Δωδεκαπρόφητον

Ὠσηέ

1:1 Λόγος ϰυϱίȣ, ὃς ἐγενήϑη ϖϱὸς Ωσηε τὸν τȣ̃ Βεηϱι ἐν ἡμέϱαις Οζιȣ ϗ Ιωαϑαμ ϗ Αχαζ ϗ Εζεϰιȣ ϐασιλέων Ιȣδα ϗ ἐν ἡμέϱαις Ιεϱοϐοαμ υἱȣ̃ Ιωας ϐασιλέως Ισϱαηλ.

1:2 Ἀϱχὴ λόγȣ ϰυϱίȣ ϖϱὸς Ωσηε· ϗ εἶϖεν ϰύϱιος ϖϱὸς Ωσηε Βάδιζε λαϐὲ σεαυτῷ γυναῖϰα ϖοϱνείας ϗ τέϰνα ϖοϱνείας, διότι ἐϰϖοϱνεύȣσα ἐϰϖοϱνεύσει ἡ γῆ ἀϖὸ ὄϖισϑεν τȣ̃ ϰυϱίȣ.

1:3 ϗ ἐϖοϱεύϑη ϗ ἔλαϐεν τὴν Γομεϱ ϑυγατέϱα Δεϐηλαιμ, ϗ συνέλαϐεν ϗ ἔτεϰεν αὐτῷ υἱόν.

1:4 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτȣ̃ Ιεζϱαελ, διότι ἔτι μιϰϱὸν ϗ ἐϰδιϰήσω τὸ αἷμα τȣ̃ Ιεζϱαελ ἐϖὶ τὸν οἶϰον Ιȣ ϗ ϰαταϖαύσω ϐασιλείαν οἴϰȣ Ισϱαηλ·

1:5 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ συντϱίψω τὸ τόξον τȣ̃ Ισϱαηλ ἐν τῇ ϰοιλάδι τȣ̃ Ιεζϱαελ. –

1:6 ϗ συνέλαϐεν ἔτι ϗ ἔτεϰεν ϑυγατέϱα. ϗ εἶϖεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Ȣ̓ϰ – ἠλεημένη, διότι ȣ̓ μὴ ϖϱοσϑήσω ἔτι ἐλεῆσαι τὸν οἶϰον τȣ̃ Ισϱαηλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.

1:7 τȣ̀ς δὲ υἱȣ̀ς Ιȣδα ἐλεήσω ϗ σώσω αὐτȣ̀ς ἐν ϰυϱίῳ ϑεῷ αὐτῶν ϗ ȣ̓ σώσω αὐτȣ̀ς ἐν τόξῳ ȣ̓δὲ ἐν ῥομφαίᾳ ȣ̓δὲ ἐν ϖολέμῳ ȣ̓δὲ ἐν ἅϱμασιν ȣ̓δὲ ἐν ἵϖϖοις ȣ̓δὲ ἐν ἱϖϖεῦσιν. –

1:8 ϗ ἀϖεγαλάϰτισεν τὴν Ȣ̓ϰ – ἠλεημένην ϗ συνέλαϐεν ἔτι ϗ ἔτεϰεν υἱόν.

1:9 ϗ εἶϖεν Κάλεσον τὸ ὄνομα αὐτȣ̃ Ȣ̓ – λαός – μȣ, διότι ὑμεῖς ȣ̓ λαός μȣ, ϗ ἐγὼ ȣ̓́ϰ εἰμι ὑμῶν.

2:1 Ϗ ἦν ὁ ἀϱιϑμὸς τῶν υἱῶν Ισϱαηλ ὡς ἡ ἄμμος τῆς ϑαλάσσης, ἣ ȣ̓ϰ ἐϰμετϱηϑήσεται ȣ̓δὲ ἐξαϱιϑμηϑήσεται· ϗ ἔϛαι ἐν τῷ τόϖῳ, ȣ̔͂ ἐϱϱέϑη αὐτοῖς Ȣ̓ λαός μȣ ὑμεῖς, ἐϰεῖ ϰληϑήσονται υἱοὶ ϑεȣ̃ ζῶντος.

2:2 ϗ συναχϑήσονται οἱ υἱοὶ Ιȣδα ϗ οἱ υἱοὶ Ισϱαηλ ἐϖὶ τὸ αὐτὸ ϗ ϑήσονται ἑαυτοῖς ἀϱχὴν μίαν ϗ ἀναϐήσονται ἐϰ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέϱα τȣ̃ Ιεζϱαελ.

2:3 εἴϖατε τῷ ἀδελφῷ ὑμῶν Λαός – μȣ ϗ τῇ ἀδελφῇ ὑμῶν Ἠλεημένη.

2:4 Κϱίϑητε ϖϱὸς τὴν μητέϱα ὑμῶν ϰϱίϑητε, ὅτι αὐτὴ ȣ̓ γυνή μȣ, ϗ ἐγὼ ȣ̓ϰ ἀνὴϱ αὐτῆς· ϗ ἐξαϱῶ τὴν ϖοϱνείαν αὐτῆς ἐϰ ϖϱοσώϖȣ μȣ ϗ τὴν μοιχείαν αὐτῆς ἐϰ μέσȣ μαϛῶν αὐτῆς,

2:5 ὅϖως ἂν ἐϰδύσω αὐτὴν γυμνὴν ϗ ἀϖοϰαταϛήσω αὐτὴν ϰαϑὼς ἡμέϱᾳ γενέσεως αὐτῆς· ϗ ϑήσομαι αὐτὴν ὡς ἔϱημον ϗ τάξω αὐτὴν ὡς γῆν ἄνυδϱον ϗ ἀϖοϰτενῶ αὐτὴν ἐν δίψει·

2:6 ϗ τὰ τέϰνα αὐτῆς ȣ̓ μὴ ἐλεήσω, ὅτι τέϰνα ϖοϱνείας ἐϛίν.

2:7 ὅτι ἐξεϖόϱνευσεν ἡ μήτηϱ αὐτῶν, ϰατῄσχυνεν ἡ τεϰȣ̃σα αὐτά· εἶϖεν γάϱ Ἀϰολȣϑήσω ὀϖίσω τῶν ἐϱαϛῶν μȣ τῶν διδόντων μοι τȣ̀ς ἄϱτȣς μȣ ϗ τὸ ὕδωϱ μȣ ϗ τὰ ἱμάτιά μȣ ϗ τὰ ὀϑόνιά μȣ ϗ τὸ ἔλαιόν μȣ ϗ ϖάντα ὅσα μοι ϰαϑήϰει.

2:8 διὰ τȣ̃το ἰδȣ̀ ἐγὼ φϱάσσω τὴν ὁδὸν αὐτῆς ἐν σϰόλοψιν ϗ ἀνοιϰοδομήσω τὰς ὁδȣ̀ς αὐτῆς, ϗ τὴν τϱίϐον αὐτῆς ȣ̓ μὴ εὕϱῃ·

2:9 ϗ ϰαταδιώξεται τȣ̀ς ἐϱαϛὰς αὐτῆς ϗ ȣ̓ μὴ ϰαταλάϐῃ αὐτȣ́ς· ϗ ζητήσει αὐτȣ̀ς ϗ ȣ̓ μὴ εὕϱῃ αὐτȣ́ς· ϗ ἐϱεῖ Ποϱεύσομαι ϗ ἐϖιϛϱέψω ϖϱὸς τὸν ἄνδϱα μȣ τὸν ϖϱότεϱον, ὅτι ϰαλῶς μοι ἦν τότε ἢ νῦν.

2:10 ϗ αὐτὴ ȣ̓ϰ ἔγνω ὅτι ἐγὼ δέδωϰα αὐτῇ τὸν σῖτον ϗ τὸν οἶνον ϗ τὸ ἔλαιον, ϗ ἀϱγύϱιον ἐϖλήϑυνα αὐτῇ· αὐτὴ δὲ ἀϱγυϱᾶ ϗ χϱυσᾶ ἐϖοίησεν τῇ Βααλ.

2:11 διὰ τȣ̃το ἐϖιϛϱέψω ϗ ϰομιȣ̃μαι τὸν σῖτόν μȣ ϰαϑ’ ὥϱαν αὐτȣ̃ ϗ τὸν οἶνόν μȣ ἐν ϰαιϱῷ αὐτȣ̃ ϗ ἀφελȣ̃μαι τὰ ἱμάτιά μȣ ϗ τὰ ὀϑόνιά μȣ τȣ̃ μὴ ϰαλύϖτειν τὴν ἀσχημοσύνην αὐτῆς·

2:12 ϗ νῦν ἀϖοϰαλύψω τὴν ἀϰαϑαϱσίαν αὐτῆς ἐνώϖιον τῶν ἐϱαϛῶν αὐτῆς, ϗ ȣ̓δεὶς ȣ̓ μὴ ἐξέληται αὐτὴν ἐϰ χειϱός μȣ·

2:13 ϗ ἀϖοϛϱέψω ϖάσας τὰς εὐφϱοσύνας αὐτῆς, ἑοϱτὰς αὐτῆς ϗ τὰς νȣμηνίας αὐτῆς ϗ τὰ σάϐϐατα αὐτῆς ϗ ϖάσας τὰς ϖανηγύϱεις αὐτῆς·

2:14 ϗ ἀφανιῶ ἄμϖελον αὐτῆς ϗ τὰς συϰᾶς αὐτῆς, ὅσα εἶϖεν Μισϑώματά μȣ ταῦτά ἐϛιν ἃ ἔδωϰάν μοι οἱ ἐϱαϛαί μȣ, ϗ ϑήσομαι αὐτὰ εἰς μαϱτύϱιον, ϗ ϰαταφάγεται αὐτὰ τὰ ϑηϱία τȣ̃ ἀγϱȣ̃ ϗ τὰ ϖετεινὰ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ τὰ ἑϱϖετὰ τῆς γῆς·

2:15 ϗ ἐϰδιϰήσω ἐϖ’ αὐτὴν τὰς ἡμέϱας τῶν Βααλιμ, ἐν αἷς ἐϖέϑυεν αὐτοῖς ϗ ϖεϱιετίϑετο τὰ ἐνώτια αὐτῆς ϗ τὰ ϰαϑόϱμια αὐτῆς ϗ ἐϖοϱεύετο ὀϖίσω τῶν ἐϱαϛῶν αὐτῆς, ἐμȣ̃ δὲ ἐϖελάϑετο, λέγει ϰύϱιος.

2:16 Διὰ τȣ̃το ἰδȣ̀ ἐγὼ ϖλανῶ αὐτὴν ϗ τάξω αὐτὴν εἰς ἔϱημον ϗ λαλήσω ἐϖὶ τὴν ϰαϱδίαν αὐτῆς

2:17 ϗ δώσω αὐτῇ τὰ ϰτήματα αὐτῆς ἐϰεῖϑεν ϗ τὴν ϰοιλάδα Αχωϱ διανοῖξαι σύνεσιν αὐτῆς, ϗ ταϖεινωϑήσεται ἐϰεῖ ϰατὰ τὰς ἡμέϱας νηϖιότητος αὐτῆς ϗ ϰατὰ τὰς ἡμέϱας ἀναϐάσεως αὐτῆς ἐϰ γῆς Αἰγύϖτȣ.

2:18 ϗ ἔϛαι ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος, ϰαλέσει με Ὁ ἀνήϱ μȣ, ϗ ȣ̓ ϰαλέσει με ἔτι Βααλιμ·

2:19 ϗ ἐξαϱῶ τὰ ὀνόματα τῶν Βααλιμ ἐϰ ϛόματος αὐτῆς, ϗ ȣ̓ μὴ μνησϑῶσιν ȣ̓ϰέτι τὰ ὀνόματα αὐτῶν.

2:20 ϗ διαϑήσομαι αὐτοῖς ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ διαϑήϰην μετὰ τῶν ϑηϱίων τȣ̃ ἀγϱȣ̃ ϗ μετὰ τῶν ϖετεινῶν τȣ̃ ȣ̓ϱανȣ̃ ϗ μετὰ τῶν ἑϱϖετῶν τῆς γῆς· ϗ τόξον ϗ ῥομφαίαν ϗ ϖόλεμον συντϱίψω ἀϖὸ τῆς γῆς ϗ ϰατοιϰιῶ σε ἐϖ’ ἐλϖίδι.

2:21 ϗ μνηϛεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα ϗ μνηϛεύσομαί σε ἐμαυτῷ ἐν διϰαιοσύνῃ ϗ ἐν ϰϱίματι ϗ ἐν ἐλέει ϗ ἐν οἰϰτιϱμοῖς

2:22 ϗ μνηϛεύσομαί σε ἐμαυτῷ ἐν ϖίϛει, ϗ ἐϖιγνώσῃ τὸν ϰύϱιον.

2:23 ϗ ἔϛαι ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος, ἐϖαϰȣ́σομαι τῷ ȣ̓ϱανῷ, ϗ ὁ ȣ̓ϱανὸς ἐϖαϰȣ́σεται τῇ γῇ,

2:24 ϗ ἡ γῆ ἐϖαϰȣ́σεται τὸν σῖτον ϗ τὸν οἶνον ϗ τὸ ἔλαιον, ϗ αὐτὰ ἐϖαϰȣ́σεται τῷ Ιεζϱαελ.

2:25 ϗ σϖεϱῶ αὐτὴν ἐμαυτῷ ἐϖὶ τῆς γῆς ϗ ἐλεήσω τὴν Ȣ̓ϰ – ἠλεημένην ϗ ἐϱῶ τῷ Ȣ̓ – λαῷ – μȣ Λαός μȣ εἶ σύ, ϗ αὐτὸς ἐϱεῖ Κύϱιος ὁ ϑεός μȣ εἶ σύ.

3:1 Ϗ εἶϖεν ϰύϱιος ϖϱός με Ἔτι ϖοϱεύϑητι ϗ ἀγάϖησον γυναῖϰα ἀγαϖῶσαν ϖονηϱὰ ϗ μοιχαλίν, ϰαϑὼς ἀγαϖᾷ ὁ ϑεὸς τȣ̀ς υἱȣ̀ς Ισϱαηλ ϗ αὐτοὶ ἀϖοϐλέϖȣσιν ἐϖὶ ϑεȣ̀ς ἀλλοτϱίȣς ϗ φιλȣ̃σιν ϖέμματα μετὰ ϛαφίδων

3:2 ϗ ἐμισϑωσάμην ἐμαυτῷ ϖεντεϰαίδεϰα ἀϱγυϱίȣ ϗ γομοϱ ϰϱιϑῶν ϗ νεϐελ οἴνȣ

3:3 ϗ εἶϖα ϖϱὸς αὐτήν Ἡμέϱας ϖολλὰς ϰαϑήσῃ ἐϖ’ ἐμοὶ ϗ ȣ̓ μὴ ϖοϱνεύσῃς ȣ̓δὲ μὴ γένῃ ἀνδϱὶ ἑτέϱῳ, ϗ ἐγὼ ἐϖὶ σοί.

3:4 διότι ἡμέϱας ϖολλὰς ϰαϑήσονται οἱ υἱοὶ Ισϱαηλ ȣ̓ϰ ὄντος ϐασιλέως ȣ̓δὲ ὄντος ἄϱχοντος ȣ̓δὲ ȣ̓́σης ϑυσίας ȣ̓δὲ ὄντος ϑυσιαϛηϱίȣ ȣ̓δὲ ἱεϱατείας ȣ̓δὲ δήλων.

3:5 ϗ μετὰ ταῦτα ἐϖιϛϱέψȣσιν οἱ υἱοὶ Ισϱαηλ ϗ ἐϖιζητήσȣσιν ϰύϱιον τὸν ϑεὸν αὐτῶν ϗ Δαυιδ τὸν ϐασιλέα αὐτῶν· ϗ ἐϰϛήσονται ἐϖὶ τῷ ϰυϱίῳ ϗ ἐϖὶ τοῖς ἀγαϑοῖς αὐτȣ̃ ἐϖ’ ἐσχάτων τῶν ἡμεϱῶν.

4:1 Ἀϰȣ́σατε λόγον ϰυϱίȣ, υἱοὶ Ισϱαηλ, διότι ϰϱίσις τῷ ϰυϱίῳ ϖϱὸς τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν γῆν, διότι ȣ̓ϰ ἔϛιν ἀλήϑεια ȣ̓δὲ ἔλεος ȣ̓δὲ ἐϖίγνωσις ϑεȣ̃ ἐϖὶ τῆς γῆς·

4:2 ἀϱὰ ϗ ψεῦδος ϗ φόνος ϗ ϰλοϖὴ ϗ μοιχεία ϰέχυται ἐϖὶ τῆς γῆς, ϗ αἵματα ἐφ’ αἵμασιν μίσγȣσιν.

4:3 διὰ τȣ̃το ϖενϑήσει ἡ γῆ ϗ σμιϰϱυνϑήσεται σὺν ϖᾶσιν τοῖς ϰατοιϰȣ̃σιν αὐτήν, σὺν τοῖς ϑηϱίοις τȣ̃ ἀγϱȣ̃ ϗ σὺν τοῖς ἑϱϖετοῖς τῆς γῆς ϗ σὺν τοῖς ϖετεινοῖς τȣ̃ ȣ̓ϱανȣ̃, ϗ οἱ ἰχϑύες τῆς ϑαλάσσης ἐϰλείψȣσιν,

4:4 ὅϖως μηδεὶς μήτε διϰάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μȣ ὡς ἀντιλεγόμενος ἱεϱεύς.

4:5 ϗ ἀσϑενήσεις ἡμέϱας, ϗ ἀσϑενήσει ϗ ϖϱοφήτης μετὰ σȣ̃· νυϰτὶ ὡμοίωσα τὴν μητέϱα σȣ.

4:6 ὡμοιώϑη ὁ λαός μȣ ὡς ȣ̓ϰ ἔχων γνῶσιν· ὅτι σὺ ἐϖίγνωσιν ἀϖώσω, ϰἀγὼ ἀϖώσομαι σὲ τȣ̃ μὴ ἱεϱατεύειν μοι· ϗ ἐϖελάϑȣ νόμον ϑεȣ̃ σȣ, ϰἀγὼ ἐϖιλήσομαι τέϰνων σȣ.

4:7 ϰατὰ τὸ ϖλῆϑος αὐτῶν ȣ̔́τως ἥμαϱτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν ϑήσομαι.

4:8 ἁμαϱτίας λαȣ̃ μȣ φάγονται ϗ ἐν ταῖς ἀδιϰίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν.

4:9 ϗ ἔϛαι ϰαϑὼς ὁ λαὸς ȣ̔́τως ϗ ὁ ἱεϱεύς, ϗ ἐϰδιϰήσω ἐϖ’ αὐτὸν τὰς ὁδȣ̀ς αὐτȣ̃ ϗ τὰ διαϐȣ́λια αὐτȣ̃ ἀνταϖοδώσω αὐτῷ.

4:10 ϗ φάγονται ϗ ȣ̓ μὴ ἐμϖλησϑῶσιν, ἐϖόϱνευσαν ϗ ȣ̓ μὴ ϰατευϑύνωσιν, διότι τὸν ϰύϱιον ἐγϰατέλιϖον τȣ̃ φυλάξαι.

4:11 Ποϱνείαν ϗ οἶνον ϗ μέϑυσμα ἐδέξατο ϰαϱδία λαȣ̃ μȣ.

4:12 ἐν συμϐόλοις ἐϖηϱώτων, ϗ ἐν ῥάϐδοις αὐτȣ̃ ἀϖήγγελλον αὐτῷ· ϖνεύματι ϖοϱνείας ἐϖλανήϑησαν ϗ ἐξεϖόϱνευσαν ἀϖὸ τȣ̃ ϑεȣ̃ αὐτῶν.

4:13 ἐϖὶ τὰς ϰοϱυφὰς τῶν ὀϱέων ἐϑυσίαζον ϗ ἐϖὶ τȣ̀ς ϐȣνȣ̀ς ἔϑυον, ὑϖοϰάτω δϱυὸς ϗ λεύϰης ϗ δένδϱȣ συσϰιάζοντος, ὅτι ϰαλὸν σϰέϖη. διὰ τȣ̃το ἐϰϖοϱνεύσȣσιν αἱ ϑυγατέϱες ὑμῶν, ϗ αἱ νύμφαι ὑμῶν μοιχεύσȣσιν·

4:14 ϗ ȣ̓ μὴ ἐϖισϰέψωμαι ἐϖὶ τὰς ϑυγατέϱας ὑμῶν, ὅταν ϖοϱνεύωσιν, ϗ ἐϖὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύωσιν, διότι ϗ αὐτοὶ μετὰ τῶν ϖοϱνῶν συνεφύϱοντο ϗ μετὰ τῶν τετελεσμένων ἔϑυον, ϗ ὁ λαὸς ὁ συνίων συνεϖλέϰετο μετὰ ϖόϱνης.

4:15 Σὺ δέ, Ισϱαηλ, μὴ ἀγνόει, ϗ Ιȣδα, μὴ εἰσϖοϱεύεσϑε εἰς Γαλγαλα ϗ μὴ ἀναϐαίνετε εἰς τὸν οἶϰον Ων ϗ μὴ ὀμνύετε ζῶντα ϰύϱιον.

4:16 ὅτι ὡς δάμαλις ϖαϱοιϛϱῶσα ϖαϱοίϛϱησεν Ισϱαηλ· νῦν νεμήσει αὐτȣ̀ς ϰύϱιος ὡς ἀμνὸν ἐν εὐϱυχώϱῳ.

4:17 μέτοχος εἰδώλων Εφϱαιμ ἔϑηϰεν ἑαυτῷ σϰάνδαλα.

4:18 ᾑϱέτισεν Χαναναίȣς· ϖοϱνεύοντες ἐξεϖόϱνευσαν, ἠγάϖησαν ἀτιμίαν ἐϰ φϱυάγματος αὐτῶν.

4:19 συϛϱοφὴ ϖνεύματος σὺ εἶ ἐν ταῖς ϖτέϱυξιν αὐτῆς, ϗ ϰαταισχυνϑήσονται ἐϰ τῶν ϑυσιαϛηϱίων αὐτῶν.

5:1 Ἀϰȣ́σατε ταῦτα, οἱ ἱεϱεῖς, ϗ ϖϱοσέχετε, οἶϰος Ισϱαηλ, ϗ ὁ οἶϰος τȣ̃ ϐασιλέως, ἐνωτίζεσϑε, διότι ϖϱὸς ὑμᾶς ἐϛιν τὸ ϰϱίμα, ὅτι ϖαγὶς ἐγενήϑητε τῇ σϰοϖιᾷ ϗ ὡς δίϰτυον ἐϰτεταμένον ἐϖὶ τὸ Ἰταϐύϱιον,

5:2 ὃ οἱ ἀγϱεύοντες τὴν ϑήϱαν ϰατέϖηξαν. ἐγὼ δὲ ϖαιδευτὴς ὑμῶν·

5:3 ἐγὼ ἔγνων τὸν Εφϱαιμ, ϗ Ισϱαηλ ȣ̓ϰ ἄϖεϛιν ἀϖ’ ἐμȣ̃, διότι νῦν ἐξεϖόϱνευσεν Εφϱαιμ, ἐμιάνϑη Ισϱαηλ·

5:4 ȣ̓ϰ ἔδωϰαν τὰ διαϐȣ́λια αὐτῶν τȣ̃ ἐϖιϛϱέψαι ϖϱὸς τὸν ϑεὸν αὐτῶν, ὅτι ϖνεῦμα ϖοϱνείας ἐν αὐτοῖς ἐϛιν, τὸν δὲ ϰύϱιον ȣ̓ϰ ἐϖέγνωσαν.

5:5 ϗ ταϖεινωϑήσεται ἡ ὕϐϱις τȣ̃ Ισϱαηλ εἰς ϖϱόσωϖον αὐτȣ̃, ϗ Ισϱαηλ ϗ Εφϱαιμ ἀσϑενήσȣσιν ἐν ταῖς ἀδιϰίαις αὐτῶν, ϗ ἀσϑενήσει ϗ Ιȣδας μετ’ αὐτῶν.

5:6 μετὰ ϖϱοϐάτων ϗ μόσχων ϖοϱεύσονται τȣ̃ ἐϰζητῆσαι τὸν ϰύϱιον ϗ ȣ̓ μὴ εὕϱωσιν αὐτόν, ὅτι ἐξέϰλινεν ἀϖ’ αὐτῶν,

5:7 ὅτι τὸν ϰύϱιον ἐγϰατέλιϖον, ὅτι τέϰνα ἀλλότϱια ἐγεννήϑησαν αὐτοῖς· νῦν ϰαταφάγεται αὐτȣ̀ς ἡ ἐϱυσίϐη ϗ τȣ̀ς ϰλήϱȣς αὐτῶν.

5:8 Σαλϖίσατε σάλϖιγγι ἐϖὶ τȣ̀ς ϐȣνȣ́ς, ἠχήσατε ἐϖὶ τῶν ὑψηλῶν, ϰηϱύξατε ἐν τῷ οἴϰῳ Ων· ἐξέϛη Βενιαμιν,

5:9 Εφϱαιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέϱαις ἐλέγχȣ· ἐν ταῖς φυλαῖς τȣ̃ Ισϱαηλ ἔδειξα ϖιϛά.

5:10 ἐγένοντο οἱ ἄϱχοντες Ιȣδα ὡς μετατιϑέντες ὅϱια, ἐϖ’ αὐτȣ̀ς ἐϰχεῶ ὡς ὕδωϱ τὸ ὅϱμημά μȣ.

5:11 ϰατεδυνάϛευσεν Εφϱαιμ τὸν ἀντίδιϰον αὐτȣ̃, ϰατεϖάτησεν ϰϱίμα, ὅτι ἤϱξατο ϖοϱεύεσϑαι ὀϖίσω τῶν ματαίων.

5:12 ϗ ἐγὼ ὡς ταϱαχὴ τῷ Εφϱαιμ ϗ ὡς ϰέντϱον τῷ οἴϰῳ Ιȣδα.

5:13 ϗ εἶδεν Εφϱαιμ τὴν νόσον αὐτȣ̃ ϗ Ιȣδας τὴν ὀδύνην αὐτȣ̃, ϗ ἐϖοϱεύϑη Εφϱαιμ ϖϱὸς Ασσυϱίȣς ϗ ἀϖέϛειλεν ϖϱέσϐεις ϖϱὸς ϐασιλέα Ιαϱιμ· ϗ αὐτὸς ȣ̓ϰ ἠδυνάσϑη ἰάσασϑαι ὑμᾶς, ϗ ȣ̓ μὴ διαϖαύσῃ ἐξ ὑμῶν ὀδύνη.

5:14 διότι ἐγώ εἰμι ὡς ϖανϑὴϱ τῷ Εφϱαιμ ϗ ὡς λέων τῷ οἴϰῳ Ιȣδα· ϗ ἐγὼ ἁϱϖῶμαι ϗ ϖοϱεύσομαι ϗ λήμψομαι, ϗ ȣ̓ϰ ἔϛαι ὁ ἐξαιϱȣ́μενος.

5:15 ϖοϱεύσομαι ϗ ἐϖιϛϱέψω εἰς τὸν τόϖον μȣ, ἕως ȣ̔͂ ἀφανισϑῶσιν· ϗ ἐϖιζητήσȣσιν τὸ ϖϱόσωϖόν μȣ, ἐν ϑλίψει αὐτῶν ὀϱϑϱιȣ̃σι ϖϱός με λέγοντες

6:1 Ποϱευϑῶμεν ϗ ἐϖιϛϱέψωμεν ϖϱὸς ϰύϱιον τὸν ϑεὸν ἡμῶν, ὅτι αὐτὸς ἥϱϖαϰεν ϗ ἰάσεται ἡμᾶς, ϖατάξει ϗ μοτώσει ἡμᾶς·

6:2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέϱας, ἐν τῇ ἡμέϱᾳ τῇ τϱίτῃ ἀναϛησόμεϑα ϗ ζησόμεϑα ἐνώϖιον αὐτȣ̃·

6:3 ϗ γνωσόμεϑα διώξομεν τȣ̃ γνῶναι τὸν ϰύϱιον, ὡς ὄϱϑϱον ἕτοιμον εὑϱήσομεν αὐτόν, ϗ ἥξει ὡς ὑετὸς ἡμῖν ϖϱόιμος ϗ ὄψιμος τῇ γῇ. –

6:4 τί σοι ϖοιήσω, Εφϱαιμ; τί σοι ϖοιήσω, Ιȣδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη ϖϱωινὴ ϗ ὡς δϱόσος ὀϱϑϱινὴ ϖοϱευομένη.

6:5 Διὰ τȣ̃το ἀϖεϑέϱισα τȣ̀ς ϖϱοφήτας ὑμῶν, ἀϖέϰτεινα αὐτȣ̀ς ἐν ῥήμασιν ϛόματός μȣ, ϗ τὸ ϰϱίμα μȣ ὡς φῶς ἐξελεύσεται.

6:6 διότι ἔλεος ϑέλω ϗ ȣ̓ ϑυσίαν ϗ ἐϖίγνωσιν ϑεȣ̃ ἢ ὁλοϰαυτώματα.

6:7 αὐτοὶ δέ εἰσιν ὡς ἄνϑϱωϖος ϖαϱαϐαίνων διαϑήϰην· ἐϰεῖ ϰατεφϱόνησέν μȣ.

6:8 Γαλααδ ϖόλις ἐϱγαζομένη μάταια ταϱάσσȣσα ὕδωϱ,

6:9 ϗ ἡ ἰσχύς σȣ ἀνδϱὸς ϖειϱατȣ̃· ἔϰϱυψαν ἱεϱεῖς ὁδὸν ϰυϱίȣ, ἐφόνευσαν Σιϰιμα, ὅτι ἀνομίαν ἐϖοίησαν.

6:10 ἐν τῷ οἴϰῳ Ισϱαηλ εἶδον φϱιϰώδη, ἐϰεῖ ϖοϱνείαν τȣ̃ Εφϱαιμ· ἐμιάνϑη Ισϱαηλ ϗ Ιȣδα.

6:11 Ἄϱχȣ τϱυγᾶν σεαυτῷ ἐν τῷ ἐϖιϛϱέφειν με τὴν αἰχμαλωσίαν τȣ̃ λαȣ̃ μȣ,

7:1 ἐν τῷ ἰάσασϑαί με τὸν Ισϱαηλ. ϗ ἀϖοϰαλυφϑήσεται ἡ ἀδιϰία Εφϱαιμ ϗ ἡ ϰαϰία Σαμαϱείας, ὅτι ἠϱγάσαντο ψευδῆ· ϗ ϰλέϖτης ϖϱὸς αὐτὸν εἰσελεύσεται, ἐϰδιδύσϰων λῃϛὴς ἐν τῇ ὁδῷ αὐτȣ̃,

7:2 ὅϖως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ ϰαϱδίᾳ αὐτῶν. ϖάσας τὰς ϰαϰίας αὐτῶν ἐμνήσϑην· νῦν ἐϰύϰλωσεν αὐτȣ̀ς τὰ διαϐȣ́λια αὐτῶν, ἀϖέναντι τȣ̃ ϖϱοσώϖȣ μȣ ἐγένοντο.

7:3 ἐν ταῖς ϰαϰίαις αὐτῶν εὔφϱαναν ϐασιλεῖς ϗ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄϱχοντας·

7:4 ϖάντες μοιχεύοντες, ὡς ϰλίϐανος ϰαιόμενος εἰς ϖέψιν ϰαταϰαύματος ἀϖὸ τῆς φλογός, ἀϖὸ φυϱάσεως ϛέατος ἕως τȣ̃ ζυμωϑῆναι αὐτό.

7:5 αἱ ἡμέϱαι τῶν ϐασιλέων ὑμῶν, ἤϱξαντο οἱ ἄϱχοντες ϑυμȣ̃σϑαι ἐξ οἴνȣ, ἐξέτεινεν τὴν χεῖϱα αὐτȣ̃ μετὰ λοιμῶν·

7:6 διότι ἀνεϰαύϑησαν ὡς ϰλίϐανος αἱ ϰαϱδίαι αὐτῶν ἐν τῷ ϰαταϱάσσειν αὐτȣ́ς, ὅλην τὴν νύϰτα ὕϖνȣ Εφϱαιμ ἐνεϖλήσϑη, ϖϱωῒ ἐγενήϑη ἀνεϰαύϑη ὡς ϖυϱὸς φέγγος.

7:7 ϖάντες ἐϑεϱμάνϑησαν ὡς ϰλίϐανος ϗ ϰατέφαγον τȣ̀ς ϰϱιτὰς αὐτῶν· ϖάντες οἱ ϐασιλεῖς αὐτῶν ἔϖεσαν, ȣ̓ϰ ἦν ὁ ἐϖιϰαλȣ́μενος ἐν αὐτοῖς ϖϱός με.

7:8 Εφϱαιμ ἐν τοῖς λαοῖς αὐτȣ̃ συνανεμείγνυτο, Εφϱαιμ ἐγένετο ἐγϰϱυφίας ȣ̓ μεταϛϱεφόμενος.

7:9 ϰατέφαγον ἀλλότϱιοι τὴν ἰσχὺν αὐτȣ̃, αὐτὸς δὲ ȣ̓ϰ ἐϖέγνω· ϗ ϖολιαὶ ἐξήνϑησαν αὐτῷ, ϗ αὐτὸς ȣ̓ϰ ἔγνω.

7:10 ϗ ταϖεινωϑήσεται ἡ ὕϐϱις Ισϱαηλ εἰς ϖϱόσωϖον αὐτȣ̃, ϗ ȣ̓ϰ ἐϖέϛϱεψαν ϖϱὸς ϰύϱιον τὸν ϑεὸν αὐτῶν ϗ ȣ̓ϰ ἐξεζήτησαν αὐτὸν ἐν ϖᾶσι τȣ́τοις.

7:11 ϗ ἦν Εφϱαιμ ὡς ϖεϱιϛεϱὰ ἄνȣς ȣ̓ϰ ἔχȣσα ϰαϱδίαν· Αἴγυϖτον ἐϖεϰαλεῖτο ϗ εἰς Ἀσσυϱίȣς ἐϖοϱεύϑησαν.

7:12 ϰαϑὼς ἂν ϖοϱεύωνται, ἐϖιϐαλῶ ἐϖ’ αὐτȣ̀ς τὸ δίϰτυόν μȣ· ϰαϑὼς τὰ ϖετεινὰ τȣ̃ ȣ̓ϱανȣ̃ ϰατάξω αὐτȣ́ς, ϖαιδεύσω αὐτȣ̀ς ἐν τῇ ἀϰοῇ τῆς ϑλίψεως αὐτῶν.

7:13 ȣ̓αὶ αὐτοῖς, ὅτι ἀϖεϖήδησαν ἀϖ’ ἐμȣ̃· δείλαιοί εἰσιν, ὅτι ἠσέϐησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτϱωσάμην αὐτȣ́ς, αὐτοὶ δὲ ϰατελάλησαν ϰατ’ ἐμȣ̃ ψεύδη.

7:14 ϗ ȣ̓ϰ ἐϐόησαν ϖϱός με αἱ ϰαϱδίαι αὐτῶν, ἀλλ’ ἢ ὠλόλυζον ἐν ταῖς ϰοίταις αὐτῶν· ἐϖὶ σίτῳ ϗ οἴνῳ ϰατετέμνοντο. ἐϖαιδεύϑησαν ἐν ἐμοί,

7:15 ϰἀγὼ ϰατίσχυσα τȣ̀ς ϐϱαχίονας αὐτῶν, ϗ εἰς ἐμὲ ἐλογίσαντο ϖονηϱά.

7:16 ἀϖεϛϱάφησαν εἰς ȣ̓ϑέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· ϖεσȣ̃νται ἐν ῥομφαίᾳ οἱ ἄϱχοντες αὐτῶν δι’ ἀϖαιδευσίαν γλώσσης αὐτῶν· ȣ̔͂τος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύϖτῳ.

8:1 Εἰς ϰόλϖον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐϖ’ οἶϰον ϰυϱίȣ, ἀνϑ’ ὧν ϖαϱέϐησαν τὴν διαϑήϰην μȣ ϗ ϰατὰ τȣ̃ νόμȣ μȣ ἠσέϐησαν.

8:2 ἐμὲ ϰεϰϱάξονται Ὁ ϑεός, ἐγνώϰαμέν σε.

8:3 ὅτι Ισϱαηλ ἀϖεϛϱέψατο ἀγαϑά, ἐχϑϱὸν ϰατεδίωξαν.

8:4 ἑαυτοῖς ἐϐασίλευσαν ϗ ȣ̓ δι’ ἐμȣ̃, ἦϱξαν ϗ ȣ̓ϰ ἐγνώϱισάν μοι· τὸ ἀϱγύϱιον αὐτῶν ϗ τὸ χϱυσίον αὐτῶν ἐϖοίησαν ἑαυτοῖς εἴδωλα, ὅϖως ἐξολεϑϱευϑῶσιν.

8:5 ἀϖότϱιψαι τὸν μόσχον σȣ, Σαμάϱεια· ϖαϱωξύνϑη ὁ ϑυμός μȣ ἐϖ’ αὐτȣ́ς· ἕως τίνος ȣ̓ μὴ δύνωνται ϰαϑαϱισϑῆναι

8:6 ἐν τῷ Ισϱαηλ; ϗ αὐτὸ τέϰτων ἐϖοίησεν, ϗ ȣ̓ ϑεός ἐϛιν· διότι ϖλανῶν ἦν ὁ μόσχος σȣ, Σαμάϱεια.

8:7 ὅτι ἀνεμόφϑοϱα ἔσϖειϱαν, ϗ ἡ ϰαταϛϱοφὴ αὐτῶν ἐϰδέξεται αὐτά· δϱάγμα ȣ̓ϰ ἔχον ἰσχὺν τȣ̃ ϖοιῆσαι ἄλευϱον· ἐὰν δὲ ϗ ϖοιήσῃ, ἀλλότϱιοι ϰαταφάγονται αὐτό.

8:8 ϰατεϖόϑη Ισϱαηλ, νῦν ἐγένετο ἐν τοῖς ἔϑνεσιν ὡς σϰεῦος ἄχϱηϛον.

8:9 ὅτι αὐτοὶ ἀνέϐησαν εἰς Ἀσσυϱίȣς· ἀνέϑαλεν ϰαϑ’ ἑαυτὸν Εφϱαιμ, δῶϱα ἠγάϖησαν·

8:10 διὰ τȣ̃το ϖαϱαδοϑήσονται ἐν τοῖς ἔϑνεσιν. νῦν εἰσδέξομαι αὐτȣ́ς, ϗ ϰοϖάσȣσιν μιϰϱὸν τȣ̃ χϱίειν ϐασιλέα ϗ ἄϱχοντας.

8:11 ὅτι ἐϖλήϑυνεν Εφϱαιμ ϑυσιαϛήϱια, εἰς ἁμαϱτίας ἐγένοντο αὐτῷ ϑυσιαϛήϱια ἠγαϖημένα.

8:12 ϰαταγϱάψω αὐτῷ ϖλῆϑος ϗ τὰ νόμιμα αὐτȣ̃, εἰς ἀλλότϱια ἐλογίσϑησαν ϑυσιαϛήϱια τὰ ἠγαϖημένα.

8:13 διότι ἐὰν ϑύσωσιν ϑυσίαν ϗ φάγωσιν ϰϱέα, ϰύϱιος ȣ̓ ϖϱοσδέξεται αὐτά· νῦν μνησϑήσεται τὰς ἀδιϰίας αὐτῶν ϗ ἐϰδιϰήσει τὰς ἁμαϱτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυϖτον ἀϖέϛϱεψαν ϗ ἐν Ἀσσυϱίοις ἀϰάϑαϱτα φάγονται.

8:14 ϗ ἐϖελάϑετο Ισϱαηλ τȣ̃ ϖοιήσαντος αὐτὸν ϗ ᾠϰοδόμησαν τεμένη, ϗ Ιȣδας ἐϖλήϑυνεν ϖόλεις τετειχισμένας· ϗ ἐξαϖοϛελῶ ϖῦϱ εἰς τὰς ϖόλεις αὐτȣ̃, ϗ ϰαταφάγεται τὰ ϑεμέλια αὐτῶν.

9:1 Μὴ χαῖϱε, Ισϱαηλ, μηδὲ εὐφϱαίνȣ ϰαϑὼς οἱ λαοί· διότι ἐϖόϱνευσας ἀϖὸ τȣ̃ ϑεȣ̃ σȣ, ἠγάϖησας δόματα ἐϖὶ ϖάντα ἅλωνα σίτȣ.

9:2 ἅλων ϗ ληνὸς ȣ̓ϰ ἔγνω αὐτȣ́ς, ϗ ὁ οἶνος ἐψεύσατο αὐτȣ́ς.

9:3 ȣ̓ ϰατῴϰησαν ἐν τῇ γῇ τȣ̃ ϰυϱίȣ· ϰατῴϰησεν Εφϱαιμ εἰς Αἴγυϖτον, ϗ ἐν Ἀσσυϱίοις ἀϰάϑαϱτα φάγονται.

9:4 ȣ̓ϰ ἔσϖεισαν τῷ ϰυϱίῳ οἶνον ϗ ȣ̓χ ἥδυναν αὐτῷ· αἱ ϑυσίαι αὐτῶν ὡς ἄϱτος ϖένϑȣς αὐτοῖς, ϖάντες οἱ ἔσϑοντες αὐτὰ μιανϑήσονται, διότι οἱ ἄϱτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν ȣ̓ϰ εἰσελεύσονται εἰς τὸν οἶϰον ϰυϱίȣ.

9:5 τί ϖοιήσετε ἐν ἡμέϱᾳ ϖανηγύϱεως ϗ ἐν ἡμέϱᾳ ἑοϱτῆς τȣ̃ ϰυϱίȣ;

9:6 διὰ τȣ̃το ἰδȣ̀ ϖοϱεύσονται ἐϰ ταλαιϖωϱίας Αἰγύϖτȣ, ϗ ἐϰδέξεται αὐτȣ̀ς Μέμφις, ϗ ϑάψει αὐτȣ̀ς Μαχμας· τὸ ἀϱγύϱιον αὐτῶν ὄλεϑϱος ϰληϱονομήσει, ἄϰανϑαι ἐν τοῖς σϰηνώμασιν αὐτῶν.

9:7 ἥϰασιν αἱ ἡμέϱαι τῆς ἐϰδιϰήσεως, ἥϰασιν αἱ ἡμέϱαι τῆς ἀνταϖοδόσεώς σȣ, ϗ ϰαϰωϑήσεται Ισϱαηλ ὥσϖεϱ ὁ ϖϱοφήτης ὁ ϖαϱεξεϛηϰώς, ἄνϑϱωϖος ὁ ϖνευματοφόϱος· ὑϖὸ τȣ̃ ϖλήϑȣς τῶν ἀδιϰιῶν σȣ ἐϖληϑύνϑη μανία σȣ.

9:8 σϰοϖὸς Εφϱαιμ μετὰ ϑεȣ̃· ϖϱοφήτης, ϖαγὶς σϰολιὰ ἐϖὶ ϖάσας τὰς ὁδȣ̀ς αὐτȣ̃· μανίαν ἐν οἴϰῳ ϰυϱίȣ ϰατέϖηξαν.

9:9 ἐφϑάϱησαν ϰατὰ τὰς ἡμέϱας τȣ̃ ϐȣνȣ̃· μνησϑήσεται ἀδιϰίας αὐτȣ̃, ἐϰδιϰήσει ἁμαϱτίας αὐτȣ̃.

9:10 Ὡς ϛαφυλὴν ἐν ἐϱήμῳ εὗϱον τὸν Ισϱαηλ ϗ ὡς σϰοϖὸν ἐν συϰῇ ϖϱόιμον εἶδον ϖατέϱας αὐτῶν· αὐτοὶ εἰσῆλϑον ϖϱὸς τὸν Βεελφεγωϱ ϗ ἀϖηλλοτϱιώϑησαν εἰς αἰσχύνην, ϗ ἐγένοντο οἱ ἠγαϖημένοι ὡς οἱ ἐϐδελυγμένοι.

9:11 Εφϱαιμ ὡς ὄϱνεον ἐξεϖετάσϑη, αἱ δόξαι αὐτῶν ἐϰ τόϰων ϗ ὠδίνων ϗ συλλήμψεων·

9:12 διότι ϗ ἐὰν ἐϰϑϱέψωσιν τὰ τέϰνα αὐτῶν, ἀτεϰνωϑήσονται ἐξ ἀνϑϱώϖων· διότι ϗ ȣ̓αὶ αὐτοῖς ἐϛιν, σάϱξ μȣ ἐξ αὐτῶν.

9:13 Εφϱαιμ, ὃν τϱόϖον εἶδον, εἰς ϑήϱαν ϖαϱέϛησαν τὰ τέϰνα αὐτῶν, ϗ Εφϱαιμ τȣ̃ ἐξαγαγεῖν εἰς ἀϖοϰέντησιν τὰ τέϰνα αὐτȣ̃.

9:14 δὸς αὐτοῖς, ϰύϱιε· τί δώσεις αὐτοῖς; δὸς αὐτοῖς μήτϱαν ἀτεϰνȣ̃σαν ϗ μαϛȣ̀ς ξηϱȣ́ς.

9:15 ϖᾶσαι αἱ ϰαϰίαι αὐτῶν εἰς Γαλγαλ, ὅτι ἐϰεῖ αὐτȣ̀ς ἐμίσησα· διὰ τὰς ϰαϰίας τῶν ἐϖιτηδευμάτων αὐτῶν ἐϰ τȣ̃ οἴϰȣ μȣ ἐϰϐαλῶ αὐτȣ́ς, ȣ̓ μὴ ϖϱοσϑήσω τȣ̃ ἀγαϖῆσαι αὐτȣ́ς· ϖάντες οἱ ἄϱχοντες αὐτῶν ἀϖειϑȣ̃ντες.

9:16 ἐϖόνεσεν Εφϱαιμ, τὰς ῥίζας αὐτȣ̃ ἐξηϱάνϑη, ϰαϱϖὸν ȣ̓ϰέτι μὴ ἐνέγϰῃ· διότι ϗ ἐὰν γεννήσωσιν, ἀϖοϰτενῶ τὰ ἐϖιϑυμήματα ϰοιλίας αὐτῶν.

9:17 ἀϖώσεται αὐτȣ̀ς ὁ ϑεός, ὅτι ȣ̓ϰ εἰσήϰȣσαν αὐτȣ̃, ϗ ἔσονται ϖλανῆται ἐν τοῖς ἔϑνεσιν.

10:1 Ἄμϖελος εὐϰληματȣ̃σα Ισϱαηλ, ὁ ϰαϱϖὸς αὐτῆς εὐϑηνῶν· ϰατὰ τὸ ϖλῆϑος τῶν ϰαϱϖῶν αὐτȣ̃ ἐϖλήϑυνεν τὰ ϑυσιαϛήϱια, ϰατὰ τὰ ἀγαϑὰ τῆς γῆς αὐτȣ̃ ᾠϰοδόμησεν ϛήλας.

10:2 ἐμέϱισαν ϰαϱδίας αὐτῶν, νῦν ἀφανισϑήσονται· αὐτὸς ϰατασϰάψει τὰ ϑυσιαϛήϱια αὐτῶν, ταλαιϖωϱήσȣσιν αἱ ϛῆλαι αὐτῶν.

10:3 διότι νῦν ἐϱȣ̃σιν Ȣ̓ϰ ἔϛιν ϐασιλεὺς ἡμῖν, ὅτι ȣ̓ϰ ἐφοϐήϑημεν τὸν ϰύϱιον, ὁ δὲ ϐασιλεὺς τί ϖοιήσει ἡμῖν;

10:4 λαλῶν ῥήματα ϖϱοφάσεις ψευδεῖς διαϑήσεται διαϑήϰην· ἀνατελεῖ ὡς ἄγϱωϛις ϰϱίμα ἐϖὶ χέϱσον ἀγϱȣ̃.

10:5 τῷ μόσχῳ τȣ̃ οἴϰȣ Ων ϖαϱοιϰήσȣσιν οἱ ϰατοιϰȣ̃ντες Σαμάϱειαν, ὅτι ἐϖένϑησεν ὁ λαὸς αὐτȣ̃ ἐϖ’ αὐτόν· ϗ ϰαϑὼς ϖαϱεϖίϰϱαναν αὐτόν, ἐϖιχαϱȣ̃νται ἐϖὶ τὴν δόξαν αὐτȣ̃, ὅτι μετῳϰίσϑη ἀϖ’ αὐτȣ̃.

10:6 ϗ αὐτὸν εἰς Ἀσσυϱίȣς δήσαντες ἀϖήνεγϰαν ξένια τῷ ϐασιλεῖ Ιαϱιμ· ἐν δόματι Εφϱαιμ δέξεται, ϗ αἰσχυνϑήσεται Ισϱαηλ ἐν τῇ ϐȣλῇ αὐτȣ̃.

10:7 ἀϖέϱϱιψεν Σαμάϱεια ϐασιλέα αὐτῆς ὡς φϱύγανον ἐϖὶ ϖϱοσώϖȣ ὕδατος.

10:8 ϗ ἐξαϱϑήσονται ϐωμοὶ Ων, ἁμαϱτήματα τȣ̃ Ισϱαηλ· ἄϰανϑαι ϗ τϱίϐολοι ἀναϐήσονται ἐϖὶ τὰ ϑυσιαϛήϱια αὐτῶν· ϗ ἐϱȣ̃σιν τοῖς ὄϱεσιν Καλύψατε ἡμᾶς, ϗ τοῖς ϐȣνοῖς Πέσατε ἐφ’ ἡμᾶς.

10:9 Ἀφ ȣ̔͂ οἱ ϐȣνοί, ἥμαϱτεν Ισϱαηλ, ἐϰεῖ ἔϛησαν· ȣ̓ μὴ ϰαταλάϐῃ αὐτȣ̀ς ἐν τῷ ϐȣνῷ ϖόλεμος ἐϖὶ τὰ τέϰνα ἀδιϰίας;

10:10 ἦλϑεν ϖαιδεῦσαι αὐτȣ́ς, ϗ συναχϑήσονται ἐϖ’ αὐτȣ̀ς λαοὶ ἐν τῷ ϖαιδεύεσϑαι αὐτȣ̀ς ἐν ταῖς δυσὶν ἀδιϰίαις αὐτῶν.

10:11 Εφϱαιμ δάμαλις δεδιδαγμένη ἀγαϖᾶν νεῖϰος, ἐγὼ δὲ ἐϖελεύσομαι ἐϖὶ τὸ ϰάλλιϛον τȣ̃ τϱαχήλȣ αὐτῆς· ἐϖιϐιϐῶ Εφϱαιμ ϗ ϖαϱασιωϖήσομαι Ιȣδαν, ἐνισχύσει αὐτῷ Ιαϰωϐ.

10:12 σϖείϱατε ἑαυτοῖς εἰς διϰαιοσύνην, τϱυγήσατε εἰς ϰαϱϖὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐϰζητήσατε τὸν ϰύϱιον ἕως τȣ̃ ἐλϑεῖν γενήματα διϰαιοσύνης ὑμῖν.

10:13 ἵνα τί ϖαϱεσιωϖήσατε ἀσέϐειαν ϗ τὰς ἀδιϰίας αὐτῆς ἐτϱυγήσατε, ἐφάγετε ϰαϱϖὸν ψευδῆ; ὅτι ἤλϖισας ἐν τοῖς ἅϱμασίν σȣ, ἐν ϖλήϑει δυνάμεώς σȣ.

10:14 ϗ ἐξαναϛήσεται ἀϖώλεια ἐν τῷ λαῷ σȣ, ϗ ϖάντα τὰ ϖεϱιτετειχισμένα σȣ οἰχήσεται· ὡς ἄϱχων Σαλαμαν ἐϰ τȣ̃ οἴϰȣ Ιεϱοϐααλ ἐν ἡμέϱαις ϖολέμȣ μητέϱα ἐϖὶ τέϰνοις ἠδάφισαν.

10:15 ȣ̔́τως ϖοιήσω ὑμῖν, οἶϰος τȣ̃ Ισϱαηλ, ἀϖὸ ϖϱοσώϖȣ ϰαϰιῶν ὑμῶν· ὄϱϑϱȣ ἀϖεϱϱίφησαν, ἀϖεϱϱίφη ϐασιλεὺς Ισϱαηλ.

11:1 Διότι νήϖιος Ισϱαηλ, ϗ ἐγὼ ἠγάϖησα αὐτὸν ϗ ἐξ Αἰγύϖτȣ μετεϰάλεσα τὰ τέϰνα αὐτȣ̃.

11:2 ϰαϑὼς μετεϰάλεσα αὐτȣ́ς, ȣ̔́τως ἀϖῴχοντο ἐϰ ϖϱοσώϖȣ μȣ· αὐτοὶ τοῖς Βααλιμ ἔϑυον ϗ τοῖς γλυϖτοῖς ἐϑυμίων.

11:3 ϗ ἐγὼ συνεϖόδισα τὸν Εφϱαιμ, ἀνέλαϐον αὐτὸν ἐϖὶ τὸν ϐϱαχίονά μȣ, ϗ ȣ̓ϰ ἔγνωσαν ὅτι ἴαμαι αὐτȣ́ς.

11:4 ἐν διαφϑοϱᾷ ἀνϑϱώϖων ἐξέτεινα αὐτȣ̀ς ἐν δεσμοῖς ἀγαϖήσεώς μȣ ϗ ἔσομαι αὐτοῖς ὡς ῥαϖίζων ἄνϑϱωϖος ἐϖὶ τὰς σιαγόνας αὐτȣ̃· ϗ ἐϖιϐλέψομαι ϖϱὸς αὐτόν, δυνήσομαι αὐτῷ.

11:5 ϰατῴϰησεν Εφϱαιμ ἐν Αἰγύϖτῳ, ϗ Ασσȣϱ αὐτὸς ϐασιλεὺς αὐτȣ̃, ὅτι ȣ̓ϰ ἠϑέλησεν ἐϖιϛϱέψαι.

11:6 ϗ ἠσϑένησεν ῥομφαία ἐν ταῖς ϖόλεσιν αὐτȣ̃ ϗ ϰατέϖαυσεν ἐν ταῖς χεϱσὶν αὐτȣ̃, ϗ φάγονται ἐϰ τῶν διαϐȣλίων αὐτῶν.

11:7 ϗ ὁ λαὸς αὐτȣ̃ ἐϖιϰϱεμάμενος ἐϰ τῆς ϰατοιϰίας αὐτȣ̃, ϗ ὁ ϑεὸς ἐϖὶ τὰ τίμια αὐτȣ̃ ϑυμωϑήσεται, ϗ ȣ̓ μὴ ὑψώσῃ αὐτόν.

11:8 τί σε διαϑῶ, Εφϱαιμ; ὑϖεϱασϖιῶ σȣ, Ισϱαηλ; τί σε διαϑῶ; ὡς Αδαμα ϑήσομαί σε ϗ ὡς Σεϐωιμ; μετεϛϱάφη ἡ ϰαϱδία μȣ ἐν τῷ αὐτῷ, συνεταϱάχϑη ἡ μεταμέλειά μȣ.

11:9 ȣ̓ μὴ ϖοιήσω ϰατὰ τὴν ὀϱγὴν τȣ̃ ϑυμȣ̃ μȣ, ȣ̓ μὴ ἐγϰαταλίϖω τȣ̃ ἐξαλειφϑῆναι τὸν Εφϱαιμ· διότι ϑεὸς ἐγώ εἰμι ϗ ȣ̓ϰ ἄνϑϱωϖος· ἐν σοὶ ἅγιος, ϗ ȣ̓ϰ εἰσελεύσομαι εἰς ϖόλιν.

11:10 ὀϖίσω ϰυϱίȣ ϖοϱεύσομαι· ὡς λέων ἐϱεύξεται, ὅτι αὐτὸς ὠϱύσεται, ϗ ἐϰϛήσονται τέϰνα ὑδάτων.

11:11 ϗ ἐϰϛήσονται ὡς ὄϱνεον ἐξ Αἰγύϖτȣ ϗ ὡς ϖεϱιϛεϱὰ ἐϰ γῆς Ἀσσυϱίων· ϗ ἀϖοϰαταϛήσω αὐτȣ̀ς εἰς τȣ̀ς οἴϰȣς αὐτῶν, λέγει ϰύϱιος.

12:1 Ἐϰύϰλωσέν με ἐν ψεύδει Εφϱαιμ ϗ ἐν ἀσεϐείαις οἶϰος Ισϱαηλ ϗ Ιȣδα. νῦν ἔγνω αὐτȣ̀ς ὁ ϑεός, ϗ λαὸς ἅγιος ϰεϰλήσεται ϑεȣ̃.

12:2 ὁ δὲ Εφϱαιμ ϖονηϱὸν ϖνεῦμα, ἐδίωξεν ϰαύσωνα ὅλην τὴν ἡμέϱαν· ϰενὰ ϗ μάταια ἐϖλήϑυνεν ϗ διαϑήϰην μετὰ Ἀσσυϱίων διέϑετο, ϗ ἔλαιον εἰς Αἴγυϖτον ἐνεϖοϱεύετο.

12:3 ϗ ϰϱίσις τῷ ϰυϱίῳ ϖϱὸς Ιȣδαν τȣ̃ ἐϰδιϰῆσαι τὸν Ιαϰωϐ ϰατὰ τὰς ὁδȣ̀ς αὐτȣ̃, ϗ ϰατὰ τὰ ἐϖιτηδεύματα αὐτȣ̃ ἀνταϖοδώσει αὐτῷ.

12:4 ἐν τῇ ϰοιλίᾳ ἐϖτέϱνισεν τὸν ἀδελφὸν αὐτȣ̃ ϗ ἐν ϰόϖοις αὐτȣ̃ ἐνίσχυσεν ϖϱὸς ϑεὸν

12:5 ϗ ἐνίσχυσεν μετὰ ἀγγέλȣ ϗ ἠδυνάσϑη· ἔϰλαυσαν ϗ ἐδεήϑησάν μȣ, ἐν τῷ οἴϰῳ Ων εὕϱοσάν με, ϗ ἐϰεῖ ἐλαλήϑη ϖϱὸς αὐτόν.

12:6 ὁ δὲ ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ ἔϛαι μνημόσυνον αὐτȣ̃.

12:7 ϗ σὺ ἐν ϑεῷ σȣ ἐϖιϛϱέψεις· ἔλεον ϗ ϰϱίμα φυλάσσȣ ϗ ἔγγιζε ϖϱὸς τὸν ϑεόν σȣ διὰ ϖαντός.

12:8 Χανααν ἐν χειϱὶ αὐτȣ̃ ζυγὸς ἀδιϰίας, ϰαταδυναϛεύειν ἠγάϖησε.

12:9 ϗ εἶϖεν Εφϱαιμ Πλὴν ϖεϖλȣ́τηϰα, εὕϱηϰα ἀναψυχὴν ἐμαυτῷ. ϖάντες οἱ ϖόνοι αὐτȣ̃ ȣ̓χ εὑϱεϑήσονται αὐτῷ δι’ ἀδιϰίας, ἃς ἥμαϱτεν.

12:10 ἐγὼ δὲ ϰύϱιος ὁ ϑεός σȣ ἀνήγαγόν σε ἐϰ γῆς Αἰγύϖτȣ, ἔτι ϰατοιϰιῶ σε ἐν σϰηναῖς ϰαϑὼς ἡμέϱᾳ ἑοϱτῆς.

12:11 ϗ λαλήσω ϖϱὸς ϖϱοφήτας, ϗ ἐγὼ ὁϱάσεις ἐϖλήϑυνα ϗ ἐν χεϱσὶν ϖϱοφητῶν ὡμοιώϑην.

12:12 εἰ μὴ Γαλααδ ἔϛιν· ἄϱα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄϱχοντες ϑυσιάζοντες, ϗ τὰ ϑυσιαϛήϱια αὐτῶν ὡς χελῶναι ἐϖὶ χέϱσον ἀγϱȣ̃.

12:13 ϗ ἀνεχώϱησεν Ιαϰωϐ εἰς ϖεδίον Συϱίας, ϗ ἐδȣ́λευσεν Ισϱαηλ ἐν γυναιϰὶ ϗ ἐν γυναιϰὶ ἐφυλάξατο.

12:14 ϗ ἐν ϖϱοφήτῃ ἀνήγαγεν ϰύϱιος τὸν Ισϱαηλ ἐξ Αἰγύϖτȣ, ϗ ἐν ϖϱοφήτῃ διεφυλάχϑη.

12:15 ἐϑύμωσεν Εφϱαιμ ϗ ϖαϱώϱγισεν, ϗ τὸ αἷμα αὐτȣ̃ ἐϖ’ αὐτὸν ἐϰχυϑήσεται, ϗ τὸν ὀνειδισμὸν αὐτȣ̃ ἀνταϖοδώσει αὐτῷ ϰύϱιος.

13:1 Κατὰ τὸν λόγον Εφϱαιμ διϰαιώματα αὐτὸς ἔλαϐεν ἐν τῷ Ισϱαηλ ϗ ἔϑετο αὐτὰ τῇ Βααλ ϗ ἀϖέϑανεν.

13:2 ϗ ϖϱοσέϑετο τȣ̃ ἁμαϱτάνειν ἔτι, ϗ ἐϖοίησαν ἑαυτοῖς χώνευμα ἐϰ τȣ̃ ἀϱγυϱίȣ αὐτῶν ϰατ’ εἰϰόνα εἰδώλων, ἔϱγα τεϰτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγȣσιν Θύσατε ἀνϑϱώϖȣς, μόσχοι γὰϱ ἐϰλελοίϖασιν.

13:3 διὰ τȣ̃το ἔσονται ὡς νεφέλη ϖϱωινὴ ϗ ὡς δϱόσος ὀϱϑϱινὴ ϖοϱευομένη, ὥσϖεϱ χνȣ̃ς ἀϖοφυσώμενος ἀφ’ ἅλωνος ϗ ὡς ἀτμὶς ἀϖὸ ἀϰϱίδων.

13:4 ἐγὼ δὲ ϰύϱιος ὁ ϑεός σȣ ϛεϱεῶν ȣ̓ϱανὸν ϗ ϰτίζων γῆν, ȣ̔͂ αἱ χεῖϱες ἔϰτισαν ϖᾶσαν τὴν ϛϱατιὰν τȣ̃ ȣ̓ϱανȣ̃, ϗ ȣ̓ ϖαϱέδειξά σοι αὐτὰ τȣ̃ ϖοϱεύεσϑαι ὀϖίσω αὐτῶν· ϗ ἐγὼ ἀνήγαγόν σε ἐϰ γῆς Αἰγύϖτȣ, ϗ ϑεὸν ϖλὴν ἐμȣ̃ ȣ̓ γνώσῃ, ϗ σῴζων ȣ̓ϰ ἔϛιν ϖάϱεξ ἐμȣ̃.

13:5 ἐγὼ ἐϖοίμαινόν σε ἐν τῇ ἐϱήμῳ ἐν γῇ ἀοιϰήτῳ

13:6 ϰατὰ τὰς νομὰς αὐτῶν. ϗ ἐνεϖλήσϑησαν εἰς ϖλησμονήν, ϗ ὑψώϑησαν αἱ ϰαϱδίαι αὐτῶν· ἕνεϰα τȣ́τȣ ἐϖελάϑοντό μȣ.

13:7 ϗ ἔσομαι αὐτοῖς ὡς ϖανϑὴϱ ϗ ὡς ϖάϱδαλις ϰατὰ τὴν ὁδὸν Ἀσσυϱίων·

13:8 ἀϖαντήσομαι αὐτοῖς ὡς ἄϱϰος ἀϖοϱȣμένη ϗ διαϱϱήξω συγϰλεισμὸν ϰαϱδίας αὐτῶν, ϗ ϰαταφάγονται αὐτȣ̀ς ἐϰεῖ σϰύμνοι δϱυμȣ̃, ϑηϱία ἀγϱȣ̃ διασϖάσει αὐτȣ́ς.

13:9 τῇ διαφϑοϱᾷ σȣ, Ισϱαηλ, τίς ϐοηϑήσει;

13:10 ϖȣ̃ ὁ ϐασιλεύς σȣ ȣ̔͂τος; ϗ διασωσάτω σε ἐν ϖάσαις ταῖς ϖόλεσίν σȣ· ϰϱινάτω σε ὃν εἶϖας Δός μοι ϐασιλέα ϗ ἄϱχοντα.

13:11 ϗ ἔδωϰά σοι ϐασιλέα ἐν ὀϱγῇ μȣ ϗ ἔσχον ἐν τῷ ϑυμῷ μȣ

13:12 συϛϱοφὴν ἀδιϰίας. Εφϱαιμ, ἐγϰεϰϱυμμένη ἡ ἁμαϱτία αὐτȣ̃.

13:13 ὠδῖνες ὡς τιϰτȣ́σης ἥξȣσιν αὐτῷ· ȣ̔͂τος ὁ υἱός σȣ ȣ̓ φϱόνιμος, διότι ȣ̓ μὴ ὑϖοϛῇ ἐν συντϱιϐῇ τέϰνων.

13:14 ἐϰ χειϱὸς ᾅδȣ ῥύσομαι αὐτȣ̀ς ϗ ἐϰ ϑανάτȣ λυτϱώσομαι αὐτȣ́ς· ϖȣ̃ ἡ δίϰη σȣ, ϑάνατε; ϖȣ̃ τὸ ϰέντϱον σȣ, ᾅδη; ϖαϱάϰλησις ϰέϰϱυϖται ἀϖὸ ὀφϑαλμῶν μȣ.

13:15 διότι ȣ̔͂τος ἀνὰ μέσον ἀδελφῶν διαϛελεῖ. ἐϖάξει ἄνεμον ϰαύσωνα ϰύϱιος ἐϰ τῆς ἐϱήμȣ ἐϖ’ αὐτόν, ϗ ἀναξηϱανεῖ τὰς φλέϐας αὐτȣ̃, ἐξεϱημώσει τὰς ϖηγὰς αὐτȣ̃· αὐτὸς ϰαταξηϱανεῖ τὴν γῆν αὐτȣ̃ ϗ ϖάντα τὰ σϰεύη τὰ ἐϖιϑυμητὰ αὐτȣ̃.

14:1 ἀφανισϑήσεται Σαμάϱεια, ὅτι ἀντέϛη ϖϱὸς τὸν ϑεὸν αὐτῆς· ἐν ῥομφαίᾳ ϖεσȣ̃νται αὐτοί, ϗ τὰ ὑϖοτίτϑια αὐτῶν ἐδαφισϑήσονται, ϗ αἱ ἐν γαϛϱὶ ἔχȣσαι αὐτῶν διαϱϱαγήσονται.

14:2 Ἐϖιϛϱάφητι, Ισϱαηλ, ϖϱὸς ϰύϱιον τὸν ϑεόν σȣ, διότι ἠσϑένησας ἐν ταῖς ἀδιϰίαις σȣ.

14:3 λάϐετε μεϑ’ ἑαυτῶν λόγȣς ϗ ἐϖιϛϱάφητε ϖϱὸς ϰύϱιον τὸν ϑεὸν ὑμῶν· εἴϖατε αὐτῷ ὅϖως μὴ λάϐητε ἀδιϰίαν ϗ λάϐητε ἀγαϑά, ϗ ἀνταϖοδώσομεν ϰαϱϖὸν χειλέων ἡμῶν.

14:4 Ασσȣϱ ȣ̓ μὴ σώσῃ ἡμᾶς, ἐφ’ ἵϖϖον ȣ̓ϰ ἀναϐησόμεϑα· ȣ̓ϰέτι μὴ εἴϖωμεν Θεοὶ ἡμῶν, τοῖς ἔϱγοις τῶν χειϱῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀϱφανόν.

14:5 ἰάσομαι τὰς ϰατοιϰίας αὐτῶν, ἀγαϖήσω αὐτȣ̀ς ὁμολόγως, ὅτι ἀϖέϛϱεψεν ἡ ὀϱγή μȣ ἀϖ’ αὐτῶν.

14:6 ἔσομαι ὡς δϱόσος τῷ Ισϱαηλ, ἀνϑήσει ὡς ϰϱίνον ϗ ϐαλεῖ τὰς ῥίζας αὐτȣ̃ ὡς ὁ Λίϐανος·

14:7 ϖοϱεύσονται οἱ ϰλάδοι αὐτȣ̃, ϗ ἔϛαι ὡς ἐλαία ϰατάϰαϱϖος, ϗ ἡ ὀσφϱασία αὐτȣ̃ ὡς Λιϐάνȣ·

14:8 ἐϖιϛϱέψȣσιν ϗ ϰαϑιȣ̃νται ὑϖὸ τὴν σϰέϖην αὐτȣ̃, ζήσονται ϗ μεϑυσϑήσονται σίτῳ· ϗ ἐξανϑήσει ὡς ἄμϖελος τὸ μνημόσυνον αὐτȣ̃, ὡς οἶνος Λιϐάνȣ.

14:9 τῷ Εφϱαιμ, τί αὐτῷ ἔτι ϗ εἰδώλοις; ἐγὼ ἐταϖείνωσα αὐτόν, ϗ ἐγὼ ϰατισχύσω αὐτόν· ἐγὼ ὡς ἄϱϰευϑος ϖυϰάζȣσα, ἐξ ἐμȣ̃ ὁ ϰαϱϖός σȣ εὕϱηται.

14:10 τίς σοφὸς ϗ συνήσει ταῦτα; ἢ συνετὸς ϗ ἐϖιγνώσεται αὐτά; διότι εὐϑεῖαι αἱ ὁδοὶ τȣ̃ ϰυϱίȣ, ϗ δίϰαιοι ϖοϱεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεϐεῖς ἀσϑενήσȣσιν ἐν αὐταῖς.

Ἀμώς

1:1 Λόγοι Αμως, οἳ ἐγένοντο ἐν ναϰϰαϱιμ ἐϰ Θεϰȣε, ȣ̔̀ς εἶδεν ὑϖὲϱ Ιεϱȣσαλημ ἐν ἡμέϱαις Οζιȣ ϐασιλέως Ιȣδα ϗ ἐν ἡμέϱαις Ιεϱοϐοαμ τȣ̃ Ιωας ϐασιλέως Ισϱαηλ ϖϱὸ δύο ἐτῶν τȣ̃ σεισμȣ̃.

1:2 Ϗ εἶϖεν Κύϱιος ἐϰ Σιων ἐφϑέγξατο ϗ ἐξ Ιεϱȣσαλημ ἔδωϰεν φωνὴν αὐτȣ̃, ϗ ἐϖένϑησαν αἱ νομαὶ τῶν ϖοιμένων, ϗ ἐξηϱάνϑη ἡ ϰοϱυφὴ τȣ̃ Καϱμήλȣ.

1:3 Ϗ εἶϖεν ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις Δαμασϰȣ̃ ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτόν, ἀνϑ’ ὧν ἔϖϱιζον ϖϱίοσιν σιδηϱοῖς τὰς ἐν γαϛϱὶ ἐχȣ́σας τῶν ἐν Γαλααδ·

1:4 ϗ ἐξαϖοϛελῶ ϖῦϱ εἰς τὸν οἶϰον Αζαηλ, ϗ ϰαταφάγεται ϑεμέλια υἱȣ̃ Αδεϱ·

1:5 ϗ συντϱίψω μοχλȣ̀ς Δαμασϰȣ̃ ϗ ἐξολεϑϱεύσω ϰατοιϰȣ̃ντας ἐϰ ϖεδίȣ Ων ϗ ϰαταϰόψω φυλὴν ἐξ ἀνδϱῶν Χαϱϱαν, ϗ αἰχμαλωτευϑήσεται λαὸς Συϱίας ἐϖίϰλητος, λέγει ϰύϱιος.

1:6 Τάδε λέγει ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις Γάζης ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτȣ́ς, ἕνεϰεν τȣ̃ αἰχμαλωτεῦσαι αὐτȣ̀ς αἰχμαλωσίαν τȣ̃ Σαλωμων τȣ̃ συγϰλεῖσαι εἰς τὴν Ιδȣμαίαν·

1:7 ϗ ἐξαϖοϛελῶ ϖῦϱ ἐϖὶ τὰ τείχη Γάζης, ϗ ϰαταφάγεται ϑεμέλια αὐτῆς·

1:8 ϗ ἐξολεϑϱεύσω ϰατοιϰȣ̃ντας ἐξ Ἀζώτȣ, ϗ ἐξαϱϑήσεται φυλὴ ἐξ Ἀσϰαλῶνος, ϗ ἐϖάξω τὴν χεῖϱά μȣ ἐϖὶ Αϰϰαϱων, ϗ ἀϖολȣ̃νται οἱ ϰατάλοιϖοι τῶν ἀλλοφύλων, λέγει ϰύϱιος.

1:9 Τάδε λέγει ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις Τύϱȣ ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτήν, ἀνϑ’ ὧν συνέϰλεισαν αἰχμαλωσίαν τȣ̃ Σαλωμων εἰς τὴν Ιδȣμαίαν ϗ ȣ̓ϰ ἐμνήσϑησαν διαϑήϰης ἀδελφῶν·

1:10 ϗ ἐξαϖοϛελῶ ϖῦϱ ἐϖὶ τὰ τείχη Τύϱȣ, ϗ ϰαταφάγεται ϑεμέλια αὐτῆς.

1:11 Τάδε λέγει ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις τῆς Ιδȣμαίας ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτȣ́ς, ἕνεϰα τȣ̃ διῶξαι αὐτȣ̀ς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτȣ̃ ϗ ἐλυμήνατο μήτϱαν ἐϖὶ γῆς ϗ ἥϱϖασεν εἰς μαϱτύϱιον φϱίϰην αὐτȣ̃ ϗ τὸ ὅϱμημα αὐτȣ̃ ἐφύλαξεν εἰς νεῖϰος·

1:12 ϗ ἐξαϖοϛελῶ ϖῦϱ εἰς Θαιμαν, ϗ ϰαταφάγεται ϑεμέλια τειχέων αὐτῆς.

1:13 Τάδε λέγει ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις υἱῶν Αμμων ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτόν, ἀνϑ’ ὧν ἀνέσχιζον τὰς ἐν γαϛϱὶ ἐχȣ́σας τῶν Γαλααδιτῶν, ὅϖως ἐμϖλατύνωσιν τὰ ὅϱια αὐτῶν·

1:14 ϗ ἀνάψω ϖῦϱ ἐϖὶ τὰ τείχη Ραϐϐα, ϗ ϰαταφάγεται ϑεμέλια αὐτῆς μετὰ ϰϱαυγῆς ἐν ἡμέϱᾳ ϖολέμȣ, ϗ σεισϑήσεται ἐν ἡμέϱᾳ συντελείας αὐτῆς·

1:15 ϗ ϖοϱεύσονται οἱ ϐασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱεϱεῖς αὐτῶν ϗ οἱ ἄϱχοντες αὐτῶν ἐϖὶ τὸ αὐτό, λέγει ϰύϱιος.

2:1 Τάδε λέγει ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις Μωαϐ ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτόν, ἀνϑ’ ὧν ϰατέϰαυσαν τὰ ὀϛᾶ ϐασιλέως τῆς Ιδȣμαίας εἰς ϰονίαν·

2:2 ϗ ἐξαϖοϛελῶ ϖῦϱ ἐϖὶ Μωαϐ, ϗ ϰαταφάγεται ϑεμέλια τῶν ϖόλεων αὐτῆς, ϗ ἀϖοϑανεῖται ἐν ἀδυναμίᾳ Μωαϐ μετὰ ϰϱαυγῆς ϗ μετὰ φωνῆς σάλϖιγγος·

2:3 ϗ ἐξολεϑϱεύσω ϰϱιτὴν ἐξ αὐτῆς, ϗ ϖάντας τȣ̀ς ἄϱχοντας αὐτῆς ἀϖοϰτενῶ μετ’ αὐτȣ̃, λέγει ϰύϱιος.

2:4 Τάδε λέγει ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις υἱῶν Ιȣδα ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτόν, ἕνεϰα τȣ̃ ἀϖώσασϑαι αὐτȣ̀ς τὸν νόμον ϰυϱίȣ ϗ τὰ ϖϱοϛάγματα αὐτȣ̃ ȣ̓ϰ ἐφυλάξαντο ϗ ἐϖλάνησεν αὐτȣ̀ς τὰ μάταια αὐτῶν, ἃ ἐϖοίησαν, οἷς ἐξηϰολȣ́ϑησαν οἱ ϖατέϱες αὐτῶν ὀϖίσω αὐτῶν·

2:5 ϗ ἐξαϖοϛελῶ ϖῦϱ ἐϖὶ Ιȣδαν, ϗ ϰαταφάγεται ϑεμέλια Ιεϱȣσαλημ.

2:6 Τάδε λέγει ϰύϱιος Ἐϖὶ ταῖς τϱισὶν ἀσεϐείαις Ισϱαηλ ϗ ἐϖὶ ταῖς τέσσαϱσιν ȣ̓ϰ ἀϖοϛϱαφήσομαι αὐτόν, ἀνϑ’ ὧν ἀϖέδοντο ἀϱγυϱίȣ δίϰαιον ϗ ϖένητα ἕνεϰεν ὑϖοδημάτων,

2:7 τὰ ϖατȣ̃ντα ἐϖὶ τὸν χȣ̃ν τῆς γῆς ϗ ἐϰονδύλιζον εἰς ϰεφαλὰς ϖτωχῶν ϗ ὁδὸν ταϖεινῶν ἐξέϰλιναν, ϗ υἱὸς ϗ ϖατὴϱ αὐτȣ̃ εἰσεϖοϱεύοντο ϖϱὸς τὴν αὐτὴν ϖαιδίσϰην, ὅϖως ϐεϐηλώσωσιν τὸ ὄνομα τȣ̃ ϑεȣ̃ αὐτῶν,

2:8 ϗ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις ϖαϱαϖετάσματα ἐϖοίȣν ἐχόμενα τȣ̃ ϑυσιαϛηϱίȣ ϗ οἶνον ἐϰ συϰοφαντιῶν ἔϖινον ἐν τῷ οἴϰῳ τȣ̃ ϑεȣ̃ αὐτῶν.

2:9 ἐγὼ δὲ ἐξῆϱα τὸν Αμοϱϱαῖον ἐϰ ϖϱοσώϖȣ αὐτῶν, ȣ̔͂ ἦν ϰαϑὼς ὕψος ϰέδϱȣ τὸ ὕψος αὐτȣ̃ ϗ ἰσχυϱὸς ἦν ὡς δϱῦς, ϗ ἐξῆϱα τὸν ϰαϱϖὸν αὐτȣ̃ ἐϖάνωϑεν ϗ τὰς ῥίζας αὐτȣ̃ ὑϖοϰάτωϑεν·

2:10 ϗ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐϰ γῆς Αἰγύϖτȣ ϗ ϖεϱιήγαγον ὑμᾶς ἐν τῇ ἐϱήμῳ τεσσαϱάϰοντα ἔτη τȣ̃ ϰαταϰληϱονομῆσαι τὴν γῆν τῶν Αμοϱϱαίων·

2:11 ϗ ἔλαϐον ἐϰ τῶν υἱῶν ὑμῶν εἰς ϖϱοφήτας ϗ ἐϰ τῶν νεανίσϰων ὑμῶν εἰς ἁγιασμόν· μὴ ȣ̓ϰ ἔϛιν ταῦτα, υἱοὶ Ισϱαηλ; λέγει ϰύϱιος.

2:12 ϗ ἐϖοτίζετε τȣ̀ς ἡγιασμένȣς οἶνον ϗ τοῖς ϖϱοφήταις ἐνετέλλεσϑε λέγοντες Ȣ̓ μὴ ϖϱοφητεύσητε.

2:13 διὰ τȣ̃το ἰδȣ̀ ἐγὼ ϰυλίω ὑϖοϰάτω ὑμῶν, ὃν τϱόϖον ϰυλίεται ἡ ἅμαξα ἡ γέμȣσα ϰαλάμης·

2:14 ϗ ἀϖολεῖται φυγὴ ἐϰ δϱομέως, ϗ ὁ ϰϱαταιὸς ȣ̓ μὴ ϰϱατήσῃ τῆς ἰσχύος αὐτȣ̃, ϗ ὁ μαχητὴς ȣ̓ μὴ σώσῃ τὴν ψυχὴν αὐτȣ̃,

2:15 ϗ ὁ τοξότης ȣ̓ μὴ ὑϖοϛῇ, ϗ ὁ ὀξὺς τοῖς ϖοσὶν αὐτȣ̃ ȣ̓ μὴ διασωϑῇ, ȣ̓δὲ ὁ ἱϖϖεὺς ȣ̓ μὴ σώσῃ τὴν ψυχὴν αὐτȣ̃,

2:16 ϗ εὑϱήσει τὴν ϰαϱδίαν αὐτȣ̃ ἐν δυναϛείαις, ὁ γυμνὸς διώξεται ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος.

3:1 Ἀϰȣ́σατε τὸν λόγον τȣ̃τον, ὃν ἐλάλησεν ϰύϱιος ἐφ’ ὑμᾶς, οἶϰος Ισϱαηλ, ϗ ϰατὰ ϖάσης φυλῆς, ἧς ἀνήγαγον ἐϰ γῆς Αἰγύϖτȣ, λέγων

3:2 Πλὴν ὑμᾶς ἔγνων ἐϰ ϖασῶν φυλῶν τῆς γῆς· διὰ τȣ̃το ἐϰδιϰήσω ἐφ’ ὑμᾶς ϖάσας τὰς ἁμαϱτίας ὑμῶν.

3:3 εἰ ϖοϱεύσονται δύο ἐϖὶ τὸ αὐτὸ ϰαϑόλȣ ἐὰν μὴ γνωϱίσωσιν ἑαυτȣ́ς;

3:4 εἰ ἐϱεύξεται λέων ἐϰ τȣ̃ δϱυμȣ̃ αὐτȣ̃ ϑήϱαν ȣ̓ϰ ἔχων; εἰ δώσει σϰύμνος φωνὴν αὐτȣ̃ ἐϰ τῆς μάνδϱας αὐτȣ̃ ϰαϑόλȣ ἐὰν μὴ ἁϱϖάσῃ τι;

3:5 εἰ ϖεσεῖται ὄϱνεον ἐϖὶ τὴν γῆν ἄνευ ἰξευτȣ̃; εἰ σχασϑήσεται ϖαγὶς ἐϖὶ τῆς γῆς ἄνευ τȣ̃ συλλαϐεῖν τι;

3:6 εἰ φωνήσει σάλϖιγξ ἐν ϖόλει ϗ λαὸς ȣ̓ ϖτοηϑήσεται; εἰ ἔϛαι ϰαϰία ἐν ϖόλει ἣν ϰύϱιος ȣ̓ϰ ἐϖοίησεν;

3:7 διότι ȣ̓ μὴ ϖοιήσῃ ϰύϱιος ὁ ϑεὸς ϖϱᾶγμα, ἐὰν μὴ ἀϖοϰαλύψῃ ϖαιδείαν αὐτȣ̃ ϖϱὸς τȣ̀ς δȣ́λȣς αὐτȣ̃ τȣ̀ς ϖϱοφήτας.

3:8 λέων ἐϱεύξεται, ϗ τίς ȣ̓ φοϐηϑήσεται; ϰύϱιος ὁ ϑεὸς ἐλάλησεν, ϗ τίς ȣ̓ ϖϱοφητεύσει;

3:9 Ἀϖαγγείλατε χώϱαις ἐν Ἀσσυϱίοις ϗ ἐϖὶ τὰς χώϱας τῆς Αἰγύϖτȣ ϗ εἴϖατε Συνάχϑητε ἐϖὶ τὸ ὄϱος Σαμαϱείας ϗ ἴδετε ϑαυμαϛὰ ϖολλὰ ἐν μέσῳ αὐτῆς ϗ τὴν ϰαταδυναϛείαν τὴν ἐν αὐτῇ·

3:10 ϗ ȣ̓ϰ ἔγνω ἃ ἔϛαι ἐναντίον αὐτῆς, λέγει ϰύϱιος, οἱ ϑησαυϱίζοντες ἀδιϰίαν ϗ ταλαιϖωϱίαν ἐν ταῖς χώϱαις αὐτῶν.

3:11 διὰ τȣ̃το τάδε λέγει ϰύϱιος ὁ ϑεός Τύϱος, ϰυϰλόϑεν ἡ γῆ σȣ ἐϱημωϑήσεται, ϗ ϰατάξει ἐϰ σȣ̃ ἰσχύν σȣ, ϗ διαϱϖαγήσονται αἱ χῶϱαί σȣ.

3:12 τάδε λέγει ϰύϱιος Ὃν τϱόϖον ὅταν ἐϰσϖάσῃ ὁ ϖοιμὴν ἐϰ ϛόματος τȣ̃ λέοντος δύο σϰέλη ἢ λοϐὸν ὠτίȣ, ȣ̔́τως ἐϰσϖασϑήσονται οἱ υἱοὶ Ισϱαηλ οἱ ϰατοιϰȣ̃ντες ἐν Σαμαϱείᾳ ϰατέναντι φυλῆς ϗ ἐν Δαμασϰῷ ἱεϱεῖς.

3:13 ἀϰȣ́σατε ϗ ἐϖιμαϱτύϱασϑε τῷ οἴϰῳ Ιαϰωϐ, λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ,

3:14 διότι ἐν τῇ ἡμέϱᾳ, ὅταν ἐϰδιϰῶ ἀσεϐείας τȣ̃ Ισϱαηλ ἐϖ’ αὐτόν, ϗ ἐϰδιϰήσω ἐϖὶ τὰ ϑυσιαϛήϱια Βαιϑηλ, ϗ ϰατασϰαφήσεται τὰ ϰέϱατα τȣ̃ ϑυσιαϛηϱίȣ ϗ ϖεσȣ̃νται ἐϖὶ τὴν γῆν·

3:15 συγχεῶ ϗ ϖατάξω τὸν οἶϰον τὸν ϖεϱίϖτεϱον ἐϖὶ τὸν οἶϰον τὸν ϑεϱινόν, ϗ ἀϖολȣ̃νται οἶϰοι ἐλεφάντινοι, ϗ ϖϱοϛεϑήσονται οἶϰοι ἕτεϱοι ϖολλοί, λέγει ϰύϱιος.

4:1 Ἀϰȣ́σατε τὸν λόγον τȣ̃τον, δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄϱει τῆς Σαμαϱείας αἱ ϰαταδυναϛεύȣσαι ϖτωχȣ̀ς ϗ ϰαταϖατȣ̃σαι ϖένητας αἱ λέγȣσαι τοῖς ϰυϱίοις αὐτῶν Ἐϖίδοτε ἡμῖν ὅϖως ϖίωμεν·

4:2 ὀμνύει ϰύϱιος ϰατὰ τῶν ἁγίων αὐτȣ̃ Διότι ἰδȣ̀ ἡμέϱαι ἔϱχονται ἐφ’ ὑμᾶς, ϗ λήμψονται ὑμᾶς ἐν ὅϖλοις, ϗ τȣ̀ς μεϑ’ ὑμῶν εἰς λέϐητας ὑϖοϰαιομένȣς ἐμϐαλȣ̃σιν ἔμϖυϱοι λοιμοί,

4:3 ϗ ἐξενεχϑήσεσϑε γυμναὶ ϰατέναντι ἀλλήλων ϗ ἀϖοϱϱιφήσεσϑε εἰς τὸ ὄϱος τὸ Ρεμμαν, λέγει ϰύϱιος ὁ ϑεός.

4:4 Εἰσήλϑατε εἰς Βαιϑηλ ϗ ἠνομήσατε ϗ εἰς Γαλγαλα ἐϖληϑύνατε τȣ̃ ἀσεϐῆσαι ϗ ἠνέγϰατε εἰς τὸ ϖϱωῒ ϑυσίας ὑμῶν, εἰς τὴν τϱιημεϱίαν τὰ ἐϖιδέϰατα ὑμῶν·

4:5 ϗ ἀνέγνωσαν ἔξω νόμον ϗ ἐϖεϰαλέσαντο ὁμολογίας· ἀϖαγγείλατε ὅτι ταῦτα ἠγάϖησαν οἱ υἱοὶ Ισϱαηλ, λέγει ϰύϱιος ὁ ϑεός.

4:6 ϗ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν ϖάσαις ταῖς ϖόλεσιν ὑμῶν ϗ ἔνδειαν ἄϱτων ἐν ϖᾶσι τοῖς τόϖοις ὑμῶν· ϗ ȣ̓ϰ ἐϖεϛϱέψατε ϖϱός με, λέγει ϰύϱιος.

4:7 ϗ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν ϖϱὸ τϱιῶν μηνῶν τȣ̃ τϱυγήτȣ· ϗ ϐϱέξω ἐϖὶ ϖόλιν μίαν, ἐϖὶ δὲ ϖόλιν μίαν ȣ̓ ϐϱέξω· μεϱὶς μία ϐϱαχήσεται, ϗ μεϱίς, ἐφ’ ἣν ȣ̓ ϐϱέξω ἐϖ’ αὐτήν, ξηϱανϑήσεται·

4:8 ϗ συναϑϱοισϑήσονται δύο ϗ τϱεῖς ϖόλεις εἰς ϖόλιν μίαν τȣ̃ ϖιεῖν ὕδωϱ ϗ ȣ̓ μὴ ἐμϖλησϑῶσιν· ϗ ȣ̓ϰ ἐϖεϛϱέψατε ϖϱός με, λέγει ϰύϱιος.

4:9 ἐϖάταξα ὑμᾶς ἐν ϖυϱώσει ϗ ἐν ἰϰτέϱῳ· ἐϖληϑύνατε ϰήϖȣς ὑμῶν, ἀμϖελῶνας ὑμῶν ϗ συϰῶνας ὑμῶν ϗ ἐλαιῶνας ὑμῶν ϰατέφαγεν ἡ ϰάμϖη· ϗ ȣ̓δ’ ὧς ἐϖεϛϱέψατε ϖϱός με, λέγει ϰύϱιος.

4:10 ἐξαϖέϛειλα εἰς ὑμᾶς ϑάνατον ἐν ὁδῷ Αἰγύϖτȣ ϗ ἀϖέϰτεινα ἐν ῥομφαίᾳ τȣ̀ς νεανίσϰȣς ὑμῶν μετὰ αἰχμαλωσίας ἵϖϖων σȣ ϗ ἀνήγαγον ἐν ϖυϱὶ τὰς ϖαϱεμϐολὰς ὑμῶν ἐν τῇ ὀϱγῇ μȣ· ϗ ȣ̓δ’ ὧς ἐϖεϛϱέψατε ϖϱός με, λέγει ϰύϱιος.

4:11 ϰατέϛϱεψα ὑμᾶς, ϰαϑὼς ϰατέϛϱεψεν ὁ ϑεὸς Σοδομα ϗ Γομοϱϱα, ϗ ἐγένεσϑε ὡς δαλὸς ἐξεσϖασμένος ἐϰ ϖυϱός· ϗ ȣ̓δ’ ὧς ἐϖεϛϱέψατε ϖϱός με, λέγει ϰύϱιος.

4:12 διὰ τȣ̃το ȣ̔́τως ϖοιήσω σοι, Ισϱαηλ· ϖλὴν ὅτι ȣ̔́τως ϖοιήσω σοι, ἑτοιμάζȣ τȣ̃ ἐϖιϰαλεῖσϑαι τὸν ϑεόν σȣ, Ισϱαηλ.

4:13 διότι ἰδȣ̀ ἐγὼ ϛεϱεῶν ϐϱοντὴν ϗ ϰτίζων ϖνεῦμα ϗ ἀϖαγγέλλων εἰς ἀνϑϱώϖȣς τὸν χϱιϛὸν αὐτȣ̃, ϖοιῶν ὄϱϑϱον ϗ ὁμίχλην ϗ ἐϖιϐαίνων ἐϖὶ τὰ ὕψη τῆς γῆς· ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ ὄνομα αὐτῷ.

5:1 Ἀϰȣ́σατε τὸν λόγον ϰυϱίȣ τȣ̃τον, ὃν ἐγὼ λαμϐάνω ἐφ’ ὑμᾶς ϑϱῆνον, οἶϰος Ισϱαηλ

5:2 Ἔϖεσεν ȣ̓ϰέτι μὴ ϖϱοσϑῇ τȣ̃ ἀναϛῆναι ϖαϱϑένος τȣ̃ Ισϱαηλ· ἔσφαλεν ἐϖὶ τῆς γῆς αὐτῆς, ȣ̓ϰ ἔϛιν ὁ ἀναϛήσων αὐτήν.

5:3 διότι τάδε λέγει ϰύϱιος ϰύϱιος Ἡ ϖόλις, ἐξ ἧς ἐξεϖοϱεύοντο χίλιοι, ὑϖολειφϑήσονται ἑϰατόν, ϗ ἐξ ἧς ἐξεϖοϱεύοντο ἑϰατόν, ὑϖολειφϑήσονται δέϰα τῷ οἴϰῳ Ισϱαηλ.

5:4 διότι τάδε λέγει ϰύϱιος ϖϱὸς τὸν οἶϰον Ισϱαηλ Ἐϰζητήσατέ με ϗ ζήσεσϑε·

5:5 ϗ μὴ ἐϰζητεῖτε Βαιϑηλ ϗ εἰς Γαλγαλα μὴ εἰσϖοϱεύεσϑε ϗ ἐϖὶ τὸ φϱέαϱ τȣ̃ ὅϱϰȣ μὴ διαϐαίνετε, ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευϑήσεται, ϗ Βαιϑηλ ἔϛαι ὡς ȣ̓χ ὑϖάϱχȣσα·

5:6 ἐϰζητήσατε τὸν ϰύϱιον ϗ ζήσατε, ὅϖως μὴ ἀναλάμψῃ ὡς ϖῦϱ ὁ οἶϰος Ιωσηφ, ϗ ϰαταφάγεται αὐτόν, ϗ ȣ̓ϰ ἔϛαι ὁ σϐέσων τῷ οἴϰῳ Ισϱαηλ.

5:7 ϰύϱιος ὁ ϖοιῶν εἰς ὕψος ϰϱίμα ϗ διϰαιοσύνην εἰς γῆν ἔϑηϰεν,

5:8 ϖοιῶν ϖάντα ϗ μετασϰευάζων ϗ ἐϰτϱέϖων εἰς τὸ ϖϱωῒ σϰιὰν ϑανάτȣ ϗ ἡμέϱαν εἰς νύϰτα συσϰοτάζων, ὁ ϖϱοσϰαλȣ́μενος τὸ ὕδωϱ τῆς ϑαλάσσης ϗ ἐϰχέων αὐτὸ ἐϖὶ ϖϱοσώϖȣ τῆς γῆς, ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ ὄνομα αὐτῷ·

5:9 ὁ διαιϱῶν συντϱιμμὸν ἐϖ’ ἰσχὺν ϗ ταλαιϖωϱίαν ἐϖὶ ὀχύϱωμα ἐϖάγων.

5:10 ἐμίσησαν ἐν ϖύλαις ἐλέγχοντα ϗ λόγον ὅσιον ἐϐδελύξαντο.

5:11 διὰ τȣ̃το ἀνϑ’ ὧν ϰατεϰονδυλίζετε ϖτωχȣ̀ς ϗ δῶϱα ἐϰλεϰτὰ ἐδέξασϑε ϖαϱ’ αὐτῶν, οἴϰȣς ξυϛȣ̀ς ᾠϰοδομήσατε ϗ ȣ̓ μὴ ϰατοιϰήσητε ἐν αὐτοῖς, ἀμϖελῶνας ἐϖιϑυμητȣ̀ς ἐφυτεύσατε ϗ ȣ̓ μὴ ϖίητε τὸν οἶνον ἐξ αὐτῶν.

5:12 ὅτι ἔγνων ϖολλὰς ἀσεϐείας ὑμῶν, ϗ ἰσχυϱαὶ αἱ ἁμαϱτίαι ὑμῶν, ϰαταϖατȣ̃ντες δίϰαιον, λαμϐάνοντες ἀλλάγματα ϗ ϖένητας ἐν ϖύλαις ἐϰϰλίνοντες.

5:13 διὰ τȣ̃το ὁ συνίων ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ σιωϖήσεται, ὅτι ϰαιϱὸς ϖονηϱός ἐϛιν.

5:14 ἐϰζητήσατε τὸ ϰαλὸν ϗ μὴ τὸ ϖονηϱόν, ὅϖως ζήσητε· ϗ ἔϛαι ȣ̔́τως μεϑ’ ὑμῶν ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ, ὃν τϱόϖον εἴϖατε

5:15 Μεμισήϰαμεν τὰ ϖονηϱὰ ϗ ἠγαϖήϰαμεν τὰ ϰαλά· ϗ ἀϖοϰαταϛήσατε ἐν ϖύλαις ϰϱίμα, ὅϖως ἐλεήσῃ ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ τȣ̀ς ϖεϱιλοίϖȣς τȣ̃ Ιωσηφ.

5:16 διὰ τȣ̃το τάδε λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ Ἐν ϖάσαις ϖλατείαις ϰοϖετός, ϗ ἐν ϖάσαις ὁδοῖς ῥηϑήσεται Ȣ̓αὶ ȣ̓αί· ϰληϑήσεται γεωϱγὸς εἰς ϖένϑος ϗ ϰοϖετὸν ϗ εἰς εἰδότας ϑϱῆνον,

5:17 ϗ ἐν ϖάσαις ὁδοῖς ϰοϖετός, διότι διελεύσομαι διὰ μέσȣ σȣ, εἶϖεν ϰύϱιος.

5:18 Ȣ̓αὶ οἱ ἐϖιϑυμȣ̃ντες τὴν ἡμέϱαν ϰυϱίȣ· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέϱα τȣ̃ ϰυϱίȣ; ϗ αὐτή ἐϛιν σϰότος ϗ ȣ̓ φῶς,

5:19 ὃν τϱόϖον ὅταν φύγῃ ἄνϑϱωϖος ἐϰ ϖϱοσώϖȣ τȣ̃ λέοντος ϗ ἐμϖέσῃ αὐτῷ ἡ ἄϱϰος, ϗ εἰσϖηδήσῃ εἰς τὸν οἶϰον αὐτȣ̃ ϗ ἀϖεϱείσηται τὰς χεῖϱας αὐτȣ̃ ἐϖὶ τὸν τοῖχον ϗ δάϰῃ αὐτὸν ὁ ὄφις.

5:20 ȣ̓χὶ σϰότος ἡ ἡμέϱα τȣ̃ ϰυϱίȣ ϗ ȣ̓ φῶς; ϗ γνόφος ȣ̓ϰ ἔχων φέγγος αὐτῇ.

5:21 μεμίσηϰα ἀϖῶσμαι ἑοϱτὰς ὑμῶν ϗ ȣ̓ μὴ ὀσφϱανϑῶ ἐν ταῖς ϖανηγύϱεσιν ὑμῶν·

5:22 διότι ϗ ἐὰν ἐνέγϰητέ μοι ὁλοϰαυτώματα ϗ ϑυσίας ὑμῶν, ȣ̓ ϖϱοσδέξομαι αὐτά, ϗ σωτηϱίȣ ἐϖιφανείας ὑμῶν ȣ̓ϰ ἐϖιϐλέψομαι.

5:23 μετάϛησον ἀϖ’ ἐμȣ̃ ἦχον ᾠδῶν σȣ, ϗ ψαλμὸν ὀϱγάνων σȣ ȣ̓ϰ ἀϰȣ́σομαι·

5:24 ϗ ϰυλισϑήσεται ὡς ὕδωϱ ϰϱίμα ϗ διϰαιοσύνη ὡς χειμάϱϱȣς ἄϐατος.

5:25 μὴ σφάγια ϗ ϑυσίας ϖϱοσηνέγϰατέ μοι ἐν τῇ ἐϱήμῳ τεσσαϱάϰοντα ἔτη, οἶϰος Ισϱαηλ;

5:26 ϗ ἀνελάϐετε τὴν σϰηνὴν τȣ̃ Μολοχ ϗ τὸ ἄϛϱον τȣ̃ ϑεȣ̃ ὑμῶν Ραιφαν, τȣ̀ς τύϖȣς αὐτῶν, ȣ̔̀ς ἐϖοιήσατε ἑαυτοῖς.

5:27 ϗ μετοιϰιῶ ὑμᾶς ἐϖέϰεινα Δαμασϰȣ̃, λέγει ϰύϱιος, ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ ὄνομα αὐτῷ.

6:1 Ȣ̓αὶ τοῖς ἐξȣϑενȣ̃σιν Σιων ϗ τοῖς ϖεϖοιϑόσιν ἐϖὶ τὸ ὄϱος Σαμαϱείας· ἀϖετϱύγησαν ἀϱχὰς ἐϑνῶν, ϗ εἰσῆλϑον αὐτοί. οἶϰος τȣ̃ Ισϱαηλ,

6:2 διάϐητε ϖάντες ϗ ἴδετε ϗ διέλϑατε ἐϰεῖϑεν εἰς Εμαϑ Ραϐϐα ϗ ϰατάϐητε ἐϰεῖϑεν εἰς Γεϑ ἀλλοφύλων, τὰς ϰϱατίϛας ἐϰ ϖασῶν τῶν ϐασιλειῶν τȣ́των, εἰ ϖλέονα τὰ ὅϱια αὐτῶν ἐϛιν τῶν ὑμετέϱων ὁϱίων.

6:3 οἱ ἐϱχόμενοι εἰς ἡμέϱαν ϰαϰήν, οἱ ἐγγίζοντες ϗ ἐφαϖτόμενοι σαϐϐάτων ψευδῶν,

6:4 οἱ ϰαϑεύδοντες ἐϖὶ ϰλινῶν ἐλεφαντίνων ϗ ϰατασϖαταλῶντες ἐϖὶ ταῖς ϛϱωμναῖς αὐτῶν ϗ ἔσϑοντες ἐϱίφȣς ἐϰ ϖοιμνίων ϗ μοσχάϱια ἐϰ μέσȣ ϐȣϰολίων γαλαϑηνά,

6:5 οἱ ἐϖιϰϱοτȣ̃ντες ϖϱὸς τὴν φωνὴν τῶν ὀϱγάνων ὡς ἑϛῶτα ἐλογίσαντο ϗ ȣ̓χ ὡς φεύγοντα·

6:6 οἱ ϖίνοντες τὸν διυλισμένον οἶνον ϗ τὰ ϖϱῶτα μύϱα χϱιόμενοι ϗ ȣ̓ϰ ἔϖασχον ȣ̓δὲν ἐϖὶ τῇ συντϱιϐῇ Ιωσηφ.

6:7 διὰ τȣ̃το νῦν αἰχμάλωτοι ἔσονται ἀϖ’ ἀϱχῆς δυναϛῶν, ϗ ἐξαϱϑήσεται χϱεμετισμὸς ἵϖϖων ἐξ Εφϱαιμ.

6:8 ὅτι ὤμοσεν ϰύϱιος ϰαϑ’ ἑαυτȣ̃ Διότι ϐδελύσσομαι ἐγὼ ϖᾶσαν τὴν ὕϐϱιν Ιαϰωϐ ϗ τὰς χώϱας αὐτȣ̃ μεμίσηϰα, ϗ ἐξαϱῶ ϖόλιν σὺν ϖᾶσιν τοῖς ϰατοιϰȣ̃σιν αὐτήν·

6:9 ϗ ἔϛαι ἐὰν ὑϖολειφϑῶσιν δέϰα ἄνδϱες ἐν οἰϰίᾳ μιᾷ, ϗ ἀϖοϑανȣ̃νται, ϗ ὑϖολειφϑήσονται οἱ ϰατάλοιϖοι,

6:10 ϗ λήμψονται οἱ οἰϰεῖοι αὐτῶν ϗ ϖαϱαϐιῶνται τȣ̃ ἐξενέγϰαι τὰ ὀϛᾶ αὐτῶν ἐϰ τȣ̃ οἴϰȣ· ϗ ἐϱεῖ τοῖς ϖϱοεϛηϰόσι τῆς οἰϰίας Εἰ ἔτι ὑϖάϱχει ϖαϱὰ σοί; ϗ ἐϱεῖ Ȣ̓ϰέτι· ϗ ἐϱεῖ Σίγα, ἕνεϰα τȣ̃ μὴ ὀνομάσαι τὸ ὄνομα ϰυϱίȣ.

6:11 διότι ἰδȣ̀ ϰύϱιος ἐντέλλεται ϗ ϖατάξει τὸν οἶϰον τὸν μέγαν ϑλάσμασιν ϗ τὸν οἶϰον τὸν μιϰϱὸν ῥάγμασιν.

6:12 εἰ διώξονται ἐν ϖέτϱαις ἵϖϖοι; εἰ ϖαϱασιωϖήσονται ἐν ϑηλείαις; ὅτι ὑμεῖς ἐξεϛϱέψατε εἰς ϑυμὸν ϰϱίμα ϗ ϰαϱϖὸν διϰαιοσύνης εἰς ϖιϰϱίαν,

6:13 οἱ εὐφϱαινόμενοι ἐϖ’ ȣ̓δενὶ λόγῳ, οἱ λέγοντες Ȣ̓ϰ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν ϰέϱατα;

6:14 διότι ἰδȣ̀ ἐγὼ ἐϖεγείϱω ἐφ’ ὑμᾶς, οἶϰος τȣ̃ Ισϱαηλ, ἔϑνος, ϗ ἐϰϑλίψȣσιν ὑμᾶς τȣ̃ μὴ εἰσελϑεῖν εἰς Εμαϑ ϗ ἕως τȣ̃ χειμάϱϱȣ τῶν δυσμῶν.

7:1 ȣ̔́τως ἔδειξέν μοι ϰύϱιος ϗ ἰδȣ̀ ἐϖιγονὴ ἀϰϱίδων ἐϱχομένη ἑωϑινή, ϗ ἰδȣ̀ ϐϱȣ̃χος εἷς Γωγ ὁ ϐασιλεύς.

7:2 ϗ ἔϛαι ἐὰν συντελέσῃ τȣ̃ ϰαταφαγεῖν τὸν χόϱτον τῆς γῆς, ϗ εἶϖα Κύϱιε ϰύϱιε, ἵλεως γενȣ̃· τίς ἀναϛήσει τὸν Ιαϰωϐ; ὅτι ὀλιγοϛός ἐϛιν·

7:3 μετανόησον, ϰύϱιε, ἐϖὶ τȣ́τῳ. Ϗ τȣ̃το ȣ̓ϰ ἔϛαι, λέγει ϰύϱιος.

7:4 ȣ̔́τως ἔδειξέν μοι ϰύϱιος ϗ ἰδȣ̀ ἐϰάλεσεν τὴν δίϰην ἐν ϖυϱὶ ϰύϱιος, ϗ ϰατέφαγε τὴν ἄϐυσσον τὴν ϖολλὴν ϗ ϰατέφαγεν τὴν μεϱίδα.

7:5 ϗ εἶϖα Κύϱιε ϰύϱιε, ϰόϖασον δή· τίς ἀναϛήσει τὸν Ιαϰωϐ; ὅτι ὀλιγοϛός ἐϛιν·

7:6 μετανόησον, ϰύϱιε, ἐϖὶ τȣ́τῳ. Ϗ τȣ̃το ȣ̓ μὴ γένηται, λέγει ϰύϱιος.

7:7 ȣ̔́τως ἔδειξέν μοι ϰύϱιος ϗ ἰδȣ̀ ἀνὴϱ ἑϛηϰὼς ἐϖὶ τείχȣς ἀδαμαντίνȣ, ϗ ἐν τῇ χειϱὶ αὐτȣ̃ ἀδάμας.

7:8 ϗ εἶϖεν ϰύϱιος ϖϱός με Τί σὺ ὁϱᾷς, Αμως; ϗ εἶϖα Ἀδάμαντα. ϗ εἶϖεν ϰύϱιος ϖϱός με Ἰδȣ̀ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαȣ̃ μȣ Ισϱαηλ, ȣ̓ϰέτι μὴ ϖϱοσϑῶ τȣ̃ ϖαϱελϑεῖν αὐτόν·

7:9 ϗ ἀφανισϑήσονται ϐωμοὶ τȣ̃ γέλωτος, ϗ αἱ τελεταὶ τȣ̃ Ισϱαηλ ἐξεϱημωϑήσονται, ϗ ἀναϛήσομαι ἐϖὶ τὸν οἶϰον Ιεϱοϐοαμ ἐν ῥομφαίᾳ.

7:10 Ϗ ἐξαϖέϛειλεν Αμασιας ὁ ἱεϱεὺς Βαιϑηλ ϖϱὸς Ιεϱοϐοαμ ϐασιλέα Ισϱαηλ λέγων Συϛϱοφὰς ϖοιεῖται ϰατὰ σȣ̃ Αμως ἐν μέσῳ οἴϰȣ Ισϱαηλ· ȣ̓ μὴ δύνηται ἡ γῆ ὑϖενεγϰεῖν ἅϖαντας τȣ̀ς λόγȣς αὐτȣ̃·

7:11 διότι τάδε λέγει Αμως Ἐν ῥομφαίᾳ τελευτήσει Ιεϱοϐοαμ, ὁ δὲ Ισϱαηλ αἰχμάλωτος ἀχϑήσεται ἀϖὸ τῆς γῆς αὐτȣ̃.

7:12 ϗ εἶϖεν Αμασιας ϖϱὸς Αμως Ὁ ὁϱῶν, ϐάδιζε ἐϰχώϱησον εἰς γῆν Ιȣδα ϗ ἐϰεῖ ϰαταϐίȣ ϗ ἐϰεῖ ϖϱοφητεύσεις·

7:13 εἰς δὲ Βαιϑηλ ȣ̓ϰέτι μὴ ϖϱοσϑῇς τȣ̃ ϖϱοφητεῦσαι, ὅτι ἁγίασμα ϐασιλέως ἐϛὶν ϗ οἶϰος ϐασιλείας ἐϛίν.

7:14 ϗ ἀϖεϰϱίϑη Αμως ϗ εἶϖεν ϖϱὸς Αμασιαν Ȣ̓ϰ ἤμην ϖϱοφήτης ἐγὼ ȣ̓δὲ υἱὸς ϖϱοφήτȣ, ἀλλ’ ἢ αἰϖόλος ἤμην ϗ ϰνίζων συϰάμινα·

7:15 ϗ ἀνέλαϐέν με ϰύϱιος ἐϰ τῶν ϖϱοϐάτων, ϗ εἶϖεν ϰύϱιος ϖϱός με Βάδιζε ϖϱοφήτευσον ἐϖὶ τὸν λαόν μȣ Ισϱαηλ.

7:16 ϗ νῦν ἄϰȣε λόγον ϰυϱίȣ Σὺ λέγεις Μὴ ϖϱοφήτευε ἐϖὶ τὸν Ισϱαηλ ϗ ȣ̓ μὴ ὀχλαγωγήσῃς ἐϖὶ τὸν οἶϰον Ιαϰωϐ·

7:17 διὰ τȣ̃το τάδε λέγει ϰύϱιος Ἡ γυνή σȣ ἐν τῇ ϖόλει ϖοϱνεύσει, ϗ οἱ υἱοί σȣ ϗ αἱ ϑυγατέϱες σȣ ἐν ῥομφαίᾳ ϖεσȣ̃νται, ϗ ἡ γῆ σȣ ἐν σχοινίῳ ϰαταμετϱηϑήσεται, ϗ σὺ ἐν γῇ ἀϰαϑάϱτῳ τελευτήσεις, ὁ δὲ Ισϱαηλ αἰχμάλωτος ἀχϑήσεται ἀϖὸ τῆς γῆς αὐτȣ̃.

8:1 ȣ̔́τως ἔδειξέν μοι ϰύϱιος ϗ ἰδȣ̀ ἄγγος ἰξευτȣ̃.

8:2 ϗ εἶϖεν Τί σὺ ϐλέϖεις, Αμως; ϗ εἶϖα Ἄγγος ἰξευτȣ̃. ϗ εἶϖεν ϰύϱιος ϖϱός με Ἥϰει τὸ ϖέϱας ἐϖὶ τὸν λαόν μȣ Ισϱαηλ, ȣ̓ϰέτι μὴ ϖϱοσϑῶ τȣ̃ ϖαϱελϑεῖν αὐτόν·

8:3 ϗ ὀλολύξει τὰ φατνώματα τȣ̃ ναȣ̃· ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος, ϖολὺς ὁ ϖεϖτωϰὼς ἐν ϖαντὶ τόϖῳ, ἐϖιϱϱίψω σιωϖήν.

8:4 Ἀϰȣ́σατε δὴ ταῦτα, οἱ ἐϰτϱίϐοντες εἰς τὸ ϖϱωῒ ϖένητα ϗ ϰαταδυναϛεύοντες ϖτωχȣ̀ς ἀϖὸ τῆς γῆς,

8:5 οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν ϗ ἐμϖολήσομεν ϗ τὰ σάϐϐατα ϗ ἀνοίξομεν ϑησαυϱȣ̀ς τȣ̃ ϖοιῆσαι μιϰϱὸν μέτϱον ϗ τȣ̃ μεγαλῦναι ϛάϑμια ϗ ϖοιῆσαι ζυγὸν ἄδιϰον

8:6 τȣ̃ ϰτᾶσϑαι ἐν ἀϱγυϱίῳ ϖτωχȣ̀ς ϗ ταϖεινὸν ἀντὶ ὑϖοδημάτων ϗ ἀϖὸ ϖαντὸς γενήματος ἐμϖοϱευσόμεϑα;

8:7 ὀμνύει ϰύϱιος ϰαϑ’ ὑϖεϱηφανίας Ιαϰωϐ Εἰ ἐϖιλησϑήσεται εἰς νεῖϰος ϖάντα τὰ ἔϱγα ὑμῶν.

8:8 ϗ ἐϖὶ τȣ́τοις ȣ̓ ταϱαχϑήσεται ἡ γῆ, ϗ ϖενϑήσει ϖᾶς ὁ ϰατοιϰῶν ἐν αὐτῇ, ϗ ἀναϐήσεται ὡς ϖοταμὸς συντέλεια ϗ ϰαταϐήσεται ὡς ϖοταμὸς Αἰγύϖτȣ.

8:9 ϗ ἔϛαι ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος ὁ ϑεός, ϗ δύσεται ὁ ἥλιος μεσημϐϱίας, ϗ συσϰοτάσει ἐϖὶ τῆς γῆς ἐν ἡμέϱᾳ τὸ φῶς·

8:10 ϗ μεταϛϱέψω τὰς ἑοϱτὰς ὑμῶν εἰς ϖένϑος ϗ ϖάσας τὰς ᾠδὰς ὑμῶν εἰς ϑϱῆνον ϗ ἀναϐιϐῶ ἐϖὶ ϖᾶσαν ὀσφὺν σάϰϰον ϗ ἐϖὶ ϖᾶσαν ϰεφαλὴν φαλάϰϱωμα ϗ ϑήσομαι αὐτὸν ὡς ϖένϑος ἀγαϖητȣ̃ ϗ τȣ̀ς μετ’ αὐτȣ̃ ὡς ἡμέϱαν ὀδύνης.

8:11 ἰδȣ̀ ἡμέϱαι ἔϱχονται, λέγει ϰύϱιος, ϗ ἐξαϖοϛελῶ λιμὸν ἐϖὶ τὴν γῆν, ȣ̓ λιμὸν ἄϱτȣ ȣ̓δὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τȣ̃ ἀϰȣ̃σαι λόγον ϰυϱίȣ·

8:12 ϗ σαλευϑήσονται ὕδατα ἕως ϑαλάσσης, ϗ ἀϖὸ ϐοϱϱᾶ ἕως ἀνατολῶν ϖεϱιδϱαμȣ̃νται ζητȣ̃ντες τὸν λόγον ϰυϱίȣ ϗ ȣ̓ μὴ εὕϱωσιν.

8:13 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἐϰλείψȣσιν αἱ ϖαϱϑένοι αἱ ϰαλαὶ ϗ οἱ νεανίσϰοι ἐν δίψει

8:14 οἱ ὀμνύοντες ϰατὰ τȣ̃ ἱλασμȣ̃ Σαμαϱείας ϗ οἱ λέγοντες Ζῇ ὁ ϑεός σȣ, Δαν, ϗ ζῇ ὁ ϑεός σȣ, Βηϱσαϐεε· ϗ ϖεσȣ̃νται ϗ ȣ̓ μὴ ἀναϛῶσιν ἔτι.

9:1 Εἶδον τὸν ϰύϱιον ἐφεϛῶτα ἐϖὶ τȣ̃ ϑυσιαϛηϱίȣ, ϗ εἶϖεν Πάταξον ἐϖὶ τὸ ἱλαϛήϱιον ϗ σεισϑήσεται τὰ ϖϱόϖυλα ϗ διάϰοψον εἰς ϰεφαλὰς ϖάντων· ϗ τȣ̀ς ϰαταλοίϖȣς αὐτῶν ἐν ῥομφαίᾳ ἀϖοϰτενῶ, ȣ̓ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, ϗ ȣ̓ μὴ διασωϑῇ ἐξ αὐτῶν ἀνασῳζόμενος.

9:2 ἐὰν ϰατοϱυγῶσιν εἰς ᾅδȣ, ἐϰεῖϑεν ἡ χείϱ μȣ ἀνασϖάσει αὐτȣ́ς· ϗ ἐὰν ἀναϐῶσιν εἰς τὸν ȣ̓ϱανόν, ἐϰεῖϑεν ϰατάξω αὐτȣ́ς·

9:3 ἐὰν ἐγϰϱυϐῶσιν εἰς τὴν ϰοϱυφὴν τȣ̃ Καϱμήλȣ, ἐϰεῖϑεν ἐξεϱευνήσω ϗ λήμψομαι αὐτȣ́ς· ϗ ἐὰν ϰαταδύσωσιν ἐξ ὀφϑαλμῶν μȣ εἰς τὰ ϐάϑη τῆς ϑαλάσσης, ἐϰεῖ ἐντελȣ̃μαι τῷ δϱάϰοντι ϗ δήξεται αὐτȣ́ς·

9:4 ϗ ἐὰν ϖοϱευϑῶσιν ἐν αἰχμαλωσίᾳ ϖϱὸ ϖϱοσώϖȣ τῶν ἐχϑϱῶν αὐτῶν, ἐϰεῖ ἐντελȣ̃μαι τῇ ῥομφαίᾳ ϗ ἀϖοϰτενεῖ αὐτȣ́ς· ϗ ϛηϱιῶ τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ἐϖ’ αὐτȣ̀ς εἰς ϰαϰὰ ϗ ȣ̓ϰ εἰς ἀγαϑά.

9:5 ϗ ϰύϱιος ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ, ὁ ἐφαϖτόμενος τῆς γῆς ϗ σαλεύων αὐτήν, ϗ ϖενϑήσȣσιν ϖάντες οἱ ϰατοιϰȣ̃ντες αὐτήν, ϗ ἀναϐήσεται ὡς ϖοταμὸς συντέλεια αὐτῆς ϗ ϰαταϐήσεται ὡς ϖοταμὸς Αἰγύϖτȣ·

9:6 ὁ οἰϰοδομῶν εἰς τὸν ȣ̓ϱανὸν ἀνάϐασιν αὐτȣ̃ ϗ τὴν ἐϖαγγελίαν αὐτȣ̃ ἐϖὶ τῆς γῆς ϑεμελιῶν, ὁ ϖϱοσϰαλȣ́μενος τὸ ὕδωϱ τῆς ϑαλάσσης ϗ ἐϰχέων αὐτὸ ἐϖὶ ϖϱόσωϖον τῆς γῆς· ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ ὄνομα αὐτῷ.

9:7 ȣ̓χ ὡς υἱοὶ Αἰϑιόϖων ὑμεῖς ἐϛε ἐμοί, υἱοὶ Ισϱαηλ; λέγει ϰύϱιος. ȣ̓ τὸν Ισϱαηλ ἀνήγαγον ἐϰ γῆς Αἰγύϖτȣ ϗ τȣ̀ς ἀλλοφύλȣς ἐϰ Καϖϖαδοϰίας ϗ τȣ̀ς Σύϱȣς ἐϰ ϐόϑϱȣ;

9:8 Ἰδȣ̀ οἱ ὀφϑαλμοὶ ϰυϱίȣ τȣ̃ ϑεȣ̃ ἐϖὶ τὴν ϐασιλείαν τῶν ἁμαϱτωλῶν ϗ ἐξαϱῶ αὐτὴν ἀϖὸ ϖϱοσώϖȣ τῆς γῆς· ϖλὴν ὅτι ȣ̓ϰ εἰς τέλος ἐξαϱῶ τὸν οἶϰον Ιαϰωϐ, λέγει ϰύϱιος.

9:9 διότι ἰδȣ̀ ἐγὼ ἐντέλλομαι ϗ λιϰμιῶ ἐν ϖᾶσι τοῖς ἔϑνεσιν τὸν οἶϰον τȣ̃ Ισϱαηλ, ὃν τϱόϖον λιϰμᾶται ἐν τῷ λιϰμῷ ϗ ȣ̓ μὴ ϖέσῃ σύντϱιμμα ἐϖὶ τὴν γῆν.

9:10 ἐν ῥομφαίᾳ τελευτήσȣσι ϖάντες ἁμαϱτωλοὶ λαȣ̃ μȣ οἱ λέγοντες Ȣ̓ μὴ ἐγγίσῃ ȣ̓δ’ ȣ̓ μὴ γένηται ἐφ’ ἡμᾶς τὰ ϰαϰά.

9:11 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἀναϛήσω τὴν σϰηνὴν Δαυιδ τὴν ϖεϖτωϰυῖαν ϗ ἀνοιϰοδομήσω τὰ ϖεϖτωϰότα αὐτῆς ϗ τὰ ϰατεσϰαμμένα αὐτῆς ἀναϛήσω ϗ ἀνοιϰοδομήσω αὐτὴν ϰαϑὼς αἱ ἡμέϱαι τȣ̃ αἰῶνος,

9:12 ὅϖως ἐϰζητήσωσιν οἱ ϰατάλοιϖοι τῶν ἀνϑϱώϖων ϗ ϖάντα τὰ ἔϑνη, ἐφ’ ȣ̔̀ς ἐϖιϰέϰληται τὸ ὄνομά μȣ ἐϖ’ αὐτȣ́ς, λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖοιῶν ταῦτα.

9:13 ἰδȣ̀ ἡμέϱαι ἔϱχονται, λέγει ϰύϱιος, ϗ ϰαταλήμψεται ὁ ἀλοητὸς τὸν τϱύγητον, ϗ ϖεϱϰάσει ἡ ϛαφυλὴ ἐν τῷ σϖόϱῳ, ϗ ἀϖοϛαλάξει τὰ ὄϱη γλυϰασμόν, ϗ ϖάντες οἱ ϐȣνοὶ σύμφυτοι ἔσονται·

9:14 ϗ ἐϖιϛϱέψω τὴν αἰχμαλωσίαν λαȣ̃ μȣ Ισϱαηλ, ϗ οἰϰοδομήσȣσιν ϖόλεις τὰς ἠφανισμένας ϗ ϰατοιϰήσȣσιν ϗ ϰαταφυτεύσȣσιν ἀμϖελῶνας ϗ ϖίονται τὸν οἶνον αὐτῶν ϗ φυτεύσȣσιν ϰήϖȣς ϗ φάγονται τὸν ϰαϱϖὸν αὐτῶν·

9:15 ϗ ϰαταφυτεύσω αὐτȣ̀ς ἐϖὶ τῆς γῆς αὐτῶν, ϗ ȣ̓ μὴ ἐϰσϖασϑῶσιν ȣ̓ϰέτι ἀϖὸ τῆς γῆς αὐτῶν, ἧς ἔδωϰα αὐτοῖς, λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ.

Μιχαίας

1:1 Ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Μιχαιαν τὸν τȣ̃ Μωϱασϑι ἐν ἡμέϱαις Ιωαϑαμ ϗ Αχαζ ϗ Εζεϰιȣ ϐασιλέων Ιȣδα, ὑϖὲϱ ὧν εἶδεν ϖεϱὶ Σαμαϱείας ϗ ϖεϱὶ Ιεϱȣσαλημ.

1:2 Ἀϰȣ́σατε, λαοί, λόγȣς, ϗ ϖϱοσεχέτω ἡ γῆ ϗ ϖάντες οἱ ἐν αὐτῇ, ϗ ἔϛαι ϰύϱιος ἐν ὑμῖν εἰς μαϱτύϱιον, ϰύϱιος ἐξ οἴϰȣ ἁγίȣ αὐτȣ̃·

1:3 διότι ἰδȣ̀ ϰύϱιος ἐϰϖοϱεύεται ἐϰ τȣ̃ τόϖȣ αὐτȣ̃ ϗ ϰαταϐήσεται ϗ ἐϖιϐήσεται ἐϖὶ τὰ ὕψη τῆς γῆς,

1:4 ϗ σαλευϑήσεται τὰ ὄϱη ὑϖοϰάτωϑεν αὐτȣ̃, ϗ αἱ ϰοιλάδες ταϰήσονται ὡς ϰηϱὸς ἀϖὸ ϖϱοσώϖȣ ϖυϱὸς ϗ ὡς ὕδωϱ ϰαταφεϱόμενον ἐν ϰαταϐάσει.

1:5 διὰ ἀσέϐειαν Ιαϰωϐ ϖάντα ταῦτα ϗ διὰ ἁμαϱτίαν οἴϰȣ Ισϱαηλ. τίς ἡ ἀσέϐεια τȣ̃ Ιαϰωϐ; ȣ̓ Σαμάϱεια; ϗ τίς ἡ ἁμαϱτία οἴϰȣ Ιȣδα; ȣ̓χὶ Ιεϱȣσαλημ;

1:6 ϗ ϑήσομαι Σαμάϱειαν εἰς ὀϖωϱοφυλάϰιον ἀγϱȣ̃ ϗ εἰς φυτείαν ἀμϖελῶνος ϗ ϰατασϖάσω εἰς χάος τȣ̀ς λίϑȣς αὐτῆς ϗ τὰ ϑεμέλια αὐτῆς ἀϖοϰαλύψω·

1:7 ϗ ϖάντα τὰ γλυϖτὰ αὐτῆς ϰαταϰόψȣσιν ϗ ϖάντα τὰ μισϑώματα αὐτῆς ἐμϖϱήσȣσιν ἐν ϖυϱί, ϗ ϖάντα τὰ εἴδωλα αὐτῆς ϑήσομαι εἰς ἀφανισμόν· διότι ἐϰ μισϑωμάτων ϖοϱνείας συνήγαγεν ϗ ἐϰ μισϑωμάτων ϖοϱνείας συνέϛϱεψεν.

1:8 Ἕνεϰεν τȣ́τȣ ϰόψεται ϗ ϑϱηνήσει, ϖοϱεύσεται ἀνυϖόδετος ϗ γυμνή, ϖοιήσεται ϰοϖετὸν ὡς δϱαϰόντων ϗ ϖένϑος ὡς ϑυγατέϱων σειϱήνων·

1:9 ὅτι ϰατεϰϱάτησεν ἡ ϖληγὴ αὐτῆς, διότι ἦλϑεν ἕως Ιȣδα ϗ ἥψατο ἕως ϖύλης λαȣ̃ μȣ, ἕως Ιεϱȣσαλημ.

1:10 οἱ ἐν Γεϑ, μὴ μεγαλύνεσϑε· οἱ ἐν Αϰιμ, μὴ ἀνοιϰοδομεῖτε ἐξ οἴϰȣ ϰατὰ γέλωτα, γῆν ϰαταϖάσασϑε ϰατὰ γέλωτα ὑμῶν.

1:11 ϰατοιϰȣ̃σα ϰαλῶς τὰς ϖόλεις αὐτῆς ȣ̓ϰ ἐξῆλϑεν ϰατοιϰȣ̃σα Σεννααν ϰόψασϑαι οἶϰον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν ϖληγὴν ὀδύνης.

1:12 τίς ἤϱξατο εἰς ἀγαϑὰ ϰατοιϰȣ́σῃ ὀδύνας; ὅτι ϰατέϐη ϰαϰὰ ϖαϱὰ ϰυϱίȣ ἐϖὶ ϖύλας Ιεϱȣσαλημ,

1:13 ψόφος ἁϱμάτων ϗ ἱϖϖευόντων. ϰατοιϰȣ̃σα Λαχις, ἀϱχηγὸς ἁμαϱτίας αὐτή ἐϛιν τῇ ϑυγατϱὶ Σιων, ὅτι ἐν σοὶ εὑϱέϑησαν ἀσέϐειαι τȣ̃ Ισϱαηλ.

1:14 διὰ τȣ̃το δώσεις ἐξαϖοϛελλομένȣς ἕως ϰληϱονομίας Γεϑ οἴϰȣς ματαίȣς· εἰς ϰενὰ ἐγένετο τοῖς ϐασιλεῦσιν τȣ̃ Ισϱαηλ.

1:15 ἕως τȣ̀ς ϰληϱονόμȣς ἀγάγω σοι, ϰατοιϰȣ̃σα Λαχις ϰληϱονομία, ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς ϑυγατϱὸς Ισϱαηλ.

1:16 ξύϱησαι ϗ ϰεῖϱαι ἐϖὶ τὰ τέϰνα τὰ τϱυφεϱά σȣ, ἐμϖλάτυνον τὴν χηϱείαν σȣ ὡς ἀετός, ὅτι ᾐχμαλωτεύϑησαν ἀϖὸ σȣ̃.

2:1 Ἐγένοντο λογιζόμενοι ϰόϖȣς ϗ ἐϱγαζόμενοι ϰαϰὰ ἐν ταῖς ϰοίταις αὐτῶν ϗ ἅμα τῇ ἡμέϱᾳ συνετέλȣν αὐτά, διότι ȣ̓ϰ ἦϱαν ϖϱὸς τὸν ϑεὸν τὰς χεῖϱας αὐτῶν·

2:2 ϗ ἐϖεϑύμȣν ἀγϱȣ̀ς ϗ διήϱϖαζον ὀϱφανȣ̀ς ϗ οἴϰȣς ϰατεδυνάϛευον ϗ διήϱϖαζον ἄνδϱα ϗ τὸν οἶϰον αὐτȣ̃, ἄνδϱα ϗ τὴν ϰληϱονομίαν αὐτȣ̃.

2:3 διὰ τȣ̃το τάδε λέγει ϰύϱιος Ἰδȣ̀ ἐγὼ λογίζομαι ἐϖὶ τὴν φυλὴν ταύτην ϰαϰά, ἐξ ὧν ȣ̓ μὴ ἄϱητε τȣ̀ς τϱαχήλȣς ὑμῶν ϗ ȣ̓ μὴ ϖοϱευϑῆτε ὀϱϑοὶ ἐξαίφνης, ὅτι ϰαιϱὸς ϖονηϱός ἐϛιν.

2:4 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ λημφϑήσεται ἐφ’ ὑμᾶς ϖαϱαϐολή, ϗ ϑϱηνηϑήσεται ϑϱῆνος ἐν μέλει λέγων Ταλαιϖωϱίᾳ ἐταλαιϖωϱήσαμεν· μεϱὶς λαȣ̃ μȣ ϰατεμετϱήϑη ἐν σχοινίῳ, ϗ ȣ̓ϰ ἦν ὁ ϰωλύσων αὐτὸν τȣ̃ ἀϖοϛϱέψαι· οἱ ἀγϱοὶ ἡμῶν διεμεϱίσϑησαν.

2:5 διὰ τȣ̃το ȣ̓ϰ ἔϛαι σοι ϐάλλων σχοινίον ἐν ϰλήϱῳ ἐν ἐϰϰλησίᾳ ϰυϱίȣ.

2:6 μὴ ϰλαίετε δάϰϱυσιν, μηδὲ δαϰϱυέτωσαν ἐϖὶ τȣ́τοις· ȣ̓ γὰϱ ἀϖώσεται ὀνείδη.

2:7 ὁ λέγων Οἶϰος Ιαϰωϐ ϖαϱώϱγισεν ϖνεῦμα ϰυϱίȣ· εἰ ταῦτα τὰ ἐϖιτηδεύματα αὐτȣ̃ ἐϛιν; ȣ̓χ οἱ λόγοι αὐτȣ̃ εἰσιν ϰαλοὶ μετ’ αὐτȣ̃ ϗ ὀϱϑοὶ ϖεϖόϱευνται;

2:8 ϗ ἔμϖϱοσϑεν ὁ λαός μȣ εἰς ἔχϑϱαν ἀντέϛη· ϰατέναντι τῆς εἰϱήνης αὐτȣ̃ τὴν δοϱὰν αὐτȣ̃ ἐξέδειϱαν τȣ̃ ἀφελέσϑαι ἐλϖίδα συντϱιμμὸν ϖολέμȣ.

2:9 διὰ τȣ̃το ἡγȣ́μενοι λαȣ̃ μȣ ἀϖοϱϱιφήσονται ἐϰ τῶν οἰϰιῶν τϱυφῆς αὐτῶν, διὰ τὰ ϖονηϱὰ ἐϖιτηδεύματα αὐτῶν ἐξώσϑησαν· ἐγγίσατε ὄϱεσιν αἰωνίοις.

2:10 ἀνάϛηϑι ϗ ϖοϱεύȣ, ὅτι ȣ̓ϰ ἔϛιν σοι αὕτη ἡ ἀνάϖαυσις ἕνεϰεν ἀϰαϑαϱσίας. διεφϑάϱητε φϑοϱᾷ,

2:11 ϰατεδιώχϑητε ȣ̓δενὸς διώϰοντος· ϖνεῦμα ἔϛησεν ψεῦδος, ἐϛάλαξέν σοι εἰς οἶνον ϗ μέϑυσμα. ϗ ἔϛαι ἐϰ τῆς ϛαγόνος τȣ̃ λαȣ̃ τȣ́τȣ

2:12 συναγόμενος συναχϑήσεται Ιαϰωϐ σὺν ϖᾶσιν· ἐϰδεχόμενος ἐϰδέξομαι τȣ̀ς ϰαταλοίϖȣς τȣ̃ Ισϱαηλ, ἐϖὶ τὸ αὐτὸ ϑήσομαι τὴν ἀϖοϛϱοφὴν αὐτῶν· ὡς ϖϱόϐατα ἐν ϑλίψει, ὡς ϖοίμνιον ἐν μέσῳ ϰοίτης αὐτῶν ἐξαλȣ̃νται ἐξ ἀνϑϱώϖων.

2:13 διὰ τῆς διαϰοϖῆς ϖϱὸ ϖϱοσώϖȣ αὐτῶν διέϰοψαν ϗ διῆλϑον ϖύλην ϗ ἐξῆλϑον δι’ αὐτῆς, ϗ ἐξῆλϑεν ὁ ϐασιλεὺς αὐτῶν ϖϱὸ ϖϱοσώϖȣ αὐτῶν, ὁ δὲ ϰύϱιος ἡγήσεται αὐτῶν.

3:1 Ϗ ἐϱεῖ Ἀϰȣ́σατε δὴ ταῦτα, αἱ ἀϱχαὶ οἴϰȣ Ιαϰωϐ ϗ οἱ ϰατάλοιϖοι οἴϰȣ Ισϱαηλ. ȣ̓χ ὑμῖν ἐϛιν τȣ̃ γνῶναι τὸ ϰϱίμα;

3:2 οἱ μισȣ̃ντες τὰ ϰαλὰ ϗ ζητȣ̃ντες τὰ ϖονηϱά, ἁϱϖάζοντες τὰ δέϱματα αὐτῶν ἀϖ’ αὐτῶν ϗ τὰς σάϱϰας αὐτῶν ἀϖὸ τῶν ὀϛέων αὐτῶν.

3:3 ὃν τϱόϖον ϰατέφαγον τὰς σάϱϰας τȣ̃ λαȣ̃ μȣ ϗ τὰ δέϱματα αὐτῶν ἀϖὸ τῶν ὀϛέων αὐτῶν ἐξέδειϱαν ϗ τὰ ὀϛέα αὐτῶν συνέϑλασαν ϗ ἐμέλισαν ὡς σάϱϰας εἰς λέϐητα ϗ ὡς ϰϱέα εἰς χύτϱαν,

3:4 ȣ̔́τως ϰεϰϱάξονται ϖϱὸς ϰύϱιον, ϗ ȣ̓ϰ εἰσαϰȣ́σεται αὐτῶν· ϗ ἀϖοϛϱέψει τὸ ϖϱόσωϖον αὐτȣ̃ ἀϖ’ αὐτῶν ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ, ἀνϑ’ ὧν ἐϖονηϱεύσαντο ἐν τοῖς ἐϖιτηδεύμασιν αὐτῶν ἐϖ’ αὐτȣ́ς.

3:5 τάδε λέγει ϰύϱιος ἐϖὶ τȣ̀ς ϖϱοφήτας τȣ̀ς ϖλανῶντας τὸν λαόν μȣ, τȣ̀ς δάϰνοντας ἐν τοῖς ὀδȣ̃σιν αὐτῶν ϗ ϰηϱύσσοντας ἐϖ’ αὐτὸν εἰϱήνην, ϗ ȣ̓ϰ ἐδόϑη εἰς τὸ ϛόμα αὐτῶν, ἤγειϱαν ἐϖ’ αὐτὸν ϖόλεμον·

3:6 διὰ τȣ̃το νὺξ ὑμῖν ἔϛαι ἐξ ὁϱάσεως, ϗ σϰοτία ὑμῖν ἔϛαι ἐϰ μαντείας, ϗ δύσεται ὁ ἥλιος ἐϖὶ τȣ̀ς ϖϱοφήτας, ϗ συσϰοτάσει ἐϖ’ αὐτȣ̀ς ἡ ἡμέϱα·

3:7 ϗ ϰαταισχυνϑήσονται οἱ ὁϱῶντες τὰ ἐνύϖνια, ϗ ϰαταγελασϑήσονται οἱ μάντεις, ϗ ϰαταλαλήσȣσιν ϰατ’ αὐτῶν ϖάντες αὐτοί, διότι ȣ̓ϰ ἔϛαι ὁ εἰσαϰȣ́ων αὐτῶν.

3:8 ἐὰν μὴ ἐγὼ ἐμϖλήσω ἰσχὺν ἐν ϖνεύματι ϰυϱίȣ ϗ ϰϱίματος ϗ δυναϛείας τȣ̃ ἀϖαγγεῖλαι τῷ Ιαϰωϐ ἀσεϐείας αὐτȣ̃ ϗ τῷ Ισϱαηλ ἁμαϱτίας αὐτȣ̃.

3:9 ἀϰȣ́σατε δὴ ταῦτα, οἱ ἡγȣ́μενοι οἴϰȣ Ιαϰωϐ ϗ οἱ ϰατάλοιϖοι οἴϰȣ Ισϱαηλ οἱ ϐδελυσσόμενοι ϰϱίμα ϗ ϖάντα τὰ ὀϱϑὰ διαϛϱέφοντες,

3:10 οἱ οἰϰοδομȣ̃ντες Σιων ἐν αἵμασιν ϗ Ιεϱȣσαλημ ἐν ἀδιϰίαις·

3:11 οἱ ἡγȣ́μενοι αὐτῆς μετὰ δώϱων ἔϰϱινον, ϗ οἱ ἱεϱεῖς αὐτῆς μετὰ μισϑȣ̃ ἀϖεϰϱίνοντο, ϗ οἱ ϖϱοφῆται αὐτῆς μετὰ ἀϱγυϱίȣ ἐμαντεύοντο, ϗ ἐϖὶ τὸν ϰύϱιον ἐϖανεϖαύοντο λέγοντες Ȣ̓χὶ ϰύϱιος ἐν ἡμῖν ἐϛιν; ȣ̓ μὴ ἐϖέλϑῃ ἐφ’ ἡμᾶς ϰαϰά.

3:12 διὰ τȣ̃το δι’ ὑμᾶς Σιων ὡς ἀγϱὸς ἀϱοτϱιαϑήσεται, ϗ Ιεϱȣσαλημ ὡς ὀϖωϱοφυλάϰιον ἔϛαι ϗ τὸ ὄϱος τȣ̃ οἴϰȣ ὡς ἄλσος δϱυμȣ̃.

4:1 Ϗ ἔϛαι ἐϖ’ ἐσχάτων τῶν ἡμεϱῶν ἐμφανὲς τὸ ὄϱος τȣ̃ ϰυϱίȣ, ἕτοιμον ἐϖὶ τὰς ϰοϱυφὰς τῶν ὀϱέων, ϗ μετεωϱισϑήσεται ὑϖεϱάνω τῶν ϐȣνῶν· ϗ σϖεύσȣσιν ϖϱὸς αὐτὸ λαοί,

4:2 ϗ ϖοϱεύσονται ἔϑνη ϖολλὰ ϗ ἐϱȣ̃σιν Δεῦτε ἀναϐῶμεν εἰς τὸ ὄϱος ϰυϱίȣ ϗ εἰς τὸν οἶϰον τȣ̃ ϑεȣ̃ Ιαϰωϐ, ϗ δείξȣσιν ἡμῖν τὴν ὁδὸν αὐτȣ̃, ϗ ϖοϱευσόμεϑα ἐν ταῖς τϱίϐοις αὐτȣ̃· ὅτι ἐϰ Σιων ἐξελεύσεται νόμος ϗ λόγος ϰυϱίȣ ἐξ Ιεϱȣσαλημ.

4:3 ϗ ϰϱινεῖ ἀνὰ μέσον λαῶν ϖολλῶν ϗ ἐξελέγξει ἔϑνη ἰσχυϱὰ ἕως εἰς γῆν μαϰϱάν, ϗ ϰαταϰόψȣσιν τὰς ῥομφαίας αὐτῶν εἰς ἄϱοτϱα ϗ τὰ δόϱατα αὐτῶν εἰς δϱέϖανα, ϗ ȣ̓ϰέτι μὴ ἀντάϱῃ ἔϑνος ἐϖ’ ἔϑνος ῥομφαίαν, ϗ ȣ̓ϰέτι μὴ μάϑωσιν ϖολεμεῖν.

4:4 ϗ ἀναϖαύσεται ἕϰαϛος ὑϖοϰάτω ἀμϖέλȣ αὐτȣ̃ ϗ ἕϰαϛος ὑϖοϰάτω συϰῆς αὐτȣ̃, ϗ ȣ̓ϰ ἔϛαι ὁ ἐϰφοϐῶν, διότι τὸ ϛόμα ϰυϱίȣ ϖαντοϰϱάτοϱος ἐλάλησεν ταῦτα.

4:5 ὅτι ϖάντες οἱ λαοὶ ϖοϱεύσονται ἕϰαϛος τὴν ὁδὸν αὐτȣ̃, ἡμεῖς δὲ ϖοϱευσόμεϑα ἐν ὀνόματι ϰυϱίȣ ϑεȣ̃ ἡμῶν εἰς τὸν αἰῶνα ϗ ἐϖέϰεινα.

4:6 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, λέγει ϰύϱιος, συνάξω τὴν συντετϱιμμένην ϗ τὴν ἐξωσμένην εἰσδέξομαι ϗ ȣ̔̀ς ἀϖωσάμην·

4:7 ϗ ϑήσομαι τὴν συντετϱιμμένην εἰς ὑϖόλειμμα ϗ τὴν ἀϖωσμένην εἰς ἔϑνος ἰσχυϱόν, ϗ ϐασιλεύσει ϰύϱιος ἐϖ’ αὐτȣ̀ς ἐν ὄϱει Σιων ἀϖὸ τȣ̃ νῦν ϗ ἕως εἰς τὸν αἰῶνα.

4:8 ϗ σύ, ϖύϱγος ϖοιμνίȣ αὐχμώδης, ϑύγατεϱ Σιων, ἐϖὶ σὲ ἥξει ϗ εἰσελεύσεται ἡ ἀϱχὴ ἡ ϖϱώτη, ϐασιλεία ἐϰ Βαϐυλῶνος τῇ ϑυγατϱὶ Ιεϱȣσαλημ.

4:9 Ϗ νῦν ἵνα τί ἔγνως ϰαϰά; μὴ ϐασιλεὺς ȣ̓ϰ ἦν σοι; ἢ ἡ ϐȣλή σȣ ἀϖώλετο ὅτι ϰατεϰϱάτησάν σȣ ὠδῖνες ὡς τιϰτȣ́σης;

4:10 ὤδινε ϗ ἀνδϱίζȣ ϗ ἔγγιζε, ϑύγατεϱ Σιων, ὡς τίϰτȣσα· διότι νῦν ἐξελεύσῃ ἐϰ ϖόλεως ϗ ϰατασϰηνώσεις ἐν ϖεδίῳ ϗ ἥξεις ἕως Βαϐυλῶνος· ἐϰεῖϑεν ῥύσεταί σε ϗ ἐϰεῖϑεν λυτϱώσεταί σε ϰύϱιος ὁ ϑεός σȣ ἐϰ χειϱὸς ἐχϑϱῶν σȣ.

4:11 ϗ νῦν ἐϖισυνήχϑη ἐϖὶ σὲ ἔϑνη ϖολλὰ οἱ λέγοντες Ἐϖιχαϱȣ́μεϑα, ϗ ἐϖόψονται ἐϖὶ Σιων οἱ ὀφϑαλμοὶ ἡμῶν.

4:12 αὐτοὶ δὲ ȣ̓ϰ ἔγνωσαν τὸν λογισμὸν ϰυϱίȣ ϗ ȣ̓ συνῆϰαν τὴν ϐȣλὴν αὐτȣ̃, ὅτι συνήγαγεν αὐτȣ̀ς ὡς δϱάγματα ἅλωνος.

4:13 ἀνάϛηϑι ϗ ἀλόα αὐτȣ́ς, ϑύγατεϱ Σιων, ὅτι τὰ ϰέϱατά σȣ ϑήσομαι σιδηϱᾶ ϗ τὰς ὁϖλάς σȣ ϑήσομαι χαλϰᾶς, ϗ ϰατατήξεις ἐν αὐτοῖς ἔϑνη ϗ λεϖτυνεῖς λαȣ̀ς ϖολλȣ̀ς ϗ ἀναϑήσεις τῷ ϰυϱίῳ τὸ ϖλῆϑος αὐτῶν ϗ τὴν ἰσχὺν αὐτῶν τῷ ϰυϱίῳ ϖάσης τῆς γῆς.

4:14 νῦν ἐμφϱαχϑήσεται ϑυγάτηϱ Εφϱαιμ ἐν φϱαγμῷ, συνοχὴν ἔταξεν ἐφ’ ἡμᾶς, ἐν ῥάϐδῳ ϖατάξȣσιν ἐϖὶ σιαγόνα τὰς φυλὰς τȣ̃ Ισϱαηλ.

5:1 Ϗ σύ, Βηϑλεεμ οἶϰος τȣ̃ Εφϱαϑα, ὀλιγοϛὸς εἶ τȣ̃ εἶναι ἐν χιλιάσιν Ιȣδα· ἐϰ σȣ̃ μοι ἐξελεύσεται τȣ̃ εἶναι εἰς ἄϱχοντα ἐν τῷ Ισϱαηλ, ϗ αἱ ἔξοδοι αὐτȣ̃ ἀϖ’ ἀϱχῆς ἐξ ἡμεϱῶν αἰῶνος.

5:2 διὰ τȣ̃το δώσει αὐτȣ̀ς ἕως ϰαιϱȣ̃ τιϰτȣ́σης τέξεται, ϗ οἱ ἐϖίλοιϖοι τῶν ἀδελφῶν αὐτῶν ἐϖιϛϱέψȣσιν ἐϖὶ τȣ̀ς υἱȣ̀ς Ισϱαηλ.

5:3 ϗ ϛήσεται ϗ ὄψεται ϗ ϖοιμανεῖ τὸ ϖοίμνιον αὐτȣ̃ ἐν ἰσχύι ϰυϱίȣ, ϗ ἐν τῇ δόξῃ τȣ̃ ὀνόματος ϰυϱίȣ τȣ̃ ϑεȣ̃ αὐτῶν ὑϖάϱξȣσιν· διότι νῦν μεγαλυνϑήσεται ἕως ἄϰϱων τῆς γῆς.

5:4 ϗ ἔϛαι αὕτη εἰϱήνη· ὅταν Ἀσσύϱιος ἐϖέλϑῃ ἐϖὶ τὴν γῆν ὑμῶν ϗ ὅταν ἐϖιϐῇ ἐϖὶ τὴν χώϱαν ὑμῶν, ϗ ἐϖεγεϱϑήσονται ἐϖ’ αὐτὸν ἑϖτὰ ϖοιμένες ϗ ὀϰτὼ δήγματα ἀνϑϱώϖων·

5:5 ϗ ϖοιμανȣ̃σιν τὸν Ασσȣϱ ἐν ῥομφαίᾳ ϗ τὴν γῆν τȣ̃ Νεϐϱωδ ἐν τῇ τάφϱῳ αὐτῆς· ϗ ῥύσεται ἐϰ τȣ̃ Ασσȣϱ, ὅταν ἐϖέλϑῃ ἐϖὶ τὴν γῆν ὑμῶν ϗ ὅταν ἐϖιϐῇ ἐϖὶ τὰ ὅϱια ὑμῶν.

5:6 ϗ ἔϛαι τὸ ὑϖόλειμμα τȣ̃ Ιαϰωϐ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν ϖολλῶν ὡς δϱόσος ϖαϱὰ ϰυϱίȣ ϖίϖτȣσα ϗ ὡς ἄϱνες ἐϖὶ ἄγϱωϛιν, ὅϖως μὴ συναχϑῇ μηδεὶς μηδὲ ὑϖοϛῇ ἐν υἱοῖς ἀνϑϱώϖων.

5:7 ϗ ἔϛαι τὸ ὑϖόλειμμα τȣ̃ Ιαϰωϐ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν ϖολλῶν ὡς λέων ἐν ϰτήνεσιν ἐν τῷ δϱυμῷ ϗ ὡς σϰύμνος ἐν ϖοιμνίοις ϖϱοϐάτων, ὃν τϱόϖον ὅταν διέλϑῃ ϗ διαϛείλας ἁϱϖάσῃ ϗ μὴ ᾖ ὁ ἐξαιϱȣ́μενος.

5:8 ὑψωϑήσεται ἡ χείϱ σȣ ἐϖὶ τȣ̀ς ϑλίϐοντάς σε, ϗ ϖάντες οἱ ἐχϑϱοί σȣ ἐξολεϑϱευϑήσονται.

5:9 Ϗ ἔϛαι ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος, ἐξολεϑϱεύσω τȣ̀ς ἵϖϖȣς σȣ ἐϰ μέσȣ σȣ ϗ ἀϖολῶ τὰ ἅϱματά σȣ

5:10 ϗ ἐξολεϑϱεύσω τὰς ϖόλεις τῆς γῆς σȣ ϗ ἐξαϱῶ ϖάντα τὰ ὀχυϱώματά σȣ·

5:11 ϗ ἐξαϱῶ τὰ φάϱμαϰά σȣ ἐϰ τῶν χειϱῶν σȣ, ϗ ἀϖοφϑεγγόμενοι ȣ̓ϰ ἔσονται ἐν σοί·

5:12 ϗ ἐξολεϑϱεύσω τὰ γλυϖτά σȣ ϗ τὰς ϛήλας σȣ ἐϰ μέσȣ σȣ, ϗ ȣ̓ϰέτι μὴ ϖϱοσϰυνήσῃς τοῖς ἔϱγοις τῶν χειϱῶν σȣ·

5:13 ϗ ἐϰϰόψω τὰ ἄλση σȣ ἐϰ μέσȣ σȣ ϗ ἀφανιῶ τὰς ϖόλεις σȣ·

5:14 ϗ ϖοιήσω ἐν ὀϱγῇ ϗ ἐν ϑυμῷ ἐϰδίϰησιν ἐν τοῖς ἔϑνεσιν, ἀνϑ’ ὧν ȣ̓ϰ εἰσήϰȣσαν.

6:1 Ἀϰȣ́σατε δὴ λόγον ϰυϱίȣ· ϰύϱιος εἶϖεν Ἀνάϛηϑι ϰϱίϑητι ϖϱὸς τὰ ὄϱη, ϗ ἀϰȣσάτωσαν οἱ ϐȣνοὶ φωνήν σȣ.

6:2 ἀϰȣ́σατε, ϐȣνοί, τὴν ϰϱίσιν τȣ̃ ϰυϱίȣ, ϗ αἱ φάϱαγγες ϑεμέλια τῆς γῆς, ὅτι ϰϱίσις τῷ ϰυϱίῳ ϖϱὸς τὸν λαὸν αὐτȣ̃, ϗ μετὰ τȣ̃ Ισϱαηλ διελεγχϑήσεται.

6:3 λαός μȣ, τί ἐϖοίησά σοι ἢ τί ἐλύϖησά σε ἢ τί ϖαϱηνώχλησά σοι; ἀϖοϰϱίϑητί μοι.

6:4 διότι ἀνήγαγόν σε ἐϰ γῆς Αἰγύϖτȣ ϗ ἐξ οἴϰȣ δȣλείας ἐλυτϱωσάμην σε ϗ ἐξαϖέϛειλα ϖϱὸ ϖϱοσώϖȣ σȣ τὸν Μωυσῆν ϗ Ααϱων ϗ Μαϱιαμ.

6:5 λαός μȣ, μνήσϑητι δὴ τί ἐϐȣλεύσατο ϰατὰ σȣ̃ Βαλαϰ ϐασιλεὺς Μωαϐ, ϗ τί ἀϖεϰϱίϑη αὐτῷ Βαλααμ υἱὸς τȣ̃ Βεωϱ ἀϖὸ τῶν σχοίνων ἕως τȣ̃ Γαλγαλ, ὅϖως γνωσϑῇ ἡ διϰαιοσύνη τȣ̃ ϰυϱίȣ.

6:6 ἐν τίνι ϰαταλάϐω τὸν ϰύϱιον, ἀντιλήμψομαι ϑεȣ̃ μȣ ὑψίϛȣ; εἰ ϰαταλήμψομαι αὐτὸν ἐν ὁλοϰαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;

6:7 εἰ ϖϱοσδέξεται ϰύϱιος ἐν χιλιάσιν ϰϱιῶν ἢ ἐν μυϱιάσιν χειμάϱϱων ϖιόνων; εἰ δῶ ϖϱωτότοϰά μȣ ἀσεϐείας, ϰαϱϖὸν ϰοιλίας μȣ ὑϖὲϱ ἁμαϱτίας ψυχῆς μȣ;

6:8 εἰ ἀνηγγέλη σοι, ἄνϑϱωϖε, τί ϰαλόν; ἢ τί ϰύϱιος ἐϰζητεῖ ϖαϱὰ σȣ̃ ἀλλ’ ἢ τȣ̃ ϖοιεῖν ϰϱίμα ϗ ἀγαϖᾶν ἔλεον ϗ ἕτοιμον εἶναι τȣ̃ ϖοϱεύεσϑαι μετὰ ϰυϱίȣ ϑεȣ̃ σȣ;

6:9 Φωνὴ ϰυϱίȣ τῇ ϖόλει ἐϖιϰληϑήσεται, ϗ σώσει φοϐȣμένȣς τὸ ὄνομα αὐτȣ̃. ἄϰȣε, φυλή, ϗ τίς ϰοσμήσει ϖόλιν;

6:10 μὴ ϖῦϱ ϗ οἶϰος ἀνόμȣ ϑησαυϱίζων ϑησαυϱȣ̀ς ἀνόμȣς ϗ μετὰ ὕϐϱεως ἀδιϰία;

6:11 εἰ διϰαιωϑήσεται ἐν ζυγῷ ἄνομος ϗ ἐν μαϱσίϖϖῳ ϛάϑμια δόλȣ;

6:12 ἐξ ὧν τὸν ϖλȣ̃τον αὐτῶν ἀσεϐείας ἔϖλησαν, ϗ οἱ ϰατοιϰȣ̃ντες αὐτὴν ἐλάλȣν ψευδῆ, ϗ ἡ γλῶσσα αὐτῶν ὑψώϑη ἐν τῷ ϛόματι αὐτῶν.

6:13 ϗ ἐγὼ ἄϱξομαι τȣ̃ ϖατάξαι σε, ἀφανιῶ σε ἐϖὶ ταῖς ἁμαϱτίαις σȣ.

6:14 σὺ φάγεσαι ϗ ȣ̓ μὴ ἐμϖλησϑῇς· ϗ σϰοτάσει ἐν σοὶ ϗ ἐϰνεύσει, ϗ ȣ̓ μὴ διασωϑῇς· ϗ ὅσοι ἐὰν διασωϑῶσιν, εἰς ῥομφαίαν ϖαϱαδοϑήσονται.

6:15 σὺ σϖεϱεῖς ϗ ȣ̓ μὴ ἀμήσῃς, σὺ ϖιέσεις ἐλαίαν ϗ ȣ̓ μὴ ἀλείψῃ ἔλαιον, ϗ οἶνον ϗ ȣ̓ μὴ ϖίητε, ϗ ἀφανισϑήσεται νόμιμα λαȣ̃ μȣ.

6:16 ϗ ἐφύλαξας τὰ διϰαιώματα Ζαμϐϱι ϗ ϖάντα τὰ ἔϱγα οἴϰȣ Αχααϐ ϗ ἐϖοϱεύϑητε ἐν ταῖς ϐȣλαῖς αὐτῶν, ὅϖως ϖαϱαδῶ σε εἰς ἀφανισμὸν ϗ τȣ̀ς ϰατοιϰȣ̃ντας αὐτὴν εἰς συϱισμόν· ϗ ὀνείδη λαῶν λήμψεσϑε.

7:1 Οἴμμοι ὅτι ἐγενόμην ὡς συνάγων ϰαλάμην ἐν ἀμήτῳ ϗ ὡς ἐϖιφυλλίδα ἐν τϱυγήτῳ ȣ̓χ ὑϖάϱχοντος ϐότϱυος τȣ̃ φαγεῖν τὰ ϖϱωτόγονα. οἴμμοι, ψυχή,

7:2 ὅτι ἀϖόλωλεν εὐλαϐὴς ἀϖὸ τῆς γῆς, ϗ ϰατοϱϑῶν ἐν ἀνϑϱώϖοις ȣ̓χ ὑϖάϱχει· ϖάντες εἰς αἵματα διϰάζονται, ἕϰαϛος τὸν ϖλησίον αὐτȣ̃ ἐϰϑλίϐȣσιν ἐϰϑλιϐῇ.

7:3 ἐϖὶ τὸ ϰαϰὸν τὰς χεῖϱας αὐτῶν ἑτοιμάζȣσιν· ὁ ἄϱχων αἰτεῖ, ϗ ὁ ϰϱιτὴς εἰϱηνιϰȣ̀ς λόγȣς ἐλάλησεν, ϰαταϑύμιον ψυχῆς αὐτȣ̃ ἐϛιν. ϗ ἐξελȣ̃μαι

7:4 τὰ ἀγαϑὰ αὐτῶν ὡς σὴς ἐϰτϱώγων ϗ ϐαδίζων ἐϖὶ ϰανόνος ἐν ἡμέϱᾳ σϰοϖιᾶς. ȣ̓αὶ ȣ̓αί, αἱ ἐϰδιϰήσεις σȣ ἥϰασιν, νῦν ἔσονται ϰλαυϑμοὶ αὐτῶν.

7:5 μὴ ϰαταϖιϛεύετε ἐν φίλοις ϗ μὴ ἐλϖίζετε ἐϖὶ ἡγȣμένοις, ἀϖὸ τῆς συγϰοίτȣ σȣ φύλαξαι τȣ̃ ἀναϑέσϑαι τι αὐτῇ·

7:6 διότι υἱὸς ἀτιμάζει ϖατέϱα, ϑυγάτηϱ ἐϖαναϛήσεται ἐϖὶ τὴν μητέϱα αὐτῆς, νύμφη ἐϖὶ τὴν ϖενϑεϱὰν αὐτῆς, ἐχϑϱοὶ ἀνδϱὸς ϖάντες οἱ ἄνδϱες οἱ ἐν τῷ οἴϰῳ αὐτȣ̃.

7:7 Ἐγὼ δὲ ἐϖὶ τὸν ϰύϱιον ἐϖιϐλέψομαι, ὑϖομενῶ ἐϖὶ τῷ ϑεῷ τῷ σωτῆϱί μȣ, εἰσαϰȣ́σεταί μȣ ὁ ϑεός μȣ.

7:8 μὴ ἐϖίχαιϱέ μοι, ἡ ἐχϑϱά μȣ, ὅτι ϖέϖτωϰα· ϗ ἀναϛήσομαι, διότι ἐὰν ϰαϑίσω ἐν τῷ σϰότει, ϰύϱιος φωτιεῖ μοι.

7:9 ὀϱγὴν ϰυϱίȣ ὑϖοίσω, ὅτι ἥμαϱτον αὐτῷ, ἕως τȣ̃ διϰαιῶσαι αὐτὸν τὴν δίϰην μȣ· ϗ ϖοιήσει τὸ ϰϱίμα μȣ ϗ ἐξάξει με εἰς τὸ φῶς, ὄψομαι τὴν διϰαιοσύνην αὐτȣ̃.

7:10 ϗ ὄψεται ἡ ἐχϑϱά μȣ ϗ ϖεϱιϐαλεῖται αἰσχύνην ἡ λέγȣσα ϖϱός με Πȣ̃ ϰύϱιος ὁ ϑεός σȣ; οἱ ὀφϑαλμοί μȣ ἐϖόψονται αὐτήν· νῦν ἔϛαι εἰς ϰαταϖάτημα ὡς ϖηλὸς ἐν ταῖς ὁδοῖς

7:11 ἡμέϱας ἀλοιφῆς ϖλίνϑȣ. ἐξάλειψίς σȣ ἡ ἡμέϱα ἐϰείνη, ϗ ἀϖοτϱίψεται νόμιμά σȣ

7:12 ἡ ἡμέϱα ἐϰείνη· ϗ αἱ ϖόλεις σȣ ἥξȣσιν εἰς ὁμαλισμὸν ϗ εἰς διαμεϱισμὸν Ἀσσυϱίων ϗ αἱ ϖόλεις σȣ αἱ ὀχυϱαὶ εἰς διαμεϱισμὸν ἀϖὸ Τύϱȣ ἕως τȣ̃ ϖοταμȣ̃ Συϱίας, ἡμέϱα ὕδατος ϗ ϑοϱύϐȣ·

7:13 ϗ ἔϛαι ἡ γῆ εἰς ἀφανισμὸν σὺν τοῖς ϰατοιϰȣ̃σιν αὐτὴν ἐϰ ϰαϱϖῶν ἐϖιτηδευμάτων αὐτῶν.

7:14 Ποίμαινε λαόν σȣ ἐν ῥάϐδῳ σȣ, ϖϱόϐατα ϰληϱονομίας σȣ, ϰατασϰηνȣ̃ντας ϰαϑ’ ἑαυτȣ̀ς δϱυμὸν ἐν μέσῳ τȣ̃ Καϱμήλȣ· νεμήσονται τὴν Βασανῖτιν ϗ τὴν Γαλααδῖτιν ϰαϑὼς αἱ ἡμέϱαι τȣ̃ αἰῶνος.

7:15 ϗ ϰατὰ τὰς ἡμέϱας ἐξοδίας σȣ ἐξ Αἰγύϖτȣ ὄψεσϑε ϑαυμαϛά.

7:16 ὄψονται ἔϑνη ϗ ϰαταισχυνϑήσονται ἐϰ ϖάσης τῆς ἰσχύος αὐτῶν, ἐϖιϑήσȣσιν χεῖϱας ἐϖὶ τὸ ϛόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀϖοϰωφωϑήσονται.

7:17 λείξȣσιν χȣ̃ν ὡς ὄφεις σύϱοντες γῆν, συγχυϑήσονται ἐν συγϰλεισμῷ αὐτῶν· ἐϖὶ τῷ ϰυϱίῳ ϑεῷ ἡμῶν ἐϰϛήσονται ϗ φοϐηϑήσονται ἀϖὸ σȣ̃.

7:18 τίς ϑεὸς ὥσϖεϱ σύ; ἐξαίϱων ἀδιϰίας ϗ ὑϖεϱϐαίνων ἀσεϐείας τοῖς ϰαταλοίϖοις τῆς ϰληϱονομίας αὐτȣ̃ ϗ ȣ̓ συνέσχεν εἰς μαϱτύϱιον ὀϱγὴν αὐτȣ̃, ὅτι ϑελητὴς ἐλέȣς ἐϛίν.

7:19 αὐτὸς ἐϖιϛϱέψει ϗ οἰϰτιϱήσει ἡμᾶς, ϰαταδύσει τὰς ἀδιϰίας ἡμῶν ϗ ἀϖοϱϱιφήσονται εἰς τὰ ϐάϑη τῆς ϑαλάσσης, ϖάσας τὰς ἁμαϱτίας ἡμῶν.

7:20 δώσεις ἀλήϑειαν τῷ Ιαϰωϐ, ἔλεον τῷ Αϐϱααμ, ϰαϑότι ὤμοσας τοῖς ϖατϱάσιν ἡμῶν ϰατὰ τὰς ἡμέϱας τὰς ἔμϖϱοσϑεν.

Ἰωήλ

1:1 Λόγος ϰυϱίȣ, ὃς ἐγενήϑη ϖϱὸς Ιωηλ τὸν τȣ̃ Βαϑȣηλ.

1:2 Ἀϰȣ́σατε δὴ ταῦτα, οἱ ϖϱεσϐύτεϱοι, ϗ ἐνωτίσασϑε, ϖάντες οἱ ϰατοιϰȣ̃ντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέϱαις ὑμῶν ἢ ἐν ταῖς ἡμέϱαις τῶν ϖατέϱων ὑμῶν;

1:3 ὑϖὲϱ αὐτῶν τοῖς τέϰνοις ὑμῶν διηγήσασϑε, ϗ τὰ τέϰνα ὑμῶν τοῖς τέϰνοις αὐτῶν, ϗ τὰ τέϰνα αὐτῶν εἰς γενεὰν ἑτέϱαν.

1:4 τὰ ϰατάλοιϖα τῆς ϰάμϖης ϰατέφαγεν ἡ ἀϰϱίς, ϗ τὰ ϰατάλοιϖα τῆς ἀϰϱίδος ϰατέφαγεν ὁ ϐϱȣ̃χος, ϗ τὰ ϰατάλοιϖα τȣ̃ ϐϱȣ́χȣ ϰατέφαγεν ἡ ἐϱυσίϐη.

1:5 ἐϰνήψατε, οἱ μεϑύοντες, ἐξ οἴνȣ αὐτῶν ϗ ϰλαύσατε· ϑϱηνήσατε, ϖάντες οἱ ϖίνοντες οἶνον, εἰς μέϑην, ὅτι ἐξῆϱται ἐϰ ϛόματος ὑμῶν εὐφϱοσύνη ϗ χαϱά.

1:6 ὅτι ἔϑνος ἀνέϐη ἐϖὶ τὴν γῆν μȣ ἰσχυϱὸν ϗ ἀναϱίϑμητον, οἱ ὀδόντες αὐτȣ̃ ὀδόντες λέοντος, ϗ αἱ μύλαι αὐτȣ̃ σϰύμνȣ·

1:7 ἔϑετο τὴν ἄμϖελόν μȣ εἰς ἀφανισμὸν ϗ τὰς συϰᾶς μȣ εἰς συγϰλασμόν· ἐϱευνῶν ἐξηϱεύνησεν αὐτὴν ϗ ἔϱϱιψεν, ἐλεύϰανεν ϰλήματα αὐτῆς.

1:8 ϑϱήνησον ϖϱός με ὑϖὲϱ νύμφην ϖεϱιεζωσμένην σάϰϰον ἐϖὶ τὸν ἄνδϱα αὐτῆς τὸν ϖαϱϑενιϰόν.

1:9 ἐξῆϱται ϑυσία ϗ σϖονδὴ ἐξ οἴϰȣ ϰυϱίȣ. ϖενϑεῖτε, οἱ ἱεϱεῖς οἱ λειτȣϱγȣ̃ντες ϑυσιαϛηϱίῳ,

1:10 ὅτι τεταλαιϖώϱηϰεν τὰ ϖεδία· ϖενϑείτω ἡ γῆ, ὅτι τεταλαιϖώϱηϰεν σῖτος, ἐξηϱάνϑη οἶνος, ὠλιγώϑη ἔλαιον.

1:11 ἐξηϱάνϑησαν οἱ γεωϱγοί· ϑϱηνεῖτε, ϰτήματα, ὑϖὲϱ ϖυϱȣ̃ ϗ ϰϱιϑῆς, ὅτι ἀϖόλωλεν τϱυγητὸς ἐξ ἀγϱȣ̃·

1:12 ἡ ἄμϖελος ἐξηϱάνϑη, ϗ αἱ συϰαῖ ὠλιγώϑησαν· ῥόα ϗ φοῖνιξ ϗ μῆλον ϗ ϖάντα τὰ ξύλα τȣ̃ ἀγϱȣ̃ ἐξηϱάνϑησαν, ὅτι ᾔσχυναν χαϱὰν οἱ υἱοὶ τῶν ἀνϑϱώϖων.

1:13 ϖεϱιζώσασϑε ϗ ϰόϖτεσϑε, οἱ ἱεϱεῖς, ϑϱηνεῖτε, οἱ λειτȣϱγȣ̃ντες ϑυσιαϛηϱίῳ· εἰσέλϑατε ὑϖνώσατε ἐν σάϰϰοις λειτȣϱγȣ̃ντες ϑεῷ, ὅτι ἀϖέσχηϰεν ἐξ οἴϰȣ ϑεȣ̃ ὑμῶν ϑυσία ϗ σϖονδή.

1:14 ἁγιάσατε νηϛείαν, ϰηϱύξατε ϑεϱαϖείαν, συναγάγετε ϖϱεσϐυτέϱȣς ϖάντας ϰατοιϰȣ̃ντας γῆν εἰς οἶϰον ϑεȣ̃ ὑμῶν ϗ ϰεϰϱάξατε ϖϱὸς ϰύϱιον ἐϰτενῶς

1:15 Οἴμμοι οἴμμοι οἴμμοι εἰς ἡμέϱαν, ὅτι ἐγγὺς ἡμέϱα ϰυϱίȣ ϗ ὡς ταλαιϖωϱία ἐϰ ταλαιϖωϱίας ἥξει.

1:16 ϰατέναντι τῶν ὀφϑαλμῶν ὑμῶν ϐϱώματα ἐξωλεϑϱεύϑη, ἐξ οἴϰȣ ϑεȣ̃ ὑμῶν εὐφϱοσύνη ϗ χαϱά.

1:17 ἐσϰίϱτησαν δαμάλεις ἐϖὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσϑησαν ϑησαυϱοί, ϰατεσϰάφησαν ληνοί, ὅτι ἐξηϱάνϑη σῖτος.

1:18 τί ἀϖοϑήσομεν ἑαυτοῖς; ἔϰλαυσαν ϐȣϰόλια ϐοῶν, ὅτι ȣ̓χ ὑϖῆϱχεν νομὴ αὐτοῖς, ϗ τὰ ϖοίμνια τῶν ϖϱοϐάτων ἠφανίσϑησαν.

1:19 ϖϱὸς σέ, ϰύϱιε, ϐοήσομαι, ὅτι ϖῦϱ ἀνήλωσεν τὰ ὡϱαῖα τῆς ἐϱήμȣ, ϗ φλὸξ ἀνῆψεν ϖάντα τὰ ξύλα τȣ̃ ἀγϱȣ̃·

1:20 ϗ τὰ ϰτήνη τȣ̃ ϖεδίȣ ἀνέϐλεψαν ϖϱὸς σέ, ὅτι ἐξηϱάνϑησαν ἀφέσεις ὑδάτων ϗ ϖῦϱ ϰατέφαγεν τὰ ὡϱαῖα τῆς ἐϱήμȣ.

2:1 Σαλϖίσατε σάλϖιγγι ἐν Σιων, ϰηϱύξατε ἐν ὄϱει ἁγίῳ μȣ, ϗ συγχυϑήτωσαν ϖάντες οἱ ϰατοιϰȣ̃ντες τὴν γῆν, διότι ϖάϱεϛιν ἡμέϱα ϰυϱίȣ, ὅτι ἐγγύς,

2:2 ἡμέϱα σϰότȣς ϗ γνόφȣ, ἡμέϱα νεφέλης ϗ ὁμίχλης. ὡς ὄϱϑϱος χυϑήσεται ἐϖὶ τὰ ὄϱη λαὸς ϖολὺς ϗ ἰσχυϱός· ὅμοιος αὐτῷ ȣ̓ γέγονεν ἀϖὸ τȣ̃ αἰῶνος ϗ μετ’ αὐτὸν ȣ̓ ϖϱοϛεϑήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.

2:3 τὰ ἔμϖϱοσϑεν αὐτȣ̃ ϖῦϱ ἀναλίσϰον, ϗ τὰ ὀϖίσω αὐτȣ̃ ἀναϖτομένη φλόξ· ὡς ϖαϱάδεισος τϱυφῆς ἡ γῆ ϖϱὸ ϖϱοσώϖȣ αὐτȣ̃, ϗ τὰ ὄϖισϑεν αὐτȣ̃ ϖεδίον ἀφανισμȣ̃, ϗ ἀνασῳζόμενος ȣ̓ϰ ἔϛαι αὐτῷ.

2:4 ὡς ὅϱασις ἵϖϖων ἡ ὄψις αὐτῶν, ϗ ὡς ἱϖϖεῖς ȣ̔́τως ϰαταδιώξονται·

2:5 ὡς φωνὴ ἁϱμάτων ἐϖὶ τὰς ϰοϱυφὰς τῶν ὀϱέων ἐξαλȣ̃νται ϗ ὡς φωνὴ φλογὸς ϖυϱὸς ϰατεσϑιȣ́σης ϰαλάμην ϗ ὡς λαὸς ϖολὺς ϗ ἰσχυϱὸς ϖαϱατασσόμενος εἰς ϖόλεμον.

2:6 ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ συντϱιϐήσονται λαοί, ϖᾶν ϖϱόσωϖον ὡς ϖϱόσϰαυμα χύτϱας.

2:7 ὡς μαχηταὶ δϱαμȣ̃νται ϗ ὡς ἄνδϱες ϖολεμιϛαὶ ἀναϐήσονται ἐϖὶ τὰ τείχη, ϗ ἕϰαϛος ἐν τῇ ὁδῷ αὐτȣ̃ ϖοϱεύσεται, ϗ ȣ̓ μὴ ἐϰϰλίνωσιν τὰς τϱίϐȣς αὐτῶν,

2:8 ϗ ἕϰαϛος ἀϖὸ τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃ ȣ̓ϰ ἀφέξεται· ϰαταϐαϱυνόμενοι ἐν τοῖς ὅϖλοις αὐτῶν ϖοϱεύσονται ϗ ἐν τοῖς ϐέλεσιν αὐτῶν ϖεσȣ̃νται ϗ ȣ̓ μὴ συντελεσϑῶσιν.

2:9 τῆς ϖόλεως ἐϖιλήμψονται ϗ ἐϖὶ τῶν τειχέων δϱαμȣ̃νται ϗ ἐϖὶ τὰς οἰϰίας ἀναϐήσονται ϗ διὰ ϑυϱίδων εἰσελεύσονται ὡς ϰλέϖται.

2:10 ϖϱὸ ϖϱοσώϖȣ αὐτῶν συγχυϑήσεται ἡ γῆ ϗ σεισϑήσεται ὁ ȣ̓ϱανός, ὁ ἥλιος ϗ ἡ σελήνη συσϰοτάσȣσιν, ϗ τὰ ἄϛϱα δύσȣσιν τὸ φέγγος αὐτῶν.

2:11 ϗ ϰύϱιος δώσει φωνὴν αὐτȣ̃ ϖϱὸ ϖϱοσώϖȣ δυνάμεως αὐτȣ̃, ὅτι ϖολλή ἐϛιν σφόδϱα ἡ ϖαϱεμϐολὴ αὐτȣ̃, ὅτι ἰσχυϱὰ ἔϱγα λόγων αὐτȣ̃· διότι μεγάλη ἡ ἡμέϱα τȣ̃ ϰυϱίȣ, μεγάλη ϗ ἐϖιφανὴς σφόδϱα, ϗ τίς ἔϛαι ἱϰανὸς αὐτῇ;

2:12 ϗ νῦν λέγει ϰύϱιος ὁ ϑεὸς ὑμῶν Ἐϖιϛϱάφητε ϖϱός με ἐξ ὅλης τῆς ϰαϱδίας ὑμῶν ϗ ἐν νηϛείᾳ ϗ ἐν ϰλαυϑμῷ ϗ ἐν ϰοϖετῷ·

2:13 ϗ διαϱϱήξατε τὰς ϰαϱδίας ὑμῶν ϗ μὴ τὰ ἱμάτια ὑμῶν ϗ ἐϖιϛϱάφητε ϖϱὸς ϰύϱιον τὸν ϑεὸν ὑμῶν, ὅτι ἐλεήμων ϗ οἰϰτίϱμων ἐϛίν, μαϰϱόϑυμος ϗ ϖολυέλεος ϗ μετανοῶν ἐϖὶ ταῖς ϰαϰίαις.

2:14 τίς οἶδεν εἰ ἐϖιϛϱέψει ϗ μετανοήσει ϗ ὑϖολείψεται ὀϖίσω αὐτȣ̃ εὐλογίαν, ϑυσίαν ϗ σϖονδὴν ϰυϱίῳ τῷ ϑεῷ ἡμῶν;

2:15 σαλϖίσατε σάλϖιγγι ἐν Σιων, ἁγιάσατε νηϛείαν, ϰηϱύξατε ϑεϱαϖείαν,

2:16 συναγάγετε λαόν, ἁγιάσατε ἐϰϰλησίαν, ἐϰλέξασϑε ϖϱεσϐυτέϱȣς, συναγάγετε νήϖια ϑηλάζοντα μαϛȣ́ς, ἐξελϑάτω νυμφίος ἐϰ τȣ̃ ϰοιτῶνος αὐτȣ̃ ϗ νύμφη ἐϰ τȣ̃ ϖαϛȣ̃ αὐτῆς.

2:17 ἀνὰ μέσον τῆς ϰϱηϖῖδος τȣ̃ ϑυσιαϛηϱίȣ ϰλαύσονται οἱ ἱεϱεῖς οἱ λειτȣϱγȣ̃ντες ϰυϱίῳ ϗ ἐϱȣ̃σιν Φεῖσαι, ϰύϱιε, τȣ̃ λαȣ̃ σȣ ϗ μὴ δῷς τὴν ϰληϱονομίαν σȣ εἰς ὄνειδος τȣ̃ ϰατάϱξαι αὐτῶν ἔϑνη, ὅϖως μὴ εἴϖωσιν ἐν τοῖς ἔϑνεσιν Πȣ̃ ἐϛιν ὁ ϑεὸς αὐτῶν;

2:18 Ϗ ἐζήλωσεν ϰύϱιος τὴν γῆν αὐτȣ̃ ϗ ἐφείσατο τȣ̃ λαȣ̃ αὐτȣ̃.

2:19 ϗ ἀϖεϰϱίϑη ϰύϱιος ϗ εἶϖεν τῷ λαῷ αὐτȣ̃ Ἰδȣ̀ ἐγὼ ἐξαϖοϛέλλω ὑμῖν τὸν σῖτον ϗ τὸν οἶνον ϗ τὸ ἔλαιον, ϗ ἐμϖλησϑήσεσϑε αὐτῶν, ϗ ȣ̓ δώσω ὑμᾶς ȣ̓ϰέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔϑνεσι·

2:20 ϗ τὸν ἀϖὸ ϐοϱϱᾶ ἐϰδιώξω ἀφ’ ὑμῶν ϗ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδϱον ϗ ἀφανιῶ τὸ ϖϱόσωϖον αὐτȣ̃ εἰς τὴν ϑάλασσαν τὴν ϖϱώτην ϗ τὰ ὀϖίσω αὐτȣ̃ εἰς τὴν ϑάλασσαν τὴν ἐσχάτην, ϗ ἀναϐήσεται ἡ σαϖϱία αὐτȣ̃, ϗ ἀναϐήσεται ὁ ϐϱόμος αὐτȣ̃, ὅτι ἐμεγάλυνεν τὰ ἔϱγα αὐτȣ̃.

2:21 ϑάϱσει, γῆ, χαῖϱε ϗ εὐφϱαίνȣ, ὅτι ἐμεγάλυνεν ϰύϱιος τȣ̃ ϖοιῆσαι.

2:22 ϑαϱσεῖτε, ϰτήνη τȣ̃ ϖεδίȣ, ὅτι ϐεϐλάϛηϰεν ϖεδία τῆς ἐϱήμȣ, ὅτι ξύλον ἤνεγϰεν τὸν ϰαϱϖὸν αὐτȣ̃, ἄμϖελος ϗ συϰῆ ἔδωϰαν τὴν ἰσχὺν αὐτῶν.

2:23 ϗ τὰ τέϰνα Σιων, χαίϱετε ϗ εὐφϱαίνεσϑε ἐϖὶ τῷ ϰυϱίῳ ϑεῷ ὑμῶν, διότι ἔδωϰεν ὑμῖν τὰ ϐϱώματα εἰς διϰαιοσύνην ϗ ϐϱέξει ὑμῖν ὑετὸν ϖϱόιμον ϗ ὄψιμον ϰαϑὼς ἔμϖϱοσϑεν,

2:24 ϗ ϖλησϑήσονται αἱ ἅλωνες σίτȣ, ϗ ὑϖεϱεϰχυϑήσονται αἱ ληνοὶ οἴνȣ ϗ ἐλαίȣ.

2:25 ϗ ἀνταϖοδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν ϰατέφαγεν ἡ ἀϰϱὶς ϗ ὁ ϐϱȣ̃χος ϗ ἡ ἐϱυσίϐη ϗ ἡ ϰάμϖη, ἡ δύναμίς μȣ ἡ μεγάλη, ἣν ἐξαϖέϛειλα εἰς ὑμᾶς·

2:26 ϗ φάγεσϑε ἐσϑίοντες ϗ ἐμϖλησϑήσεσϑε ϗ αἰνέσετε τὸ ὄνομα ϰυϱίȣ τȣ̃ ϑεȣ̃ ὑμῶν, ἃ ἐϖοίησεν μεϑ’ ὑμῶν εἰς ϑαυμάσια, ϗ ȣ̓ μὴ ϰαταισχυνϑῇ ὁ λαός μȣ εἰς τὸν αἰῶνα·

2:27 ϗ ἐϖιγνώσεσϑε ὅτι ἐν μέσῳ τȣ̃ Ισϱαηλ ἐγώ εἰμι, ϗ ἐγὼ ϰύϱιος ὁ ϑεὸς ὑμῶν, ϗ ȣ̓ϰ ἔϛιν ἔτι ϖλὴν ἐμȣ̃, ϗ ȣ̓ μὴ ϰαταισχυνϑῶσιν ȣ̓ϰέτι ϖᾶς ὁ λαός μȣ εἰς τὸν αἰῶνα.

3:1 Ϗ ἔϛαι μετὰ ταῦτα ϗ ἐϰχεῶ ἀϖὸ τȣ̃ ϖνεύματός μȣ ἐϖὶ ϖᾶσαν σάϱϰα, ϗ ϖϱοφητεύσȣσιν οἱ υἱοὶ ὑμῶν ϗ αἱ ϑυγατέϱες ὑμῶν, ϗ οἱ ϖϱεσϐύτεϱοι ὑμῶν ἐνύϖνια ἐνυϖνιασϑήσονται, ϗ οἱ νεανίσϰοι ὑμῶν ὁϱάσεις ὄψονται·

3:2 ϗ ἐϖὶ τȣ̀ς δȣ́λȣς ϗ ἐϖὶ τὰς δȣ́λας ἐν ταῖς ἡμέϱαις ἐϰείναις ἐϰχεῶ ἀϖὸ τȣ̃ ϖνεύματός μȣ.

3:3 ϗ δώσω τέϱατα ἐν τῷ ȣ̓ϱανῷ ϗ ἐϖὶ τῆς γῆς, αἷμα ϗ ϖῦϱ ϗ ἀτμίδα ϰαϖνȣ̃·

3:4 ὁ ἥλιος μεταϛϱαφήσεται εἰς σϰότος ϗ ἡ σελήνη εἰς αἷμα ϖϱὶν ἐλϑεῖν ἡμέϱαν ϰυϱίȣ τὴν μεγάλην ϗ ἐϖιφανῆ.

3:5 ϗ ἔϛαι ϖᾶς, ὃς ἂν ἐϖιϰαλέσηται τὸ ὄνομα ϰυϱίȣ, σωϑήσεται· ὅτι ἐν τῷ ὄϱει Σιων ϗ ἐν Ιεϱȣσαλημ ἔϛαι ἀνασῳζόμενος, ϰαϑότι εἶϖεν ϰύϱιος, ϗ εὐαγγελιζόμενοι, ȣ̔̀ς ϰύϱιος ϖϱοσϰέϰληται.

4:1 Διότι ἰδȣ̀ ἐγὼ ἐν ταῖς ἡμέϱαις ἐϰείναις ϗ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ, ὅταν ἐϖιϛϱέψω τὴν αἰχμαλωσίαν Ιȣδα ϗ Ιεϱȣσαλημ,

4:2 ϗ συνάξω ϖάντα τὰ ἔϑνη ϗ ϰατάξω αὐτὰ εἰς τὴν ϰοιλάδα Ιωσαφατ ϗ διαϰϱιϑήσομαι ϖϱὸς αὐτȣ̀ς ἐϰεῖ ὑϖὲϱ τȣ̃ λαȣ̃ μȣ ϗ τῆς ϰληϱονομίας μȣ Ισϱαηλ, οἳ διεσϖάϱησαν ἐν τοῖς ἔϑνεσιν· ϗ τὴν γῆν μȣ ϰαταδιείλαντο

4:3 ϗ ἐϖὶ τὸν λαόν μȣ ἔϐαλον ϰλήϱȣς ϗ ἔδωϰαν τὰ ϖαιδάϱια ϖόϱναις ϗ τὰ ϰοϱάσια ἐϖώλȣν ἀντὶ οἴνȣ ϗ ἔϖινον.

4:4 ϗ τί ϗ ὑμεῖς ἐμοί, Τύϱος ϗ Σιδὼν ϗ ϖᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταϖόδομα ὑμεῖς ἀνταϖοδίδοτέ μοι; ἢ μνησιϰαϰεῖτε ὑμεῖς ἐϖ’ ἐμοὶ ὀξέως; ϗ ταχέως ἀνταϖοδώσω τὸ ἀνταϖόδομα ὑμῶν εἰς ϰεφαλὰς ὑμῶν,

4:5 ἀνϑ’ ὧν τὸ ἀϱγύϱιόν μȣ ϗ τὸ χϱυσίον μȣ ἐλάϐετε ϗ τὰ ἐϖίλεϰτά μȣ ϗ τὰ ϰαλὰ εἰσηνέγϰατε εἰς τȣ̀ς ναȣ̀ς ὑμῶν

4:6 ϗ τȣ̀ς υἱȣ̀ς Ιȣδα ϗ τȣ̀ς υἱȣ̀ς Ιεϱȣσαλημ ἀϖέδοσϑε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅϖως ἐξώσητε αὐτȣ̀ς ἐϰ τῶν ὁϱίων αὐτῶν.

4:7 ἰδȣ̀ ἐγὼ ἐξεγείϱω αὐτȣ̀ς ἐϰ τȣ̃ τόϖȣ, ȣ̔͂ ἀϖέδοσϑε αὐτȣ̀ς ἐϰεῖ, ϗ ἀνταϖοδώσω τὸ ἀνταϖόδομα ὑμῶν εἰς ϰεφαλὰς ὑμῶν

4:8 ϗ ἀϖοδώσομαι τȣ̀ς υἱȣ̀ς ὑμῶν ϗ τὰς ϑυγατέϱας ὑμῶν εἰς χεῖϱας υἱῶν Ιȣδα, ϗ ἀϖοδώσονται αὐτȣ̀ς εἰς αἰχμαλωσίαν εἰς ἔϑνος μαϰϱὰν ἀϖέχον, ὅτι ϰύϱιος ἐλάλησεν.

4:9 Κηϱύξατε ταῦτα ἐν τοῖς ἔϑνεσιν, ἁγιάσατε ϖόλεμον, ἐξεγείϱατε τȣ̀ς μαχητάς· ϖϱοσαγάγετε ϗ ἀναϐαίνετε, ϖάντες ἄνδϱες ϖολεμιϛαί.

4:10 συγϰόψατε τὰ ἄϱοτϱα ὑμῶν εἰς ῥομφαίας ϗ τὰ δϱέϖανα ὑμῶν εἰς σειϱομάϛας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχύω ἐγώ.

4:11 συναϑϱοίζεσϑε ϗ εἰσϖοϱεύεσϑε, ϖάντα τὰ ἔϑνη ϰυϰλόϑεν, ϗ συνάχϑητε ἐϰεῖ· ὁ ϖϱαὺς ἔϛω μαχητής.

4:12 ἐξεγειϱέσϑωσαν ϗ ἀναϐαινέτωσαν ϖάντα τὰ ἔϑνη εἰς τὴν ϰοιλάδα Ιωσαφατ, διότι ἐϰεῖ ϰαϑιῶ τȣ̃ διαϰϱῖναι ϖάντα τὰ ἔϑνη ϰυϰλόϑεν.

4:13 ἐξαϖοϛείλατε δϱέϖανα, ὅτι ϖαϱέϛηϰεν τϱύγητος· εἰσϖοϱεύεσϑε ϖατεῖτε, διότι ϖλήϱης ἡ ληνός· ὑϖεϱεϰχεῖται τὰ ὑϖολήνια, ὅτι ϖεϖλήϑυνται τὰ ϰαϰὰ αὐτῶν.

4:14 ἦχοι ἐξήχησαν ἐν τῇ ϰοιλάδι τῆς δίϰης, ὅτι ἐγγὺς ἡμέϱα ϰυϱίȣ ἐν τῇ ϰοιλάδι τῆς δίϰης.

4:15 ὁ ἥλιος ϗ ἡ σελήνη συσϰοτάσȣσιν, ϗ οἱ ἀϛέϱες δύσȣσιν φέγγος αὐτῶν.

4:16 ὁ δὲ ϰύϱιος ἐϰ Σιων ἀναϰεϰϱάξεται ϗ ἐξ Ιεϱȣσαλημ δώσει φωνὴν αὐτȣ̃, ϗ σεισϑήσεται ὁ ȣ̓ϱανὸς ϗ ἡ γῆ· ὁ δὲ ϰύϱιος φείσεται τȣ̃ λαȣ̃ αὐτȣ̃, ϗ ἐνισχύσει ϰύϱιος τȣ̀ς υἱȣ̀ς Ισϱαηλ.

4:17 ϗ ἐϖιγνώσεσϑε διότι ἐγὼ ϰύϱιος ὁ ϑεὸς ὑμῶν ὁ ϰατασϰηνῶν ἐν Σιων ἐν ὄϱει ἁγίῳ μȣ· ϗ ἔϛαι Ιεϱȣσαλημ ϖόλις ἁγία, ϗ ἀλλογενεῖς ȣ̓ διελεύσονται δι’ αὐτῆς ȣ̓ϰέτι.

4:18 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἀϖοϛαλάξει τὰ ὄϱη γλυϰασμόν, ϗ οἱ ϐȣνοὶ ῥυήσονται γάλα, ϗ ϖᾶσαι αἱ ἀφέσεις Ιȣδα ῥυήσονται ὕδατα, ϗ ϖηγὴ ἐξ οἴϰȣ ϰυϱίȣ ἐξελεύσεται ϗ ϖοτιεῖ τὸν χειμάϱϱȣν τῶν σχοίνων.

4:19 Αἴγυϖτος εἰς ἀφανισμὸν ἔϛαι, ϗ ἡ Ιδȣμαία εἰς ϖεδίον ἀφανισμȣ̃ ἔϛαι ἐξ ἀδιϰιῶν υἱῶν Ιȣδα, ἀνϑ’ ὧν ἐξέχεαν αἷμα δίϰαιον ἐν τῇ γῇ αὐτῶν.

4:20 ἡ δὲ Ιȣδαία εἰς τὸν αἰῶνα ϰατοιϰηϑήσεται ϗ Ιεϱȣσαλημ εἰς γενεὰς γενεῶν.

4:21 ϗ ἐϰδιϰήσω τὸ αἷμα αὐτῶν ϗ ȣ̓ μὴ ἀϑῳώσω. ϗ ϰύϱιος ϰατασϰηνώσει ἐν Σιων.

Ὀϐδίᾱς

1:1 Ὅϱασις Αϐδιȣ. Τάδε λέγει ϰύϱιος ὁ ϑεὸς τῇ Ιδȣμαίᾳ Ἀϰοὴν ἤϰȣσα ϖαϱὰ ϰυϱίȣ, ϗ ϖεϱιοχὴν εἰς τὰ ἔϑνη ἐξαϖέϛειλεν Ἀνάϛητε ϗ ἐξαναϛῶμεν ἐϖ’ αὐτὴν εἰς ϖόλεμον.

1:2 ἰδȣ̀ ὀλιγοϛὸν δέδωϰά σε ἐν τοῖς ἔϑνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδϱα.

1:3 ὑϖεϱηφανία τῆς ϰαϱδίας σȣ ἐϖῆϱέν σε ϰατασϰηνȣ̃ντα ἐν ταῖς ὀϖαῖς τῶν ϖετϱῶν, ὑψῶν ϰατοιϰίαν αὐτȣ̃ λέγων ἐν ϰαϱδίᾳ αὐτȣ̃ Τίς με ϰατάξει ἐϖὶ τὴν γῆν;

1:4 ἐὰν μετεωϱισϑῇς ὡς ἀετὸς ϗ ἐὰν ἀνὰ μέσον τῶν ἄϛϱων ϑῇς νοσσιάν σȣ, ἐϰεῖϑεν ϰατάξω σε, λέγει ϰύϱιος.

1:5 εἰ ϰλέϖται εἰσῆλϑον ϖϱὸς σὲ ἢ λῃϛαὶ νυϰτός, ϖȣ̃ ἂν ἀϖεϱϱίφης; ȣ̓ϰ ἂν ἔϰλεψαν τὰ ἱϰανὰ ἑαυτοῖς; ϗ εἰ τϱυγηταὶ εἰσῆλϑον ϖϱὸς σέ, ȣ̓ϰ ἂν ὑϖελίϖοντο ἐϖιφυλλίδα;

1:6 ϖῶς ἐξηϱευνήϑη Ησαυ ϗ ϰατελήμφϑη αὐτȣ̃ τὰ ϰεϰϱυμμένα.

1:7 ἕως τῶν ὁϱίων σȣ ἐξαϖέϛειλάν σε ϖάντες οἱ ἄνδϱες τῆς διαϑήϰης σȣ, ἀντέϛησάν σοι ἠδυνάσϑησαν ϖϱὸς σὲ ἄνδϱες εἰϱηνιϰοί σȣ, ἔϑηϰαν ἔνεδϱα ὑϖοϰάτω σȣ, ȣ̓ϰ ἔϛιν σύνεσις αὐτοῖς.

1:8 ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος, ἀϖολῶ σοφȣ̀ς ἐϰ τῆς Ιδȣμαίας ϗ σύνεσιν ἐξ ὄϱȣς Ησαυ·

1:9 ϗ ϖτοηϑήσονται οἱ μαχηταί σȣ οἱ ἐϰ Θαιμαν, ὅϖως ἐξαϱϑῇ ἄνϑϱωϖος ἐξ ὄϱȣς Ησαυ

1:10 διὰ τὴν σφαγὴν ϗ τὴν ἀσέϐειαν τὴν εἰς τὸν ἀδελφόν σȣ Ιαϰωϐ, ϗ ϰαλύψει σε αἰσχύνη ϗ ἐξαϱϑήσῃ εἰς τὸν αἰῶνα.

1:11 Ἀφ ἧς ἡμέϱας ἀντέϛης ἐξ ἐναντίας ἐν ἡμέϱᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτȣ̃ ϗ ἀλλότϱιοι εἰσῆλϑον εἰς ϖύλας αὐτȣ̃ ϗ ἐϖὶ Ιεϱȣσαλημ ἔϐαλον ϰλήϱȣς, ϗ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.

1:12 ϗ μὴ ἐϖίδῃς ἡμέϱαν ἀδελφȣ̃ σȣ ἐν ἡμέϱᾳ ἀλλοτϱίων ϗ μὴ ἐϖιχαϱῇς ἐϖὶ τȣ̀ς υἱȣ̀ς Ιȣδα ἐν ἡμέϱᾳ ἀϖωλείας αὐτῶν ϗ μὴ μεγαλοϱϱημονήσῃς ἐν ἡμέϱᾳ ϑλίψεως·

1:13 μηδὲ εἰσέλϑῃς εἰς ϖύλας λαῶν ἐν ἡμέϱᾳ ϖόνων αὐτῶν μηδὲ ἐϖίδῃς ϗ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέϱᾳ ὀλέϑϱȣ αὐτῶν μηδὲ συνεϖιϑῇ ἐϖὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέϱᾳ ἀϖωλείας αὐτῶν·

1:14 μηδὲ ἐϖιϛῇς ἐϖὶ τὰς διεϰϐολὰς αὐτῶν τȣ̃ ἐξολεϑϱεῦσαι τȣ̀ς ἀνασῳζομένȣς αὐτῶν μηδὲ συγϰλείσῃς τȣ̀ς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέϱᾳ ϑλίψεως.

1:15 διότι ἐγγὺς ἡμέϱα ϰυϱίȣ ἐϖὶ ϖάντα τὰ ἔϑνη· ὃν τϱόϖον ἐϖοίησας, ȣ̔́τως ἔϛαι σοι· τὸ ἀνταϖόδομά σȣ ἀνταϖοδοϑήσεται εἰς ϰεφαλήν σȣ·

1:16 διότι ὃν τϱόϖον ἔϖιες ἐϖὶ τὸ ὄϱος τὸ ἅγιόν μȣ, ϖίονται ϖάντα τὰ ἔϑνη οἶνον· ϖίονται ϗ ϰαταϐήσονται ϗ ἔσονται ϰαϑὼς ȣ̓χ ὑϖάϱχοντες.

1:17 Ἐν δὲ τῷ ὄϱει Σιων ἔϛαι ἡ σωτηϱία, ϗ ἔϛαι ἅγιον· ϗ ϰαταϰληϱονομήσȣσιν ὁ οἶϰος Ιαϰωϐ τȣ̀ς ϰαταϰληϱονομήσαντας αὐτȣ́ς.

1:18 ϗ ἔϛαι ὁ οἶϰος Ιαϰωϐ ϖῦϱ, ὁ δὲ οἶϰος Ιωσηφ φλόξ, ὁ δὲ οἶϰος Ησαυ εἰς ϰαλάμην, ϗ ἐϰϰαυϑήσονται εἰς αὐτȣ̀ς ϗ ϰαταφάγονται αὐτȣ́ς, ϗ ȣ̓ϰ ἔϛαι ϖυϱοφόϱος ἐν τῷ οἴϰῳ Ησαυ, διότι ϰύϱιος ἐλάλησεν.

1:19 ϗ ϰαταϰληϱονομήσȣσιν οἱ ἐν Ναγεϐ τὸ ὄϱος τὸ Ησαυ ϗ οἱ ἐν τῇ Σεφηλα τȣ̀ς ἀλλοφύλȣς ϗ ϰαταϰληϱονομήσȣσιν τὸ ὄϱος Εφϱαιμ ϗ τὸ ϖεδίον Σαμαϱείας ϗ Βενιαμιν ϗ τὴν Γαλααδῖτιν.

1:20 ϗ τῆς μετοιϰεσίας ἡ ἀϱχὴ αὕτη· τοῖς υἱοῖς Ισϱαηλ γῆ τῶν Χαναναίων ἕως Σαϱεϖτων ϗ ἡ μετοιϰεσία Ιεϱȣσαλημ ἕως Εφϱαϑα, ϗ ϰληϱονομήσȣσιν τὰς ϖόλεις τȣ̃ Ναγεϐ.

1:21 ϗ ἀναϐήσονται ἄνδϱες σεσῳσμένοι ἐξ ὄϱȣς Σιων τȣ̃ ἐϰδιϰῆσαι τὸ ὄϱος Ησαυ, ϗ ἔϛαι τῷ ϰυϱίῳ ἡ ϐασιλεία.

Ἰωνᾶς

1:1 Ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Ιωναν τὸν τȣ̃ Αμαϑι λέγων

1:2 Ἀνάϛηϑι ϗ ϖοϱεύϑητι εἰς Νινευη τὴν ϖόλιν τὴν μεγάλην ϗ ϰήϱυξον ἐν αὐτῇ, ὅτι ἀνέϐη ἡ ϰϱαυγὴ τῆς ϰαϰίας αὐτῆς ϖϱός με.

1:3 ϗ ἀνέϛη Ιωνας τȣ̃ φυγεῖν εἰς Θαϱσις ἐϰ ϖϱοσώϖȣ ϰυϱίȣ ϗ ϰατέϐη εἰς Ιοϖϖην ϗ εὗϱεν ϖλοῖον ϐαδίζον εἰς Θαϱσις ϗ ἔδωϰεν τὸ ναῦλον αὐτȣ̃ ϗ ἐνέϐη εἰς αὐτὸ τȣ̃ ϖλεῦσαι μετ’ αὐτῶν εἰς Θαϱσις ἐϰ ϖϱοσώϖȣ ϰυϱίȣ.

1:4 ϗ ϰύϱιος ἐξήγειϱεν ϖνεῦμα εἰς τὴν ϑάλασσαν, ϗ ἐγένετο ϰλύδων μέγας ἐν τῇ ϑαλάσσῃ, ϗ τὸ ϖλοῖον ἐϰινδύνευεν συντϱιϐῆναι.

1:5 ϗ ἐφοϐήϑησαν οἱ ναυτιϰοὶ ϗ ἀνεϐόων ἕϰαϛος ϖϱὸς τὸν ϑεὸν αὐτῶν ϗ ἐϰϐολὴν ἐϖοιήσαντο τῶν σϰευῶν τῶν ἐν τῷ ϖλοίῳ εἰς τὴν ϑάλασσαν τȣ̃ ϰȣφισϑῆναι ἀϖ’ αὐτῶν· Ιωνας δὲ ϰατέϐη εἰς τὴν ϰοίλην τȣ̃ ϖλοίȣ ϗ ἐϰάϑευδεν ϗ ἔϱϱεγχεν.

1:6 ϗ ϖϱοσῆλϑεν ϖϱὸς αὐτὸν ὁ ϖϱωϱεὺς ϗ εἶϖεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάϛα ϗ ἐϖιϰαλȣ̃ τὸν ϑεόν σȣ, ὅϖως διασώσῃ ὁ ϑεὸς ἡμᾶς ϗ μὴ ἀϖολώμεϑα.

1:7 ϗ εἶϖεν ἕϰαϛος ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃ Δεῦτε ϐάλωμεν ϰλήϱȣς ϗ ἐϖιγνῶμεν τίνος ἕνεϰεν ἡ ϰαϰία αὕτη ἐϛὶν ἐν ἡμῖν. ϗ ἔϐαλον ϰλήϱȣς, ϗ ἔϖεσεν ὁ ϰλῆϱος ἐϖὶ Ιωναν.

1:8 ϗ εἶϖον ϖϱὸς αὐτόν Ἀϖάγγειλον ἡμῖν τίνος ἕνεϰεν ἡ ϰαϰία αὕτη ἐϛὶν ἐν ἡμῖν. τίς σȣ ἡ ἐϱγασία ἐϛίν; ϗ ϖόϑεν ἔϱχῃ, ϗ ἐϰ ϖοίας χώϱας ϗ ἐϰ ϖοίȣ λαȣ̃ εἶ σύ;

1:9 ϗ εἶϖεν ϖϱὸς αὐτȣ́ς Δȣ̃λος ϰυϱίȣ ἐγώ εἰμι ϗ τὸν ϰύϱιον ϑεὸν τȣ̃ ȣ̓ϱανȣ̃ ἐγὼ σέϐομαι, ὃς ἐϖοίησεν τὴν ϑάλασσαν ϗ τὴν ξηϱάν.

1:10 ϗ ἐφοϐήϑησαν οἱ ἄνδϱες φόϐον μέγαν ϗ εἶϖαν ϖϱὸς αὐτόν Τί τȣ̃το ἐϖοίησας; διότι ἔγνωσαν οἱ ἄνδϱες ὅτι ἐϰ ϖϱοσώϖȣ ϰυϱίȣ ἦν φεύγων, ὅτι ἀϖήγγειλεν αὐτοῖς.

1:11 ϗ εἶϖαν ϖϱὸς αὐτόν Τί σοι ϖοιήσωμεν ϗ ϰοϖάσει ἡ ϑάλασσα ἀφ’ ἡμῶν; ὅτι ἡ ϑάλασσα ἐϖοϱεύετο ϗ ἐξήγειϱεν μᾶλλον ϰλύδωνα.

1:12 ϗ εἶϖεν Ιωνας ϖϱὸς αὐτȣ́ς Ἄϱατέ με ϗ ἐμϐάλετέ με εἰς τὴν ϑάλασσαν, ϗ ϰοϖάσει ἡ ϑάλασσα ἀφ’ ὑμῶν· διότι ἔγνωϰα ἐγὼ ὅτι δι’ ἐμὲ ὁ ϰλύδων ὁ μέγας ȣ̔͂τος ἐφ’ ὑμᾶς ἐϛιν.

1:13 ϗ ϖαϱεϐιάζοντο οἱ ἄνδϱες τȣ̃ ἐϖιϛϱέψαι ϖϱὸς τὴν γῆν ϗ ȣ̓ϰ ἠδύναντο, ὅτι ἡ ϑάλασσα ἐϖοϱεύετο ϗ ἐξηγείϱετο μᾶλλον ἐϖ’ αὐτȣ́ς.

1:14 ϗ ἀνεϐόησαν ϖϱὸς ϰύϱιον ϗ εἶϖαν Μηδαμῶς, ϰύϱιε, μὴ ἀϖολώμεϑα ἕνεϰεν τῆς ψυχῆς τȣ̃ ἀνϑϱώϖȣ τȣ́τȣ, ϗ μὴ δῷς ἐφ’ ἡμᾶς αἷμα δίϰαιον, ὅτι σύ, ϰύϱιε, ὃν τϱόϖον ἐϐȣ́λȣ ϖεϖοίηϰας.

1:15 ϗ ἔλαϐον τὸν Ιωναν ϗ ἐξέϐαλον αὐτὸν εἰς τὴν ϑάλασσαν, ϗ ἔϛη ἡ ϑάλασσα ἐϰ τȣ̃ σάλȣ αὐτῆς.

1:16 ϗ ἐφοϐήϑησαν οἱ ἄνδϱες φόϐῳ μεγάλῳ τὸν ϰύϱιον ϗ ἔϑυσαν ϑυσίαν τῷ ϰυϱίῳ ϗ εὔξαντο εὐχάς.

2:1 Ϗ ϖϱοσέταξεν ϰύϱιος ϰήτει μεγάλῳ ϰαταϖιεῖν τὸν Ιωναν· ϗ ἦν Ιωνας ἐν τῇ ϰοιλίᾳ τȣ̃ ϰήτȣς τϱεῖς ἡμέϱας ϗ τϱεῖς νύϰτας.

2:2 ϗ ϖϱοσηύξατο Ιωνας ϖϱὸς ϰύϱιον τὸν ϑεὸν αὐτȣ̃ ἐϰ τῆς ϰοιλίας τȣ̃ ϰήτȣς

2:3 ϗ εἶϖεν Ἐϐόησα ἐν ϑλίψει μȣ ϖϱὸς ϰύϱιον τὸν ϑεόν μȣ, ϗ εἰς ήϰȣσέν μȣ· ἐϰ ϰοιλίας ᾅδȣ ϰϱαυγῆς μȣ ἤϰȣσας φωνῆς μȣ.

2:4 ἀϖέϱϱιψάς με εἰς ϐάϑη ϰαϱδίας ϑαλάσσης, ϗ ϖοταμοί με ἐϰύϰλωσαν· ϖάντες οἱ μετεωϱισμοί σȣ ϗ τὰ ϰύματά σȣ ἐϖ’ ἐμὲ διῆλϑον.

2:5 ϗ ἐγὼ εἶϖα Ἀϖῶσμαι ἐξ ὀφϑαλμῶν σȣ· ἆϱα ϖϱοσϑήσω τȣ̃ ἐϖιϐλέψαι ϖϱὸς τὸν ναὸν τὸν ἅγιόν σȣ;

2:6 ϖεϱιεχύϑη ὕδωϱ μοι ἕως ψυχῆς, ἄϐυσσος ἐϰύϰλωσέν με ἐσχάτη, ἔδυ ἡ ϰεφαλή μȣ εἰς σχισμὰς ὀϱέων.

2:7 ϰατέϐην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς ϰάτοχοι αἰώνιοι, ϗ ἀναϐήτω φϑοϱὰ ζωῆς μȣ, ϰύϱιε ὁ ϑεός μȣ.

2:8 ἐν τῷ ἐϰλείϖειν ἀϖ’ ἐμȣ̃ τὴν ψυχήν μȣ τȣ̃ ϰυϱίȣ ἐμνήσϑην, ϗ ἔλϑοι ϖϱὸς σὲ ἡ ϖϱοσευχή μȣ εἰς ναὸν ἅγιόν σȣ.

2:9 φυλασσόμενοι μάταια ϗ ψευδῆ ἔλεος αὐτῶν ἐγϰατέλιϖον.

2:10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως ϗ ἐξομολογήσεως ϑύσω σοι· ὅσα ηὐξάμην, ἀϖοδώσω σοι σωτηϱίȣ τῷ ϰυϱίῳ.

2:11 ϗ ϖϱοσετάγη τῷ ϰήτει, ϗ ἐξέϐαλεν τὸν Ιωναν ἐϖὶ τὴν ξηϱάν.

3:1 Ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Ιωναν ἐϰ δευτέϱȣ λέγων

3:2 Ἀνάϛηϑι ϗ ϖοϱεύϑητι εἰς Νινευη τὴν ϖόλιν τὴν μεγάλην ϗ ϰήϱυξον ἐν αὐτῇ ϰατὰ τὸ ϰήϱυγμα τὸ ἔμϖϱοσϑεν, ὃ ἐγὼ ἐλάλησα ϖϱὸς σέ.

3:3 ϗ ἀνέϛη Ιωνας ϗ ἐϖοϱεύϑη εἰς Νινευη, ϰαϑὼς ἐλάλησεν ϰύϱιος· ἡ δὲ Νινευη ἦν ϖόλις μεγάλη τῷ ϑεῷ ὡσεὶ ϖοϱείας ὁδȣ̃ ἡμεϱῶν τϱιῶν.

3:4 ϗ ἤϱξατο Ιωνας τȣ̃ εἰσελϑεῖν εἰς τὴν ϖόλιν ὡσεὶ ϖοϱείαν ἡμέϱας μιᾶς ϗ ἐϰήϱυξεν ϗ εἶϖεν Ἔτι τϱεῖς ἡμέϱαι ϗ Νινευη ϰαταϛϱαφήσεται.

3:5 ϗ ἐνεϖίϛευσαν οἱ ἄνδϱες Νινευη τῷ ϑεῷ ϗ ἐϰήϱυξαν νηϛείαν ϗ ἐνεδύσαντο σάϰϰȣς ἀϖὸ μεγάλȣ αὐτῶν ἕως μιϰϱȣ̃ αὐτῶν.

3:6 ϗ ἤγγισεν ὁ λόγος ϖϱὸς τὸν ϐασιλέα τῆς Νινευη, ϗ ἐξανέϛη ἀϖὸ τȣ̃ ϑϱόνȣ αὐτȣ̃ ϗ ϖεϱιείλατο τὴν ϛολὴν αὐτȣ̃ ἀφ’ ἑαυτȣ̃ ϗ ϖεϱιεϐάλετο σάϰϰον ϗ ἐϰάϑισεν ἐϖὶ σϖοδȣ̃.

3:7 ϗ ἐϰηϱύχϑη ϗ ἐϱϱέϑη ἐν τῇ Νινευη ϖαϱὰ τȣ̃ ϐασιλέως ϗ ϖαϱὰ τῶν μεγιϛάνων αὐτȣ̃ λέγων Οἱ ἄνϑϱωϖοι ϗ τὰ ϰτήνη ϗ οἱ ϐόες ϗ τὰ ϖϱόϐατα μὴ γευσάσϑωσαν μηδὲν μηδὲ νεμέσϑωσαν μηδὲ ὕδωϱ ϖιέτωσαν.

3:8 ϗ ϖεϱιεϐάλοντο σάϰϰȣς οἱ ἄνϑϱωϖοι ϗ τὰ ϰτήνη, ϗ ἀνεϐόησαν ϖϱὸς τὸν ϑεὸν ἐϰτενῶς· ϗ ἀϖέϛϱεψαν ἕϰαϛος ἀϖὸ τῆς ὁδȣ̃ αὐτȣ̃ τῆς ϖονηϱᾶς ϗ ἀϖὸ τῆς ἀδιϰίας τῆς ἐν χεϱσὶν αὐτῶν λέγοντες

3:9 Τίς οἶδεν εἰ μετανοήσει ὁ ϑεὸς ϗ ἀϖοϛϱέψει ἐξ ὀϱγῆς ϑυμȣ̃ αὐτȣ̃ ϗ ȣ̓ μὴ ἀϖολώμεϑα;

3:10 ϗ εἶδεν ὁ ϑεὸς τὰ ἔϱγα αὐτῶν, ὅτι ἀϖέϛϱεψαν ἀϖὸ τῶν ὁδῶν αὐτῶν τῶν ϖονηϱῶν, ϗ μετενόησεν ὁ ϑεὸς ἐϖὶ τῇ ϰαϰίᾳ, ᾗ ἐλάλησεν τȣ̃ ϖοιῆσαι αὐτοῖς, ϗ ȣ̓ϰ ἐϖοίησεν.

4:1 Ϗ ἐλυϖήϑη Ιωνας λύϖην μεγάλην ϗ συνεχύϑη.

4:2 ϗ ϖϱοσεύξατο ϖϱὸς ϰύϱιον ϗ εἶϖεν Ὦ ϰύϱιε, ȣ̓χ ȣ̔͂τοι οἱ λόγοι μȣ ἔτι ὄντος μȣ ἐν τῇ γῇ μȣ; διὰ τȣ̃το ϖϱοέφϑασα τȣ̃ φυγεῖν εἰς Θαϱσις, διότι ἔγνων ὅτι σὺ ἐλεήμων ϗ οἰϰτίϱμων, μαϰϱόϑυμος ϗ ϖολυέλεος ϗ μετανοῶν ἐϖὶ ταῖς ϰαϰίαις.

4:3 ϗ νῦν, δέσϖοτα ϰύϱιε, λαϐὲ τὴν ψυχήν μȣ ἀϖ’ ἐμȣ̃, ὅτι ϰαλὸν τὸ ἀϖοϑανεῖν με ἢ ζῆν με.

4:4 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς Ιωναν Εἰ σφόδϱα λελύϖησαι σύ;

4:5 ϗ ἐξῆλϑεν Ιωνας ἐϰ τῆς ϖόλεως ϗ ἐϰάϑισεν ἀϖέναντι τῆς ϖόλεως· ϗ ἐϖοίησεν ἑαυτῷ ἐϰεῖ σϰηνὴν ϗ ἐϰάϑητο ὑϖοϰάτω αὐτῆς ἐν σϰιᾷ, ἕως ȣ̔͂ ἀϖίδῃ τί ἔϛαι τῇ ϖόλει.

4:6 ϗ ϖϱοσέταξεν ϰύϱιος ὁ ϑεὸς ϰολοϰύνϑῃ, ϗ ἀνέϐη ὑϖὲϱ ϰεφαλῆς τȣ̃ Ιωνα τȣ̃ εἶναι σϰιὰν ὑϖεϱάνω τῆς ϰεφαλῆς αὐτȣ̃ τȣ̃ σϰιάζειν αὐτῷ ἀϖὸ τῶν ϰαϰῶν αὐτȣ̃· ϗ ἐχάϱη Ιωνας ἐϖὶ τῇ ϰολοϰύνϑῃ χαϱὰν μεγάλην.

4:7 ϗ ϖϱοσέταξεν ὁ ϑεὸς σϰώληϰι ἑωϑινῇ τῇ ἐϖαύϱιον, ϗ ἐϖάταξεν τὴν ϰολόϰυνϑαν, ϗ ἀϖεξηϱάνϑη.

4:8 ϗ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ϗ ϖϱοσέταξεν ὁ ϑεὸς ϖνεύματι ϰαύσωνος συγϰαίοντι, ϗ ἐϖάταξεν ὁ ἥλιος ἐϖὶ τὴν ϰεφαλὴν Ιωνα· ϗ ὠλιγοψύχησεν ϗ ἀϖελέγετο τὴν ψυχὴν αὐτȣ̃ ϗ εἶϖεν Καλόν μοι ἀϖοϑανεῖν με ἢ ζῆν.

4:9 ϗ εἶϖεν ὁ ϑεὸς ϖϱὸς Ιωναν Εἰ σφόδϱα λελύϖησαι σὺ ἐϖὶ τῇ ϰολοϰύνϑῃ; ϗ εἶϖεν Σφόδϱα λελύϖημαι ἐγὼ ἕως ϑανάτȣ.

4:10 ϗ εἶϖεν ϰύϱιος Σὺ ἐφείσω ὑϖὲϱ τῆς ϰολοϰύνϑης, ὑϖὲϱ ἧς ȣ̓ϰ ἐϰαϰοϖάϑησας ἐϖ’ αὐτὴν ϗ ȣ̓ϰ ἐξέϑϱεψας αὐτήν, ἣ ἐγενήϑη ὑϖὸ νύϰτα ϗ ὑϖὸ νύϰτα ἀϖώλετο.

4:11 ἐγὼ δὲ ȣ̓ φείσομαι ὑϖὲϱ Νινευη τῆς ϖόλεως τῆς μεγάλης, ἐν ᾗ ϰατοιϰȣ̃σιν ϖλείȣς ἢ δώδεϰα μυϱιάδες ἀνϑϱώϖων, οἵτινες ȣ̓ϰ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀϱιϛεϱὰν αὐτῶν, ϗ ϰτήνη ϖολλά;

Ναȣ́μ

1:1 Λῆμμα Νινευη· ϐιϐλίον ὁϱάσεως Ναȣμ τȣ̃ Ελϰεσαίȣ.

1:2 Θεὸς ζηλωτὴς ϗ ἐϰδιϰῶν ϰύϱιος, ἐϰδιϰῶν ϰύϱιος μετὰ ϑυμȣ̃ ἐϰδιϰῶν ϰύϱιος τȣ̀ς ὑϖεναντίȣς αὐτȣ̃, ϗ ἐξαίϱων αὐτὸς τȣ̀ς ἐχϑϱȣ̀ς αὐτȣ̃.

1:3 ϰύϱιος μαϰϱόϑυμος, ϗ μεγάλη ἡ ἰσχὺς αὐτȣ̃, ϗ ἀϑῳῶν ȣ̓ϰ ἀϑῳώσει ϰύϱιος. ἐν συντελείᾳ ϗ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτȣ̃, ϗ νεφέλαι ϰονιοϱτὸς ϖοδῶν αὐτȣ̃.

1:4 ἀϖειλῶν ϑαλάσσῃ ϗ ξηϱαίνων αὐτὴν ϗ ϖάντας τȣ̀ς ϖοταμȣ̀ς ἐξεϱημῶν· ὠλιγώϑη ἡ Βασανῖτις ϗ ὁ Κάϱμηλος, ϗ τὰ ἐξανϑȣ̃ντα τȣ̃ Λιϐάνȣ ἐξέλιϖεν.

1:5 τὰ ὄϱη ἐσείσϑησαν ἀϖ’ αὐτȣ̃, ϗ οἱ ϐȣνοὶ ἐσαλεύϑησαν· ϗ ἀνεϛάλη ἡ γῆ ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃, ἡ σύμϖασα ϗ ϖάντες οἱ ϰατοιϰȣ̃ντες ἐν αὐτῇ.

1:6 ἀϖὸ ϖϱοσώϖȣ ὀϱγῆς αὐτȣ̃ τίς ὑϖοϛήσεται; ϗ τίς ἀντιϛήσεται ἐν ὀϱγῇ ϑυμȣ̃ αὐτȣ̃; ὁ ϑυμὸς αὐτȣ̃ τήϰει ἀϱχάς, ϗ αἱ ϖέτϱαι διεϑϱύϐησαν ἀϖ’ αὐτȣ̃.

1:7 χϱηϛὸς ϰύϱιος τοῖς ὑϖομένȣσιν αὐτὸν ἐν ἡμέϱᾳ ϑλίψεως ϗ γινώσϰων τȣ̀ς εὐλαϐȣμένȣς αὐτόν·

1:8 ϗ ἐν ϰαταϰλυσμῷ ϖοϱείας συντέλειαν ϖοιήσεται τȣ̀ς ἐϖεγειϱομένȣς, ϗ τȣ̀ς ἐχϑϱȣ̀ς αὐτȣ̃ διώξεται σϰότος.

1:9 τί λογίζεσϑε ἐϖὶ τὸν ϰύϱιον; συντέλειαν αὐτὸς ϖοιήσεται, ȣ̓ϰ ἐϰδιϰήσει δὶς ἐϖὶ τὸ αὐτὸ ἐν ϑλίψει·

1:10 ὅτι ἕως ϑεμελίȣ αὐτῶν χεϱσωϑήσεται ϗ ὡς σμῖλαξ ϖεϱιϖλεϰομένη ϐϱωϑήσεται ϗ ὡς ϰαλάμη ξηϱασίας μεϛή.

1:11 ἐϰ σȣ̃ ἐξελεύσεται λογισμὸς ϰατὰ τȣ̃ ϰυϱίȣ ϖονηϱὰ λογιζόμενος ἐναντία.

1:12 τάδε λέγει ϰύϱιος ϰατάϱχων ὑδάτων ϖολλῶν Ϗ ȣ̔́τως διαϛαλήσονται, ϗ ἡ ἀϰοή σȣ ȣ̓ϰ ἐναϰȣσϑήσεται ἔτι.

1:13 ϗ νῦν συντϱίψω τὴν ῥάϐδον αὐτȣ̃ ἀϖὸ σȣ̃ ϗ τȣ̀ς δεσμȣ́ς σȣ διαϱϱήξω·

1:14 ϗ ἐντελεῖται ὑϖὲϱ σȣ̃ ϰύϱιος, ȣ̓ σϖαϱήσεται ἐϰ τȣ̃ ὀνόματός σȣ ἔτι· ἐξ οἴϰȣ ϑεȣ̃ σȣ ἐξολεϑϱεύσω τὰ γλυϖτὰ ϗ χωνευτά· ϑήσομαι ταφήν σȣ, ὅτι ταχεῖς.

2:1 Ἰδȣ̀ ἐϖὶ τὰ ὄϱη οἱ ϖόδες εὐαγγελιζομένȣ ϗ ἀϖαγγέλλοντος εἰϱήνην· ἑόϱταζε, Ιȣδα, τὰς ἑοϱτάς σȣ, ἀϖόδος τὰς εὐχάς σȣ, διότι ȣ̓ μὴ ϖϱοσϑήσωσιν ἔτι τȣ̃ διελϑεῖν διὰ σȣ̃ εἰς ϖαλαίωσιν Συντετέλεϛαι, ἐξῆϱται.

2:2 ἀνέϐη ἐμφυσῶν εἰς ϖϱόσωϖόν σȣ ἐξαιϱȣ́μενος ἐϰ ϑλίψεως· σϰόϖευσον ὁδόν, ϰϱάτησον ὀσφύος, ἄνδϱισαι τῇ ἰσχύι σφόδϱα,

2:3 διότι ἀϖέϛϱεψεν ϰύϱιος τὴν ὕϐϱιν Ιαϰωϐ ϰαϑὼς ὕϐϱιν τȣ̃ Ισϱαηλ, διότι ἐϰτινάσσοντες ἐξετίναξαν αὐτȣ̀ς ϗ τὰ ϰλήματα αὐτῶν, διέφϑειϱαν

2:4 ὅϖλα δυναϛείας αὐτῶν ἐξ ἀνϑϱώϖων, ἄνδϱας δυνατȣ̀ς ἐμϖαίζοντας ἐν ϖυϱί· αἱ ἡνίαι τῶν ἁϱμάτων αὐτῶν ἐν ἡμέϱᾳ ἑτοιμασίας αὐτȣ̃, ϗ οἱ ἱϖϖεῖς ϑοϱυϐηϑήσονται

2:5 ἐν ταῖς ὁδοῖς, ϗ συγχυϑήσονται τὰ ἅϱματα ϗ συμϖλαϰήσονται ἐν ταῖς ϖλατείαις· ἡ ὅϱασις αὐτῶν ὡς λαμϖάδες ϖυϱὸς ϗ ὡς ἀϛϱαϖαὶ διατϱέχȣσαι.

2:6 ϗ μνησϑήσονται οἱ μεγιϛᾶνες αὐτῶν ϗ φεύξονται ἡμέϱας ϗ ἀσϑενήσȣσιν ἐν τῇ ϖοϱείᾳ αὐτῶν ϗ σϖεύσȣσιν ἐϖὶ τὰ τείχη ϗ ἑτοιμάσȣσιν τὰς ϖϱοφυλαϰὰς αὐτῶν.

2:7 ϖύλαι τῶν ϖοταμῶν διηνοίχϑησαν, ϗ τὰ ϐασίλεια διέϖεσεν,

2:8 ϗ ἡ ὑϖόϛασις ἀϖεϰαλύφϑη, ϗ αὕτη ἀνέϐαινεν, ϗ αἱ δȣ̃λαι αὐτῆς ἤγοντο ϰαϑὼς ϖεϱιϛεϱαὶ φϑεγγόμεναι ἐν ϰαϱδίαις αὐτῶν.

2:9 ϗ Νινευη, ὡς ϰολυμϐήϑϱα ὕδατος τὰ ὕδατα αὐτῆς, ϗ αὐτοὶ φεύγοντες ȣ̓ϰ ἔϛησαν, ϗ ȣ̓ϰ ἦν ὁ ἐϖιϐλέϖων.

2:10 διήϱϖαζον τὸ ἀϱγύϱιον, διήϱϖαζον τὸ χϱυσίον, ϗ ȣ̓ϰ ἦν ϖέϱας τȣ̃ ϰόσμȣ αὐτῆς· ϐεϐάϱυνται ὑϖὲϱ ϖάντα τὰ σϰεύη τὰ ἐϖιϑυμητὰ αὐτῆς.

2:11 ἐϰτιναγμὸς ϗ ἀνατιναγμὸς ϗ ἐϰϐϱασμὸς ϗ ϰαϱδίας ϑϱαυσμὸς ϗ ὑϖόλυσις γονάτων ϗ ὠδῖνες ἐϖὶ ϖᾶσαν ὀσφύν, ϗ τὸ ϖϱόσωϖον ϖάντων ὡς ϖϱόσϰαυμα χύτϱας.

2:12 ϖȣ̃ ἐϛιν τὸ ϰατοιϰητήϱιον τῶν λεόντων ϗ ἡ νομὴ ἡ ȣ̓͂σα τοῖς σϰύμνοις, ȣ̔͂ ἐϖοϱεύϑη λέων τȣ̃ εἰσελϑεῖν ἐϰεῖ, σϰύμνος λέοντος ϗ ȣ̓ϰ ἦν ὁ ἐϰφοϐῶν;

2:13 λέων ἥϱϖασεν τὰ ἱϰανὰ τοῖς σϰύμνοις αὐτȣ̃ ϗ ἀϖέϖνιξεν τοῖς λέȣσιν αὐτȣ̃ ϗ ἔϖλησεν ϑήϱας νοσσιὰν αὐτȣ̃ ϗ τὸ ϰατοιϰητήϱιον αὐτȣ̃ ἁϱϖαγῆς.

2:14 ἰδȣ̀ ἐγὼ ἐϖὶ σέ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ ἐϰϰαύσω ἐν ϰαϖνῷ ϖλῆϑός σȣ, ϗ τȣ̀ς λέοντάς σȣ ϰαταφάγεται ῥομφαία, ϗ ἐξολεϑϱεύσω ἐϰ τῆς γῆς τὴν ϑήϱαν σȣ, ϗ ȣ̓ μὴ ἀϰȣσϑῇ ȣ̓ϰέτι τὰ ἔϱγα σȣ.

3:1 Ὦ ϖόλις αἱμάτων ὅλη ψευδὴς ἀδιϰίας ϖλήϱης, ȣ̓ ψηλαφηϑήσεται ϑήϱα.

3:2 φωνὴ μαϛίγων ϗ φωνὴ σεισμȣ̃ τϱοχῶν ϗ ἵϖϖȣ διώϰοντος ϗ ἅϱματος ἀναϐϱάσσοντος

3:3 ϗ ἱϖϖέως ἀναϐαίνοντος ϗ ϛιλϐȣ́σης ῥομφαίας ϗ ἐξαϛϱαϖτόντων ὅϖλων ϗ ϖλήϑȣς τϱαυματιῶν ϗ ϐαϱείας ϖτώσεως· ϗ ȣ̓ϰ ἦν ϖέϱας τοῖς ἔϑνεσιν αὐτῆς, ϗ ἀσϑενήσȣσιν ἐν τοῖς σώμασιν αὐτῶν

3:4 ἀϖὸ ϖλήϑȣς ϖοϱνείας. ϖόϱνη ϰαλὴ ϗ ἐϖιχαϱὴς ἡγȣμένη φαϱμάϰων ἡ ϖωλȣ̃σα ἔϑνη ἐν τῇ ϖοϱνείᾳ αὐτῆς ϗ φυλὰς ἐν τοῖς φαϱμάϰοις αὐτῆς,

3:5 ἰδȣ̃ ἐγὼ ἐϖὶ σέ, λέγει ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ, ϗ ἀϖοϰαλύψω τὰ ὀϖίσω σȣ ἐϖὶ τὸ ϖϱόσωϖόν σȣ ϗ δείξω ἔϑνεσιν τὴν αἰσχύνην σȣ ϗ ϐασιλείαις τὴν ἀτιμίαν σȣ

3:6 ϗ ἐϖιϱϱίψω ἐϖὶ σὲ ϐδελυγμὸν ϰατὰ τὰς ἀϰαϑαϱσίας σȣ ϗ ϑήσομαί σε εἰς ϖαϱάδειγμα,

3:7 ϗ ἔϛαι ϖᾶς ὁ ὁϱῶν σε ἀϖοϖηδήσεται ἀϖὸ σȣ̃ ϗ ἐϱεῖ Δειλαία Νινευη· τίς ϛενάξει αὐτήν; ϖόϑεν ζητήσω ϖαϱάϰλησιν αὐτῇ;

3:8 ἑτοίμασαι μεϱίδα, ἅϱμοσαι χοϱδήν, ἑτοίμασαι μεϱίδα, Αμων ἡ ϰατοιϰȣ̃σα ἐν ϖοταμοῖς, ὕδωϱ ϰύϰλῳ αὐτῆς, ἧς ἡ ἀϱχὴ ϑάλασσα ϗ ὕδωϱ τὰ τείχη αὐτῆς,

3:9 ϗ Αἰϑιοϖία ἡ ἰσχὺς αὐτῆς ϗ Αἴγυϖτος, ϗ ȣ̓ϰ ἔϛιν ϖέϱας τῆς φυγῆς, ϗ Λίϐυες ἐγένοντο ϐοηϑοὶ αὐτῆς.

3:10 ϗ αὐτὴ εἰς μετοιϰεσίαν ϖοϱεύσεται αἰχμάλωτος, ϗ τὰ νήϖια αὐτῆς ἐδαφιȣ̃σιν ἐϖ’ ἀϱχὰς ϖασῶν τῶν ὁδῶν αὐτῆς, ϗ ἐϖὶ ϖάντα τὰ ἔνδοξα αὐτῆς ϐαλȣ̃σιν ϰλήϱȣς, ϗ ϖάντες οἱ μεγιϛᾶνες αὐτῆς δεϑήσονται χειϱοϖέδαις.

3:11 ϗ σὺ μεϑυσϑήσῃ ϗ ἔσῃ ὑϖεϱεωϱαμένη, ϗ σὺ ζητήσεις σεαυτῇ ϛάσιν ἐξ ἐχϑϱῶν.

3:12 ϖάντα τὰ ὀχυϱώματά σȣ συϰαῖ σϰοϖȣ̀ς ἔχȣσαι· ἐὰν σαλευϑῶσιν, ϗ ϖεσȣ̃νται εἰς ϛόμα ἔσϑοντος.

3:13 ἰδȣ̀ ὁ λαός σȣ ὡς γυναῖϰες ἐν σοί· τοῖς ἐχϑϱοῖς σȣ ἀνοιγόμεναι ἀνοιχϑήσονται ϖύλαι τῆς γῆς σȣ, ϗ ϰαταφάγεται ϖῦϱ τȣ̀ς μοχλȣ́ς σȣ.

3:14 ὕδωϱ ϖεϱιοχῆς ἐϖίσϖασαι σεαυτῇ ϗ ϰαταϰϱάτησον τῶν ὀχυϱωμάτων σȣ, ἔμϐηϑι εἰς ϖηλὸν ϗ συμϖατήϑητι ἐν ἀχύϱοις, ϰαταϰϱάτησον ὑϖὲϱ ϖλίνϑον·

3:15 ἐϰεῖ ϰαταφάγεταί σε ϖῦϱ, ἐξολεϑϱεύσει σε ῥομφαία, ϰαταφάγεταί σε ὡς ἀϰϱίς, ϗ ϐαϱυνϑήσῃ ὡς ϐϱȣ̃χος.

3:16 ἐϖλήϑυνας τὰς ἐμϖοϱίας σȣ ὑϖὲϱ τὰ ἄϛϱα τȣ̃ ȣ̓ϱανȣ̃· ϐϱȣ̃χος ὥϱμησεν ϗ ἐξεϖετάσϑη.

3:17 ἐξήλατο ὡς ἀττέλεϐος ὁ σύμμιϰτός σȣ, ὡς ἀϰϱὶς ἐϖιϐεϐηϰυῖα ἐϖὶ φϱαγμὸν ἐν ἡμέϱαις ϖάγȣς· ὁ ἥλιος ἀνέτειλεν, ϗ ἀφήλατο, ϗ ȣ̓ϰ ἔγνω τὸν τόϖον αὐτῆς· ȣ̓αὶ αὐτοῖς.

3:18 ἐνύϛαξαν οἱ ϖοιμένες σȣ, ϐασιλεὺς Ἀσσύϱιος ἐϰοίμισεν τȣ̀ς δυνάϛας σȣ· ἀϖῆϱεν ὁ λαός σȣ ἐϖὶ τὰ ὄϱη, ϗ ȣ̓ϰ ἦν ὁ ἐϰδεχόμενος.

3:19 ȣ̓ϰ ἔϛιν ἴασις τῇ συντϱιϐῇ σȣ, ἐφλέγμανεν ἡ ϖληγή σȣ· ϖάντες οἱ ἀϰȣ́οντες τὴν ἀγγελίαν σȣ ϰϱοτήσȣσιν χεῖϱας ἐϖὶ σέ· διότι ἐϖὶ τίνα ȣ̓ϰ ἐϖῆλϑεν ἡ ϰαϰία σȣ διὰ ϖαντός;

Ἀμϐαϰȣ̀μ

1:1 Τὸ λῆμμα, ὃ εἶδεν Αμϐαϰȣμ ὁ ϖϱοφήτης.

1:2 Ἕως τίνος, ϰύϱιε, ϰεϰϱάξομαι ϗ ȣ̓ μὴ εἰσαϰȣ́σῃς; ϐοήσομαι ϖϱὸς σὲ ἀδιϰȣ́μενος ϗ ȣ̓ σώσεις;

1:3 ἵνα τί μοι ἔδειξας ϰόϖȣς ϗ ϖόνȣς, ἐϖιϐλέϖειν ταλαιϖωϱίαν ϗ ἀσέϐειαν; ἐξ ἐναντίας μȣ γέγονεν ϰϱίσις, ϗ ὁ ϰϱιτὴς λαμϐάνει.

1:4 διὰ τȣ̃το διεσϰέδαϛαι νόμος, ϗ ȣ̓ διεξάγεται εἰς τέλος ϰϱίμα, ὅτι ὁ ἀσεϐὴς ϰαταδυναϛεύει τὸν δίϰαιον· ἕνεϰεν τȣ́τȣ ἐξελεύσεται τὸ ϰϱίμα διεϛϱαμμένον.

1:5 ἴδετε, οἱ ϰαταφϱονηταί, ϗ ἐϖιϐλέψατε ϗ ϑαυμάσατε ϑαυμάσια ϗ ἀφανίσϑητε, διότι ἔϱγον ἐγὼ ἐϱγάζομαι ἐν ταῖς ἡμέϱαις ὑμῶν, ὃ ȣ̓ μὴ ϖιϛεύσητε ἐάν τις ἐϰδιηγῆται.

1:6 διότι ἰδȣ̀ ἐγὼ ἐξεγείϱω ἐφ’ ὑμᾶς τȣ̀ς Χαλδαίȣς τȣ̀ς μαχητάς, τὸ ἔϑνος τὸ ϖιϰϱὸν ϗ τὸ ταχινὸν τὸ ϖοϱευόμενον ἐϖὶ τὰ ϖλάτη τῆς γῆς τȣ̃ ϰαταϰληϱονομῆσαι σϰηνώματα ȣ̓ϰ αὐτȣ̃·

1:7 φοϐεϱὸς ϗ ἐϖιφανής ἐϛιν, ἐξ αὐτȣ̃ τὸ ϰϱίμα αὐτȣ̃ ἔϛαι, ϗ τὸ λῆμμα αὐτȣ̃ ἐξ αὐτȣ̃ ἐξελεύσεται·

1:8 ϗ ἐξαλȣ̃νται ὑϖὲϱ ϖαϱδάλεις οἱ ἵϖϖοι αὐτȣ̃ ϗ ὀξύτεϱοι ὑϖὲϱ τȣ̀ς λύϰȣς τῆς Ἀϱαϐίας· ϗ ἐξιϖϖάσονται οἱ ἱϖϖεῖς αὐτȣ̃ ϗ ὁϱμήσȣσιν μαϰϱόϑεν ϗ ϖετασϑήσονται ὡς ἀετὸς ϖϱόϑυμος εἰς τὸ φαγεῖν.

1:9 συντέλεια εἰς ἀσεϐεῖς ἥξει ἀνϑεϛηϰότας ϖϱοσώϖοις αὐτῶν ἐξ ἐναντίας ϗ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν.

1:10 ϗ αὐτὸς ἐν ϐασιλεῦσιν ἐντϱυφήσει, ϗ τύϱαννοι ϖαίγνια αὐτȣ̃, ϗ αὐτὸς εἰς ϖᾶν ὀχύϱωμα ἐμϖαίξεται ϗ ϐαλεῖ χῶμα ϗ ϰϱατήσει αὐτȣ̃.

1:11 τότε μεταϐαλεῖ τὸ ϖνεῦμα ϗ διελεύσεται ϗ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ ϑεῷ μȣ. –

1:12 ȣ̓χὶ σὺ ἀϖ’ ἀϱχῆς, ϰύϱιε, ὁ ϑεὸς ὁ ἅγιός μȣ; ϗ ȣ̓ μὴ ἀϖοϑάνωμεν. ϰύϱιε, εἰς ϰϱίμα τέταχας αὐτόν· ϗ ἔϖλασέν με τȣ̃ ἐλέγχειν ϖαιδείαν αὐτȣ̃.

1:13 ϰαϑαϱὸς ὀφϑαλμὸς τȣ̃ μὴ ὁϱᾶν ϖονηϱά, ϗ ἐϖιϐλέϖειν ἐϖὶ ϖόνȣς ȣ̓ δυνήσῃ· ἵνα τί ἐϖιϐλέϖεις ἐϖὶ ϰαταφϱονȣ̃ντας; ϖαϱασιωϖήσῃ ἐν τῷ ϰαταϖίνειν ἀσεϐῆ τὸν δίϰαιον;

1:14 ϗ ϖοιήσεις τȣ̀ς ἀνϑϱώϖȣς ὡς τȣ̀ς ἰχϑύας τῆς ϑαλάσσης ϗ ὡς τὰ ἑϱϖετὰ τὰ ȣ̓ϰ ἔχοντα ἡγȣ́μενον.

1:15 συντέλειαν ἐν ἀγϰίϛϱῳ ἀνέσϖασεν ϗ εἵλϰυσεν αὐτὸν ἐν ἀμφιϐλήϛϱῳ ϗ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτȣ̃· ἕνεϰεν τȣ́τȣ εὐφϱανϑήσεται ϗ χαϱήσεται ἡ ϰαϱδία αὐτȣ̃·

1:16 ἕνεϰεν τȣ́τȣ ϑύσει τῇ σαγήνῃ αὐτȣ̃ ϗ ϑυμιάσει τῷ ἀμφιϐλήϛϱῳ αὐτȣ̃, ὅτι ἐν αὐτοῖς ἐλίϖανεν μεϱίδα αὐτȣ̃, ϗ τὰ ϐϱώματα αὐτȣ̃ ἐϰλεϰτά·

1:17 διὰ τȣ̃το ἀμφιϐαλεῖ τὸ ἀμφίϐληϛϱον αὐτȣ̃ ϗ διὰ ϖαντὸς ἀϖοϰτέννειν ἔϑνη ȣ̓ φείσεται.

2:1 Ἐϖὶ τῆς φυλαϰῆς μȣ ϛήσομαι ϗ ἐϖιϐήσομαι ἐϖὶ ϖέτϱαν ϗ ἀϖοσϰοϖεύσω τȣ̃ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ ϗ τί ἀϖοϰϱιϑῶ ἐϖὶ τὸν ἔλεγχόν μȣ.

2:2 ϗ ἀϖεϰϱίϑη ϖϱός με ϰύϱιος ϗ εἶϖεν Γϱάψον ὅϱασιν ϗ σαφῶς ἐϖὶ ϖυξίον, ὅϖως διώϰῃ ὁ ἀναγινώσϰων αὐτά.

2:3 διότι ἔτι ὅϱασις εἰς ϰαιϱὸν ϗ ἀνατελεῖ εἰς ϖέϱας ϗ ȣ̓ϰ εἰς ϰενόν· ἐὰν ὑϛεϱήσῃ, ὑϖόμεινον αὐτόν, ὅτι ἐϱχόμενος ἥξει ϗ ȣ̓ μὴ χϱονίσῃ.

2:4 ἐὰν ὑϖοϛείληται, ȣ̓ϰ εὐδοϰεῖ ἡ ψυχή μȣ ἐν αὐτῷ· ὁ δὲ δίϰαιος ἐϰ ϖίϛεώς μȣ ζήσεται.

2:5 ὁ δὲ ϰατοινωμένος ϗ ϰαταφϱονητὴς ἀνὴϱ ἀλάζων ȣ̓δὲν μὴ ϖεϱάνῃ, ὃς ἐϖλάτυνεν ϰαϑὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτȣ̃, ϗ ȣ̔͂τος ὡς ϑάνατος ȣ̓ϰ ἐμϖιϖλάμενος ϗ ἐϖισυνάξει ἐϖ’ αὐτὸν ϖάντα τὰ ἔϑνη ϗ εἰσδέξεται ϖϱὸς αὐτὸν ϖάντας τȣ̀ς λαȣ́ς.

2:6 ȣ̓χὶ ταῦτα ϖάντα ϖαϱαϐολὴν ϰατ’ αὐτȣ̃ λήμψονται ϗ ϖϱόϐλημα εἰς διήγησιν αὐτȣ̃; ϗ ἐϱȣ̃σιν Ȣ̓αὶ ὁ ϖληϑύνων ἑαυτῷ τὰ ȣ̓ϰ ὄντα αὐτȣ̃ – ἕως τίνος; – ϗ ϐαϱύνων τὸν ϰλοιὸν αὐτȣ̃ ϛιϐαϱῶς.

2:7 ὅτι ἐξαίφνης ἀναϛήσονται δάϰνοντες αὐτόν, ϗ ἐϰνήψȣσιν οἱ ἐϖίϐȣλοί σȣ, ϗ ἔσῃ εἰς διαϱϖαγὴν αὐτοῖς.

2:8 διότι σὺ ἐσϰύλευσας ἔϑνη ϖολλά, σϰυλεύσȣσίν σε ϖάντες οἱ ὑϖολελειμμένοι λαοὶ δι’ αἵματα ἀνϑϱώϖων ϗ ἀσεϐείας γῆς ϗ ϖόλεως ϗ ϖάντων τῶν ϰατοιϰȣ́ντων αὐτήν. –

2:9 ὦ ὁ ϖλεονεϰτῶν ϖλεονεξίαν ϰαϰὴν τῷ οἴϰῳ αὐτȣ̃ τȣ̃ τάξαι εἰς ὕψος νοσσιὰν αὐτȣ̃ τȣ̃ ἐϰσϖασϑῆναι ἐϰ χειϱὸς ϰαϰῶν.

2:10 ἐϐȣλεύσω αἰσχύνην τῷ οἴϰῳ σȣ, συνεϖέϱανας λαȣ̀ς ϖολλȣ́ς, ϗ ἐξήμαϱτεν ἡ ψυχή σȣ·

2:11 διότι λίϑος ἐϰ τοίχȣ ϐοήσεται, ϗ ϰάνϑαϱος ἐϰ ξύλȣ φϑέγξεται αὐτά. –

2:12 ȣ̓αὶ ὁ οἰϰοδομῶν ϖόλιν ἐν αἵμασιν ϗ ἑτοιμάζων ϖόλιν ἐν ἀδιϰίαις.

2:13 ȣ̓ ταῦτά ἐϛιν ϖαϱὰ ϰυϱίȣ ϖαντοϰϱάτοϱος; ϗ ἐξέλιϖον λαοὶ ἱϰανοὶ ἐν ϖυϱί, ϗ ἔϑνη ϖολλὰ ὠλιγοψύχησαν.

2:14 ὅτι ϖλησϑήσεται ἡ γῆ τȣ̃ γνῶναι τὴν δόξαν ϰυϱίȣ, ὡς ὕδωϱ ϰαταϰαλύψει αὐτȣ́ς. –

2:15 ὦ ὁ ϖοτίζων τὸν ϖλησίον αὐτȣ̃ ἀνατϱοϖῇ ϑολεϱᾷ ϗ μεϑύσϰων, ὅϖως ἐϖιϐλέϖῃ ἐϖὶ τὰ σϖήλαια αὐτῶν.

2:16 ϖλησμονὴν ἀτιμίας ἐϰ δόξης ϖίε ϗ σὺ ϗ διασαλεύϑητι ϗ σείσϑητι· ἐϰύϰλωσεν ἐϖὶ σὲ ϖοτήϱιον δεξιᾶς ϰυϱίȣ, ϗ συνήχϑη ἀτιμία ἐϖὶ τὴν δόξαν σȣ.

2:17 διότι ἀσέϐεια τȣ̃ Λιϐάνȣ ϰαλύψει σε, ϗ ταλαιϖωϱία ϑηϱίων ϖτοήσει σε διὰ αἵματα ἀνϑϱώϖων ϗ ἀσεϐείας γῆς ϗ ϖόλεως ϗ ϖάντων τῶν ϰατοιϰȣ́ντων αὐτήν. –

2:18 Τί ὠφελεῖ γλυϖτόν, ὅτι ἔγλυψαν αὐτό; ἔϖλασαν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι ϖέϖοιϑεν ὁ ϖλάσας ἐϖὶ τὸ ϖλάσμα αὐτȣ̃ τȣ̃ ϖοιῆσαι εἴδωλα ϰωφά.

2:19 ȣ̓αὶ ὁ λέγων τῷ ξύλῳ Ἔϰνηψον ἐξεγέϱϑητι, ϗ τῷ λίϑῳ Ὑψώϑητι· ϗ αὐτό ἐϛιν φαντασία, τȣ̃το δέ ἐϛιν ἔλασμα χϱυσίȣ ϗ ἀϱγυϱίȣ, ϗ ϖᾶν ϖνεῦμα ȣ̓ϰ ἔϛιν ἐν αὐτῷ.

2:20 ὁ δὲ ϰύϱιος ἐν ναῷ ἁγίῳ αὐτȣ̃· εὐλαϐείσϑω ἀϖὸ ϖϱοσώϖȣ αὐτȣ̃ ϖᾶσα ἡ γῆ.

3:1 Πϱοσευχὴ Αμϐαϰȣμ τȣ̃ ϖϱοφήτȣ μετὰ ᾠδῆς.

3:2 Κύϱιε, εἰσαϰήϰοα τὴν ἀϰοήν σȣ ϗ ἐφοϐήϑην, ϰατενόησα τὰ ἔϱγα σȣ ϗ ἐξέϛην. ἐν μέσῳ δύο ζῴων γνωσϑήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐϖιγνωσϑήσῃ, ἐν τῷ ϖαϱεῖναι τὸν ϰαιϱὸν ἀναδειχϑήσῃ, ἐν τῷ ταϱαχϑῆναι τὴν ψυχήν μȣ ἐν ὀϱγῇ ἐλέȣς μνησϑήσῃ.

3:3 ὁ ϑεὸς ἐϰ Θαιμαν ἥξει, ϗ ὁ ἅγιος ἐξ ὄϱȣς ϰατασϰίȣ δασέος. διάψαλμα. ἐϰάλυψεν ȣ̓ϱανȣ̀ς ἡ ἀϱετὴ αὐτȣ̃, ϗ αἰνέσεως αὐτȣ̃ ϖλήϱης ἡ γῆ.

3:4 ϗ φέγγος αὐτȣ̃ ὡς φῶς ἔϛαι, ϰέϱατα ἐν χεϱσὶν αὐτȣ̃, ϗ ἔϑετο ἀγάϖησιν ϰϱαταιὰν ἰσχύος αὐτȣ̃.

3:5 ϖϱὸ ϖϱοσώϖȣ αὐτȣ̃ ϖοϱεύσεται λόγος, ϗ ἐξελεύσεται, ἐν ϖεδίλοις οἱ ϖόδες αὐτȣ̃.

3:6 ἔϛη, ϗ ἐσαλεύϑη ἡ γῆ· ἐϖέϐλεψεν, ϗ διετάϰη ἔϑνη. διεϑϱύϐη τὰ ὄϱη ϐίᾳ, ἐτάϰησαν ϐȣνοὶ αἰώνιοι.

3:7 ϖοϱείας αἰωνίας αὐτȣ̃ ἀντὶ ϰόϖων εἶδον· σϰηνώματα Αἰϑιόϖων ϖτοηϑήσονται ϗ αἱ σϰηναὶ γῆς Μαδιαμ.

3:8 μὴ ἐν ϖοταμοῖς ὠϱγίσϑης, ϰύϱιε, ἢ ἐν ϖοταμοῖς ὁ ϑυμός σȣ, ἢ ἐν ϑαλάσσῃ τὸ ὅϱμημά σȣ; ὅτι ἐϖιϐήσῃ ἐϖὶ τȣ̀ς ἵϖϖȣς σȣ, ϗ ἡ ἱϖϖασία σȣ σωτηϱία.

3:9 ἐντείνων ἐντενεῖς τὸ τόξον σȣ ἐϖὶ τὰ σϰῆϖτϱα, λέγει ϰύϱιος. διάψαλμα. ϖοταμῶν ῥαγήσεται γῆ.

3:10 ὄψονταί σε ϗ ὠδινήσȣσιν λαοί, σϰοϱϖίζων ὕδατα ϖοϱείας αὐτȣ̃· ἔδωϰεν ἡ ἄϐυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.

3:11 ἐϖήϱϑη ὁ ἥλιος, ϗ ἡ σελήνη ἔϛη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς ϐολίδες σȣ ϖοϱεύσονται, εἰς φέγγος ἀϛϱαϖῆς ὅϖλων σȣ.

3:12 ἐν ἀϖειλῇ ὀλιγώσεις γῆν ϗ ἐν ϑυμῷ ϰατάξεις ἔϑνη.

3:13 ἐξῆλϑες εἰς σωτηϱίαν λαȣ̃ σȣ τȣ̃ σῶσαι τȣ̀ς χϱιϛȣ́ς σȣ· ἔϐαλες εἰς ϰεφαλὰς ἀνόμων ϑάνατον, ἐξήγειϱας δεσμȣ̀ς ἕως τϱαχήλȣ. διάψαλμα.

3:14 διέϰοψας ἐν ἐϰϛάσει ϰεφαλὰς δυναϛῶν, σεισϑήσονται ἐν αὐτῇ· διανοίξȣσιν χαλινȣ̀ς αὐτῶν ὡς ἔσϑων ϖτωχὸς λάϑϱᾳ.

3:15 ϗ ἐϖεϐίϐασας εἰς ϑάλασσαν τȣ̀ς ἵϖϖȣς σȣ ταϱάσσοντας ὕδωϱ ϖολύ.

3:16 ἐφυλαξάμην, ϗ ἐϖτοήϑη ἡ ϰοιλία μȣ ἀϖὸ φωνῆς ϖϱοσευχῆς χειλέων μȣ, ϗ εἰσῆλϑεν τϱόμος εἰς τὰ ὀϛᾶ μȣ, ϗ ὑϖοϰάτωϑέν μȣ ἐταϱάχϑη ἡ ἕξις μȣ. ἀναϖαύσομαι ἐν ἡμέϱᾳ ϑλίψεως τȣ̃ ἀναϐῆναι εἰς λαὸν ϖαϱοιϰίας μȣ.

3:17 διότι συϰῆ ȣ̓ ϰαϱϖοφοϱήσει, ϗ ȣ̓ϰ ἔϛαι γενήματα ἐν ταῖς ἀμϖέλοις· ψεύσεται ἔϱγον ἐλαίας, ϗ τὰ ϖεδία ȣ̓ ϖοιήσει ϐϱῶσιν· ἐξέλιϖον ἀϖὸ ϐϱώσεως ϖϱόϐατα, ϗ ȣ̓χ ὑϖάϱχȣσιν ϐόες ἐϖὶ φάτναις.

3:18 ἐγὼ δὲ ἐν τῷ ϰυϱίῳ ἀγαλλιάσομαι, χαϱήσομαι ἐϖὶ τῷ ϑεῷ τῷ σωτῆϱί μȣ.

3:19 ϰύϱιος ὁ ϑεὸς δύναμίς μȣ ϗ τάξει τȣ̀ς ϖόδας μȣ εἰς συντέλειαν· ἐϖὶ τὰ ὑψηλὰ ἐϖιϐιϐᾷ με τȣ̃ νιϰῆσαι ἐν τῇ ᾠδῇ αὐτȣ̃.

Σοφονίας

1:1 Λόγος ϰυϱίȣ, ὃς ἐγενήϑη ϖϱὸς Σοφονιαν τὸν τȣ̃ Χȣσι υἱὸν Γοδολιȣ τȣ̃ Αμαϱιȣ τȣ̃ Εζεϰιȣ ἐν ἡμέϱαις Ιωσιȣ υἱȣ̃ Αμων ϐασιλέως Ιȣδα.

1:2 Ἐϰλείψει ἐϰλιϖέτω ϖάντα ἀϖὸ ϖϱοσώϖȣ τῆς γῆς, λέγει ϰύϱιος,

1:3 ἐϰλιϖέτω ἄνϑϱωϖος ϗ ϰτήνη, ἐϰλιϖέτω τὰ ϖετεινὰ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ οἱ ἰχϑύες τῆς ϑαλάσσης, ϗ ἐξαϱῶ τȣ̀ς ἀνϑϱώϖȣς ἀϖὸ ϖϱοσώϖȣ τῆς γῆς, λέγει ϰύϱιος.

1:4 ϗ ἐϰτενῶ τὴν χεῖϱά μȣ ἐϖὶ Ιȣδαν ϗ ἐϖὶ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας Ιεϱȣσαλημ ϗ ἐξαϱῶ ἐϰ τȣ̃ τόϖȣ τȣ́τȣ τὰ ὀνόματα τῆς Βααλ ϗ τὰ ὀνόματα τῶν ἱεϱέων

1:5 ϗ τȣ̀ς ϖϱοσϰυνȣ̃ντας ἐϖὶ τὰ δώματα τῇ ϛϱατιᾷ τȣ̃ ȣ̓ϱανȣ̃ ϗ τȣ̀ς ὀμνύοντας ϰατὰ τȣ̃ ϰυϱίȣ ϗ τȣ̀ς ὀμνύοντας ϰατὰ τȣ̃ ϐασιλέως αὐτῶν

1:6 ϗ τȣ̀ς ἐϰϰλίνοντας ἀϖὸ τȣ̃ ϰυϱίȣ ϗ τȣ̀ς μὴ ζητήσαντας τὸν ϰύϱιον ϗ τȣ̀ς μὴ ἀντεχομένȣς τȣ̃ ϰυϱίȣ.

1:7 Εὐλαϐεῖσϑε ἀϖὸ ϖϱοσώϖȣ ϰυϱίȣ τȣ̃ ϑεȣ̃, δίοτι ἐγγὺς ἡ ἡμέϱα τȣ̃ ϰυϱίȣ, ὅτι ἡτοίμαϰεν ϰύϱιος τὴν ϑυσίαν αὐτȣ̃, ἡγίαϰεν τȣ̀ς ϰλητȣ̀ς αὐτȣ̃.

1:8 ϗ ἔϛαι ἐν ἡμέϱᾳ ϑυσίας ϰυϱίȣ ϗ ἐϰδιϰήσω ἐϖὶ τȣ̀ς ἄϱχοντας ϗ ἐϖὶ τὸν οἶϰον τȣ̃ ϐασιλέως ϗ ἐϖὶ ϖάντας τȣ̀ς ἐνδεδυμένȣς ἐνδύματα ἀλλότϱια·

1:9 ϗ ἐϰδιϰήσω ἐϖὶ ϖάντας ἐμφανῶς ἐϖὶ τὰ ϖϱόϖυλα ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, τȣ̀ς ϖληϱȣ̃ντας τὸν οἶϰον ϰυϱίȣ τȣ̃ ϑεȣ̃ αὐτῶν ἀσεϐείας ϗ δόλȣ.

1:10 ϗ ἔϛαι ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ, λέγει ϰύϱιος, φωνὴ ϰϱαυγῆς ἀϖὸ ϖύλης ἀϖοϰεντȣ́ντων ϗ ὀλολυγμὸς ἀϖὸ τῆς δευτέϱας ϗ συντϱιμμὸς μέγας ἀϖὸ τῶν ϐȣνῶν.

1:11 ϑϱηνήσατε, οἱ ϰατοιϰȣ̃ντες τὴν ϰαταϰεϰομμένην, ὅτι ὡμοιώϑη ϖᾶς ὁ λαὸς Χανααν, ἐξωλεϑϱεύϑησαν ϖάντες οἱ ἐϖηϱμένοι ἀϱγυϱίῳ.

1:12 ϗ ἔϛαι ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ ἐξεϱευνήσω τὴν Ιεϱȣσαλημ μετὰ λύχνȣ ϗ ἐϰδιϰήσω ἐϖὶ τȣ̀ς ἄνδϱας τȣ̀ς ϰαταφϱονȣ̃ντας ἐϖὶ τὰ φυλάγματα αὐτῶν, οἱ λέγοντες ἐν ταῖς ϰαϱδίαις αὐτῶν Ȣ̓ μὴ ἀγαϑοϖοιήσῃ ϰύϱιος ȣ̓δ’ ȣ̓ μὴ ϰαϰώσῃ,

1:13 ϗ ἔϛαι ἡ δύναμις αὐτῶν εἰς διαϱϖαγὴν ϗ οἱ οἶϰοι αὐτῶν εἰς ἀφανισμόν, ϗ οἰϰοδομήσȣσιν οἰϰίας ϗ ȣ̓ μὴ ϰατοιϰήσȣσιν ἐν αὐταῖς ϗ ϰαταφυτεύσȣσιν ἀμϖελῶνας ϗ ȣ̓ μὴ ϖίωσιν τὸν οἶνον αὐτῶν.

1:14 Ὅτι ἐγγὺς ἡ ἡμέϱα ϰυϱίȣ ἡ μεγάλη, ἐγγὺς ϗ ταχεῖα σφόδϱα· φωνὴ ἡμέϱας ϰυϱίȣ ϖιϰϱὰ ϗ σϰληϱά, τέταϰται δυνατή.

1:15 ἡμέϱα ὀϱγῆς ἡ ἡμέϱα ἐϰείνη, ἡμέϱα ϑλίψεως ϗ ἀνάγϰης, ἡμέϱα ἀωϱίας ϗ ἀφανισμȣ̃, ἡμέϱα σϰότȣς ϗ γνόφȣ, ἡμέϱα νεφέλης ϗ ὁμίχλης,

1:16 ἡμέϱα σάλϖιγγος ϗ ϰϱαυγῆς ἐϖὶ τὰς ϖόλεις τὰς ὀχυϱὰς ϗ ἐϖὶ τὰς γωνίας τὰς ὑψηλάς.

1:17 ϗ ἐϰϑλίψω τȣ̀ς ἀνϑϱώϖȣς, ϗ ϖοϱεύσονται ὡς τυφλοί, ὅτι τῷ ϰυϱίῳ ἐξήμαϱτον· ϗ ἐϰχεεῖ τὸ αἷμα αὐτῶν ὡς χȣ̃ν ϗ τὰς σάϱϰας αὐτῶν ὡς ϐόλϐιτα.

1:18 ϗ τὸ ἀϱγύϱιον αὐτῶν ϗ τὸ χϱυσίον αὐτῶν ȣ̓ μὴ δύνηται ἐξελέσϑαι αὐτȣ̀ς ἐν ἡμέϱᾳ ὀϱγῆς ϰυϱίȣ, ϗ ἐν ϖυϱὶ ζήλȣς αὐτȣ̃ ϰαταναλωϑήσεται ϖᾶσα ἡ γῆ, διότι συντέλειαν ϗ σϖȣδὴν ϖοιήσει ἐϖὶ ϖάντας τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν γῆν.

2:1 Συνάχϑητε ϗ συνδέϑητε, τὸ ἔϑνος τὸ ἀϖαίδευτον,

2:2 ϖϱὸ τȣ̃ γενέσϑαι ὑμᾶς ὡς ἄνϑος ϖαϱαϖοϱευόμενον, ϖϱὸ τȣ̃ ἐϖελϑεῖν ἐφ’ ὑμᾶς ὀϱγὴν ϰυϱίȣ, ϖϱὸ τȣ̃ ἐϖελϑεῖν ἐφ’ ὑμᾶς ἡμέϱαν ϑυμȣ̃ ϰυϱίȣ.

2:3 ζητήσατε τὸν ϰύϱιον, ϖάντες ταϖεινοὶ γῆς· ϰϱίμα ἐϱγάζεσϑε ϗ διϰαιοσύνην ζητήσατε ϗ ἀϖοϰϱίνεσϑε αὐτά, ὅϖως σϰεϖασϑῆτε ἐν ἡμέϱᾳ ὀϱγῆς ϰυϱίȣ.

2:4 Διότι Γάζα διηϱϖασμένη ἔϛαι, ϗ Ἀσϰαλὼν ἔϛαι εἰς ἀφανισμόν, ϗ Ἄζωτος μεσημϐϱίας ἐϰϱιφήσεται, ϗ Αϰϰαϱων ἐϰϱιζωϑήσεται.

2:5 ȣ̓αὶ οἱ ϰατοιϰȣ̃ντες τὸ σχοίνισμα τῆς ϑαλάσσης, ϖάϱοιϰοι Κϱητῶν· λόγος ϰυϱίȣ ἐφ’ ὑμᾶς, Χανααν γῆ ἀλλοφύλων, ϗ ἀϖολῶ ὑμᾶς ἐϰ ϰατοιϰίας·

2:6 ϗ ἔϛαι Κϱήτη νομὴ ϖοιμνίων ϗ μάνδϱα ϖϱοϐάτων,

2:7 ϗ ἔϛαι τὸ σχοίνισμα τῆς ϑαλάσσης τοῖς ϰαταλοίϖοις οἴϰȣ Ιȣδα· ἐϖ’ αὐτȣ̀ς νεμήσονται ἐν τοῖς οἴϰοις Ἀσϰαλῶνος, δείλης ϰαταλύσȣσιν ἀϖὸ ϖϱοσώϖȣ υἱῶν Ιȣδα, ὅτι ἐϖέσϰεϖται αὐτȣ̀ς ϰύϱιος ὁ ϑεὸς αὐτῶν, ϗ ἀϖέϛϱεψε τὴν αἰχμαλωσίαν αὐτῶν.

2:8 Ἤϰȣσα ὀνειδισμȣ̀ς Μωαϐ ϗ ϰονδυλισμȣ̀ς υἱῶν Αμμων, ἐν οἷς ὠνείδιζον τὸν λαόν μȣ ϗ ἐμεγαλύνοντο ἐϖὶ τὰ ὅϱιά μȣ.

2:9 διὰ τȣ̃το ζῶ ἐγώ, λέγει ϰύϱιος τῶν δυνάμεων ὁ ϑεὸς Ισϱαηλ, διότι Μωαϐ ὡς Σοδομα ἔϛαι ϗ οἱ υἱοὶ Αμμων ὡς Γομοϱϱα, ϗ Δαμασϰὸς ἐϰλελειμμένη ὡς ϑιμωνιὰ ἅλωνος ϗ ἠφανισμένη εἰς τὸν αἰῶνα· ϗ οἱ ϰατάλοιϖοι λαȣ̃ μȣ διαϱϖῶνται αὐτȣ́ς, ϗ οἱ ϰατάλοιϖοι ἔϑνȣς μȣ ϰληϱονομήσȣσιν αὐτȣ́ς.

2:10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕϐϱεως αὐτῶν, διότι ὠνείδισαν ϗ ἐμεγαλύνϑησαν ἐϖὶ τὸν ϰύϱιον τὸν ϖαντοϰϱάτοϱα.

2:11 ἐϖιφανήσεται ϰύϱιος ἐϖ’ αὐτȣ̀ς ϗ ἐξολεϑϱεύσει ϖάντας τȣ̀ς ϑεȣ̀ς τῶν ἐϑνῶν τῆς γῆς, ϗ ϖϱοσϰυνήσȣσιν αὐτῷ ἕϰαϛος ἐϰ τȣ̃ τόϖȣ αὐτȣ̃, ϖᾶσαι αἱ νῆσοι τῶν ἐϑνῶν.

2:12 Ϗ ὑμεῖς, Αἰϑίοϖες, τϱαυματίαι ῥομφαίας μȣ́ ἐϛε.

2:13 ϗ ἐϰτενεῖ τὴν χεῖϱα αὐτȣ̃ ἐϖὶ ϐοϱϱᾶν ϗ ἀϖολεῖ τὸν Ἀσσύϱιον ϗ ϑήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδϱον ὡς ἔϱημον·

2:14 ϗ νεμήσονται ἐν μέσῳ αὐτῆς ϖοίμνια ϗ ϖάντα τὰ ϑηϱία τῆς γῆς, ϗ χαμαιλέοντες ϗ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς ϰοιτασϑήσονται, ϗ ϑηϱία φωνήσει ἐν τοῖς διοϱύγμασιν αὐτῆς, ϰόϱαϰες ἐν τοῖς ϖυλῶσιν αὐτῆς, διότι ϰέδϱος τὸ ἀνάϛημα αὐτῆς.

2:15 αὕτη ἡ ϖόλις ἡ φαυλίϛϱια ἡ ϰατοιϰȣ̃σα ἐϖ’ ἐλϖίδι ἡ λέγȣσα ἐν ϰαϱδίᾳ αὐτῆς Ἐγώ εἰμι, ϗ ȣ̓ϰ ἔϛιν μετ’ ἐμὲ ἔτι. ϖῶς ἐγενήϑη εἰς ἀφανισμόν, νομὴ ϑηϱίων· ϖᾶς ὁ διαϖοϱευόμενος δι’ αὐτῆς συϱιεῖ ϗ ϰινήσει τὰς χεῖϱας αὐτȣ̃.

3:1 Ὦ ἡ ἐϖιφανὴς ϗ ἀϖολελυτϱωμένη, ἡ ϖόλις ἡ ϖεϱιϛεϱά·

3:2 ȣ̓ϰ εἰσήϰȣσεν φωνῆς, ȣ̓ϰ ἐδέξατο ϖαιδείαν, ἐϖὶ τῷ ϰυϱίῳ ȣ̓ϰ ἐϖεϖοίϑει ϗ ϖϱὸς τὸν ϑεὸν αὐτῆς ȣ̓ϰ ἤγγισεν.

3:3 οἱ ἄϱχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠϱυόμενοι· οἱ ϰϱιταὶ αὐτῆς ὡς λύϰοι τῆς Ἀϱαϐίας, ȣ̓χ ὑϖελίϖοντο εἰς τὸ ϖϱωί·

3:4 οἱ ϖϱοφῆται αὐτῆς ϖνευματοφόϱοι, ἄνδϱες ϰαταφϱονηταί· οἱ ἱεϱεῖς αὐτῆς ϐεϐηλȣ̃σιν τὰ ἅγια ϗ ἀσεϐȣ̃σιν νόμον.

3:5 ὁ δὲ ϰύϱιος δίϰαιος ἐν μέσῳ αὐτῆς ϗ ȣ̓ μὴ ϖοιήσῃ ἄδιϰον· ϖϱωῒ ϖϱωῒ δώσει ϰϱίμα αὐτȣ̃ εἰς φῶς ϗ ȣ̓ϰ ἀϖεϰϱύϐη ϗ ȣ̓ϰ ἔγνω ἀδιϰίαν ἐν ἀϖαιτήσει ϗ ȣ̓ϰ εἰς νεῖϰος ἀδιϰίαν.

3:6 ἐν διαφϑοϱᾷ ϰατέσϖασα ὑϖεϱηφάνȣς, ἠφανίσϑησαν γωνίαι αὐτῶν· ἐξεϱημώσω τὰς ὁδȣ̀ς αὐτῶν τὸ ϖαϱάϖαν τȣ̃ μὴ διοδεύειν· ἐξέλιϖον αἱ ϖόλεις αὐτῶν ϖαϱὰ τὸ μηδένα ὑϖάϱχειν μηδὲ ϰατοιϰεῖν.

3:7 εἶϖα Πλὴν φοϐεῖσϑέ με ϗ δέξασϑε ϖαιδείαν, ϗ ȣ̓ μὴ ἐξολεϑϱευϑῆτε ἐξ ὀφϑαλμῶν αὐτῆς, ϖάντα ὅσα ἐξεδίϰησα ἐϖ’ αὐτήν· ἑτοιμάζȣ ὄϱϑϱισον, διέφϑαϱται ϖᾶσα ἡ ἐϖιφυλλὶς αὐτῶν.

3:8 Διὰ τȣ̃το ὑϖόμεινόν με, λέγει ϰύϱιος, εἰς ἡμέϱαν ἀναϛάσεώς μȣ εἰς μαϱτύϱιον· διότι τὸ ϰϱίμα μȣ εἰς συναγωγὰς ἐϑνῶν τȣ̃ εἰσδέξασϑαι ϐασιλεῖς τȣ̃ ἐϰχέαι ἐϖ’ αὐτȣ̀ς ϖᾶσαν ὀϱγὴν ϑυμȣ̃ μȣ· διότι ἐν ϖυϱὶ ζήλȣς μȣ ϰαταναλωϑήσεται ϖᾶσα ἡ γῆ.

3:9 ὅτι τότε μεταϛϱέψω ἐϖὶ λαȣ̀ς γλῶσσαν εἰς γενεὰν αὐτῆς τȣ̃ ἐϖιϰαλεῖσϑαι ϖάντας τὸ ὄνομα ϰυϱίȣ τȣ̃ δȣλεύειν αὐτῷ ὑϖὸ ζυγὸν ἕνα.

3:10 ἐϰ ϖεϱάτων ϖοταμῶν Αἰϑιοϖίας οἴσȣσιν ϑυσίας μοι.

3:11 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ȣ̓ μὴ ϰαταισχυνϑῇς ἐϰ ϖάντων τῶν ἐϖιτηδευμάτων σȣ, ὧν ἠσέϐησας εἰς ἐμέ· ὅτι τότε ϖεϱιελῶ ἀϖὸ σȣ̃ τὰ φαυλίσματα τῆς ὕϐϱεώς σȣ, ϗ ȣ̓ϰέτι μὴ ϖϱοσϑῇς τȣ̃ μεγαλαυχῆσαι ἐϖὶ τὸ ὄϱος τὸ ἅγιόν μȣ.

3:12 ϗ ὑϖολείψομαι ἐν σοὶ λαὸν ϖϱαὺν ϗ ταϖεινόν, ϗ εὐλαϐηϑήσονται ἀϖὸ τȣ̃ ὀνόματος ϰυϱίȣ

3:13 οἱ ϰατάλοιϖοι τȣ̃ Ισϱαηλ ϗ ȣ̓ ϖοιήσȣσιν ἀδιϰίαν ϗ ȣ̓ λαλήσȣσιν μάταια, ϗ ȣ̓ μὴ εὑϱεϑῇ ἐν τῷ ϛόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται ϗ ϰοιτασϑήσονται, ϗ ȣ̓ϰ ἔϛαι ὁ ἐϰφοϐῶν αὐτȣ́ς.

3:14 Χαῖϱε σφόδϱα, ϑύγατεϱ Σιων, ϰήϱυσσε, ϑύγατεϱ Ιεϱȣσαλημ· εὐφϱαίνȣ ϗ ϰατατέϱϖȣ ἐξ ὅλης τῆς ϰαϱδίας σȣ, ϑύγατεϱ Ιεϱȣσαλημ.

3:15 ϖεϱιεῖλεν ϰύϱιος τὰ ἀδιϰήματά σȣ, λελύτϱωταί σε ἐϰ χειϱὸς ἐχϑϱῶν σȣ· ϐασιλεὺς Ισϱαηλ ϰύϱιος ἐν μέσῳ σȣ, ȣ̓ϰ ὄψῃ ϰαϰὰ ȣ̓ϰέτι.

3:16 ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ ἐϱεῖ ϰύϱιος τῇ Ιεϱȣσαλημ Θάϱσει, Σιων, μὴ ϖαϱείσϑωσαν αἱ χεῖϱές σȣ·

3:17 ϰύϱιος ὁ ϑεός σȣ ἐν σοί, δυνατὸς σώσει σε, ἐϖάξει ἐϖὶ σὲ εὐφϱοσύνην ϗ ϰαινιεῖ σε ἐν τῇ ἀγαϖήσει αὐτȣ̃ ϗ εὐφϱανϑήσεται ἐϖὶ σὲ ἐν τέϱψει ὡς ἐν ἡμέϱᾳ ἑοϱτῆς.

3:18 ϗ συνάξω τȣ̀ς συντετϱιμμένȣς· ȣ̓αί, τίς ἔλαϐεν ἐϖ’ αὐτὴν ὀνειδισμόν;

3:19 ἰδȣ̀ ἐγὼ ϖοιῶ ἐν σοὶ ἕνεϰεν σȣ̃ ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ, λέγει ϰύϱιος, ϗ σώσω τὴν ἐϰϖεϖιεσμένην ϗ τὴν ἀϖωσμένην· εἰσδέξομαι ϗ ϑήσομαι αὐτȣ̀ς εἰς ϰαύχημα ϗ ὀνομαϛȣ̀ς ἐν ϖάσῃ τῇ γῇ.

3:20 ϗ ϰαταισχυνϑήσονται ἐν τῷ ϰαιϱῷ ἐϰείνῳ, ὅταν ϰαλῶς ὑμῖν ϖοιήσω, ϗ ἐν τῷ ϰαιϱῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαϛȣ̀ς ϗ εἰς ϰαύχημα ἐν ϖᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐϖιϛϱέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώϖιον ὑμῶν, λέγει ϰύϱιος.

Ἀγγαῖος

1:1 Ἐν τῷ δευτέϱῳ ἔτει ἐϖὶ Δαϱείȣ τȣ̃ ϐασιλέως ἐν τῷ μηνὶ τῷ ἕϰτῳ μιᾷ τȣ̃ μηνὸς ἐγένετο λόγος ϰύϱιȣ ἐν χειϱὶ Αγγαιȣ τȣ̃ ϖϱοφήτȣ λέγων Εἰϖὸν δὴ ϖϱὸς Ζοϱοϐαϐελ τὸν τȣ̃ Σαλαϑιηλ ἐϰ φυλῆς Ιȣδα ϗ ϖϱὸς Ἰησȣ̃ν τὸν τȣ̃ Ιωσεδεϰ τὸν ἱεϱέα τὸν μέγαν λέγων

1:2 Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ λέγων Ὁ λαὸς ȣ̔͂τος λέγȣσιν Ȣ̓χ ἥϰει ὁ ϰαιϱὸς τȣ̃ οἰϰοδομῆσαι τὸν οἶϰον ϰυϱίȣ.

1:3 ϗ ἐγένετο λόγος ϰυϱίȣ ἐν χειϱὶ Αγγαιȣ τȣ̃ ϖϱοφήτȣ λέγων

1:4 Εἰ ϰαιϱὸς ὑμῖν μέν ἐϛιν τȣ̃ οἰϰεῖν ἐν οἴϰοις ὑμῶν ϰοιλοϛάϑμοις, ὁ δὲ οἶϰος ȣ̔͂τος ἐξηϱήμωται;

1:5 ϗ νῦν τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Τάξατε δὴ τὰς ϰαϱδίας ὑμῶν εἰς τὰς ὁδȣ̀ς ὑμῶν·

1:6 ἐσϖείϱατε ϖολλὰ ϗ εἰσηνέγϰατε ὀλίγα, ἐφάγετε ϗ ȣ̓ϰ εἰς ϖλησμονήν, ἐϖίετε ϗ ȣ̓ϰ εἰς μέϑην, ϖεϱιεϐάλεσϑε ϗ ȣ̓ϰ ἐϑεϱμάνϑητε ἐν αὐτοῖς, ϗ ὁ τȣ̀ς μισϑȣ̀ς συνάγων συνήγαγεν εἰς δεσμὸν τετϱυϖημένον.

1:7 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Θέσϑε τὰς ϰαϱδίας ὑμῶν εἰς τὰς ὁδȣ̀ς ὑμῶν·

1:8 ἀνάϐητε ἐϖὶ τὸ ὄϱος ϗ ϰόψατε ξύλα ϗ οἰϰοδομήσατε τὸν οἶϰον, ϗ εὐδοϰήσω ἐν αὐτῷ ϗ ἐνδοξασϑήσομαι, εἶϖεν ϰύϱιος.

1:9 ἐϖεϐλέψατε εἰς ϖολλά, ϗ ἐγένετο ὀλίγα· ϗ εἰσηνέχϑη εἰς τὸν οἶϰον, ϗ ἐξεφύσησα αὐτά. διὰ τȣ̃το τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἀνϑ ὧν ὁ οἶϰός μȣ́ ἐϛιν ἔϱημος, ὑμεῖς δὲ διώϰετε ἕϰαϛος εἰς τὸν οἶϰον αὐτȣ̃,

1:10 διὰ τȣ̃το ἀνέξει ὁ ȣ̓ϱανὸς ἀϖὸ δϱόσȣ, ϗ ἡ γῆ ὑϖοϛελεῖται τὰ ἐϰφόϱια αὐτῆς·

1:11 ϗ ἐϖάξω ῥομφαίαν ἐϖὶ τὴν γῆν ϗ ἐϖὶ τὰ ὄϱη ϗ ἐϖὶ τὸν σῖτον ϗ ἐϖὶ τὸν οἶνον ϗ ἐϖὶ τὸ ἔλαιον ϗ ὅσα ἐϰφέϱει ἡ γῆ ϗ ἐϖὶ τȣ̀ς ἀνϑϱώϖȣς ϗ ἐϖὶ τὰ ϰτήνη ϗ ἐϖὶ ϖάντας τȣ̀ς ϖόνȣς τῶν χειϱῶν αὐτῶν. –

1:12 ϗ ἤϰȣσεν Ζοϱοϐαϐελ ὁ τȣ̃ Σαλαϑιηλ ἐϰ φυλῆς Ιȣδα ϗ Ἰησȣ̃ς ὁ τȣ̃ Ιωσεδεϰ ὁ ἱεϱεὺς ὁ μέγας ϗ ϖάντες οἱ ϰατάλοιϖοι τȣ̃ λαȣ̃ τῆς φωνῆς ϰυϱίȣ τȣ̃ ϑεȣ̃ αὐτῶν ϗ τῶν λόγων Αγγαιȣ τȣ̃ ϖϱοφήτȣ, ϰαϑότι ἐξαϖέϛειλεν αὐτὸν ϰύϱιος ὁ ϑεὸς αὐτῶν ϖϱὸς αὐτȣ́ς, ϗ ἐφοϐήϑη ὁ λαὸς ἀϖὸ ϖϱοσώϖȣ ϰυϱίȣ.

1:13 ϗ εἶϖεν Αγγαιος ὁ ἄγγελος ϰυϱίȣ τῷ λαῷ Ἐγώ εἰμι μεϑ’ ὑμῶν, λέγει ϰύϱιος.

1:14 ϗ ἐξήγειϱεν ϰύϱιος τὸ ϖνεῦμα Ζοϱοϐαϐελ τȣ̃ Σαλαϑιηλ ἐϰ φυλῆς Ιȣδα ϗ τὸ ϖνεῦμα Ἰησȣ̃ τȣ̃ Ιωσεδεϰ τȣ̃ ἱεϱέως τȣ̃ μεγάλȣ ϗ τὸ ϖνεῦμα τῶν ϰαταλοίϖων ϖαντὸς τȣ̃ λαȣ̃, ϗ εἰσῆλϑον ϗ ἐϖοίȣν ἔϱγα ἐν τῷ οἴϰῳ ϰυϱίȣ ϖαντοϰϱάτοϱος ϑεȣ̃ αὐτῶν

1:15 τῇ τετϱάδι ϗ εἰϰάδι τȣ̃ μηνὸς τȣ̃ ἕϰτȣ τῷ δευτέϱῳ ἔτει ἐϖὶ Δαϱείȣ τȣ̃ ϐασιλέως.

2:1 Τῷ ἑϐδόμῳ μηνὶ μιᾷ ϗ εἰϰάδι τȣ̃ μηνὸς ἐλάλησεν ϰύϱιος ἐν χειϱὶ Αγγαιȣ τȣ̃ ϖϱοφήτȣ λέγων

2:2 Εἰϖὸν δὴ ϖϱὸς Ζοϱοϐαϐελ τὸν τȣ̃ Σαλαϑιηλ ἐϰ φυλῆς Ιȣδα ϗ ϖϱὸς Ἰησȣ̃ν τὸν τȣ̃ Ιωσεδεϰ τὸν ἱεϱέα τὸν μέγαν ϗ ϖϱὸς ϖάντας τȣ̀ς ϰαταλοίϖȣς τȣ̃ λαȣ̃ λέγων

2:3 Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶϰον τȣ̃τον ἐν τῇ δόξῃ αὐτȣ̃ τῇ ἔμϖϱοσϑεν; ϗ ϖῶς ὑμεῖς ϐλέϖετε αὐτὸν νῦν; ϰαϑὼς ȣ̓χ ὑϖάϱχοντα ἐνώϖιον ὑμῶν.

2:4 ϗ νῦν ϰατίσχυε, Ζοϱοϐαϐελ, λέγει ϰύϱιος, ϗ ϰατίσχυε, Ἰησȣ̃ ὁ τȣ̃ Ιωσεδεϰ ὁ ἱεϱεὺς ὁ μέγας, ϗ ϰατισχυέτω ϖᾶς ὁ λαὸς τῆς γῆς, λέγει ϰύϱιος, ϗ ϖοιεῖτε· διότι μεϑ’ ὑμῶν ἐγώ εἰμι, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ,

2:5 ϗ τὸ ϖνεῦμά μȣ ἐφέϛηϰεν ἐν μέσῳ ὑμῶν· ϑαϱσεῖτε.

2:6 διότι τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἔτι ἅϖαξ ἐγὼ σείσω τὸν ȣ̓ϱανὸν ϗ τὴν γῆν ϗ τὴν ϑάλασσαν ϗ τὴν ξηϱάν·

2:7 ϗ συσσείσω ϖάντα τὰ ἔϑνη, ϗ ἥξει τὰ ἐϰλεϰτὰ ϖάντων τῶν ἐϑνῶν, ϗ ϖλήσω τὸν οἶϰον τȣ̃τον δόξης, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

2:8 ἐμὸν τὸ ἀϱγύϱιον ϗ ἐμὸν τὸ χϱυσίον, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

2:9 διότι μεγάλη ἔϛαι ἡ δόξα τȣ̃ οἴϰȣ τȣ́τȣ ἡ ἐσχάτη ὑϖὲϱ τὴν ϖϱώτην, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ· ϗ ἐν τῷ τόϖῳ τȣ́τῳ δώσω εἰϱήνην, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ εἰϱήνην ψυχῆς εἰς ϖεϱιϖοίησιν ϖαντὶ τῷ ϰτίζοντι τȣ̃ ἀναϛῆσαι τὸν ναὸν τȣ̃τον.

2:10 Τετϱάδι ϗ εἰϰάδι τȣ̃ ἐνάτȣ μηνὸς ἔτȣς δευτέϱȣ ἐϖὶ Δαϱείȣ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Αγγαιον τὸν ϖϱοφήτην λέγων

2:11 Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἐϖεϱώτησον τȣ̀ς ἱεϱεῖς νόμον λέγων

2:12 Ἐὰν λάϐῃ ἄνϑϱωϖος ϰϱέας ἅγιον ἐν τῷ ἄϰϱῳ τȣ̃ ἱματίȣ αὐτȣ̃ ϗ ἅψηται τὸ ἄϰϱον τȣ̃ ἱματίȣ αὐτȣ̃ ἄϱτȣ ἢ ἑψέματος ἢ οἴνȣ ἢ ἐλαίȣ ἢ ϖαντὸς ϐϱώματος, εἰ ἁγιασϑήσεται; ϗ ἀϖεϰϱίϑησαν οἱ ἱεϱεῖς ϗ εἶϖαν Ȣ̓́.

2:13 ϗ εἶϖεν Αγγαιος Ἐὰν ἅψηται μεμιαμμένος ἐϖὶ ψυχῇ ἀϖὸ ϖαντὸς τȣ́των, εἰ μιανϑήσεται; ϗ ἀϖεϰϱίϑησαν οἱ ἱεϱεῖς ϗ εἶϖαν Μιανϑήσεται.

2:14 ϗ ἀϖεϰϱίϑη Αγγαιος ϗ εἶϖεν ȣ̔́τως ὁ λαὸς ȣ̔͂τος ϗ ȣ̔́τως τὸ ἔϑνος τȣ̃το ἐνώϖιον ἐμȣ̃, λέγει ϰύϱιος, ϗ ȣ̔́τως ϖάντα τὰ ἔϱγα τῶν χειϱῶν αὐτῶν, ϗ ὃς ἐὰν ἐγγίσῃ ἐϰεῖ, μιανϑήσεται ἕνεϰεν τῶν λημμάτων αὐτῶν τῶν ὀϱϑϱινῶν, ὀδυνηϑήσονται ἀϖὸ ϖϱοσώϖȣ ϖόνων αὐτῶν· ϗ ἐμισεῖτε ἐν ϖύλαις ἐλέγχοντας.

2:15 ϗ νῦν ϑέσϑε δὴ εἰς τὰς ϰαϱδίας ὑμῶν ἀϖὸ τῆς ἡμέϱας ταύτης ϗ ὑϖεϱάνω ϖϱὸ τȣ̃ ϑεῖναι λίϑον ἐϖὶ λίϑον ἐν τῷ ναῷ ϰυϱίȣ

2:16 τίνες ἦτε· ὅτε ἐνεϐάλλετε εἰς ϰυψέλην ϰϱιϑῆς εἴϰοσι σάτα, ϗ ἐγένετο ϰϱιϑῆς δέϰα σάτα· ϗ εἰσεϖοϱεύεσϑε εἰς τὸ ὑϖολήνιον ἐξαντλῆσαι ϖεντήϰοντα μετϱητάς, ϗ ἐγένοντο εἴϰοσι.

2:17 ἐϖάταξα ὑμᾶς ἐν ἀφοϱίᾳ ϗ ἐν ἀνεμοφϑοϱίᾳ ϗ ἐν χαλάζῃ ϖάντα τὰ ἔϱγα τῶν χειϱῶν ὑμῶν, ϗ ȣ̓ϰ ἐϖεϛϱέψατε ϖϱός με, λέγει ϰύϱιος.

2:18 ὑϖοτάξατε δὴ τὰς ϰαϱδίας ὑμῶν ἀϖὸ τῆς ἡμέϱας ταύτης ϗ ἐϖέϰεινα· ἀϖὸ τῆς τετϱάδος ϗ εἰϰάδος τȣ̃ ἐνάτȣ μηνὸς ϗ ἀϖὸ τῆς ἡμέϱας, ἧς ἐϑεμελιώϑη ὁ ναὸς ϰυϱίȣ, ϑέσϑε ἐν ταῖς ϰαϱδίαις ὑμῶν

2:19 εἰ ἔτι ἐϖιγνωσϑήσεται ἐϖὶ τῆς ἅλω ϗ εἰ ἔτι ἡ ἄμϖελος ϗ ἡ συϰῆ ϗ ἡ ῥόα ϗ τὰ ξύλα τῆς ἐλαίας τὰ ȣ̓ φέϱοντα ϰαϱϖόν, ἀϖὸ τῆς ἡμέϱας ταύτης εὐλογήσω.

2:20 Ϗ ἐγένετο λόγος ϰυϱίȣ ἐϰ δευτέϱȣ ϖϱὸς Αγγαιον τὸν ϖϱοφήτην τετϱάδι ϗ εἰϰάδι τȣ̃ μηνὸς λέγων

2:21 Εἰϖὸν ϖϱὸς Ζοϱοϐαϐελ τὸν τȣ̃ Σαλαϑιηλ ἐϰ φυλῆς Ιȣδα λέγων Ἐγὼ σείω τὸν ȣ̓ϱανὸν ϗ τὴν γῆν ϗ τὴν ϑάλασσαν ϗ τὴν ξηϱὰν

2:22 ϗ ϰαταϛϱέψω ϑϱόνȣς ϐασιλέων ϗ ὀλεϑϱεύσω δύναμιν ϐασιλέων τῶν ἐϑνῶν ϗ ϰαταϛϱέψω ἅϱματα ϗ ἀναϐάτας, ϗ ϰαταϐήσονται ἵϖϖοι ϗ ἀναϐάται αὐτῶν ἕϰαϛος ἐν ῥομφαίᾳ ϖϱὸς τὸν ἀδελφὸν αὐτȣ̃.

2:23 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, λήμψομαί σε Ζοϱοϐαϐελ τὸν τȣ̃ Σαλαϑιηλ τὸν δȣ̃λόν μȣ, λέγει ϰύϱιος, ϗ ϑήσομαί σε ὡς σφϱαγῖδα, διότι σὲ ᾑϱέτισα, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

Ζαχαϱίας

1:1 Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτȣς δευτέϱȣ ἐϖὶ Δαϱείȣ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Ζαχαϱιαν τὸν τȣ̃ Βαϱαχιȣ υἱὸν Αδδω τὸν ϖϱοφήτην λέγων

1:2 Ὠϱγίσϑη ϰύϱιος ἐϖὶ τȣ̀ς ϖατέϱας ὑμῶν ὀϱγὴν μεγάλην.

1:3 ϗ ἐϱεῖς ϖϱὸς αὐτȣ́ς Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἐϖιϛϱέψατε ϖϱός με, ϗ ἐϖιϛϱαφήσομαι ϖϱὸς ὑμᾶς, λέγει ϰύϱιος.

1:4 ϗ μὴ γίνεσϑε ϰαϑὼς οἱ ϖατέϱες ὑμῶν, οἷς ἐνεϰάλεσαν αὐτοῖς οἱ ϖϱοφῆται οἱ ἔμϖϱοσϑεν λέγοντες Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἀϖοϛϱέψατε ἀϖὸ τῶν ὁδῶν ὑμῶν τῶν ϖονηϱῶν ϗ ἀϖὸ τῶν ἐϖιτηδευμάτων ὑμῶν τῶν ϖονηϱῶν, ϗ ȣ̓ ϖϱοσέσχον τȣ̃ εἰσαϰȣ̃σαί μȣ, λέγει ϰύϱιος.

1:5 οἱ ϖατέϱες ὑμῶν ϖȣ̃ εἰσιν; ϗ οἱ ϖϱοφῆται μὴ τὸν αἰῶνα ζήσονται;

1:6 ϖλὴν τȣ̀ς λόγȣς μȣ ϗ τὰ νόμιμά μȣ δέχεσϑε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν ϖνεύματί μȣ τοῖς δȣ́λοις μȣ τοῖς ϖϱοφήταις, οἳ ϰατελάϐοσαν τȣ̀ς ϖατέϱας ὑμῶν. ϗ ἀϖεϰϱίϑησαν ϗ εἶϖαν Καϑὼς ϖαϱατέταϰται ϰύϱιος ϖαντοϰϱάτωϱ τȣ̃ ϖοιῆσαι ϰατὰ τὰς ὁδȣ̀ς ὑμῶν ϗ ϰατὰ τὰ ἐϖιτηδεύματα ὑμῶν, ȣ̔́τως ἐϖοίησεν ὑμῖν.

1:7 Τῇ τετϱάδι ϗ εἰϰάδι τῷ ἑνδεϰάτῳ μηνί – ȣ̔͂τός ἐϛιν ὁ μὴν Σαϐατ – ἐν τῷ δευτέϱῳ ἔτει ἐϖὶ Δαϱείȣ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Ζαχαϱιαν τὸν τȣ̃ Βαϱαχιȣ υἱὸν Αδδω τὸν ϖϱοφήτην λέγων

1:8 Ἑώϱαϰα τὴν νύϰτα ϗ ἰδȣ̀ ἀνὴϱ ἐϖιϐεϐηϰὼς ἐϖὶ ἵϖϖον ϖυϱϱόν, ϗ ȣ̔͂τος εἱϛήϰει ἀνὰ μέσον τῶν δύο ὀϱέων τῶν ϰατασϰίων, ϗ ὀϖίσω αὐτȣ̃ ἵϖϖοι ϖυϱϱοὶ ϗ ψαϱοὶ ϗ ϖοιϰίλοι ϗ λευϰοί.

1:9 ϗ εἶϖα Τί ȣ̔͂τοι, ϰύϱιε; ϗ εἶϖεν ϖϱός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐϛιν ταῦτα.

1:10 ϗ ἀϖεϰϱίϑη ὁ ἀνὴϱ ὁ ἐφεϛηϰὼς ἀνὰ μέσον τῶν ὀϱέων ϗ εἶϖεν ϖϱός με Ȣ̔͂τοί εἰσιν ȣ̔̀ς ἐξαϖέϛαλϰεν ϰύϱιος τȣ̃ ϖεϱιοδεῦσαι τὴν γῆν.

1:11 ϗ ἀϖεϰϱίϑησαν τῷ ἀγγέλῳ ϰυϱίȣ τῷ ἐφεϛῶτι ἀνὰ μέσον τῶν ὀϱέων ϗ εἶϖον Πεϱιωδεύϰαμεν ϖᾶσαν τὴν γῆν, ϗ ἰδȣ̀ ϖᾶσα ἡ γῆ ϰατοιϰεῖται ϗ ἡσυχάζει.

1:12 ϗ ἀϖεϰϱίϑη ὁ ἄγγελος ϰυϱίȣ ϗ εἶϖεν Κύϱιε ϖαντοϰϱάτωϱ, ἕως τίνος ȣ̓ μὴ ἐλεήσῃς τὴν Ιεϱȣσαλημ ϗ τὰς ϖόλεις Ιȣδα, ἃς ὑϖεϱεῖδες τȣ̃το ἑϐδομηϰοϛὸν ἔτος;

1:13 ϗ ἀϖεϰϱίϑη ϰύϱιος ϖαντοϰϱάτωϱ τῷ ἀγγέλῳ τῷ λαλȣ̃ντι ἐν ἐμοὶ ῥήματα ϰαλὰ ϗ λόγȣς ϖαϱαϰλητιϰȣ́ς.

1:14 ϗ εἶϖεν ϖϱός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάϰϱαγε λέγων Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἐζήλωϰα τὴν Ιεϱȣσαλημ ϗ τὴν Σιων ζῆλον μέγαν

1:15 ϗ ὀϱγὴν μεγάλην ἐγὼ ὀϱγίζομαι ἐϖὶ τὰ ἔϑνη τὰ συνεϖιτιϑέμενα ἀνϑ’ ὧν ἐγὼ μὲν ὠϱγίσϑην ὀλίγα, αὐτοὶ δὲ συνεϖέϑεντο εἰς ϰαϰά.

1:16 διὰ τȣ̃το τάδε λέγει ϰύϱιος Ἐϖιϛϱέψω ἐϖὶ Ιεϱȣσαλημ ἐν οἰϰτιϱμῷ, ϗ ὁ οἶϰός μȣ ἀνοιϰοδομηϑήσεται ἐν αὐτῇ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ μέτϱον ἐϰταϑήσεται ἐϖὶ Ιεϱȣσαλημ ἔτι.

1:17 ϗ εἶϖεν ϖϱός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάϰϱαγε λέγων Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἔτι διαχυϑήσονται ϖόλεις ἐν ἀγαϑοῖς, ϗ ἐλεήσει ϰύϱιος ἔτι τὴν Σιων ϗ αἱϱετιεῖ ἔτι τὴν Ιεϱȣσαλημ.

2:1 Ϗ ἦϱα τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ϗ εἶδον ϗ ἰδȣ̀ τέσσαϱα ϰέϱατα.

2:2 ϗ εἶϖα ϖϱὸς τὸν ἄγγελον τὸν λαλȣ̃ντα ἐν ἐμοί Τί ἐϛιν ταῦτα, ϰύϱιε; ϗ εἶϖεν ϖϱός με Ταῦτα τὰ ϰέϱατα τὰ διασϰοϱϖίσαντα τὸν Ιȣδαν ϗ τὸν Ισϱαηλ.

2:3 ϗ ἔδειξέν μοι ϰύϱιος τέσσαϱας τέϰτονας.

2:4 ϗ εἶϖα Τί ȣ̔͂τοι ἔϱχονται ϖοιῆσαι; ϗ εἶϖεν ϖϱός με Ταῦτα τὰ ϰέϱατα τὰ διασϰοϱϖίσαντα τὸν Ιȣδαν ϗ τὸν Ισϱαηλ ϰατέαξαν, ϗ ȣ̓δεὶς αὐτῶν ἦϱεν ϰεφαλήν· ϗ εἰσῆλϑον ȣ̔͂τοι τȣ̃ ὀξῦναι αὐτὰ εἰς χεῖϱας αὐτῶν τὰ τέσσαϱα ϰέϱατα τὰ ἔϑνη τὰ ἐϖαιϱόμενα ϰέϱας ἐϖὶ τὴν γῆν ϰυϱίȣ τȣ̃ διασϰοϱϖίσαι αὐτήν.

2:5 Ϗ ἦϱα τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ϗ εἶδον ϗ ἰδȣ̀ ἀνὴϱ ϗ ἐν τῇ χειϱὶ αὐτȣ̃ σχοινίον γεωμετϱιϰόν.

2:6 ϗ εἶϖα ϖϱὸς αὐτόν Πȣ̃ σὺ ϖοϱεύῃ; ϗ εἶϖεν ϖϱός με Διαμετϱῆσαι τὴν Ιεϱȣσαλημ τȣ̃ ἰδεῖν ϖηλίϰον τὸ ϖλάτος αὐτῆς ἐϛιν ϗ ϖηλίϰον τὸ μῆϰος.

2:7 ϗ ἰδȣ̀ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱϛήϰει, ϗ ἄγγελος ἕτεϱος ἐξεϖοϱεύετο εἰς συνάντησιν αὐτῷ

2:8 ϗ εἶϖεν ϖϱὸς αὐτὸν λέγων Δϱάμε ϗ λάλησον ϖϱὸς τὸν νεανίαν ἐϰεῖνον λέγων Καταϰάϱϖως ϰατοιϰηϑήσεται Ιεϱȣσαλημ ἀϖὸ ϖλήϑȣς ἀνϑϱώϖων ϗ ϰτηνῶν ἐν μέσῳ αὐτῆς·

2:9 ϗ ἐγὼ ἔσομαι αὐτῇ, λέγει ϰύϱιος, τεῖχος ϖυϱὸς ϰυϰλόϑεν ϗ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.

2:10 ὦ ὦ φεύγετε ἀϖὸ γῆς ϐοϱϱᾶ, λέγει ϰύϱιος, διότι ἐϰ τῶν τεσσάϱων ἀνέμων τȣ̃ ȣ̓ϱανȣ̃ συνάξω ὑμᾶς, λέγει ϰύϱιος·

2:11 εἰς Σιων ἀνασῴζεσϑε, οἱ ϰατοιϰȣ̃ντες ϑυγατέϱα Βαϐυλῶνος.

2:12 διότι τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ὀϖίσω δόξης ἀϖέϛαλϰέν με ἐϖὶ τὰ ἔϑνη τὰ σϰυλεύσαντα ὑμᾶς, διότι ὁ ἁϖτόμενος ὑμῶν ὡς ἁϖτόμενος τῆς ϰόϱης τȣ̃ ὀφϑαλμȣ̃ αὐτȣ̃·

2:13 διότι ἰδȣ̀ ἐγὼ ἐϖιφέϱω τὴν χεῖϱά μȣ ἐϖ’ αὐτȣ́ς, ϗ ἔσονται σϰῦλα τοῖς δȣλεύȣσιν αὐτοῖς, ϗ γνώσεσϑε διότι ϰύϱιος ϖαντοϰϱάτωϱ ἀϖέϛαλϰέν με.

2:14 τέϱϖȣ ϗ εὐφϱαίνȣ, ϑύγατεϱ Σιων, διότι ἰδȣ̀ ἐγὼ ἔϱχομαι ϗ ϰατασϰηνώσω ἐν μέσῳ σȣ, λέγει ϰύϱιος.

2:15 ϗ ϰαταφεύξονται ἔϑνη ϖολλὰ ἐϖὶ τὸν ϰύϱιον ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϗ ἔσονται αὐτῷ εἰς λαὸν ϗ ϰατασϰηνώσȣσιν ἐν μέσῳ σȣ, ϗ ἐϖιγνώσῃ ὅτι ϰύϱιος ϖαντοϰϱάτωϱ ἐξαϖέϛαλϰέν με ϖϱὸς σέ.

2:16 ϗ ϰαταϰληϱονομήσει ϰύϱιος τὸν Ιȣδαν τὴν μεϱίδα αὐτȣ̃ ἐϖὶ τὴν γῆν τὴν ἁγίαν ϗ αἱϱετιεῖ ἔτι τὴν Ιεϱȣσαλημ.

2:17 εὐλαϐείσϑω ϖᾶσα σὰϱξ ἀϖὸ ϖϱοσώϖȣ ϰυϱίȣ, διότι ἐξεγήγεϱται ἐϰ νεφελῶν ἁγίων αὐτȣ̃.

3:1 Ϗ ἔδειξέν μοι Ἰησȣ̃ν τὸν ἱεϱέα τὸν μέγαν ἑϛῶτα ϖϱὸ ϖϱοσώϖȣ ἀγγέλȣ ϰυϱίȣ, ϗ ὁ διάϐολος εἱϛήϰει ἐϰ δεξιῶν αὐτȣ̃ τȣ̃ ἀντιϰεῖσϑαι αὐτῷ.

3:2 ϗ εἶϖεν ϰύϱιος ϖϱὸς τὸν διάϐολον Ἐϖιτιμήσαι ϰύϱιος ἐν σοί, διάϐολε, ϗ ἐϖιτιμήσαι ϰύϱιος ἐν σοὶ ὁ ἐϰλεξάμενος τὴν Ιεϱȣσαλημ· ȣ̓ϰ ἰδȣ̀ τȣ̃το ὡς δαλὸς ἐξεσϖασμένος ἐϰ ϖυϱός;

3:3 ϗ Ἰησȣ̃ς ἦν ἐνδεδυμένος ἱμάτια ῥυϖαϱὰ ϗ εἱϛήϰει ϖϱὸ ϖϱοσώϖȣ τȣ̃ ἀγγέλȣ.

3:4 ϗ ἀϖεϰϱίϑη ϗ εἶϖεν ϖϱὸς τȣ̀ς ἑϛηϰότας ϖϱὸ ϖϱοσώϖȣ αὐτȣ̃ λέγων Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυϖαϱὰ ἀϖ’ αὐτȣ̃. ϗ εἶϖεν ϖϱὸς αὐτόν Ἰδȣ̀ ἀφῄϱηϰα τὰς ἀνομίας σȣ, ϗ ἐνδύσατε αὐτὸν ϖοδήϱη

3:5 ϗ ἐϖίϑετε ϰίδαϱιν ϰαϑαϱὰν ἐϖὶ τὴν ϰεφαλὴν αὐτȣ̃. ϗ ϖεϱιέϐαλον αὐτὸν ἱμάτια ϗ ἐϖέϑηϰαν ϰίδαϱιν ϰαϑαϱὰν ἐϖὶ τὴν ϰεφαλὴν αὐτȣ̃, ϗ ὁ ἄγγελος ϰυϱίȣ εἱϛήϰει.

3:6 ϗ διεμαϱτύϱατο ὁ ἄγγελος ϰυϱίȣ ϖϱὸς Ἰησȣ̃ν λέγων

3:7 Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἐὰν ἐν ταῖς ὁδοῖς μȣ ϖοϱεύῃ ϗ ἐὰν τὰ ϖϱοϛάγματά μȣ φυλάξῃς, ϗ σὺ διαϰϱινεῖς τὸν οἶϰόν μȣ· ϗ ἐὰν διαφυλάξῃς ϰαί γε τὴν αὐλήν μȣ, ϗ δώσω σοι ἀναϛϱεφομένȣς ἐν μέσῳ τῶν ἑϛηϰότων τȣ́των.

3:8 ἄϰȣε δή, Ἰησȣ̃ ὁ ἱεϱεὺς ὁ μέγας, σὺ ϗ οἱ ϖλησίον σȣ οἱ ϰαϑήμενοι ϖϱὸ ϖϱοσώϖȣ σȣ, διότι ἄνδϱες τεϱατοσϰόϖοι εἰσί· διότι ἰδȣ̀ ἐγὼ ἄγω τὸν δȣ̃λόν μȣ Ἀνατολήν·

3:9 διότι ὁ λίϑος, ὃν ἔδωϰα ϖϱὸ ϖϱοσώϖȣ Ἰησȣ̃, ἐϖὶ τὸν λίϑον τὸν ἕνα ἑϖτὰ ὀφϑαλμοί εἰσιν· ἰδȣ̀ ἐγὼ ὀϱύσσω ϐόϑϱον, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ ψηλαφήσω ϖᾶσαν τὴν ἀδιϰίαν τῆς γῆς ἐϰείνης ἐν ἡμέϱᾳ μιᾷ.

3:10 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, συγϰαλέσετε ἕϰαϛος τὸν ϖλησίον αὐτȣ̃ ὑϖοϰάτω ἀμϖέλȣ ϗ ὑϖοϰάτω συϰῆς.

4:1 Ϗ ἐϖέϛϱεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ ϗ ἐξήγειϱέν με ὃν τϱόϖον ὅταν ἐξεγεϱϑῇ ἄνϑϱωϖος ἐξ ὕϖνȣ αὐτȣ̃

4:2 ϗ εἶϖεν ϖϱός με Τί σύ ϐλέϖεις; ϗ εἶϖα Ἑώϱαϰα ϗ ἰδȣ̀ λυχνία χϱυσῆ ὅλη, ϗ τὸ λαμϖάδιον ἐϖάνω αὐτῆς, ϗ ἑϖτὰ λύχνοι ἐϖάνω αὐτῆς, ϗ ἑϖτὰ ἐϖαϱυϛϱίδες τοῖς λύχνοις τοῖς ἐϖάνω αὐτῆς·

4:3 ϗ δύο ἐλαῖαι ἐϖάνω αὐτῆς, μία ἐϰ δεξιῶν τȣ̃ λαμϖαδίȣ ϗ μία ἐξ εὐωνύμων.

4:4 ϗ ἐϖηϱώτησα ϗ εἶϖον ϖϱὸς τὸν ἄγγελον τὸν λαλȣ̃ντα ἐν ἐμοὶ λέγων Τί ἐϛιν ταῦτα, ϰύϱιε;

4:5 ϗ ἀϖεϰϱίϑη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ ϗ εἶϖεν ϖϱός με Ȣ̓ γινώσϰεις τί ἐϛιν ταῦτα; ϗ εἶϖα Ȣ̓χί, ϰύϱιε.

4:6 ϗ ἀϖεϰϱίϑη ϗ εἶϖεν ϖϱός με λέγων Ȣ̔͂τος ὁ λόγος ϰυϱίȣ ϖϱὸς Ζοϱοϐαϐελ λέγων Ȣ̓ϰ ἐν δυνάμει μεγάλῃ ȣ̓δὲ ἐν ἰσχύι, ἀλλ’ ἢ ἐν ϖνεύματί μȣ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

4:7 τίς εἶ σύ, τὸ ὄϱος τὸ μέγα, ϖϱὸ ϖϱοσώϖȣ Ζοϱοϐαϐελ τȣ̃ ϰατοϱϑῶσαι; ϗ ἐξοίσω τὸν λίϑον τῆς ϰληϱονομίας ἰσότητα χάϱιτος χάϱιτα αὐτῆς.

4:8 ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖϱός με λέγων

4:9 Αἱ χεῖϱες Ζοϱοϐαϐελ ἐϑεμελίωσαν τὸν οἶϰον τȣ̃τον, ϗ αἱ χεῖϱες αὐτȣ̃ ἐϖιτελέσȣσιν αὐτόν, ϗ ἐϖιγνώσῃ διότι ϰύϱιος ϖαντοϰϱάτωϱ ἐξαϖέϛαλϰέν με ϖϱὸς σέ.

4:10 διότι τίς ἐξȣδένωσεν εἰς ἡμέϱας μιϰϱάς; ϗ χαϱȣ̃νται ϗ ὄψονται τὸν λίϑον τὸν ϰασσιτέϱινον ἐν χειϱὶ Ζοϱοϐαϐελ. ἑϖτὰ ȣ̔͂τοι ὀφϑαλμοὶ ϰυϱίȣ εἰσὶν οἱ ἐϖιϐλέϖοντες ἐϖὶ ϖᾶσαν τὴν γῆν.

4:11 ϗ ἀϖεϰϱίϑην ϗ εἶϖα ϖϱὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐϰ δεξιῶν τῆς λυχνίας ϗ ἐξ εὐωνύμων;

4:12 ϗ ἐϖηϱώτησα ἐϰ δευτέϱȣ ϗ εἶϖα ϖϱὸς αὐτόν Τί οἱ δύο ϰλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χεϱσὶν τῶν δύο μυξωτήϱων τῶν χϱυσῶν τῶν ἐϖιχεόντων ϗ ἐϖαναγόντων τὰς ἐϖαϱυϛϱίδας τὰς χϱυσᾶς;

4:13 ϗ εἶϖεν ϖϱός με Ȣ̓ϰ οἶδας τί ἐϛιν ταῦτα; ϗ εἶϖα Ȣ̓χί, ϰύϱιε.

4:14 ϗ εἶϖεν Ȣ̔͂τοι οἱ δύο υἱοὶ τῆς ϖιότητος ϖαϱεϛήϰασιν τῷ ϰυϱίῳ ϖάσης τῆς γῆς.

5:1 Ϗ ἐϖέϛϱεψα ϗ ἦϱα τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ϗ εἶδον ϗ ἰδȣ̀ δϱέϖανον ϖετόμενον.

5:2 ϗ εἶϖεν ϖϱός με Τί σὺ ϐλέϖεις; ϗ εἶϖα Ἐγὼ ὁϱῶ δϱέϖανον ϖετόμενον μῆϰος ϖήχεων εἴϰοσι ϗ ϖλάτος ϖήχεων δέϰα.

5:3 ϗ εἶϖεν ϖϱός με Αὕτη ἡ ἀϱὰ ἡ ἐϰϖοϱευομένη ἐϖὶ ϖϱόσωϖον ϖάσης τῆς γῆς, διότι ϖᾶς ὁ ϰλέϖτης ἐϰ τȣ́τȣ ἕως ϑανάτȣ ἐϰδιϰηϑήσεται, ϗ ϖᾶς ὁ ἐϖίοϱϰος ἐϰ τȣ́τȣ ἕως ϑανάτȣ ἐϰδιϰηϑήσεται·

5:4 ϗ ἐξοίσω αὐτό, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ εἰσελεύσεται εἰς τὸν οἶϰον τȣ̃ ϰλέϖτȣ ϗ εἰς τὸν οἶϰον τȣ̃ ὀμνύοντος τῷ ὀνόματί μȣ ἐϖὶ ψεύδει ϗ ϰαταλύσει ἐν μέσῳ τȣ̃ οἴϰȣ αὐτȣ̃ ϗ συντελέσει αὐτὸν ϗ τὰ ξύλα αὐτȣ̃ ϗ τȣ̀ς λίϑȣς αὐτȣ̃.

5:5 Ϗ ἐξῆλϑεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ ϗ εἶϖεν ϖϱός με Ἀνάϐλεψον τοῖς ὀφϑαλμοῖς σȣ ϗ ἰδὲ τί τὸ ἐϰϖοϱευόμενον τȣ̃το.

5:6 ϗ εἶϖα Τί ἐϛιν; ϗ εἶϖεν Τȣ̃το τὸ μέτϱον τὸ ἐϰϖοϱευόμενον. ϗ εἶϖεν Αὕτη ἡ ἀδιϰία αὐτῶν ἐν ϖάσῃ τῇ γῇ.

5:7 ϗ ἰδȣ̀ τάλαντον μολίϐȣ ἐξαιϱόμενον, ϗ ἰδȣ̀ μία γυνὴ ἐϰάϑητο ἐν μέσῳ τȣ̃ μέτϱȣ.

5:8 ϗ εἶϖεν Αὕτη ἐϛὶν ἡ ἀνομία· ϗ ἔϱϱιψεν αὐτὴν ἐν μέσῳ τȣ̃ μέτϱȣ ϗ ἔϱϱιψεν τὸν λίϑον τȣ̃ μολίϐȣ εἰς τὸ ϛόμα αὐτῆς.

5:9 ϗ ἦϱα τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ϗ εἶδον ϗ ἰδȣ̀ δύο γυναῖϰες ἐϰϖοϱευόμεναι, ϗ ϖνεῦμα ἐν ταῖς ϖτέϱυξιν αὐτῶν, ϗ αὗται εἶχον ϖτέϱυγας ὡς ϖτέϱυγας ἔϖοϖος· ϗ ἀνέλαϐον τὸ μέτϱον ἀνὰ μέσον τῆς γῆς ϗ ἀνὰ μέσον τȣ̃ ȣ̓ϱανȣ̃.

5:10 ϗ εἶϖα ϖϱὸς τὸν ἄγγελον τὸν λαλȣ̃ντα ἐν ἐμοί Πȣ̃ αὗται ἀϖοφέϱȣσιν τὸ μέτϱον;

5:11 ϗ εἶϖεν ϖϱός με Οἰϰοδομῆσαι αὐτῷ οἰϰίαν ἐν γῇ Βαϐυλῶνος ϗ ἑτοιμάσαι, ϗ ϑήσȣσιν αὐτὸ ἐϰεῖ ἐϖὶ τὴν ἑτοιμασίαν αὐτȣ̃.

6:1 Ϗ ἐϖέϛϱεψα ϗ ἦϱα τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ϗ εἶδον ϗ ἰδȣ̀ τέσσαϱα ἅϱματα ἐϰϖοϱευόμενα ἐϰ μέσȣ δύο ὀϱέων, ϗ τὰ ὄϱη ἦν ὄϱη χαλϰᾶ.

6:2 ἐν τῷ ἅϱματι τῷ ϖϱώτῳ ἵϖϖοι ϖυϱϱοί, ϗ ἐν τῷ ἅϱματι τῷ δευτέϱῳ ἵϖϖοι μέλανες,

6:3 ϗ ἐν τῷ ἅϱματι τῷ τϱίτῳ ἵϖϖοι λευϰοί, ϗ ἐν τῷ ἅϱματι τῷ τετάϱτῳ ἵϖϖοι ϖοιϰίλοι ψαϱοί.

6:4 ϗ ἀϖεϰϱίϑην ϗ εἶϖα ϖϱὸς τὸν ἄγγελον τὸν λαλȣ̃ντα ἐν ἐμοί Τί ἐϛιν ταῦτα, ϰύϱιε;

6:5 ϗ ἀϖεϰϱίϑη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ ϗ εἶϖεν Ταῦτά ἐϛιν οἱ τέσσαϱες ἄνεμοι τȣ̃ ȣ̓ϱανȣ̃, ἐϰϖοϱεύονται ϖαϱαϛῆναι τῷ ϰυϱίῳ ϖάσης τῆς γῆς·

6:6 ἐν ᾧ ἦσαν οἱ ἵϖϖοι οἱ μέλανες, ἐξεϖοϱεύοντο ἐϖὶ γῆν ϐοϱϱᾶ, ϗ οἱ λευϰοὶ ἐξεϖοϱεύοντο ϰατόϖισϑεν αὐτῶν, ϗ οἱ ϖοιϰίλοι ἐξεϖοϱεύοντο ἐϖὶ γῆν νότȣ,

6:7 ϗ οἱ ψαϱοὶ ἐξεϖοϱεύοντο ϗ ἐϖέϐλεϖον τȣ̃ ϖοϱεύεσϑαι τȣ̃ ϖεϱιοδεῦσαι τὴν γῆν. ϗ εἶϖεν Ποϱεύεσϑε ϗ ϖεϱιοδεύσατε τὴν γῆν· ϗ ϖεϱιώδευσαν τὴν γῆν.

6:8 ϗ ἀνεϐόησεν ϗ ἐλάλησεν ϖϱός με λέγων Ἰδȣ̀ οἱ ἐϰϖοϱευόμενοι ἐϖὶ γῆν ϐοϱϱᾶ ἀνέϖαυσαν τὸν ϑυμόν μȣ ἐν γῇ ϐοϱϱᾶ.

6:9 Ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖϱός με λέγων

6:10 Λαϐὲ τὰ ἐϰ τῆς αἰχμαλωσίας ϖαϱὰ τῶν ἀϱχόντων ϗ ϖαϱὰ τῶν χϱησίμων αὐτῆς ϗ ϖαϱὰ τῶν ἐϖεγνωϰότων αὐτὴν ϗ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ εἰς τὸν οἶϰον Ιωσιȣ τȣ̃ Σοφονιȣ τȣ̃ ἥϰοντος ἐϰ Βαϐυλῶνος

6:11 ϗ λήψῃ ἀϱγύϱιον ϗ χϱυσίον ϗ ϖοιήσεις ϛεφάνȣς ϗ ἐϖιϑήσεις ἐϖὶ τὴν ϰεφαλὴν Ἰησȣ̃ τȣ̃ Ιωσεδεϰ τȣ̃ ἱεϱέως τȣ̃ μεγάλȣ

6:12 ϗ ἐϱεῖς ϖϱὸς αὐτόν Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἰδȣ̀ ἀνήϱ, Ἀνατολὴ ὄνομα αὐτῷ, ϗ ὑϖοϰάτωϑεν αὐτȣ̃ ἀνατελεῖ, ϗ οἰϰοδομήσει τὸν οἶϰον ϰυϱίȣ·

6:13 ϗ αὐτὸς λήμψεται ἀϱετὴν ϗ ϰαϑίεται ϗ ϰατάϱξει ἐϖὶ τȣ̃ ϑϱόνȣ αὐτȣ̃, ϗ ἔϛαι ὁ ἱεϱεὺς ἐϰ δεξιῶν αὐτȣ̃, ϗ ϐȣλὴ εἰϱηνιϰὴ ἔϛαι ἀνὰ μέσον ἀμφοτέϱων.

6:14 ὁ δὲ ϛέφανος ἔϛαι τοῖς ὑϖομένȣσιν ϗ τοῖς χϱησίμοις αὐτῆς ϗ τοῖς ἐϖεγνωϰόσιν αὐτὴν ϗ εἰς χάϱιτα υἱȣ̃ Σοφονιȣ ϗ εἰς ψαλμὸν ἐν οἴϰῳ ϰυϱίȣ.

6:15 ϗ οἱ μαϰϱὰν ἀϖ’ αὐτῶν ἥξȣσιν ϗ οἰϰοδομήσȣσιν ἐν τῷ οἴϰῳ ϰυϱίȣ, ϗ γνώσεσϑε διότι ϰύϱιος ϖαντοϰϱάτωϱ ἀϖέϛαλϰέν με ϖϱὸς ὑμᾶς· ϗ ἔϛαι, ἐὰν εἰσαϰȣ́οντες εἰσαϰȣ́σητε τῆς φωνῆς ϰυϱίȣ τȣ̃ ϑεȣ̃ ὑμῶν.

7:1 Ϗ ἐγένετο ἐν τῷ τετάϱτῳ ἔτει ἐϖὶ Δαϱείȣ τȣ̃ ϐασιλέως ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Ζαχαϱιαν τετϱάδι τȣ̃ μηνὸς τȣ̃ ἐνάτȣ, ὅς ἐϛιν Χασελευ,

7:2 ϗ ἐξαϖέϛειλεν εἰς Βαιϑηλ Σαϱασαϱ ϗ Αϱϐεσεεϱ ὁ ϐασιλεὺς ϗ οἱ ἄνδϱες αὐτȣ̃ τȣ̃ ἐξιλάσασϑαι τὸν ϰύϱιον

7:3 λέγων ϖϱὸς τȣ̀ς ἱεϱεῖς τȣ̀ς ἐν τῷ οἴϰῳ ϰυϱίȣ ϖαντοϰϱάτοϱος ϗ ϖϱὸς τȣ̀ς ϖϱοφήτας λέγων Εἰσελήλυϑεν ὧδε ἐν τῷ μηνὶ τῷ ϖέμϖτῳ τὸ ἁγίασμα, ϰαϑότι ἐϖοίησα ἤδη ἱϰανὰ ἔτη.

7:4 ϗ ἐγένετο λόγος ϰυϱίȣ τῶν δυνάμεων ϖϱός με λέγων

7:5 Εἰϖὸν ϖϱὸς ἅϖαντα τὸν λαὸν τῆς γῆς ϗ ϖϱὸς τȣ̀ς ἱεϱεῖς λέγων Ἐὰν νηϛεύσητε ἢ ϰόψησϑε ἐν ταῖς ϖέμϖταις ἢ ἐν ταῖς ἑϐδόμαις, ϗ ἰδȣ̀ ἑϐδομήϰοντα ἔτη μὴ νηϛείαν νενηϛεύϰατέ μοι;

7:6 ϗ ἐὰν φάγητε ἢ ϖίητε, ȣ̓χ ὑμεῖς ἔσϑετε ϗ ὑμεῖς ϖίνετε;

7:7 ȣ̓χ ȣ̔͂τοι οἱ λόγοι εἰσίν, ȣ̔̀ς ἐλάλησεν ϰύϱιος ἐν χεϱσὶν τῶν ϖϱοφητῶν τῶν ἔμϖϱοσϑεν, ὅτε ἦν Ιεϱȣσαλημ ϰατοιϰȣμένη ϗ εὐϑηνȣ̃σα ϗ αἱ ϖόλεις αὐτῆς ϰυϰλόϑεν ϗ ἡ ὀϱεινὴ ϗ ἡ ϖεδινὴ ϰατῳϰεῖτο;

7:8 ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖϱὸς Ζαχαϱιαν λέγων

7:9 Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Κϱίμα δίϰαιον ϰϱίνατε ϗ ἔλεος ϗ οἰϰτιϱμὸν ϖοιεῖτε ἕϰαϛος ϖϱὸς τὸν ἀδελφὸν αὐτȣ̃

7:10 ϗ χήϱαν ϗ ὀϱφανὸν ϗ ϖϱοσήλυτον ϗ ϖένητα μὴ ϰαταδυναϛεύετε, ϗ ϰαϰίαν ἕϰαϛος τȣ̃ ἀδελφȣ̃ αὐτȣ̃ μὴ μνησιϰαϰείτω ἐν ταῖς ϰαϱδίαις ὑμῶν.

7:11 ϗ ἠϖείϑησαν τȣ̃ ϖϱοσέχειν ϗ ἔδωϰαν νῶτον ϖαϱαφϱονȣ̃ντα ϗ τὰ ὦτα αὐτῶν ἐϐάϱυναν τȣ̃ μὴ εἰσαϰȣ́ειν

7:12 ϗ τὴν ϰαϱδίαν αὐτῶν ἔταξαν ἀϖειϑῆ τȣ̃ μὴ εἰσαϰȣ́ειν τȣ̃ νόμȣ μȣ ϗ τȣ̀ς λόγȣς, ȣ̔̀ς ἐξαϖέϛειλεν ϰύϱιος ϖαντοϰϱάτωϱ ἐν ϖνεύματι αὐτȣ̃ ἐν χεϱσὶν τῶν ϖϱοφητῶν τῶν ἔμϖϱοσϑεν· ϗ ἐγένετο ὀϱγὴ μεγάλη ϖαϱὰ ϰυϱίȣ ϖαντοϰϱάτοϱος.

7:13 ϗ ἔϛαι ὃν τϱόϖον εἶϖεν ϗ ȣ̓ϰ εἰσήϰȣσαν αὐτȣ̃, ȣ̔́τως ϰεϰϱάξονται ϗ ȣ̓ μὴ εἰσαϰȣ́σω, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

7:14 ϗ ἐϰϐαλῶ αὐτȣ̀ς εἰς ϖάντα τὰ ἔϑνη, ἃ ȣ̓ϰ ἔγνωσαν, ϗ ἡ γῆ ἀφανισϑήσεται ϰατόϖισϑεν αὐτῶν ἐϰ διοδεύοντος ϗ ἐξ ἀναϛϱέφοντος· ϗ ἔταξαν γῆν ἐϰλεϰτὴν εἰς ἀφανισμόν.

8:1 Ϗ ἐγένετο λόγος ϰυϱίȣ ϖαντοϰϱάτοϱος λέγων

8:2 Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἐζήλωσα τὴν Ιεϱȣσαλημ ϗ τὴν Σιων ζῆλον μέγαν ϗ ϑυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.

8:3 τάδε λέγει ϰύϱιος Ϗ ἐϖιϛϱέψω ἐϖὶ Σιων ϗ ϰατασϰηνώσω ἐν μέσῳ Ιεϱȣσαλημ, ϗ ϰληϑήσεται ἡ Ιεϱȣσαλημ ϖόλις ἡ ἀληϑινὴ ϗ τὸ ὄϱος ϰυϱίȣ ϖαντοϰϱάτοϱος ὄϱος ἅγιον.

8:4 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἔτι ϰαϑήσονται ϖϱεσϐύτεϱοι ϗ ϖϱεσϐύτεϱαι ἐν ταῖς ϖλατείαις Ιεϱȣσαλημ, ἕϰαϛος τὴν ῥάϐδον αὐτȣ̃ ἔχων ἐν τῇ χειϱὶ αὐτȣ̃ ἀϖὸ ϖλήϑȣς ἡμεϱῶν·

8:5 ϗ αἱ ϖλατεῖαι τῆς ϖόλεως ϖλησϑήσονται ϖαιδαϱίων ϗ ϰοϱασίων ϖαιζόντων ἐν ταῖς ϖλατείαις αὐτῆς.

8:6 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Διότι εἰ ἀδυνατήσει ἐνώϖιον τῶν ϰαταλοίϖων τȣ̃ λαȣ̃ τȣ́τȣ ἐν ταῖς ἡμέϱαις ἐϰείναις, μὴ ϗ ἐνώϖιον ἐμȣ̃ ἀδυνατήσει; λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

8:7 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἰδȣ̀ ἐγὼ ἀνασῴζω τὸν λαόν μȣ ἀϖὸ γῆς ἀνατολῶν ϗ ἀϖὸ γῆς δυσμῶν

8:8 ϗ εἰσάξω αὐτȣ̀ς ϗ ϰατασϰηνώσω ἐν μέσῳ Ιεϱȣσαλημ, ϗ ἔσονταί μοι εἰς λαόν, ϗ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεὸν ἐν ἀληϑείᾳ ϗ ἐν διϰαιοσύνῃ.

8:9 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Κατισχυέτωσαν αἱ χεῖϱες ὑμῶν τῶν ἀϰȣόντων ἐν ταῖς ἡμέϱαις ταύταις τȣ̀ς λόγȣς τȣ́τȣς ἐϰ ϛόματος τῶν ϖϱοφητῶν, ἀφ’ ἧς ἡμέϱας τεϑεμελίωται ὁ οἶϰος ϰυϱίȣ ϖαντοϰϱάτοϱος, ϗ ὁ ναὸς ἀφ’ ȣ̔͂ ᾠϰοδόμηται.

8:10 διότι ϖϱὸ τῶν ἡμεϱῶν ἐϰείνων ὁ μισϑὸς τῶν ἀνϑϱώϖων ȣ̓ϰ ἔϛαι εἰς ὄνησιν, ϗ ὁ μισϑὸς τῶν ϰτηνῶν ȣ̓χ ὑϖάϱξει, ϗ τῷ ἐϰϖοϱευομένῳ ϗ τῷ εἰσϖοϱευομένῳ ȣ̓ϰ ἔϛαι εἰϱήνη ἀϖὸ τῆς ϑλίψεως· ϗ ἐξαϖοϛελῶ ϖάντας τȣ̀ς ἀνϑϱώϖȣς ἕϰαϛον ἐϖὶ τὸν ϖλησίον αὐτȣ̃.

8:11 ϗ νῦν ȣ̓ ϰατὰ τὰς ἡμέϱας τὰς ἔμϖϱοσϑεν ἐγὼ ϖοιῶ τοῖς ϰαταλοίϖοις τȣ̃ λαȣ̃ τȣ́τȣ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ,

8:12 ἀλλ’ ἢ δείξω εἰϱήνην· ἡ ἄμϖελος δώσει τὸν ϰαϱϖὸν αὐτῆς, ϗ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, ϗ ὁ ȣ̓ϱανὸς δώσει τὴν δϱόσον αὐτȣ̃, ϗ ϰαταϰληϱονομήσω τοῖς ϰαταλοίϖοις τȣ̃ λαȣ̃ μȣ ϖάντα ταῦτα.

8:13 ϗ ἔϛαι ὃν τϱόϖον ἦτε ἐν ϰατάϱᾳ ἐν τοῖς ἔϑνεσιν, οἶϰος Ιȣδα ϗ οἶϰος Ισϱαηλ, ȣ̔́τως διασώσω ὑμᾶς ϗ ἔσεσϑε ἐν εὐλογίᾳ· ϑαϱσεῖτε ϗ ϰατισχύετε ἐν ταῖς χεϱσὶν ὑμῶν.

8:14 διότι τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ὃν τϱόϖον διενοήϑην τȣ̃ ϰαϰῶσαι ὑμᾶς ἐν τῷ ϖαϱοϱγίσαι με τȣ̀ς ϖατέϱας ὑμῶν, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ ȣ̓ μετενόησα,

8:15 ȣ̔́τως ϖαϱατέταγμαι ϗ διανενόημαι ἐν ταῖς ἡμέϱαις ταύταις τȣ̃ ϰαλῶς ϖοιῆσαι τὴν Ιεϱȣσαλημ ϗ τὸν οἶϰον Ιȣδα· ϑαϱσεῖτε.

8:16 ȣ̔͂τοι οἱ λόγοι, ȣ̔̀ς ϖοιήσετε· λαλεῖτε ἀλήϑειαν ἕϰαϛος ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃ ϗ ϰϱίμα εἰϱηνιϰὸν ϰϱίνατε ἐν ταῖς ϖύλαις ὑμῶν

8:17 ϗ ἕϰαϛος τὴν ϰαϰίαν τȣ̃ ϖλησίον αὐτȣ̃ μὴ λογίζεσϑε ἐν ταῖς ϰαϱδίαις ὑμῶν ϗ ὅϱϰον ψευδῆ μὴ ἀγαϖᾶτε, διότι ταῦτα ϖάντα ἐμίσησα, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

8:18 Ϗ ἐγένετο λόγος ϰύϱιȣ ϖαντοϰϱάτοϱος ϖϱός με λέγων

8:19 Τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Νηϛεία ἡ τετϱὰς ϗ νηϛεία ἡ ϖέμϖτη ϗ νηϛεία ἡ ἑϐδόμη ϗ νηϛεία ἡ δεϰάτη ἔσονται τῷ οἴϰῳ Ιȣδα εἰς χαϱὰν ϗ εἰς εὐφϱοσύνην ϗ εἰς ἑοϱτὰς ἀγαϑὰς ϗ εὐφϱανϑήσεσϑε, ϗ τὴν ἀλήϑειαν ϗ τὴν εἰϱήνην ἀγαϖήσατε.

8:20 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἔτι ἥξȣσιν λαοὶ ϖολλοὶ ϗ ϰατοιϰȣ̃ντες ϖόλεις ϖολλάς·

8:21 ϗ συνελεύσονται ϰατοιϰȣ̃ντες ϖέντε ϖόλεις εἰς μίαν ϖόλιν λέγοντες Ποϱευϑῶμεν δεηϑῆναι τȣ̃ ϖϱοσώϖȣ ϰυϱίȣ ϗ ἐϰζητῆσαι τὸ ϖϱόσωϖον ϰυϱίȣ ϖαντοϰϱάτοϱος· ϖοϱεύσομαι ϰἀγώ.

8:22 ϗ ἥξȣσιν λαοὶ ϖολλοὶ ϗ ἔϑνη ϖολλὰ ἐϰζητῆσαι τὸ ϖϱόσωϖον ϰυϱίȣ ϖαντοϰϱάτοϱος ἐν Ιεϱȣσαλημ ϗ τȣ̃ ἐξιλάσϰεσϑαι τὸ ϖϱόσωϖον ϰυϱίȣ.

8:23 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ἐν ταῖς ἡμέϱαις ἐϰείναις ἐὰν ἐϖιλάϐωνται δέϰα ἄνδϱες ἐϰ ϖασῶν τῶν γλωσσῶν τῶν ἐϑνῶν ϗ ἐϖιλάϐωνται τȣ̃ ϰϱασϖέδȣ ἀνδϱὸς Ιȣδαίȣ λέγοντες Ποϱευσόμεϑα μετὰ σȣ̃, διότι ἀϰηϰόαμεν ὅτι ὁ ϑεὸς μεϑ’ ὑμῶν ἐϛιν.

9:1 Λῆμμα λόγȣ ϰυϱίȣ· ἐν γῇ Σεδϱαχ ϗ Δαμασϰȣ̃ ϑυσία αὐτȣ̃, διότι ϰύϱιος ἐφοϱᾷ ἀνϑϱώϖȣς ϗ ϖάσας φυλὰς τȣ̃ Ισϱαηλ.

9:2 ϗ Εμαϑ ἐν τοῖς ὁϱίοις αὐτῆς, Τύϱος ϗ Σιδών, διότι ἐφϱόνησαν σφόδϱα.

9:3 ϗ ᾠϰοδόμησεν Τύϱος ὀχυϱώματα ἑαυτῇ ϗ ἐϑησαύϱισεν ἀϱγύϱιον ὡς χȣ̃ν ϗ συνήγαγεν χϱυσίον ὡς ϖηλὸν ὁδῶν.

9:4 διὰ τȣ̃το ϰύϱιος ϰληϱονομήσει αὐτὴν ϗ ϖατάξει εἰς ϑάλασσαν δύναμιν αὐτῆς, ϗ αὕτη ἐν ϖυϱὶ ϰαταναλωϑήσεται.

9:5 ὄψεται Ἀσϰαλὼν ϗ φοϐηϑήσεται, ϗ Γάζα ϗ ὀδυνηϑήσεται σφόδϱα, ϗ Αϰϰαϱων, ὅτι ᾐσχύνϑη ἐϖὶ τῷ ϖαϱαϖτώματι αὐτῆς· ϗ ἀϖολεῖται ϐασιλεὺς ἐϰ Γάζης, ϗ Ἀσϰαλὼν ȣ̓ μὴ ϰατοιϰηϑῇ.

9:6 ϗ ϰατοιϰήσȣσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, ϗ ϰαϑελῶ ὕϐϱιν ἀλλοφύλων.

9:7 ϗ ἐξαϱῶ τὸ αἷμα αὐτῶν ἐϰ ϛόματος αὐτῶν ϗ τὰ ϐδελύγματα αὐτῶν ἐϰ μέσȣ ὀδόντων αὐτῶν, ϗ ὑϖολειφϑήσεται ϗ ȣ̔͂τος τῷ ϑεῷ ἡμῶν, ϗ ἔσονται ὡς χιλίαϱχος ἐν Ιȣδα ϗ Αϰϰαϱων ὡς ὁ Ιεϐȣσαῖος.

9:8 ϗ ὑϖοϛήσομαι τῷ οἴϰῳ μȣ ἀνάϛημα τȣ̃ μὴ διαϖοϱεύεσϑαι μηδὲ ἀναϰάμϖτειν, ϗ ȣ̓ μὴ ἐϖέλϑῃ ἐϖ’ αὐτȣ̀ς ȣ̓ϰέτι ἐξελαύνων, διότι νῦν ἑώϱαϰα ἐν τοῖς ὀφϑαλμοῖς μȣ.

9:9 Χαῖϱε σφόδϱα, ϑύγατεϱ Σιων· ϰήϱυσσε, ϑύγατεϱ Ιεϱȣσαλημ· ἰδȣ̀ ὁ ϐασιλεύς σȣ ἔϱχεταί σοι, δίϰαιος ϗ σῴζων αὐτός, ϖϱαὺς ϗ ἐϖιϐεϐηϰὼς ἐϖὶ ὑϖοζύγιον ϗ ϖῶλον νέον.

9:10 ϗ ἐξολεϑϱεύσει ἅϱματα ἐξ Εφϱαιμ ϗ ἵϖϖον ἐξ Ιεϱȣσαλημ, ϗ ἐξολεϑϱευϑήσεται τόξον ϖολεμιϰόν, ϗ ϖλῆϑος ϗ εἰϱήνη ἐξ ἐϑνῶν· ϗ ϰατάϱξει ὑδάτων ἕως ϑαλάσσης ϗ ϖοταμῶν διεϰϐολὰς γῆς.

9:11 ϗ σὺ ἐν αἵματι διαϑήϰης ἐξαϖέϛειλας δεσμίȣς σȣ ἐϰ λάϰϰȣ ȣ̓ϰ ἔχοντος ὕδωϱ.

9:12 ϰαϑήσεσϑε ἐν ὀχυϱώματι, δέσμιοι τῆς συναγωγῆς, ϗ ἀντὶ μιᾶς ἡμέϱας ϖαϱοιϰεσίας σȣ διϖλᾶ ἀνταϖοδώσω σοι·

9:13 διότι ἐνέτεινά σε, Ιȣδα, ἐμαυτῷ τόξον, ἔϖλησα τὸν Εφϱαιμ ϗ ἐϖεγεϱῶ τὰ τέϰνα σȣ, Σιων, ἐϖὶ τὰ τέϰνα τῶν Ἑλλήνων ϗ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητȣ̃·

9:14 ϗ ϰύϱιος ἔϛαι ἐϖ’ αὐτȣ̀ς ϗ ἐξελεύσεται ὡς ἀϛϱαϖὴ ϐολίς, ϗ ϰύϱιος ϖαντοϰϱάτωϱ ἐν σάλϖιγγι σαλϖιεῖ ϗ ϖοϱεύσεται ἐν σάλῳ ἀϖειλῆς αὐτȣ̃.

9:15 ϰύϱιος ϖαντοϰϱάτωϱ ὑϖεϱασϖιεῖ αὐτῶν, ϗ ϰαταναλώσȣσιν αὐτȣ̀ς ϗ ϰαταχώσȣσιν αὐτȣ̀ς ἐν λίϑοις σφενδόνης ϗ ἐϰϖίονται αὐτȣ̀ς ὡς οἶνον ϗ ϖλήσȣσιν ὡς φιάλας ϑυσιαϛήϱιον.

9:16 ϗ σώσει αὐτȣ̀ς ϰύϱιος ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, ὡς ϖϱόϐατα λαὸν αὐτȣ̃, διότι λίϑοι ἅγιοι ϰυλίονται ἐϖὶ τῆς γῆς αὐτȣ̃.

9:17 ὅτι εἴ τι ἀγαϑὸν αὐτȣ̃ ϗ εἴ τι ϰαλὸν ϖαϱ’ αὐτȣ̃, σῖτος νεανίσϰοις ϗ οἶνος εὐωδιάζων εἰς ϖαϱϑένȣς.

10:1 Αἰτεῖσϑε ὑετὸν ϖαϱὰ ϰυϱίȣ ϰαϑ’ ὥϱαν ϖϱόιμον ϗ ὄψιμον· ϰύϱιος ἐϖοίησεν φαντασίας, ϗ ὑετὸν χειμεϱινὸν δώσει αὐτοῖς, ἑϰάϛῳ ϐοτάνην ἐν ἀγϱῷ.

10:2 διότι οἱ ἀϖοφϑεγγόμενοι ἐλάλησαν ϰόϖȣς, ϗ οἱ μάντεις ὁϱάσεις ψευδεῖς, ϗ τὰ ἐνύϖνια ψευδῆ ἐλάλȣν, μάταια ϖαϱεϰάλȣν· διὰ τȣ̃το ἐξήϱϑησαν ὡς ϖϱόϐατα ϗ ἐϰαϰώϑησαν, διότι ȣ̓ϰ ἦν ἴασις.

10:3 ἐϖὶ τȣ̀ς ϖοιμένας ϖαϱωξύνϑη ὁ ϑυμός μȣ, ϗ ἐϖὶ τȣ̀ς ἀμνȣ̀ς ἐϖισϰέψομαι· ϗ ἐϖισϰέψεται ϰύϱιος ὁ ϑεὸς ὁ ϖαντοϰϱάτωϱ τὸ ϖοίμνιον αὐτȣ̃ τὸν οἶϰον Ιȣδα ϗ τάξει αὐτȣ̀ς ὡς ἵϖϖον εὐϖϱεϖῆ αὐτȣ̃ ἐν ϖολέμῳ.

10:4 ϗ ἐξ αὐτȣ̃ ἐϖέϐλεψεν ϗ ἐξ αὐτȣ̃ ἔταξεν, ϗ ἐξ αὐτȣ̃ τόξον ἐν ϑυμῷ· ἐξ αὐτȣ̃ ἐξελεύσεται ϖᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ.

10:5 ϗ ἔσονται ὡς μαχηταὶ ϖατȣ̃ντες ϖηλὸν ἐν ταῖς ὁδοῖς ἐν ϖολέμῳ ϗ ϖαϱατάξονται, διότι ϰύϱιος μετ’ αὐτῶν, ϗ ϰαταισχυνϑήσονται ἀναϐάται ἵϖϖων.

10:6 ϗ ϰατισχύσω τὸν οἶϰον Ιȣδα ϗ τὸν οἶϰον Ιωσηφ σώσω ϗ ϰατοιϰιῶ αὐτȣ́ς, ὅτι ἠγάϖησα αὐτȣ́ς, ϗ ἔσονται ὃν τϱόϖον ȣ̓ϰ ἀϖεϛϱεψάμην αὐτȣ́ς, διότι ἐγὼ ϰύϱιος ὁ ϑεὸς αὐτῶν ϗ ἐϖαϰȣ́σομαι αὐτοῖς.

10:7 ϗ ἔσονται ὡς μαχηταὶ τȣ̃ Εφϱαιμ, ϗ χαϱήσεται ἡ ϰαϱδία αὐτῶν ὡς ἐν οἴνῳ· ϗ τὰ τέϰνα αὐτῶν ὄψονται ϗ εὐφϱανϑήσονται, ϗ χαϱεῖται ἡ ϰαϱδία αὐτῶν ἐϖὶ τῷ ϰυϱίῳ.

10:8 σημανῶ αὐτοῖς ϗ εἰσδέξομαι αὐτȣ́ς, διότι λυτϱώσομαι αὐτȣ́ς, ϗ ϖληϑυνϑήσονται ϰαϑότι ἦσαν ϖολλοί·

10:9 ϗ σϖεϱῶ αὐτȣ̀ς ἐν λαοῖς, ϗ οἱ μαϰϱὰν μνησϑήσονταί μȣ, ἐϰϑϱέψȣσιν τὰ τέϰνα αὐτῶν ϗ ἐϖιϛϱέψȣσιν.

10:10 ϗ ἐϖιϛϱέψω αὐτȣ̀ς ἐϰ γῆς Αἰγύϖτȣ ϗ ἐξ Ἀσσυϱίων εἰσδέξομαι αὐτȣ̀ς ϗ εἰς τὴν Γαλααδῖτιν ϗ εἰς τὸν Λίϐανον εἰσάξω αὐτȣ́ς, ϗ ȣ̓ μὴ ὑϖολειφϑῇ ἐξ αὐτῶν ȣ̓δὲ εἷς·

10:11 ϗ διελεύσονται ἐν ϑαλάσσῃ ϛενῇ ϗ ϖατάξȣσιν ἐν ϑαλάσσῃ ϰύματα, ϗ ξηϱανϑήσεται ϖάντα τὰ ϐάϑη ϖοταμῶν, ϗ ἀφαιϱεϑήσεται ϖᾶσα ὕϐϱις Ἀσσυϱίων, ϗ σϰῆϖτϱον Αἰγύϖτȣ ϖεϱιαιϱεϑήσεται.

10:12 ϗ ϰατισχύσω αὐτȣ̀ς ἐν ϰυϱίῳ ϑεῷ αὐτῶν, ϗ ἐν τῷ ὀνόματι αὐτȣ̃ ϰαταϰαυχήσονται, λέγει ϰύϱιος.

11:1 Διάνοιξον, ὁ Λίϐανος, τὰς ϑύϱας σȣ, ϗ ϰαταφαγέτω ϖῦϱ τὰς ϰέδϱȣς σȣ·

11:2 ὀλολυξάτω ϖίτυς, διότι ϖέϖτωϰεν ϰέδϱος, ὅτι μεγάλως μεγιϛᾶνες ἐταλαιϖώϱησαν· ὀλολύξατε, δϱύες τῆς Βασανίτιδος, ὅτι ϰατεσϖάσϑη ὁ δϱυμὸς ὁ σύμφυτος.

11:3 φωνὴ ϑϱηνȣ́ντων ϖοιμένων, ὅτι τεταλαιϖώϱηϰεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠϱυομένων λεόντων, ὅτι τεταλαιϖώϱηϰεν τὸ φϱύαγμα τȣ̃ Ιοϱδάνȣ.

11:4 τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Ποιμαίνετε τὰ ϖϱόϐατα τῆς σφαγῆς,

11:5 ἃ οἱ ϰτησάμενοι ϰατέσφαζον ϗ ȣ̓ μετεμέλοντο, ϗ οἱ ϖωλȣ̃ντες αὐτὰ ἔλεγον Εὐλογητὸς ϰύϱιος ϗ ϖεϖλȣτήϰαμεν, ϗ οἱ ϖοιμένες αὐτῶν ȣ̓ϰ ἔϖασχον ȣ̓δὲν ἐϖ’ αὐτοῖς.

11:6 διὰ τȣ̃το ȣ̓ φείσομαι ȣ̓ϰέτι ἐϖὶ τȣ̀ς ϰατοιϰȣ̃ντας τὴν γῆν, λέγει ϰύϱιος, ϗ ἰδȣ̀ ἐγὼ ϖαϱαδίδωμι τȣ̀ς ἀνϑϱώϖȣς ἕϰαϛον εἰς χεῖϱας τȣ̃ ϖλησίον αὐτȣ̃ ϗ εἰς χεῖϱας ϐασιλέως αὐτȣ̃, ϗ ϰαταϰόψȣσιν τὴν γῆν, ϗ ȣ̓ μὴ ἐξέλωμαι ἐϰ χειϱὸς αὐτῶν.

11:7 ϗ ϖοιμανῶ τὰ ϖϱόϐατα τῆς σφαγῆς εἰς τὴν Χαναανῖτιν· ϗ λήμψομαι ἐμαυτῷ δύο ῥάϐδȣς – τὴν μίαν ἐϰάλεσα Κάλλος ϗ τὴν ἑτέϱαν ἐϰάλεσα Σχοίνισμα – ϗ ϖοιμανῶ τὰ ϖϱόϐατα.

11:8 ϗ ἐξαϱῶ τȣ̀ς τϱεῖς ϖοιμένας ἐν μηνὶ ἑνί, ϗ ϐαϱυνϑήσεται ἡ ψυχή μȣ ἐϖ’ αὐτȣ́ς, ϗ γὰϱ αἱ ψυχαὶ αὐτῶν ἐϖωϱύοντο ἐϖ’ ἐμέ.

11:9 ϗ εἶϖα Ȣ̓ ϖοιμανῶ ὑμᾶς· τὸ ἀϖοϑνῇσϰον ἀϖοϑνῃσϰέτω, ϗ τὸ ἐϰλεῖϖον ἐϰλειϖέτω, ϗ τὰ ϰατάλοιϖα ϰατεσϑιέτωσαν ἕϰαϛος τὰς σάϱϰας τȣ̃ ϖλησίον αὐτȣ̃.

11:10 ϗ λήμψομαι τὴν ῥάϐδον μȣ τὴν ϰαλὴν ϗ ἀϖοϱϱίψω αὐτὴν τȣ̃ διασϰεδάσαι τὴν διαϑήϰην μȣ, ἣν διεϑέμην ϖϱὸς ϖάντας τȣ̀ς λαȣ́ς·

11:11 ϗ διασϰεδασϑήσεται ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, ϗ γνώσονται οἱ Χαναναῖοι τὰ ϖϱόϐατα τὰ φυλασσόμενα, διότι λόγος ϰυϱίȣ ἐϛίν.

11:12 ϗ ἐϱῶ ϖϱὸς αὐτȣ́ς Εἰ ϰαλὸν ἐνώϖιον ὑμῶν ἐϛιν, δότε ϛήσαντες τὸν μισϑόν μȣ ἢ ἀϖείϖασϑε· ϗ ἔϛησαν τὸν μισϑόν μȣ τϱιάϰοντα ἀϱγυϱȣ̃ς.

11:13 ϗ εἶϖεν ϰύϱιος ϖϱός με Κάϑες αὐτȣ̀ς εἰς τὸ χωνευτήϱιον, ϗ σϰέψαι εἰ δόϰιμόν ἐϛιν, ὃν τϱόϖον ἐδοϰιμάσϑην ὑϖὲϱ αὐτῶν. ϗ ἔλαϐον τȣ̀ς τϱιάϰοντα ἀϱγυϱȣ̃ς ϗ ἐνέϐαλον αὐτȣ̀ς εἰς τὸν οἶϰον ϰυϱίȣ εἰς τὸ χωνευτήϱιον.

11:14 ϗ ἀϖέϱϱιψα τὴν ῥάϐδον τὴν δευτέϱαν, τὸ Σχοίνισμα, τȣ̃ διασϰεδάσαι τὴν ϰατάσχεσιν ἀνὰ μέσον Ιȣδα ϗ ἀνὰ μέσον τȣ̃ Ισϱαηλ.

11:15 Ϗ εἶϖεν ϰύϱιος ϖϱός με Ἔτι λαϐὲ σεαυτῷ σϰεύη ϖοιμενιϰὰ ϖοιμένος ἀϖείϱȣ.

11:16 διότι ἰδȣ̀ ἐγὼ ἐξεγείϱω ϖοιμένα ἐϖὶ τὴν γῆν· τὸ ἐϰλιμϖάνον ȣ̓ μὴ ἐϖισϰέψηται ϗ τὸ διεσϰοϱϖισμένον ȣ̓ μὴ ζητήσῃ ϗ τὸ συντετϱιμμένον ȣ̓ μὴ ἰάσηται ϗ τὸ ὁλόϰληϱον ȣ̓ μὴ ϰατευϑύνῃ ϗ τὰ ϰϱέα τῶν ἐϰλεϰτῶν ϰαταφάγεται ϗ τȣ̀ς ἀϛϱαγάλȣς αὐτῶν ἐϰϛϱέψει.

11:17 ὦ οἱ ϖοιμαίνοντες τὰ μάταια ϗ οἱ ϰαταλελοιϖότες τὰ ϖϱόϐατα· μάχαιϱα ἐϖὶ τȣ̀ς ϐϱαχίονας αὐτȣ̃ ϗ ἐϖὶ τὸν ὀφϑαλμὸν τὸν δεξιὸν αὐτȣ̃· ὁ ϐϱαχίων αὐτȣ̃ ξηϱαινόμενος ξηϱανϑήσεται, ϗ ὁ ὀφϑαλμὸς ὁ δεξιὸς αὐτȣ̃ ἐϰτυφλȣ́μενος ἐϰτυφλωϑήσεται.

12:1 Λῆμμα λόγȣ ϰυϱίȣ ἐϖὶ τὸν Ισϱαηλ· λέγει ϰύϱιος ἐϰτείνων ȣ̓ϱανὸν ϗ ϑεμελιῶν γῆν ϗ ϖλάσσων ϖνεῦμα ἀνϑϱώϖȣ ἐν αὐτῷ

12:2 Ἰδȣ̀ ἐγὼ τίϑημι τὴν Ιεϱȣσαλημ ὡς ϖϱόϑυϱα σαλευόμενα ϖᾶσι τοῖς λαοῖς ϰύϰλῳ, ϗ ἐν τῇ Ιȣδαίᾳ ἔϛαι ϖεϱιοχὴ ἐϖὶ Ιεϱȣσαλημ.

12:3 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϑήσομαι τὴν Ιεϱȣσαλημ λίϑον ϰαταϖατȣ́μενον ϖᾶσιν τοῖς ἔϑνεσιν· ϖᾶς ὁ ϰαταϖατῶν αὐτὴν ἐμϖαίζων ἐμϖαίξεται, ϗ ἐϖισυναχϑήσονται ἐϖ’ αὐτὴν ϖάντα τὰ ἔϑνη τῆς γῆς.

12:4 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϖατάξω ϖάντα ἵϖϖον ἐν ἐϰϛάσει ϗ τὸν ἀναϐάτην αὐτȣ̃ ἐν ϖαϱαφϱονήσει, ἐϖὶ δὲ τὸν οἶϰον Ιȣδα διανοίξω τȣ̀ς ὀφϑαλμȣ́ς μȣ ϗ ϖάντας τȣ̀ς ἵϖϖȣς τῶν λαῶν ϖατάξω ἐν ἀϖοτυφλώσει.

12:5 ϗ ἐϱȣ̃σιν οἱ χιλίαϱχοι Ιȣδα ἐν ταῖς ϰαϱδίαις αὐτῶν Εὑϱήσομεν ἑαυτοῖς τȣ̀ς ϰατοιϰȣ̃ντας Ιεϱȣσαλημ ἐν ϰυϱίῳ ϖαντοϰϱάτοϱι ϑεῷ αὐτῶν.

12:6 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϑήσομαι τȣ̀ς χιλιάϱχȣς Ιȣδα ὡς δαλὸν ϖυϱὸς ἐν ξύλοις ϗ ὡς λαμϖάδα ϖυϱὸς ἐν ϰαλάμῃ, ϗ ϰαταφάγονται ἐϰ δεξιῶν ϗ ἐξ εὐωνύμων ϖάντας τȣ̀ς λαȣ̀ς ϰυϰλόϑεν, ϗ ϰατοιϰήσει Ιεϱȣσαλημ ἔτι ϰαϑ’ ἑαυτήν.

12:7 ϗ σώσει ϰύϱιος τὰ σϰηνώματα Ιȣδα ϰαϑὼς ἀϖ’ ἀϱχῆς, ὅϖως μὴ μεγαλύνηται ϰαύχημα οἴϰȣ Δαυιδ ϗ ἔϖαϱσις τῶν ϰατοιϰȣ́ντων Ιεϱȣσαλημ ἐϖὶ τὸν Ιȣδαν.

12:8 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ὑϖεϱασϖιεῖ ϰύϱιος ὑϖὲϱ τῶν ϰατοιϰȣ́ντων Ιεϱȣσαλημ, ϗ ἔϛαι ὁ ἀσϑενῶν ἐν αὐτοῖς ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ ὡς οἶϰος Δαυιδ, ὁ δὲ οἶϰος Δαυιδ ὡς οἶϰος ϑεȣ̃, ὡς ἄγγελος ϰυϱίȣ ἐνώϖιον αὐτῶν.

12:9 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ζητήσω τȣ̃ ἐξᾶϱαι ϖάντα τὰ ἔϑνη τὰ ἐϖεϱχόμενα ἐϖὶ Ιεϱȣσαλημ.

12:10 ϗ ἐϰχεῶ ἐϖὶ τὸν οἶϰον Δαυιδ ϗ ἐϖὶ τȣ̀ς ϰατοιϰȣ̃ντας Ιεϱȣσαλημ ϖνεῦμα χάϱιτος ϗ οἰϰτιϱμȣ̃, ϗ ἐϖιϐλέψονται ϖϱός με ἀνϑ’ ὧν ϰατωϱχήσαντο ϗ ϰόψονται ἐϖ’ αὐτὸν ϰοϖετὸν ὡς ἐϖ’ ἀγαϖητὸν ϗ ὀδυνηϑήσονται ὀδύνην ὡς ἐϖὶ ϖϱωτοτόϰῳ.

12:11 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ μεγαλυνϑήσεται ὁ ϰοϖετὸς ἐν Ιεϱȣσαλημ ὡς ϰοϖετὸς ῥοῶνος ἐν ϖεδίῳ ἐϰϰοϖτομένȣ,

12:12 ϗ ϰόψεται ἡ γῆ ϰατὰ φυλὰς φυλάς, φυλὴ ϰαϑ’ ἑαυτὴν ϗ αἱ γυναῖϰες αὐτῶν ϰαϑ’ ἑαυτάς, φυλὴ οἴϰȣ Δαυιδ ϰαϑ’ ἑαυτὴν ϗ αἱ γυναῖϰες αὐτῶν ϰαϑ’ ἑαυτάς, φυλὴ οἴϰȣ Ναϑαν ϰαϑ’ ἑαυτὴν ϗ αἱ γυναῖϰες αὐτῶν ϰαϑ’ ἑαυτάς,

12:13 φυλὴ οἴϰȣ Λευι ϰαϑ’ ἑαυτὴν ϗ αἱ γυναῖϰες αὐτῶν ϰαϑ’ ἑαυτάς, φυλὴ τȣ̃ Συμεων ϰαϑ’ ἑαυτὴν ϗ αἱ γυναῖϰες αὐτῶν ϰαϑ’ ἑαυτάς,

12:14 ϖᾶσαι αἱ φυλαὶ αἱ ὑϖολελειμμέναι φυλὴ ϰαϑ’ ἑαυτὴν ϗ αἱ γυναῖϰες αὐτῶν ϰαϑ’ ἑαυτάς.

13:1 Ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϛαι ϖᾶς τόϖος διανοιγόμενος ἐν τῷ οἴϰῳ Δαυιδ.

13:2 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ, λέγει ϰύϱιος, ἐξολεϑϱεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀϖὸ τῆς γῆς, ϗ ȣ̓ϰέτι ἔϛαι αὐτῶν μνεία· ϗ τȣ̀ς ψευδοϖϱοφήτας ϗ τὸ ϖνεῦμα τὸ ἀϰάϑαϱτον ἐξαϱῶ ἀϖὸ τῆς γῆς.

13:3 ϗ ἔϛαι ἐὰν ϖϱοφητεύσῃ ἄνϑϱωϖος ἔτι, ϗ ἐϱεῖ ϖϱὸς αὐτὸν ὁ ϖατὴϱ αὐτȣ̃ ϗ ἡ μήτηϱ αὐτȣ̃ οἱ γεννήσαντες αὐτόν Ȣ̓ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐϖ’ ὀνόματι ϰυϱίȣ· ϗ συμϖοδιȣ̃σιν αὐτὸν ὁ ϖατὴϱ αὐτȣ̃ ϗ ἡ μήτηϱ αὐτȣ̃ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ ϖϱοφητεύειν αὐτόν.

13:4 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ϰαταισχυνϑήσονται οἱ ϖϱοφῆται, ἕϰαϛος ἐϰ τῆς ὁϱάσεως αὐτȣ̃ ἐν τῷ ϖϱοφητεύειν αὐτόν, ϗ ἐνδύσονται δέϱϱιν τϱιχίνην ἀνϑ’ ὧν ἐψεύσαντο.

13:5 ϗ ἐϱεῖ Ȣ̓́ϰ εἰμι ϖϱοφήτης ἐγώ, διότι ἄνϑϱωϖος ἐϱγαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνϑϱωϖος ἐγέννησέν με ἐϰ νεότητός μȣ.

13:6 ϗ ἐϱῶ ϖϱὸς αὐτόν Τί αἱ ϖληγαὶ αὗται ἀνὰ μέσον τῶν χειϱῶν σȣ; ϗ ἐϱεῖ Ἃς ἐϖλήγην ἐν τῷ οἴϰῳ τῷ ἀγαϖητῷ μȣ.

13:7 Ῥομφαία, ἐξεγέϱϑητι ἐϖὶ τȣ̀ς ϖοιμένας μȣ ϗ ἐϖ’ ἄνδϱα ϖολίτην μȣ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ· ϖατάξατε τȣ̀ς ϖοιμένας ϗ ἐϰσϖάσατε τὰ ϖϱόϐατα, ϗ ἐϖάξω τὴν χεῖϱά μȣ ἐϖὶ τȣ̀ς ϖοιμένας.

13:8 ϗ ἔϛαι ἐν ϖάσῃ τῇ γῇ, λέγει ϰύϱιος, τὰ δύο μέϱη ἐξολεϑϱευϑήσεται ϗ ἐϰλείψει, τὸ δὲ τϱίτον ὑϖολειφϑήσεται ἐν αὐτῇ·

13:9 ϗ διάξω τὸ τϱίτον διὰ ϖυϱὸς ϗ ϖυϱώσω αὐτȣ́ς, ὡς ϖυϱȣ̃ται τὸ ἀϱγύϱιον, ϗ δοϰιμῶ αὐτȣ́ς, ὡς δοϰιμάζεται τὸ χϱυσίον· αὐτὸς ἐϖιϰαλέσεται τὸ ὄνομά μȣ, ϰἀγὼ ἐϖαϰȣ́σομαι αὐτῷ ϗ ἐϱῶ Λαός μȣ ȣ̔͂τός ἐϛιν, ϗ αὐτὸς ἐϱεῖ Κύϱιος ὁ ϑεός μȣ.

14:1 Ἰδȣ̀ ἡμέϱαι ἔϱχονται τȣ̃ ϰυϱίȣ, ϗ διαμεϱισϑήσεται τὰ σϰῦλά σȣ ἐν σοί.

14:2 ϗ ἐϖισυνάξω ϖάντα τὰ ἔϑνη ἐϖὶ Ιεϱȣσαλημ εἰς ϖόλεμον, ϗ ἁλώσεται ἡ ϖόλις, ϗ διαϱϖαγήσονται αἱ οἰϰίαι, ϗ αἱ γυναῖϰες μολυνϑήσονται, ϗ ἐξελεύσεται τὸ ἥμισυ τῆς ϖόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ ϰατάλοιϖοι τȣ̃ λαȣ̃ μȣ ȣ̓ μὴ ἐξολεϑϱευϑῶσιν ἐϰ τῆς ϖόλεως.

14:3 ϗ ἐξελεύσεται ϰύϱιος ϗ ϖαϱατάξεται ἐν τοῖς ἔϑνεσιν ἐϰείνοις ϰαϑὼς ἡμέϱα ϖαϱατάξεως αὐτȣ̃ ἐν ἡμέϱᾳ ϖολέμȣ.

14:4 ϗ ϛήσονται οἱ ϖόδες αὐτȣ̃ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἐϖὶ τὸ ὄϱος τῶν ἐλαιῶν τὸ ϰατέναντι Ιεϱȣσαλημ ἐξ ἀνατολῶν· ϗ σχισϑήσεται τὸ ὄϱος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτȣ̃ ϖϱὸς ἀνατολὰς ϗ τὸ ἥμισυ αὐτȣ̃ ϖϱὸς ϑάλασσαν, χάος μέγα σφόδϱα· ϗ ϰλινεῖ τὸ ἥμισυ τȣ̃ ὄϱȣς ϖϱὸς ϐοϱϱᾶν ϗ τὸ ἥμισυ αὐτȣ̃ ϖϱὸς νότον.

14:5 ϗ ἐμφϱαχϑήσεται φάϱαγξ ὀϱέων μȣ, ϗ ἐγϰολληϑήσεται φάϱαγξ ὀϱέων ἕως Ιασολ ϗ ἐμφϱαχϑήσεται ϰαϑὼς ἐνεφϱάγη ἐν ταῖς ἡμέϱαις τȣ̃ σεισμȣ̃ ἐν ἡμέϱαις Οζιȣ ϐασιλέως Ιȣδα· ϗ ἥξει ϰύϱιος ὁ ϑεός μȣ ϗ ϖάντες οἱ ἅγιοι μετ’ αὐτȣ̃.

14:6 ἐν ἐϰείνῃ τῇ ἡμέϱᾳ ȣ̓ϰ ἔϛαι φῶς ϗ ψῦχος ϗ ϖάγος·

14:7 ἔϛαι μίαν ἡμέϱαν, ϗ ἡ ἡμέϱα ἐϰείνη γνωϛὴ τῷ ϰυϱίῳ, ϗ ȣ̓χ ἡμέϱα ϗ ȣ̓ νύξ, ϗ ϖϱὸς ἑσϖέϱαν ἔϛαι φῶς.

14:8 ϗ ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἐξελεύσεται ὕδωϱ ζῶν ἐξ Ιεϱȣσαλημ, τὸ ἥμισυ αὐτȣ̃ εἰς τὴν ϑάλασσαν τὴν ϖϱώτην ϗ τὸ ἥμισυ αὐτȣ̃ εἰς τὴν ϑάλασσαν τὴν ἐσχάτην, ϗ ἐν ϑέϱει ϗ ἐν ἔαϱι ἔϛαι ȣ̔́τως.

14:9 ϗ ἔϛαι ϰύϱιος εἰς ϐασιλέα ἐϖὶ ϖᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϛαι ϰύϱιος εἷς ϗ τὸ ὄνομα αὐτȣ̃ ἕν.

14:10 ϰυϰλῶν ϖᾶσαν τὴν γῆν ϗ τὴν ἔϱημον ἀϖὸ Γαϐε ἕως Ρεμμων ϰατὰ νότον Ιεϱȣσαλημ· Ραμα δὲ ἐϖὶ τόϖȣ μενεῖ ἀϖὸ τῆς ϖύλης Βενιαμιν ἕως τȣ̃ τόϖȣ τῆς ϖύλης τῆς ϖϱώτης, ἕως τῆς ϖύλης τῶν γωνιῶν ϗ ἕως τȣ̃ ϖύϱγȣ Ανανεηλ, ἕως τῶν ὑϖοληνίων τȣ̃ ϐασιλέως.

14:11 ϰατοιϰήσȣσιν ἐν αὐτῇ, ϗ ȣ̓ϰ ἔϛαι ἀνάϑεμα ἔτι, ϗ ϰατοιϰήσει Ιεϱȣσαλημ ϖεϖοιϑότως.

14:12 Ϗ αὕτη ἔϛαι ἡ ϖτῶσις, ἣν ϰόψει ϰύϱιος ϖάντας τȣ̀ς λαȣ́ς, ὅσοι ἐϖεϛϱάτευσαν ἐϖὶ Ιεϱȣσαλημ· ταϰήσονται αἱ σάϱϰες αὐτῶν ἑϛηϰότων αὐτῶν ἐϖὶ τȣ̀ς ϖόδας αὐτῶν, ϗ οἱ ὀφϑαλμοὶ αὐτῶν ῥυήσονται ἐϰ τῶν ὀϖῶν αὐτῶν, ϗ ἡ γλῶσσα αὐτῶν ταϰήσεται ἐν τῷ ϛόματι αὐτῶν.

14:13 ϗ ἔϛαι ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϰϛασις ϰυϱίȣ ἐϖ’ αὐτȣ̀ς μεγάλη, ϗ ἐϖιλήμψονται ἕϰαϛος τῆς χειϱὸς τȣ̃ ϖλησίον αὐτȣ̃, ϗ συμϖλαϰήσεται ἡ χεὶϱ αὐτȣ̃ ϖϱὸς χεῖϱα τȣ̃ ϖλησίον αὐτȣ̃.

14:14 ϗ ὁ Ιȣδας ϖαϱατάξεται ἐν Ιεϱȣσαλημ ϗ συνάξει τὴν ἰσχὺν ϖάντων τῶν λαῶν ϰυϰλόϑεν, χϱυσίον ϗ ἀϱγύϱιον ϗ ἱματισμὸν εἰς ϖλῆϑος σφόδϱα.

14:15 ϗ αὕτη ἔϛαι ἡ ϖτῶσις τῶν ἵϖϖων ϗ τῶν ἡμιόνων ϗ τῶν ϰαμήλων ϗ τῶν ὄνων ϗ ϖάντων τῶν ϰτηνῶν τῶν ὄντων ἐν ταῖς ϖαϱεμϐολαῖς ἐϰείναις ϰατὰ τὴν ϖτῶσιν ταύτην.

14:16 ϗ ἔϛαι ὅσοι ἐὰν ϰαταλειφϑῶσιν ἐϰ ϖάντων τῶν ἐϑνῶν τῶν ἐλϑόντων ἐϖὶ Ιεϱȣσαλημ, ϗ ἀναϐήσονται ϰατ’ ἐνιαυτὸν τȣ̃ ϖϱοσϰυνῆσαι τῷ ϐασιλεῖ ϰυϱίῳ ϖαντοϰϱάτοϱι ϗ τȣ̃ ἑοϱτάζειν τὴν ἑοϱτὴν τῆς σϰηνοϖηγίας.

14:17 ϗ ἔϛαι ὅσοι ἐὰν μὴ ἀναϐῶσιν ἐϰ ϖασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ιεϱȣσαλημ τȣ̃ ϖϱοσϰυνῆσαι τῷ ϐασιλεῖ ϰυϱίῳ ϖαντοϰϱάτοϱι, ϗ ȣ̔͂τοι ἐϰείνοις ϖϱοϛεϑήσονται.

14:18 ἐὰν δὲ φυλὴ Αἰγύϖτȣ μὴ ἀναϐῇ μηδὲ ἔλϑῃ ἐϰεῖ, ϗ ἐϖὶ τȣ́τοις ἔϛαι ἡ ϖτῶσις, ἣν ϖατάξει ϰύϱιος ϖάντα τὰ ἔϑνη, ὅσα ἐὰν μὴ ἀναϐῇ τȣ̃ ἑοϱτάσαι τὴν ἑοϱτὴν τῆς σϰηνοϖηγίας.

14:19 αὕτη ἔϛαι ἡ ἁμαϱτία Αἰγύϖτȣ ϗ ἡ ἁμαϱτία ϖάντων τῶν ἐϑνῶν, ὅσα ἂν μὴ ἀναϐῇ τȣ̃ ἑοϱτάσαι τὴν ἑοϱτὴν τῆς σϰηνοϖηγίας.

14:20 ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ ἔϛαι τὸ ἐϖὶ τὸν χαλινὸν τȣ̃ ἵϖϖȣ ἅγιον τῷ ϰυϱίῳ ϖαντοϰϱάτοϱι, ϗ ἔσονται οἱ λέϐητες οἱ ἐν τῷ οἴϰῳ ϰυϱίȣ ὡς φιάλαι ϖϱὸ ϖϱοσώϖȣ τȣ̃ ϑυσιαϛηϱίȣ,

14:21 ϗ ἔϛαι ϖᾶς λέϐης ἐν Ιεϱȣσαλημ ϗ ἐν τῷ Ιȣδα ἅγιον τῷ ϰυϱίῳ ϖαντοϰϱάτοϱι· ϗ ἥξȣσιν ϖάντες οἱ ϑυσιάζοντες ϗ λήμψονται ἐξ αὐτῶν ϗ ἑψήσȣσιν ἐν αὐτοῖς. ϗ ȣ̓ϰ ἔϛαι Χαναναῖος ȣ̓ϰέτι ἐν τῷ οἴϰῳ ϰυϱίȣ ϖαντοϰϱάτοϱος ἐν τῇ ἡμέϱᾳ ἐϰείνῃ.

Μαλαχίας

1:1 Λῆμμα λόγȣ ϰυϱίȣ ἐϖὶ τὸν Ισϱαηλ ἐν χειϱὶ ἀγγέλȣ αὐτȣ̃· ϑέσϑε δὴ ἐϖὶ τὰς ϰαϱδίας ὑμῶν.

1:2 Ἠγάϖησα ὑμᾶς, λέγει ϰύϱιος. ϗ εἴϖατε Ἐν τίνι ἠγάϖησας ἡμᾶς; ȣ̓ϰ ἀδελφὸς ἦν Ησαυ τȣ̃ Ιαϰωϐ; λέγει ϰύϱιος· ϗ ἠγάϖησα τὸν Ιαϰωϐ,

1:3 τὸν δὲ Ησαυ ἐμίσησα ϗ ἔταξα τὰ ὅϱια αὐτȣ̃ εἰς ἀφανισμὸν ϗ τὴν ϰληϱονομίαν αὐτȣ̃ εἰς δόματα ἐϱήμȣ.

1:4 διότι ἐϱεῖ ἡ Ιδȣμαία Κατέϛϱαϖται, ϗ ἐϖιϛϱέψωμεν ϗ ἀνοιϰοδομήσωμεν τὰς ἐϱήμȣς· τάδε λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ Αὐτοὶ οἰϰοδομήσȣσιν, ϗ ἐγὼ ϰαταϛϱέψω· ϗ ἐϖιϰληϑήσεται αὐτοῖς ὅϱια ἀνομίας ϗ λαὸς ἐφ’ ὃν ϖαϱατέταϰται ϰύϱιος ἕως αἰῶνος.

1:5 ϗ οἱ ὀφϑαλμοὶ ὑμῶν ὄψονται, ϗ ὑμεῖς ἐϱεῖτε Ἐμεγαλύνϑη ϰύϱιος ὑϖεϱάνω τῶν ὁϱίων τȣ̃ Ισϱαηλ.

1:6 ϒἱὸς δοξάζει ϖατέϱα ϗ δȣ̃λος τὸν ϰύϱιον αὐτȣ̃. ϗ εἰ ϖατήϱ εἰμι ἐγώ, ϖȣ̃ ἐϛιν ἡ δόξα μȣ; ϗ εἰ ϰύϱιός εἰμι ἐγώ, ϖȣ̃ ἐϛιν ὁ φόϐος μȣ; λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ. ὑμεῖς οἱ ἱεϱεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μȣ· ϗ εἴϖατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σȣ;

1:7 ϖϱοσάγοντες ϖϱὸς τὸ ϑυσιαϛήϱιόν μȣ ἄϱτȣς ἠλισγημένȣς. ϗ εἴϖατε Ἐν τίνι ἠλισγήσαμεν αὐτȣ́ς; ἐν τῷ λέγειν ὑμᾶς Τϱάϖεζα ϰυϱίȣ ἐξȣδενωμένη ἐϛὶν ϗ τὰ ἐϖιτιϑέμενα ϐϱώματα ἐξȣδενωμένα.

1:8 διότι ἐὰν ϖϱοσαγάγητε τυφλὸν εἰς ϑυσίαν, ȣ̓ ϰαϰόν; ϗ ἐὰν ϖϱοσαγάγητε χωλὸν ἢ ἄϱϱωϛον, ȣ̓ ϰαϰόν; ϖϱοσάγαγε δὴ αὐτὸ τῷ ἡγȣμένῳ σȣ, εἰ ϖϱοσδέξεται αὐτό, εἰ λήμψεται ϖϱόσωϖόν σȣ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

1:9 ϗ νῦν ἐξιλάσϰεσϑε τὸ ϖϱόσωϖον τȣ̃ ϑεȣ̃ ὑμῶν ϗ δεήϑητε αὐτȣ̃· ἐν χεϱσὶν ὑμῶν γέγονεν ταῦτα· εἰ λήμψομαι ἐξ ὑμῶν ϖϱόσωϖα ὑμῶν; λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

1:10 διότι ϗ ἐν ὑμῖν συγϰλεισϑήσονται ϑύϱαι, ϗ ȣ̓ϰ ἀνάψετε τὸ ϑυσιαϛήϱιόν μȣ δωϱεάν· ȣ̓ϰ ἔϛιν μȣ ϑέλημα ἐν ὑμῖν, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ ϑυσίαν ȣ̓ ϖϱοσδέξομαι ἐϰ τῶν χειϱῶν ὑμῶν.

1:11 διότι ἀϖ’ ἀνατολῶν ἡλίȣ ἕως δυσμῶν τὸ ὄνομά μȣ δεδόξαϛαι ἐν τοῖς ἔϑνεσιν, ϗ ἐν ϖαντὶ τόϖῳ ϑυμίαμα ϖϱοσάγεται τῷ ὀνόματί μȣ ϗ ϑυσία ϰαϑαϱά, διότι μέγα τὸ ὄνομά μȣ ἐν τοῖς ἔϑνεσιν, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

1:12 ὑμεῖς δὲ ϐεϐηλȣ̃τε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τϱάϖεζα ϰυϱίȣ ἠλισγημένη ἐϛίν, ϗ τὰ ἐϖιτιϑέμενα ἐξȣδένωνται ϐϱώματα αὐτȣ̃.

1:13 ϗ εἴϖατε Ταῦτα ἐϰ ϰαϰοϖαϑείας ἐϛίν, ϗ ἐξεφύσησα αὐτὰ λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ· ϗ εἰσεφέϱετε ἁϱϖάγματα ϗ τὰ χωλὰ ϗ τὰ ἐνοχλȣ́μενα· ϗ ἐὰν φέϱητε τὴν ϑυσίαν, εἰ ϖϱοσδέξομαι αὐτὰ ἐϰ τῶν χειϱῶν ὑμῶν; λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

1:14 ϗ ἐϖιϰατάϱατος ὃς ἦν δυνατὸς ϗ ὑϖῆϱχεν ἐν τῷ ϖοιμνίῳ αὐτȣ̃ ἄϱσεν ϗ εὐχὴ αὐτȣ̃ ἐϖ’ αὐτῷ ϗ ϑύει διεφϑαϱμένον τῷ ϰυϱίῳ· διότι ϐασιλεὺς μέγας ἐγώ εἰμι, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ τὸ ὄνομά μȣ ἐϖιφανὲς ἐν τοῖς ἔϑνεσιν.

2:1 Ϗ νῦν ἡ ἐντολὴ αὕτη ϖϱὸς ὑμᾶς, οἱ ἱεϱεῖς·

2:2 ἐὰν μὴ ἀϰȣ́σητε, ϗ ἐὰν μὴ ϑῆσϑε εἰς τὴν ϰαϱδίαν ὑμῶν τȣ̃ δȣ̃ναι δόξαν τῷ ὀνόματί μȣ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ ἐξαϖοϛελῶ ἐφ’ ὑμᾶς τὴν ϰατάϱαν ϗ ἐϖιϰαταϱάσομαι τὴν εὐλογίαν ὑμῶν ϗ ϰαταϱάσομαι αὐτήν· ϗ διασϰεδάσω τὴν εὐλογίαν ὑμῶν, ϗ ȣ̓ϰ ἔϛαι ἐν ὑμῖν, ὅτι ὑμεῖς ȣ̓ τίϑεσϑε εἰς τὴν ϰαϱδίαν ὑμῶν.

2:3 ἰδȣ̀ ἐγὼ ἀφοϱίζω ὑμῖν τὸν ὦμον ϗ σϰοϱϖιῶ ἤνυϛϱον ἐϖὶ τὰ ϖϱόσωϖα ὑμῶν, ἤνυϛϱον ἑοϱτῶν ὑμῶν, ϗ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό·

2:4 ϗ ἐϖιγνώσεσϑε διότι ἐγὼ ἐξαϖέϛαλϰα ϖϱὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τȣ̃ εἶναι τὴν διαϑήϰην μȣ ϖϱὸς τȣ̀ς Λευίτας, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

2:5 ἡ διαϑήϰη μȣ ἦν μετ’ αὐτȣ̃ τῆς ζωῆς ϗ τῆς εἰϱήνης, ϗ ἔδωϰα αὐτῷ ἐν φόϐῳ φοϐεῖσϑαί με ϗ ἀϖὸ ϖϱοσώϖȣ ὀνόματός μȣ ϛέλλεσϑαι αὐτόν.

2:6 νόμος ἀληϑείας ἦν ἐν τῷ ϛόματι αὐτȣ̃, ϗ ἀδιϰία ȣ̓χ εὑϱέϑη ἐν χείλεσιν αὐτȣ̃· ἐν εἰϱήνῃ ϰατευϑύνων ἐϖοϱεύϑη μετ’ ἐμȣ̃ ϗ ϖολλȣ̀ς ἐϖέϛϱεψεν ἀϖὸ ἀδιϰίας.

2:7 ὅτι χείλη ἱεϱέως φυλάξεται γνῶσιν, ϗ νόμον ἐϰζητήσȣσιν ἐϰ ϛόματος αὐτȣ̃, διότι ἄγγελος ϰυϱίȣ ϖαντοϰϱάτοϱός ἐϛιν.

2:8 ὑμεῖς δὲ ἐξεϰλίνατε ἐϰ τῆς ὁδȣ̃ ϗ ϖολλȣ̀ς ἠσϑενήσατε ἐν νόμῳ, διεφϑείϱατε τὴν διαϑήϰην τȣ̃ Λευι, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

2:9 ϰἀγὼ δέδωϰα ὑμᾶς ἐξȣδενωμένȣς ϗ ϖαϱειμένȣς εἰς ϖάντα τὰ ἔϑνη, ἀνϑ’ ὧν ὑμεῖς ȣ̓ϰ ἐφυλάξασϑε τὰς ὁδȣ́ς μȣ, ἀλλὰ ἐλαμϐάνετε ϖϱόσωϖα ἐν νόμῳ.

2:10 Ȣ̓χὶ ϑεὸς εἷς ἔϰτισεν ὑμᾶς; ȣ̓χὶ ϖατὴϱ εἷς ϖάντων ὑμῶν; τί ὅτι ἐγϰατελίϖετε ἕϰαϛος τὸν ἀδελφὸν αὐτȣ̃ τȣ̃ ϐεϐηλῶσαι τὴν διαϑήϰην τῶν ϖατέϱων ὑμῶν;

2:11 ἐγϰατελείφϑη Ιȣδας, ϗ ϐδέλυγμα ἐγένετο ἐν τῷ Ισϱαηλ ϗ ἐν Ιεϱȣσαλημ, διότι ἐϐεϐήλωσεν Ιȣδας τὰ ἅγια ϰυϱίȣ, ἐν οἷς ἠγάϖησεν, ϗ ἐϖετήδευσεν εἰς ϑεȣ̀ς ἀλλοτϱίȣς.

2:12 ἐξολεϑϱεύσει ϰύϱιος τὸν ἄνϑϱωϖον τὸν ϖοιȣ̃ντα ταῦτα, ἕως ϗ ταϖεινωϑῇ ἐϰ σϰηνωμάτων Ιαϰωϐ ϗ ἐϰ ϖϱοσαγόντων ϑυσίαν τῷ ϰυϱίῳ ϖαντοϰϱάτοϱι.

2:13 ϗ ταῦτα, ἃ ἐμίσȣν, ἐϖοιεῖτε· ἐϰαλύϖτετε δάϰϱυσιν τὸ ϑυσιαϛήϱιον ϰυϱίȣ ϗ ϰλαυϑμῷ ϗ ϛεναγμῷ ἐϰ ϰόϖων. ἔτι ἄξιον ἐϖιϐλέψαι εἰς ϑυσίαν ἢ λαϐεῖν δεϰτὸν ἐϰ τῶν χειϱῶν ὑμῶν;

2:14 ϗ εἴϖατε Ἕνεϰεν τίνος; ὅτι ϰύϱιος διεμαϱτύϱατο ἀνὰ μέσον σȣ̃ ϗ ἀνὰ μέσον γυναιϰὸς νεότητός σȣ, ἣν ἐγϰατέλιϖες, ϗ αὐτὴ ϰοινωνός σȣ ϗ γυνὴ διαϑήϰης σȣ.

2:15 ϗ ȣ̓ϰ ἄλλος ἐϖοίησεν, ϗ ὑϖόλειμμα ϖνεύματος αὐτȣ̃. ϗ εἴϖατε Τί ἄλλο ἀλλ’ ἢ σϖέϱμα ζητεῖ ὁ ϑεός; ϗ φυλάξασϑε ἐν τῷ ϖνεύματι ὑμῶν, ϗ γυναῖϰα νεότητός σȣ μὴ ἐγϰαταλίϖῃς·

2:16 ἀλλὰ ἐὰν μισήσας ἐξαϖοϛείλῃς, λέγει ϰύϱιος ὁ ϑεὸς τȣ̃ Ισϱαηλ, ϗ ϰαλύψει ἀσέϐεια ἐϖὶ τὰ ἐνϑυμήματά σȣ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ. ϗ φυλάξασϑε ἐν τῷ ϖνεύματι ὑμῶν ϗ ȣ̓ μὴ ἐγϰαταλίϖητε.

2:17 Οἱ ϖαϱοξύνοντες τὸν ϑεὸν ἐν τοῖς λόγοις ὑμῶν ϗ εἴϖατε Ἐν τίνι ϖαϱωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ϖοιῶν ϖονηϱόν, ϰαλὸν ἐνώϖιον ϰυϱίȣ, ϗ ἐν αὐτοῖς αὐτὸς εὐδόϰησεν· ϰαί Πȣ̃ ἐϛιν ὁ ϑεὸς τῆς διϰαιοσύνης;

3:1 ἰδȣ̀ ἐγὼ ἐξαϖοϛέλλω τὸν ἄγγελόν μȣ, ϗ ἐϖιϐλέψεται ὁδὸν ϖϱὸ ϖϱοσώϖȣ μȣ, ϗ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτȣ̃ ϰύϱιος, ὃν ὑμεῖς ζητεῖτε, ϗ ὁ ἄγγελος τῆς διαϑήϰης, ὃν ὑμεῖς ϑέλετε· ἰδȣ̀ ἔϱχεται, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

3:2 ϗ τίς ὑϖομενεῖ ἡμέϱαν εἰσόδȣ αὐτȣ̃; ἢ τίς ὑϖοϛήσεται ἐν τῇ ὀϖτασίᾳ αὐτȣ̃; διότι αὐτὸς εἰσϖοϱεύεται ὡς ϖῦϱ χωνευτηϱίȣ ϗ ὡς ϖόα ϖλυνόντων.

3:3 ϗ ϰαϑιεῖται χωνεύων ϗ ϰαϑαϱίζων ὡς τὸ ἀϱγύϱιον ϗ ὡς τὸ χϱυσίον· ϗ ϰαϑαϱίσει τȣ̀ς υἱȣ̀ς Λευι ϗ χεεῖ αὐτȣ̀ς ὡς τὸ χϱυσίον ϗ ὡς τὸ ἀϱγύϱιον· ϗ ἔσονται τῷ ϰυϱίῳ ϖϱοσάγοντες ϑυσίαν ἐν διϰαιοσύνῃ.

3:4 ϗ ἀϱέσει τῷ ϰυϱίῳ ϑυσία Ιȣδα ϗ Ιεϱȣσαλημ ϰαϑὼς αἱ ἡμέϱαι τȣ̃ αἰῶνος ϗ ϰαϑὼς τὰ ἔτη τὰ ἔμϖϱοσϑεν.

3:5 ϗ ϖϱοσάξω ϖϱὸς ὑμᾶς ἐν ϰϱίσει ϗ ἔσομαι μάϱτυς ταχὺς ἐϖὶ τὰς φαϱμαϰȣ̀ς ϗ ἐϖὶ τὰς μοιχαλίδας ϗ ἐϖὶ τȣ̀ς ὀμνύοντας τῷ ὀνόματί μȣ ἐϖὶ ψεύδει ϗ ἐϖὶ τȣ̀ς ἀϖοϛεϱȣ̃ντας μισϑὸν μισϑωτȣ̃ ϗ τȣ̀ς ϰαταδυναϛεύοντας χήϱαν ϗ τȣ̀ς ϰονδυλίζοντας ὀϱφανȣ̀ς ϗ τȣ̀ς ἐϰϰλίνοντας ϰϱίσιν ϖϱοσηλύτȣ ϗ τȣ̀ς μὴ φοϐȣμένȣς με, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

3:6 Διότι ἐγὼ ϰύϱιος ὁ ϑεὸς ὑμῶν, ϗ ȣ̓ϰ ἠλλοίωμαι· ϗ ὑμεῖς, υἱοὶ Ιαϰωϐ, ȣ̓ϰ ἀϖέχεσϑε

3:7 ἀϖὸ τῶν ἀδιϰιῶν τῶν ϖατέϱων ὑμῶν, ἐξεϰλίνατε νόμιμά μȣ ϗ ȣ̓ϰ ἐφυλάξασϑε. ἐϖιϛϱέψατε ϖϱός με, ϗ ἐϖιϛϱαφήσομαι ϖϱὸς ὑμᾶς, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ. ϗ εἴϖατε Ἐν τίνι ἐϖιϛϱέψωμεν;

3:8 εἰ ϖτεϱνιεῖ ἄνϑϱωϖος ϑεόν; διότι ὑμεῖς ϖτεϱνίζετέ με. ϗ ἐϱεῖτε Ἐν τίνι ἐϖτεϱνίϰαμέν σε; ὅτι τὰ ἐϖιδέϰατα ϗ αἱ ἀϖαϱχαὶ μεϑ’ ὑμῶν εἰσιν·

3:9 ϗ ἀϖοϐλέϖοντες ὑμεῖς ἀϖοϐλέϖετε, ϗ ἐμὲ ὑμεῖς ϖτεϱνίζετε· τὸ ἔϑνος συνετελέσϑη.

3:10 ϗ εἰσηνέγϰατε ϖάντα τὰ ἐϰφόϱια εἰς τȣ̀ς ϑησαυϱȣ́ς, ϗ ἐν τῷ οἴϰῳ αὐτȣ̃ ἔϛαι ἡ διαϱϖαγὴ αὐτȣ̃. ἐϖισϰέψασϑε δὴ ἐν τȣ́τῳ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ἐὰν μὴ ἀνοίξω ὑμῖν τȣ̀ς ϰαταϱϱάϰτας τȣ̃ ȣ̓ϱανȣ̃ ϗ ἐϰχεῶ ὑμῖν τὴν εὐλογίαν μȣ ἕως τȣ̃ ἱϰανωϑῆναι·

3:11 ϗ διαϛελῶ ὑμῖν εἰς ϐϱῶσιν ϗ ȣ̓ μὴ διαφϑείϱω ὑμῶν τὸν ϰαϱϖὸν τῆς γῆς, ϗ ȣ̓ μὴ ἀσϑενήσῃ ὑμῶν ἡ ἄμϖελος ἡ ἐν τῷ ἀγϱῷ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

3:12 ϗ μαϰαϱιȣ̃σιν ὑμᾶς ϖάντα τὰ ἔϑνη, διότι ἔσεσϑε ὑμεῖς γῆ ϑελητή, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

3:13 Ἐϐαϱύνατε ἐϖ’ ἐμὲ τȣ̀ς λόγȣς ὑμῶν, λέγει ϰύϱιος, ϗ εἴϖατε Ἐν τίνι ϰατελαλήσαμεν ϰατὰ σȣ̃;

3:14 εἴϖατε Μάταιος ὁ δȣλεύων ϑεῷ, ϗ τί ϖλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτȣ̃ ϗ διότι ἐϖοϱεύϑημεν ἱϰέται ϖϱὸ ϖϱοσώϖȣ ϰυϱίȣ ϖαντοϰϱάτοϱος;

3:15 ϗ νῦν ἡμεῖς μαϰαϱίζομεν ἀλλοτϱίȣς, ϗ ἀνοιϰοδομȣ̃νται ϖάντες ϖοιȣ̃ντες ἄνομα ϗ ἀντέϛησαν ϑεῷ ϗ ἐσώϑησαν.

3:16 Ταῦτα ϰατελάλησαν οἱ φοϐȣ́μενοι τὸν ϰύϱιον, ἕϰαϛος ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃· ϗ ϖϱοσέσχεν ϰύϱιος ϗ εἰσήϰȣσεν ϗ ἔγϱαψεν ϐιϐλίον μνημοσύνȣ ἐνώϖιον αὐτȣ̃ τοῖς φοϐȣμένοις τὸν ϰύϱιον ϗ εὐλαϐȣμένοις τὸ ὄνομα αὐτȣ̃.

3:17 ϗ ἔσονταί μοι, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, εἰς ἡμέϱαν, ἣν ἐγὼ ϖοιῶ εἰς ϖεϱιϖοίησιν, ϗ αἱϱετιῶ αὐτȣ̀ς ὃν τϱόϖον αἱϱετίζει ἄνϑϱωϖος τὸν υἱὸν αὐτȣ̃ τὸν δȣλεύοντα αὐτῷ.

3:18 ϗ ἐϖιϛϱαφήσεσϑε ϗ ὄψεσϑε ἀνὰ μέσον διϰαίȣ ϗ ἀνὰ μέσον ἀνόμȣ ϗ ἀνὰ μέσον τȣ̃ δȣλεύοντος ϑεῷ ϗ τȣ̃ μὴ δȣλεύοντος.

3:19 διότι ἰδȣ̀ ἡμέϱα ϰυϱίȣ ἔϱχεται ϰαιομένη ὡς ϰλίϐανος ϗ φλέξει αὐτȣ́ς, ϗ ἔσονται ϖάντες οἱ ἀλλογενεῖς ϗ ϖάντες οἱ ϖοιȣ̃ντες ἄνομα ϰαλάμη, ϗ ἀνάψει αὐτȣ̀ς ἡ ἡμέϱα ἡ ἐϱχομένη, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ, ϗ ȣ̓ μὴ ὑϖολειφϑῇ ἐξ αὐτῶν ῥίζα ȣ̓δὲ ϰλῆμα.

3:20 ϗ ἀνατελεῖ ὑμῖν τοῖς φοϐȣμένοις τὸ ὄνομά μȣ ἥλιος διϰαιοσύνης ϗ ἴασις ἐν ταῖς ϖτέϱυξιν αὐτȣ̃, ϗ ἐξελεύσεσϑε ϗ σϰιϱτήσετε ὡς μοσχάϱια ἐϰ δεσμῶν ἀνειμένα.

3:21 ϗ ϰαταϖατήσετε ἀνόμȣς, διότι ἔσονται σϖοδὸς ὑϖοϰάτω τῶν ϖοδῶν ὑμῶν ἐν τῇ ἡμέϱᾳ, ᾗ ἐγὼ ϖοιῶ, λέγει ϰύϱιος ϖαντοϰϱάτωϱ.

3:22 ϗ ἰδȣ̀ ἐγὼ ἀϖοϛέλλω ὑμῖν Ηλιαν τὸν Θεσϐίτην ϖϱὶν ἐλϑεῖν ἡμέϱαν ϰυϱίȣ τὴν μεγάλην ϗ ἐϖιφανῆ,

3:23 ὃς ἀϖοϰαταϛήσει ϰαϱδίαν ϖατϱὸς ϖϱὸς υἱὸν ϗ ϰαϱδίαν ἀνϑϱώϖȣ ϖϱὸς τὸν ϖλησίον αὐτȣ̃, μὴ ἔλϑω ϗ ϖατάξω τὴν γῆν ἄϱδην.

3:24 μνήσϑητε νόμȣ Μωυσῆ τȣ̃ δȣ́λȣ μȣ, ϰαϑότι ἐνετειλάμην αὐτῷ ἐν Χωϱηϐ ϖϱὸς ϖάντα τὸν Ισϱαηλ ϖϱοϛάγματα ϗ διϰαιώματα.