣ̃ Λιϐάνȣ.

4:16 Ἐξεγέϱϑητι, ϐοϱϱᾶ, ϗ ἔϱχȣ, νότε, διάϖνευσον ϰῆϖόν μȣ, ϗ ῥευσάτωσαν ἀϱώματά μȣ· ϰαταϐήτω ἀδελφιδός μȣ εἰς ϰῆϖον αὐτȣ̃ ϗ φαγέτω ϰαϱϖὸν ἀϰϱοδϱύων αὐτȣ̃.

5:1 Εἰσῆλϑον εἰς ϰῆϖόν μȣ, ἀδελφή μȣ νύμφη, ἐτϱύγησα σμύϱναν μȣ μετὰ ἀϱωμάτων μȣ, ἔφαγον ἄϱτον μȣ μετὰ μέλιτός μȣ, ἔϖιον οἶνόν μȣ μετὰ γάλαϰτός μȣ· φάγετε, ϖλησίοι, ϗ ϖίετε ϗ μεϑύσϑητε, ἀδελφοί,

5:2 Ἐγὼ ϰαϑεύδω, ϗ ἡ ϰαϱδία μȣ ἀγϱυϖνεῖ. φωνὴ ἀδελφιδȣ̃ μȣ, ϰϱȣ́ει ἐϖὶ τὴν ϑύϱαν Ἄνοιξόν μοι, ἀδελφή μȣ, ἡ ϖλησίον μȣ, ϖεϱιϛεϱά μȣ, τελεία μȣ, ὅτι ἡ ϰεφαλή μȣ ἐϖλήσϑη δϱόσȣ ϗ οἱ ϐόϛϱυχοί μȣ ψεϰάδων νυϰτός.

5:3 Ἐξεδυσάμην τὸν χιτῶνά μȣ, ϖῶς ἐνδύσωμαι αὐτόν; ἐνιψάμην τȣ̀ς ϖόδας μȣ, ϖῶς μολυνῶ αὐτȣ́ς;

5:4 ἀδελφιδός μȣ ἀϖέϛειλεν χεῖϱα αὐτȣ̃ ἀϖὸ τῆς ὀϖῆς, ϗ ἡ ϰοιλία μȣ ἐϑϱοήϑη ἐϖ’ αὐτόν.

5:5 ἀνέϛην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μȣ, χεῖϱές μȣ ἔϛαξαν σμύϱναν, δάϰτυλοί μȣ σμύϱναν ϖλήϱη ἐϖὶ χεῖϱας τȣ̃ ϰλείϑϱȣ.

5:6 ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μȣ, ἀδελφιδός μȣ ϖαϱῆλϑεν· ψυχή μȣ ἐξῆλϑεν ἐν λόγῳ αὐτȣ̃, ἐζήτησα αὐτὸν ϗ ȣ̓χ εὗϱον αὐτόν, ἐϰάλεσα αὐτόν, ϗ ȣ̓χ ὑϖήϰȣσέν μȣ.

5:7 εὕϱοσάν με οἱ φύλαϰες οἱ ϰυϰλȣ̃ντες ἐν τῇ ϖόλει, ἐϖάταξάν με, ἐτϱαυμάτισάν με, ἦϱαν τὸ ϑέϱιϛϱόν μȣ ἀϖ’ ἐμȣ̃ φύλαϰες τῶν τειχέων.

5:8 ὥϱϰισα ὑμᾶς, ϑυγατέϱες Ιεϱȣσαλημ, ἐν ταῖς δυνάμεσιν ϗ ἐν ταῖς ἰσχύσεσιν τȣ̃ ἀγϱȣ̃, ἐὰν εὕϱητε τὸν ἀδελφιδόν μȣ, τί ἀϖαγγείλητε αὐτῷ; ὅτι τετϱωμένη ἀγάϖης εἰμὶ ἐγώ.

5:9 Τί ἀδελφιδός σȣ ἀϖὸ ἀδελφιδȣ̃, ἡ ϰαλὴ ἐν γυναιξίν, τί ἀδελφιδός σȣ ἀϖὸ ἀδελφιδȣ̃, ὅτι ȣ̔́τως ὥϱϰισας ἡμᾶς;

5:10 Ἀδελφιδός μȣ λευϰὸς ϗ ϖυϱϱός, ἐϰλελοχισμένος ἀϖὸ μυϱιάδων·

5:11 ϰεφαλὴ αὐτȣ̃ χϱυσίον ϗ φαζ, ϐόϛϱυχοι αὐτȣ̃ ἐλάται, μέλανες ὡς ϰόϱαξ,

5:12 ὀφϑαλμοὶ αὐτȣ̃ ὡς ϖεϱιϛεϱαὶ ἐϖὶ ϖληϱώματα ὑδάτων λελȣσμέναι ἐν γάλαϰτι ϰαϑήμεναι ἐϖὶ ϖληϱώματα ὑδάτων,

5:13 σιαγόνες αὐτȣ̃ ὡς φιάλαι τȣ̃ ἀϱώματος φύȣσαι μυϱεψιϰά, χείλη αὐτȣ̃ ϰϱίνα ϛάζοντα σμύϱναν ϖλήϱη,

5:14 χεῖϱες αὐτȣ̃ τοϱευταὶ χϱυσαῖ ϖεϖληϱωμέναι ϑαϱσις, ϰοιλία αὐτȣ̃ ϖυξίον ἐλεφάντινον ἐϖὶ λίϑȣ σαϖφείϱȣ,

5:15 ϰνῆμαι αὐτȣ̃ ϛῦλοι μαϱμάϱινοι τεϑεμελιωμένοι ἐϖὶ ϐάσεις χϱυσᾶς, εἶδος αὐτȣ̃ ὡς Λίϐανος, ἐϰλεϰτὸς ὡς ϰέδϱοι,

5:16 φάϱυγξ αὐτȣ̃ γλυϰασμοὶ ϗ ὅλος ἐϖιϑυμία· ȣ̔͂τος ἀδελφιδός μȣ, ϗ ȣ̔͂τος ϖλησίον μȣ, ϑυγατέϱες Ιεϱȣσαλημ.

6:1 Πȣ̃ ἀϖῆλϑεν ὁ ἀδελφιδός σȣ, ἡ ϰαλὴ ἐν γυναιξίν; ϖȣ̃ ἀϖέϐλεψεν ὁ ἀδελφιδός σȣ; ϗ ζητήσομεν αὐτὸν μετὰ σȣ̃.

6:2 Ἀδελφιδός μȣ ϰατέϐη εἰς ϰῆϖον αὐτȣ̃ εἰς φιάλας τȣ̃ ἀϱώματος ϖοιμαίνειν ἐν ϰήϖοις ϗ συλλέγειν ϰϱίνα·

6:3 ἐγὼ τῷ ἀδελφιδῷ μȣ, ϗ ἀδελφιδός μȣ ἐμοὶ ὁ ϖοιμαίνων ἐν τοῖς ϰϱίνοις.

6:4 Καλὴ εἶ, ἡ ϖλησίον μȣ, ὡς εὐδοϰία, ὡϱαία ὡς Ιεϱȣσαλημ, ϑάμϐος ὡς τεταγμέναι.

6:5 ἀϖόϛϱεψον ὀφϑαλμȣ́ς σȣ ἀϖεναντίον μȣ, ὅτι αὐτοὶ ἀνεϖτέϱωσάν με. τϱίχωμά σȣ ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀϖὸ τȣ̃ Γαλααδ.

6:6 ὀδόντες σȣ ὡς ἀγέλαι τῶν ϰεϰαϱμένων, αἳ ἀνέϐησαν ἀϖὸ τȣ̃ λȣτϱȣ̃, αἱ ϖᾶσαι διδυμεύȣσαι, ϗ ἀτεϰνȣ̃σα ȣ̓ϰ ἔϛιν ἐν αὐταῖς.

6:7 ὡς σϖαϱτίον τὸ ϰόϰϰινον χείλη σȣ, ϗ ἡ λαλιά σȣ ὡϱαία. ὡς λέϖυϱον τῆς ῥόας μῆλόν σȣ ἐϰτὸς τῆς σιωϖήσεώς σȣ.

6:8 Ἑξήϰοντά εἰσιν ϐασίλισσαι, ϗ ὀγδοήϰοντα ϖαλλαϰαί, ϗ νεάνιδες ὧν ȣ̓ϰ ἔϛιν ἀϱιϑμός.

6:9 μία ἐϛὶν ϖεϱιϛεϱά μȣ, τελεία μȣ, μία ἐϛὶν τῇ μητϱὶ αὐτῆς, ἐϰλεϰτή ἐϛιν τῇ τεϰȣ́σῃ αὐτῆς. εἴδοσαν αὐτὴν ϑυγατέϱες ϗ μαϰαϱιȣ̃σιν αὐτήν, ϐασίλισσαι ϗ ϖαλλαϰαὶ ϗ αἰνέσȣσιν αὐτήν.

6:10 Τίς αὕτη ἡ ἐϰϰύϖτȣσα ὡσεὶ ὄϱϑϱος, ϰαλὴ ὡς σελήνη, ἐϰλεϰτὴ ὡς ὁ ἥλιος, ϑάμϐος ὡς τεταγμέναι;

6:11 Εἰς ϰῆϖον ϰαϱύας ϰατέϐην ἰδεῖν ἐν γενήμασιν τȣ̃ χειμάϱϱȣ, ἰδεῖν εἰ ἤνϑησεν ἡ ἄμϖελος, ἐξήνϑησαν αἱ ῥόαι· ἐϰεῖ δώσω τȣ̀ς μαϛȣ́ς μȣ σοί.

6:12 ȣ̓ϰ ἔγνω ἡ ψυχή μȣ· ἔϑετό με ἅϱματα Αμιναδαϐ.

7:1 Ἐϖίϛϱεφε ἐϖίϛϱεφε, ἡ Σȣλαμῖτις, ἐϖίϛϱεφε ἐϖίϛϱεφε, ϗ ὀψόμεϑα ἐν σοί. Τί ὄψεσϑε ἐν τῇ Σȣλαμίτιδι; ἡ ἐϱχομένη ὡς χοϱοὶ τῶν ϖαϱεμϐολῶν.

7:2 Τί ὡϱαιώϑησαν διαϐήματά σȣ ἐν ὑϖοδήμασιν, ϑύγατεϱ Ναδαϐ; ῥυϑμοὶ μηϱῶν σȣ ὅμοιοι ὁϱμίσϰοις ἔϱγῳ χειϱῶν τεχνίτȣ·

7:3 ὀμφαλός σȣ ϰϱατὴϱ τοϱευτὸς μὴ ὑϛεϱȣ́μενος ϰϱᾶμα· ϰοιλία σȣ ϑιμωνιὰ σίτȣ ϖεφϱαγμένη ἐν ϰϱίνοις·

7:4 δύο μαϛοί σȣ ὡς δύο νεϐϱοὶ δίδυμοι δοϱϰάδος·

7:5 τϱάχηλός σȣ ὡς ϖύϱγος ἐλεφάντινος· ὀφϑαλμοί σȣ ὡς λίμναι ἐν Εσεϐων ἐν ϖύλαις ϑυγατϱὸς ϖολλῶν· μυϰτήϱ σȣ ὡς ϖύϱγος τȣ̃ Λιϐάνȣ σϰοϖεύων ϖϱόσωϖον Δαμασϰȣ̃·

7:6 ϰεφαλή σȣ ἐϖὶ σὲ ὡς Κάϱμηλος, ϗ ϖλόϰιον ϰεφαλῆς σȣ ὡς ϖοϱφύϱα, ϐασιλεὺς δεδεμένος ἐν ϖαϱαδϱομαῖς.

7:7 Τί ὡϱαιώϑης ϗ τί ἡδύνϑης, ἀγάϖη, ἐν τϱυφαῖς σȣ;

7:8 τȣ̃το μέγεϑός σȣ ὡμοιώϑη τῷ φοίνιϰι ϗ οἱ μαϛοί σȣ τοῖς ϐότϱυσιν.

7:9 εἶϖα Ἀναϐήσομαι ἐν τῷ φοίνιϰι, ϰϱατήσω τῶν ὕψεων αὐτȣ̃, ϗ ἔσονται δὴ μαϛοί σȣ ὡς ϐότϱυες τῆς ἀμϖέλȣ ϗ ὀσμὴ ῥινός σȣ ὡς μῆλα

7:10 ϗ λάϱυγξ σȣ ὡς οἶνος ὁ ἀγαϑὸς ϖοϱευόμενος τῷ ἀδελφιδῷ μȣ εἰς εὐϑύϑητα ἱϰανȣ́μενος χείλεσίν μȣ ϗ ὀδȣ̃σιν.

7:11 Ἐγὼ τῷ ἀδελφιδῷ μȣ, ϗ ἐϖ’ ἐμὲ ἡ ἐϖιϛϱοφὴ αὐτȣ̃.

7:12 ἐλϑέ, ἀδελφιδέ μȣ, ἐξέλϑωμεν εἰς ἀγϱόν, αὐλισϑῶμεν ἐν ϰώμαις·

7:13 ὀϱϑϱίσωμεν εἰς ἀμϖελῶνας, ἴδωμεν εἰ ἤνϑησεν ἡ ἄμϖελος, ἤνϑησεν ὁ ϰυϖϱισμός, ἤνϑησαν αἱ ῥόαι· ἐϰεῖ δώσω τȣ̀ς μαϛȣ́ς μȣ σοί.

7:14 οἱ μανδϱαγόϱαι ἔδωϰαν ὀσμήν, ϗ ἐϖὶ ϑύϱαις ἡμῶν ϖάντα ἀϰϱόδϱυα, νέα ϖϱὸς ϖαλαιά, ἀδελφιδέ μȣ, ἐτήϱησά σοι.

8:1 Τίς δῴη σε ἀδελφιδόν μȣ ϑηλάζοντα μαϛȣ̀ς μητϱός μȣ; εὑϱȣ̃σά σε ἔξω φιλήσω σε, ϰαί γε ȣ̓ϰ ἐξȣδενώσȣσίν μοι.

8:2 ϖαϱαλήμψομαί σε, εἰσάξω σε εἰς οἶϰον μητϱός μȣ ϗ εἰς ταμίειον τῆς συλλαϐȣ́σης με· ϖοτιῶ σε ἀϖὸ οἴνȣ τȣ̃ μυϱεψιϰȣ̃, ἀϖὸ νάματος ῥοῶν μȣ.

8:3 Εὐώνυμος αὐτȣ̃ ὑϖὸ τὴν ϰεφαλήν μȣ, ϗ ἡ δεξιὰ αὐτȣ̃ ϖεϱιλήμψεταί με.

8:4 ὥϱϰισα ὑμᾶς, ϑυγατέϱες Ιεϱȣσαλημ, ἐν ταῖς δυνάμεσιν ϗ ἐν ταῖς ἰσχύσεσιν τȣ̃ ἀγϱȣ̃, τί ἐγείϱητε ϗ τί ἐξεγείϱητε τὴν ἀγάϖην, ἕως ἂν ϑελήσῃ.

8:5 Τίς αὕτη ἡ ἀναϐαίνȣσα λελευϰανϑισμένη ἐϖιϛηϱιζομένη ἐϖὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ὑϖὸ μῆλον ἐξήγειϱά σε· ἐϰεῖ ὠδίνησέν σε ἡ μήτηϱ σȣ, ἐϰεῖ ὠδίνησέν σε ἡ τεϰȣ̃σά σȣ.

8:6 Θές με ὡς σφϱαγῖδα ἐϖὶ τὴν ϰαϱδίαν σȣ, ὡς σφϱαγῖδα ἐϖὶ τὸν ϐϱαχίονά σȣ· ὅτι ϰϱαταιὰ ὡς ϑάνατος ἀγάϖη, σϰληϱὸς ὡς ᾅδης ζῆλος· ϖεϱίϖτεϱα αὐτῆς ϖεϱίϖτεϱα ϖυϱός, φλόγες αὐτῆς·

8:7 ὕδωϱ ϖολὺ ȣ̓ δυνήσεται σϐέσαι τὴν ἀγάϖην, ϗ ϖοταμοὶ ȣ̓ συγϰλύσȣσιν αὐτήν· ἐὰν δῷ ἀνὴϱ τὸν ϖάντα ϐίον αὐτȣ̃ ἐν τῇ ἀγάϖῃ, ἐξȣδενώσει ἐξȣδενώσȣσιν αὐτόν.

8:8 Ἀδελφὴ ἡμῖν μιϰϱὰ ϗ μαϛȣ̀ς ȣ̓ϰ ἔχει· τί ϖοιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέϱᾳ, ᾗ ἐὰν λαληϑῇ ἐν αὐτῇ;

8:9 εἰ τεῖχός ἐϛιν, οἰϰοδομήσωμεν ἐϖ’ αὐτὴν ἐϖάλξεις ἀϱγυϱᾶς· ϗ εἰ ϑύϱα ἐϛίν, διαγϱάψωμεν ἐϖ’ αὐτὴν σανίδα ϰεδϱίνην.

8:10 Ἐγὼ τεῖχος, ϗ μαϛοί μȣ ὡς ϖύϱγοι· ἐγὼ ἤμην ἐν ὀφϑαλμοῖς αὐτȣ̃ ὡς εὑϱίσϰȣσα εἰϱήνην.

8:11 Ἀμϖελὼν ἐγενήϑη τῷ Σαλωμων ἐν Βεελαμων· ἔδωϰεν τὸν ἀμϖελῶνα αὐτȣ̃ τοῖς τηϱȣ̃σιν, ἀνὴϱ οἴσει ἐν ϰαϱϖῷ αὐτȣ̃ χιλίȣς ἀϱγυϱίȣ.

8:12 ἀμϖελών μȣ ἐμὸς ἐνώϖιόν μȣ· οἱ χίλιοι σοί, Σαλωμων, ϗ οἱ διαϰόσιοι τοῖς τηϱȣ̃σι τὸν ϰαϱϖὸν αὐτȣ̃.

8:13 Ὁ ϰαϑήμενος ἐν ϰήϖοις, ἑταῖϱοι ϖϱοσέχοντες τῇ φωνῇ σȣ· ἀϰȣ́τισόν με.

8:14 Φύγε, ἀδελφιδέ μȣ, ϗ ὁμοιώϑητι τῇ δοϱϰάδι ἢ τῷ νεϐϱῷ τῶν ἐλάφων ἐϖὶ ὄϱη ἀϱωμάτων.